Concilium universale Chalcedonense anno 451
- Edition reference
- Concilium universale Chalcedonense anno 451, ed. Schwartz, op. cit., vol. 2.1.1– 2.1.3 (2.1.1–2.1.2:1933; 2.1.3:1935; repr. 2.1.1–2.1.2:1962; 2.1.3:1965) 2.1.1:3–32, 35–52, 55–196; 2.1.2:3–42, 45–65, 69–163; 2.1.3:3–136.
- CTS identifier
urn:cts:greekLit:tlg5000.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2,1,1
3
Τῆι πρὸ δεκαεννέα Καλανδῶν Ἰανουαρίων Πρωτογένους καὶ Ἀστερίου τῶν
λαμπροτάτων
Ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Ῥώμης Λέοντος [ἀποσταλεῖσα] πρὸς
Θεοδόσιον τὸν βασιλέα δι' ἧς ἤιτησεν ἰδικὴν σύνοδον ἐν τοῖς τῆς Ἰταλίας μέρεσι γενέ-
σθαι καὶ ἐν μηδενὶ ἑτέρωι τόπωι διὰ τὸ ὑπεναντίαν εἶναι τῶν κανόνων τὴν ἐν Ἐφέσωι
δευτέραν σύνοδον
[Ἐπιστολὴ Λέοντος ἐπισκόπου Ῥώμης πρὸς Θεοδόσιον βασιλέα περὶ τοῦ τὴν
σύνοδον ἐν τοῖς τῆς Ἰταλίας γενέσθαι μέρεσιν]
Τῶι γαληνοτάτωι καὶ ἐνδοξοτάτωι Θεοδοσίωι βασιλεῖ Λέων ἐπίσκοπος. Ἄνωθεν
καὶ ἐξ ἀρχῆς ἐν ταῖς γενομέναις συνόδοις τοσαύτην ἡμεῖς εἰλήφαμεν παρρησίαν παρὰ τοῦ
ἁγιωτάτου Πέτρου καὶ κορυφαίου τῶν ἀποστόλων, ὡς ἔχειν τὴν αὐθεντίαν ἐκδικεῖν τὴν
ἀλήθειαν ὑπὲρ τῆς ἡμῶν εἰρήνης καὶ μηδενὶ δύνασθαι ὀχυρὰν οὕτως ὑπάρχουσαν παρα-
σαλεύειν, παραχρῆμα τῆς βλάβης ἀποσειομένης. ἐπεὶ οὖν τὸ συνέδριον τῶν ἐπι-
σκόπων ὅπερ γενέσθαι προσετάξατε ἐν τῆι Ἐφεσίων πόλει διὰ Φλαβιανόν, αὐτήν τε
καταβλάπτει τὴν πίστιν καὶ πάσας τραυματίζει τὰς ἐκκλησίας καὶ ταῦτα ἡμῖν ἔγνωσται,
οὐ παρὰ ἀβεβαίου τινὸς ἀγγέλου, ἀλλὰ παρ' αὐτῶν τῶν παρ' ἡμῶν ἀποσταλέν-
των εὐλαβεστάτων ἐπισκόπων καὶ τοῦ πιστοτάτου Ἱλάρου τοῦ ἡμετέρου διακόνου
τῶν τὰ πεπραγμένα ἡμῖν ὑφηγησαμένων, τὸ δὲ συμβὰν ταύτην ἔχει τὴν αἰτίαν τὸ μὴ
καθαρᾶι συνειδήσει καὶ ὀρθῆι κρίσει κατὰ τὸ σύνηθες τοὺς συνελθόντας τῆι τε πίστει καὶ
τοῖς πεπλανημένοις τὴν ἀπόφασιν ἐκφωνῆσαι· ἔγνωμεν γὰρ ἐν τῶι συνεδρίωι μὴ πάν-
τας συνεληλυθέναι τοὺς ὀφείλοντας, ἀλλ' ἑτέρους μὲν ἐκβληθέντας, ἑτέρους δὲ εἰσδεχθέν-
τας, οἵτινες τῆι ὑπολήψει τοῦ προλεχθέντος ἐπισκόπου ἀσεβέσιν ἁλόντες ὑπογραφαῖς
ἐνεβασανίσθησαν· τοιαύτη γὰρ ἡ παρ' αὐτοῦ ἐξενεχθεῖσα ἀπόφασις, ὡς πάσας δι' αὐτῆς
τὰς ἐκκλησίας καταβλάπτεσθαι· σφόδρα γὰρ ἀσεβὲς καὶ τῆι πίστει πολεμοῦν τὸ τοιοῦτο
θεασάμενοι οἱ παρ' ἡμῶν ἀποσταλέντες ἡμῖν κατεσήμαναν· ὅθεν, γαληνότατε βασιλεῦ, τῆς
4
ὑμετέρας εὐσεβοῦς συνειδήσεως τὸν κίνδυνον ἕνεκα τῆς πίστεως ἀποσοβῆσαι καταξίωσον
καὶ μὴ πρόληψις ἀνθρωπίνη τὸ τοῦ Χριστοῦ εὐαγγέλιον βιάσηται. ταῦτα ἐγώ, ὦ Χρι-
στιανικώτατε καὶ προσκυνητὲ βασιλεῦ, μετὰ τῶν σὺν ἐμοὶ ἐπισκόπων, εἰλικρινεῖ διαθέσει
ποθῶν ὑμᾶς πρὸ πάντων θεῶι ἀρέσκειν, ὧι παρὰ πάσης ἐκκλησίας συμφώνως ὑπὲρ τοῦ
ὑμετέρου κράτους δεήσεις ἀναπέμπονται, συμβουλεύω, μή ποτε δίκας ὑφέξωμεν ἔμπροσθεν
τοῦ βήματος τοῦ Χριστοῦ τὸ τοιοῦτον παρασιωπήσαντες. δέομαι τοιγαροῦν ἐνώ-
πιον τῆς μιᾶς θεότητος τῆς ἀχωρίστου τριάδος τῆς ἀδικουμένης διὰ τῶν κακῶς πεπρα-
γμένων, φύλακος ὑπαρχούσης τῆς ὑμετέρας βασιλείας, καὶ ἐνώπιον τῶν ἁγίων ἀγγέλων
τοῦ Χριστοῦ, ἵνα πάντα μείνωσιν ἀρραγῆ καθὼς καὶ πρὸ δίκης ἐτύγχανεν, περιμείνωσι
δὲ τὸ μεῖζον τῆς συνόδου κριτήριον, ἐν ἧι ὁ πᾶς ἀριθμὸς τῶν ἐπισκόπων ἐκ πάσης τῆς
οἰκουμένης συνάγεται, καὶ μὴ συγχωρήσητε ὑμᾶς τῶι ἑτέρων πταίσματι βάρος
ὑπομεῖναι, ὅπερ σαφέστερον εἰπεῖν ἀνάγκης ἐπειγούσης τῶι δέει κρατούμεθα, ἀλλὰ λαβεῖν
πρὸ ὀφθαλμῶν τοῦ μακαριωτάτου Πέτρου τὴν δόξαν καὶ τοὺς κοινοὺς στεφάνους σὺν
αὐτῶι πάντων τῶν ἀποστόλων καὶ τὰς τῶν μαρτύρων χαράς, οἷς οὐ γέγονεν ἑτέρα τις
αἰτία τοῦ παθεῖν εἰ μὴ ἡ ὁμολογία τῆς ἀληθοῦς θεότητος καὶ ἡ ἐν Χριστῶι τελεία δια-
μονή. ἧστινος ὁμολογίας ἀσεβῶς ὑπό τινων νῦν ὀλίγων καταβλαπτομένης πᾶσαι
αἱ ἐκκλησίαι τῶν ἡμετέρων μερῶν καὶ πάντες οἱ ἱερεῖς τὴν ὑμετέραν ἡμερότητα μετὰ
δακρύων ἱκετεύουσιν κατὰ τὴν αἴτησιν τοῦ λιβέλλου Φλαβιανοῦ τοῦ ἐπισκόπου ὥστε
κελεῦσαι ἰδικὴν σύνοδον ἐν τοῖς τῆς Ἰταλίας ἐπιτελεσθῆναι, ὅπως πᾶσα ἐναντιότης
ἐκβληθείη ἢ καταπραυνθείη καὶ μηδὲν ἦι παρέλκον ἢ ἀμφίβολον ἐπὶ τῆι πίστει, συνερ-
χομένων ἔτι καὶ τῶν ἐπισκόπων ἀπὸ πασῶν τῶν Ἀνατολικῶν ἐπαρχιῶν, ὧν εἴ τινες
ὕβρεις κατὰ τὴν ὁδὸν τῆς ἀληθείας ὤφλησαν, σωτηριώδεσι θεραπείαις εἰς τὸ ὁλόκληρον
ἀνακληθῶσιν καὶ οὗτοι ὧν ἐστιν αἰτία βαρυτέρα, ἢ διὰ τῆς συμβουλίας ἡσυχάσωσιν
ἢ ἀπὸ τῆς μιᾶς ἐκκλησίας ἐκκοπῶσιν, ὥστε καὶ ταῦτα ἀναγκαῖον παραφυλάξαι ὅσα ὁ
ἐν Νικαίαι κανὼν παρακελεύεται ὅσα τε ὁ ὅρος ὁ ἀπὸ πάσης τῆς οἰκουμένης τῶν ἐπι-
σκόπων ** κατὰ τὸ ἔθος τῆς καθολικῆς ἐκκλησίας καὶ τῶν ἡμετέρων πατέρων ἐλευθέραν τὴν
πίστιν, δι' ἧς ἡ ὑμετέρα γαληνότης συνίσταται. τῶν γὰρ βλαπτόντων τὴν ἐκκλη-
σίαν ἀπελαθέντων καὶ τῶν ὑμετέρων ἐπαρχιῶν ἀπολαυουσῶν τοῦ δικαίου καὶ τῆς κατὰ
τῶν αἱρετικῶν ἐκδικήσεως γενομένης, καὶ τὸ ὑμέτερον βασίλειον τῆι δεξιᾶι τοῦ Χριστοῦ
σκεπασθείη.
Τῶν Ῥωμαικῶν τούτων ἡ ἑρμηνεία ἐστὶ τὰ ἐπαγόμενα Ἑλληνιστί
Ἀντίτυπον συνεδρίου ἐν τῶι τόπωι τῶν Καινῶν ἐν οἷς διελάλησαν
Γαυδέντιος ἐπίσκοπος εἶπεν· Εἰ ἀρέσκει, προστεθῆναι ταύτηι τῆι ἀποφάσει, ἥντινα
πλήρη ἁγιότητος προσηνέγκατε· ὁπηνίκα ἄλλος ἐπίσκοπος καθηιρέθη κρίσει ἐπισκόπων
καὶ διεμαρτύρατο ἐν πόλει τῶν Καινῶν κινηθῆναι τὰ τοῦ πράγματος, ὁ δὲ ἕτερος ἐπί-
σκοπος ἐν ταύτηι τῆι καθέδραι μετὰ τὴν αἴτησιν τοῦ φαινομένου καθηιρῆσθαι, παντελῶς
ἐν ἑτέρωι τόπωι τυπωθῆναι τὰ τοῦ πράγματος μὴ δύνασθαι, εἰ μὴ παρὰ τῶν ἐκεῖσε
κριτῶν δέξηται τὸν ὅρον.
5
Τῶν Ῥωμαικῶν τούτων ἡ ἑρμηνεία ἐστὶ τὰ ἐπαγόμενα Ἑλληνιστί
Θεῖον γράμμα καταπεμφθέν, τοῦτο μὲν τοῦ δεσπότου ἡμῶν Οὐαλεντινιανοῦ,
τοῦτο δὲ τῆς θείας μνήμης Πλακιδίας, οὐ μὴν ἀλλὰ καὶ τῆς προσκυνητῆς βασιλίδος Εὐδο-
ξίας πρὸς τὸν τῆς θείας μνήμης Θεοδόσιον ὥστε κελεῦσαι ἐν τοῖς μέρεσι τῆς Ἰταλίας σύν-
οδον ἐπιτελεσθῆναι
Τῶι δεσπότηι Θεοδοσίωι ἐνδόξωι νικητῆι καὶ τροπαιούχωι αἰωνίωι βασιλεῖ καὶ
πατρὶ νικητὴς Οὐαλεντινιανὸς ἔνδοξος τροπαιοῦχος ἀεὶ βασιλεὺς καὶ υἱός. Παρα-
γενομένου μου ἐν τῆι πόλει Ῥώμηι ἐξευμενίσασθαι τὸ θεῖον, τῆι ἐπιούσηι ἡμέραι ἐν
τῶι εὐκτηρίωι τοῦ ἀποστόλου Πέτρου προῆλθον κἀκεῖσε μετὰ τὴν σεβάσμιον νύκτα
τῆς ἡμέρας τοῦ ἀποστόλου ὑπό τε τοῦ Ῥώμης ἐπισκόπου ὑπό τε ἑτέρων αὐτῶι ἅμα
ἐκ διαφόρων ἐπαρχιῶν συνηγμένων ἠξιώθην γράψαι πρὸς τὴν σὴν ἡμερότητα περὶ τῆς
πίστεως, ἥτις φύλαξ ὑπάρχουσα πασῶν τῶν πιστευουσῶν ψυχῶν λέγεται τεταράχθαι.
ἣν ἡμεῖς ἀπὸ τῶν προγόνων παραδοθεῖσαν ὀφείλομεν μετὰ τῆς προσηκούσης καθοσιώσεως
ἐκδικεῖν καὶ τῆς ἰδίας εὐλαβείας τὴν ἀξίαν τῶι μακαριωτάτωι ἀποστόλωι Πέτρωι ἄτρωτον
καὶ ἐν τοῖς ἡμετέροις χρόνοις διαφυλάττειν, ἵνα ὁ μακαριώτατος ἐπίσκοπος τῆς Ῥωμαίων
πόλεως, ὧι τὴν ἱερωσύνην κατὰ πάντων ἡ ἀρχαιότης παρέσχεν, χώραν καὶ εὐπο-
ρίαν ἔχηι περί τε πίστεως καὶ ἱερέων κρίνειν, δέσποτα ἁγνότατε πάτερ καὶ σεβάσμιε βασιλεῦ.
τούτου γὰρ χάριν κατὰ τὸ ἔθος τῶν συνόδων καὶ ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος
αὐτὸν ἐπεκαλέσατο διὰ λιβέλλου ἕνεκα τῆς ἀνακυψάσης φιλονεικίας περὶ τῆς πίστεως.
τούτωι οὖν αἰτοῦντι καὶ ἐνευχομένωι τὴν κοινὴν σωτηρίαν ἡμῶν ἐπινεῦσαι οὐκ
ἠρνησάμην τὸ πρὸς τὴν σὴν ἡμερότητα τὴν ἐμὴν αἴτησιν οἰκειῶσαι, ἵνα ὁ προλεχθεὶς
ἱερεὺς συναχθέντων ἐκ πάσης τῆς οἰκουμένης καὶ τῶν λοιπῶν ἱερέων ἐντὸς τῆς Ἰταλίας,
παντὸς προκρίματος ἀποκινηθέντος, ἐξ ὑπαρχῆς τὴν στρεφομένην αἰτίαν πεφροντισμένηι
δοκιμασίαι διαγνοὺς ἐξοίσηι τὴν ἀπόφασιν ἣν ἡ πίστις καὶ ὁ τῆς ἀληθοῦς θειότητος λόγος
ἀπαιτεῖ. οὐ γὰρ ὀφείλει ἐν τοῖς ἡμετέροις καιροῖς καινότης θρηισκείας εἰσάγεσθαι
θορύβωι προπετείας, ἀσαλεύτου τῆς πίστεως μέχρις ὧδε διαφυλαχθείσης. πρὸς δὲ
τελείαν διδασκαλίαν τῆς σῆς θειότητος ἀπεστείλαμεν καὶ τὰ πεπραγμένα, δι' ὧν καὶ τὰς
ἐπιθυμίας καὶ τὰς ἐκβοήσεις πάντων ἡ ὑμετέρα εὐσέβεια καταμάθοι.
Τῶν Ῥωμαικῶν τούτων ἡ ἑρμηνεία ἐστὶ τὰ ἐπαγόμενα Ἑλληνιστί
Δεσπότηι νικητῆι Θεοδοσίωι καὶ τροπαιούχωι ἀεὶ βασιλεῖ υἱῶι Γάλλα Πλακιδία
ἡ εὐσεβεστάτη καὶ ἀνθοῦσα αἰωνία ἀεὶ βασιλὶς καὶ μήτηρ. Ὁπηνίκα ἐν αὐτῆι τῆι
εἰσόδωι τῆς ἀρχαίας πόλεως ταύτην ἐτιθέμεθα τὴν φροντίδα ἀποδοῦναι τὴν προσκύνησιν
τῶι μακαριωτάτωι ἀποστόλωι Πέτρωι, ἐν αὐτῶι τῶι προσκυνητῶι θυσιαστηρίωι
τοῦ μάρτυρος ὁ εὐλαβέστατος ἐπίσκοπος Λέων, ὀλίγον ἐπισχὼν ἑαυτὸν ἀπὸ τῆς εὐχῆς,
ἕνεκα τῆς καθολικῆς πίστεως πρὸς ἡμᾶς ἀπωδύρατο, αὐτόν τε ὁμοίως τὸν κορυφαῖον
τῶν ἀποστόλων, ὧι καὶ ἔναγχος προσήιειμεν, μάρτυρα συλλαβόμενος περιεστοιχισμένος
τε πλήθει ἐπισκόπων, οὕστινας ἀπὸ ἀναριθμήτων πόλεων ἐν τῆι Ἰταλίαι συνήγαγεν
ὑπὸ τῆς ἀρχῆς τοῦ ἰδίου τόπου καὶ τῆς ἀξίας, καὶ τοῖς ῥήμασιν συνάπτων τὰ δάκρυα
εἰς κοινωνίαν τῶν ἰδίων θρήνων καὶ τὰς ἡμετέρας οἰμωγὰς ἐξεκαλεῖτο. οὐ μικρὰ γὰρ
ἐκ τῶν γεγενημένων ζημία τὴν τοσούτοις χρόνοις φυλαχθεῖσαν τοῦ καθολικοῦ κανόνος
πίστιν ἀπὸ τοῦ θειοτάτου πατρὸς ἡμῶν Κωνσταντίνου, ὃς πρῶτος ἐν τῶι βασιλείωι
6
διέλαμψεν Χριστιανός, ἔναγχος τεταράχθαι πρὸς ὑπόληψιν ἑνὸς ἀνθρώπου, ὅστις ἐν
τῆι συνόδωι τῆς Ἐφεσίων πόλεως μῖσος καὶ ἁψιμαχίαν μᾶλλον λέγεται γεγυμνακέναι
τῆι τε τῶν στρατιωτῶν παρουσίαι καὶ τῶι φόβωι καταπλήττων τὸν ἐπίσκοπον τῆς
Κωνσταντινουπολιτῶν Φλαβιανὸν διὰ τὸ λίβελλον στεῖλαι πρὸς τὸν ἀποστολικὸν θρόνον
καὶ πρὸς πάντας τοὺς ἐπισκόπους τῶν μερῶν τούτων διὰ τῶν ἀποσταλέντων ἐν τῆι
συνόδωι παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ῥώμης, οἵτινες κατὰ τοὺς ὅρους τῆς ἐν
Νικαίαι συνόδου εἰθίσθησαν συνεῖναι, δέσποτα ἁγνότατε υἱὲ βασιλεῦ προσκυνητέ. τού-
του χάριν ἡ σὴ ἡμερότης τοῖς τοσούτοις θορύβοις ἀντιτιθεῖσα τὴν ἀλήθειαν, ἄσπιλον
τὴν πίστιν τῆς καθολικῆς θρηισκείας παραφυλαχθῆναι προσταξάτω, ἵνα κατὰ τὸν
τύπον καὶ τὸν ὅρον τοῦ ἀποστολικοῦ θρόνου, ὃν καὶ ἡμεῖς ὁμοίως ὡς προηγούμενον
προσκυνοῦμεν, ἐν τῆι στάσει τῆς ἱερωσύνης ἀβλαβοῦς μένοντος ἐν πᾶσι Φλαβιανοῦ, ἐν
τῆι συνόδωι τοῦ ἀποστολικοῦ θρόνου ἡ δίκη παραπεμφθείη, ἐν ὧι πρῶτος ἐκεῖνος ὁ τὰς
οὐρανίους κλεῖς ἀξιωθεὶς ὑποδέξασθαι τὴν ἐπισκοπὴν τῆς ἀρχιερωσύνης ἐκόσμησεν, δη-
λαδὴ ὁπότε πρέπει ἡμᾶς ταύτηι τῆι μεγίστηι πόλει, ἥτις δέσποινα πασῶν ὑπάρχει τῶν
γεῶν, ἐν πᾶσι τὸ σέβας παραφυλάξαι, ἐπιμελέστερον δὲ κἀκείνου προνοῆσαι ἵνα μὴ
ὅπερ ἐν τοῖς ἀνωτέροις χρόνοις ἡ ἡμετέρα γενεὰ διεφύλαξεν, ἐφ' ἡμῶν δόξηι μιαίνεσθαι
καὶ διὰ τοῦ παρόντος ὑποδείγματος σχίσματα προχωρήσηι ἔν τε τοῖς ἐπισκόποις
καὶ ταῖς ἁγιωτάταις ἐκκλησίαις.
Τῶν Ῥωμαικῶν τούτων ἡ ἑρμηνεία ἐστὶν τὰ ἐπαγόμενα Ἑλληνιστί
Ἐπιστολὴ Λικινίας αὐγούστας ἤτοι Εὐδοξίας πρὸς Θεοδόσιον
Δεσπότηι Θεοδοσίωι τροπαιούχωι ἀεὶ βασιλεῖ καὶ πατρὶ Λικινία Εὐδοξία ἡ εὐσε-
βεστάτη καὶ ἀνθοῦσα αἰωνία βασιλὶς θυγάτηρ. Πᾶσιν ἔγνωσται τὴν σὴν ἐπιείκειαν
μέριμναν καὶ φροντίδα ποιεῖσθαι τῆς Χριστιανῶν καὶ [τῆς] καθολικῆς πίστεως ἐπὶ τοσοῦτον
ὡς ἐπιτρέπειν ἐφ' ὕβρει ταύτης μηδὲν παντάπασιν γίνεσθαι. ὁπηνίκα τοίνυν εὐτυχῶς ἐν
τῆι Ῥώμηι εἰσεληλύθαμεν καὶ τοῖς οὐδοῖς τοῦ εὐκτηρίου τοῦ ἁγιωτάτου ἀποστόλου
Πέτρου παρεγεγόναμεν, Λέων ὁ μακαριώτατος ἐπίσκοπος τῆς Ῥωμαίων πόλεως μετὰ καὶ
ἑτέρων πλειόνων ἐπισκόπων ἀξίωσιν ἡμῖν προσήγαγεν, φάσκων ὅλον τὸ δόγμα τῆς θρηι-
σκείας κατὰ τὴν Ἀνατολὴν τεθορυβῆσθαι καὶ τοῦτο συμβεβηκέναι ὥστε πᾶσαν τῶν
Χριστιανῶν τὴν πίστιν εἰς σύγχυσιν ἐλάσαι. καὶ γὰρ Φλαβιανὸν τὸν ἐπίσκοπον τῆς
Κωνσταντινουπόλεως ἐκκλησίας διὰ τὰς ἔχθρας τοῦ Ἀλεξανδρέων ἐπισκόπου ἀπω-
δύρατο ἐκβεβλῆσθαι καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐπισκόπων ἤιτησεν, ἐπιμαρτυρόμενος
αὐτῶν τε τῶν σεβασμίων τόπων τὴν προσκύνησιν καὶ τῆς ἡμετέρας ἡμερότητος τὴν
σωτηρίαν, ὥστε πρὸς τὴν σὴν φιλανθρωπίαν ἀπὸ τοῦ μέρους τούτου ἐμὰ γράμματα
καταπεμφθῆναι, δέσποτα ἁγνότατε πάτερ βασιλεῦ προσκυνητέ. προσαγορεύουσα
τοιγαροῦν δίκαια αἰτῶ ὥστε τούτοις τοῖς πράγμασιν θεραπείαν ἡ ὑμετέρα γαληνότης
ἐπιτρέψοι παρασχεθῆναι καὶ τὰ κακῶς πεπραγμένα διορθωθῆναι κελεύσοι, ἄχρις οὗ
πάντων τῶν ἤδη τετυπωμένων ἀνακληθέντων ἐξ ὁλοκλήρου πίστεως καὶ τῆς τῶν Χρι-
7
στιανῶν θρηισκείας ἡ κινουμένη αἰτία ἐν τοῖς τῆς Ἰταλίας συναχθείσης τῆς συνόδου
δοκιμασθείη. ἐγράφη γὰρ ἐνταῦθα πᾶσαν φιλονεικίαν κεκινῆσθαι ὥστε Φλαβιανὸν τὸν
ἐπίσκοπον ἐκ τῶν ἀνθρωπίνων πραγμάτων ἀπαρθῆναι.
Θεῖον γράμμα
Ἐπιστολὴ Θεοδοσίου ἀντιγραφεῖσα πρὸς Οὐαλεντινιανόν
Δεσπότηι ἐμῶι Οὐαλεντινιανῶι αἰωνίωι αὐγούστωι Θεοδόσιος. Καὶ ἐν τῆι
Ῥώμηι παραγεγενῆσθαι τὴν σὴν ἡμερότητα καὶ αἴτησιν προσενηνέχθαι παρὰ Λέοντος
τοῦ εὐλαβεστάτου πατριάρχου δεδήλωται παρὰ τῆς σῆς μεγαλειότητος ἐν τῶι αὐτῶι
ὕφει τῶν γραμμάτων. καὶ περὶ μὲν τῆς σῆς ὑγιοῦς ἐν τῆι Ῥώμηι ἐπανόδου χάρι-
τας ἀποδεδώκαμεν ἀξίως τῆι θείαι μεγαλειότητι, δέσποτα ἁγνότατε υἱὲ καὶ προσκυνητὲ
βασιλεῦ· περὶ δὲ τούτων ὧν ἔφη ὁ μνημονευθεὶς εὐλαβέστατος ἀνήρ, δεδήλωται πρὸς
αὐτὸν πλατύτερον καὶ πληρέστατον καὶ καθὼς ὑπολαμβάνομεν, ἐν μηδενὶ μέρει ἔγνω
ἡμᾶς ἀπὸ τῆς πατρώιας θρηισκείας καὶ τῆς τῶν προγόνων παραδόσεως ἀποπεπηδηκέναι.
οὐδὲν γὰρ ἄλλο βουλόμεθα ἢ εὐχόμεθα ἤπερ τὰ μυστήρια τὰ πατρῶια τὰ κατὰ δια-
δοχὴν ἡμῖν παραδοθέντα ἀκίνητα φυλαχθῆναι. διὰ ταύτην τοιγαροῦν τὴν αἰτίαν,
ἐπειδὴ τινὰς ἔγνωμεν τὰς ἁγιωτάτας ἐκκλησίας ἐπιβλαβεῖ καινισμῶι θορυβεῖν, σύνοδον
ὡρίσαμεν ἐν Ἐφέσωι γενέσθαι· δηλαδὴ παρουσίαι τῶν εὐλαβεστάτων ἐπισκόπων
μετὰ πολλῆς ἐλευθερίας καὶ ὁλοκλήρου ἀληθείας καὶ οἱ ἀνάξιοι τῆς ἱερωσύνης ἀπεκινή-
θησαν καὶ οἱ κριθέντες ἄξιοι προσεδέχθησαν. οὐδὲν τοίνυν παρὰ τούτων ὑπεναντίον
τοῦ κανόνος τῆς πίστεως ἢ τοῦ δικαίου ἔγνωμεν γεγενῆσθαι. πᾶσα τοιγαροῦν ἀμφι-
βολία τῶι θείωι δικαστηρίωι ἐξητάσθη, Φλαβιανὸς δὲ ὁ φωραθεὶς αἴτιος τοῦ βλαβεροῦ
καινισμοῦ τὴν ὀφειλομένην ἑαυτῶι τιμὴν ἀπηνέγκατο. καὶ τούτου δὲ ἀποκινηθέντος
πᾶσα εἰρήνη καὶ πᾶσα συμφωνία ἐν ταῖς ἐκκλησίαις βασιλεύει καὶ οὐδὲν ἕτερον κρατεῖ
εἰ μὴ καθαρὰ ἡ ἀλήθεια.
Ἐπιστολὴ Θεοδοσίου ἀντιγραφεῖσα πρὸς Γάλλαν Πλακιδίαν
Δεσποίνηι ἐμῆι Πλακιδίαι προσκυνητῆι αὐγούσται 〈Θεοδόσιος〉. Ἐκ τῶν
γραμμάτων τῆς σῆς ἡμερότητος ἡ ἡμετέρα ἔγνω αἰωνιότης ὅ τι ὁ εὐλαβέστατος πα-
τριάρχης Λέων παρὰ τῆς σῆς ἤιτησεν αἰωνιότητος. τούτοις τοιγαροῦν δηλοῦμεν τοῖς
γράμμασιν ὅτι περὶ τούτων τῶν εἰρημένων παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου ἐντε-
λέστερον καὶ σαφέστερον πολλάκις ἐγράφη, ἐξ ὧν ἀναμφιβόλως πεφανέρωται μηδὲν ἡμᾶς
παρὰ τὴν πατρώιαν πίστιν ἢ τὰ θεῖα δόγματα ἢ τοὺς ὅρους τῶν εὐλαβεστάτων ἐπισκόπων
οἵτινες τοῦτο μὲν ὑπὸ τοῦ τῆς θείας μνήμης Κωνσταντίνου ἐν τῆι Νικαέων πόλει, τοῦτο
δὲ πάλαι ἡμετέρωι προστάγματι ἐν Ἐφέσωι συνεληλύθασιν, ὡρικέναι ἢ ἐψηφίσθαι ἢ
νενοηκέναι, ἀλλὰ τοῦτο μόνον ἐν Ἐφέσωι τετυπῶσθαι ἵνα πάντες οἵτινες τῶι βλαβερῶι
καινισμῶι τὰς ἁγιωτάτας ἐθορύβησαν ἐκκλησίας, ἀξίως ἀποκινηθῶσιν, προσετάξαμεν.
ταῦτά εἰσιν ἅτινα οὐκ εἰς ἀνατροπήν, ἀλλ' εἰς συμφωνίαν καὶ καθαρὸν σύνδεσμον τῆς
προσκυνητῆς θρηισκείας παρὰ τῶν εὐλαβεστάτων τετύπωται πατέρων, ὁ δὲ λεγόμενος
Φλαβιανὸς ἔξαρχος τῆς τοιαύτης φιλονεικίας θείαι ψήφωι τῶν ἐκκλησιαστικῶν ἐκβέβληται
8
πραγμάτων. ταῦτα τοιγαροῦν εἰδυῖα ἡ σὴ ἡμερότης, δέσποινα ἁγνοτάτη μήτηρ
καὶ προσκυνητὴ αὐγούστα, μηδὲν ἡμᾶς ποτε ὑπεναντίον τῆς παραδοθείσης πίστεως
διανενοῆσθαι, καθὼς παρὰ τινῶν εἴρηται, ὑπολάβηι ἢ λογίσηται.
Τῶν Ῥωμαικῶν τούτων ἡ ἑρμηνεία ἐστὶ τὰ ἐπαγόμενα Ἑλληνιστί
Ἐπιστολὴ Θεοδοσίου ἀντιγραφεῖσα πρὸς Εὐδοξίαν
Δεσποίνηι ἐμῆι Εὐδοξίαι τῆι προσκυνητῆι βασιλίδι Θεοδόσιος. Ἀεὶ μὲν οὖν
τῆς σῆς ποθεινότητος τοῖς γράμμασιν τερπόμεθα καὶ ταῦτα ὅληι ψυχῆι ἡδέως περιπτυσ-
σόμεθα καὶ πάσαις ταῖς σαῖς αἰτήσεσιν μετὰ πολλῆς τῆς χαρᾶς εἰώθαμεν ἐπινεύειν, δέ-
σποινα ἁγνοτάτη θυγάτηρ προσκυνητὴ βασιλίς. ἀλλὰ περὶ τοῦ ἐνεστῶτος πράγ-
ματος, τουτέστιν περὶ Φλαβιανοῦ τοῦ ποτὲ ἐπισκόπου τὰ τῆι αἰτίαι παρακολουθήσαντα
τῶι εὐλαβεστάτωι ἀρχιεπισκόπωι Λέοντι τελείως ἡ ἡμετέρα κατεσήμανεν ἡμερότης, τῆι
δὲ σῆι γλυκύτητι τοῦτο μόνον ἐδοκιμάσαμεν γνωρίσαι ὅτι ὁ μνημονευθεὶς Φλαβιανὸς
θείαι κρίσει τῶν ἀνθρωπίνων πραγμάτων ἀφηιρέθη, ὅπως πᾶσα ἀμφιβολίας φιλονεικία
ἀπὸ τῶν ἱερῶν ἐκκλησιῶν ἀποκινηθῆι, καὶ οὐδὲν ἕτερον τοῦ λοιποῦ μετὰ ταῦτα δυνατὸν
ὁρίσαι περὶ τῶν ἅπαξ ἤδη τετυπωμένων.
Τῆι πρὸ δέκα Καλανδῶν Δεκεμβρίων ἐν Κωνσταντινουπόλει τοῦ δεσπότου ἡμῶν
Οὐαλεντινιανοῦ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως τὸ ὄγδοον καὶ Ἀβιένου τοῦ λαμ-
προτάτου ὑπάτων θεῖα γράμματα κατεπέμφθη παρὰ τοῦ δεσπότου ἡμῶν τοῦ αἰωνίου
βασιλέως Μαρκιανοῦ πρὸς τὸν ἁγιώτατον ἐπίσκοπον Λέοντα σημαίνοντα ὅτι καὶ οἱ ἀποστα-
λέντες παρὰ τοῦ αὐτοῦ εὐλαβεστάτου ἀνδρὸς ἡδέως ἐδέχθησαν, ὥστε μετὰ πάσης προ-
θυμίας ἐν τοῖς μέρεσι τούτοις παραγενέσθαι καταξιώσηι καὶ τὴν σύνοδον ἐπιτελέσαι ἢ
εἰ τοῦτο ἐπαχθὲς αὐτῶι ὀφθείη, διὰ ἰδίων γραμμάτων δηλώσηι, ὥστε θείοις γράμμασιν
κληθέντας τοὺς ἐπισκόπους ἐν ἧι ἂν ἀρέσηι πόλει τὰ ἁρμόζοντα τῆι πίστει ὁρίσωσιν.
Ἐπιστολὴ Μαρκιανοῦ βασιλέως πρὸς τὸν ἀρχιεπίσκοπον Ῥώμης Λέοντα
Λέοντι τῶι εὐλαβεστάτωι ἐπισκόπωι ἐκκλησίας τῆς ἐνδόξου πόλεως Ῥώμης
Μαρκιανός. Περὶ τῆς σπουδῆς καὶ τῆς εὐχῆς τῆς ἡμετέρας οὐκ ἀμφιβάλλει ἡ σὴ ἁγιότης
ὅτιπερ ἀληθῆ τὴν τῶν Χριστιανῶν θρηισκείαν καὶ τὴν ἀποστολικὴν πίστιν βεβαίαν
διαμένειν βουλόμεθα καὶ παρὰ πάντων τῶν δήμων εὐσεβεῖ διανοίαι φυλάττεσθαι. καὶ
γὰρ τὴν ἀμεριμνίαν καὶ τὴν ἰσχὺν τοῦ ἡμετέρου κράτους ἐκ τῆς ὀρθῆς θρηισκείας καὶ εὐμενοῦς
τοῦ σωτῆρος ἡμῶν συνεστάναι οὔκ ἐστιν ἀμφίβολον. δι' ὃ τοὺς εὐλαβεστάτους ἄνδρας
οὓς πρὸς τὴν ἡμετέραν εὐσέβειαν πέπομφεν ἡ σὴ ἁγιότης, ἡδέως καὶ ὡς ἐχρῆν λογισμῶι
ἵλεωι ὑπεδεξάμεθα. λοιπόν ἐστιν ἵνα εἰ ἀρέσκει τῆι σῆι ὁσιότητι ἐπὶ ταῦτα τὰ
μέρη παραγενέσθαι καὶ τὴν σύνοδον ἐπιτελέσαι, τοῦτο ποιεῖν τῶι περὶ τὴν θρηισκείαν
ἔρωτι καταξιώσηι. καὶ γὰρ ταῖς ἡμετέραις ἐπιθυμίαις ποιήσει τὸ ἱκανὸν ἡ σὴ ὁσιότης
καὶ τῆι ἱερᾶι θρηισκείαι τὰ χρήσιμα διατυπώσει. εἰ δὲ ἐπαχθὲς τοῦτό ἐστιν τὸ
σὲ πρὸς ταῦτα παραγενέσθαι τὰ μέρη, τοῦτο αὐτὸ ἡμῖν ἰδίοις καταμηνύσει γράμμασιν
ἡ σὴ ἁγιωσύνη, ὥστε πρὸς ἅπασαν τὴν Ἀνατολὴν καὶ τὴν Θράικην καὶ τὸ Ἰλλυρικὸν
9
θεῖαι ἡμέτεραι ἀποσταλήσωνται προσφωνήσεις, ὅπως πρός τινα ὡρισμένον τόπον, ἔνθα
ἂν ἡμῖν δόξηι, πάντες οἱ ἁγιώτατοι ἐπίσκοποι παραγένωνται καὶ ἅπερ τῆι τῆς τῶν
Χριστιανῶν θρηισκείας εἰρήνηι καὶ τῆι καθολικῆι πίστει συμφέρουσιν, καθὼς ἡ σὴ ἁγιω-
σύνη κατὰ τοὺς ἐκκλησιαστικοὺς κανόνας διετύπωσεν, κατατεθήσωνται.
Θεῖαι συλλαβαὶ ἀπεστάλησαν γὰρ παρὰ τῆς θείας μνήμης Πουλχερίας πρὸς τὸν
αὐτὸν ἁγιώτατον ἄνδρα μηνύουσαι τὸν θεοφιλέστατον ἀρχιεπίσκοπον τῆς Κωνσταν-
τινουπόλεως Ἀνατόλιον χωρισθείσης πάσης πλάνης ἔναγχος τῆι πεμφθείσηι ἐπιστολῆι
πρὸς τὸν τῆς ἁγίας μνήμης Φλαβιανὸν ἄνευ τινὸς μελλησμοῦ ὑπογεγραφηκέναι καί τινα
ἤδη ἐν τοῖς τῆς Ἀνατολῆς μέρεσιν σύνοδον εἶναι ἐπιτελεστέαν. καὶ τὸ λείψανον δὲ τοῦ
αὐτοῦ τῆς ἁγίας μνήμης Φλαβιανοῦ ἐν τῆι Κωνσταντινουπόλει κατηνέχθη ἐν τῆι τῶν
Ἀποστόλων βασιλικῆι κατατεθησόμενον. καὶ οἱ ἐπίσκοποι δὲ οἳ ὁμονοήσαντες τῶι
τῆς θείας μνήμης Φλαβιανῶι εἰς ἐξορίαν ἦσαν ἀποσταλέντες, οὓς ἀνακλητέους πρὸς ἀνα-
ληπτέας τὰς ἰδίας ἐκκλησίας συνόδου ἀναμενοῦντας τὴν ἀπόφασιν.
Τῶν Ῥωμαικῶν τούτων ἡ ἑρμηνεία ἐστὶ τὰ ἐπαγόμενα Ἑλληνιστί
Ἐπιστολὴ Πουλχερίας αὐγούστας πρὸς τὸν ἁγιώτατον ἐπίσκοπον Ῥώμης Λέοντα
Λέοντι τῶι εὐλαβεστάτωι ἐπισκόπωι τῆς ἐκκλησίας τῆς ἐνδόξου πόλεως Ῥώμης
παρὰ τῆς δεσποίνης ἡμῶν Πουλχερίας καὶ σεβασμιωτάτης βασιλίδος. Τὰ γράμματα
τῆς σῆς μακαριότητος μετὰ τῆς πρεπούσης παντὶ ἐπισκόπωι σεβασμιότητος ὑπεδεξά-
μεθα. δι' ὧν τὴν σὴν πίστιν καθαρῶς καὶ τοιαύτην ἐπέγνωμεν ὁποία ὀφείλει μετὰ
ἁγιότητος τῶι θείωι παρέχεσθαι ναῶι, ἐγὼ δὲ ὁμοίως καὶ ὁ δεσπότης ὁ γαληνότατος
βασιλεὺς ὁ ἐμὸς σύζυγος ἐν τῆι αὐτῆι διὰ παντὸς καὶ διεμείναμεν καὶ διαμένομεν, πᾶσαν
σκαιότητα καὶ μιασμὸν καὶ φαρμακείαν ἐκκλίνοντες. ὁ ἁγιώτατος τοίνυν τῆς ἐνδόξου
Κωνσταντινουπόλεως ἐπίσκοπος Ἀνατόλιος ἐν τῆι αὐτῆι διέμεινεν πίστει τε καὶ θρηι-
σκείαι καὶ τῶν σῶν γραμμάτων τὴν ἀποστολικὴν ὁμολογίαν περιπτύσσεται, τῆς πλάνης
ἀποβληθείσης ἐκείνης ἥτις παρὰ τινῶν νῦν ἀνέκυψεν, καθὼς καὶ ἐκ τῶν αὐτοῦ γραμμάτων
ἔτι σαφέστερον ἐπιγνῶναι ἡ σὴ δύναται ἁγιότης. τῆι τε γὰρ ἐπιστολῆι ὁμοίως
τῆς καθολικῆς πίστεως ἥντινα πρὸς τὸν τῆς ἁγίας μνήμης Φλαβιανὸν τὸν ἐπίσκοπον ἡ
σὴ μακαριότης ἀπέστειλεν, δίχα τινὸς ὑπερθέσεως ὑπέγραψεν. καὶ διὰ τοῦτο ἡ
σὴ εὐλάβεια, καθ' ὃν ἂν φανείη τρόπον, σημᾶναι καταξιώσει ἵνα πάντες καὶ πάσης
τῆς Ἀνατολῆς οἱ ἐπίσκοποι Θράικης τε καὶ Ἰλλυρικοῦ, καθὼς καὶ τῶι ἡμετέρωι δεσπότηι
τῶι εὐσεβεστάτωι βασιλεῖ τῶι ἐμῶι συζύγωι ἀρέσκει, εἰς μίαν πόλιν τὴν ταχίστην ἀπὸ
τῶν Ἀνατολικῶν μερῶν παραγένωνται κἀκεῖσε γενομένης συνόδου περί τε τῆς καθο-
λικῆς ὁμολογίας καὶ περὶ τούτων τῶν ἐπισκόπων οἵτινες πρὸ τούτου ἐχωρίσθησαν,
καθὼς ἡ πίστις καὶ ἡ Χριστιανικὴ εὐσέβεια ἀπαιτεῖ, σοῦ αὐθεντοῦντος ὁρίσωσιν. ἔτι
δὲ γνώτω ἡ σὴ ἁγιότης ὡς προστάγματι τοῦ ἡμετέρου δεσπότου καὶ γαληνοτάτου
βασιλέως τοῦ ἡμετέρου συζύγου ἐν τῆι ἐνδόξωι πόλει τῆς Κωνσταντινουπόλεως τοῦ
τῆς ἁγίας μνήμης ἐπισκόπου Φλαβιανοῦ τὸ σῶμα διακεκόμισται καὶ ἐν τῆι βασιλικῆι
τῶν Ἀποστόλων, ἐν ἧι εἰώθασιν οἱ προλειτουργήσαντες ἐπίσκοποι θάπτεσθαι, τῆι χρεω-
στουμένηι τιμῆι ἀποτέθειται. καὶ τούτους ὁμοίως τοὺς ἐπισκόπους, οἵτινες διὰ τὴν
10
αὐτὴν αἰτίαν, ἐπειδὴ μετὰ τοῦ ἁγιωτάτου Φλαβιανοῦ τῆι συμφωνίαι τῆς πίστεως τῆς
καθολικῆς συνέτρεχον, ἐξορίαι ὑπεβλήθησαν, ἐπανελθεῖν διὰ κυρώσεως ἰδίου πραγματικοῦ
προσέταξεν, ὥστε διὰ τῆς δοκιμασίας τῆς συνόδου πάντων τῶν ἐπισκόπων τῶν συνελ-
θόντων καὶ τῆς ἀποφάσεως τὴν ἐπισκοπὴν καὶ τὰς ἰδίας ἐκκλησίας κριθῶσιν ἀπολαβεῖν.
Νικηταὶ Οὐαλεντινιανὸς καὶ Μαρκιανὸς ἔνδοξοι τροπαιοῦχοι ἀεὶ βασιλεῖς Λέοντι τῶι
εὐλαβεστάτωι ἐπισκόπωι τῆς ἐνδόξου πόλεως Ῥώμης. Εἰς τοῦτο τὸ μέγιστον βασί-
λειον ἦλθον θεοῦ προνοίαι καὶ ἐπιλογῆι τῆς ὑπερφυοῦς συγκλήτου καὶ παντὸς τοῦ στρα-
τοῦ, ὅθεν ὑπὲρ τῆς εὐλαβοῦς καὶ καθολικῆς θρηισκείας τῆς πίστεως τῶν Χριστιανῶν, οὗτινος
τῆι βοηθείαι τοῦ ἡμετέρου κράτους πεποίθαμεν ἰθύνεσθαι τὴν δύναμιν, τὴν [τε] σὴν
ἁγιωσύνην ἐπισκοπεύουσαν καὶ ἄρχουσαν τῆς θείας πίστεως ἱεροῖς γράμμασιν ἐν πρώ-
τοις δίκαιον ἡγησάμεθα προσειπεῖν, προτρεπόμενοι καὶ παρακαλοῦντες ἵνα ὑπὲρ
ἑδραιότητος καὶ στάσεως τοῦ ἡμετέρου βασιλείου τὴν αἰώνιον θειότητα ἡ σὴ ἱκετεύοι
ὁσιότης διὰ τὸ καὶ τὴν ἡμετέραν πρόθεσιν καὶ τὸν πόθον τοιοῦτον ὑπάρχειν ὥστε πάσης
ἀσεβοῦς πλάνης ἀποκινηθείσης διὰ τῆς συγκροτηθείσης ταύτης συνόδου σοῦ αὐθεν-
τοῦντος μεγίστη εἰρήνη περὶ πάντας τοὺς ἐπισκόπους τῆς καθολικῆς πίστεως ὑπαρχθείη
παντὸς μύσους καθαρὰ καὶ ἄσπιλος γενομένη.
Ἐπράχθη ἐν Κωνσταντινουπόλει ἐν ὑπατείαι τοῦ δεσπότου ἡμῶν Οὐαλεν-
τινιανοῦ τοῦ αἰωνίου αὐγούστου τὸ ἕβδομον καὶ Ἀβιένου τῶν ὑπάτων.
Τῶι ἀγαπητῶι ἀδελφῶι Φλαβιανῶι Λέων [ἐπίσκοπος Ῥώμης]. Ἀναγνόντες
τὰ γράμματα τῆς ἀγάπης τῆς σῆς, ἅπερ οὕτω βραδύτατα γεγενῆσθαι θαυμάζομεν,
11
καὶ τῆι τάξει τῶν ὑπομνημάτων ἐγκύψαντες, ἥτις ἐπὶ τῶν ἐπισκόπων ἐπράχθη, μόλις
ποτὲ τί τὸ παρ' ὑμῖν σκάνδαλον ἀνεφύη κατὰ τῆς ὑγιοῦς πίστεως, ἔγνωμεν καὶ τὰ πρό-
τερον λεληθέναι δοκοῦντα νῦν ἡμῖν δῆλα γεγένηται. δι' ὧν Εὐτυχὴς ὃς τῆι τοῦ πρεσ-
βυτέρου προσηγορίαι τιμῆς εἶναι ἄξιος νομισθεὶς πολύ τις ἀσύνετος καὶ λίαν ἀμαθὴς
ἀποδείκνυται, ὡς περὶ αὐτοῦ καὶ τὸ τοῦ προφήτου εἰρῆσθαι· <οὐκ ἠβουλήθη συνιέναι
τοῦ ἀγαθῦναι· ἀδικίαν ἐμελέτησεν ἐπὶ τῆς κοίτης αὐτοῦ.> τί δ' ἂν ἀδι-
κώτερον εἴη τοῦ τὰ ἀσεβῆ φρονεῖν καὶ τοῖς εὖ φρονοῦσιν καὶ σοφωτέροις μὴ εἴκειν; εἰς
τὴν ἄνοιαν δὲ ταύτην ἐμπίπτουσιν οἱ κατά τι μὲν ἐμπόδιον ἀσαφείας γνῶναι τὸ ἀληθὲς
κωλυόμενοι, οὐκ ἐπὶ τὰς προφητικὰς δὲ φωνάς, οὐκ ἐπὶ τὰς τῶν ἀποστόλων γραφάς,
οὐκ ἐπὶ τὰς εὐαγγελικὰς αὐθεντίας, ἀλλ' ἐφ' ἑαυτοὺς ἀνατρέχοντες καὶ διὰ τοῦτο διδάσκαλοι
πλάνης ἀναδεικνύμενοι, ἐπειδὴ τῆς ἀληθείας μαθηταὶ μὴ γεγόνασιν. ποίαν γὰρ
ἀπὸ τῶν θείων βίβλων παιδείαν τῆς τε παλαιᾶς καὶ καινῆς διαθήκης προσέλαβεν ὃς
οὐδὲ αὐτοῦ τοῦ συμβόλου τῶν προοιμίων ἐδράξατο; καὶ ὅπερ ἀνὰ πᾶσαν τὴν οἰκου-
μένην τῆι φωνῆι πάντων τῶν ἀναγεννωμένων προφέρεται, τοῦτο κατὰ νοῦν ἔτι τούτου
τοῦ γέροντος οὐ λαμβάνεται; ἀγνοῶν τοίνυν τί δέοι περὶ τῆς ἐνανθρωπήσεως τοῦ
θεοῦ λόγου νοεῖν, καὶ τῶν θείων γραφῶν ἐν τῶι πλάτει πονεῖν οὐ βουλόμενος ὅπως ἂν
τοῦ φωτὸς τῆς ἐντεῦθεν γνώσεως ἄξιος γένηται, ἐκείνην γοῦν ὤφειλεν τὴν κοινὴν καὶ
μὴ διαφωνοῦσαν ὁμολογίαν ἐν ἀκροάσει περιμερίμνωι ποιήσασθαι, ἣν τῶν πιστῶν ἅπαν
τὸ πλῆθος ὁμολογεῖ, πιστεύειν ἑαυτὸν εἰς θεὸν πατέρα παντοκράτορα καὶ εἰς Χριστὸν
Ἰησοῦν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν κύριον ἡμῶν, τὸν τεχθέντα ἐκ πνεύματος ἁγίου
καὶ Μαρίας τῆς παρθένου, δι' ὧν τριῶν ἀποφάσεων τὰ πάντων σχεδὸν αἱρετικῶν κατα-
λύεται μηχανήματα. ὁπότε γὰρ θεὸς καὶ παντοκράτωρ καὶ πατὴρ εἶναι πιστεύεται,
συναίδιος αὐτῶι καὶ ὁ υἱὸς ἀποδείκνυται, ἐν οὐδενὶ τοῦ πατρὸς διαφέρων, ἐπειδήπερ
ἐκ θεοῦ θεός, ἐκ παντοκράτορος παντοκράτωρ, ἐξ αἰδίου γεννηθεὶς συναίδιος, οὐ μετα-
γενέστερος χρόνωι, οὐκ ἐλάσσων δυνάμει, οὐκ ἀνόμοιος δόξηι, οὐ κεχωρισμένος οὐσίαι.
ὁ δὲ αὐτὸς τοῦ αἰδίου πατρὸς μονογενὴς ἀίδιος ἐτέχθη ἐκ πνεύματος ἁγίου καὶ Μαρίας
τῆς παρθένου, ἥτις γέννησις χρονικὴ τῆς θείας αὐτοῦ καὶ ἀιδίου γεννήσεως οὔτε τι ἀπε-
μείωσεν οὔτε μήν τι ταύτηι προσέθηκεν, ἀλλ' ὅλην ἑαυτὴν εἰς τὸ σῶσαι τὸν ἄνθρωπον
πεπλανημένον ἐκένωσεν, ἵνα καὶ τὸν θάνατον νικήσηι καὶ τὸν διάβολον τὸν τὸ κράτος
ἔχοντα τοῦ θανάτου τῆι οἰκείαι καταβάληι δυνάμει. οὐδὲ γὰρ ἂν ἠδυνήθημεν νικῆσαι
12
τῆς ἁμαρτίας καὶ τοῦ θανάτου τὸν ἀρχηγόν, εἰ μὴ τὴν ἡμετέραν αὐτὸς φύσιν ἀνέλαβεν
καὶ οἰκείαν εἰργάσατο, ὃν οὔτε ἁμαρτία μολῦναι οὔτε θάνατος κατασχεῖν ἠδυνήθη. συν-
ελήφθη μὲν οὖν δηλονότι ἐκ πνεύματος ἁγίου ἐν γαστρὶ παρθένου μητρός, ἥτις οὕτω φυλα-
χθείσης τῆς παρθενίας αὐτὸν ἀπεκύησεν, ὥσπερ οὖν καὶ ἀκεραίου μεινάσης τῆς παρθενίας
συνέλαβεν. ἀλλ' εἴπερ ἐκ ταύτης τινὰ τῆς ἐν τῆι πίστει τῶν Χριστιανῶν εὐαγεστάτης
πηγῆς καθαρὰν ἀρύσασθαι διάνοιαν οὐκ ἠδύνατο διὰ τὸ τῆς τηλαυγοῦς ἀληθείας αὐτὸν
ἑαυτῶι τὸ φέγγος ἐκ τῆς οἰκείας ἐπισκοτίζειν τυφλώσεως, τῆι διδασκαλίαι γοῦν τῆι τῶν
εὐαγγελίων ἑαυτὸν ὑπήγαγεν ἂν καὶ λέγοντος Ματθαίου <βίβλος γενέσεως Ἰησοῦ
Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἁβραὰμ> καὶ τοῦ ἀποστολικοῦ δὲ κηρύγματος τὴν
εἰσήγησιν ἂν ἐπεζήτησεν καὶ ἀναγινώσκων ἐν τῆι ἐπιστολῆι τῆι πρὸς Ῥωμαίους <Παῦλος
δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγγέλιον
θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις
περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα>
ἐπὶ τὰς προφητικὰς οὕτως ἂν βίβλους τὴν εὐσεβῆ φροντίδα μετήγαγεν, καὶ εὑρίσκων
τὴν ἐπαγγελίαν τοῦ θεοῦ πρὸς τὸν Ἁβραὰμ λέγοντος <ἐν τῶι σπέρματί σου ἐνευλο-
γηθήσονται πάντα τὰ ἔθνη,> ὅπως ἂν περὶ τῆς κυριότητος τούτου μὴ ἀμφιβάληι τοῦ
σπέρματος, ἠκολούθησεν ἂν καὶ τῶι ἀποστόλωι λέγοντι <τῶι Ἁβραὰμ ἐρρέθησαν
αἱ ἐπαγγελίαι καὶ τῶι σπέρματι αὐτοῦ. οὐκ εἶπεν· καὶ τοῖς σπέρμασιν,
ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνός· καὶ τῶι σπέρματί σου, ὅπερ ἐστὶν Χριστός,>
καὶ τὸ Ἡσαίου δὲ κήρυγμα διὰ τῆς ἐνδοτέρας κατέσχεν ἂν ἀκροάσεως λέγοντος <ἰδοὺ
ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσιν τὸ ὄνομα
αὐτοῦ Ἐμμανουήλ, ὅπερ ἐστὶν μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός,> καὶ
τοῦ αὐτοῦ δὲ προφήτου πιστῶς ἂν ὑπανέγνω τὰ ῥήματα <παιδίον ἐγεννήθη ἡμῖν,
υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλέσουσιν
τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θεὸς ἰσχυρός, ἐξουσιαστής,
ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος,> οὐδὲ ματαίως λαλῶν οὕτως
ἂν εἶπεν σάρκα γεγενῆσθαι τὸν λόγον, ὡς ὅτιπερ ὁ τεχθεὶς ἀπὸ τῆς παρθένου
Χριστὸς εἶχεν μὲν ἀνθρώπου μορφήν, οὐκ εἶχεν δὲ τοῦ μητρώιου σώματος τὴν ἀλήθειαν.
ἢ τάχα διὰ τοῦτο τὸν δεσπότην Χριστὸν οὐκ εἶναι τῆς ἡμετέρας ἐνόμισεν φύσεως, ὅτι
13
πρὸς τὴν μακαρίαν Μαρίαν ὁ πεμφθεὶς ἄγγελος εἶπεν <πνεῦμα ἅγιον ἐπελεύσεται
ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι, δι' ὃ καὶ τὸ γεννώμενον ἐκ
σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ,> ὅπως ἂν ἐπειδήπερ ἡ σύλληψις τῆς παρθένου
θείας ἔργον γεγένηται δημιουργίας, ἐκ τῆς φύσεως τῆς συλλαβούσης ἡ σὰρξ τοῦ συλλη-
φθέντος μὴ γένηται; ἀλλ' οὐχ οὕτως νοητέον ἐκείνην τὴν γέννησιν, ἥτις μονογενῶς ἐστιν
θαυμαστὴ καὶ θαυμαστῶς ἐστιν μονογενής, ὥστε διὰ τοῦ καινοπρεποῦς τῆς γεννήσεως τὴν
τοῦ γένους ἐκβάλλεσθαι κυριότητα. τὸ μὲν γὰρ γόνιμον τῆι παρθένωι τὸ ἅγιον πνεῦμα
παρέσχεν, ἡ δὲ τοῦ σώματος ἀλήθεια προσελήφθη ἐκ σώματος, καὶ τῆς σοφίας οἰκοδο-
μούσης ἑαυτῆι οἶκον ὁ <λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν,> τουτέστιν
ἐν τούτωι τῶι σώματι ὅπερ ἔλαβεν ἐξ ἀνθρώπου καὶ ὃ πνεύματι ζωῆς λογικῆς ἐνεψύ-
χωσεν. σωιζομένης τοίνυν τῆς ἰδιότητος ἑκατέρας φύσεως καὶ εἰς ἓν πρόσωπον συνιούσης
ἀνελήφθη ἀπὸ μὲν τῆς θεότητος ἡ ταπεινότης, ἀπὸ δὲ τῆς δυνάμεως τὸ ἀδύνατον, ἀπὸ
τοῦ ἀθανάτου τὸ θνητόν, καὶ πρὸς τὸ τὸ χρεωστούμενον ὄφλημα τῆς ἡμετέρας φύσεως
ἐκτιθῆναι ἡ θεία φύσις ἡνώθη τῆι φύσει τῆι παθητῆι, ἵνα τοῦτο δὴ τὸ ταῖς ἡμετέραις
ἰάσεσιν ὑπάρχον ἁρμόδιον, ὁ εἷς καὶ ὁ αὐτὸς ὢν μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος
Χριστὸς Ἰησοῦς καὶ ἀποθνήισκειν ἐκ τοῦ ἑνὸς δυνηθῆι καὶ τελευτᾶν ἐκ τοῦ ἑτέρου μὴ δυνηθῆι.
ἐν ἀκεραίαι τοιγαροῦν ἀληθοῦς ἀνθρώπου καὶ τελείαι τῆι φύσει θεὸς ἀληθὴς ἐτέχθη, ὅλος
ἐν τοῖς ἑαυτοῦ καὶ ὅλος ἐν τοῖς ἡμῶν. ἡμέτερα δὲ λέγομεν ἅπερ ἡμῖν ἐξ ἀρχῆς ὁ δημιουρ-
γὸς ἐναπέθετο καὶ ἅπερ ἀνακαινιστέα πάλιν ἐδέξατο· ἐκεῖνα γὰρ ἅπερ ὁ ἀπατεὼν ἐπει-
σήγαγεν καὶ ὁ ἀπατηθεὶς ἄνθρωπος ἥμαρτεν, τὸ τυχὸν ἐπὶ τοῦ σωτῆρος ἴχνος οὐκ ἔσχηκεν.
οὐδὲ ἐπειδὴ κοινωνίαν τῆς ἀνθρωπίνης ὑπεισελήλυθεν ἀσθενείας, διὰ τοῦτο καὶ κοινωνὸς
τῶν ἡμετέρων γέγονεν ἁμαρτημάτων. προσέλαβεν γὰρ δούλου μορφὴν δίχα ῥύπου
τινὸς ἁμαρτήματος, καὶ τὸ ἀνθρώπινον αὔξων καὶ τὸ θεῖον οὐ μειῶν, ἐπειδήπερ ἡ κένωσις
ἐκείνη δι' ἧς ἑαυτὸν ὁ ἀόρατος ὁρατὸν παρεσκεύασεν καὶ ὁ ποιητὴς καὶ δεσπότης τῶν
ὅλων εἷς τῶν ἀνθρώπων ἠβουλήθη γενέσθαι, συγκατάβασις ἦν εὐσπλαγχνίας, οὐκ
ἀσθένεια τῆς δυνάμεως. τοιγαροῦν ὃς μένων ἐν μορφῆι θεοῦ πεποίηκεν ἄνθρωπον,
αὐτὸς ἐν μορφῆι δούλου γέγονεν ἄνθρωπος· φυλάττει γὰρ ἑκατέρα φύσις ἀνελλιπῶς
14
τὴν ἑαυτῆς ἰδιότητα καὶ ὥσπερ οὐκ ἀναιρεῖ τὴν τοῦ δούλου μορφὴν ἡ μορφὴ τοῦ θεοῦ,
οὕτως τὴν τοῦ θεοῦ μορφὴν ἡ τοῦ δούλου μόρφωσις οὐκ ἐμείωσεν. ἐπειδὴ γὰρ κατε-
καυχᾶτο ὁ διάβολος τὸν ἄνθρωπον τὸν ἠπατημένον ἐκ τῆς πλάνης αὐτοῦ τῶν θείων
δωρεῶν ἐστερημένον καὶ τῶν τῆς ἀφθαρσίας ἀγαθῶν γεγυμνωμένον ὑπὸ τὴν τοῦ θανάτου
χαλεπὴν ἀπόφασιν γεγενῆσθαι καὶ ἐν τοῖς ἰδίοις κακοῖς παραμυθίαν αὐτὸν εὑρηκέναι
τινὰ ἐκ τῆς αὐτοῦ τοῦ γεγονότος προδότου κοινωνίας, ὡς καὶ τὸν θεόν, τοῦτο τῆς αὐτοῦ
δικαιοσύνης ἀπαιτούσης, ἀμεῖψαι περὶ τὸν ἄνθρωπον τὴν οἰκείαν ἀπόφασιν, ὃν τοσαύτηι
τιμῆι κατεσκεύασεν, χρεία τῆς οἰκονομίας τοῦ ἀπορρήτου μυστηρίου γεγένηται, ἵνα
ὁ ἀναλλοίωτος θεός, οὗτινος ἡ βούλησις τῆς ἐμφύτου χρηστότητος στερηθῆναι μὴ δύναται,
πρώτην περὶ ἡμᾶς τὴν τῆς οἰκείας εὐσεβείας ἀπορρήτωι μυστηρίωι πληρώσηι διοίκησιν
καὶ ἵνα ὁ ἄνθρωπος ὁ τῆι κακουργίαι τῆς διαβολικῆς κακίας πρὸς ἁμαρτίαν συνελαθεὶς
μὴ παρὰ βούλησιν ἀπόληται τοῦ θεοῦ. προέρχεται τοίνυν εἰς τὸ ταπεινὸν τοῦτο τοῦ
κόσμου ὁ υἱὸς τοῦ θεοῦ ἀπὸ τοῦ οὐρανίου θρόνου καταβαίνων καὶ ἀπὸ τῆς πατρικῆς
δόξης οὐκ ἀφιστάμενος καινῆι τινι τάξει καὶ καινῆι τῆι γεννήσει γεννώμενος, καινῆι μὲν
τῆι τάξει, ὅτιπερ ἀόρατος ὢν ἐν τοῖς ἑαυτοῦ ὁρατὸς γέγονεν ἐν τοῖς παρ' ἡμῖν καὶ ἀκατά-
ληπτος ὢν ἠβουλήθη καταλαμβάνεσθαι καὶ προαιώνιος μένων εἶναι ἤρξατο ἀπὸ χρόνου
καὶ τοῦ παντὸς ὢν δεσπότης τὴν δουλικὴν μορφὴν ἀνεδέξατο τῆς οἰκείας θεότητος ἐπι-
σκιάσας τὸ μέγεθος καὶ ὁ ἀπαθὴς θεὸς οὐκ ἀπηξίωσεν παθητὸς εἶναι ἄνθρωπος καὶ ὁ ἀθά-
νατος νόμοις ὑποκεῖσθαι θανάτου· καινῆι δὲ τῆι γεννήσει τεχθείς, ἐπείπερ ἡ ἄχραντος
παρθενία ἐπιθυμίαν μὲν ἠγνόησεν, τὴν δὲ τῆς σαρκὸς ἐχορήγησεν ὕλην. καὶ προ-
σελήφθη ἐκ τῆς μητρὸς τοῦ δεσπότου φύσις, οὐχ ἁμαρτία· οὐ μὴν ἐπειδήπερ ἐν τῶι δεσπό-
τηι Ἰησοῦ Χριστῶι τῶι τεχθέντι ἐκ τῆς γαστρὸς τῆς παρθένου θαυμαστή τίς ἐστιν ἡ γέν-
νησις, διὰ τοῦτο ἡμῖν οὐχ ἡ φύσις ὁμοία. ὁ γὰρ ὢν θεὸς ἀληθὴς αὐτός ἐστιν καὶ ἄν-
θρωπος ἀληθής. καὶ ψεῦδος οὐδὲν ἐν ταύτηι τῆι ἑνώσει τυγχάνει, ἐν ὅσωι τὰ συναμ-
φότερα μετ' ἀλλήλων ἐστίν, καὶ τοῦ ἀνθρώπου τὸ ταπεινὸν καὶ τὸ μέγεθος τῆς θεότητος.
ὥσπερ γὰρ τῶι ἐλεεῖν ὁ θεὸς τροπὴν οὐχ ὑφίσταται, οὕτως ὁ ἄνθρωπος τῶι μεγέθει τῆς
θείας ἀξίας οὐκ ἀναλίσκεται. ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας
ὅπερ ἴδιον ἔσχηκεν, τοῦ μὲν λόγου κατεργαζομένου τοῦθ' ὅπερ ἐστὶν τοῦ λόγου, τοῦ
δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶν τοῦ σώματος, καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύ-
15
μασιν, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν. καὶ καθάπερ ὁ λόγος ἀπὸ τῆς ἰσότητος
τῆς τοῦ πατρὸς δόξης ἐστὶν ἀχώριστος, οὕτως τὸ σῶμα τὴν φύσιν τοῦ ἡμετέρου γένους
οὐκ ἀπολέλοιπεν· εἷς γὰρ καὶ ὁ αὐτὸς ἀληθῶς υἱὸς τοῦ θεοῦ καὶ ἀληθῶς υἱὸς ἀνθρώπου
τυγχάνει, θεὸς μὲν κατὰ τοῦτο καθ' ὃ <ἐν ἀρχῆι ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς
τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος,> ἄνθρωπος δὲ κατὰ τοῦτο καθ' ὃ ὁ <λόγος σὰρξ
ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν·> καὶ θεὸς μὲν κατὰ τοῦτο καθ' ὃ δι' αὐτοῦ τὰ <πάντα
ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν,> ἄνθρωπος δὲ κατὰ τοῦτο καθ' ὃ
γέγονεν ἐκ <γυναικός,> γέγονεν <ὑπὸ νόμον.> καὶ ἡ μὲν τῆς σαρκώσεως γέννησις
ἀνθρωπίνης ἐστὶν δήλωσις φύσεως, ὁ δὲ τοκετὸς τῆς παρθένου μήνυμα τῆς θείας ὑπάρχει
δυνάμεως, καὶ ἡ μὲν νηπιότης τοῦ βρέφους διὰ τῆς τῶν σπαργάνων εὐτελείας ἐπιγινώσκε-
ται, τὸ δὲ μέγεθος τῆς αὐτοῦ μεγαλωσύνης διὰ τῶν ἀγγελικῶν φωνῶν ἀποδείκνυται,
καὶ ὁμοιοῦται μὲν τοῖς νεωστὶ τικτομένοις ἀνθρώποις οὗτος ὃν Ἡρώιδης ἀσεβῶς φονεῦσαι
βουλεύεται, ἀλλὰ ἐστὶν δεσπότης τῶν ὅλων ὃν μάγοι χαίρουσιν ἱκετευτικῶς προσκυνεῖν.
ὅτε δὲ πρὸς τὸ τοῦ προδρόμου ἑαυτοῦ Ἰωάννου ἔρχεται βάπτισμα, ὅπως ἂν μὴ λάθηι
ὅτιπερ τῶι προκαλύμματι τῆς σαρκὸς ἡ θεότης ἐκρύπτετο, ἡ τοῦ πατρὸς φωνὴ ἐξ οὐρανῶν
ἐπιβοῶσά φησιν· <οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ὧι ηὐδόκησα.> τοι-
γαροῦν ὃν ὡς ἄνθρωπον ἡ τοῦ διαβόλου πειράζει πανουργία, τούτωι ἅτε δὴ θεῶι ἡ τῶν
ἀγγέλων τάξις διακονεῖ. τὸ μὲν γὰρ πεινῆν καὶ διψῆν, κοπιᾶν καὶ ὑπνοῦν ὁμολογουμένως
ἐστὶν ἀνθρώπου, ἀλλὰ τὸ πέντε ἄρτοις πέντε χιλιάδας ἀνθρώπων κορέσαι καὶ χαρίσασθαι
τῆι Σαμαρείτιδι ζῶν ὕδωρ, ὅθεν ἀρυσαμένηι αὐτῆι ὑπῆρξεν τὸ μηκέτι διψῆν, καὶ ἐπὶ
μὲν νώτων θαλάσσης περιπατεῖν τῶν ποδῶν οὐ βαπτιζομένων, τὰς δὲ τῶν κυμάτων
οἰδήσεις ἐπιτιμωμένου τοῦ κλύδωνος κατευνάζειν ἐστὶν ἀναμφιβόλως θεοῦ. ὥσπερ
οὖν, ἵνα τὰ πολλὰ παραλείψω, οὐ τῆς αὐτῆς ἐστιν φύσεως τὸ κλαίειν ἐκ διαθέσεως οἴκτου
τὸν τελευτήσαντα φίλον καὶ τὸ τὸν αὐτὸν ἀναζῆν μέλλοντα διασκεδασθέντος τοῦ προσχώ-
ματος τῆς τεταρταίας ἤδη ταφῆς ἐξαναστῆσαι πρὸς τὸ κέλευσμα τῆς φωνῆς ἢ τὸ ἐπὶ
16
ξύλου ἠρτῆσθαι καὶ ἐξ ἡμέρας εἰς νύκτα μεταβληθέντα τὰ στοιχεῖα πάντα συσσεῖσαι
ἢ τὸ διαπεπάρθαι τοῖς ἥλοις καὶ τὰς τοῦ παραδείσου πύλας ἀνοῖξαι τῆι πίστει τῆι τοῦ
ληιστοῦ, οὕτως οὐ τῆς αὐτῆς ἐστιν φύσεως τὸ λέγειν <ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν>
καὶ τὸ λέγειν ὁ <πατήρ μου μείζων μού ἐστιν.> εἰ καὶ τὰ μάλιστα γὰρ ἐν τῶι
δεσπότηι Ἰησοῦ Χριστῶι τοῦ θεοῦ καὶ τοῦ ἀνθρώπου ἕν ἐστιν πρόσωπον, ὅμως ἕτερόν
ἐστιν ἐκεῖνο ἐξ οὗ ἐν ἑκατέρωι κοινόν ἐστιν τὸ τῆς ὕβρεως, καὶ ἕτερον ἐξ οὗ κοινὸν τὸ τῆς
δόξης καθέστηκεν. ἐξ ἡμῶν μὲν γάρ ἐστιν αὐτῶι ἡ ἐλάσσων τοῦ πατρὸς ἀνθρωπότης,
ἀπὸ δὲ τοῦ πατρός ἐστιν αὐτῶι ἡ μετὰ τοῦ πατρὸς ἴση θεότης. διὰ ταύτην τοίνυν
τοῦ προσώπου τὴν ἕνωσιν τὴν ἐν ἑκατέραι φύσει νοεῖσθαι ὀφείλουσαν καὶ υἱὸν ἀνα-
γινώσκομεν ἀνθρώπου κατεληλυθέναι ἐξ οὐρανοῦ, ὁπότε ὁ υἱὸς τοῦ θεοῦ τὸ σῶμα ἐξ
αὐτῆς τῆς παρθένου ἐξ ἧς ἐτέχθη, προσέλαβεν, καὶ πάλιν ὁ υἱὸς τοῦ θεοῦ σταυρωθεὶς
λέγεται καὶ ταφείς, ὁπότε ταῦτα οὐκ ἐν αὐτῆι τῆι θεότητι ἐν ἧι μονογενὴς καὶ συναίδιος
καὶ ὁμοούσιος ὢν τῶι πατρί, ἀλλ' ἐν τῆι ἀσθενείαι τῆς ἀνθρωπίνης ὑπομεμένηκε φύσεως.
ὅθεν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ τὸν σταυρωθέντα καὶ ταφέντα πάντες καὶ ἐν τῶι συμ-
βόλωι συνομολογοῦμεν κατ' ἐκεῖνο τὸ ἀποστολικὸν <εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν
κύριον τῆς δόξης ἐσταύρωσαν.> ὅτε δὲ αὐτὸς ὁ κύριος ἡμῶν καὶ σωτὴρ τὴν
πίστιν τῶν μαθητῶν διὰ τῶν οἰκείων ἐξεπαίδευεν ἐρωτήσεων, <τίνα με,> φησίν, <λέγουσιν
οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;> καὶ ἐκείνων ἀποκριναμένων ἄλλας ἄλλων
εἶναι δόξας <ὑμεῖς,> φησίν, <τίνα με λέγετε εἶναι;> ἐμὲ δηλαδὴ τὸν υἱὸν τοῦ ἀνθρώπου
καὶ ὃν ἐν μορφῆι δούλου καὶ ἀληθείαι σώματος θεωρεῖτε, τίνα με λέγετε [εἶναι]; ἔνθα
ὁ μακάριος Πέτρος θεόθεν ἐμπνευσθεὶς καὶ διὰ τῆς οἰκείας ὁμολογίας πᾶσιν μέλλων γίνεσθαι
σωτηρία τοῖς ἔθνεσιν <σὺ εἶ,> φησίν, ὁ <Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος> καὶ
ἀξίως μακάριος ἀπεφάνθη παρὰ τοῦ κυρίου καὶ ἀπὸ τῆς πρωτοτύπου πέτρας τὸ στερεὸν
ἐπεσπάσατο τῆς τε ἀρετῆς καὶ τῆς προσηγορίας. ὅστις δι' ἀποκαλύψεως τοῦ πατρὸς
τὸν αὐτὸν καὶ υἱὸν θεοῦ ὡμολόγησεν καὶ Χριστόν, ἐπειδήπερ ἓν τούτων δίχα θατέρου
λαμβανόμενον ἀνόνητον ἐτύγχανεν εἰς σωτηρίαν καὶ τοῦ αὐτοῦ ὑπῆρχεν κινδύνου τὸ
τὸν κύριον Ἰησοῦν Χριστὸν ἢ θεὸν μόνον ἄνευ ἀνθρώπου ἢ δίχα θεοῦ πιστεύειν ἄνθρωπον
μόνον. μετὰ δὲ τὴν ἀνάστασιν τοῦ…
17
γέγονε…
The complete text is available when the reading interface loads.