Fragmenta
- Edition reference
- Fragmenta, FHG 4: 454–455.
- CTS identifier
urn:cts:greekLit:tlg4397.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1-6
{ΟΜΟΙΩΝ ΙΣΤΟΡΙΚΩΝ ΚΕΦΑΛΑΙΑ.}
1
Diogen. L. I, 114, de Epimenide: Μυρωνιανὸς
δ' ἐν Ὁμοίοις φησὶν, ὅτι Κούρητα αὐτὸν ἐκάλουν
Κρῆτες.
2
Idem III, 40, de Platone: Μυρωνιανὸς δ' ἐν
Ὁμοίοις φησὶ Φίλωνα παροιμίας μνημονεύειν περὶ
τῶν Πλάτωνος φθειρῶν, ὡς οὕτως αὐτοῦ τελευτή-
σαντος.
3
Idem IV, 8, de Xenocrate: Καὶ δὴ καὶ αὐταρκέ-
στατος ἦν. Ἀλεξάνδρου γοῦν ποτὲ συχνὸν ἀργύριον
ἀποστείλαντος αὐτῷ, τρισχιλίας Ἀττικὰς ἀφελὼν, τὸ
λοιπὸν ἀπέπεμψεν, εἰπὼν ἐκείνῳ πλειόνων δεῖν πλείονας
τρέφοντι. Ἀλλὰ καὶ ὑπ' Ἀντιπάτρου πεμφθὲν μὴ προσ-
έσθαι, ὥς φησι Μυρωνιανὸς ἐν Ὁμοίοις. Καὶ χρυσῷ
στεφάνῳ τιμηθέντα ἐπ' ἄθλῳ πολυποσίας τοῖς Χοῦσι
παρὰ Διονυσίῳ, ἐξιόντα θεῖναι πρὸς τὸν ἱδρυμένον Ἑρ-
μῆν, ἔνθαπερ τιθέναι καὶ τοὺς ἀνθινοὺς εἰώθει.
4
{E LIBRO PRIMO.}
Idem IV, 14: Ἀθηναῖοι δ' ὅμως αὐτὸν
ὄντα τοιοῦτον ἐπίπρασκόν ποτε, τὸ μετοίκιον ἀτονοῦντα
θεῖναι. Καὶ αὐτὸν ὠνεῖται Δημήτριος ὁ Φαληρεὺς, καὶ
ἑκάτερον ἀποκατέστησε· Ξενοκράτει μὲν τὴν ἐλευθε-
ρίαν, Ἀθηναίοις δὲ τὸ μετοίκιον. Τοῦτό φησι Μυρωνια-
νὸς ὁ Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ἱστορικῶν ὁμοίων
κεφαλαίων.
5
{EX EODEM LIBRO.}
Idem V, 36, de Theophrasto: Φέρεται δ' αὐτοῦ
καὶ δοῦλος φιλόσοφος, ὄνομα Πομπύλος, καθά φησι
Μυρωνιανὸς Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ὁμοίων
ἱστορικῶν κεφαλαίων.
6
Idem X, 3, de Epicuro: Συνεφιλοσόφουν δ' αὐτῷ
προτρεψαμένῳ καὶ οἱ ἀδελφοὶ τρεῖς ὄντες, Νεοκλῆς,
Χαιρέδημος, Ἀριστόβουλος, καθά φησι Φιλόδημος
ὁ Ἐπικούρειος ἐν τῷ δεκάτῳ τῆς τῶν φιλοσόφων συν-
τάξεως· ἀλλὰ καὶ δοῦλος Μῦς ὄνομα, καθά φησι Μυ-
ρωνιανὸς ἐν Ὁμοίοις ἱστορικοῖς κεφαλαίοις.