Diagramma
- Edition reference
- Diagramma (e codd. Venet. Marc. 299, fol. 188v; Paris. B.N. gr. 2325, fol. 82r + 2327, fol. 80r; Laur. gr. 86.16, fol. 84r), ed. Mertens, op. cit., 22.
- CTS identifier
urn:cts:greekLit:tlg4319.tlg061.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
Ἓν τὸ πᾶν καὶ δι' αὐτοῦ τὸ πᾶν καὶ εἰς αὐτὸς τὸ πᾶν·
2
καὶ εἰ μὴ ἔχοι τὸ πᾶν, οὐδέν ἐστιν τὸ πᾶν.
3
Εἷς ἐστιν ὁ ὄφις ὁ ἔχων τὸν ἰὸν μετὰ 〈τὰ〉 δύο
4
συνθέματα.
{Ζωσίμου περὶ ὀργάνων καὶ καμίνων} Ἐπειδὴ ἑξῆς ὁ λόγος ἡμῖν περὶ καμίνων καὶκαταβαφῆς πρόκειται, οὐ βούλομαι πρὸς σὲ ποιεῖσθαιἐμπεσοῦσαν ταῖς ἄλλων γραφαῖς. Καὶ γὰρ παρὰ Μαρίᾳ ἡτῆς ὁρωμένης καμίνου κεῖται διαγραφὴ ἧς ὁ Φιλόσοφοςοὐκ ἐμνημόνευσεν, εἰ μὴ μόνον πρισμάτων, καὶ τῶνἄλλων περὶ ὧν ἠρέμα ἐν τῷ περὶ ποσότητος πυρὸςὑπομνήματι διέλαβον. Ἑώρακα εἰς τὸ ἱερὸν Μέμφιδος ἀρχαῖον κατὰ μέροςκειμένην τινὰ κάμινον ἣν οὐδὲ συνθεῖναι εὗρον οἱ μύσταιτῶν ἱερῶν. Ἔρρωσο. Πολλαὶ μὲν οὖν ὀργάνων κατασκευαὶγεγραμμέναι εἰσὶν τῇ Μαρίᾳ, οὐ μόνον ὑδάτων θείου,ἀλλὰ καὶ κηροτακίδων εἴδη πολλὰ καὶ καμίνων. Τὰ οὖντοῦ θείου ὄργανα πρὸ πάντων ἀναγκαῖον ἐκδοῦναι,μάλιστα ἐπειδὴ καὶ αὐτῶν πρὸ πάντων χρεία. Ἵνα οὖν μὴ δόξῃ τι λείπειν τοῖς σοῖς γράμμασιν,ἔστω παρὰ σοὶ καὶ ἡ κάμινος Μαρίας, ἧς καὶ ὁ Ἀγαθο-δαίμων ἐμνημόνευσεν ἐν τῷ λόγῳ οὕτως 〈...〉. Ἡ δὲ τῆςκηροτακίδος τοῦ κρεμαστοῦ θείου τάξις οὕτως γίνεται.Λαβὼν φιάλην, σμύρισον ἢ λίθῳ παράτεμε τὸ μέσονκυκλοτερῶς τὸν πυθμένα τῆς φιάλης, ἵνα ἐμβῇ κάτωὀξύβαφον σύμμετρον. Καὶ βαλὼν ὀστράκινον ἄγγοςλεπτὸν προσηρμοσμένον τῇ φιάλῃ ἵνα ᾖ κρεμαστὸν ἐκτῆς φιάλης ἄνωθεν ἀπ' αὐτῆς ἀντεχόμενον· 〈...〉 φθανέτωδὲ ἐπὶ τὴν σιδηρᾶν κηροτακίδα. Καὶ ἐπιθεὶς ὃ βούλειπέταλον ἢ ὃ ἂν ἡ γραφὴ αἰτῇ ὑπὸ τὸ ἄγγος καὶ ὑπὸ τὴνκηροτακίδα, ἅμα τῇ φιάλῃ ἵνα ἔσωθεν βλέπῃς. Καὶσυμπεριπηλώσας τὰς ἁρμογὰς ἕψε ἐφ' ἃς λέγει ὥρας ἢἡμέρας ἡ τάξις. Τοῦτό ἐστι τὸ κρεμαστὸν θεῖον, καὶκρεμαστὸν ἀρσενικὸν ὁμοίως. Δίδου τρυμαλιὰν λεπτὴνβελόνης μέσον τοῦ ἄγγους· ὑαλῇ ἄλλῃ φιάλῃ πώμαζε.†Ἤτω δὲ τὸ ἄγγος τὸ ὀστράκινον 〈οὐκ〉 ἐοικὸς τοῖς τῶνὀρβίων κύβοις, ἄλλ' ἐοικὸς τοῖς τῶν ἀγγείων κύβοις†. Ἡ δὲ κάμινος φουρνοειδής, φησὶν ἡ Μαρία, ἔχουσαἄνω τρεῖς μύζους ἢ ἀνοχὰς ἢ σύροντας. Καῦσον δὲκαλάμοις ἑλληνικοῖς κατὰ πρόσβασιν νυχθήμερα δύο ἢτρία πρὸς ὃ ἔχει ἡ βαφὴ καὶ ἄφες ἀποφρυγῆναι ἐν τῇκαμίνῳ. Κατάσπα δὲ δι' ὅλης ἡμέρας ἄσφαλτονἐπιβάλλων ἃ οἶδας καὶ χαλκὸν λευκὸν ἢ ξανθόν. Δύναταιδὲ ὧδε γενέσθαι 〈...〉. Καὶ τὸ ἠθμοειδὲς ὄργανον λευκαίνει, ξανθοῖ, ἰοῖ,παροπτᾷ ἀνθίσματα, ποιεῖ μαλαγμάτων καταβαφάς, καὶὅσα ἂν ἐπινοῇς. Ἡ δὲ ποίησις αὐτῆς αὕτη 〈...〉. Ὀπὴν ἔχει τὸ ὀστράκινον ἄγγος καλύπτον τὴνφιάλην τὸ ἐπὶ τὴν κηροτακίδα, ἵνα περιβλέπῃ εἰ ἐλευ-κάνθη ἢ ἐξανθώθη· ἡ δὲ ὀπὴ τοῦ ὀστράκου ἐπιπωμάζεταιφιάλῃ ἑτέρᾳ ἵνα μὴ δι' αὐτῆς τι ἐκπνεύσῃ. Τὸ δ' αὐτὸποιεῖ καὶ τὸ καρκινοειδὲς αὐτοῦ, ἕψει αὐτό, ὄπτα, ὅ ἐστιμονοήμερον. Ἐὰν δὲ ἄλλη ἡ ἕψησις καὶ ἄλλη ἡ ὄπτησις,δύο καμινίων χρεία, πρῶτον φανῶν ἢ ληκύθων, ἔπειτακηροτακίδων ἢ †πυξάδων† ἢ βουκλῶν. Ἐὰν δὲ καρκινοει-δὲς ἢ ὅμοια αὐτῷ ἑψηθῆναι ἐπιτιθῶνται τῇ κηροτακίδι ἢἐκτείνωνται, ποιοῦν ὡς ἄρρευστον. [Ἔλεγεν ὁ ἀρχαῖος Ζώσιμος· μίαν τάξιν οἶδα ἐγὼδύο ἔργα ἔχουσαν· μία μὲν ἵνα ῥεύσῃ διὰ τῆς †ῥιτῆς† καὶδευτέρα ἵνα ξηρανθῇ ὑγρότης μολύβδου· †σώαν ἀκέρεανκαὶ ἀκένοτη† πηχθήσεται γὰρ καὶ ξηρανθήσεται αὕτη.]{Περὶ τῆς ἐξατμίσεως τοῦ θείου ὕδατοςτοῦ πήσσοντος τὴν ὑδράργυρον} Ἐν τοῖς ὑμετέροις οἴκοις, ὦ γύναι, διὰ τὴν σὴνἀκοήν ποτε διατρίβων, ἐθαύμαζον μὲν πᾶσαν τὴν τοῦπαρὰ σοὶ καλουμένου στρούκτωρος ἐργασίαν. Ἔκπληξινδέ μοι ἱκανὴν ἐνέβαλεν ἀντὶ τῶν ἔργων αὐτοῦ· παρῆν μοιδὲ καὶ τὸν Πάξαμον ἐκθειάζειν καὶ ᾤμην καὶ τὸν ἴδιοννοῦν ἑκάστου τεχνίτου ὅτι περ ὀλίγας ἀφορμὰς παρὰ τῶνπρογενεστέρων λαβόντες, κάλλιον αὐτοὶ ἐπετήδευσαν.Ἦν οὖν τὸ εἰς ἔκπληξίν με ἄξαν ἡ τοῦ ἠθμητοῦ ὀρνιθίουἕψησις· πῶς πεπωμασμένον ἐκ τῆς αἰθάλης καὶ θέρμηςἕψεται καὶ τῆς τοῦ ζωμοῦ ποιότητος ἣ καὶ βαφῆς οὐκἀμοιρεῖ; Καὶ τοῦτο θαυμάζων ἐπὶ τὸ ἡμέτερον σπούδασ-μα ὁ νοῦς μὲν ἡνιοχεῖται· ἦ ἄρα ἐκ τῆς ἀνδόσεως καὶαἰθάλης τοῦ θείου ὕδατος δύναται ἕψεσθαι καὶ χρῴζεσθαιτὸ ἡμέτερον σύνθεμα; Ἐζήτουν δὲ εἴ πού τις ἄρα καὶ τῶν ἀρχαίων τοῦτοιούτου ὀργάνου μέμνηται καὶ οὐ παρῆν μοι κατὰ τὸννοῦν. Ἔνθεν ἀθυμῶν καὶ τὰς σὰς περιβλεπόμενος βίβλουςεὗρον ἐν ταῖς Ἰουδαϊκαῖς πλησίον τοῦ τεχνοπαραδότουὀργάνου καλουμένου τριβίκου καὶ ταύτην τὴν τοῦ ὀργά-νου διαγραφήν. Ἔχει δὲ οὕτως ὡς πρόκειται· «Λαβὼνἀρσενικόν, λεύκανον οὕτως· πηλὸν λιπαρὸν ποίησονπλατὺν ὡς σπεκλαρίου σχῆμα λεπτότατον· καὶ τρῆσονλεπταῖς τρώγλαις κοσκινοειδῶς· καὶ ἐπίθες προσαρηρὼςλοπαδίῳ· εἰς ὃ ἔστω τοῦ θείου μέρος ἕν· εἰς δὲ τὸκόσκινον ἀρσενικὸν ὅσον βούλει· καὶ ἐπιπωμάσας ἑτέρῳλοπαδίῳ καὶ περιπηλώσας τὰς συμβολὰς 〈ἕψει〉νυχθήμερα δύο· εὑρήσεις ψιμύθιον· τούτου ἐπίβαλλε τῇμνᾷ τὸ τέταρτον καὶ ἐκφύσα ὅλην ἡμέραν ἐκ μικροῦἐπιβάλλων ἄσφαλτον καὶ ἑξῆς». Καὶ αὕτη μὲν ἡ τοῦὀργάνου κατασκευή. Ἐγὼ δὲ ἐπὶ τὸ ἡμέτερον ἐλεύσομαι δεικνὺς ἐξ αὐτῆςτῆς γραφῆς ὡς οὐκ ἔστιν ἐξ αὐτῆς λεύκωσις. Ἐπεὶ πῶςδύο νυχθήμερα ἕψεσθαι παρακελεύεται, δυναμένη ὥραςμιᾶς πολὺ θεῖον ἐξατμίσαι; Ἀλλ' ἐκ τούτου ἀφορμήν σοιδίδωσι νοημάτων· ἐμνημόνευσε δὲ καὶ Ἀγαθοδαίμων ὅτιπερ τὸ ἀρσενικὸν ὅλον ἐστὶ τὸ σύνθεμα, περὶ οὗ ἐν τῷἕκτῳ τῆς ἑψήσεως τῶν Κατ' ἐνέργειαν ἰσχυρῶς διέλαβον.Ἐμνημόνευσαν δὲ καὶ ἄλλοι πολλοὶ ἀρχαῖοι· τῇ δὲβουλῇ πολλῇ ἔστω. [Πότε;] Ἡ ἀρχὴ τῆς γραφῆς περὶτοῦ παρόντος διδάσκει. Φησὶ γὰρ λεύκωσις ἀρσενικοῦποιοῦσα ἐν ἐκτάσει· τὸ μὴ ἀρσενικὸν λευκαινόμενονἐκτείνεται· οὐ δῆτα μὲν 〈...〉 Δημόκριτον τὸν εἰπόντα ὅτιἐὰν πλεονάσῃ τὰ φῶτα γίνεται ξανθόν. Ἀλλ' οὐ χρησι-μεύσει σοι νῦν· λευκάναι γὰρ βούλει τὰ σώματα. Πῶς δὲ ἄρα ἠλίθιός ἐστί τις ἀνὴρ ὁ μὴ τὸ πᾶνἐννοῶν εἶδος τοῦ ἀρσενικοῦ· ἦ αἱ τούτου λᾶμναι, καθῶς ἡπροκειμένη γραφὴ φάσκει, ἐὰν λευκανθῶσιν οὕτως, οὐχὶκατὰ τὴν ἐπιφάνειαν ἔσται μόνον λευκόν· πυρὸς δὲ ὡςμηδὲν φεύξεται, καὶ αὐτὸ καὶ ἡ τούτου ἐπιφάνεια λευκή.Πῶς δὲ οὐκ ἔστιν ἠλίθιον ἀρσενικὸν ἐννοεῖν τὸ λευκαινό-μενον, ὅπου καὶ ἐπιβάλλειν αὐτὸ ἐκέλευσεν ἡ γραφὴ καὶἐκφυσᾶσθαι, οὐδὲν μολύβδου ἔχοντος τοῦ ἀρσενικοῦ,ἀλλ' αὐτοῦ διὰ τῆς πυρᾶς ἐξατμιζομένου. Ὅτι δὲσύνθεμά ἐστι μολυβδώδη ἔχον, οὐ μόνον ἐκφυσᾶν παρα-κελεύεται ἀλλὰ καὶ ἄσφαλτον ἐπιβάλλειν ἵνα τρόποντινὰ μολυβδώσῃ καὶ καθάρῃ καὶ λιπάνῃ τὸ πᾶν. Καὶ ὅσα μὲν ἔστι μοι λέγειν εἰς τοῦτο, ὑμεῖς ἐστεμάρτυρες. Ἀλλ' ἐπειδὴ πολλὰς ἀφορμὰς λαβόντες,λοιπόν ἐστε καὶ διδάσκαλοι· ἀλλὰ τὸ εἰς ἐμὲ ταὐτὸνμέχρις ἐνταῦθα παρακελεύομαι, ἐκδεχόμενος κἀγὼ τοὺςπαρ' ὑμῶν τοῦ τέλους καρπούς. Φησὶ δὲ ἡ γραφὴ ὅτι καὶεἰς νομίσματα ποιεῖ. Ἔστι δὲ ὁ τρόπος οὗτος καρκι-νοειδής.{Περὶ τοῦ αὐτοῦ θείου ὕδατος} Λαβὼν ᾠὰ ὅσα βούλει ἔκζεσον καὶ κλάσας αὐτὰἔξελε ἅπαν αὐτῶν τὸ λευκόν· τὰ δὲ ὄστρακα αὐτῶν μὴχρήσῃ. Λαβὼν δὲ ἀγγεῖον ὑάλινον ἀρσενόθηλυ, τὸκαλούμενον ἄμβικα, βάλε ἐν αὐτῷ τοὺς κρόκους τῶν ᾠῶνσταθμῷ χρώμενος τοιῷδε· τῇ οὐγγίᾳ τῶν κρόκων ἐπίβαλε