Concilium universale Ephesenum anno 431
- Edition reference
- Concilium universale Ephesenum anno 431, ed. E. Schwartz, Acta conciliorum oecumenicorum, vol. 1.1.1–1.1.7, Berlin: De Gruyter, 1.1.1–1.1.3:1927; 1.1.4:1928; 1.1.5:1927; 1.1.6:1928; 1.1.7:1929 (repr. 1.1.1:1965; 1.1.6:1960; 1.1.7:1962): 1.1.1:3– 121; 1.1.2:3–104; 1.1.3:3–101; 1.1.4:3–67; 1.1.5:3–136; 1.1.6:3–162; 1.1.7:3–167, 171– 174.
- CTS identifier
urn:cts:greekLit:tlg5000.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1,1,1
3
{Τάδε ἔνεστι τῆιδε τῆι βίβλωι
Τὰ πρὸ τῆς τρίτης συνόδου κατὰ Νεστορίου παρακολουθήσαντα κεφάλαια}
α̅ Τοῦ ἁγίου Κυρίλλου ἐπιστολὴ πρὸς τοὺς μονάζοντας: —
β̅ Τοῦ αὐτοῦ πρὸς Νεστόριον ἐπιστολή: —
γ̅ Νεστορίου ἐπιστολὴ πρὸς Κύριλλον: —
δ̅ Κυρίλλου πρὸς Νεστόριον ἐπιστολή: —
ε̅ Νεστορίου ἐπιστολὴ πρὸς Κύριλλον: —
Ϛ̅ Κυρίλλου πρὸς Νεστόριον ἐπιστολή, ἐν ἧι καὶ οἱ ἀναθεματισμοὶ ἤτοι τὰ κεφάλαια: —
ζ̅ Τοῦ αὐτοῦ προσφωνητικὸς πρὸς τὸν εὐσεβέστατον βασιλέα Θεοδόσιον περὶ τῆς ὀρθῆς
πίστεως: —
η̅ Θεοδόσιος ἔνδοξος θριαμβευτὴς ἀεὶ αὔγουστος Κυρίλλωι ἐπισκόπωι: —
θ̅ Ἐπιστολὴ Κελεστίνου ἐπισκόπου Ῥώμης πρὸς τὸν ἅγιον Κύριλλον: —
ι̅ Ἐπιστολὴ τοῦ αὐτοῦ πρὸς Νεστόριον: —
ι̅α̅ Κελεστῖνος ἐπισκόποις πρεσβυτέροις διακόνοις κλήρωι θεοῦ δούλοις καὶ καθολικῶι
λαῶι διάγουσιν ἐν Κωνσταντινουπόλει: —
ι̅β̅ Ἐπιστολὴ τοῦ αὐτοῦ Κελεστίνου πρὸς Ἰωάννην ἐπίσκοπον Ἀντιοχείας: —
ι̅γ̅ Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου πρὸς τὸν αὐτὸν Ἰωάννην ἐπίσκοπον Ἀντιοχείας: —
ι̅δ̅ Ἀντίγραφον ἐπιστολῆς γραφείσης παρὰ Ἰωάννου ἐπισκόπου Ἀντιοχείας πρὸς Νε-
στόριον: —
ι̅ε̅ Ἐπιστολὴ Κυρίλλου πρὸς Ἰουβενάλιον ἐπίσκοπον Ἱεροσολύμων: —
ι̅Ϛ̅ Ἐπιστολὴ Κυρίλλου πρὸς Ἀκάκιον: —
ι̅ζ̅ Ἐπιστολὴ Ἀκακίου πρὸς Κύριλλον: —
ι̅η̅ Διαμαρτυρία προτεθεῖσα ἐν δημοσίοις κατὰ τῶν κληρικῶν Κωνσταντινουπόλεως καὶ
κατὰ ἐκκλησίαν ἐμφανισθεῖσα ὡς ὅτι ὁμόφρων ἐστὶ Νεστόριος Παύλου τοῦ Σαμοσα-
τέως τοῦ ἀναθεματισθέντος πρὸ ἐτῶν ρ̅ξ̅ ἀπὸ τῶν ὀρθοδόξων ἐπισκόπων: —
ι̅θ̅ Ὁμιλία Πρόκλου ἐπισκόπου Κυζίκου λεχθεῖσα καθεζομένου Νεστορίου ἐν τῆι μεγάληι
ἐκκλησίαι Κωνσταντινουπόλεως: —
κ̅ Κυρίλλου πρός τινα ζηλωτὴν περὶ Νεστορίου: —
κ̅α̅ Τοῦ αὐτοῦ πρὸς τοὺς ἐγγράφως αὐτὸν αἰτιασαμένους ὅτιπερ οὐ σεσιώπηκεν ἐξ ἀκοῆς
μαθὼν ἕρπειν ἐπὶ τὸ χεῖρον τὴν δυσσεβῆ τοῦ Νεστορίου διδασκαλίαν: —
4
κ̅β̅ Τοῦ αὐτοῦ: —
κ̅γ̅ Ἴσον σάκρας γραφείσης πρὸς Ἀκάκιον τὸν τῆς Βεροιαίων καὶ Συμεῶνα τὸν ἐν Ἀντιοχείαι
ἀναχωρητὴν καὶ ἄλλαις ἐπαρχίαις ἰδίαι ἑκάστωι: —
κ̅δ̅ Τοῦ ἁγίου Κυρίλλου ἐπιστολὴ γραφεῖσα πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν Κωνσταντινου-
πόλεως: —
κ̅ε̅ Θεῖον γράμμα ἀποσταλὲν ἐν Ἀλεξανδρείαι Κυρίλλωι ἐπισκόπωι καὶ τοῖς κατὰ χώραν
τῶν μητροπόλεων ἐπισκόποις: —
κ̅Ϛ̅ Πρὸ τῆς συνόδου ἐπιστολὴ Κυρίλλου πρὸς τοὺς ἐν Ἀλεξανδρείαι, ἀπὸ Ῥόδου: —
κ̅ζ̅ Τοῦ αὐτοῦ ἐπιστολὴ δευτέρα, ἀπὸ Ἐφέσου: —
κ̅η̅ Τοῦ αὐτοῦ ἐπιστολὴ τρίτη, περὶ τῆς συνόδου: —
κ̅θ̅ Τοῦ αὐτοῦ ἐπιστολὴ τετάρτη, περὶ τῆς καθαιρέσεως Νεστορίου: —
λ̅ Ἐπιστολὴ Ἰωάννου Ἀντιοχείας πρὸς Κύριλλον: —
λ̅α̅ Πάντων συνεδρευσάντων ἐν Ἐφέσωι, ἀπεστάλη ἐν Ἐφέσωι τὸ ἑξῆς θεῖον γράμμα: —
λ̅β̅ Καὶ μετὰ τὸ ἀναγνωσθῆναι ἐν Ἐφέσωι τοῦτο αὐτὸ τὸ προγεγραμμένον θεῖον γράμμα
πράττεται παρὰ τῶν ἁγίων πατέρων καὶ ἐπισκόπων τὰ τῆι ὑποθέσει ἡρμοσμένα: —
λ̅γ̅ Αἱ ὀνομασίαι τῶν ἐν τῆι συνόδωι ἐπισκόπων καὶ τῶν πόλεων αὐτῶν: —
λ̅δ̅ Διδασκαλία Πέτρου πρεσβυτέρου Ἀλεξανδρείας καὶ νοταρίου περὶ τῶν Νεστορίου
ὁμιλιῶν: —
λ̅ε̅ Διαλαλιὰ Ἰουβεναλίου ἐπισκόπου Ἱεροσολύμων περὶ τῆς ἀναγνώσεως τοῦ θείου γράμ-
ματος τοῦ πρὸς ἕκαστον μητροπολίτην ἀποσταλέντος: —
λ̅Ϛ̅ Αἴτησις Φίρμου ἐπισκόπου Καισαρείας Καππαδοκίας καὶ κατάθεσις Μέμνονος ἐπισκόπου
Ἐφέσου περὶ τοῦ ποιῆσαι τοὺς ἐπισκόπους ἡμέρας δέκα καὶ ἓξ ἐν Ἐφέσωι μετὰ τὴν
ὁρισθεῖσαν προθεσμίαν, καὶ τότε συνήδρευσαν: —
λ̅ζ̅ Διαλαλιὰ Θεοδότου ἐπισκόπου Ἀγκύρας περὶ τοῦ παραγενέσθαι Νεστόριον ἐν τῆι
συνόδωι: —
λ̅η̅ Καταθέσεις τῶν ἐπισκόπων τῶν ἀποσταλέντων πρὸς Νεστόριον: —
λ̅θ̅ Διαλαλιὰ Φλαβιανοῦ ἐπισκόπου Φιλίππων περὶ τοῦ κληθῆναι Νεστόριον ἐκ δευτέρου: —
μ̅ Καταθέσεις τῶν ἀποσταλέντων ἐπισκόπων ἐν τῆι δευτέραι κλήσει Νεστορίου: —
μ̅α̅ Διαλαλιὰ Φλαβιανοῦ περὶ τρίτης κλήσεως: —
μ̅β̅ Καταθέσεις τῶν ἐν τῆι τρίτηι κλήσει ἀποσταλέντων ἐπισκόπων: —
μ̅γ̅ Διαλαλιὰ Ἰουβεναλίου ἐπισκόπου Ἱεροσολύμων περὶ τῶν τριῶν Νεστορίου κλήσεων καὶ
περὶ τῆς ἀναγνώσεως τοῦ συμβόλου: —
μ̅δ̅ Διδασκαλία Πέτρου πρεσβυτέρου καὶ νοταρίου καὶ διαλαλιὰ Ἀκακίου ἐπισκόπου Μελιτη-
νῆς περὶ τῆς δευτέρας Κυρίλλου πρὸς Νεστόριον ἐπιστολῆς: —
μ̅ε̅ Καταθέσεις πάντων τῶν ἐπισκόπων περὶ τῆς αὐτῆς ἐπιστολῆς: —
μ̅Ϛ̅ Διαλαλιὰ Παλλαδίου ἐπισκόπου Ἀμασείας περὶ τῆς ἀναγνώσεως τῆς Νεστορίου πρὸς
Κύριλλον ἐπιστολῆς: —
5
μ̅ζ̅ Καταθέσεις πάντων τῶν ἐπισκόπων περὶ τῆς αὐτῆς ἐπιστολῆς: —
μ̅η̅ Αἱ τῶν ἐπισκόπων ἐκβοήσεις κατὰ Νεστορίου: —
μ̅θ̅ Διαλαλιὰ Ἰουβεναλίου ἐπισκόπου Ἱεροσολύμων περὶ τῆς ἀναγνώσεως τῆς ἐπιστολῆς
Κελεστίνου ἐπισκόπου Ῥώμης: —
ν̅ Καταθέσεις τῶν ἐπισκόπων ἀποδεδωκότων Νεστορίωι τὰς ἐπιστολάς: —
ν̅α̅ Διδασκαλία Φείδου ἐπισκόπου Ἰόππης περὶ ὧν καὶ ἐν Ἐφέσωι Νεστόριος ἐδυσφήμη-
σεν: —
ν̅β̅ Διαλαλιὰ Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας περὶ τῶν αὐτῶν δυσφημιῶν: —
ν̅γ̅ Καταθέσεις Θεοδότου ἐπισκόπου Ἀγκύρας καὶ Ἀκακίου ἐπισκόπου Μελιτηνῆς: —
ν̅δ̅ Διδασκαλία Πέτρου πρεσβυτέρου καὶ νοταρίου περὶ τῶν χρήσεων τῶν ἁγίων πατέρων: —
ν̅ε̅ Ὅτε Χαρίσιος προσῆλθε τῆι συνόδωι κατὰ τῶν τεσσαρεσκαιδεκατιτῶν: —
ν̅Ϛ̅ Οἱ ἐπιδοθέντες λίβελλοι παρὰ Χαρισίου πρεσβυτέρου: —
ν̅ζ̅ Ἴσον ἐκθέσεως τοῦ παραπλασθέντος συμβόλου: —
ν̅η̅ Αἱ ὑπογραφαὶ τῶν μεταθεμένων ἀπὸ τῶν τεσσαρεσκαιδεκατιτῶν καὶ ὑπογραψάντων εἰς
αὐτό: —
ν̅θ̅ Ὅρος τῆς συνόδου περὶ τοῦ μηδενὶ ἐξεῖναι πίστιν ἑτέραν ἐκτίθεσθαι παρὰ τὸ ἅγιον
σύμβολον: —
ξ̅ Διδασκαλία Πέτρου πρεσβυτέρου καὶ νοταρίου καὶ διαλαλιὰ Φλαβιανοῦ ἐπισκόπου
Φιλίππων περὶ τῆς ἀναγνώσεως τῶν Νεστορίου λόγων: —
ξ̅α̅ Διδασκαλία Πέτρου πρεσβυτέρου καὶ νοταρίου περὶ τῆς σταλείσης ἐπιστολῆς ἀπὸ Καρ-
θαγένης παρὰ Καπραιόλου ἐπισκόπου: —
ξ̅β̅ Ἀπόφασις τῆς συνόδου κατὰ Νεστορίου καὶ ὑπογραφαὶ τῶν ἐπισκόπων: —
ξ̅γ̅ Καθαίρεσις: —
ξ̅δ̅ Τῆι ἑξῆς τοῦ καθαιρεθῆναι τὸν αὐτὸν Νεστόριον ἀπεστάλη αὐτῶι τοῦτο τὸ ἐπίσταλμα
παρὰ τῆς ἁγίας συνόδου: —
ξ̅ε̅ Ἐπιστολὴ πεμφθεῖσα πρὸς τοὺς κληρικοὺς καὶ οἰκονόμους τῆς ἐκκλησίας Κωνσταντι-
νουπόλεως ἐν αὐτῆι τῆι ἡμέραι ἐν ἧι αὐτῶι Νεστορίωι ἀπεστάλη: —
ξ̅Ϛ̅ Τῶν εὑρεθέντων ἐν Κωνσταντινουπόλει ἐπισκόπων ὑπομνηστικόν: —
ξ̅ζ̅ Ἡ σταλεῖσα ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου Κομαρίωι καὶ Ποτάμωνι ἐπισκόποις καὶ τῶι
ἀρχιμανδρίτηι Δαλματίωι καὶ Τιμοθέωι καὶ Εὐλογίωι: —
ξ̅η̅ Κυρίλλου ἐπιστολὴ γραφεῖσα ἀπὸ Ἐφέσου πρὸς τοὺς πατέρας τῶν μοναζόντων: —
ξ̅θ̅ Συνοδικὴ ἐπιστολὴ πρὸς τὸν κλῆρον καὶ τὸν λαόν: —
ο̅ Ὁμιλία Ῥηγίνου ἐπισκόπου Κύπρου λεχθεῖσα ἐν Ἐφέσωι μετὰ τὴν καθαίρεσιν Νεστορίου: —
ο̅α̅ Ὁμιλία Θεοδότου ἐπισκόπου Ἀγκύρας λεχθεῖσα ἐν Ἐφέσωι: —
ο̅β̅ Τοῦ αὐτοῦ εἰς τὴν γένναν τοῦ σωτῆρος ἀναγνωσθεῖσα ἐν τῆι συνόδωι ἐπὶ τοῦ ἐπι-
σκόπου Κυρίλλου: —
ο̅γ̅ Τοῦ αὐτοῦ λεχθεῖσα ἐν τῆι ἡμέραι τῆς γεννήσεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ·
ὑπανεγνώσθη δὲ καὶ αὐτὴ ἐν τῆι αὐτῆι συνόδωι: —
6
ο̅δ̅ Ἀκακίου ἐπισκόπου Μελιτηνῆς ὁμιλία λεχθεῖσα ἐν Ἐφέσωι: —
ο̅ε̅ Ὁμιλία Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας λεχθεῖσα ἐν Ἐφέσωι συνάξεων ἐπιτελουμέ-
νων καθαιρεθέντος Νεστορίου: —
ο̅Ϛ̅ Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα ἐν ἡμέραι τοῦ ἁγίου Ἰωάννου τοῦ εὐαγγελιστοῦ: —
ο̅ζ̅ Τοῦ αὐτοῦ ἐν Ἐφέσωι ὁμιλία ὡραία πάνυ:
ο̅η̅ Τοῦ αὐτοῦ κατὰ Ἰωάννου τοῦ Ἀντιοχείας: —
ο̅θ̅ Τοῦ αὐτοῦ πρὶν συσχεθῆναι παρὰ τοῦ κόμητος καὶ ὑπὸ στρατιωτῶν φυλαχθῆναι: —
π̅ Τοῦ αὐτοῦ πρὸς Νεστόριον, ἡνίκα κατῆλθον οἱ ἑπτὰ εἰς τὴν ἁγίαν Μαρίαν: —
π̅α̅ Ἀναφορὰ πρὸς τοὺς εὐσεβεστάτους βασιλεῖς περὶ τῆς καθαιρέσεως Νεστορίου: —
π̅β̅ Ἀναφορὰ πρὸς Κελεστῖνον ἐπίσκοπον Ῥώμης: —
π̅γ̅ Ἴσον βασιλικοῦ γράμματος ἀποσταλέντος ἐν Ἐφέσωι πρὸς τὴν ἁγίαν σύνοδον διὰ
Παλλαδίου μαγιστριανοῦ: —
π̅δ̅ Ἴσον ἀναφορᾶς τῆς ἁγίας συνόδου σταλείσης διὰ Παλλαδίου μαγιστριανοῦ Καλανδῶν
Ἰουλίων Ἐπιφὶ ζ̅ ἰνδ. ι̅ε̅: —
π̅ε̅ Ἴσον ἐπιστολῆς γραφείσης παρὰ τῆς ἁγίας συνόδου πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν
Κωνσταντινουπόλεως: —
π̅Ϛ̅ Ἴσον ἐπιστολῆς γραφείσης παρὰ τοῦ κλήρου Κωνσταντινουπόλεως πρὸς τὴν ἁγίαν
σύνοδον: —
π̅ζ̅ Λίβελλοι ἐπιδοθέντες παρὰ τῶν ἁγιωτάτων ἐπισκόπων Κυρίλλου καὶ Μέμνονος: —
π̅η̅ Διαλαλιὰ Ἰουβεναλίου ἐπισκόπου Ἱεροσολύμων περὶ τῆς ἀναγνώσεως τῶν αὐτῶν
λιβέλλων: —
π̅θ̅ Καταθέσεις τῶν ἐπισκόπων τῶν ἀποσταλέντων παρὰ τῆς συνόδου πρὸς Ἰωάννην
Ἀντιοχείας: —
Ϟ̅ Διαλαλιὰ τῆς συνόδου ἀνατρέπουσα τὰ πεπραγμένα παρὰ Ἰωάννου κατὰ Κυρίλλου καὶ
Μέμνονος: —
Ϟ̅α̅ Ἐπιστολὴ ἀποσταλεῖσα παρὰ τῆς συνόδου τοῖς καθ' ἑκάστην ἐπαρχίαν τε καὶ πόλιν
ἐπισκόποις πρεσβυτέροις διακόνοις καὶ παντὶ τῶι λαῶι: —
Ϟ̅β̅ Ἴσον ἀναφορᾶς τῆς συνόδου πρὸς τοὺς βασιλεῖς: —
Ϟ̅γ̅ Ἴσον σάκρας ἀποσταλείσης διὰ Ἰωάννου τοῦ κόμητος τῶν σάκρων τῆι συνόδωι: —
Ϟ̅δ̅ Ἴσον ἀναφορᾶς τῆς ἁγίας συνόδου πρὸς τὴν σάκραν τὴν ἀναγνωσθεῖσαν παρὰ Ἰω-
άννου κόμητος τῶν σάκρων: —
Ϟ̅ε̅ Ἐντολιμαῖον γράμμα πρὸς τοὺς ζ̅ ὥστε ἐν Κωνσταντινουπόλει δικάσασθαι πρὸς Ἰω-
άννην ἐπίσκοπον Ἀντιοχείας: —
Ϟ̅Ϛ̅ Ἴσον ἐντολικοῦ: —
7
Ϟ̅ζ̅ Ἐπιστολὴ γραφεῖσα παρὰ τοῦ αὐτοῦ Ἰωάννου καὶ τῶν σὺν αὐτῶι πρὸς Ῥοῦφον ἐπί-
σκοπον Θεσσαλονίκης: —
Ϟ̅η̅ Ἴσον ἐπιστολῆς γραφείσης τῆι ἐν Ἐφέσωι ἁγίαι συνόδωι παρὰ τῶν εὑρεθέντων ἐν Κων-
σταντινουπόλει ἐπισκόπων: —
Ϟ̅θ̅ Ἀντίγραμμα τῆς προτεταγμένης ἐπιστολῆς παρὰ τῆς συνόδου: —
ρ̅ Ἴσον ἐπιστολῆς Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τὸν κλῆρον Κωνσταντινου-
πόλεως: —
ρ̅α̅ Ἴσον ἐπιστολῆς Μέμνονος ἐπισκόπου Ἐφέσου πρὸς τὸν κλῆρον Κωνσταντινουπόλεως: —
ρ̅β̅ Ἀναφορὰ πρὸς τοὺς βασιλεῖς περὶ τῆς ὑπογραφῆς παρὰ τῆς συνόδου: —
ρ̅γ̅ Δέησις παρὰ τοῦ κλήρου Κωνσταντινουπόλεως πρὸς τὸν εὐσεβέστατον βασιλέα: —
ρ̅δ̅ Ἐπιστολὴ Κυρίλλου πρὸς Θεόπεμπτον Ποτάμωνα καὶ Δανιὴλ ἐπισκόπους: —
ρ̅ε̅ Συνοδικὴ ἐπιστολὴ πρὸς τὸν κλῆρον Κωνσταντινουπόλεως: —
ρ̅Ϛ̅ Ἴσον ὑπομνήματος πραχθέντος ἐπὶ τῆι παρουσίαι τῶν ἀπὸ Ῥώμης ἐλθόντων ἐπισκόπων
καὶ πρεσβυτέρων: —
ρ̅ζ̅ Ἴσον ἀναφορᾶς πρὸς τοὺς εὐσεβεστάτους βασιλεῖς περὶ τῶν ἀπὸ Ῥώμης ἐπισκόπων τε
καὶ πρεσβυτέρων διὰ τοῦ διακόνου Εὐτυχίου: —
ρ̅η̅ Ἀντίγραφον ἀναφορᾶς παρὰ τῆς συνόδου διὰ Ἰουβεναλίου Φίρμου Φλαβιανοῦ Ἀρκα-
δίου Ἀκακίου Θεοδότου Εὐοπτίου ἐπισκόπων καὶ Φιλίππου πρεσβυτέρου: —
ρ̅θ̅ Βασιλικὸν θέσπισμα τὸ δημεῦον καὶ ἐξορίζον Νεστόριον: —
ρ̅ι̅ Ἀντίγραφον ἑρμηνείας βασιλικοῦ θεσπίσματος γραφέντος πρὸς Ἰσίδωρον ἔπαρχον πραι-
τωρίων καὶ ὕπατον περὶ τῆς ἐξορίας Νεστορίου: —
ρ̅ι̅α̅ Ἀντίγραφον θείου νόμου: —
ρ̅ι̅β̅ Διάταξις τῶν ἐπάρχων: —
ρ̅ι̅γ̅ Ἐπιστολὴ συνοδικὴ γραφεῖσα ἀπὸ Κωνσταντινουπόλεως: —
ρ̅ι̅δ̅ Ἐπιστολὴ γραφεῖσα παρὰ τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως Μαξιμιανοῦ
πρὸς Κύριλλον ἀρχιεπίσκοπον Ἀλεξανδρείας: —
ρ̅ι̅ε̅ Ἐπιστολὴ Κυρίλλου πρὸς Μαξιμιανὸν ἐπίσκοπον Κωνσταντινουπόλεως: —
ρ̅ι̅Ϛ̅ Ἐπιστολὴ Ἀλυπίου πρεσβυτέρου τῶν ἀποστόλων πρὸς Κύριλλον: —
ρ̅ι̅ζ̅ Κύριλλος Ἀλυπίωι πρεσβυτέρωι: —
ρ̅ι̅η̅ Κυρίλλου ἀπολογητικὸς πρὸς τὸν βασιλέα Θεοδόσιον: —
ρ̅ι̅θ̅ Τοῦ αὐτοῦ πρὸς Οὐαλεριανὸν ἐπίσκοπον κατὰ τῶν τὰ Νεστορίου φρονούντων: —
ρ̅κ̅ Ἴσον θείου γράμματος ἀποσταλέντος δι' Ἀριστολάου τριβούνου καὶ νοταρίου Ἰωάννηι
ἐπισκόπωι Ἀντιοχείας περὶ τῆς εἰρήνης καὶ ἑνώσεως τῶν ἐκκλησιῶν: —
ρ̅κ̅α̅ Θεῖον γράμμα ἀποσταλὲν πρὸς Ἀκάκιον ἐπίσκοπον Βεροίας: —
ρ̅κ̅β̅ Λίβελλος ἐπιδοθεὶς τῶι ἀρχιεπισκόπωι Κυρίλλωι παρὰ Παύλου ἐπισκόπου Ἐμέσης τοῦ
ἀποσταλέντος παρὰ Ἰωάννου τοῦ Ἀντιοχείας ἐπισκόπου: —
ρ̅κ̅γ̅ Ἐπιστολὴ Ἰωάννου ἐπισκόπου Ἀντιοχείας πρὸς Κύριλλον: —
8
ρ̅κ̅δ̅ Ὁμιλία Παύλου ἐπισκόπου Ἐμέσης λεχθεῖσα Χοιὰκ εἰκοστῆι ἐνάτηι ἐν τῆι μεγάληι
ἐκκλησίαι Ἀλεξανδρείας καθημένου τοῦ μακαρίου Κυρίλλου εἰς τὴν γένναν τοῦ Χριστοῦ
καὶ ὅτι θεοτόκος ἡ ἁγία παρθένος Μαρία καὶ ὅτι οὐ δύο υἱοὺς λέγομεν, ἀλλ' ἕνα υἱὸν
καὶ κύριον τὸν Χριστόν, καὶ εἰς τὸν ἀρχιεπίσκοπον ἐγκώμια: —
ρ̅κ̅ε̅ Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα ἐν τῆι μεγάληι ἐκκλησίαι Ἀλεξανδρείας Τυβὶ Ϛ̅ εἰς τὴν
ἐνανθρώπησιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν ἀρχιεπίσκοπον Κύριλλον
ἐγκώμια: —
ρ̅κ̅Ϛ̅ Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὸν προεξηγησάμενον καὶ εἰς τὴν ἐνανθρώ-
πησιν τοῦ κυρίου: —
ρ̅κ̅ζ̅ Ἐπιστολὴ Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας πρὸς Ἰωάννην Ἀντιοχείας: —
ρ̅κ̅η̅ Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Ἀκάκιον ἐπίσκοπον Μελιτηνῆς: —
ρ̅κ̅θ̅ Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δυνατὸν ἐπίσκοπον Νικοπόλεως Παλαιᾶς Ἠπείρου: —
ρ̅λ̅ Ἰωάννου ἐπισκόπου Ἀντιοχείας καὶ τῶν λοιπῶν τῶν σὺν αὐτῶι ἐπιστολὴ πρὸς Ξύστον
ἐπίσκοπον Ῥώμης καὶ πρὸς Κύριλλον ἐπίσκοπον Ἀλεξανδρείας καὶ πρὸς Μαξιμιανὸν
ἐπίσκοπον Κωνσταντινουπόλεως: —
ρ̅λ̅α̅ Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας ἐπιστολὴ πρὸς Μαξιμιανὸν ἐπίσκοπον Κωνσταντι-
νουπόλεως: —
ρ̅λ̅β̅ Τοῦ αὐτοῦ πρὸς Εὐλόγιον πρεσβύτερον Ἀλεξανδρείας στατίζοντα ἐν Κωνσταντινουπόλει: —
ρ̅λ̅γ̅ Τοῦ αὐτοῦ πρὸς Ἰωάννην ἐπίσκοπον Ἀντιοχείας καὶ τὴν συναχθεῖσαν ἐκεῖ σύνοδον: —
ρ̅λ̅δ̅ Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Ἀκάκιον ἐπίσκοπον [Μελιτηνῆς] περὶ τοῦ ἀποπομπαίου: —
ρ̅λ̅ε̅ Τοῦ αὐτοῦ εἰς τὸ ἅγιον σύμβολον: —
ρ̅λ̅Ϛ̅ Τοῦ αὐτοῦ πρὸς Νεστόριον, ἡνίκα κατῆλθον οἱ ἑπτὰ εἰς τὴν ἁγίαν Μαρίαν: —
ρ̅λ̅ζ̅ Βασιλικὸς νόμος περὶ τῶν προσφευγόντων ἐν ἐκκλησίαι: —
ρ̅λ̅η̅ Ἴσον θείου θεσπίσματος τοῦ εὐσεβεστάτου βασιλέως Θεοδοσίου κατά τε Πορφυρίου
καὶ Νεστοριανῶν καὶ κατὰ Εἰρηναίου ἐπισκόπου Τυρίων: —
ρ̅λ̅θ̅ Διάταγμα προτεθὲν παρὰ τῶν ἐπάρχων μετὰ τοῦ θείου πραγματικοῦ κατὰ Πορφυρίου
καὶ Νεστορίου καὶ Εἰρηναίου: —
ρ̅μ̅ Κυρίλλου περὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ λόγου τοῦ υἱοῦ τοῦ πατρός: —
ρ̅μ̅α̅ Συζήτησις περὶ τοῦ αὐτοῦ: —
ρ̅μ̅β̅ Ὅροι ἐπισκόπων τῶν ἐν Νικαίαι συναχθέντων ἐν τῆι συνόδωι καὶ ἔκθεσις τῆς αὐτῆς
συνόδου κατὰ Παύλου Σαμοσατέως: —
ρ̅μ̅γ̅ Δέησις Βασιλείου διακόνου καὶ λοιπῶν μοναχῶν πρὸς τοὺς φιλοχρίστους βασιλεῖς: —
ρ̅μ̅δ̅ Κυρίλλου ἐπιστολὴ πρὸς Κελεστῖνον: —
ρ̅μ̅ε̅ Τοῦ αὐτοῦ συνοδικὴ πρὸς τοὺς ἐν Κωνσταντινουπόλει μοναχούς: —
ρ̅μ̅Ϛ̅ Ἀναφορὰ Νεστορίου καὶ τῶν σὺν αὐτῶι ἐπισκόπων πρὸς τὸν βασιλέα περὶ τῶν πεπραγ-
μένων παρὰ τῆι ἁγίαι συνόδωι, γραφεῖσα πρὸ τοῦ παραγενέσθαι ἐν Ἐφέσωι τὸν
Ἀντιοχείας ἐπίσκοπον: —
9
ρ̅μ̅ζ̅ Θεῖον γράμμα ἀποσταλὲν τῆι ἁγίαι συνόδωι διὰ Κανδιδιανοῦ τοῦ καὶ τὴν εὐταξίαν
τῆς συνόδου ἐγχειρισθέντος: —
ρ̅μ̅η̅ Ἐπίλυσις τῶν δώδεκα κεφαλαίων ῥηθεῖσα ἐν Ἐφέσωι ὑπὸ Κυρίλλου, τῆς ἁγίας συνόδου
ἀξιωσάσης αὐτὸν σαφέστερον αὐτοῖς ἐκτρανωθῆναι τὴν τούτων λύσιν: —
ρ̅μ̅θ̅ Κυρίλλου προσφωνητικὸς ταῖς εὐσεβεστάταις βασιλίσσαις περὶ τῆς ὀρθῆς πίστεως: —
ρ̅ν̅ Τοῦ αὐτοῦ ἕτερος προσφωνητικὸς ταῖς εὐσεβεστάταις δεσποίναις: —
ρ̅ν̅α̅ Ὑπομνήματα παρὰ τοῖς Ἀνατολικοῖς ἐπισκόποις πραχθέντα κατὰ Κυρίλλου καὶ Μέμ-
νονος καὶ τῆς ἁγίας συνόδου: —
ρ̅ν̅β̅ Γράμμα τῶν αὐτῶν περὶ τῆς ἀκοινωνησίας σταλὲν τῆι ἁγίαι συνόδωι: —
ρ̅ν̅γ̅ Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὸν βασιλέα δι' ἧς ἐμήνυσαν τὰ πραχθέντα καὶ τὴν αἰτίαν
τῆς βραδυτῆτος τῆς ἀφίξεως τοῦ Ἀντιοχείας: —
ρ̅ν̅δ̅ Ἀναφορὰ πρὸς τὸν βασιλέα Ἰωάννου ἀρχιεπισκόπου Ἀντιοχείας καὶ τῶν σὺν αὐτῶι,
ἣν ἀντέγραψαν διὰ Παλλαδίου: —
ρ̅ν̅ε̅ Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν κλῆρον Κωνσταντινουπόλεως: —
ρ̅ν̅Ϛ̅ Ἑτέρα πρὸς τὴν ἐν Κωνσταντινουπόλει σύγκλητον: —
ρ̅ν̅ζ̅ Ἑτέρα πρὸς τὸν ἐν Κωνσταντινουπόλει λαόν: —
ρ̅ν̅η̅ Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὸν βασιλέα περὶ τῆς καθαιρέσεως Κυρίλλου καὶ Μέμνονος: —
ρ̅ν̅θ̅ Ἑτέρα ἀναφορά, ἣν δεδώκασι μετὰ τῆς προειρημένης Εἰρηναίωι τῶι κόμητι: —
ρ̅ξ̅ Ἑτέρα ἀναφορὰ τῶν αὐτῶν πρὸς τὰς βασιλίδας: —
ρ̅ξ̅α̅ Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν ἔπαρχον: —
ρ̅ξ̅β̅ Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν πραιπόσιτον: —
ρ̅ξ̅γ̅ Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὸν βασιλέα, ἧς προέταξαν τὸ σύμβολον τῶν ἐν Νικαίαι,
ἀναγαγόντες τὰ τυπωθέντα ὑπὸ τῆς ἁγίας συνόδου ἐπὶ τοῖς δοθεῖσιν αὐτῆι λιβέλλοις
παρὰ Κυρίλλου καὶ Μέμνονος, ἥτις ἐστάλη Εἰρηναίωι κόμητι καὶ δι' αὐτοῦ ἐπεδόθη: —
ρ̅ξ̅δ̅ Ἐπιστολὴ κόμητος Εἰρηναίου πρὸς τοὺς Ἀνατολικοὺς περὶ τῶν πραχθέντων μετὰ τὴν
ἐν Κωνσταντινουπόλει εἴσοδον αὐτοῦ καὶ τὴν τῶν ἀναφορῶν ἀπόδοσιν: —
ρ̅ξ̅ε̅ Τὰ ἀντιλεγόμενα ἐκ τῶν Νεστορίου δυσφημιῶν κεφάλαια ἐν τοῖς κατ' αὐτοῦ γεγραμ-
μένοις πέντε βιβλίοις τῶι ἐν ἁγίοις Κυρίλλωι ἤγουν ἐν μὲν τῶι α̅ κεφάλαια ι̅α̅, ἐν τῶι
δευτέρωι ι̅δ̅, ἐν τῶι τρίτωι ἕξ, ἐν τῶι δ̅ ἑπτὰ καὶ ἐν τῶι πέμπτωι ἑπτά: —
ρ̅ξ̅Ϛ̅ Ἡ κατὰ τῶν τοιούτων κεφαλαίων πεντάβιβλος ἀντίρρησις ἤγουν οἱ πέντε τόμοι τοῦ
ἁγίου Κυρίλλου: —
ρ̅ξ̅ζ̅ Ἐπιστολὴ Θεοδωρήτου κατὰ τοῦ ἁγίου Κυρίλλου περὶ τῶν γραφέντων παρ' αὐτοῦ
δώδεκα κεφαλαίων ἀναθεματισμῶν διαλαμβάνουσα: —
ρ̅ξ̅η̅ Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου πρὸς Εὐόπτιον πρὸς τὴν παρὰ Θεοδωρήτου κατὰ τῶν
δώδεκα κεφαλαίων ἀντίρρησιν: —
ρ̅ξ̅θ̅ Αὐτὰ τὰ τοῦ ἁγίου Κυρίλλου κεφάλαια τῶν ἀναθεματισμῶν δώδεκα, ἔχοντα ἓν ἕκαστον
ὑποτεταγμένην τὴν παρὰ Θεοδωρήτου μέμψιν καὶ τὴν παρὰ τοῦ ἁγίου Κυρίλλου πρὸς
τὴν μέμψιν ἀντίρρησιν καὶ ἀπολογίαν: —
ρ̅ο̅ Τοῦ ἁγίου Γρηγορίου τοῦ θαυματουργοῦ ἐπισκόπου Νεοκαισαρείας κεφάλαια περὶ
πίστεως δώδεκα, ἐν οἷς καὶ ἀναθεματισμὸς κεῖται καὶ ἑρμηνεία ἑκάστωι ὑποτέτακται: —
ρ̅ο̅α̅ Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας πρὸς τὸν μακαριώτατον
Σούκενσον ἐπίσκοπον τῆς Διοκαισαρέων: —
ρ̅ο̅β̅ Ἕτερον ὑπομνηστικὸν ἀντιγραφὲν πρὸς τὰς πεύσεις ἡμῶν παρ' αὐτοῦ: —
10
Κύριλλος πρεσβυτέροις καὶ διακόνοις πατράσι μοναχῶν καὶ τοῖς σὺν ὑμῖν τὸν μονήρη
βίον ἀσκοῦσιν καὶ ἐν πίστει θεοῦ ἱδρυμένοις ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἐν κυρίωι χαί-
ρειν. Ἀφίκοντο μὲν τινὲς κατὰ τὸ εἰωθὸς ἐν Ἀλεξανδρείαι τῶν σὺν ὑμῖν· ἐρομένωι δέ
μοι καὶ φιλοπευστοῦντι λίαν εἰ τῆς τῶν πατέρων ἐπιεικείας ἰόντες κατ' ἴχνος καὶ ὑμεῖς
αὐτοὶ πίστει μὲν ὀρθῆι τε καὶ ἀμωμήτωι διαπρέπειν ἐπείγεσθε, πολιτείαι δὲ τῆι παγκάληι
κατασεμνύνεσθε καὶ τοῖς τῆς ἀσκήσεως ἐναβρύνεσθε πόνοις, τρυφὴν ἀληθῶς ἡγούμενοι
τὸ ὑπέρ γε τοῦ ἀγαθοῦ τληπαθεῖν ἑλέσθαι γεννικῶς, ἀπήγγελλον μὲν ἐκεῖνοι ταῦτά γε ὑμῖν
οὕτως ἔχειν, προσέθεσαν δὲ ὅτι τοῖς τῶν προλαβόντων ἀνδραγαθήμασιν ἁμιλλᾶσθε φιλοτι-
μότερον. ἔχαιρον οὖν ἀναγκαίως ἐγὼ καί μοι διεχεῖτο πρὸς εὐθυμίαν ὁ νοῦς τὰς τῶν
ἐμῶν τέκνων εὐδοκιμήσεις οἰκειουμένωι, καὶ σφόδρα εἰκότως. καὶ γάρ ἐστι τῶν ἀτόπων
παιδοτρίβας μὲν ταῖς τῶν νέων ἐπιγάνυσθαι ῥώμαις κἂν εἴ τι γένοιτο παρ' αὐτῶν τῶν
εἰς ἐπαίνους τελούντων τῆι τέχνηι, τοῦτο ταῖς σφῶν αὐτῶν οἷά τινα στέφανον ἀνάπτειν
κεφαλαῖς καὶ τῆς ἐκείνων ἀνδρείας μερίζεσθαι τὰ αὐχήματα, ἡμᾶς δὲ πατέρας ὄντας πνευ-
ματικοὺς καὶ λόγοις ὑμᾶς ἐπαλείφοντας τοῖς εἰς ἀγαθὴν εὐτολμίαν, ἵνα καταθλήσαντες μὲν
τῶν τῆς σαρκὸς κινημάτων παραιτούμενοι δὲ τὸ πίπτειν εἰς ἁμαρτίαν καὶ μὴν καὶ ἡττᾶσθαι
πειράζοντι τῶι σατανᾶι κομίσησθε τὸ βραβεῖον, μὴ οὐχὶ δὴ μᾶλλον ἢ ἐκεῖνοι θεοφιλοῦς
ἀναπίμπλασθαι θυμηδίας. οὐκοῦν, καθά φησιν τοῦ σωτῆρος ὁ μαθητής, <σπουδὴν
πᾶσαν παρεισενεγκόντες ἐπιχορηγήσατε ἐν τῆι πίστει ὑμῶν τὴν ἀρετήν,
ἐν δὲ τῆι ἀρετῆι τὴν γνῶσιν, ἐν δὲ τῆι γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῆι
ἐγκρατείαι τὴν ὑπομονήν, ἐν δὲ τῆι ὑπομονῆι τὴν εὐσέβειαν, ἐν δὲ τῆι
εὐσεβείαι τὴν φιλαδελφίαν, ἐν δὲ τῆι φιλαδελφίαι τὴν ἀγάπην. ταῦτα γὰρ
ὑμῖν παρόντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν
εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν.> χρῆναι γὰρ ἔγωγε φημὶ
τοὺς οἵπερ ἂν ἕλοιντο τῆς ἐν Χριστῶι νοουμένης ζωῆς τὴν εὐκλεᾶ τε καὶ ἀξιέραστον διάιτ-
τειν ὁδόν, πρῶτον μὲν ἁπλῆι τε καὶ ἀλωβήτωι κατασεμνύνεσθαι πίστει, προσεπάγειν δὲ
οὕτως αὐτῆι τὴν ἀρετήν, οὗ δὴ γεγονότος πειρᾶσθαι καταπλουτεῖν τοῦ κατὰ Χριστὸν μυ-
11
στηρίου τὴν γνῶσιν καὶ ἀναφοιτᾶν εὖ μάλα πρὸς τελεωτάτην σύνεσιν. τοῦτο γάρ,
οἶμαι, ἐστὶν τὸ <εἰς ἄνδρα τέλειον> καταντῆσαι καὶ <εἰς μέτρον ἡλικίας> ἐλθεῖν <τοῦ πλη-
ρώματος> αὐτοῦ. νήψει δὴ οὖν τῆι πρεπούσηι μονασταῖς τὰς ἑαυτῶν ὀσφύας εὖ μάλα
διεζωσμένοι κατανδρίζεσθε τῶν παθῶν ψυχικῶν τε ἅμα καὶ σωματικῶν· ἔσεσθε γὰρ οὕτω
λαμπροὶ καὶ εὐδόκιμοι καὶ ἐν καλῶι τῆς ἐλπίδος τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης. ἔστω
δὲ ἐν ὑμῖν καὶ πρό γε τῶν ἄλλων ἡ πίστις ὀρθὴ καὶ τὸ ἀνεπίληπτον ἔχουσα παντελῶς.
οὕτω γὰρ οὕτω καὶ ὑμεῖς αὐτοὶ τὴν τῶν ἁγίων πατέρων ἰχνηλατοῦντες εὐσέβειαν ἐναυλι-
σθήσεσθε σὺν αὐτοῖς ταῖς ἄνω μοναῖς καὶ σκηνὰς οἰκήσετε τὰς ἐν οὐρανοῖς, ὧν καὶ ὁ θε-
σπέσιος Ἡσαίας διαμέμνηται λέγων· <οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλήμ, πόλις
πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν.>
Λαμπρὸς μὲν οὖν ὅτι καὶ ἀξιάγαστος ὑμῖν ὁ βίος ὀρθή τε καὶ ἀκαπήλευτος ἐνίδρυται
πίστις, οὐκ ἠγνόηκα, πόθεν; τετάραγμαι δὲ οὐ μετρίως ἀκηκοὼς ὅτι θρύλοι τινὲς εἰς ὑμᾶς
ἀφίκοντο χαλεποὶ καὶ περινοστοῦσι τινὲς τὴν ἁπλῆν ὑμῶν παραλύοντες πίστιν καὶ ῥηματίων
εἰκαίων ἀποπτύοντες ὄχλον ἀναπυνθανόμενοί τε καὶ λέγοντες τὴν ἁγίαν παρθένον πότερόν
ποτε θεοτόκον ἢ μὴ κατονομάζεσθαι χρή. καὶ ἦν μὲν ἄμεινον τῶν τοιούτων ὑμᾶς ζητη-
μάτων εἰς ἅπαν ἀποφοιτᾶν καὶ ἃ μόλις ἐστὶν ὡς ἐν ἐσόπτρωι καὶ αἰνίγματι θεωρούμενα
τοῖς ἀρτίοις τὴν φρένα καὶ βεβηκόσι τὸν νοῦν, μηδὲ ἀνορύττειν ὅλως (τὰ γάρ τοι τῶν
θεωρημάτων ἰσχνότερα τὸν τῶν ἀκεραιοτέρων ὑπερνήχεται νοῦν)· ἐπειδὴ δὲ ἅπαξ οὐκ
ἀνήκοοι τῶν τοιούτων μεμενήκατε λόγων καὶ φιλονεικεῖν εἰκὸς ἑλέσθαι τινὰς καὶ τοῖς τὸν
νοῦν οὐκ ἐρηρεισμένοις οἷά τινα σκόλοπα τὸ ἐπ' αὐτοῖς δὴ τούτοις ἐμπερονῆσαι βλάβος,
δεῖν ὠιήθην ἀναγκαίως ὀλίγ' ἄττα πρὸς ὑμᾶς περὶ τούτων εἰπεῖν, οὐχ ἵνα λογομαχῆτε
μᾶλλον, ἀλλ' ἵν' εἴ τινες ὑμῖν ἐπιφύοιντο, ταῖς ἐκείνων εἰκαιολογίαις τὸ ἀληθὲς ἀντε-
ξάγοντες αὐτοί τε διαδιδράσκητε τὴν ἐκ τοῦ πλανᾶσθαι ζημίαν, προσωφελῆτε δὲ καὶ ἑτέ-
ρους, τοῖς καθήκουσι λογισμοῖς ὡς ἀδελφοὺς ἀναπείθοντες τὴν ἄνωθεν ταῖς ἐκκλησίαις καὶ
ἐκ τῶν ἁγίων ἀποστόλων παραδοθεῖσαν πίστιν καθάπερ τινὰ πολύτιμον μαργαρίτην ἐν ἰδίαις
ἔχειν ψυχαῖς.
Τεθαύμακα τοίνυν εἴπερ ὅλως ἐνδοιάζουσι τινὲς πότερόν ποτε θεοτόκος ἢ μὴ λέγοιτ'
ἂν ἡ ἁγία παρθένος. εἰ γάρ ἐστι θεὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, πῶς οὐ θεοτόκος
ἡ τεκοῦσα παρθένος; ταύτην ἡμῖν παρέδοσαν τὴν πίστιν οἱ θεσπέσιοι μαθηταί, κἂν εἰ
μὴ τῆς λέξεως πεποίηνται μνήμην· οὕτω φρονεῖν δεδιδάγμεθα παρὰ τῶν ἁγίων πατέρων.
καὶ γοῦν ὁ τῆς ἀοιδίμου μνήμης πατὴρ ἡμῶν Ἀθανάσιος τῆς Ἀλεξανδρέων ἐκκλησίας κατα-
κοσμήσας τὸν θρόνον ἐφ' ὅλοις ἔτεσιν τεσσαράκοντα καὶ ἓξ τὸν ἀριθμὸν καὶ ταῖς τῶν
ἀνοσίων αἱρετικῶν εὑρεσιλογίαις ἄμαχόν τινα καὶ ἀποστολικὴν ἀντιτάττων σύνεσιν καὶ οἷον
εὐοσμοτάτωι τινὶ μύρωι τοῖς ἰδίοις συγγράμμασι κατευφραίνων τὴν ὑπ' οὐρανὸν καὶ ἐπ'
12
ὀρθότητι καὶ ἀκριβείαι δογμάτων παρὰ πάντων μαρτυρούμενος τὸ περὶ τῆς ἁγίας ἡμῖν καὶ
ὁμοουσίου τριάδος συντιθεὶς βιβλίον, ἐν τῶι τρίτωι λόγωι ἄνω τε καὶ κάτω θεοτόκον
ἀποκαλεῖ τὴν ἁγίαν παρθένον, καὶ χρήσομαι δὲ ἀναγκαίως ταῖς αὐτοῦ φωναῖς, αὐταῖς λέ-
ξεσιν ἐχούσαις ὧδε
Σκοπὸς τοίνυν οὗτος καὶ χαρακτὴρ τῆς θείας γραφῆς, ὡς πολλάκις εἴπομεν, διπλῆν
εἶναι τὴν περὶ τοῦ σωτῆρος ἐπαγγελίαν ἐν αὐτῆι, ὅτι τε ἀεὶ θεὸς ἦν καὶ ἐστὶν υἱός, λόγος
ὢν καὶ ἀπαύγασμα καὶ σοφία τοῦ πατρός, καὶ ὅτι ὕστερον δι' ἡμᾶς σάρκα λαβὼν ἐκ παρ-
θένου τῆς θεοτόκου Μαρίας ἄνθρωπος γέγονεν.
Καὶ μεθ' ἕτερα πάλιν· Πολλοὶ γοῦν ἅγιοι γεγόνασι καὶ καθαροὶ πάσης ἁμαρτίας· Ἱε-
ρεμίας δὲ καὶ ἐκ κοιλίας ἡγιάσθη καὶ Ἰωάννης ἔτι κυοφορούμενος ἐσκίρτησεν ἐν ἀγαλ-
λιάσει ἐπὶ τῆι φωνῆι τῆς θεοτόκου Μαρίας.
Ἀξιόχρεως μὲν οὖν ὁ ἀνὴρ καὶ θαρσεῖσθαι πρέπων ὡς οὐκ ἂν ἔφη τι τῶν ὅσα
ἐστὶν τοῖς ἱεροῖς οὐ συμβαίνοντα λόγοις. πῶς γὰρ ἂν ἁμάρτοι τἀληθοῦς ὁ λαμπρὸς
οὕτω καὶ διαβόητος καὶ ἐν αὐτῆι τῆι ἁγίαι καὶ μεγάληι συνόδωι, τῆι ἐν Νικαίαι φημὶ κατὰ
καιροὺς συναγηγερμένηι, πρὸς ἁπάντων τεθαυμασμένος; οὔπω μὲν γὰρ τὸν τῆς ἐπισκοπῆς
διεῖπε θρόνον, ἐτέλει δὲ μᾶλλον ἐν κληρικοῖς· πλὴν ἀγχινοίας ἕνεκα καὶ τῆς ἄλλης ἐπιει-
κείας καὶ ἰσχνῆς ἄγαν καὶ ἀσυγκρίτου φρενὸς παρελήφθη μὲν τὸ τηνικάδε παρὰ τοῦ τῆς
μακαρίας μνήμης Ἀλεξάνδρου τοῦ ἐπισκόπου, συνῆν δὲ τῶι πρεσβύτηι οἷάπερ υἱὸς πατρί,
ποδηγῶν εἰς ἕκαστα τῶν χρησίμων καὶ τὴν ἐφ' ἑκάστωι τῶν πρακτέων ὁδὸν εὖ μάλα παρα-
δεικνύς.
Ἐπειδὴ δὲ τινὰς εἰκὸς δεῖν μὲν οἴεσθαι τὸν ἐπὶ τούτοις ἡμῖν ἐμπεδοῦσθαι λόγον
καὶ ἀπ' αὐτῆς τῆς ἱερᾶς καὶ θεοπνεύστου γραφῆς φάναι τε πρὸς τούτωι τὴν ἁγίαν ἐκείνην
καὶ μεγάλην σύνοδον μήτε θεοτόκον εἰπεῖν τὴν τοῦ κυρίου μητέρα μήτε μὴν ὅλως ὁρίσαι
τι τοιοῦτον, φέρε δὴ φέρε καὶ νῦν, ὡς ἔνι, καταδεικνύωμεν τῆς ἐν Χριστῶι νοουμένης
οἰκονομίας τὸ μυστήριον τίνα μὲν τρόπον παρὰ τῆς θείας ἡμῖν κεκήρυκται γραφῆς, τί δὲ
καὶ αὐτοὶ λελαλήκασιν οἱ πατέρες τὸν τῆς ἀμωμήτου πίστεως ὅρον ἐκφέροντες, ἐνηχοῦντος
αὐτοῖς τἀληθὲς τοῦ ἁγίου πνεύματος. οὐ γὰρ ἦσαν οἱ λαλοῦντες αὐτοὶ κατὰ τὴν τοῦ σωτῆρος
φωνήν, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ καὶ πατρὸς τὸ λαλοῦν ἐν αὐτοῖς. ἀποδεδειγμένου
γὰρ οὕτως ὅτι θεὸς κατὰ φύσιν ἐστὶν ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος, κατοκνήσειν
οἶμαι παντελῶς οὐδένα πρός γε τὸ χρῆναι νοεῖν καὶ μὴν καὶ φράσαι ὅτι θεοτόκος ἂν
λέγοιτο, καὶ μάλα εἰκότως. ἔχει δὲ οὕτως ἡμῖν τὸ τῆς πίστεως σύμβολον
Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων
ποιητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς
μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν
13
ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι' οὗ τὰ πάντα ἐγένετο
τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐν τῆι γῆι, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέ-
ραν σωτηρίαν κατελθόντα σαρκωθέντα ἐνανθρωπήσαντα παθόντα καὶ ἀναστάντα τῆι τρί-
τηι ἡμέραι, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ
ἅγιον πνεῦμα.
Οἱ μὲν γὰρ τῶν αἱρέσεων εὑρεταὶ τοὺς τῆς ἀπωλείας σφίσιν τε αὐτοῖς καὶ μὴν καὶ
ἑτέροις ὀρύττοντες βόθρους ματαιότητος εἰς τοῦτο κατώλισθον ἐννοιῶν, ὡς οἴεσθαί τε καὶ
λέγειν πρόσφατον εἶναι τὸν υἱὸν καὶ ἐν ἴσωι τοῖς κτίσμασιν παρῆχθαι πρὸς ὕπαρξιν παρὰ τοῦ
θεοῦ καὶ πατρός. καὶ τὸν πρὸ παντὸς αἰῶνος καὶ χρόνου, μᾶλλον δὲ τῶν αἰώνων τὸν
ποιητὴν τῆι κατὰ χρόνον ἀρχῆι περιγράφοντες οὐκ ἐρυθριῶσιν οἱ δείλαιοι, ὑποβιβάζοντες
δέ, κατά γε τὸ αὐτοῖς δοκοῦν, τῆς πρὸς τὸν πατέρα καὶ θεὸν ἰσότητός τε καὶ δόξης, τὸ
προὔχειν αὐτῶι τῶν ἄλλων παραχωροῦσι μόλις, μεσίτην δὲ εἶναί φασι θεοῦ καὶ ἀνθρώ-
πων οὔτε τῆς εἰς λῆξιν ὑπεροχῆς λαχόντα τὴν δόξαν οὔτε μὴν τοῖς τῆς κτίσεως ἑνιζή-
σαντα μέτροις. τίς οὖν ἄρα ἐστὶν ὁ καὶ τῆς θείας ὑπεροχῆς ἡττώμενος καὶ τῶν τῆς
κτίσεως μέτρων ἀνωικισμένος; ἀδιανόητον παντελῶς τὸ χρῆμά ἐστιν, καὶ τόπος ἢ λόγος
οὐδεὶς ὁρᾶται μεταξὺ ποιητοῦ καὶ κτίσματος. κατασύροντες τοίνυν αὐτόν, τό γε ἧκον ἐπ'
αὐτοῖς, τῶν τῆς θεότητος θώκων, υἱὸν καὶ θεὸν ὀνομάζουσιν καὶ προσκυνεῖσθαι δεῖν οἴον-
ται, καίτοι τοῦ νόμου βοῶντος ἀναφανδὸν <κύριον τὸν θεόν σου προσκυνήσεις καὶ
αὐτῶι μόνωι λατρεύσεις,> καὶ μὴν καὶ διὰ φωνῆς τοῦ Δαυὶδ θεοῦ λέγοντος τοῖς ἐξ
Ἰσραὴλ <οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεῶι ἀλλοτρίωι.>
ἀλλ' ἐκεῖνοι μὲν οἷάπερ ἁμαξιτὸν ἀφέντες εὐτριβῆ τὴν ἀλήθειαν, ἐπὶ βόθρους ἵενται καὶ
πέτρας καὶ ἧι φησιν ὁ Σολομών, <τοὺς ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηνται> καὶ
συνάγουσι <χερσὶν ἀκαρπίαν·> ἡμεῖς δέ, οἷς τὸ θεῖον εἰς νοῦν ἐνήστραψε φῶς, τῆς ἐκείνων
ἀβελτηρίας τὰ ἀσυγκρίτως ἀμείνω φρονεῖν ἡιρημένοι καὶ τῆι τῶν ἁγίων πατέρων ἑπόμενοι
πίστει γεγεννῆσθαι φαμὲν ἀληθῶς ἐκ τῆς τοῦ θεοῦ καὶ πατρὸς οὐσίας τὸν υἱὸν θεοπρεπῶς
τε καὶ ἀπορρήτως καὶ ἐν ἰδίαι μὲν ὑποστάσει νοεῖσθαι, τῆι δὲ ταυτότητι τῆς οὐσίας ἑνοῦ-
σθαι τῶι γεγεννηκότι καὶ εἶναι μὲν ἐν αὐτῶι, ἔχειν δὲ πάλιν ἐν ἑαυτῶι τὸν πατέρα.
ὁμολογοῦμεν δὲ εἶναι φῶς ἐκ φωτός, θεὸν ἐκ θεοῦ κατὰ φύσιν ἰσοκλεᾶ τε καὶ ἰσουργὸν
χαρακτῆρά τε καὶ ἀπαύγασμα καὶ κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχοντα καὶ κατ' οὐδένα
τρόπον μειονεκτούμενον. ἐπαριθμουμένου γὰρ οὕτως τοῦ ἁγίου πνεύματος, ἡ ἁγία
τε καὶ ὁμοούσιος τριὰς εἰς μίαν θεότητος ἑνοῦται φύσιν.
Ἀλλ' ἡ μὲν θεόπνευστος γραφὴ σάρκα φησὶν γεγενῆσθαι τὸν ἐκ θεοῦ λόγον, τουτέστιν
ἑνωθῆναι σαρκὶ ψυχὴν ἐχούσηι τὴν λογικήν· ἑπομένη δὲ τοῖς εὐαγγελικοῖς κηρύγμασιν ἡ
ἁγία καὶ μεγάλη σύνοδος αὐτὸν ἔφη τὸν ἐκ τῆς οὐσίας τοῦ θεοῦ θεοῦ καὶ πατρὸς γεγεννημένον
14
μονογενῆ, τὸν δι' οὗ τὰ πάντα καὶ ἐν ὧι τὰ πάντα, δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν
ἡμετέραν σωτηρίαν καταφοιτῆσαι μὲν ἐξ οὐρανῶν, σαρκωθῆναι δὲ καὶ ἐνανθρωπῆσαι πα-
θεῖν τε καὶ ἀναστῆναι καὶ ὅτι κατὰ καιροὺς ἀφίξεται κριτής· ὠνόμαζον δὲ τὸν ἐκ θεοῦ
λόγον ἕνα κύριον Ἰησοῦν Χριστόν. ἄθρει δὴ οὖν ὅπως ἕνα λέγοντες υἱόν, κύριον δὲ αὐτὸν καὶ
Χριστὸν Ἰησοῦν ὀνομάζοντες, ἐκ τοῦ θεοῦ καὶ πατρὸς γεγεννῆσθαί φασιν εἶναί τε μονογενῆ καὶ
θεὸν ἐκ θεοῦ καὶ φῶς ἐκ φωτός, γεννηθέντα καὶ οὐ ποιηθέντα καὶ ὁμοούσιον τῶι πατρί. καίτοι
τὸ Χριστός ὄνομα φαίη τις ἂν ὡς ἥρμοσε μὲν οὐ μόνωι τῶι Ἐμμανουήλ, ἀλλὰ γὰρ καὶ ἐφ' ἑτέρων
αὐτὸ τεθειμένον εὑρήσομεν. ἔφη γάρ που θεὸς περὶ τῶν ἐξειλεγμένων καὶ ἡγιασμένων
ἐν πνεύματι· <μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονη-
ρεύεσθε.> καὶ μὴν καὶ ὁ θεσπέσιος Δαυὶδ κεχρισμένον εἰς βασιλέα παρὰ τοῦ θεοῦ
διὰ χειρὸς Σαμουὴλ χριστὸν κυρίου τὸν Σαοὺλ ἀποκαλεῖ. καὶ τί τοῦτο λέγω, καίτοι μετὸν
εὐκόλως τοῖς ἐθέλουσιν ἰδεῖν τοὺς ἐν πίστει τῆι ἐν Χριστῶι δεδικαιωμένους καὶ ἡγιασμένους
ἐν πνεύματι τῆι τοιᾶιδε κλήσει τετιμημένους; καὶ γοῦν ὁ προφήτης Ἀμβακοὺμ τὸ ἐπὶ Χριστῶι
μυστήριον καὶ τὴν δι' αὐτοῦ σωτηρίαν προανακέκραγε λέγων· <ἐξῆλθες εἰς σωτηρίαν
λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου.> οὐκοῦν τὸ Χριστός ὄνομα πρέποι ἂν
οὐχὶ μόνωι τε καὶ ἰδικῶς, ὡς ἔφην, τῶι Ἐμμανουήλ, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν οἵπερ ἂν
εἶεν τῆι τοῦ ἁγίου πνεύματος χάριτι κατακεχρισμένοι. πεποίηται γὰρ ἀπὸ τοῦ πράγ-
ματος ἡ φωνὴ καὶ ἀπὸ τοῦ κεχρίσθαι χριστοί. ὅτι δὲ καὶ ἡμεῖς αὐτοὶ τὴν οὕτως εὐκλεᾶ
τε καὶ ἀξιόληπτον ἀληθῶς καταπλουτοῦμεν χάριν, ἐμπεδοῖ λέγων ὁ σοφὸς Ἰωάννης· <καὶ
ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου.> καὶ πάλιν· <οὐ χρείαν ἔχετε ἵνα τις
διδάσκηι ὑμᾶς, ἀλλ' ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς.> γέγραπται δὲ καὶ
περὶ τοῦ Ἐμμανουήλ· <Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς
πνεύματι ἁγίωι καὶ δυνάμει.> καὶ μὴν καὶ ὁ θεσπέσιος Δαυὶδ πρὸς αὐτόν πού
φησιν· <ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ
θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.> τί οὖν ἄν
τις ἴδοι τὸ περιττὸν ἐν τῆι ἁγίαι παρθένωι παρὰ τὰς ἄλλας, κἂν εἰ λέγοιτο τεκεῖν αὐτὴν
τὸν Ἐμμανουήλ; ἄτοπον γὰρ οὐδέν, κἂν εἰ ἕλοιτό τις καὶ τὴν ἑκάστου τῶν κεχρισμένων μη-
τέρα Χριστοτόκον ἀποκαλεῖν. ἀλλ' ἔστι πολὺ τὸ μεσολαβοῦν καὶ ἀσυγκρίτοις διαφοραῖς
τῆς τοῦ σωτῆρος ἡμῶν εὐκλείας καὶ ὑπεροχῆς ἀποτειχίζον τὰ καθ' ἡμᾶς. οἰκέται μὲν
γὰρ ἡμεῖς, ὃ δὲ κατὰ φύσιν κύριος καὶ θεός, κἂν εἰ γέγονε μεθ' ἡμῶν καὶ ἐν τοῖς καθ'
ἡμᾶς οἰκονομικῶς. ταύτηι τοι καὶ ὁ μακάριος Παῦλος Χριστὸν αὐτὸν ὠνόμαζε καὶ θεόν,
οὕτω λέγων· <τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλε-
ονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῆι βασιλείαι
τοῦ Χριστοῦ καὶ θεοῦ.> οὐκοῦν οἱ μὲν ἄλλοι πάντες, ὡς ἔφην, εἶεν ἂν καὶ μάλα
εἰκότως διὰ τὸ κεχρίσθαι χριστοί, μόνος δὲ Χριστὸς καὶ θεὸς ἀληθῶς ὁ Ἐμμανουήλ, καὶ οὐκ
15
ἂν ἁμάρτοι τἀληθοῦς, εἴ τις ἕλοιτο λέγειν ὡς αἱ μὲν τῶν ἄλλων μητέρες χριστοτόκοι μέν,
οὐ μὴν ἔτι καὶ θεοτόκοι, μόνη δὲ παρ' ἐκείνας ἡ ἁγία παρθένος χριστοτόκος τε ὁμοῦ καὶ
θεοτόκος νοεῖταί τε καὶ λέγεται. γεγέννηκε γὰρ οὐ ψιλὸν ἄνθρωπον καθ' ἡμᾶς, σαρκω-
θέντα δὲ μᾶλλον καὶ ἐνανθρωπήσαντα τὸν ἐκ θεοῦ πατρὸς λόγον. ὠνομάσμεθα μὲν
γὰρ καὶ ἡμεῖς αὐτοὶ κατὰ χάριν θεοί· πλὴν οὐχ οὕτω θεὸς ὁ υἱός, φύσει δὲ μᾶλλον καὶ
ἀληθείαι, κἂν εἰ γέγονε σάρξ.
Ἀλλ' ἴσως ἐκεῖνο ἐρεῖς· ἆρ' οὖν, εἰπέ μοι, θεότητος μήτηρ γέγονεν ἡ παρθένος; καὶ
πρός γε τοῦτο φαμὲν ὅτι γεγέννηται μὲν ὁμολογουμένως ἐξ αὐτῆς τῆς οὐσίας τοῦ θεοῦ
καὶ πατρὸς ὁ ζῶν τε καὶ ἐνυπόστατος αὐτοῦ λόγος καὶ ἄναρχον ἐν χρόνωι τὴν ὕπαρξιν
ἔχει, ἀεὶ συνυφεστηκὼς τῶι γεγεννηκότι ἐν αὐτῶι τε καὶ σὺν αὐτῶι καὶ ὑπάρχων καὶ νοού-
μενος· ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, ἐπειδὴ γέγονε σάρξ, τουτέστιν ἡνώθη σαρκὶ ψυ-
χὴν ἐχούσηι τὴν λογικήν, γεγεννῆσθαι λέγεται καὶ σαρκικῶς διὰ γυναικός. ἔοικε δέ πως
τῶι καθ' ἡμᾶς τόκωι τὸ ἐπ' αὐτῶι μυστήριον. αἱ μὲν γὰρ τῶν ἐπὶ γῆς μητέρες, ὑπη-
ρετοῦσαι τῆι φύσει πρὸς γένεσιν, ἔχουσι μὲν ἐν μήτραι πηγνυμένην κατὰ βραχὺ τὴν σάρκα
καὶ ἀφράστοις τισὶν ἐνεργείαις θεοῦ προιοῦσάν τε καὶ τελειουμένην εἰς εἶδος τὸ ἀνθρώπινον·
ἐνίησι δὲ τῶι ζώιωι τὸ πνεῦμα ὁ θεὸς καθ' ὃν οἶδεν τρόπον. πλάττει γὰρ <πνεῦμα ἀν-
θρώπου ἐν αὐτῶι> κατὰ τὴν τοῦ προφήτου φωνήν. ἕτερος δὲ σαρκὸς καὶ ὁμοίως
ἕτερος ὁ ψυχῆς ἐστι λόγος. ἀλλ' εἰ καὶ γεγόνασι μόνων αὗται τῶν ἀπὸ γῆς σωμάτων
μητέρες, ἀλλ' οὖν ὅλον ἀποτεκοῦσαι τὸ ζῶιον, τὸ ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, οὐχὶ
μέρος λέγονται τεκεῖν, οὐδ' ἂν εἴποι τις, φέρε εἰπεῖν, τὴν Ἐλισάβετ σαρκοτόκον μέν, οὐ
μὴν ἔτι καὶ ψυχοτόκον· ἐκτέτοκε γὰρ ψυχωθέντα τὸν βαπτιστὴν καὶ ὡς ἓν ἐξ ἀμφοῖν τὸν
ἄνθρωπον, ψυχῆς δὴ λέγω καὶ σώματος. τοιοῦτόν τι πεπρᾶχθαι παραδεξόμεθα καὶ
ἐπὶ τῆι γεννήσει τοῦ Ἐμμανουήλ. γεγέννηται μὲν γάρ, ὡς ἔφην, ἐκ τῆς τοῦ θεοῦ καὶ
πατρὸς οὐσίας ὁ μονογενὴς αὐτοῦ λόγος· ἐπειδὴ δὲ σάρκα λαβὼν καὶ ἰδίαν αὐτὴν ποιη-
σάμενος κεχρημάτικε καὶ υἱὸς ἀνθρώπου καὶ γέγονε καθ' ἡμᾶς, οὐδέν, οἶμαι, τὸ ἄτοπον
εἰπεῖν, μᾶλλον δὲ καὶ ἀναγκαῖον ὁμολογεῖν ὅτι γεγέννηται κατὰ σάρκα διὰ γυναικός, κα-
θάπερ ἀμέλει καὶ ἡ τοῦ ἀνθρώπου ψυχὴ τῶι ἰδίωι συναπογεννᾶται σώματι καὶ ὡς ἓν λε-
λόγισται πρὸς αὐτό, καίτοι τὴν φύσιν ἑτέρα παρ' αὐτὸ νοουμένη τε καὶ ὑπάρχουσα κατὰ
τὸν ἴδιον λόγον. κἂν εἰ βούλοιτό τις τὴν τοῦ δεῖνος μητέρα λέγειν ὡς ἔστι μὲν σαρκο-
τόκος, οὐ μὴν ἔτι καὶ ψυχοτόκος, περισσοεπήσει λίαν· τέτοκε γάρ, ὡς ἔφην, συντεθειμένον
εὐτεχνῶς ἐξ ἀνομοίων τὸ ζῶιον καὶ ἐκ δυοῖν μέν, πλὴν ἄνθρωπον ἕνα, μένοντος μὲν
ἑκατέρου τοῦθ' ὅπερ ἐστίν, συνδεδραμηκότων δὲ ὥσπερ εἰς ἑνότητα φυσικὴν καὶ οἷον ἀνα-
κιρνάντων ἀλλήλοιν ὅπερ ἂν ὡς ἴδιον ἑκατέρωι προσῆι.
16
Ὅτι δέ ἐστιν ἀναγκαιοτάτη λίαν ἡ ἕνωσις ἐπὶ Χριστοῦ, καταθρῆσαι ῥᾶιον καὶ ἀταλαί-
πωρον παντελῶς καὶ διὰ πολλῶν ἑτέρων. φέρε γάρ, εἰ δοκεῖ, τὰς τοῦ μακαρίου Παύλου
πολυπραγμονῶμεν φωνάς, ἀκριβῆ τὸν νοῦν καὶ ὡς ἔνι λεπτῶς ἐνερείδοντες. ἔφη τοίνυν
περὶ τοῦ μονογενοῦς· <ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο
τὸ εἶναι ἴσα θεῶι, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώ-
ματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπεί-
νωσεν ἑαυτόν.> τίς οὖν ἄρα ἐστὶν ὁ ὑπάρχων ἐν μορφῆι τοῦ θεοῦ καὶ οὐχ ἁρπαγ-
μὸν ἡγησάμενος τὸ εἶναι ἴσα θεῶι; ἢ τίνα κεκένωται τρόπον, καθῖκται δὲ ὅπως εἰς ταπεί-
νωσιν καὶ ἐν τῆι τοῦ δούλου μορφῆι; εἰ μὲν οὖν εἰς δύο τέμνοντες τὸν ἕνα κύριον
Ἰησοῦν Χριστόν, εἴς τε ἄνθρωπον φημὶ καὶ τὸν ἐκ θεοῦ πατρὸς λόγον, τὸν ἐκ τῆς ἁγίας
παρθένου φασὶν ὑπομεῖναι τὴν κένωσιν, ἀποδιιστάντες αὐτοῦ τὸν ἐκ θεοῦ λόγον, προαπο-
δεικνύντων ὅτι καὶ ἐν μορφῆι καὶ ἰσότητι νοεῖταί τε καὶ ἦν τοῦ πατρός, ἵνα καὶ τὸν τῆς
κενώσεως ὑπομείνηι τρόπον, εἰς ὅπερ οὐκ ἦν, καθιγμένος. ἀλλ' οὐδέν ἐστιν τῶν πε-
ποιημένων, εἰ κατ' ἰδίαν νοοῖτο φύσιν, τὸ ἐν ἰσότητι τοῦ πατρός· πῶς οὖν ἄρα κεκενῶσθαι
λέγεται, εἰ τὴν φύσιν ἄνθρωπος ὢν γεγέννηται καθ' ἡμᾶς ἐκ γυναικός; ἐκ ποίας, εἰπέ μοι,
πρεσβυτέρας ὑπεροχῆς τῆς ἀνθρώπου μείζονος εἰς τὸ ἄνθρωπος εἶναι κατέβη; ἢ πῶς ἂν
νοοῖτο λαβεῖν, ὡς οὐκ ἔχων ἐν ἀρχῆι, τὴν τοῦ δούλου μορφὴν ὁ φύσει τελῶν ἐν οἰκέταις
καὶ ὑπὸ ζυγὰ δουλείας κείμενος; ἀλλὰ ναί, φησίν, ὁ φύσει τε καὶ ἀληθῶς καὶ ἐλεύθερος
υἱός, ὁ ἐκ θεοῦ πατρὸς λόγος, ἐν μορφῆι τοῦ γεγεννηκότος ὑπάρχων καὶ ἴσος ὢν αὐτῶι,
κατώικησεν ἐν ἀνθρώπωι γεννηθέντι διὰ γυναικός, καὶ τοῦτό ἐστιν ἡ κένωσις καὶ τὸ τῆς
ταπεινώσεως χρῆμα καὶ τὸ ἐν τῆι τοῦ δούλου καθικέσθαι μορφῆι. εἶτα, ὦ βέλτιστοι, τὸ
κατοικῆσαι μόνον ἐν ἀνθρώπωι τὸν ἐκ θεοῦ λόγον ἀρκέσειεν ἂν εἰς κένωσιν αὐτῶι, καὶ
ἀσφαλὲς εἰπεῖν ὅτι τε οὕτως ὑπέδυ τὴν τοῦ δούλου μορφὴν καὶ οὗτος αὐτῶι γένοιτ' ἂν
ὁ τῆς ταπεινώσεως τρόπος; καίτοι λέγοντος ἀκούω τοῖς ἁγίοις ἀποστόλοις· <ἐάν τις ἀγαπᾶι με,
τὸν λόγον μου τηρήσει καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτὸν καὶ πρὸς αὐτὸν
ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῶι ποιησόμεθα.> ἀκούεις ὅπως ἐν τοῖς ἀγα-
πῶσιν αὐτὸν συγκατοικήσειν αὐτῶι καὶ αὐτὸν ἔφη τὸν θεὸν καὶ πατέρα; ἆρ' οὖν καὶ αὐτὸν
κεκενῶσθαι δώσομεν καὶ τὴν ὁμοίαν ἀνατλῆναι ταπείνωσιν τῶι υἱῶι καὶ τὴν τοῦ δούλου
μορφὴν ἀναλαβεῖν, ὅτι τὰς τῶν ἀγαπώντων αὐτὸν ψυχὰς ἁγίας ποιεῖται μονάς; τί δὲ
τὸ πνεῦμα τὸ κατοικοῦν ἐν ἡμῖν; ἆρα καὶ αὐτὸ τῆς ἐνανθρωπήσεως ἀποπληροῖ τὴν
οἰκονομίαν, ἣν διὰ μόνου τοῦ υἱοῦ πεπρᾶχθαι φαμὲν τῆς ἁπάντων σωτηρίας ἕνεκα καὶ
ζωῆς; ἄπαγε τῆς οὕτω περιττῆς καὶ ἀνονήτου παντελῶς εἰκαιοβουλίας. τεταπείνωκε
τοίνυν ἑαυτὸν ὁ ἐν μορφῆι καὶ ἰσότητι τοῦ θεοῦ καὶ πατρὸς ὑπάρχων λόγος, ὅτε γενόμενος
σάρξ, καθά φησιν Ἰωάννης, γεγέννηται διὰ γυναικὸς καὶ ὁ γέννησιν ἔχων τὴν ἐκ θεοῦ
17
πατρὸς καὶ τὴν καθ' ἡμᾶς ὑπέμεινε παθεῖν δι' ἡμᾶς. ἐπεὶ διδασκόντων αὐτοὶ κατὰ τίνα
τρόπον ὁ ἐκ θεοῦ πατρὸς λόγος Χριστὸς ἂν νοοῖτο καὶ λέγοιτο πρὸς ἡμῶν. εἰ ἀπό γε
τοῦ κεχρίσθαι Χριστὸς…
ἤτοι…
κα…
The complete text is available when the reading interface loads.