ARCHELAUS
- Edition reference
- Θεοφράστου φιλοσόφου περὶ τῆς θείας τέχνης διὰ στίχων ἰάμβων (fort. auctore Heliodoro alchemista et poeta) (e cod. Casselano), ed. G. Goldschmidt, Heliodori carmina quattuor ad fidem codicis Casselani [Religionsgeschichtliche Versuche und Vorarbeiten 19.2. Giessen: Töpelmann, 1923]: 34–42.
- CTS identifier
urn:cts:greekLit:tlg4338.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1t
{Θεοφράστου φιλοσόφου περὶ τῆς αὐτῆς θείας τέχνης
2t
διὰ στίχων ἰάμβων.}
1
Οἱ τῶν σοφιστῶν ἄνδρες ὥσπερ ῥήτορες
2
εὐδαιμονοῦντες καὶ βιοῦντες πανσόφως
3
καὶ τὴν φύσιν δὲ γνόντες πάντων κτισμάτων
4
καὶ ποιότητα στοιχείων ὡς καὶ κρᾶσιν,
5
καὶ συμπλοκὴν μαθόντες ἀλλήλων φέρειν
6
εἰς ἕν τι καινὸν εἶδος εὐπρεπέστατον,
7
πάντη ξένον καὶ φαιδρόν, εὐειδὲς πέλον,
8
εἰς ὠφελείας κέρδος ὄνησιν φέρον
9
τῇ συνθέσει καὶ πλεῖστον εἶναι ἐξ ἑνός,
10
πάντας βροτοὺς σοφιστὰς ὡς εὐγνώμονας
11
καὶ γνώστας εὐλήπτους τε μεμυημένους
12
θέλοντες αὐτοὺς ὡς τελείους ἐκτελεῖν
13
πάντων σοφῶς τε τοὺς ὁρισμοὺς καὶ φύσιν
14
διακρίνειν, συγκιρνᾶν ὡς καὶ συμπλέκειν
15
καὶ εὐπραγεῖν εἰς πάντα καὶ μηδὲν λέγειν,
16
πλὴν ὧν ἔφησαν οἱ σοφοὶ διδάσκαλοι.
17
οἳ προτρέπονται πάντας ὥσπερ ἔμφρονες
18
εἰς γνῶσιν ἐλθεῖν καὶ μύησιν ὧν φασι
19
θείων λόγων, οὕτως καὶ τοῖς ἔργοις πλέον
20
βοῶντες ἢ λόγοισ〈ι〉 φάσκοντες τάδε·
21
ἡμεῖς μὲν ἄστρων τάξιν ὥσπερ καὶ θέσιν
22
φύσιν τε καὶ ὕψωσιν ὡς διάστασιν,
23
μέτρων ὁρισμοὺς ἀκριβῶς καὶ ἀνατολὰς
24
κρύψεις τε δείξει προλέγοντες καὶ δύσεις
25
οὐ σφαλλόμεθα, μακρὰν ὄντων τὴν θέαν
26
τούτων ἀφ' ἡμῶν, καὶ νοὸς γνώσει μάλα
27
ὁρῶντες, ὥσπερ εἰσὶν αἰσθήσει φρενῶν,
28
γινώσκομεν τἀληθὲς ὡς εἶναι ἐκεῖ
29
ἐν οὐρανῷ καὶ μηδὲν ἀγνοεῖν ὅλως
30
τελουμένων ἐκεῖσε· πάντα δ' αὖ σοφῶς
31
λέγειν ὁρίζειν τοῖς ἐχέφροσι βροτοῖς
32
ἔγνωμεν, ὡς ἡ πεῖρα μαρτυρεῖ τάδε.
33
καὶ οὐ μόνον ταῦτ', ἀλλὰ καὶ παθημάτων
34
τὰς αἰτίας φαίνοντες ἐν τῷ σώματι
35
ἰατρικῆς τέχνης τε καὶ ἐπιστήμης
36
ἐμπειρίαν καὶ πρᾶξιν ἐντέχνου τέλους
37
ὁρίζομεν μύησιν, ὥστε καὶ λέγειν
38
προγνωστικῶς μέλλοντα γίνεσθαι πάθη
39
καὶ ἔκβασιν νόσου τε καὶ ἄκος φέρειν
40
καὶ μηνύειν ἔκδημον ἐκ νοσήματος
41
βίου τελευτήν, ὡς προγινώσκειν σαφῶς
42
καὶ τοὺς πόνους τῇ πείρᾳ καὶ παύειν νόσον.
43
καὶ οὐχὶ ταῦτ' ἔγνωμεν ὡς σοφοὶ μόνον,
44
καίτοι γε ὄντων παμμεγίστων θαυμάτων,
45
ἀλλ' αὖθις ἀνθῶν τάς τε ποιὰς καὶ κράσεις
46
καὶ εἶδος ὡς καὶ γεῦσιν ἀκριβῶς λέγειν
47
ὀπῶν τε τῶν ἐν ξηρᾷ καὶ βλαστημάτων
48
φυομένων γένος πᾶν ἔγγραφον λόγον
49
ἐθήκαμεν πρὸς γνῶσιν ἀκριβῶν ἐπῶν.
50
καὶ τῶν λίθων τὰς χροιάς, εἴδη καὶ τόπους,
51
καὶ τὰς μετάλλων, ἔνθα γίνονται, σαφῶς
52
ἔγνωμεν ὠφελείας ὡς καὶ τὰς βλάβας.
53
καὶ τῆς θαλάσσης ζῷα παντοίων γένη
54
καὶ σχημάτων μορφάς 〈τε〉 οἴδαμεν πάσας
55
καὶ ὠφελείας ἐκφέρειν τούτων βροτοῖς
56
καὶ τὰς βλάβας φεύγειν δὲ καὶ μὴ λανθάνειν,
57
πτηνῶν τε τὰς ποικίλας ἰδέας γενῶν
58
ἀλληλοφώνους καὶ ξένας τοῖς σχήμασιν
59
ὄντων πρὸς ὠφέλειαν ἀνθρώπων φύσει
60
ἐσχηκότων 〈θ'〉 ὕπαρξιν εἰς τέρψιν βίου.
61
οὕτως δὲ καὶ πᾶν κτῆνος, ὡς καὶ ἑρπετῶν
62
εἶδος γένος τε ἐξεφήναμεν λόγοις,
63
ἐπῶν γὰρ ἔργον μηδὲν εἰς ψεῦδος φέρειν ...
64
μυήσεως ἔχουσαν, ἀλλ' εὖ καὶ μάλα
65
εἰρήκαμεν τὰ πάντα καὶ ἐδείξαμεν
66
βροτοῖσι καὶ εἰς κέρδος εὐεκτεῖν βίῳ.
67
Πῶς οὖν φασι πρὸς ἡμᾶς οἱ φιλόψογοι
68
καὶ μηδενὸς μύησιν οἱ ἐσχηκότες,
69
σοφιστικῆς ἐννοίας ἐσιερημένοι
70
ψευδεῖς σοφοὺς λέγοντες εἶναι ἀθλίως,
71
πηροὶ φρεσὶ πρὸς γνῶσιν ὄντες πανσόφου
72
μαθήσεως καὶ θείας ὄντως γνώσεως;
73
λέγουσι γάρ· πῶς ἐστι τεῦξαι τὸν χρυσόν;
74
ἢ πῶς δυνατόν, ὅστις ἐστὶν τὴν φύσιν,
75
ἥνπερ θεὸς τοιῶσδε ποιήσας πάλαι
76
ὡς δημιουργὸς ἔκτισε, πρὸς σύστασιν
77
τρέψαι φύσιν, μὴ οὖσαν οὕτως τῇ θέσει,
78
πρῴην ἐν ᾗ ὑπῆρχε, καὶ ταύτην ὅλην
79
δεῖξαι χρυσὸν μένοντα καὶ τροπὴν ὅλως
80
οὐκ εἰσφέροντα ὥσπερ ἀλλοιούμενον
81
εἴδους γένους ἐν ᾧπερ ἐκτραφεὶς ἔφυ;
82
ἀλλ' οἱ λέγοντες ταῦτα παίζουσι φρένας
83
αὐτῶν, ὅμως οὖν οὐδὲν ἀψευδές φασι·
84
ἡμεῖς δὲ τέχνης τῆσδε δείξωμεν τέλος
85
εὔχρηστον εὔληπτόν τε μηδενὸς ξένου
86
ἄλλου τινὸς χρῇζόν τε, ἀλλ' ἢ τῆς μιᾶς
87
φύτλης φερούσης [τὸ] πᾶν ἐξ αὐτῆς τῇ φύσει.
88
ἐκ τεττάρων τροπῶν τε τοῦ χρόνου μάθε
89
τὸ ἔργον εἰς ἄριστον ἐκπληρούμενον
90
τροπῶν σοφιστικῆς 〈τε〉 τέχνης τῶν σοφῶν·
91
χειμὼν γὰρ ὑγρὸς ψυχρὸς ἄρχεται κρύους,
92
ἐξ οὗ νέφη εἰς ὕψος αἴρονται θέειν,
93
ὕειν ὅλῃ τε γαίᾳ καρποὺς ἐκφύειν,
94
εἰς τρεῖς δὲ πύργους ἐκτελεῖται τοῦθ' ὅλως.
95
ἔαρ μεθ' ὃν θερμόν τε καὶ ὑγρὸν πέλον
96
εἰσέρχεται, ἐν ᾧπερ ἡ γῆ βλαστάνει
97
ἀνθῶν γένη παντοῖα καὶ πληρούμενον
98
εἰς τρεῖς μόνους πύργους μὲν ἐκτελεῖ τροπήν.
99
μεθ' ὃν θέρος ὂν θερμὸν ὡς ξηρὸν πάνυ
100
τὴν οὖσαν ἐν γῇ ὑγρὰν ἐξεοῖ φύσιν,
101
θερμαῖνον εἰς θάλπος δὲ τὸ ψῦχος φέρει,
102
οὕτως τε πύργους τρεῖς ἔχον πληροῖ δρόμον.
103
φθινόπωρον μεθ' ὃν δὲ θᾶττον ἔρχεται
104
ψυχρὸν πέλον καὶ ξηρὸν εἰς ὅπερ ῥυὲν
105
τῶν ἀνθέων τὸ κάλλος ἄρδην φθείρεται,
106
τρίπυργον τροπὴν ὡς ἔχον θᾶττον τρέχει.
107
τοῦ ἡλίου τρέχοντος ἐν ταύταις τροπαῖς
108
τέσσαρσι[ν] καὶ κυκλοῦντος εἰς τοὺς δώδεκα
109
πύργους ἔτους τοῦ παντὸς εἰς ὑπ' οὐρανόν
110
φαίνοντος ἔκλαμπρόν τε τῆς λαμπηδόνος
111
τὸ φῶς πρὸς αὔξησιν δὲ τὴν θέρμην πάσῃ
112
τῇ γαίᾳ πέμπει, βλαστάνει λίαν θέων
113
παντοῖα θερμαίνων δὲ δένδρα ἐκφύει,
114
ἐξ οὗ σελήνη λαμβάνει φωτὸς σέλας,
115
ὡς πάντες οἱ φαίνοντες ἑπτὰ ἀστέρες
116
ὄντες πλάνητες καὶ ὅσοι δὲ ἀπλανεῖς.
117
Οὕτως νόει τὸ ἔργον ὥσπερ τέσσαρας
118
τροπὰς φέρειν εἰς ἕν τι σῶμα, στοιχείων
119
ἐκ τεσσάρων πλήρωσιν ἔργου ἐκτελεῖν
120
ἑπτάχρωμόν τε, ὥσπερ ἑπτὰ ἀστέρων
121
ἔχει ἡ φύσις [καὶ] μορφὰς εἴδη καὶ γένη,
122
δι' ὧν τελεῖται τῆς σελήνης λευκότης
123
ξάνθωσις ὡσαύτως ἐκπληρουμένη
124
ἡ δευτέρα[ν]* πρὸς λαμπρὰν ἔσται πορφύρα[ν]
125
πᾶν σῶμα λαμπρύνουσα βάπτει ἡλίου
126
μορφὴν χρυσέκλαμπρόν τε καὶ χρυσόχροον.
127
τρισσουμένη γὰρ εἰς πῦρ ἡμερῶν τριῶν
128
ἔσται ὅλη λεύκωσις εἰς ξανθόχρωμον
129
βέβαιον ἐκστραφεῖσα καὶ ξανθουμένη
130
ξανθοῖ πᾶν ἔκλευκόν τε σῶμα καὶ τρέπει,
131
βάπτουσα καὶ μορφοῦσα ποιέει χρυσὸν
132
καὶ γίνεται εἰς θαῦμα θαυμάτων τέρας.
133
λίθος γὰρ οὐκ ὢν γίνεται λιθούμενος
134
ἐκ τῆς μετάλλου τρεῖς ἔχων ὑποστάσεις,
135
ὧν ἔντιμος λίθος μὲν εὔγνωστος πέλει.
136
πάντες δὲ ἀγνοοῦντες αὐτὸν πανταχοῦ
137
ζητοῦσιν ὡς οὐκ ὄντα τοῦτον εὐχερῆ.
138
τιμῆς στερηθεὶς δ' αὐτὸς εὑρετὸς πέλει
139
ἐντὸς φέρων τὸ θεῖον ὡς μυστήριον,
140
κεκρυμμένον θησαυρὸν εὔληπτον πᾶσι.
141
δράκοντα γεννᾶ οὗτος οὖν ἐν ἱππείᾳ
142
κόπρῳ ἰεσούμενος μὲν ἑπτὰ ἡμέρας,
143
εἰς πέντε ὀκτὼ οὐρὰν ἐσθίει πᾶσαν.
144
καὶ οὗτός ἐστιν οὐροβόρος ὁ δράκων,
145
λευκὴν μὲν ὄψιν καὶ κατάστικτον δορὰν
146
ἔχων, ξένον τὸ εἶδος ὡς μορφὴν φέρει.
147
οὗτος δὲ γεννᾶται 〈μὲν〉 ἐκ θερμῆς ὁμοῦ
148
ἐξ ὑγρᾶς οὐσίας τε συνενουμένων,
149
ἅμα πρὶν ἐξ ἄρρενος ὡς ἐζευγμένου
150
θηλείᾳ· συμπλακεὶς δὲ ταύτῃ ἐν μέσῳ
151
πόντου φέρει δράκοντα τοῦτον, ὡς ἔφην,
152
ἔκπυρον, ἐκκαίοντα γῆν πᾶσαν πυρί,
153
ἅπαν σθένος δεικνύντα καὶ πανοπλίαν,
154
πέλοντα εἰς τόπον τὸν ἐν ῥείθροις Νείλου,
155
πλέοντα καὶ φαίνοντα τῆς δορᾶς χρόαν
156
ὥσπερ χρυσέκλαμπρόν τε καὶ χρυσᾶς πάσας
157
φέροντα τάς τε ζώνας ἢ στιγμὰς φάους.
158
τοῦτον λαβὼν δὲ σφάττε τέχνῃ πανσόφῳ
159
μέσον θαλάσσης θᾶττον ὡς ἐν διστόμῳ
160
μαχαίρᾳ θερμῇ ὑγρᾷ, καὶ ἆρον χολὴν
161
ἐκ κοιλίης ἐκτμήξας ὥσπερ εἰς δύο
162
μέρη διχῇ, ἕως ἂν ἐξοίσῃς ὅλης
163
οὔσης γεώδους βαρείας χοληδόχου
164
μελάνσεως τὸ εἶδος, ἐξ οὗπερ νέφη
165
ἄνεισι βαστάζοντα καὶ πυκνούμενα.
166
φέρουσι τὸν δράκοντα πόντου ἐκ μέσου,
167
βαίνειν ἄνω εἰς ὕψος εἰς θερμὴν θέσιν
168
ἀέρος ὑγρότητι καὶ κοῦφον φέρειν
169
τὸ σχῆμα καὶ τὸ εἶδος ὥστε σωφρονεῖν.
170
ῥίπτειν τε τὴν ἔκκαυσιν οὐσίας πᾶσαν
171
καὶ εἰς νᾶμα τρέπειν δὲ θεῖον τὴν φύσιν.
172
πότιζε τοῦτον αὖθις ὡς ὑδράργυρον
173
εἰς χάσμα ἐκκενώσας ὡς θεῖον νᾶμα
174
καὶ τὴν ῥέουσαν στήσας οὐσίαν πλῦνον
175
μέλανσιν ἔκσμηξόν τε γαίας πανσόφως
176
καὶ λεύκανον σκοτασμὸν ἐγκεκρυμμένον
177
ἐνδοσθίοις δράκοντος, ἕως ἂν φέρῃς
178
ἔξω τὸ κεκρυμμένον ἄρρητον τέρας.
179
γενήσεται γὰρ ἔκλαμπρος, [ἐκ]στιλβὸς πάνυ
180
λευκούμενός τε τῇ τε λευκώσει ὅλως
181
ὀφθήσεται θαυμασιὸς ἔκλευκος λίαν,
182
ὅταν μέλανσις λευκὸν εἰς εἶδος τραπῇ.
183
ἐκ γὰρ νέφους ἐκρεύσας ὡς ὕδωρ ῥέον
184
τῆς γαίας ἀρδεύσει πᾶν ὡς μέλαν σκότος.
185
οὕτως ἑαυτὸν αὐτὸς ἐκλύει ῥᾶον.
186
πιὼν δὲ νέκταρ οὗτος ἀθρόως νέκυς
187
ἔσται βροτοῖς τὸν πλοῦτον ἐκκενῶν ὅλον.
188
αὐτοῦ δι' ὑπερεκτρέφονται ἐν βίῳ
189
οἱ γηγενεῖς εὑρόντες τοῦ μυστηρίου
190
τὸ θαῦμα καὶ πήξαντες. ἄργυρος τόδε
191
γενήσεται, τὸ εἶδος ἔκλευκος πάνυ
192
μέταλλος, ἣ ἐκ γαίας οὐδὲν ἐκφέρει
193
τοιοῦτον ἄσπρον φαιδρὸν ἔκλευκον πάνυ.
194
λαβὼν δὲ τοῦτον αὖθις, ὅνπερ σοι ἔφην
195
δράκοντα λευκανθέντα ταύτῃ δευτέρᾳ
196
λευκώσεως τῇ θείᾳ λευκώσει στρέφε,
197
σφάξας αὖθις μαχαίρᾳ θερμῇ, τοῦ πυρὸς
198
τὸ αἷμα ἔξαξον πᾶν ἔκπυρον λίαν
199
ἐρυθρὸν ὡς φλὸξ φεγγίτης ἅπτων φλόγα,
200
βάψαι δορὰν δράκοντος ἐν τῷ αἵματι
201
χυθέντι τοῦ σφῶν ἐκ μέσου τῆς γαστέρος
202
χιτῶνα λευκὸν κογχύλης εἰς πορφύραν.
203
βαφεὶς γὰρ οὗτος πυῤῥὸς ὡς ᾑμαγμένος
204
ἔσται ὅλως λάμπων πῦρ εἰς βαφὴν φέρων.
205
ὡς πορφυροῦν τὸ εἶδος ὄφρα πορφύραν
206
βάψῃ ἀληθινήν τε λαμπρὰν εὔχροον
207
στίλβουσαν ἐξανθοῦσαν ὥσπερ ἥλιος
208
ὡραίαν εὐειδῆ τε τέρψαι καρδίαν
209
βροτῶν ὁρώντων τοῦ κλεάζειν πανσόφως
210
εὐφραντικῶς τὸ δῶρον ἀξιουμένων
211
τὸ θειοδώρητόν τε τοῦτο πάντιμον
212
οὕτως λέγοντας καὶ κροτοῦντας τὴν χάριν·
213
Ὦ θεῖον ἔργον εὔκολον καὶ σύντομον,
214
ὦ φαιδρᾶς ὄψεως τὸ κάλλος εὔχροον,
215
ὦ ζεύξεως λαμπρᾶς τε τῆς συνουσίας,
216
ὦ ἄρρενος ἡ ζεῦξις εἰς μῖξιν μίαν,
217
ὦ θήλεος ἕνωσις ἄκρας συμπλοκῆς,
218
ὦ μῖξις ἕν τι ἐκφέρουσα πρὸς κλέος,
219
ὦ εὐκλεὲς γέννημα δόξης ἔμπλεον,
220
ὦ φαιδρὸς εὐέκλαμπρος ἔντιμος γόνος,
221
ὦ ἔνδυμα χρυσίζον ἀργυρένδυτον,
222
ὦ διπλοῒς ἔκστιλβον ὄμμα ὡς χιὼν,
223
ὦ τῆς μετάλλου τῆς βρυούσης ἄργυρον,
224
ὦ τῆς θαλάσσης λευκὸν εὔποτον νᾶμα,
225
ὦ τῆς λυθείσης ὡς ὕδωρ γαίας ῥᾶον,
226
ὦ γαίας ὡς αἰθὴρ ἀναβαινούσης ἄνω,
227
ὦ τῶν νεφῶν λεύκωσις ἐκ μελάνσεως,
228
ὦ οὐρανόχρουν κάλλος ἔκλαμπον σέλας,
229
ὦ φωτὸς ἐκλάμποντος εἰς ὑπ' οὐρανόν,
230
ὦ ἀστέρων σύστημα καὶ φαιδρὸς δρόμος,
231
ὦ φῶς σελήνης λάμπον ὡς ἐξ ἡλίου,
232
ὦ ἥλιος χρυσουργὸς αὐγαῖς ἀκτίνων.
233
ἐκ σοῦ γὰρ ἄρχεται μὲν ἔργον τῶν σοφῶν
234
εἰς πρᾶξιν φέρειν ὥσπερ εὔχρηστον τέλος·
235
ἔν σοι δὲ φαίνει αὐτὸ τὸ ζητούμενον
236
θαῦμα πλέω τοῦ φωτὸς ἐκλάμψεις νέμον,
237
θησαυρὸς ὥσπερ παμπόθητος, μαργάρων
238
πλήρης, φέρων εἰς κέρδος ὄνησιν βροτοῖς.
239
τίς οὖν ὁρῶν σου τῆς τοσαύτης πανσόφου
240
τεχνουργίας πᾶν κόσμον ὥσπερ ὄργανον
241
κοσμούμενον τὸ ἔργον ἐκ τέχνης μιᾶς
242
πίστωσιν [εἰς] ἔργων ἐκφαῖνον κλέος
243
θαυμαστικῶς ὡς ἐκστὰς οὐκ ἂν θαυμάσῃ
244
καὶ τὴν ἄμετρον δοξάσῃ θεοῦ λόγου
245
πρόνοιαν ὑμνήσῃ τε τὴν εὐσπλαγχνίαν,
246
εἰς ἡμᾶς ἥνπερ πανσόφως ἐνδείκνυσι;
247
πολυτρόπως θέλει γὰρ ὡς εὐεργέτης
248
καὶ δεσπότης τοὺς πάντας εὖ βιοῦν, ὅπως
249
ταῖς πράξεσι πλουτοῦντες εὐσεβῶς βίου
250
ἡμῶν δράμωμεν εὐπραγοῦντες τὸν δρόμον,
251
στέργοντες εὐσεβείας ἔκλαμψιν φάους
252
καὶ εὐπρεπῶς λάμποντες ἔργοις ἐνθέοις,
253
φιλοξενοῦντες καὶ ποθοῦντες τὸν πέλας
254
καὶ ἡμέρας καὶ νυκτὸς εὐχῶν ταῖς λιταῖς
255
τὴν αἴνεσιν πέμποντες ὡς λάτραι σοφοὶ
256
τῷ παντάνακτι παντεπόπτῃ δεσπότῃ
257
αἰτούμενοι ἱλασμὸν ἀμπλακημάτων
258
καὶ κινδύνων λύτρωσιν εὑρεῖν εἰς τέλος
259
τῶν ἀλλ' ἐπ' ἀλλήλων τε πειρασμῶν λύσιν ...
260
πᾶν ἔκφυλον καὶ μηδὲν εἰς πρᾶξιν τελεῖν,
261
ἀλλ' ἢ θεῷ τὸν αἶνον οὕτως προσφέρειν
262
τῷ ὄντι πατρὶ ἐκφύσαντι τὸν γόνον
263
αὐτοῦ τε γεννηθέντι τῷ θείῳ λόγῳ
264
συνεκπορεύτῳ ὄντι θείῳ πνεύματι
265
νῦν πάντας εἰς αἰῶνας αἰώνων ἀμήν.
266
στίχοι σξεʹ.