COSMAS Hieromonachus
- Edition reference
- Ἀνεπιγράφου φιλοσόφου περὶ τῆς θείας καὶ ἱερᾶς τέχνης φιλοσόφων (e codd. Venet. Marc. 299, fol. 181r + Paris. B.N. gr. 2329, fol. 180v), ed. Berthelot and Ruelle, op. cit., 433–441.
- CTS identifier
urn:cts:greekLit:tlg4329.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
438
κότων ἓξ μὲν ἐπὶ τῆς ἐπιστήμης, ἅτινά εἰσιν καθαρὸς, πλάγιος,
ἶσος, κέντρος, ἄηχος καὶ παράηχος.
Ὄργανα μὲν κιθαρικὰ τὰ πολλὰ τοῖς εἴδεσιν διαφέροντα· ἔστι
γὰρ πλινθίον τὸ διὰ τῶν λβʹ, λύρα ἡ διὰ τῶν ἐννέα, ἀχιλλιακὸν, τὸ
διὰ καʹ ἐπαγωγῆς, ψαλτήριον τὸ διὰ τῶν ιʹ ἢ ἔλαττον, ἢ λʹ ἣ μʹ ἢ
πλεῖον, τὸ ἀπὸ γʹ ἢ δʹ ἢ εʹ. Καὶ τὸ διὰ τῶν λβʹ τό τε οἰκεῖον τῶν
θείων δυνάμεων πλινθίον, ὅπερ κυρίως ἁρμόττει ψυχαῖς, καὶ πρὸς
σωματικῶν δυνάμεων φιλίαν, ὅπερ ἀνήκει μᾶλλον τοῖς σώμασιν·
αὐλητικὸν, διὰ χαλκοῦ μὲν, τὸ καλούμενον μέγιστον ὄργανον ψαλ-
τήριον, καὶ χειρόργανον, καὶ καβιθακάνθιον ἑπτὰ δακτύλων, καὶ
πανδούριον, τὸ νάδιόν τε καὶ σάλπιγξ, καὶ κορνίκες· ἄνευ δὲ χαλ-
κοῦ, μονοκάλαμον, δικάλαμον, πολυκάλαμον, καὶ ῥὰξ τετρώρεον καὶ
τὸ πλάγιον. Ναυστὰ δὲ καλοῦμεν ἢ κύμβαλα χειρῶν, ἢ ποδῶν,
ὀξύβαφά τε χαλκὰ καὶ ὑέλινα. Καὶ τὸ σύνθεμα τὸν ἐκ πλειόνων
μετάλλων· ὅπερ ὁ ἐννοῶν τὴν τῶν κδʹ 〈στοχῶν?〉 ἐνέργειαν οἶδεν
ἀποτελεῖν.
439
Καὶ ἔτι ἄλλο <Ξενοκράτης> ὁ θεῖος δέδωκεν· τῶν δὲ χηνίων
καὶ τῶν ἡμεροπόρων τέσσαρα πάλιν εἴδη, καὶ ὑποβεβηκότα τυγχάνουσιν,
λευκὸν καὶ ξανθὸν, ὑμὴν καὶ τὸ ἔλικτρον. Κἀντεῦθεν αἱ κατ' εἶδος
διαφοραὶ τῶν ποιήσεων ἐδείχθησαν μιγεῖσαι τῇ ἐπιστήμῃ, καθὼς αἱ
εἰρημέναι διαφοραὶ τῶν στοχῶν καὶ τῶν μελωδιῶν τὰ εἰδικώτατα εἴδη.
Ὥσπερ γὰρ τοῖς μέρεσι τῆς χυμευτικῆς ὕλης ἡ τέχνη συγγενομένη καὶ
πολλὰ καὶ διάφορα τῶν ποιήσεων τὰ εἴδη ἀπέδειξεν, οὕτω καὶ τὸ τῆς
μουσικῆς θεοδώρητον ἀγαθὸν, τοῖς ὑλικοῖς μιγνύμενον εἴδεσιν, πλείονας
εἰδῶν διαφορὰς ἀπεκύησεν.
Ὅτι οὐ μόνον ξηρίον εἰσὶν αἱ εἰρημέναι διαφοραὶ, ἀλλὰ τοσαῦται
κατ' εἶδος καὶ ὑγρῶν καὶ ξηρῶν καὶ μέσων ἀπογεννῶνται ποιήσεις.
Πασῶν γὰρ τῶν εἰρημένων ἐν ξηρίοις κατ' εἶδος δια-
φορῶν ἰσαρίθμους εὑρήσομεν ἐξ ὑγρῶν καὶ μέσων φαρμάκων διαιρέσεις,
ἀνασπωμένων δι' ὀργάνων, καὶ μὴ ἀνασπωμένων, ἀλλ' ἢ διὰ ῥάκους
ἐκθλιβομένων ἢ ἑτέρως πως ἐξυδαρουμένων· ὡς καὶ τοῦτο τοῖς ὑλικοῖς
ἑνούμενον στερεοῖς καὶ μέσην ἀποτελοῦν τὴν κρᾶσιν μετὰ τὴν ἴωσιν,
αὖθις ἐκλειούμενον, καὶ λίαν ὑγρὰν ἔχει τὴν ὕπαρξιν. Οὐ γὰρ μόναι αἱ
δύο μοῖραι τῶν ὠῶν ὑδραργυρίζεσθαι δύναιντο, ῥευστῆς ὑπαρχούσης
φύσεως, κατὰ τὸ πλέον τὴς οἰκείας γενέσεως, ἀλλὰ καὶ αἱ πρῶται δύο
ξηραὶ, κατὰ τὸ πλεονάζον ὑπάρχουσαι φύσεως, ὑδραργυρίζεσθαι οὐκ
ἀδυνατοῦσιν· ὡς καὶ πᾶν σῶμα φυσικὸν ἐκ τῶν τεσσάρων στοιχείων
κεκραμένον ἔχον τὴν ὕπαρξιν, ἀνίσως ἢ ἴσως.
Ἐκμυζοῦνται οὖν καὶ ἀπὸ τῶν στερεῶν οὐσιῶν τὰ ὑγρὰ, ὡς κἂν
440
εἴσφορα ἐλάχιστα ὦσιν, ἢ διὰ τῶν ἀμβύκων, ὁμοίως τοῖς κατὰ τὸ μᾶλ-
λον ὑγροῖς ἐκ χυδαίου κεκραμένοις, ἢ σβεννύμενα τοῖς κατὰ φύσιν
ὑγροῖς, καὶ χρόνῳ σηπόμενα καὶ ἀναλυόμενα, ἅπερ καὶ διχαζόμενα
οἰκονομοῦνται διὰ τοῦ γερανίου ἢ ἄνευ τοῦ μασθωτοῦ· καὶ μίγνυν-
ται ἀλλήλοις τὰ μέρη τὰ συμφυῆ, τό τε σεσηπός φημι καὶ τὸ
ἄσηπτον. Καὶ εἰ μὲν ἐξ ὑγρῶν μόνων ἐθέλοι καταβαφὴν κατεργάσασθαι
τῇ σήψει τούτων, οὐκ ἐπάγει τὴν λείωσιν, ἀλλὰ ὕδωρ ὕδατι μιγνὺς τε-
λειοῖ τὸ φάρμακον, τὰς ἀποκαθημένας στερεὰς οὐσίας αὐτῶν ἀποδιελὼν,
καθὼς ὁ μέγας <Συνέσιος> διεσάφησεν.
Εἰ δὲ διὰ τὴν φύσιν μίξας τε πάλιν ὁμοειδέσιν ὑγροῖς διχάζει
καὶ σήπει, καὶ ἀνασπᾷ καὶ σωματοῖ τὰ μέρη, καὶ τὸ ζητούμενον ἕξει
σαφῶς. Εἰ δὲ τούτων ἑτεροῖον βούλεται φάρμακον ἐκτελεῖν,
πάντα τελέσας τὰ ἐπὶ τῶν ξηρίων, ἐπ' ἔσχατον δεῖ σε τὸ χωνίδιον
ἐπαίροντα τῇ λαβίδι διὰ τῶν πλευρῶν ἰσχυρῶς, καὶ ἐκκαλύπτοντα τὸ
πῶμα σιδήρῳ τῷ εἰς τοῦτο φιλοτεχνηθέντι, καὶ ἀποφυσήσαντα πάντα
ἐκ τοῦ χωνιδίου τῶν αἰθαλῶν καταρρίπτειν κατὰ τοῦ καθαρωτάτου
ὕδατος ἀποκαλύπτοντα τὸν κρατῆρα, δηλαδὴ σπόγγῳ ἢ ῥάκει
καθαρῷ κάτωθεν πρὸ δακτύλου τοῦ πυθμένος ἀντεχόμενον, ἐὰν
ῥάκος ᾖ ἀποκρεμώμενον ἐκ τῶν τεσσάρων οὐάτων τῆς ὑελῆς ἢ ὀστρα-
κίνης κρατηρίης. Ἔστω δὲ καὶ τὸ ὕδωρ καθαρὸν, ἢ ὑέτιον, ὑλιστόν·
ἐπὰν γὰρ τὸ ὕδωρ ἀκάθαρτον ᾖ, εὐθὺς ὁ λίθος μιαίνεται. Δεῖ οὖν
καὶ τὸ ὕδωρ καὶ τὰς χεῖρας πάντοτε καθαρὰς ἔχειν, διὰ τὸ τοῦ λίθου
ἐλευθέριον.
Ἔπειτα ἀνασπάσαντες αὐτὸν ἐκ τοῦ ὕδατος χερσὶ καθαραῖς,
οἱ μὲν διὰ τοῦ ἑαυτῶν στόματος ἀναρροφῶντες αὐτὸν ἐφέλκονται, ὃ
κατέπιεν ὑγρόν. Εἶτα σπόγγῳ ἐπάνω καὶ ὑποκάτω συγκαλύψαντες
θερμοβάριον μικρὸν τιθέασιν, ἵνα τῇ ἰδίᾳ ἑαυτοῦ φύσει ὁ σπόγγος ἐφελ-
441
κύσῃ ἐκ τοῦ λίθου τὸ ὑγρὸν, δηλονότι τοῦ σπόγγου χειμῶνος ὥρῃ
εὐκράτῳ θερμαίνοντες. Ἔπειτα λαβόντες αὐτὸν, τιθέασιν κατὰ τοῦ
χωνιδίου τοῦ αὐτὸν ἀραιώσαντος, προφυσήσαντες ἀκριβῶς τὴν αἰθάλην·
καὶ ἐῶσι κεῖσθαι μέχρις ἂν ἀποψυγῇ, δηλαδὴ τῆς θέρμης τοῦ χωνιδίου
ἀνιμωμένης τὸ ὑπολειφθὲν τοῦ ὕδατος.
Αἱ δὲ ἀρχαιότεραι γραφαὶ τὸ ἐπάνω τοῦ χωνιδίου ὑποκάτω κε-
λεύουσι τίθεσθαι, δηλονότι τοῦ ἔχοντος τὸν λίθον (?) τοῦ ὑποκάτω. Ἄλλοι
δὲ ἑνὶ τῶν τριῶν μόνον ἀνιμῶνται τὸ ὑγρὸν τοῦ λίθου ἢ
στόματι, ἢ σπόγγῳ ἢ τῷ ἰδίῳ χωνιδίῳ.
Ἐπ' ἂν δὲ πάλιν ἄλλους ἀραιῶσαι βούλωνται, ἐκκακκαβίζουσι
τὴν κρατηρίαν πάντα τὰ σύνεγγυς ἀσφαλισάμενοι διὰ τὴν ἀφιπταμένην
αἰθάλην· καὶ οὕτως ἰσχυρῶς ἀποφυσῶσιν ἐκ τῆς κρατηρίας πᾶσαν τὴν
εἰς τὸ βάθος αἰθάλην, καὶ καθάραντες καὶ ἀναζωοπυρήσαντες πάντας
τοὺς ἄνθρακας καὶ προσαναπληρώσαντες ἐς ἄλλων προκεκαθαρμένων
τοὺς λείποντας. Δεῖ σε γὰρ καὶ τούτους ἔχειν ἐν ἑτοίμῳ, μάλιστα ἐν
ταῖς ἀραιώσεσιν καὶ βαφαῖς, ἵνα μὴ ὁ χρόνος παρασυρόμενος ἐν τῇ τού-
των ἀπεκπυρώσει ἀνωμάλως, ὥσπερ ἔφην, ἐνέγκῃ τὸν λίθον. Ὅταν
οὖν ἀναπληρώσωσι καλῶς, τὸ τηνικαῦτα ἀραιοῦσι μέχρις ἂν αὐτοῖς
ἀρεστὸν ᾖ. Καὶ οὕτως μὲν ἡ ἀραίωσις.
Ἀλλ' ἐρεῖ τις· «Δεῖξόν μοι καὶ ἐκ τῶν ἀρχαίων γραφῶν ὅτι
οὕτως ἔχει.» Ἄκουσον πρώτου χυμευτοῦ. «Λαβὼν, φησίν, λιθοπυ-
ρίτην, πύρωσον ἐπ' ἀνθράκων, ἕως, φησὶ, γένηται τῷ πυρὶ ὅμοιος·
καὶ ἀνελόμενος, κατάβαψον εἰς ὕδωρ ψυχρὸν, καὶ βάλε αὐτῷ τῷ δακ-
τύλῳ σου σίαλον· καὶ ἐὰν αὐτὸ ἀναπίῃ, καλῶς ἐπυρώθη· καὶ τότε
εἰς τὴν βαφὴν κατάθες.»