(
- Edition reference
- Περὶ τοῦ ἐν παντὶ καιρῷ ἀρκτέον τὸ ἔργον (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 144v), ed. Berthelot and Ruelle, op. cit., 156–158.
- CTS identifier
urn:cts:greekLit:tlg4319.tlg015.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
156
{ΠΕΡΙ ΤΟΥ ΕΝ ΠΑΝΤΙ ΚΑΙΡΩ ΑΡΚΤΕΟΝ}
Ἀναγκαῖον καὶ περὶ καιρῶν ζητήσωμεν. Τὸ πνεῦμα ἔλεγεν,
φησὶν, ἀπὸ ἄνθους ἡλιοῦσθαι καὶ ταριχεύεσθαι ἕως τοῦ ἔαρος· καὶ
τότε λοιπὸν ἐν παντὶ καιρῷ πυρὸς, ὁ χρυσὸς εἰς τὸ χρῆσθαι. Ὁ γὰρ
μέγας, φησὶν, ἥλιος ποιεῖ τοῦτο, ὅτι δι' αὐτοῦ, φησὶν, γίνεται. Ἄκουε
τοῦ <Ἑρμοῦ> λέγοντος ὅτι ἡ μάλαξις τῶν ἀλαξίμων γίνεται ἐν ψυχροῖς.
Περὶ τούτου ἰσχυρῶς διέλαβεν ἐν τῷ τέλει τῆς λευκώσεως τοῦ μολύβ-
δου· ἐκεῖ καὶ περὶ τοῦ χρυσοῦ λέγει· οὕτως πως ὁ ποιῶν τὸ πᾶν·
ἐκεῖ καὶ περὶ τοῦ ἠθμῆσαι τὸ πᾶν διέλαβεν ὅν τινα ἠθμόν· οὔτε
<Ἀγαθοδαίμονα> λέληθε, καὶ ταύτην ἄμμου πλύσιν ἔφη καὶ
κάθαρσιν, ὅτε τὸ πᾶν λειωθὲν καὶ γενόμενον ὕδωρ ἔλθῃ
διὰ ἠθμοῦ ἢ ὑλιστῆρος. Καὶ ὁ <Ἑρμῆς> φησιν· «Γίνεται ὡς ἡ
στάκτη ἀκακία.» Ἐὰν μὲν γὰρ ὑποστάθμην, δῆλον γέγονεν ὡς αἱ
οὐσίαι καὶ τὰ μέταλλα οὐδαμῶς λειοῦνται·
Καὶ περὶ τούτων αὐτὸς ὁ <Ἑρμῆς> ἐν τοῖς κοσκίνοις ἰσχυρῶς διέ-
λαβεν, λέγων ἄνω καὶ κάτω· «Ἐὰν καταβῇ τὰ ὕδατα, αὐτὸ τὸ κόσ-
157
κινον ὡς ἔοικε ῥοῦν.» Ὅλα ὁμοῦ καταβαίνοντα αὐτὰ κατὰ τὸν μέγαν
<Ἑρμῆν>· τάχα καὶ ἀναβαίνοντα δι' ὀργάνου, εἰς ὃ καὶ ἕψεσθαι δοκοῦσι.
Ταῦτα δὲ εἰρήκαμεν τῷ λόγῳ, πλὴν ὁ λόγος περὶ καιροῦ. Καιρὸς
γὰρ ὁ θερινὸς, ὅτε ὁ ἥλιος φύσιν ἔχει πρὸς τὸ πρᾶγμα. Ἀμέλει οὖν ἡ
<Μαρία> ἐν ταῖς ποιήσεσιν τοῦ προσωπιδίου· «Ὕδωρ θεῖον ληφθήσεται
τοῖς μὴ νοοῦσιν, ὡς γέγραπται, ὃ διὰ τῆς λωπάδος καὶ τοῦ σωλῆνος
εἰς ὕψος ἀναπέμπεται.» Ἀλλ' ἔθος τοῦτο λέγειν ὕδωρ τὴν αἰθάλην
θείου ἀθίκτου, ἀρσενίκων· οὗ ἕνεκεν ἐμυκτήρισάς με ὅτι περ δι' ἑνὸς
λόγου, τοσοῦτόν σοι τὸ μυστήριον ἐξέφρασα.
Τοῦτο μὲν τὸ ὕδωρ τοῦ θείου λευκαινόμενον διὰ τῶν λευ-
καινόντων, λευκαίνει, καὶ ξανθούμενον διὰ τῶν ξανθούντων, ξανθοῖ,
[καὶ ποιῶν] καὶ μελαινόμενον διὰ χαλκάνθου καὶ κικίδου, μελανοῖ·
εἰς μέλανσιν ἀργύρου εἰς τὸν ἡμῶν μολυβδόχαλκον, περὶ οὗ μολυβ-
δοχάλκου ἐν τῷ πατροπαραδότῳ ἀργύρῳ σοι προσεφώνησα. Μελαι-
νόμενον οὖν καὶ τὸ ὕδωρ ἀναλαμβάνοντα 〈τὸν〉 μολυβδόχαλκον ἡμῶν
βάπτει ἄφευκτον μέλανσιν, ἥν τινα, μηδὲν οὖσαν, μέγα ἐπιθυμοῦσιν
οἱ μύσται πάντες εἰδέναι· τὸ δὲ αὐτὸ ὕδωρ οἷον λαμβάνει τοιοῦτον,
καὶ βάπτει ἄφευκτον, ὑφεξαιρουμένου τοῦ ἐλαίου καὶ τοῦ μέλιτος.
Καὶ ὁ φιλόσοφός φησιν ὅτι ὀλίγον θεῖον ἄθικτον οἶδε πολλὰ εἴδη
καῦσαι, ἀλλὰ καὶ τοὺς λίθους καὶ τὰ μέταλλα μαλάσσει. Ἐν τούτῳ
τῷ ὕδατι λειοῦται τὸ σύνθεμα. τὸ θεῖον, ὡς εἰς τὸν ἀνδροδάμαντα
φησίν· «Ἐὰν ἄπυρον θεῖον προβάλλῃς, ποιεῖς χρυσο-
ζώμιον, ὁμοῦ σὺν τῷ συνθέματι τῶν οὐσιῶν· καὶ τὸ σύνθεμα τῶν
θειωδῶν λειοῦται». Καὶ οὕτως ἕψειται ἢ ὀπτᾶται, ἵνα ὁ νοῦς σωθῇ.
«Ἐὰν, φησὶν, θεῖον ἄπυρον προσβάλλῃς, ποιεῖς χρυσοζώμιον διὰ πρίσ-
158
ματος, ἢ κηροτακίδος, τὸ θεῖον ὕδωρ, ἕως σχῇ χρυσόν· ἕψει ἐλαφρῶς
κινῶν, ἐπιβάλλων τὰ μωτάρια τῆς ξανθῆς σανδαράχης.» Μωτάρια δὲ
εἰρήκασι διὰ τὸ παχὺ εἶναι αὐτὸ ὡς αἷμα· τὸ λοιπὸν ὄπτα σφοδρο-
τέρως ἡμέρας βʹ ἢ γʹ, καὶ κατενέγκας, ἔκχεε εἰς τὸ τοῦ φαρμάκου
λείψανον ἐν ἑκάστῳ, καὶ γίνεται ἰός. Περὶ τούτου ἔλεγεν ὁ <Πηβίχιος·>
«Διαμερίσατε τὸ φάρμακον εἰς μέρη δύο, καὶ τὸ ἥμισυ ἔχετε ἐν
ὀστρακίνῳ ἀγγείῳ, τὸ δὲ ἕτερον εἰς χαλκοῦν.» Τοῦτο αἰνιττόμενος
δι' ἑνὸς, ἀπὸ μέν [τοι] τοῦ ὀστρακίνου τὴν ὄπτησιν, ἀπὸ δὲ τοῦ
χαλκοῦ τὴν ἴωσιν. Προεῖπε δὲ καὶ τὴν λεύκωσιν ἀπὸ τοῦ εἰρηκέναι
ἐν δαφνίνοις ξύλοις καίεσθαι τὸν χαλκὸν, τουτέστιν τὸ θεῖον ἄθικτον
τῷ ἔχοντι φύλλα δάφνης, ἵνα ἔχῃς εἰδέναι τὴν τῶν ἀρχαίων ἀρετὴν,
πῶς φανερῶς πάντα εἰρήκασιν· δοκοῦντες πάντα κρῦψαι, φανερῶς
εἰρήκασι· «Πρῶτον ἐλαφροῖς φωσὶν, ἵνα συμπίῃ τὸ ὕδωρ τοῦ θείου
ἀθίκτου.» Περὶ ὧν φώτων ἡ <Μαρία> ἔλεγεν ἐκ προβάσεως τὰ φῶτα,
καὶ πάλιν ἐκ προσαγωγῆς τὸ πῦρ, ὅταν ἀρκούντως ποιῇ, προοδωτέρως,
ἵνα σωθῇ ὁ νοῦς, ἐκ προβάσεως τὰ φῶτα. Ὁ δὲ καιρὸς ὁ θερινὸς, καὶ
ἡ πορφύρα καιρὸν ἴδιον ἔχει διὰ τὰς λύσεις καὶ ψύξεις τὸ ἁλιστέον,
ὅ τι καὶ τὸ κόμμι δάκρυον αὐτομάτως προερχόμενον, ἀπὸ τῆς ἰδίας
φύσεως, θέρος. Ἤκουσα δέ τινων ὅτι ἐν παντὶ καιρῷ γίνεται ἡ ἡμῶν
ἐργασία, καὶ ἀμφιβάλλω.
{ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΟΣ ΕΚΔΟΣΕΩΣΤΟ ΕΡΓΟΝ} Καὶ ταῦτα μὲν οὕτως πρὸς τοὺς Αἰγυπτίους προφήτας ὁ<Δημόκριτος> γράφει. «Ἐγὼ δὲ πρὸς σὲ, ὦ Φιλάρετε,πρὸς ὃν ἡ δύναμις, τὴν κατὰ πλάτος σοι γράφω τέχνην. Ὁ μὲντῶν εἰδῶν κατάλογος οὕτως ἔχει. Ὑδράργυρος ἡ ἀπὸ κινναβάρεως,μαγνησία, καὶ στίμμι κοπτικὸν, χαλκηδόνιον, ἰταλικὸν, λιθάργυρος,ψιμμίθιον, μόλυβδος, κασσίτερος, σίδηρος, χαλκὸς, χρυσόκολλακλαυδιανὸν, καδμεία, πυρίτης, ἀνδροδάμας, θεῖον ἄθικτον, ἀρσένικον,σανδαράχη, κιννάβαρις. Ταῦτα τὰ εἴδη ἐπίκοινα εἰς χρυσὸν καὶ ἄργυρον· λευκαινό-μενα γὰρ λευκαίνουσι, καὶ ξανθούμενα ξανθοῦσιν. Τὰ οὖν λευκαίνοντααὐτὰ ταῦτα· γῆ χεία, καὶ ἀστερίτης, γῆ σαμία, γῆ κιμωλία, καὶἀφροσέληνον. Τὰ δὲ λειούμενα, αὐτά· θεῖον ἄθικτον, ἅλας καππαδοκικὸνἅλες παντοῖοι, ἁλὸς ἄνθη, τίτανος, ὃς προσκέκληται ὀπὸς συκαμίνουσυκῆς, στυπτηρία σχιστὴ, μύσι, χάλκανθος, φύλλα περσέας, φύλλαδάφνης. Τὰ δὲ ξανθοῦντα, ταῦτα· γῆ ποντικὴ, ὅ ἐστιν ὀπτὴ, γῆ ἀττικὴ,ὅ ἐστιν ὁ κυανὸς, καὶ ἡ κυανὸς ἡ ἐπὶ τῶν δύο βαφῶν ἐπίκοινος· καὶἐν βοτάναις, κικίδιον, καὶ κνηκάνθιον, ἐλύδριον καὶ οἰχούμενον· καὶἐν ὀποῖς, κόμμι· Ἔλεγεν δὲ ἀντὶ τοῦ κόμμεως, εἰς γὰρ τὸ λευκὸνσύνθεμα τοὺς ὀποὺς βάλλουσι. Φανερὰ δὲ ἔστω τὰ τῇ ἰώσει ὕστερον συλλειούμενα καὶ ὧδεἁρμῶσαι ἡ μαρτυρία ἡ λέγουσα ὅτι τὰ ἀνούσια σώματα καλῶς ἐνερ-γοῦσιν χωρὶς πυρός. Τινὲς βούλονται δεύτερον καὶ τρίτον ἐν τῇ ἱώσειβαλεῖν βοτάνας, ἄνθος ἀναγαλλίδος, καὶ ῥὰ, καὶ τὰ ὅμοια· καὶ κρό-κον τινὲς χρῶνται καὶ ῥίζαν μανδραγόρου τὴν τὰ σφαιρία ἔχουσαν.Ἐγὼ δὲ προσθήσω ὅτι χωρὶς αὐτῆς οὐδὲν βάπτεται· καὶ ταύτῃπάντα συλλειοῦται ἐν τῇ ἰώσει μετὰ κόμμεως. Ἐμνημόνευσαν δὲπάντες ὅτι οὐ δεῖ εἰς τοῦτο τὸ ὕδωρ ζύμην καταφθείρειν· καὶὁμοιοῦται τῷ μέλλοντι βάπτεσθαι σώματι. Ἐὰν ἀργύρεον μέλλῃς βάπτειν, ἀργύρου πέταλον συνσήπειν·ἐὰν δὲ χρυσοῦν, χρυσοῦ πέταλον συνσήπειν· ὁ γὰρ σῖτος σῖτον γεν-νᾷ, καὶ ὁ λέων λέοντα, καὶ χρυσὸς χρυσόν. Ἐπίβαλλεγὰρ, φησὶν, ἄργυρον κοινὸν, καὶ βάπτεις. Ὁ γὰρ εἷς ζωμὸς κατὰ τῶνἀμφοτέρων σήπειν κατηγορεῖται· ὅτι τοιοῦτος λόγος ἐν τῷ παρόντιπερὶ τῆς τοῦ φαρμάκου βαφῆς· τὸ γὰρ θεῖον ὕδωρ σκευασθὲν κατὰἀλήθειαν, καὶ τὸ καλῶς συγκραθὲν τὰ φάρμακα βάπτει, καὶ ὅτανβαφῇ τὸ φάρμακον, τότε καὶ αὐτὸ βάπτει. Διὰ τοῦτο ζύμας καὶπροζύμια καὶ ὀξυζύμια, καὶ χρυσοζύμια, καὶ ὅσα κέκρυπται· ἐν δὲπᾶσι τὸ πᾶν εὑρίσκεται τοῖς νοοῦσιν. Ἰδοὺ οὖν τὰ δʹ σώματα πυρίμαχα, ὑπόστατα, τουτέστιν τὸὕστερον σύνθεμα, οὗ καὶ αὐτοῦ συντεθέντος, παραλαμβάνομεν μέροςἓν, ἐπιβάλλοντες ὕδωρ θεῖον ὁμοῦ, ἕως γένηται τὸ χρῶμα καὶ ὁ τόνοςτοῦ ὁμοίου κατὰ <Μαρίαν.> Ἐπειδὴ οὖν κατείληπται τὸ ὕστερονσύνθεμα τὰ ὑπόστατα δʹ σώματα, οἷς οὐ μόνον τὸ σύνθεμα τοῦχρυσοζυμίου, ἀλλὰ καὶ τὸ σύνθεμα ἐπιβάλλει τοῦ ὕδατος τοῦ θείου·ἐπιβάλλειν γὰρ δεῖ τὰ προδεχθέντα, σίδηρον, ἢ κασσίτερον, ἢ