Excerptum alchemicum
- Edition reference
- Excerptum alchemicum (sine titulo) (e codd. Venet. Marc. 299, fol. 186v, 192v; Paris. B.N. gr. 2325, fol. 82v + 2327, fol. 80; Laur. gr. 86.16, fol. 84r), ed. Mertens, op. cit., 11– 13.
- CTS identifier
urn:cts:greekLit:tlg4319.tlg057.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
〈φησὶν〉 ὁ Ἀγαθοδαίμων, οἷον χρυσοκόλλα καὶ ἐτήσιοςκαὶ χρυσάνθιον, καὶ ἁπλῶς πάντα εἰς τὴν καταβαφὴν τοῦἀργύρου κραταιῶς ἔχει. Αὐτοῦ ἡ ὑστέρα τάξις· αἰθάλαςδὲ βάλλει ἵνα μὴ σκωριάσῃ ὁ ἄργυρος ἢ ἀπουσιάσῃ τῶνπαχέων σωμάτων καὶ γεωδεστέρων εἰωθότων καίεσθαι καὶφρύγεσθαι.{Περὶ τοῦ τριβίκου καὶ τοῦ σωλῆνος} Ἑξῆς δὲ τὸν τρίβικόν σοι ὑπογράψω· καλεῖται δὲαὕτη ἡ δι' ἀσκίου ἡ παρὰ Μαρίας τεχνοπαράδοτος. Ἔχειδὲ οὕτως· ποίησον, φησίν, ἐκ χαλκοῦ ἐλατοῦ σωλῆναςτρεῖς—λεπτὸν τὸ ἔλασμα, ἔχον ἠθμοῦ πάχος ἢ μικρὸνπαχύτερον, ὡσεὶ χαλκοῦ τηγάνου πλακουντηρίου—μῆκος πήχεως ἑνὸς ἡμίσους. Ποίησον οὖν σωλῆνας τρεῖςτοιούτους. Καὶ ποίησον χαλκεῖον μακρὸν πήχεως ἔχον τὸμῆκος παρὰ παλαιστήν· ἄνοιγμα δὲ τοῦ χαλκείουσύμμετρον. Οἱ δὲ τρεῖς σωλῆνες ἐχέτωσαν τὸ ἄνοιγμαοἷον τραχήλου βίκου κούφου †ἡλάριον†· τοῦ δὲ ἀντίχει-ρος δύο εἶναι λιχανοὺς αὐτοῦ ταῖς δυσὶ χερσὶ συναρηρό-τας ἐκ πλευρῶν τοῦ χαλκείου περὶ τὸν πυθμένα· ἐν ᾧπυθμένι τρεῖς τρῶγλαι προσαρμόζουσαι τοῖς σωλῆσι καὶἁρμοσθέντες προσκολλάσθωσαν παραδόξως τοῦ ἄνωθενπνεῦμα ἔχοντος. Καὶ ἐπιθεὶς τὸ χαλκεῖον ἐπάνω λοπάδοςὀστρακίνης ἐχούσης τὸ θεῖον, συμπεριπηλώσας τὰςσυμβολὰς στέατι ἄρτου, ἔνθες ἐπὶ τὰ ἄκρα τῶν σωλήνωνβίκους ὑαλίνους μεγάλους παχεῖς ἵνα μὴ ῥαγῶσιν ἀπὸτῆς θέρμης τοῦ ὕδατος κομιζούσης τὸ ἀναβαῖνον· τὸ δὲσχῆμα τοῦτο· [λιχανὸς σωλήν]. Ἔστι δὲ καὶ ἄλλος τρόπος κομιδῆς ὕδατος θείου,ἀλλ' οὐχ ὡς τρίβικος· ἔστω σωλὴν 〈εἷς〉 εἰς πυθμέναχαλκείου ἐντεθειμένος μῆκος πήχεως ἑνὸς ἡμίσους· τῷαὐτῷ τρόπῳ καὶ βῖκος εἷς καὶ ὑποκάτω λοπὰς θείουἀπύρου, εἰς ἣν συναρμόζει τὸ χαλκεῖον καὶ περιπήλουστέατι ἢ κηρῷ ἢ πηλῷ ἢ ὡς βούλει καὶ καύσας ἀνάσπα.Οἱ δὲ τύποι οὗτοι.{Μʹ} Ἐγέλασά σοι καὶ εἰςἐξάκουστον ἐν ταῖς τάξεσιτῶν ὀργάνων τούτων· φησὶγὰρ εἰς ἑκάστην· ἐχέτω ἡλοπὰς μνᾶν θείου ἀπύρου.Καὶ ἐθαύμασά σε καὶ ἐντούτῳ ὅτιπερ οὐκ ἀνασχο-μένη τοῦ φθόνου ἠξίωσαςκαὶ ταῦτα γραφῆναί σοι.Τάχα δὲ καὶ εἰς κατάγνω-σιν ἧκες τοῦ Φιλοσόφουὅτιπερ ἐτόλμησεν εἰπεῖνὅτι ταῦτα ἑκὼν παρεσιώ-πησα διὰ τὸ ἀφθόνως αὐτὰκεῖσθαι ἐν ταῖς ἄλλαις μουγραφαῖς [στέατι ἢ κηρῷ ἢπηλῷ ἢ ὡς βούλει καὶ καύ-σας ἀνάσπα· ὁ δὲ τύποςοὕτως ἐν γραφαῖς]. Καὶἐγκύψασα εἰς ἀκάματονφθόνον, κατέγνως τοῦ Φι-λοσόφου μάτην· οὐ γὰρἐνόησας τί εἶπεν. Οὐκ εἶπενγὰρ ὡς καὶ ἐν τοῖς πρότε-ρον ὑπομνήμασιν ὅτι τῶνὑδάτων ἡ ποίησις, ἀλλὰ ἡἄρσις· ἕτερον γάρ ἐστι ποί-ησις καὶ ἕτερον ἄρσις. Τὴνἄρσιν αὐτῶν εἶπεν ἀφθόνωςγεγράφθαι. Τὴν δὲ ποίησιναὐτῶν οὐδεὶς ἐξέθετο. Τοῦ-το γὰρ ἦν τὸ ἐμφανὲςμυστήριον, τοῦτό ἐστιν τὸσφόδρα κεκρυμμένον. Ἡ οὖν ἄρσις τοιάδεἐστίν, ἡ διὰ τούτων τῶνὀργάνων [καὶ τῶν ὁμοίων, τῶν ὡςἀπὸ τοῦ νοὸς γινομένων,καὶ μάλιστα ἐάν [εἰ] τιςπροπαιδευθῇ τὰ Πνευματι-κὰ Ἀρχιμήδους, ἢ Ἥρω-νος, καὶ τῶν ἄλλων καὶ τὰΜηχανικὰ αὐτῶν]ἐν οἷς φάσκει ὁ Φιλόσοφος αἴρεσθαι τὸ ὕδωρ{Μ} Ἐγέλασα εἰς ἐξά-κουστον γραφῶν ταύτηντὴν τάξιν λέγουσαν· ἐχέτωἡ λοπάς, φησίν, μνᾶν θείουἀπύρου. Καὶ ἐθαύμασα καὶἐν τούτῳ ὅτιπερ οὐκ ἀνε-χομένη [ἢ] τοῦ φθόνουἠξίωσας καὶ τοῦτο γραφῆ-ναί σοι.ʼ Κατέγνωςμάτην τοῦ Φιλοσόφου· οὐγὰρ ἐνόησας τί εἶπεν·«Καὶ ἐν τοῖς προτέροιςὑπομνήμασιν εἶπον ὅτι τῶνὑδάτων ποίησιν οὐκ εἶπον,ἀλλ' ἄρσιν»· ἕτερον γὰρποίησις καὶ ἕτερον ἄρσις.Τὴν ἄρσιν αὐτῶν εἶπεν ἀφ-θόνως. Τὴν δὲ ποίησιναὐτῶν οὐδεὶς ἐξέθετο. Τοῦ-το γὰρ ἦν τὸ ἐμφανὲςμυστήριον, τοῦτ' ἔστιν τὸσφόδρα κεκρυμμένον. Ἡ μὲν ἄρσις τοιάδε, ἡδιὰ τούτων τῶν ὀργάνων[ἡ δὲ ποίησις ἤτοι σύνθε-σις τούτου τοῦ ὕδατος ἐνʼτῇ κατὰ πλάτος ἐκδόσειτοῦ ἔργου συγγέγραπται]ʼ ἐν οἷς φάσκει ὁ Φιλόσοφος αἴρεσθαι τὸ ὕδωρ. Τὸ δὲγίγνεσθαι ἢ συντίθεσθαι οὐκ ὀκνήσω σοι γράψαι, δέσποι-να. Ἔχει δὲ ἡ ποίησις τῶν ὑδάτων οὕτως· ὕδωρ θείου,ἀρσενικοῦ, σανδαράχης, νίτρου, ὕδωρ φαίκλης, ὕδωρἀσβέστου, ὕδωρ σποδοκράμβης, ὕδωρ στυπτηρίαςσχιστῆς, οὔρου, γάλακτος ὀνείου, αἰγείου· κυνὸς γάλα[πολλάκις] καὶ βόειον ἢ γυναικὸς ἀρσενοτόκου, κατὰτὸν Ἀγαθοδαίμονα, καὶ ὄξος καὶ ὕδωρ θαλάσσιον καὶμέλι καὶ κίκινον ἔλαιον καὶ οὖρον ἀφθόρων καὶ κόμμι.Γίνεται δὲ οὕτως ἕκαστον ὕδωρ ὡς ἅλμη δικαία, ἐπὶ δὲτῶν σποδῶν ὡς ἡ σαπωναρικὴ στακτὴ ἥντινα ἐν τοῖςγναφικοῖς τῶν Χειροκμήτων σοι προσεφώνησα. Ἐὰν δὲμὴ δυνηθῇς, συντιθέναι τῇ κοτύλῃ τοῦ ὕδατος εἴδουςοὐγγίαν αʹ, οἷον θείου οὐγγίαν αʹ ὕδατος καθαροῦκοτύλῃ αʹ· ἀρσενικοῦ οὐγγίαν αʹ ὕδατος κοτύλῃ αʹ·σανδαράχης οὐγγίαν αʹ ὕδατος κοτύλῃ 〈αʹ〉· φαίκληςὀπτῆς ἀποσβεσθείσης εἰς ὄξος, ἀσβέστου ἀποσβεσθείσηςεἰς οὐρόγαλον 〈οὐγγίαν αʹ ὕδατος〉 κοτύλῃ αʹ·στυπτηρίας σχιστῆς οὐγγίαν 〈αʹ〉 λυθείσης εἰς ὕδωρθαλάσσιον ὕδατος κοτύλῃ αʹ· καὶ νίτρου πυρροῦ ὁμοίως.Καὶ ἑψήσας ἰδίᾳ, ὁμοῦ τὰ ὕδατα ὀλίγον. Ἵνα τὴν δύναμινλάβῃ, ἀποσείρωσον ἢ ἀπόσταξον εἰς ἄλλην χύτρανσυνεμβάλλων τὸ μέλι καὶ τὸ ἔλαιον. Καὶ ἐὰν μὲν λευκοῦ θείου χρεία, συλλείου τῷ ὕδατιγῆν Χίαν, ἀστερίτην, ἀφροσέληνον ὀπτόν, 〈στῖμι〉 Κοπ-τικόν, Σαμίαν, Καρικήν, Κιμωλίαν ἢ στιλβάδα. Καὶβαλὼν εἰς χύτραν [καὶ] κυάνεον γενάμενον τὸ ὕδωρ,μάρμαρον ἐκ τῆς γῆς βάλλε καὶ μίσυ ὠμὸν καὶ ἄλλομέρος ἀσβέστου ἵνα εἰς μέρη βʹ κατὰ τὰς τῶν ἀρχαίωνγραφάς, ἵνα λέγηται τοῦτο τὸ δι' ἀσβέστου καὶ ἐπίθες τὸὄργανον τῇ χύτρᾳ καὶ ἀνακόμιζε τὸ ὕδωρ καὶ χρῶ. Τὸ δὲ ξανθὸν ὕδωρ γίνεται οὕτως· εἰς πάντα τὰὕδατα κατὰ τὴν συσταθμίαν τὴν πρόσθεν δεδηλωμένηνοὐκέτι λαμβάνουσαν ἀσβέστου μέρη βʹ 〈ἀλλ'〉 ἁλὸς αʹ,καὶ ἀφεψήσασα ἓν ἕκαστον καὶ συμμίξασα συλλείουοὐκέτι γᾶς λευκάς, ἀλλὰ ξανθὰς γᾶς· ξανθὸν γὰρ ὕδωρβουλόμεθα. Αἱ δὲ γαῖ εἰσιν· ὤχρα Ἀττικὴ καὶ σινωπὶςΠοντικὴ καὶ μίσυ ὀπτὸν καὶ χάλκανθος ὀπτὴ καὶ τὰὅμοια. 〈...〉· βοτάναι πᾶσαι ἃς οἴδασι κοινῶς, καὶ λέκιθοςκαὶ [ᾠῶν] κρόκος καὶ ἐλύδριον τὸ διπλοῦν. Τὰς μὲν πόαςοὐ συνενοῖς τῷ ὕδατι, ἀλλὰ μόνον τὰς γᾶς. Καὶ μεταβάλ-λουσα, ὡς ἔθος ἐστίν, λοπάδα, σύμβαλε τὰς βοτάνας καὶἕψει τέσσαρας ἡμέρας πυρὶ ἐπιθεῖσα ἐν τῷ ὀργάνῳ καὶἀνακόμιζε τὸ ὕδωρ καὶ χρῶ μετὰ κόμμεως. Καὶ ἀποσκε-πάσασα εὑρήσεις τὰς πόας κατακαείσας ἀλλὰ καὶἀφείσας τὸ ἴδιον βάμμα ἤτοι τὸ ἴδιον πνεῦμα. Τοῦτο τοῦὕδατος τοῦ θείου τοῦ ἀθίκτου ἔχει δύναμιν καὶ φύσιν.Ἐὰν ζεστῷ τῷ ὕδατι ἐπιβάψῃς ἄργυρον, ἔσται ἀνεξάλειπ-τον. Ἔρρωσο.{Περὶ τοῦ θείου ὕδατος} Τοῦτό ἐστι τὸ θεῖον καὶ μέγα μυστήριον, τὸ ζητούμε-νον· τοῦτο γάρ ἐστι τὸ πᾶν. Δύο φύσεις, μία οὐσία· ἡ γὰρμία τὴν μίαν ἕλκει καὶ ἡ μία τὴν μίαν κρατεῖ. Τοῦτο τὸἀργύρειον ὕδωρ, τὸ ἀρσενόθηλυ, τὸ φεῦγον ἀεί, τὸἐπειγόμενον εἰς τὰ ἴδια, τὸ θεῖον ὕδωρ, ὃ πάντεςἠγνοήκασιν, οὗ ἡ φύσις δυσθεώρητος. Οὔτε γὰρ μέταλ-λόν ἐστιν, οὔτε ὕδωρ ἀεὶ κινητόν, οὔτε σῶμα, οὐ γὰρκρατεῖται. Τοῦτό ἐστι τὸ πᾶν ἐν πᾶσι· καὶ γὰρ ζωὴν ἔχεικαὶ πνεῦμα, καὶ ἀναιρετικόν ἐστιν. Τοῦτο ὁ νοῶν καὶχρυσὸν καὶ ἄργυρον ἔχει. Ἡ μὲν δύναμις κέκρυπται,ἀνάκειται δὲ τῷ Ἐρωτύλῳ.