Fragmenta
- Edition reference
- Fragmenta, FHG 4: 538–622.
- CTS identifier
urn:cts:greekLit:tlg4394.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1-77
{ΙΣΤΟΡΙΑ ΧΡΟΝΙΚΗ.}
1
Exc. Salmasii in Crameri Anecd. Par. II:
Ἀρχαιολογία Ἰωάννου Ἀντιοχέως,
ἔχουσα καὶ διασάφησιν τῶν μυθευομένων.
1. Ὁ παρ' Ἕλλησιν ἀρχαῖος Ὤγυγος καὶ Φορωνεὺς
ὁ υἱὸς Ἰνάχου κατὰ τὴν διὰ Μωσέως ἀπ' Αἰγύπτου
ἔξοδον τοῦ λαοῦ ἦσαν. Ἀπὸ γὰρ Ὠγύγου μέχρι τῆς
νεʹ Ὀλυμπιάδος, ἤγουν μέχρι τοῦ Κύρου τοῦ Περ-
σῶν βασιλέως ἔτη ͵ασλεʹ. Ὅτε τὸ Πάσχα καὶ ἡ τῶν
Ἑβραίων ἔξοδος ἀπ' Αἰγύπτου ἐγένετο, ὁ ἐπὶ Ὠγύγου
γέγονε κατακλυσμός. Καὶ εἰκότως· τῶν γὰρ Αἰγυ-
πτίων ὀργῇ Θεοῦ χαλάζαις καὶ χειμῶνι μαστιζομέ-
νων, εἰκὸς ἦν μέρη τινὰ συμπάσχειν τῆς γῆς· ἔτι τε
Ἀθηναίους τῶν αὐτῶν Αἰγυπτίοις ἀπολαύειν εἰκὸς ἦν,
ἀποίκους ἐκείνων ὑπονοουμένους, ὥς φασιν. Ὅτι δὲ
Ὠγύγῳ συνήκμαζε Μωσῆς, Πολέμων [fr. 13] ἐν πρώτῳ
Ἱστοριῶν Ἑλληνικῶν ἱστορεῖ λέγων· «Ἐπὶ Ἄπιδος τοῦ
Φορωνέως μοῖρα τοῦ Αἰγυπτίων στρατοῦ ἐξέπεσεν Αἰ-
γύπτου, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ
πόρρω Ἀραβίας ᾤκησαν.» Δῆλον δὲ ὅτι τούτους φησὶ
τοὺς μετὰ Μωσέως ἐξελθόντας ἐκεῖθεν Ἑβραίους.
2. Οἱ Ἀναξαγόρειοι τὴν Ἀθηνᾶν εἰς τὴν τέχνην ἀλ-
ληγοροῦσιν, ὅθεν καὶ τὸ,
Ὀλλυμένων χειρῶν ἔρρει πολύμητις Ἀθήνη.
(3) Ὁ Ἀϊδωνεὺς βασιλεὺς ἦν Μολοττῶν, παμμεγέθη
κύνα ἔχων Κέρβερον, ὃς διεχρήσατο Πειρίθουν· τὸν δὲ
Θησέα Ἡρακλῆς ἐρρύσατο. Διὰ δὲ τοῦ κινδύνου τὸ προῦ-
πτον ἐξ ᾅδου ἀναγαγεῖν αὐτὸν Ἡρακλῆς ἐμυθεύθη.
(4) Ἀπὸ Ἀτθίδος τῆς Κραναοῦ τοῦ αὐτόχθονος θυγατρὸς
ἡ Ἀττικὴ ἐκλήθη. (5) Τριπτόλεμος μακρῷ πλοίῳ προσ-
βάλλων ταῖς πόλεσι, καὶ τὸν σῖτον διαδιδοὺς, πτερωτὸς
ὄφις ἐμυθεύθη· εἰκὸς δὲ καὶ τὴν ναῦν τοιούτου σχήμα-
τος εἶναι. (6) Τὴν Ὠρείθυιαν ὁ Ἀστρέου (l. Ἀστραίου)
Βορέας ὁ Θρᾲξ ἥρπασεν, οὐχ ὁ ἄνεμος. (7) Ὁ Φρί-
ξου μυθώδης κριὸς πλοῖον ἦν οὕτω καλούμενον, ἢ ὁ δια-
σώσας αὐτὸν τροφεύς. (8) Ἡ Γοργὼν ἑταίρα ἦν εὔμορ-
φος διὰ κάλλος ἐξιστῶσα τοὺς θεατὰς, ὡς ἀπολιθοῦσθαι
δοκεῖν· καὶ ὁ Πήγασος αὐτῆς ἦν κτῆμα, ἵππος ὀξὺς
ὤν· Παλαίφατος δὲ Βελλεροφόντου τοῦτό φησι πλοῖον.
9. Ὅτε Κάδμος ἔκτιζε Θήβας, οἱ πλησιόχωροι ἐνέ-
πεσον ἐξαίφνης αὐτῷ, καὶ διὰ τὸ πανταχόθεν
συρρεῖν,
Σπαρτοὶ ὠνομάσθησαν.
(10) Οἱ παρ' Ἀμφίονος θελγόμενοι λίθοι
ἠλίθιοί τινες ἦσαν ἀκροαταί. (11) Δαίδαλος ἔδοξεν ἀγάλ-
ματα κινούμενα ποιεῖν διὰ τὸ πρῶτον διαστῆσαι τοὺς
πόδας αὐτῶν, τῶν ἄλλων συμπεφυκότας ποιούντων· ὃς
φεύγων Μίνωα, διὰ τὸ ἀνεύρετον ἔδοξεν ἀποπτῆναι,
πλοίου τυχὼν ἅμα τῷ υἱῷ Ἰκάρῳ. (12) Ἡ Σφὶγξ γυνὴ
οὖσα Κάδμου διὰ ζῆλον Ἁρμονίας ἀπέστη, καὶ Θη-
βαίοις ἐπολέμει· Οἰδίπους δὲ ἐπιστρατεύσας, εἷλεν αὐ-
τήν. (13) Ὅτε Σαμψὼν ἡγεῖτο τοῦ λαοῦ, Ἡρακλῆς
ἐτέλει τοὺς ἄθλους· ἰσχυρὸς δὲ ὢν, ἄτεχνος ἦν παλαι-
στής· ὁ δὲ Ἀνταῖος ἔμπειρος τῶν παρὰ τοῖς παλαισταῖς
χαμαὶ καλουμένων, ὡς ὑπὸ γῆς τῆς μητρὸς βοηθεῖσθαι
δοκεῖν. Ταῦτα φεύγων ὁ Ἡρακλῆς, ζώσας αὐτὸν τοῖς
ἅμμασι, καὶ μετέωρον ἄρας ἀπέκτεινε. (14) Λέγει Πλά-
των καὶ τὴν ὕδραν σοφίστριαν
εἶναι δεινήν. (15) Οἱ Κένταυροι Θεσσαλῶν ἦσαν ἱππεῖς
ἄριστοι.
16. Τὸν Μινόταυρον θηρίον μυθεύονται καταθοινώ-
μενον παῖδας Ἀττικούς· στρατηγὸς δὲ ἦν ὁ Μίνως (l. ἦν
Μίνωος), Ταῦρος καλούμενος διὰ τὸ θυμοειδὲς καὶ
τοῦ τρόπου τὸ ἄγριον. Ἐπεὶ δὲ [Μίνως] ἀγῶνα ἐτίθει
ἐπ' Ἀνδρόγεῳ, ὃν ἀπέκτειναν Ἀθηναῖοι, ἐδίδουν αὐτῷ
ἔπαθλα παῖδας Ἀττικοὺς,
ὡς νικῶντι πάντας· ἰσχυρὸς γὰρ ἦν. Ὡς δὲ τοῦ ἀγῶνος
μετείληφε [καὶ] Θησεὺς καὶ ἐνίκησε Μίνωα,
ἐπαύθη τὸ κατὰ τοὺς παῖδας. (17) Ἡρακλῆς εἰς λοι-
μὸν ἐμπεσὼν εἰς πυρὰν ἥλατο. Ἡ μυθευομένη Σκύλλη
τριήρης ἦν Τυρρηνῶν ληιζομένων τοὺς παραπλέοντας· αἱ
δὲ Σειρῆνες ἑταῖραι ἐπιβουλεύουσαι τοῖς παραπλέουσι.
(18) Φασί τινες Ὅμηρον καὶ Ἡσίοδον Δαυὶδ συνακμά-
σαι, οἱ δὲ ὀλίγῳ πρότερον, οἱ δὲ μετὰ ταῦτα γενέσθαι.
19. Ξάνθου τοῦ Βοιωτοῦ Θυμοίτην εἰς μονομαχίαν προ-
καλουμένου, μὴ ὑπακούσαντος αὐτοῦ, ὁ Ἀνδροπόμπου
υἱὸς Μέλανθος Πύλιος τὸ ἐκείνου σχῆμα ἀναλαβὼν, ἐμο-
νομάχησε καὶ νενίκηκεν· ὅθεν ἡ τῶν Ἀπατουρίων ἑορτή.
20. Ἐπ' Ἀρχεμόρῳ τὰ Νέμεα πρὸς τῶν Ἀργείων
ἄγεται· ἐπὶ Μελικέρτῃ ὑπὸ Κορινθίων τὰ Ἴσθμια· ὑπὸ
Δελφῶν τὰ Πύθια ἐπὶ Δελφύνῃ τῷ δράκοντι· οἱ δέ
φασιν ἐπὶ Δελφύνῃ ἀρχαίᾳ ἡρωΐδι. Ἀπὸ τῆς ἁμίλλης
τῶν Ἀεθλίου παίδων ἀθληταὶ ἐκλήθησαν οἱ ἀγωνισταί.
21. Αἰγύπτιοί φασιν ὡς Ἥφαιστος αὐτῶν ἐβασί-
λευσεν ἀπείρους τινὰς χρόνους· μετὰ τοῦτον Ἥλιος
ὁ Ἡφαίστου ἔτη ͵ξψοζʹ· μετ' αὐτὸν Σῶς, ἤτοι Ἄρης,
μεθ' ὃν Κὴβ τοῦ Ἡλίου, ἤτοι Κρόνος. Ὁ ἀπὸ Χὰμ
τοῦ υἱοῦ Νῶε Μεστρὲμ εἰς Αἴγυπτον ἀπῳκίσθη, καὶ
ἀπ' αὐτοῦ ἐκλήθη ἡ χώρα· τὸ γὰρ Μεστρὲμ Ἑβραϊστὶ
Αἴγυπτον δηλοῖ. Ἐπὶ Βινώριος βασιλέως Αἰγύπτου
φασὶ τὸν Νεῖλον μέλιτι αʹ ῥυῆναι. Ψίωψ ἑξαέτης ἀρξά-
μενος βασιλεύων διεγένετο μέχρις ἐτῶν ρʹ.
22. Σεμίραμις ἡ περιβόητος πολλαχοῦ τῆς γῆς
ἤγειρε χώματα, προφάσει μὲν διὰ τοὺς κατακλυσμούς·
τάδ' ἦσαν ἄρα τῶν ἐρωμένων ζώντων κατορυσσομένων
οἱ τάφοι, [ὡς] Κτησίας ἱστορεῖ.
23. Σέσωστρις βασιλεὺς Αἰγύπτου θʹ ἔτεσι τὴν
ἅπασαν Ἀσίαν ἐχειρώσατο, καὶ τῆς Εὐρώπης τὰ μέχρι
Θρᾴκης· καὶ μνημόσυνα πεποίηκε τῆς τῶν ἐθνῶν ἁλώ-
σεως, ἐπὶ μὲν τοῖς γενναίοις ἀνδρῶν, ἐπὶ δὲ τοῖς ἀγεν-
νέσι γυναικῶν [ταῖς στήλαις ἐγ]χαράσσων μόρια.
24. Ἐπὶ Βοκχόρεως βασιλέως Αἰγύπτου ἀρνίον ἐλά-
λησεν [φωνῇ] ἀνθρωπίνῃ, ὃν Σαβάκων ὁ Αἰθιόπων
βασιλεὺς αἰχμάλωτον λαβὼν, ζῶντα κατέκαυσεν· οἱ δέ
φασιν ὡς ἐξέδειρεν.
25. Σέλευκός τις ψευδόμενος ἐκ γένους εἶναι τοῦ με-
γάλου Σελεύκου τῇ βασιλίσσῃ Βερενίκῃ συνεβασίλευεν·
ὕστερον δὲ γνωσθεὶς ἰδιώτης εἶναι, ὑπ' αὐτῆς ἀνῃρέθη.
26. Ἀπὸ Αἰγιαλέως βασιλέως Σικυῶνος Αἰγιάλεια
ἡ νῦν Πελοπόννησος.
27. Λεωνίδης μόνος καὶ πρῶτος ἐπὶ τέσσαρας Ὀλυμ-
πιάδας στεφάνους ἔσχε δώδεκα. Χιόνου τοῦ Λάκωνος τὸ
ἅλμα ποδῶν ἦν νβʹ. Πολυμνήστωρ ὁ Μιλήσιος ἐκ ποδῶν
κατέλαβε λαγών. Καὶ Ἰουδαῖός τις ἱστορεῖται ταχίων
δορκάδος γενέσθαι. Μίλων ὁ Κροτωνιάτης ἐνίκησεν
Ὀλύμπια ἑξάκις, Ἴσθμια δεκάκις, Νέμεα ἐννάκις.
28. Ὁ Ὁλοφέρνης τοῦ δευτέρου Ναβουχοδονόσορ, ὃν
Ἕλληνες Καμβύσην καλοῦσιν, ἦν στρατηγός.
2
Codex Paris. No. 1630, fol. 234:
1. <Ἀπὸ τῆς ἐκθέσεως Ἰωάννου Ἀντιοχέως
τῆς περὶ χρόνων καὶ κτίσεως κόσμου πονη-
θείσης, ὥς φησιν, ἀπὸ βίβλων Μωσέως, Ἀφρι-
κανοῦ, Εὐσεβίου, Παππίου καὶ Διδύμου καὶ
ἑτέρων.>
2. Πρῶτος ἐκ γῆς ἄνθρωπος πλασθεὶς ὁ Ἀδὰμ ἀπὸ
θεοῦ εἶχε μέτρον ἡλικίας ποδῶν Ϛʹ μετὰ τῆς αὐτοῦ κε-
φαλῆς, ὡς εἶναι τὴν αὐτοῦ ἡλικίαν δακτύλων ϘϚʹ· ἡ δὲ
σπιθαμὴ αὐτοῦ εἶχε δακτύλους ιϚʹ, ὁ δὲ πῆχυς αὐτοῦ
δακτύλους κδʹ, ὁ δὲ ποῦς ιϚʹ. Ἔζησε δὲ ἔτη Ϡλʹ. Ἡ δὲ
τούτου γυνὴ ἐλέγετο Εὔα, καὶ ἐγέννησεν υἱοὺς τὸν Κάϊν,
τὸν Ἄβελ καὶ τὸν Σὴθ, καὶ θυγατέρας τὴν Ἀζουρὰν καὶ
τὴν Ἀσουάμ.
3. Ὁ δὲ Ἀδὰμ [κατὰ κέλευσιν Θεοῦ] ἔθηκεν ὀνόματα
πᾶσι τοῖς τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ
ἑρπετοῖς καὶ ἰχθῦσι καὶ τοῖς ἑαυτοῦ τέκνοις· τὸ γὰρ
ἑαυτοῦ ὄνομα καὶ τῆς αὐτοῦ γυναικὸς ἄγγελος Κυρίου
εἶπεν αὐτοῖς. (4) Ὁ δὲ υἱὸς αὐτοῦ Σὴθ εἶχε σοφίαν ἀπὸ
θεοῦ, καὶ κατὰ κέλευσιν θεοῦ ἔθηκεν ὀνόματα τοῖς
ἄστροις πᾶσι καὶ τοῖς πέντε πλανήταις εἰς τὸ γνωρίζε-
σθαι ὑπὸ τῶν ἀνθρώπων· καὶ τὸν πρῶτον πλανήτην
ἐκάλεσε Κρόνον, τὸν [βʹ] Ζῆνα, τὸν γʹ Ἄρεα, τὸν
δʹ Ἀφροδίτην, τὸν εʹ Ἑρμῆν· τοὺς δὲ βʹ φωστῆρας τοὺς
μεγάλους αὐτὸς ὁ Θεὸς ἐκάλεσεν. Ὁ αὐτὸς δὲ Σὴθ εὗρε
καὶ τὰ ζʹ φωνήεντα ἐκ τῶν εʹ ἀστέρων καὶ τῶν βʹ φω-
στήρων, καὶ τὰ Ἑβραϊκὰ γράμματα. (5) Ἔλαβε δὲ
Σὴθ γυναῖκα Ἀζουρὰν, καὶ ἐγένετο αὐτῶν γενεὰ πολλὴ
ἐν τῇ γῇ ἀνδρῶν τε καὶ γυναικῶν. (6) Ἐν τοῖς μέσοις
οὖν αὐτῶν χρόνοις μετετέθη Ἐνὼχ, ἕβδομος ὢν ἀπὸ
Ἀδάμ. (7) «Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας
τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖ-
κας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο,» ὥς φησι Μώσης.
Καὶ ἐγέννησαν ἑαυτοῖς υἱοὺς τοὺς γίγαντας.
(8) Ἔτη [δὲ ἀπὸ Ἀδὰμ ἕως τοῦ ἐπιθυμῆσαι τοὺς υἱοὺς
τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων], ͵βρκβʹ.
9. Ἐν τοῖς χρόνοις τούτοις σφαῖραν πυρὸς ἔπεμψεν
ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ κατὰ τῶν ὄντων ἐν τῇ Κελτικῇ
χώρᾳ γιγάντων, καὶ ἔκαυσεν αὐτὴν καὶ αὐτούς. Καὶ
εἰς τὸν Ἠριδανὸν ποταμὸν ἐνεχθεῖσα ἡ σφαῖρα ἐσβέ-
σθη. (10) Τοῦτο ἱστοροῦσι τὸ πῦρ [οἱ Ἕλληνες], καὶ
λέγουσι τὸν υἱὸν τοῦ Ἡλίου εἶναι, ὃν Φαέθοντα εἶπον,
πεπτωκότα ἐκ τοῦ ἅρματος εἰς τὴν γῆν. Καὶ ποιητικῶς
μὲν οὕτω τὴν ἱστορίαν συνεγράψατο Ὀβίδιος, ἀληθέ-
στερον δὲ εἶπεν ὁ Χαιρωνεὺς Πλούταρχος. (11) Τούτους
ἰδόντες οἱ λοιποὶ γίγαντες κεραυνοβοληθέντας, ἔμειναν
ἀπειθεῖς· καὶ ὀργισθεὶς ὁ Θεὸς εἶπεν· «Οὐ μὴ κατα-
μείνῃ τὸ πνεῦμά μου ἐν αὐτοῖς διὰ τὸ εἶναι αὐτοὺς σάρ-
κας.» (12) Τούτους Πείσανδρος, ποιητὴς Ἑλλήνων,
ὠνόμασε δρακοντόποδας, ἐκ τῆς γῆς γεννηθέντας, καὶ
τολμήσαντάς τινα κατὰ τῶν ὑψίστων θεϊκῶν δυνάμεων,
ἕως τὸ θεῖον διαφόροις πληγαῖς ἠνάλωσεν. (13) Ὁ δὲ
Σέρβιος εἶπεν ἐν βαθείᾳ πεδιάδι διάγοντας ἐσχηκέναι
πόλεμον μετά τινων οἰκούντων ἐν ὑψηλοῖς ὄρεσι, καὶ
ταῖς κοιλίαις συρομένους φονευθῆναι ὑπὸ τῶν ἐν τοῖς
ὑψηλοῖς οἰκούντων.
14. Τότε ἐγένετο Νῶε, ἄνθρωπος ἀγαπώμενος ὑπὸ
τοῦ Θεοῦ, καὶ ἐγένετο ὁ κατακλυσμὸς, καθὼς ἐν τοῖς
Βιβλίοις φέρεται. Ἔτη ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ
͵βφνβʹ. Ἐν δὲ τῷ χβʹ ἔτει τῆς ζωῆς αὐτοῦ ἐξῆλθε
Νῶε ἀπὸ τῆς κιβωτοῦ, καὶ πᾶσα ψυχὴ τοῦ γένους αὐ-
τοῦ. Καὶ μετὰ τὸ παύσασθαι τὸν κατακλυσμὸν ἐκάθι-
σεν ἡ κιβωτὸς, ὡς μὲν Πέργαμος συνεγράψατο, ἐν τοῖς
ὄρεσι Ἀραρὰτ τῆς Πισιδίας ἐπαρχίας, ἧς μητρόπολις
ἡ Ἀπάμεια· ὡς δὲ Ἰώσηπος καὶ ἄλλοι, ἐν
τοῖς ὄρεσι Ἀραρὰτ τῆς Ἀρμενίας μεταξὺ Πάρθων καὶ
Ἀρμενίων [Ἀ]διαβηνῶν.
15. Ἡ δὲ γενεὰ τοῦ Νῶε ἐτεκνοποίησε, καὶ ἐγένετο
πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἐποίουν πυργο-
ποιΐαν· οἵτινες καὶ τὴν κατασκευὴν τῆς κιβωτοῦ ἐπι-
στάμενοι, πρῶτοι ἐποίησαν πλοῖα, καὶ ἐν τοῖς ὕδασι
ἔθεντο αὐτὰ νήχεσθαι. Ἐγένετο οὖν ἀπὸ τοῦ κατακλυ-
σμοῦ ἕως τῆς πυργοποιΐας ἔτη τοʹ.
16. Ἐγέννησε Σὴμ, υἱὸς Νῶε, τὸν Ἀρφαξὰδ, ἄνδρα
σοφὸν, καὶ ὁ Ἀρφαξὰδ τὸν Καϊνὰν, ὅστις μετὰ τὸν κα-
τακλυσμὸν συνεγράψατο τὴν ἀστρονομίαν, εὑρηκὼς τὰς
τῶν ἄστρων ὀνομασίας ἐν πλακὶ λιθίνῃ [ἐγγε]γλυμμέ-
νας, ὡς Ἰώσηπος συνεγράψατο. Οἱ [γὰρ] τοῦ Σὴθ ἔγ-
γονοι, ἄνδρες ὄντες θεοσεβεῖς καὶ προεγνωκότες τὴν τῶν
ἀνθρώπων μέλλουσαν ἔσεσθαι φθορὰν ἤτοι ἐναλλαγὴν,
ποιήσαντες στήλας βʹ, τὴν μὲν λιθίνην, ἑτέραν δὲ πλιν-
θίνην, ἔγραψαν ἐν αὐτοῖς τὰ ἐκ τοῦ Σὴθ τοῦ πάππου
αὐτῶν ἐκτεθέντα πάντα οὐράνια· λογισάμενοι ὅτι, εἰ
μὲν δι' ὕδατος ἐναλλαγείη ὁ τῶν ἀνθρώπων κόσμος,
ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγραμμένα, εἰ δὲ
διὰ πυρὸς, ἡ πλινθίνη στήλη μενεῖ. Ἥτις λιθίνη στήλη
ἔμεινεν μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίριδος ὄρος, ὡς
Ἰώσηπος ἐξέθετο.
17. Διεμερίσθησαν αἱ φυλαὶ τῶν υἱῶν Νῶε. Καὶ
ἔλαχεν ἡ φυλὴ [τοῦ] Σὴμ ἀπὸ Περσίδος καὶ [Βάκ-
τρων] ἕως Εὐφράτου·
ἡ δὲ τοῦ Χὰμ ἀπὸ [Ῥινο-
κο]ρούρων τῆς Αἰγύπτου ἕως μέρους τῆς δύσεως, καὶ
πᾶσαν τὴν Λιβύην, τὸν Νεῖλον τὸν λεγόμενον Χρυσορ-
ρόαν ἕως Μαυριτανίας καὶ τῶν Ἡρακλεωτικῶν στηλῶν
καὶ τῆς μεγάλης θαλάσσης τῆς Ἀδριαν[ῆς]. Ἡ δὲ τοῦ
Ἰαφὲθ ἀπὸ Μηδίας τὴν ἐπὶ τὸν ἄρκτον ἕως Βριτταννι-
κῶν νήσων [καὶ] πάντα τὰ τοῦ πόντου ἑ* (ἐπὶ?) τὸν Δά-
νουβιν [καὶ] τὸν Τάναϊν τοὺς ποταμοὺς, τὴν ἐπὶ Καυ-
κάσια ὄρη καὶ Ἀβασγούς. * Ἀπὸ Τίγριδος καὶ ἕως τῆς
Ποντικῆς θαλάσσης, τὰ ἀπὸ * τὸν Ῥόδον καὶ Κύπρον
καὶ τὴν ἀ...... Διεμερίσθησαν δὲ αἱ φυλαὶ καὶ ἔμει-
ναν ἔθνη οβʹ.
3
Exc. Salmas.: Ἐκ τῆς φυλῆς Σὴμ τοῦ υἱοῦ
Νῶε ἐγένετό τις Νεβρὼ κυνηγὸς πρῶτος, ὃν οἱ Ἀσσύ-
ριοι ἀποθεώσαντες ἔταξαν ἐν τοῖς ἄστροις, καὶ καλοῦ-
σιν Ὠρίωνα, διὸ καὶ τὸν κύναστρον αὐτῷ συνῆψαν. —
Ἐκλήθη δὲ ὑπὸ τῶν ἐπιχωρίων καὶ Κρόνος, καὶ ἔλαβε
γυναῖκα τὴν Σεμιράμιδα, ἣ Ῥέα ἐκλήθη, καὶ ἔσχεν ἐξ
αὐτῆς Πῖκον τὸν καὶ Δία, καὶ Ἥραν καὶ ἄλλους παῖ-
δας. Οὗτος ἐάσας τὸν Δία τῶν Ἀσσυρίων κρατεῖν, ἀπῆ-
ρεν ἐπὶ δύσιν, καὶ ἔσχεν υἱὸν Ἄφρον, ᾧπερ ἔδωκε τὴν
Λιβύην· ἐξ οὗ καὶ ἡ Ἀφρική· ἔσχε δὲ οὗτος ὁ Ἄφρος
Ἀφροδίτην θυγατέρα. Ὁ δὲ Ζεὺς ἐάσας τὴν Ἀσσυρίων
ἀρχὴν τῷ ἀδελφῷ Νίνῳ, πρὸς τὸν πατέρα Κρόνον ἀπήρθη·
καὶ ἐκράτησεν ἐκεῖ, παραχωρήσαντος αὐτῷ τοῦ πατρὸς,
καὶ ἀφανοῦς γενομένου. Νῖνος δὲ ἔγημεν Ῥέαν τὴν
[καὶ] Σεμίραμιν, τὴν οἰκείαν μητέρα· ἐξ οὗ ὁ νόμος
παρὰ Πέρσαις γαμεῖν τὰς μητέρας. Τότε ἐφάνη καὶ
Ζωροάστρης ὁ ἀστρονόμος, ὅστις ηὔξατο ὑπὸ πυρὸς οὐ-
ρανίου τελευτῆσαι, εἰπὼν Ἀσσυρίοις τὴν ἑαυτοῦ τέφραν
τηρεῖν· οὕτω γὰρ αὐτῶν τὴν βασιλείαν μὴ ἐκλείπειν.
4
Codex. Paris. 1630: Ἐκ τῆς φυλῆς τοῦ Σὴμ ἐγεν-
νήθη ὁ Χοὺς ὀνόματι Αἰθίοψ, ὅστις ἐγέννησε τὸν Νε-
βρὼδ γίγαντα τὸν τὴν Βαβυλωνίαν κτίσαντα, ὃν λέ-
γουσιν οἱ Πέρσαι ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς
ἄστροις τοῦ οὐρανοῦ, ὃν καλοῦσι Ὠρίωνα. Οὗτος πρῶ-
τος (καὶ) κατέδειξε τὸ κυνηγεῖν. —Ἐκ δὲ τῆς αὐτῆς
φυλῆς τοῦ Σὴμ, τοῦ πρώτου υἱοῦ τοῦ Νῶε, ἐγεννήθη
ὁ Κρόνος.
2. <Περὶ τῶν λεγομένων παρ' Ἕλλησι θεῶν.>
Γεννηθεὶς δὲ ὁ τοιοῦτος Κρόνος ἐγεννήθη ἄνθρωπος
γιγαντογενής· ἐπεκλήθη δὲ Κρόνος ὑπὸ τοῦ ἰδίου πα-
τρὸς εἰς τὴν ἐπωνυμίαν τοῦ πλανήτου ἀστέρος. Ἐγέ-
νετο δὲ δυνατὸς καὶ πικρός· ὅστις πρῶτος κατέδειξε τὸ
ἄρχειν ἐπὶ τῆς γῆς. Ἐβασίλευσε δὲ Ἀσσυρίας ἔτη πολλά.
Εἶχε γυναῖκα Σεμίραμιν τὴν καὶ Ῥέαν καλουμένην
παρὰ τοῖς Ἀσσυρίοις διὰ τὸ καὶ αὐτὴν εἶναι ὑπερήφανον
καὶ ἀλαζόνα ἐκ τῆς αὐτῆς φυλῆς.
3. Ἔσχε δὲ Κρόνος υἱὸν ὀνόματι Πῖκον, ὅστις ὑπὸ
τῶν γονέων ἐκλήθη Ζεὺς, εἰς ὄνομα καὶ αὐτὸς τῆς ἐπω-
νυμίας τοῦ πλανήτου ἀστέρος.
4. Ἔσχε δὲ καὶ ἕτερον υἱὸν ὀνόματι Νῖνον καὶ θυ-
γατέρα Ἥραν. Ἔλαβε δὲ εἰς γυναῖκα Πῖκος ὁ καὶ Ζεὺς
τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν, Ἥραν, ἣν καὶ ζυγίαν Νέμε-
σιν ἐκάλουν τινὲς εὐχαριστοῦντες αὐτῇ ὡς ἀγαθῇ καὶ
δικαίᾳ. Ἔσχε δὲ ἐξ αὐτῆς ὁ Πῖκος Ζεὺς υἱὸν, ὃν ὠνό-
μασε Βῆλον διὰ τὸ ὀξύτατον εἶναι. Ὁ δὲ προπάτωρ
Κρόνος ἐάσας τὸν αὑτοῦ υἱὸν Πῖκον ἐν τῇ Ἀσσυρίᾳ,
καὶ τὴν ἑαυτοῦ γυναῖκα Ῥέαν, καὶ λαβὼν πολλὴν βοή-
θειαν ἀνθρώπων, ἀπῆλθεν εἰς τὴν δύσιν ἀβασίλευτον
οὖσαν, καὶ ἐκράτησεν αὐτῆς ἔτη πολλά· καὶ ἔσχε ἐκεῖ
γυναῖκα ὀνόματι Φιλύραν, ἐξ ἧς ἔσχε υἱὸν Ἄφρον· ὃς
Ἄφρος γαμήσας Ἀστυνόμην ἐγέννησε θυγατέρα, ἣν
ἐκάλεσεν Ἀφροδίτην, εἰς ὄνομα καὶ αὐτὴν τοῦ πλανήτου
ἀστέρος, φιλόσοφον γενομένην, ἥτις γαμηθεῖσα Ἀδώ-
νιδι Ἀθηναίῳ, καὶ αὐτῷ φιλοσόφῳ, ἐκεῖνοι ὁμοῦ φιλο-
σοφοῦντες ἄχρι θανάτου. Ἔσχε δὲ ἐκ τῆς αὐτῆς Φιλύ-
ρας ὁ Κρόνος καὶ ἄλλον υἱὸν Χείρωνα, φιλόσοφον καὶ
αὐτόν.
5. Βασιλεύσας δὲ Πῖκος ὁ καὶ Ζεὺς ἐν Ἀσσυρίᾳ ἔτη
λʹ, καὶ ποιήσας Βῆλον βασιλέα Ἀσσυρίων ἀπῆλθεν ἐπὶ
τὴν δύσιν, ἐπὶ τὸν ἑαυτοῦ πατέρα Κρόνον. Ὁ δὲ Κρό-
νος ταλαιπωρήσας χρόνῳ κατέστησε βασιλέα τὸν ἑαυ-
τοῦ υἱὸν Δία. Καὶ ἐβασίλευσε Ζεὺς ἔτη ξ*.
6. Μετὰ δὲ Βῆλον βασιλεύσαντα ἔτη [ξ] βʹ ἐκράτησε
Νῖνος, ὁ ἄλλος υἱὸς Κρόνου, ὅστις καὶ τὴν ἑαυτοῦ μη-
τέρα Σεμίραμιν ἔλαβε γυναῖκα. Ἐξ οὗ νόμος Πέρσαις
γαμεῖν τὰς ἑαυτῶν μητέρας καὶ τὰς ἀδελφάς. Καὶ τε-
λευτᾷ ὁ Κρόνος. Ὁ δὲ Νῖνος ἐπικρατὴς γενόμενος τῆς
Συρίας κτίζει τὴν Νινευὶ πόλιν Ἀσσυρίων.
5
Exc. Salmas.: Μετὰ Νῖνον ἐβασίλευσε
Θούρας, ὃν Ἄρεα ὠνόμασαν· ἦν δὲ σφόδρα δεινὸς καὶ
πολεμικὸς, καὶ προσεκύνησαν αὐτῷ Ἀσσύριοι ὡς θεῷ,
ὀνομάσαντες αὐτὸν Βῆλον, ἤτοι Ἄρεα πολέμων θεόν.
Ὁ δὲ Ζεὺς ἐν τῇ δύσει Φαῦνον τὸν [καὶ] Ἑρμῆν γεννᾷ,
καὶ θανὼν θάπτεται ἐν Κνωσσῷ τῆς Κρήτης. Οὗτος
ὁ Ἑρμῆς εὗρε μέταλλα χρυσοῦ καὶ ἀργύρου, διὸ καὶ
πλουτοδότης ἐκλήθη, καὶ ἐβασίλευσεν Αἰγύπτου μετὰ
Μεστρέμ. Μετὰ δὲ Ἑρμῆν ἐβασίλευσεν Αἰγύπτου
Ἥφαιστος, ὃς πολεμῶν ἐπλήγη τὸν πόδα, καὶ γέγονε
χωλός. Ἐνομοθέτησε δὲ οὗτος πρῶτος μονανδρίαν ταῖς
γυναιξὶ, καὶ δι' εὐχῆς ὀξυλάβην ἀπὸ τοῦ ἀέρος ἐδέξατο,
καὶ κατεσκεύασεν ἀπὸ σιδήρου πολεμικὰ ὅπλα. Μετὰ
Ἥφαιστον Ἥλιος ὁ υἱὸς αὐτοῦ καὶ οὗτος * Αἰγύπτου,
ὃς τὴν τοῦ πατρὸς φυλάττων νομοθεσίαν, εὑρὼν μοιχευ-
ομένην γυναῖκα, ἐθριάμβευσεν αὐτήν· ὃ Ὅμηρος εἰς
μῦθον μετέβαλε. Σέσωστρις βασιλεὺς Αἰγύπτου ἐκ φυ-
λῆς Χὰμ ἐκράτησε πάσης Ἀσίας, καὶ κατῴκισεν (κατῴ-
κησεν?) ἐν τῇ Ἀσσυρίων χώρᾳ.
6
Cod. Paris. 1630: Μετὰ δὲ Νῖνον ἐβασίλευσε Ἀσ-
συρίων Θούρας, ὅντινα μετεκαλέσατο ὁ τούτου πατὴρ
Ζάμης, ὁ τῆς Ἥρας ἀδελφὸς, εἰς τὸ ὄνομα τοῦ πλα-
νήτου ἀστέρος Ἄρεα. Οὗτος ἐγένετο πικρὸς πολεμιστής.
Ὥ|τινι Ἄρεϊ ἀνέστησαν πρῶτοι στήλας Ἀσσύριοι καὶ ὡς
θεὸν προσεκύνουν αὐτόν· ὃν καὶ ἕως τοῦ νῦν καλοῦσι
Περσιστὶ Βάαλ θεόν, ὅ ἐστι ἑρμηνευόμενον Ἄρης ὁ πο-
λέμων θεός.
2. Μετὰ τελευτὴν Ἄρεος ἐβασίλευσε Λάμης, μετὰ
Λάμην Σαρδανάπαλλος ὁ μέγας· ὅντινα Περσεὺς ὁ Δα-
νάης ἐφόνευσε καὶ ἀφείλετο τὴν βασιλείαν Ἀσσυρίων,
καὶ βασιλεύσας εἰς τὸ ἴδιον ὄνομα ἐκάλεσεν αὐτοὺς
Πέρσας.
3. Ἔζησε δὲ Πῖκος ὁ καὶ Ζεὺς ἔτη ρκʹ, κρατῶν τὴν
δύσιν καὶ βασιλεύων αὐτῆς. Καὶ ἔσχε υἱοὺς πολλοὺς
καὶ θυγατέρας ἀπὸ τῶν εὐπρεπῶν γυναικῶν· ὑπενόθευε
γὰρ αὐτάς· ἦν γὰρ καὶ μυστικὸς καὶ φαντασίας τινὰς
ποιῶν καὶ ἐκπλήττων αὐτάς. Αἵτινες γυναῖκες καὶ ὡς
θεὸν εἶχον αὐτὸν φθειράμεναι ὑπ' αὐτοῦ.
4. Ἔσχε δὲ ὁ αὐτὸς Πῖκος ὁ καὶ Ζεὺς μετὰ Μαιά-
δος τῆς Ἰταλικῆς υἱὸν ὄνομα Φαῦνον, ὃν καὶ Ἑρμῆν
ἐκάλεσεν εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. Μέλλων δὲ
τελευτᾶν, ἐκέλευσε τὸ λείψανον αὐτοῦ ἐν τῇ Κρήτῃ νήσῳ
τεθῆναι. Καὶ κτίσαντες αὐτῷ ναὸν οἱ αὐτοῦ παῖδες ἔθη-
καν αὐτὸν ἐκεῖ ἐν τῇ Κρήτῃ ἐν μνήματι. Ὅπερ μνῆμα
ἔστιν ἕως τοῦ παρόντος ἐν Κρήτῃ. Ἐν τῷ μνήματι
ἐπιγέγραπται· «Ἔνθα κεῖται θανὼν Πῖκος ὁ καὶ Ζεὺς,
ὃν καὶ Δία καλοῦσι.»
5. Μετὰ δὲ τὴν τοῦ Διὸς τελευτὴν ἐβασίλευσεν ὁ τού-
του υἱὸς Φαῦνος ὁ καὶ Ἑρμῆς τῆς Ἰταλίας ἔτη λεʹ· ὃς
ἦν ἀνὴρ πανοῦργος καὶ μαθηματικός. Ὅστις ἐφεῦρε
μέταλλον χρυσοῦν ἐν τῇ δύσει πρῶτος, καὶ τὸ χωνεύειν.
Γνοὺς δὲ ὅτι διαφθονοῦνται αὐτῷ οἱ ἀδελφοὶ ὄντες περί
που οʹ (μετὰ πολλῶν γὰρ μιγνύμενος ὁ Ζεὺς ἐτεκνο-
ποίει), ἀνεχώρησε μετὰ πολλοῦ χρυσοῦ σφόδρα, καὶ
ἀπῆλθεν εἰς Αἴγυπτον πρὸς τὴν φυλὴν τοῦ Χάμ. Καὶ
δεχθεὶς ἐν τιμῇ διέτριβεν ἐκεῖ μεγαλαυχῶν καὶ φορῶν
χρυσῆν στολὴν, λέγων καὶ μαντείας. Ἦν γὰρ σφόδρα
λόγιος. Καὶ προσεκύνουν αὐτῷ, λέγοντες εἶναι θεὸν, ὅτι
προὔλεγε τὰ μέλλοντα· καὶ παρεῖχεν αὐτοῖς χρήματα
διὰ τοῦτο γὰρ καὶ πλουτοδότην ἐκάλουν. Τελευτήσαν-
τος οὖν Μεστρὲμ βασιλέως Αἰγύπτου ἐκ φυλῆς Χὰμ,
ἐποίησαν Αἰγύπτιοι Ἑρμῆν βασιλέα· καὶ ἐβασίλευσεν
ἔτη λθʹ.
6. Ἐγέννησε δὲ Ζεὺς καὶ ἕτερον υἱὸν ὀνόματι Ἡρα-
κλέα μετὰ Ἀλκμήνης τῆς Θηβαίας, ὃς ἐκλήθη Τριέσ-
περος. Οὗτος Ἡρακλῆς κατέδειξε [πρῶτος] τὸ φιλοσο-
φεῖν ἐν τοῖς ἑσπερίοις μέρεσιν, ἤτοι τοῖς δυτικοῖς. Τοῦτον
ἀποθεώσαντες οἱ τοῦ γένους αὐτοῦ μετὰ τὴν αὐτοῦ τε-
λευτὴν, ἐκάλεσαν ἀστέρα οὐράνιον ὀνόματι αὐτοῦ τὸν
ἀστροχίτωνα Ἡρακλέα· ὃν γράφουσι δορὰν λέοντος φο-
ροῦντα καὶ τρία μῆλα κρατοῦντα· ἅπερ τρία μῆλα
ἀφελέσθαι αὐτὸν ἐμυθολόγησαν τῷ ῥοπάλῳ φονεύσαντα
τὸν δράκοντα, τουτέστι νικήσαντα τὸν πολυποίκιλον
τῆς πονηρᾶς ἐπιθυμίας λογισμὸν διὰ τοῦ ῥοπάλου τῆς
φιλοσοφίας, ἔχοντα περιβόλαιον φρόνημα ὡς δορὰν
λέοντος· καὶ οὕτως ἀφείλετο τὰ τρία μῆλα, ὅπερ ἐστὶ
τὰς τρεῖς ἀρετὰς, τὸ μὴ ὀργίζεσθαι, τὸ μὴ φιλαργυ-
ρεῖν, τὸ μὴ φιληδονεῖν. Διὰ γὰρ τοῦ ῥοπάλου τῆς κρα-
τερικῆς ψυχῆς καὶ τῆς δορᾶς τοῦ θρασυτάτου καὶ
σώφρονος λογισμοῦ ἐνίκησε τὸν υἱὸν τῆς φαυλῆς ἐπιθυ-
μίας φιλοσοφήσας μέχρι θανάτου, καθὼς Ἡρόδοτος
(l. Ἡρόδωρος) ὁ σοφώτατος συνεγράψατο, ὃς καὶ ἄλ-
λους Ἡρακλεῖς ἱστορεῖ γεγενῆσθαι ἑπτά.
7. Μετὰ Ἑρμῆν ἐβασίλευσεν Αἰγυπτίων Ἥφαιστος,
ὃν καὶ θεὸν ἐκάλουν· ἦν γὰρ πολεμιστὴς καὶ μυστι-
κὸς, ὃς συμπεσόντος αὐτῷ ἵππου ἐν τῷ πολέμῳ πλη-
γεὶς ἔμεινε χωλεύων. Ἀπὸ δὲ μυστικῶν εὐχῶν τὴν
ὀξυλάβην ἐδέξατο ἐκ τοῦ ἀέρος εἰς τὸ κατασκευάζειν ἐκ
σιδήρου ὅπλα· ὅθεν καὶ ἐπικρατὴς εὑρέθη εἰς τοὺς πο-
λέμους· πρὸ γὰρ αὐτοῦ ῥοπάλοις καὶ λίθοις ἐπολέμουν.
Ἐνομοθέτησε δὲ καὶ ταῖς Αἰγυπτίων γυναιξὶ μονανδρεῖν
καὶ σωφρόνως διάγειν.
8. Μετὰ [δὲ τὴν] τελευτὴν Ἡφαίστου ἐβασίλευσεν
Αἰγυπτίων ὁ υἱὸς αὐτοῦ Ἥλιος ἡμέραις ͵δυοζʹ, ὡς εἶναι
ἔτη ιβʹ καὶ ἡμέρας Ϙζʹ. Οὔτε γὰρ ᾔδεισαν τότε Αἰγύ-
πτιοι ἢ ἄλλοι τινὲς ἐνιαυτὸν ψηφίσαι, ἀλλ' ἄλλοι μὲν τὰς
περιόδους τῆς σελήνης εἰς ἐνιαυτοὺς ἐψήφιζον, οἱ δὲ τὰς
περιόδους τῶν ἡμερῶν· οἱ γὰρ τῶν ιβʹ μηνῶν ἀριθμοὶ
μετὰ ταῦτα ἐπενοήθησαν, ἐξ ὅτου ἐπωνομάσθη τὸ ὑπο-
τελεῖς εἶναι τοὺς ἀνθρώπους τοῖς βασιλεῦσιν. Ὁ τοιοῦτος
βασιλεὺς Αἰγύπτου Ἥλιος κατασχὼν γυναῖκα μοιχευο-
μένην ἐτιμώρησεν αὐτὴν, στηρίζων τὴν τοῦ πατρὸς αὐ-
τοῦ νομοθεσίαν· καὶ τοῦτό ἐστιν ὃ ποιητικῶς φησὶν
Ὅμηρος, ὡς Ἥλιος ἤλεγξε τὴν Ἀφροδίτην συμμιγνυμέ-
νην νυκτὸς Ἄρεϊ. Ἀφροδίτην γὰρ ἐκάλεσε τὴν ἐπιθύμη-
σιν τῆς πορνείας ὑπὸ Ἡλίου βασιλέως ἐλεγχθείσης. Τὸ
δὲ ἀληθὲς Παλαίφατος ὁ σοφώτατος χρονογράφος συν-
εγράψατο.
9. Μετὰ τὴν Ἡλίου τελευτὴν ἐβασίλευσε Σῶσις.
Μετὰ ταῦτα ἕτεροι δύο, καὶ μετ' αὐτοὺς Θοῦλις, ὃς πα-
ραλαβὼν πᾶσαν τὴν γῆν μετὰ (l. ἕως) τοῦ ὠκεανοῦ ἦλ-
θεν ἐν τῇ Ἀφρικῇ εἰς τὸ μαντεῖον· καὶ θυσιάσας ἐπυνθάνετο
λέγων· «Τίς πρὸ τῆς ἐμοῦ βασιλείας ἠδυνήθη ὑποτάξαι
τὰ πάντα, ἢ τίς μετ' ἐμέ;» Καὶ ἐδόθη αὐτῷ χρησμὸς
οὗτος·
Πρῶτα θεὸς, μετέπειτα λόγος καὶ πνεῦμα σὺν αὐτοῖς.
[Ταῦτα δὲ] σύμφυτα πάντα καὶ [ἔντυμον] εἰς ἓν ἰόντα,
οὖ κράτος αἰώνιον.
10. Μετ' αὐτὸν ἐβασίλευσεν Αἰγυπτίων ἐκ τῆς φυλῆς
Χὰμ Σῶστρις, ἐφ' οὗ μετῳκίσθησαν ἐν Περσίᾳ Σκύθαι.
Ἐν τοῖς χρόνοις τοῦ Σώστριδος ἦν Ἑρμῆς ὁ τρισμέγι-
στος ὁ Αἰγύπτιος, ἀνὴρ φοβερὸς [ἐν σοφίᾳ], ὃς ἔφρασε
τρεῖς μεγίστας δυνάμεις εἶναι, τὸ τοῦ ἀρρήτου καὶ δη-
μιουργοῦ ὄνομα, [μίαν δὲ] θειότητα εἶπεν εἶναι· διὸ καὶ
ἐκλήθη ὑπὸ τῶν Αἰγυπτίων Τρισμέγιστος. Ἐμφέρον-
ται δὲ ἐν τοῖς πρὸς Ἀσκληπιὸν λόγοις αὐτοῦ ῥήματα
ταῦτα·
11. «[Ἦν φῶς] νοερὸν πρὸ φωτὸς νοεροῦ καὶ ἦν ἀεὶ
νοῦς νοὸς φωτεινός· καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνό-
της· ἀεὶ ἐν αὑτῷ ὢν, ἀεὶ τῷ αὑτοῦ νοῒ καὶ φωτὶ καὶ
πνεύματι πάντα περιέχει. Ἐκτὸς τούτου οὐ θεὸς, οὐκ
ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάντων γὰρ
κτίστης καὶ πατὴρ καὶ θεὸς, καὶ πάντα ὑπ' αὐτὸν καὶ
ἐν αὐτῷ ἐστιν. Ὁ γὰρ λόγος αὐτοῦ παντέλειος ὢν καὶ
γόνιμος καὶ δημιουργὸς, ἐν γονίμῳ φύσει πεσὼν ἐν γο-
νίμῳ ὕδατι ἔγκυον τὸ ὕδωρ ἐποίησε.» (12) Καὶ ταῦτα
εἰρηκὼς ηὔξατο λέγων· «ὁρκίζω σε, οὐρανὸν, θεοῦ μεγά-
λου σοφὸν ἔργον, ὁρκίζω σε φωνὴν πατρὸς, ἣν ἐφθέγξατο
πρώτην, ἡνίκα τὸν πάντα κόσμον ἐστηρίξατο· ὁρκίζω σε
κατὰ τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ τοῦ πνεύματος
τοῦ περιέχοντος πάντα· ἵλεως, ἵλεως, ἵλεως ἔσο·» ὥστε
οὖν καὶ Ἑρμῆς ὁ τρισμέγιστος καίτοι γε ἀγνοῶν τὸ μέλ-
λον τριάδα ὁμοούσιον ὡμολόγησε.
13. Μετὰ Σῶστριν ἐβασίλευσε τῶν Αἰγυπτίων Φα-
ραὼ ὁ καὶ Καραχὼ, ἀφ' οὗ οἱ τῶν Αἰγυπτίων δυνάσται
τὴν ἐπωνυμίαν ἔλαβον Φαραώ.
14. Καθ' ὃν δὲ χρόνον ἐβασίλευσε τῶν Ἀργείων ἐν
τοῖς δυτικοῖς μέρεσιν Ἴναχος ἐκ τῆς φυλῆς Ἰάφεθ κα-
ταγόμενος, καὶ κτίζει πόλιν εἰς ὄνομα τῆς σελήνης, Ἰώ·
οὕτω γὰρ τὴν σελήνην ἐκάλουν Ἀργεῖοι· καὶ ἠγάγετο
γυναῖκα Μηλίαν, ἀφ' ἧς ἔσχεν υἱοὺς δύο καὶ θυγατέρα
Ἰὼ, ἣν Πῖκος ὁ καὶ Ζεὺς ἥρπασε, καὶ ἐξ αὐτῆς ἔσχεν
θυγατέρα Λιβύην. Ἡ τοίνυν Ἰὼ λυπηθεῖσα ἐπὶ τῇ
διαφθορᾷ, ἀφεῖσα τοὺς γονεῖς, τοὺς ἀδελφοὺς καὶ τὴν
θυγατέρα Λιβύην, ἔφυγεν εἰς Αἴγυπτον, κἀκεῖθεν ἐπὶ
τὴν Συρίαν ἀπῆλθεν εἰς τὸ Σίλπιον καλούμενον ὄρος,
εἰς ὅπερ Σέλευκος ὁ Νικάτωρ ἔκτισε πόλιν καὶ εἰς ὄνομα
τοῦ υἱοῦ Ἀντιόχειαν ἐκάλεσε, κἀκεῖ ἐτελεύτα. Καὶ
ἀπελθόντες εἰς ἀναζήτησιν αὐτῆς οἱ ἀδελφοὶ καὶ εὑρόν-
τες θανοῦσαν ἔκτισαν αὐτῇ ἱερὸν ὅπερ ἐκάλεσαν Ἰώ-
πολιν.
15. Ἡ δὲ Λιβύη γαμηθεῖσα Ποσειδῶνί τινι ἔτεκεν
ἐξ αὐτοῦ παῖδας γʹ, Ἀγήνορα, Βῆλον καὶ Ἐνυάλιον.
Ὁ Βῆλος γαμήσας Σίδην ἔσχε δύο υἱοὺς, Αἴγυπτον καὶ
Δαναόν· ἐξ οὗ Αἴγυπτος καὶ Σιδὼν ὠνομάσθησαν. Ὁ δὲ
Ἀγήνωρ ἤγαγε τὴν Τυρώ· ἐξ οὗ Τύρος πόλις· καὶ ἔσχεν
υἱοὺς δʹ καὶ θυγατέρα μίαν, Κάδμον, Φοίνικα, Σύρον
καὶ Κίλικα καὶ Εὐρώπην· καὶ ἔλαχον τὰς ἐπωνύμους
χώρας Καδμείαν τὴν Θήβης, τὴν Φοινίκην, τὴν Συρίαν,
τὴν Κιλικίαν καὶ τὴν Εὐρώπην. Τὴν Εὐρώπην δὲ ἁρ-
πάσας ταῦρος, βασιλεὺς Κρήτης, ἔτεκε Μίνωα.
16. Κατὰ τούτους τοὺς χρόνους ἀνεφάνη τις ἐν Τύρῳ
ἀνὴρ σοφὸς ὄνομα Ἡρακλῆς, ὃς εὗρε τὴν [βα]φὴν, τὴν
καλουμένην κογχύλην, ἰδὼν κύνα ποιμενικὸν ἐσθίοντα
κογχύλην καὶ τὸν [ποι]μένα ἐκμάσσοντα μετὰ πόκον
προ[βάτου] τὸ τοῦ κυνὸς στόμα, καὶ προσαγαγὼν τὸν
πόκον [ὡς μέγα δῶρον] τῷ βασιλεῖ. (17) Ὁ δὲ Σύ-
ρος εὗρε τὴν ἀριθμητικὴν, ἐδόξασε δὲ καὶ ἀσωμάτους
ἀρχὰς καὶ μεταβολὴν τῶν ψυχῶν εἰς ἕτερα ζῶα.
18. Κατὰ τοὺς χρόνους τούτους ἐγνωρίζετο Φαλὲκ,
ὁ υἱὸς Ἕβερ, περὶ οὗ Μωσῆς ἔγραψε, καὶ ἕτερος υἱὸς
τοῦ Πίκου Διὸς ἀπὸ Δανάης γενόμενος ὀνόματι Περ-
σεὺς, ὃν ἐδίδαξεν ὁ πατὴρ πάσας τὰς μυστικὰς φαντα-
σίας· ὅστις βουλόμενος ἑαυτῷ καταστῆσαι βασιλείαν
καὶ διὰ πολλῆς ἐρχόμενος γῆς, εἶδε παρθένον κόρην
αὐχμηράν τε καὶ δυσειδῆ ὀνόματι Μέδουσαν· καὶ λα-
βὼν ἀπέτεμεν αὐτῆς τὴν κεφαλὴν, καὶ τελέσας αὐτὴν,
ὡς ἐδιδάχθη, ἐβάσταζε καταπλήττων πάντας καὶ ἀναι-
ρῶν τοὺς ὁρῶντας· ἥντινα κεφαλὴν ἐκάλεσε Γοργόνα
διὰ τὴν ὀξύτητα τῆς ἐνεργείας. ** γυναικὸς Ἀνδρομέδας,
καὶ καταλαβὼν κώμην λεγομένην Ἀμάνδραν, ἐποίησεν
αὐτὴν πόλιν, στήσας ἑαυτῷ στήλην βαστάζουσαν τὴν
Γοργόνα· αὕτη μετεκλήθη ἕως νῦν Ἰκόνιον διὰ τὸ ἀν-
τεικόνισμα τῆς Γοργόνος. Ἐπολέμησε δὲ καὶ Ἰσαύροις
καὶ Κίλιξιν, ἔνθα πόλιν κτίζει ἣν ἐκάλεσε Ταρσόν [ἐν τῇ
κώμῃ τῇ] λεγομένῃ Ἀνδρασῷ. Χρηματισθεὶς (ἐχρη-
ματίσθη?) γὰρ κατ' ὄναρ ὅτι ἐν τῷ (l. ᾧ) τόπῳ μετὰ
τὴν πρὸς πολεμίους νίκην ἀποβὰς ἐκ τοῦ ἵππου τὸν ταρ-
σὸν ἀπόθηται τοῦ ποδὸς, ἐκεῖ ὑπὲρ τῶν νικητηρίων
κτίσαι πόλιν, καὶ κτίσας ταύτην ἐκάλεσε Ταρσόν. Μετὰ
δὲ ταῦτα καὶ Μήδους νικήσας ἐκάλεσε τὴν χώραν Περ-
σίδα, ἐδίδαξε δὲ καὶ πολλοὺς τῶν Περσῶν τὰς ἐπὶ τῆς
Γοργόνος τελετάς. (18*) Καθ' ὃν δὴ χρόνον κατηνέχθη
σφαῖρα πυρὸς ἐκ τοῦ οὐρανοῦ, ἐξ ἧς ἔλαβεν ὁ Περσεὺς
πῦρ, καὶ παρέδωκε τιμᾶν αὐτό· [ὃ] καὶ μέχρι νῦν φυ-
λάττουσι. (19) Συνέβαλε δὲ τῷ Κηφεῖ τῷ πατρὶ Ἀνδρο-
μέδας, τυφλῷ ὄντι ὑπὸ τοῦ γήρως, καὶ προεβάλετο,
καθ' ὅπερ εἶχεν ἔθος, εἰς βοήθειαν τὴν κεφαλὴν Γοργό-
νος· ὁ δὲ μὴ βλέπων οὐκ ἔ[θανεν]· ὁ δὲ Περσεὺς [ἀγνο-
ῶν] δι' ἣν αἰτίαν ἐξέφυγεν ἐκεῖνος τὸν ἀπὸ τῆς Γοργό-
νος θάνατον, καὶ νομίσας μηκέτι ἐνεργεῖν τὴν ὑπ' αὐτοῦ
φερομένην κεφαλὴν, στρέψας εἰς ἑαυτὸν καὶ ταύτην
ἑωρακὼς ἐτελεύτα. (20) Βασιλεύει μετ' αὐτὸν Περσῶν
ὁ υἱὸς αὐτοῦ Μέρρος, ὅστις ἔκαυσε τὴν μυσαρὰν ἐκεί-
νην κεφαλὴν τῆς Γοργόνος.
7a
Exc. Salmas.: Διόνυσος πολεμήσας Πενθεῖ
τῷ ἐξαδέλφῳ δέσμιος ἤχθη· Ἀγαυὴ δὲ ἡ μήτηρ Πεν-
θέως ἔπεισεν αὐτοὺς σπείσασθαι ἐνώπιον τοῦ πάππου
Κάδμου· ὁ δὲ Διόνυσος ἐνετείλατο τοῖς οἰκείοις ἀνελεῖν
Πενθέα· καὶ ἐμυθεύθη ὅτι ἡ Ἀγαυὴ τὸν οἰκεῖον διεσπά-
ραξεν, οἷα τοῦ θανάτου αὐτοῦ αἰτία γενομένη. Στασια-
σάντων δὲ τῶν πολιτῶν ἐπὶ τῷ θανάτῳ Πενθέως, Διό-
νυσος μὲν ἀπελαύνετο, προχειρίζεται δὲ Λυκοῦργος.
7b
Tzetzes Hist. VI, 61, 581:
Ὁ δ' Ἰωάννης χρονικὸς ἀλληγορῶν που λέγει·
Πενθεύς τε καὶ ὁ Λάβδακος, μᾶλλον δὲ Πενθεὺς πλέον,
ἀνῃρημένων τῶν λοιπῶν ἐγγόνων τῶν τοῦ Κάδμου,
τοῦ μὲν Ἀκταίωνος αὐτοῦ ὑπὸ κυνῶν ἰδίων,
Λεάρχου Μελικέρτου δὲ παρὰ πατρὸς μητρός τε,
εἶχεν ἐλπίδα κατασχεῖν τὰ σκῆπτρα καὶ τοὺς θρόνους.
Ὡς δ' ἤκουσε Διόνυσον ἔγγονον νόθον Κάδμου
ἀντιποιεῖσθαι τῆς ἀρχῆς, δεσμεῖ κρατήσας τοῦτον.
Λύσας λιταῖς δὲ τῆς μητρὸς κτείνεται δόλοις τούτου.
Διόπερ μῦθον ἔπλασαν, ἐκ τῆς μητρὸς κτανθῆναι.
8
Cod. Paris. 1630: Μετὰ δὲ Κάδμον ἐβασίλευσε
τῆς Βοιωτίας Νυκτεὺς, οὗ θυγάτηρ Καλλιόπη ἐκ μίξεως
Θεοβοίου Ζῆθον καὶ Ἀμφίονα ἔτεκεν, οἳ ῥιφέντες καὶ
παρ' ἀγροίκου ἀνατραφέντες κρατοῦσι τῆς Βοιωτίας,
ἐπαναστάντες τῷ Νυκτεῖ, καὶ κτίζουσι πόλιν τὴν
πρώην οὖσαν κώμην καὶ καλουμένην Ἐγχέλειαν, καὶ
ὠνόμασαν αὐτὴν Θήβας εἰς ὄνομα τοῦ πατρὸς αὐτῶν.
(2) Τούτων ἀπόγονος Λάϊος, ἀφ' οὗ Οἰδίπους γεννηθεὶς
ἐξετέθη ξύλῳ τοὺς πόδας περικλεισθεὶς, καὶ Οἰδίπους
ὠνομάσθη διότι ὠγκωμένους εἶχε τοὺς πόδας. Γέγονε δὲ
ἀνδρεῖος καὶ τὴν χώραν ἐλῄστευε. Καθ' ὃν δὴ χρόνον
καὶ ἡ λεγομένη Σφὶγξ ἐφάνη, γυνὴ δυσειδὴς καὶ θηριώ-
δης τὴν φύσιν, ἥτις [ἀποβαλοῦσα] τὸν ἄνδρα, καὶ λῃ-
στρικὴν συναγαγοῦσα χεῖρα καὶ τόπον καταλαβοῦσα
δύσβατον τοὺς [παριόντας] ἐφόνευε καὶ τὰς Θήβας τῶν
ἀναγκαίων ἐστένου. (3) Ὁ οὖν Οἰδίπους δεινότατον
[τι] βουλευσάμενος [ἐς τὸ ἀναιρεῖν τὴν Σφίγγα, ἔλαβεν
ἐκ τοῦ κτήματος ὅπου ἀνετράφη ἀγροίκους γενναίους,
προσποιούμενος θέλειν] ἑαυτὸν μετ' αὐτῆς λῃστεύειν καὶ
ἐπιτηρήσας καιρὸν λόγχῃ ἀναιρεῖται ταύτην, καὶ προά-
γει εἰς τὴν πόλιν. Οἱ δὲ Θηβαῖοι θαυμάσαντες ἀναβοῶσιν
αὐτὸν βασιλέα. (4) Μάχης δὲ γενομένης Λάϊος λίθῳ
τὴν κεφαλὴν βληθεὶς ἀναιρεῖται· Ἰοκάστη δὲ φοβου-
μένη τῆς βασιλείας ἐκπεσεῖν ἄγει τὸν Οἰδίποδα, καὶ
χειροτονεῖ βασιλέα. Καὶ θεραπεύει τὸ πλῆθος, καὶ βασι-
λεύει χρόνους ιθʹ, καὶ τίκτει μετ' Ἰοκάστης υἱοὺς βʹ καὶ
θυγατέρας βʹ. (5) Μετὰ δέ τινα χρόνον ἐρωτησάσης
Ἰοκάστης περὶ τῶν γονέων αὐτοῦ, εἶπε Μελίβοιον τὸν
θρεψάμενον· ἡ δὲ μετεστείλατο αὐτόν· καὶ εἶπε μὴ εἶναι
τούτου υἱὸν, ἀλλ' ἐν τῇ ὕλῃ εὑρεῖν· καὶ μαθοῦσα χρό-
νον εὗρεν ὅτι υἱὸς αὐτῆς ὑπῆρχε, καὶ εἶπε τῷ Οἰδί-
ποδι. Ὁ δὲ ἀκούσας ἔλαβεν ἥλους καὶ πήξας τοὺς
ὀφθαλμοὺς ἀπέθανεν ἅμα μητρὶ Ἰοκάστῃ.
{ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ.}
1. Ἐπειδὴ δὲ ἀναγκαῖον εἰπεῖν ὅπως οἱ τότε ἄνθρω-
ποι πολυθεΐαν ἐτίμησαν, λεκτέον ἡμῖν ἐντεῦθεν ἀρχο-
μένοις. Σερούχ τις ἐκ τῆς τοῦ Ἰάφεθ φυλῆς καταγόμενος
δόγμα παρέδωκε τιμᾶσθαι τοὺς πάλαι τελευτήσαντας
καὶ ἀριστεύσαντας ἄνδρας ἢ διὰ εἰκόνων ἢ διὰ ἀνδριάν-
των, καὶ τούτους προσκυνεῖσθαι κατ' ἔτος ὡς ἔτι ζῶντας,
καὶ μνήμας αὐτῶν ἐκτελεῖν καὶ ἐν ταῖς ἱερατικαῖς ἀνα-
γράφεσθαι βίβλοις, καὶ θεοὺς αὐτοὺς ὀνομάζειν ὡς εὐ-
εργέτας. [Ἐντεῦθεν εἰσήχθη ἡ πολυθεΐα καὶ ἡ εἰδωλολα-
τρία.] Τοῦτο δὲ διέμεινε παρ' αὐτοῖς μέχρι τῶν χρόνων
Θάρρα τοῦ πατρὸς Ἀβραάμ. Ἦν γὰρ ἀγαλματοποιὸς
καὶ ἀπὸ διαφόρων ὑλῶν τῇ πόλει εἰκόνας ἐργαζόμενος
καὶ λέγων τούτους εἶναι θεοὺς καὶ ὀφείλειν προσκυνεῖ-
σθαι ὡς αἰτίους τῶν ἀγαθῶν. Ἐντεῦθεν δὲ διέδραμεν
ἡ τοιαύτη δόξα εἰς τὰ πλεῖστα τῶν ἀνθρώπων γένη,
μάλιστα δὲ ἐν Ἑλλάδι. Ἤδη γὰρ ἦσαν οὗτοι τὴν
τοιαύτην ἀναδεξάμενοι πλάνην, καὶ τιμήσαντες Ἕλληνα
τὸν γίγαντα τὸν ἀπὸ φυλῆς τοῦ Ἰάφεθ καταγόμενον καὶ
τῆς πυργοποΐας κοινωνὸν γενόμενον, δι' ἣν ἐμερίσθησαν
αἱ γλῶτται τῶν ἀνθρώπων, καὶ ἐκλήθησαν μέροπες.
9
Exc. De virt.: Ὅτι ἡ εἰδωλολατρεία ἤρ-
ξατο ἀπὸ Σερούχ τινος καταγομένου ἐκ τῆς φυλῆς τοῦ
Ἰάφεθ, δογματίσαντος εἰκόσι καὶ ἀνδριᾶσι τιμᾶσθαι
τοὺς πάλαι ἀριστεύσαντας, καὶ τιμᾶσθαι ὡς εὐεργέτας.
Καὶ τοῦτο ἐπεκράτησε μέχρι τῶν χρόνων Θάρρα τοῦ
πατρὸς Ἀβραάμ. Ἀβραὰμ δὲ δίκαιος γενόμενος καὶ εἰς
θεογνωσίαν ἐλθὼν καὶ λογισάμενος ὅτι ὁ πατὴρ αὐτοῦ
τοὺς ἀνθρώπους πλανᾷ, παρασκευάζων αὐτοὺς εἰδώλοις
καὶ ἀγάλμασι προσκυνεῖν, καὶ ποιητὴν ἁπάντων μὴ
γνωρίζειν θεὸν, συντρίψας τὰ τοῦ πατρὸς ἔργα, ἀνεχώ-
ρησεν ἀπὸ Καρρῶν ὅρων Χαλδαίων τῆς μέσης τῶν πο-
ταμῶν χώρας, καὶ ᾤκησεν εἰς τὰ μέρη τῆς νυνὶ καλου-
μένης Παλαιστίνης πέραν τοῦ Ἰορδάνου ποταμοῦ αὐ-
τὸς καὶ οἱ αὐτοῦ συγγενεῖς καὶ Λὼτ ὁ υἱὸς τοῦ ἀδελφοῦ
αὐτοῦ, πέμπτῳ καὶ ἑβδομηκοστῷ ἔτει τῆς ἑαυτοῦ ζωῆς.
Εἰσὶν οὖν ἀπὸ τοῦ κατακλυσμοῦ ἕως Ἀβραὰμ ἔτη ͵αυγʹ.
Ἀπὸ δὲ τοῦ Ἀδὰμ ἕως τοῦ Ἀβραὰμ ͵γψμεʹ. Ἐγένετο
δὲ Ἀβραὰμ πλούσιος σφόδρα ἐν κτήνεσι πολλοῖς, καὶ
οὐκ ἐχώρει αὐτοὺς ἡ συνοικία αὐτῶν. Καὶ ἔδωκε Λὼτ
οἰκεῖν τὰ πέραν τοῦ Ἰορδάνου. Καθ' ὃν δὴ χρόνον ἀπώ-
λοντο δύω πόλεις Σόδομά τε καὶ Γόμορρα, θείου πυρὸς
καταρραγέντος ἐπ' αὐτὰς, διότι τοὺς παριόντας ἐνύ-
βριζον ξένους.
10
Exc. Salmas.: Ἰορδάνης λέγεται ὁ ποταμὸς,
διότι δύο ἅμα μίγνυνται ποταμοὶ, Ἰόρ τε καὶ Δάνης,
καὶ ἀποτελοῦσιν αὐτὸν, ὥς φησι Πλούταρχος.
Περὶ τοῦ Ἰορδάνου ἀπὸ τῆς ἱστορίας Φιλοστοργίου.
«Ἐπ' ἐσχάτοις τῆς Παλαιστίνης τέρμασι, μεθ' ἣν
ἡ τῶν Φοινίκων ἐκδέχεται, κεῖται πόλις Δὰν ὀνομα-
σθεῖσα πρότερον ἐκ τῆς τοῦ Δὰν φυλῆς, ὁπηνίκα χρόνον
ἐπ' οὐκ ὀλίγον οὗτοι δὴ μόνοι τοῦ παντὸς ἔθνους πλα-
νώμενοι, τελευταῖον τὰ ταύτῃ κατασχόντες χωρία,
μόγις ἱδρύνθησαν, καὶ πόλιν ἐπὶ τοῖς ἄκροις αὐτῶν ὄρεσι
δειμάμενοι, τὴν τοῦ φυλάρχου σφῶν ἐπέθηκαν κλῆσιν,
καὶ τοῦτο ἦν τῆς Ἰουδαίας ὁ ἔσχατος πρὸς Φοινίκην
ὅρος. Ταύτην χρόνῳ ὕστερον Ἡρώδης ὁ μέγας οἰκο-
δομήσας, Καισάρειαν Φιλίππου μετωνόμασε, νῦν δὲ
Πανεάς ἐστι καλουμένη· τὸ γὰρ Πανὸς ἐν ταύτῃ βρέτας
στησάμενοι, εἰς τοῦτο τὴν τῆς πόλεως ἔτρεψαν προση-
γορίαν. Ἐν ταύτῃ τῇ Πανεάδι τῶν τοῦ Ἰορδάνου πη-
γῶν ἡ ἑτέρα τίκτεται, δυοῖν οὐσῶν, Δὰν ἐκ τοῦ παλαιοῦ
ὀνόματος ἔτι καὶ νῦν ὀνομαζομένη· τὴν γὰρ ἑτέραν, ἥτις
Ἰὸρ ἐπικαλεῖται, πόρρωθεν αὐτῆς ὡς ἀπὸ σταδίων ρξʹ,
κόλωνός τις τοῦ αὐτοῦ προΐησιν ὄρους· ὧν ἐξ ἑκατέρας
προχεῖται ποταμὸς, ὁ μὲν Ἰοράτης, ὁ δὲ Δανίτης ἐπι-
καλούμενος· οἳ διὰ τοῦ ὄρους ἐνεχθέντες, ἐπειδὴ κα-
ταβαῖεν εἰς τὸ πεδίον, ἐνταῦθα ἤδη ξυνίασιν καὶ ἕνα
μέγιστον ἀποτελοῦσι ποταμὸν τὸν Ἰορδάνην, ἐν ταὐτῷ
ἤδη τό τε ῥεῦμα καὶ τὴν προσηγορίαν κιρνάμενοι· ὃς
τὴν τῆς Τιβεριάδος διέξεισι λίμνην μέσην τέμνων αὐτὴν,
καὶ δι' ὅλης αὐτῆς ἐν τῷ οἰκείῳ ὁλκῷ ῥεόμενος μέχρις
ἂν ἐπὶ τὴν κατέναντι ἐκπέσειε γῆν,
ἶσος αὐτὸς αὑτῷ καὶ παραπλήσιος ὤν· κἀντεῦθεν ἤδη
διὰ τῆς Παλαιστίνης ἐνεχθεὶς, ἅπας εἰς τὴν νεκρὰν κα-
λουμένην εἰσπεσὼν ἀφανίζεται θάλασσαν.»
11
Cod. Par. 1630: Ἰορδάνης δὲ ποταμὸς οὕτω λέ-
γεται διὰ τὸ συμμίγνυσθαι δύο ἅμα, Ἰόρ τε καὶ Δάνην.
Καθ' ὃν δὴ χρόνον καὶ Μελχισεδὲκ ἐγνωρίζετο, ἀνὴρ
εὐσεβὴς, καταγόμενος ἐκ γένους Σίδου, υἱοῦ Αἰγύπτου
βασιλέως τῆς Λιβύης· ὅστις γενόμενος ἱερεὺς καὶ βα-
σιλεὺς τῶν Χαναναίων ἔκτισε πόλιν ἐν τῷ ὄρει τῷ
λεγομένῳ [Σιὼν], καὶ καλέσας αὐτὴν Ἱερουσαλὴμ,
ὅπερ ἐστὶν εἰρήνης πόλις, ἐβασίλευσεν ἐν αὐτῇ ἔτη
ριγʹ, καθὼς Ἰώσηπος ἱστορεῖ. (2) Κατὰ τοῦτον τὸν
χρόνον ἀπώλοντο δύο πόλεις, Σόδομα καὶ Γόμορρα θείου
πυρὸς καταρραγέντος ἐπ' αὐτὰς, διότι τοὺς παριόντας
ἐνύβριζον ξένους.
3. Ἀβραὰμ δὲ ἐγέννησε τὸν Ἰσαὰκ ἐκ τῆς Σάρρας
καὶ τὸν Ἰσμαὴλ [ἐκ τῆς] παιδίσκης τῆς Ἄγαρ· ἐξ ὧν
Σαρακηνοί τε καὶ Ἰσμαηλῖται προσαγορεύονται. Ἰσαὰκ
δὲ ἐγέννησε τὸν Ἰακὼβ, τὸν κληθέντα Ἰσραὴλ, καὶ
τὸν Ἠσαὺ, ἀφ' οὗ Ἴσαυροι καὶ Ἰσραηλῖται μετωνομά-
σθησαν. Ἰακὼβ δὲ ἐγέννησεν υἱοὺς ιβʹ· ἐκ τούτων αἱ
νῦν φυλαὶ τοῦ Ἰσραὴλ καὶ τὸ τῶν ἱερέων γένος ἀπε-
δείχθη, οἵ τε Ἑβραῖοι πάλαι λεγόμενοι Ἰουδαῖοι τότε
προσηγορεύθησαν.
4. Καθ' ὃν χρόνον ἐγνωρίσθη παρ' Ἕλλησιν Ἡσίο-
δος ἀνὴρ σοφὸς, [ὃς τὰ Ἀσσυρίων γράμματα εἰς Ἑλλάδα
γλῶσσαν μετέβαλεν]. Τότε δὲ καὶ ἐν τῇ χώρᾳ τῶν Κα-
ρῶν ἐγένετό τις Ἐνδυμίων ὀνόματι, ὅστις διὰ μυστικῶν
εὐχῶν ἀπὸ τῆς σελήνης ἐβούλετο μαθεῖν τὸ τοῦ Θεοῦ
ὄνομα, καὶ δι' ὀνείρου μαθὼν ἀπέψυξε. Καὶ μῦθός ἐστι
μέχρι τοῦ νῦν, τὸ τούτου λείψανον δονεῖσθαι κατὰ τὴν
Καρῶν χώραν. [Ὁ δὲ μῦθός φησιν αὐτὸν ὑπὸ τῆς Σε-
λήνης φιλεῖσθαι.]
5. Ἰακὼβ δὲ ἐπορεύθη εἰς Αἴγυπτον πρὸς τὸν υἱὸν
αὐτοῦ τὸν Ἰωσὴφ μέγαν γενόμενον. Ἰωσὴφ πρὸς τοὺς
ρʹ γεγονὼς ἐνιαυτοὺς μετήλλαξε τὸν βίον. Λευὶ δὲ
ἐγέννησε τὸν Ἀβρακαὰδ, ὁ δὲ τὸν Ἄμρα, καὶ οὗτος τὸν
Μωσέα καὶ τὸν Ἀαρών. Γίνεται δὲ ἀπὸ Ἀβραὰμ ἐπὶ
Μωσέως ἔτη φεʹ, τὰ δὲ ἀπὸ Ἀδὰμ ἕως Μωσέως ἔτη
͵δσδʹ. Μωσῆς δὲ ἀναληφθεὶς ὑπὸ τῆς θυγα-
τρὸς Φαραὼ, ἐπαιδεύθη πᾶσαν σοφίαν Αἰγυπτίων·
πʹ δὲ ἐνιαυτῶν γενόμενος ἀπῆρεν ἀπ' Αἰγύπτου, συλ-
λαβὼν Ἰσραηλίτας, οὐ μείονας χʹ χιλιάδων ὄντας, μετὰ
ἐνιαυτοὺς λϚʹ, καὶ ἐπορεύθη διὰ τῆς Ἐρυθρᾶς φέρων
καὶ τὰ ὀστᾶ τοῦ Ἰωσήφ· μʹ δὲ ἔτη συμφιλοσοφήσας
τῷ λαῷ τελευτᾷ ἐτῶν ρκʹ, διάδοχον Ἰησοῦν τὸν τοῦ
Ναυῆ καταλιπών· ὃς διδάξας τὸν λαὸν ἔτη κζʹ ἀπέθανε
χρόνων [ὢν] ιʹ καὶ ρʹ. Ἑξῆς δὲ κριταὶ διηγοῦνται τοῦ
Ἰσραήλ.
12
Exc. Salmas.: Οἱ δυνάσται τῶν ἐθνῶν
ὑπὸ Ἰησοῦ τοῦ Ναυῆ διωκόμενοι, καὶ μὴ προσδεχθέντες
παρ' Αἰγυπτίων, εἰς τὴν τῶν Ἄφρων χώραν μετοική-
σαντες ἐπέγραψαν· «Ἡμεῖς ἐσμὲν Χαναναῖοι, οὓς ἐδί-
ωξεν Ἰησοῦς ὁ λῃστής.»
13
Cod. 1630: Ἐν τοῖς χρόνοις δὲ τοῦ Ἰησοῦ ἐβασί-
λευσε τῆς Ἀττικῆς Ὠγύγης, ὃς κατακλυσμοῦ γενομένου
ἀπώλετο μετὰ τῆς χώρας, καὶ ἔμεινεν ἐξ ἐκείνου ἔρημος
καὶ ἀοίκητος ἡ Ἀττικὴ χρόνους σϚʹ, καθὼς Ἀφρικανὸς
συνεγράψατο. (3) Τῆς δὲ Μολοσσῶν χώρας ἐβασίλευσε
τότε Ἀΐδης, ὃς εἶχε θυγατέρα κόρην, ἤτοι ὡραίαν,
Περσεφόνην. Ἐρῶντος δὲ Πειρίθου, γνοὺς αὐτὸ ὁ πα-
τὴρ ἔστησε πρὸ τῆς θύρας τοῦ κοιτῶνος ὃν εἶχε κύνα
καὶ ἐκάλει τρικέρβερον διὰ τὸ μέγεθος· καὶ (ὃς?) κατὰ
σύνταξιν ἐλθόντα τὸν Πειρίθουν διεχρήσατο, πρὸς δὲ
καὶ τὴν κόρην ἐξελθοῦσαν εἰς βοήθειαν αὐτοῦ. Καὶ τοῦτο
ἔστιν ὃ ποιητικῶς εἴρηται ὅτι ὁ Πλούτων ἥρπασεν αὐ-
τὴν, ὡς Παλαίφατος. (3) Ἡ δὲ Σικυῶνος βασιλεία
ἤτοι τῆς Ἑλλάδος διήρκεσεν ἔτη Ϡπεʹ. (4) Ἐν τού-
τοις τοῖς χρόνοις ἐγνωρίσθη Προμηθεὺς γραμματικῆς*,
Ἐπιμηθεὺς μουσικῆς καὶ Ἄτλας ἀστρονομίας· δι' ὃ λέ-
γουσιν ὅτι τὸν οὐρανὸν βαστάζει· καὶ ὁ πανόπτης
Ἄργος, τὴν τεχνικὴν ἐπιστήμην περίβλεπτος. (5) Ἐπε-
τέθη δὲ καὶ ἡ τῆς [Ἀττικῆς] βασιλεία. εἰς Ἀθήνας,
καὶ ἤρκεσεν ἔτη υϘβʹ. Ἐβασίλευσε δὲ πρῶτος Κέ-
κροψ, [ὅστις δι]φυὴς ἐκλήθη διὰ τὸ τοῦ σώματος
μέγεθος. Ὃς ἐνομοθέτησε γυναῖκας ἐκδίδοσθαι ἀνδρὶ
ἑνὶ, πρότερον θηριωδῶς μιγνυμένας. Τοῦτο δὲ ἐποίη-
σεν ὡς ἐξ Αἰγύπτου καταγόμενος, τὴν νομοθεσίαν
Ἡφαίστου οὐκ ἀγνοῶν· ἔλεγε δὲ ὅτι καὶ διὰ τὴν
τοιαύτην τῆς ἀσελγείας κακοήθειαν ἡ Ἀττικὴ κατε-
κλύσθη. (6) Μετὰ αὐτὸν ἐβασίλευσε Κράναος, Φορ-
[ωνεὺς] καὶ οἱ ἐφεξῆς μέχρι Κόδρου. Ἐκ τότε μετέπεσεν
ἡ τῶν Ἀθηναίων βασιλεία εἰς ἀριστοκρατίαν, καὶ ἐγέ-
νετο πρῶτος Δράκων ὁ νομοθέτης, εἶτα Σόλων, μετὰ
[τοῦτον] Θαλῆς, ἑξῆς Αἰσχύλος καὶ ἕτεροι. Καὶ ἐκρά-
τησε τὰ πάντα ἔτη Ϡπβʹ. (7) Τότε καὶ Ὀρφεὺς ἐγνω-
ρίζετο, σοφὸς ἄριστος γενόμενος καὶ πολλὰ μυστήρια
διδαχθείς. Φέρονται αὐτοῦ καὶ περὶ θεογνωσίας λόγοι,
ἐν οἷς εἶπεν, ὅτι τὸ ὑπέρτατον φῶς πάντα ἐδημιούργη-
σεν, ὅπερ ὠνόμασε Βουλὴν, Φῶς, Ζωήν· ταῦτα τὰ τρία
ὀνόματα μίαν δύναμιν ἀπεφήνατο καὶ ἓν κράτος τοῦ
δημιουργοῦ πάντων θεοῦ.
14
Suidas: <Ὀρφεύς.> Ὅτι ἐπὶ τῶν παρὰ Ἰουδαίοις
Κρι…
The complete text is available when the reading interface loads.