Epimerismi Homerici
- Edition reference
- Epimerismi Homerici, ed. A. R. Dyck, Epimerismi Homerici, pars prior epimerismos continens qui ad Iliadis librum Α pertinent [Sammlung griechischer und lateinischer Grammatiker 5.1. Berlin: De Gruyter, 1983]: 55–256.
- CTS identifier
urn:cts:greekLit:tlg5004.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t
{Ἐπιμερισμοὶ σὺν Θεῷ τῆς Α Ὁμήρου Ps Os}
1,a1
<μῆνις>: ὄνομα προσηγορικὸν ῥηματικόν· παρὰ τὸ μένω, μένις καὶ
μῆνις, ἡ ἐπίμονος ὀργή. παρὰ δὲ τὸ μένω γέγονε μένος, ἡ ψυχή· ἀΐδιος
γάρ. ἔστι δὲ μένος, ἡ προθυμία, ἀπὸ τοῦ μένω, τοῦ προθυμοῦμαι, ἀφ' οὗ
καὶ τὸ
μέμονε δ' ὅ γε ἶσα θεοῖσιν (Φ 315). |
ἐκ δὲ τοῦ μέμονα μέσου παρακειμένου κατ' ἐπένθεσιν τοῦ ι̅ καὶ μεταβολὴν
τοῦ τέλους εἰς ω̅ καὶ ἐναλλαγῇ τῶν στοιχείων, μενοινῶ· καὶ
μενοινώω δὲ καὶ οἶος (Ν 79),
ἑτέρου ω̅ πλεονάσαντος. | μεταβάλλει δὲ τὸ τέλος εἰς ω̅ Σικελικῶς, ὡς τὸ
λήθω, λέληθα καὶ Ἰακῶς λέλαθα· καὶ ὡς μέμηκα, μέμακα καὶ μεμαυῖα
(Δ 440 alibi)· τὸν οὖν λέλαθα παρακείμενον οὗτοι λελάθω λέγουσιν, ὡς
τὸ πεποίηκα πεποιήκω· ἀφ' οὗ καὶ
†ἐκλελάθοντο κιθαριστύν (Β 600)·
καὶ τὸν ἀπὸ τοῦ βρώθω βέβρωθα μεταβάλλοντες λέγουσι βεβρώθω·
ὠμὸν βεβρώθοις Πρίαμον (Δ 35)· |
τὸ δὲ βρώθω ἀπὸ τοῦ βρῶ, ἐξ οὗ καὶ βρῶσις καὶ βρωτύς (Τ 205, σ 407)·
οὕτως οὖν καὶ ἀπὸ τοῦ μέμονα, μενοινῶ, ὡς εἴρηται. Ps Oa | τοῦτο δέ
φασι καὶ ἀπὸ τοῦ μένος γίνεσθαι μενωνή καὶ μενοινή καὶ ἐξ αὐτοῦ μενοινῶ.
Ps Oa
Παρὰ γοῦν τὸ μένω, μένος, μένις καὶ ἐκτάσει τοῦ ε̅ εἰς η̅, ὡς ἔνος, ἐνιαυτός,
ἔνις καὶ ἤνις ἤνιδος, ὅπερ κατὰ τὴν ἤνιδας αἰτιατικὴν πληθυντικήν, ἔκθλιψιν
τοῦ δ̅ καὶ κρᾶσιν τῶν φωνηέντων παθόν, γέγονεν
ἤνις ἠκέστας (Ζ 94, 275, 309). |
ἀπὸ γοῦν τοῦ μένω, μένιγξ καὶ μήνιγγες, οἱ συνέχοντες τὸν ἐγκέφαλον ὑμένες,
παρὰ τὸ ἐν αὐταῖς μένειν. ἐκ τούτου καὶ μήνη, ἡ σελήνη, κατ' εὐφημισμόν·
ἡ ἀεὶ ἐν κινήσει οὖσα. Ps Oa
Ἢ μάνις τις οὖσα παρὰ τὴν μανίαν γέγονε μῆνις· ἐοίκασι γὰρ τοῖς μαι-
νομένοις οἱ ὀργιζόμενοι. Ps Oa
Περὶ δὲ τῆς κλίσεως τῶν εἰς ι̅ς̅ οὕτως ἔνι διαλαβεῖν· Ps
Τὰ εἰς ι̅ς̅ λήγοντα ὀξύτονα ὑπὲρ μίαν συλλαβὴν πάντα διὰ τοῦ δ̅ο̅ς̅ κλίνεται,
εἴτε ἐκτείνουσι τὸ ι̅ εἴτε συστέλλουσι (τὰ μὲν ἐκτείνοντα οἷον κνημίς [Φ 592],
σφραγίς· τὰ δὲ συστέλλοντα οἷον ἀσπίς, ῥανίς), πλὴν τοῦ ἀγλίς ἀγλίθος·
σημαίνει δὲ τὴν κεφαλὴν τῶν σκόρδων. πρόσκειται „ὑπὲρ μίαν συλλαβήν“
διὰ τὸ κίς καὶ λίς (μ 64, 79). τὸ ἀκτίς διὰ τοῦ ν̅ο̅ς̅ κλινόμενον δικατάληκτόν
ἐστιν. ταῦτα δὲ τὰ εἰς {σ̅}ι̅ς̅ ὀξύτονα μόνως εἰς α̅ ἔχει τὴν αἰτιατικήν, πλὴν
εἰ μὴ Αἰολικῶς μετὰ βαρείας τάσεως· κ〈ν〉ᾶμ{ν}ιν γὰρ λέγουσι καὶ σ〈φ〉ρᾶγιν
καὶ ἄψιν·
τρισπίθαμον δ' ἄψιν (Hes. Opp. 426).
ταῦτα δὲ τὰ εἰς ι̅ς̅ ὀξύτονα οὐ γίνονται παρὰ τοῖς Ἴωσι κατὰ ἀποβολὴν τοῦ
δ̅ ἐν τῇ γενικῇ, κνημῖος ἀσπίος, ὡς Πάριος Θέτιος. Ps
Τὰ δὲ εἰς ι̅ς̅ περισπώμενα θηλυκὰ διὰ τοῦ δ̅ο̅ς̅ κλίνονται καὶ εἰς ν̅ μόνως
ἔχουσι τὴν αἰτιατικήν, οἷον Βενδῖς, Ἀταργατῖς, Μολῖς, Τιτῖς, δαίμονες
τιμώμενοι παρὰ Θρᾳξί. Ps
Τὰ δὲ εἰς ν̅ι̅ς̅ μακρᾷ παραληγόμενα διὰ τοῦ δ̅ο̅ς̅ κλίνεται· ὄνωνις ὀνώνιδος
(εἶδος ἀκάνθης) καὶ τὰ τοιαῦτα. τὸ δὲ κόνις καὶ ὕνις καὶ σπάνις βραχυπαρα-
ληκτοῦντα διὰ τοῦ ο̅ς̅ ἐκλίθη. ἡμάρτηται τὸ ὄρνις ἢ ὅτι εὕρηται καὶ ἀρσενικῶς
ὁ ὄρνις (Θ 251 alibi) ἢ ὅτι τὰ εἰς ι̅ς̅ λήγοντα ἔχοντα πρὸ τοῦ ι̅ δύο ἀμετάβολα
διὰ τοῦ θ̅ο̅ς̅ κλίνεται· δέλλις δέλλιθος (ἔστι δὲ ζῷον ὅμοιον μελίσσῃ), μέρμις
μέρμιθος (cf. κ 23), τὸ λεπτὸν σχοινίον, ὁμοίως καὶ ὄρνις ὄρνιθος, πλὴν τοῦ
Τράλλις Τράλλεως. Ps Oa
Ὡσαύτως καὶ τὰ εἰς ρ̅ι̅ς̅ διὰ τοῦ δ̅ο̅ς̅· ἔρις, θοῦρις, χάρις χάριδος (τὸ δὲ
χάριτος Δωρικόν), πλὴν τοῦ ὕβρις καὶ ἄγυρις καὶ ὅσα παρὰ τὸ 〈ἄ〉γυρις (τὸ
δὲ κίσηρις καὶ κάππαρις διφορεῖται), πλὴν τοῦ ἄκρις ἄκριος (ἔστι δὲ ἡ τοῦ
ὄρους ἐξοχή). Ps
Τοῦτο δὲ ἰστέον ὅτι ἐπὶ τῶν εἰς ι̅ς̅ βαρυτόνων τῶν διὰ τοῦ δ̅ο̅ς̅ κλινομένων,
εἰς ν̅ μόνως ὀφείλει γίνεσθαι ἡ αἰτιατική, εἰ μὴ κατὰ ποιητικὴν ἐξουσίαν
ἢ διάλεκτον·
Ζεὺς δ' Ἔριδα προΐαλλε (Λ 3). Ps Oa
Τὸ δὲ ν̅ι̅ς̅ ι̅· τὰ εἰς ι̅ς̅, εἴτε ἀρσενικά, εἴτε θηλυκά, εἴτε δικατάληκτα,
εἴτε καὶ ἄλλως, εἴτε βαρύτονα, εἴτε μή, κοινολεκτούμενα ἀποστρέφονται τὴν
ε̅ι̅ δίφθογγον, εἰ μὴ ἔχοι τὸ ε̅ ἐν τῇ γενικῇ, ὡς χαρίεις χαρίεντος καὶ εἷς ἑνός,
πλὴν τοῦ κλείς καὶ †τὰ παρ' αὐτοῦ, κατάκλεις† καὶ ἀντήρεις, ὃ λέγεται πᾶν
εἰς ὃ ἐπερείδεταί τις, ἀλλὰ τοῦτο κατὰ τὴν εὐθεῖαν τηρεῖ τὴν δίφθογγον,
τὴν δὲ κλίσιν ὡς ἀπ' ὀξυτόνου εὐθείας, συνεσταλμένου τοῦ ι̅, ἐποίησεν· ἀντη-
ρίδος γάρ. Ps Oa
Βαρύνεται τὸ μῆνις ὅτι τὰ εἰς ν̅ι̅ς̅ δισύλλαβα ἔχοντα πρὸ τέλους ἓν φωνῆεν
μακρὸν ἢ ἐκτεινόμενον βαρύνεσθαι θέλει, εἰ μὴ ὑποκοριστικῶς εἴη τετυπω-
μένα ἢ ἐθνικά· οἷον Θῶνις, Τᾶνις (εἰσὶ δὲ πόλεις Αἰγύπτου)· ἤνις· νῆνις, ἡ
νεᾶνις. πρόσκειται ”εἰ μὴ ὑποκοριστικῶς εἴη” διὰ τὸ φωνίς ἀντὶ τοῦ φωνή·
„ἐθνικόν“ δὲ διὰ τὸ Θυνίς· παρὰ γὰρ τὸ Θυνός ἐγένετο, ὡς παρὰ τὸ Λοκρός
Λοκρίς. Ps
Διαφέρει δὲ μῆνις κότου· κότος μέν ἐστιν ὀργὴ μόνιμος πρὸς τὸ ἀντι-
λυπῆσαι ὁρῶσα, μῆνις δὲ ἡ ἁπλῶς μνησικακία. Ps
1,a2
<μῆνιν>: γέγονε μῆνις παρὰ τὸ μένω ῥῆμα· μένις, ὄνομα προσηγορικὸν
ῥηματικόν, καὶ κατ' ἐπέκτασιν τοῦ ε̅ εἰς η̅, μῆνις. ἡ ἐναπομείνασα ὀργὴ μῆνις
καλεῖται. καὶ ἄλλως· μάνις τίς ἐστιν ἡ μῆνις {ἢ} παρὰ τὴν μανίαν· ἐοίκασι
γὰρ μαινομένοις οἱ ὀργιζόμενοι. Os
1,b1a
<ἄειδε>: προκατάρχει ῥῆμα ἀείδω, ὅπερ ἐκ τοῦ εἴδω κατ' ἐπέκτασιν
τοῦ α̅, ὡς τὸ ”ἀχανὲς πέλαγος”, τὸ πολλὰ εἰδέναι. | τοῦ εἴδω διάφορα σημαί-
νοντος, τό τε γινώσκειν καὶ τὸ ὁμοιῶ καὶ τὸ ὁρῶ, καὶ περισπώμενον εἰδῶ,
ἐξ οὗ καὶ τὸ εἰδήσω καὶ εἰδήμων καὶ οἴδημι Αἰολικῶς καὶ κατὰ τὸ δεύτερον
οἴδης καὶ ἐπεκτάσει τῆς θ̅α̅ συλλαβῆς καὶ οἶσθα κατὰ συγκοπήν· καὶ ἕτερον
ἥδω διὰ τοῦ η̅, τὸ ἀρέσκω, ἐξ οὗ καὶ τὸ
ἅδε δ' Ἕκτορι (Μ 80, Ν 748)
καὶ
ἅδος τέ μιν ἵκετο θυμόν (Λ 88)
καὶ ἡδονή καὶ τὰ παραπλήσια. | τὸ δὲ ἐπὶ τοῦ γινώσκω κατὰ τὸν μέσον παρα-
κείμενον εἶδα κοινῶς, Αἰολικῶς οἶδα, Ἀττικῶς ᾖδα καὶ ᾔδειν, ὅπερ Ἰωνι-
κῶς ᾔδεα·
εἰ γὰρ ἐγὼ τόδε ᾔδε' ἐνὶ φρεσίν (Θ 366).
καὶ Ἀττικῶς ᾔδη διὰ τοῦ η̅ κατὰ τὸ τέλος· ᾔδεες Ἰωνικῶς. τοῦτο δὲ τὴν
ε̅ι̅ δίφθογγον πλεονάσασαν ἐποίησε τὸ
ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον (Χ 280).
τὸ τρίτον ᾔδεε καὶ ᾔδη Ἀττικῶς κατὰ τὴν παλαιὰν Ἀτθίδα·
ὃς ᾔδη τά τ' ἐόντα (Α 70). |
ἐκ τοῦ εἴδω ὁ μέλλων εἴσω, ἐξ οὗ τὸ ἴς, ὃ σημαίνει τὸν ἔμπειρον, καὶ νῆϊς,
ὁ ἄπειρος, καὶ ἴσω ῥῆμα, ἐξ οὗ ἴσημι, ὅπερ κλινόμενον πεποίηκε τὸ ἴσαμεν
καὶ ἴσμεν καὶ ἴσασιν, ἑπόμενον τῷ τόνῳ τῆς μετοχῆς. | ἡ δὲ μετοχὴ ἴσας
ἐβαρύνθη, ὡς βρίσας, κτίσας, λακτίσας. | κατὰ δὲ τὸ προστακτικὸν παρή〈λ-
λα〉ξε τὸ ἴσαθι καὶ ἴσθι, τὸ γίνωσκε. ἐκ τούτου τὸ ἴστωρ καὶ ἱστορῶ καὶ
ἁπλῶς τὰ ἐκ τούτων κινούμενα. Ps Oab
Εἴδω οὖν καὶ ἀείδω, Ps Oab τοῦ α̅ ἀεὶ συστελλομένου, ἅπαξ δὲ ἐκτε-
ταμένου ἐν τῷ
ἀείδει δεδαώς (ρ 519).
ἅπαξ δὲ εὑρέθη κατ' ἀρχήν, ὡς Διόνυσος ἅπαξ διὰ τοῦ ο̅ μικροῦ
Διονύσου μαρτυρίῃσι (λ 325),
καὶ τὸ ἠέλιος διηνεκῶς, ἅπαξ δὲ
Ἥλιος ὅ σφ' ἐνόησεν (θ 271). Ps
τὸ ἀπαρέμφατον Δωρικὸν ἀείδῃν καὶ ἀείδεν· τοῦτο γὰρ τούτοις ἔθος εἰς
ε̅ν̅ ποιεῖν. τὸ δὲ ἀειδέμεναι (θ 73) οὐ Δώριον· κατὰ γὰρ ἐνεστῶτα τὸν εἰς
ν̅〈α̅ι̅〉 λήγοντα οὐ ποιοῦσι παραγωγὴν Δωριεῖς. φασὶ δὲ ταῦτα πάντα ποι-
ητικὰ μᾶλλον εἶναι. ὅθεν Δωρικῶς μὲν τὸ ἔμεν ἀπὸ τοῦ εἰμί, ποιητικῶς δὲ
τὸ ἔμεναι καὶ ἔμμεναι, ἑτέρου μ̅ πλεονάσαντος. ὁμοίως τιθέμεναι, στήμεναι
καὶ ὅσα διὰ τοῦ μ̅ε̅ν̅α̅ι̅ ἔσχον τὴν κίνησιν, πενθήμεναι, οὐτάμεναι, εὑρέμεναι,
δύμεναι, οὐ Δώρια ἀλλὰ ποιητικά. | ἐκ τοῦ ἀείδω †Δωρικοῦ γίνεται ἀηδών
διὰ τὸ η̅. Ps Oab
Ἀντιπαράκειται αὐτῷ ὄνομα ἀοιδός, ὅ, κρᾶσιν παθόν, γέγονεν ᾠδός καὶ
ἀοιδή καὶ ᾠδή· ἀπὸ τοῦ ἀοιδός παράγεται ῥῆμα ἀοιδῶ. | εἶτα ὡς κνήθω
κνηθιῶ, ἀτῶ ἀτιῶ, μειδῶ μειδιῶ, οὕτως ἀοιδῶ ἀοιδιῶ. | Ὅμηρος
ἡ δ' ἔνδον ἀοιδιάους' ὀπὶ καλῇ (ε 61)
καὶ
καλὸν ἀοιδιάει (κ 227).
ἐκ τοῦ ἀοιδῶ παράγωγον ἄλλο ἀοίδιμος. Ps Oab | τοῦτο δὲ ἰστέον, ὡς
πολλάκις οἱ ποιηταὶ παρατίθενται †τοῦ ὀνόματος τοῖς ἀφ' ὧν γεγόνασι·†
πεπόλιστο πόλις (Υ 217), μάχην ἐμάχοντο (Μ 175, Ο 414, 673), βοῦς βου-
κολέεσκες (Φ 448)·
Μοῦς' ἄρ' ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι (θ 73). Ps
Τὸ ἀείδω, συναλιφὴν παθόν, ἅπαξ γέγονεν ᾄδω. κράσεως δὲ γεγονυίας
Ps Oab μακρὸν γίνεται τὸ α̅· τὰ ἐμά, τἀμά. εἰ ἔστιν ἀείδω διὰ τῆς ε̅ι̅
(ἐδιδασκόμεθα γάρ) ἐκ τοῦ ἀοιδός, γέγονε κρᾶσις Ps τοῦ α̅ καὶ ε̅ εἰς α̅
μακρόν. Ps Oab | ὑπερηχεῖται δὲ τὸ ι̅ διὰ τὸν μακρὸν χρόνον, ὡς καὶ τὸ
Νηρηΐς Νηρῇς. τὸ δὲ πάϊς παῖς οὐχ ὑπερηχεῖται. οὐ γὰρ μακρὰ ἡ συνα-
λιφή. οὐκ ἂν δέ τις εἴποι ὡς παραπλησίως τῷ ᾄδω ἐκ τοῦ ἀείδω γέγονε τὸ
φαίνω καὶ αἴρω ἐκ τοῦ φαείνω καὶ ἀείρω. ὤφειλε γὰρ οὕτως ὑπερηχεῖσθαι
τὸ ι̅ διὰ τὸ μακρὸν γίνεσθαι τὸ α̅· ὡς ἀείδω ᾄδω, οὕτως ἀείρω ᾄρω καὶ
φαείνω φᾴνω. νῦν δὲ φαίνω καὶ αἴρω· ὡς τεκμαίρω, σκαίρω, χαίρω καὶ
ἐθείρω, ἐγείρω, οὕτως ἀείρω καὶ αἴρω λέγεται, καὶ πάλιν ὡς ἀλεείνω καὶ
ῥαίνω καὶ δραίνω, καίνω, οὕτως οὖν φαείνω καὶ φαίνω, κατ' ἴδιον χαρα-
κτῆρα ἑκάτερα. Ps
Ἐκ δὲ τοῦ ἀείδω ἀοιδός, οὐκ ἀνάπαλιν. ἔστι γὰρ ἴσως εἰπεῖν καθολικῶς,
ὅτι ἡνίκα ἰσοσυλλαβεῖ τὰ ὀνόματα τοῖς ῥήμασι, τῶν μὲν περισπωμένων, τῶν
δὲ ὀνομάτων ἢ βαρυνομένων ἢ ὀξυνομένων, ἐκ τῶν ὀνομάτων γίνεσθαι τὰ
ῥήματα, οἷον φίλος φιλῶ, χρυσός χρυσῶ. ἡνίκα δὲ πάλιν ἰσοσυλλαβοῦσιν
ἑκάτερα, τῶν μὲν ῥημάτων βαρυνομένων, τῶν δὲ ὀνομάτων ὡς ἔτυχε τονου-
μένων ἢ ὀξυνομένων, ἐκ τῶν ῥημάτων γίνεσθαι τὰ ὀνόματα· λέγω λόγος,
φθείρω φθορά, οὕτως ἀείδω ἀοιδός. ἡνίκα δὲ περιττοσυλλαβοῦσι τὰ ῥήματα
τοῖς ὀνόμασιν, τῶν δὲ ῥημάτων βαρυνομένων, τῶν δὲ ὀνομάτων ὀξυνομένων
ἢ βαρυτονουμένων, ἐκ τῶν ὀνομάτων γίνεσθαι τὰ ῥήματα, οἷον κακός κακίζω,
ἵππος ἱππεύω. ἡνίκα δὲ τὸ ἀνάπαλιν ὁρᾶται τῶν ὀνομάτων περιττοσυλλα-
βούντων τοῖς ῥήμασιν, εἰ μὲν βαρύνονται τὰ ῥήματα ἢ περισπῶνται, τῶν
ὀνομάτων ὡς ἔτυχεν ἐχόντων κατὰ τὸν τόνον, ἐκ τῶν ῥημάτων παράγεσθαι
τὰ ὀνόματα· εὐδοκῶ εὐδοκία, ἅζω ἅγιος, χωρὶς εἰ μὴ ἀπὸ μελλόντων ὦσιν,
κατὰ ἀποβολὴν τοῦ ω̅, ὡς τὸ κλείσω κλείς καὶ ἀνάσσω ἄναξ. ταῦτα γὰρ
ἐνδέοντα τοῖς ῥήμασι συλλαβῇ ἐξ αὐτῶν γίνονται. Ps
Βαρύνεται τὸ ἀείδω, ὅτι τὰ εἰς δ̅ω̅ ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ
τέλους εἰς φωνῆεν λήγουσαν περισπᾶται, εἰ μὴ τύχοι ἡ ε̅ι̅ δίφθογγος· ὀπηδῶ,
ἀοιδῶ, τραγῳδῶ, ληρωδῶ, σταφιδῶ, ὁμαδῶ (ἀφ' οὗ τὸ ὁμάδησαν [α 365
alibi]· ἐκ τοῦ ὅμαδος· τοῦτο δὲ παρὰ τὸ ὁμοῦ αὐδᾶν, <ὁμόαυδός> τις ὤν),
καὶ κελαδῶ (τὸ γὰρ κελάδων [Φ 16] κελάδοντος ἑτέρῳ λόγῳ κατώρθωται).
ἐξέφυγεν ἄρα τὸ ἀείδω καὶ ἐρείδω. δεύτερος κανών· τὰ εἰς δ̅ω̅ ὑπὲρ δύο
συλλαβὰς περισπώμενα ὀνόματα ἔχει προκατάρχοντα· ὅμαδος ὁμαδῶ, κέλα-
δος κελαδῶ· τὸ ἀείδω καὶ ἐρείδω οὐκ ἔχει. Ps Oab
1,b1b
<ἄειδε>: δεῖ γινώσκειν ὅτι τὸ ἄειδε ἐστὶ προστακτικὸν ἐνεστῶτος καὶ
παρατατικοῦ χρόνου, δευτέρου προσώπου. γέγονε δὲ ἀπὸ τοῦ ἀείδω. | τὸ
δὲ ἀείδω διὰ τῆς ε̅ι̅ διφθόγγου γράφεται· 〈ἀντι〉παράκειται γὰρ αὐτῷ τὸ
ἀοιδή. τὰ δὲ ἔχοντα τὸ ο̅ ἐγκείμενον ἐν τοῖς ὀνόμασι {κείμενον} ἔχουσι τὸ
ε̅ ἀντιπαρακείμενον ἐν τοῖς ῥήμασιν, οἷον λέγω λόγος, φθείρω φθορά, λείβω
λοιβή, πείθω πέποιθα, λείπω λέλοιπα, ἀλείφω ἀλοιφή· οὕτως οὖν καὶ ἀπὸ
τοῦ ἀείδω ἀοιδή. | γέγονε δὲ τὸ ἀείδω ἐκ τοῦ εἴδω, τοῦ σημαίνοντος τὸ ἐπί-
σταμαι, καὶ τοῦ α̅ ἐπιτατικοῦ μορίου, ἀείδω, τουτέστι τὸ λίαν καὶ πάνυ
ἐπίσταμαι. | γέγονε δὲ καὶ τὸ ᾄδω ἐκ τοῦ ἀείδω {καὶ} κατὰ κρᾶσιν τοῦ α̅
καὶ ε̅ εἰς 〈...〉 ω̅, ᾠδή. | καὶ πάντα τὰ παρὰ τὸ ᾠδή ἔχουσι τὸ ι̅ προσγεγραμ-
μένον, οἷον ψαλμῳδός, κωμῳδός, τραγῳδός. Os
1,b2
<ἄειδε>: προστακτικόν· χρόνου τὸ αὐτὸ ἐνεστῶτος καὶ παρατατικοῦ·
τὸ θέμα ἀείδω. | γράφεται διὰ τῆς ε̅ι̅ διφθόγγου· ἀντιπαράκειται γὰρ αὐτῷ
τὸ ἀοιδή· τὰ γὰρ ἔχοντα τὸ ο̅ ἐγκείμενον ἐν τοῖς ὀνόμασι ἔχουσι τὸ ε̅ ἀντι-
παρακείμενον ἐν τοῖς ῥήμασιν, οἷον λέγω λόγος, λείβω λοιβή, ἀλείφω ἀλοιφή·
οὕτως καὶ ἀπὸ τοῦ 〈ἀείδω ἀοιδή〉. | γίνεται παρὰ τὸ εἴδω, τὸ σημαῖνον τὸ
ἐπίσταμαι, καὶ τὸ α̅ ἐπιτατικὸν μόριον, ἀείδω, τὸ πάνυ ἐπίσταμαι. | ἐξ αὐτοῦ
γέγονε καὶ τὸ ᾄδω κατὰ κρᾶσιν τοῦ α̅ καὶ ε̅ εἰς α̅ μακρόν. καὶ μένει τὸ ι̅
ἀνεκφώνητον. καὶ τὸ ᾠδή γέγονεν ἀπὸ τοῦ ἀοιδή κατὰ κρᾶσιν τοῦ α̅ καὶ ο̅ εἰς
ω̅, ᾠδή. Pa Oaa Et.Gud.
Ψιλοῦται· τὸ α̅, η̅, ι̅ πρὸ φωνήεντος ὄντα κατὰ διάστασιν ψιλοῦται·
ἄαπτος, ἀΐω, ἀήσυλα, ἰάπτω, ἴαμβος, ἰατρός, Ἠετίων (Α 366 alibi), ἠέλιος,
ὀΐω, ὀϊστός· οὕτως οὖν καὶ ἀείδω. σεσημείωται τὸ ἵημι καὶ ὅσα γέγονε
παρ' αὐτό· ἱέραξ, ἱόμοροι· καὶ τὸ ἱῶ ⸤οἱ Ἀ⸥ττικοὶ δασύνουσιν. Oaa
Διατί βαρύνεται τὸ ἀείδω; τὰ εἰς δ̅ω̅ ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ
τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν περισπᾶται, εἰ μὴ τύχοι ἡ ε̅ι̅ δίφθογ-
γος· ὀπηδῶ, ἀοιδῶ, τραγῳδῶ, ληρωδῶ, ὁμαδῶ (ἀφ' οὗ τὸ ὁμάδησαν [α 365]·
ἐκ τοῦ ὅμαδος· τοῦτο παρὰ τὸ ὁμοῦ αὐδᾶν) καὶ κελαδῶ (τὸ γὰρ κελάδων
[Φ 16] κελάδοντος ἑτέρῳ λόγῳ κατώρθωται). ἐξέφυγεν ἄρα τὸ ἀείδω καὶ
ἐρείδω. Pa Oaa Et.Gud.
1,c
<θεά>: παρὰ τὸ θεός ἢ παρὰ τὸ θεῖν ἀεί. | ἰστέον δὲ ὅτι τὰ εἰς ο̅ς̅ ἁπλᾶ
| καθαρὰ ποιοῦντα θηλυκόν, εἰς α̅ αὐτὸ ποιοῦσιν, οἷον θεός θεά, κύριος κυρία·
εἰ δὲ μὴ καθαρά, εἰς η̅, οἷον σοφός σοφή. | τὰ δὲ σύνθετα ὁμοφώνως ἐκφέ-
ρονται τοῖς ἀρσενικοῖς, οἷον 〈ὁ〉 ἀθάνατος καὶ ἡ ἀθάνατος. οἱ μέντοι Ἀθη-
ναῖοι τὸ ἐναντίον ποιοῦσιν· ἐπὶ μὲν τῶν ἁπλῶν, ὁμοφώνως τοῖς ἀρσενικοῖς·
ὁ θεός καὶ ἡ θεός, ὁ σοφός καὶ ἡ σοφός· ἐπὶ δὲ τῶν συνθέτων, εἰς η̅, οἷον
ἀθάνατος ἀθανάτη, ἀρίζηλος ἀριζήλη. Ps; Oa extr. ord.
Θεά ὀξύνεται· τὰ γὰρ εἰς α̅ λήγοντα ἐκτεταμένον ἢ εἰς η̅, παρεσχηματι-
σμένα τοῖς εἰς ο̅ς̅ λήγουσιν ὀνόμασι, τὸν ἐκείνων τόνον ἀναδέχονται, οἷον
φοβερός φοβερά, ἰσχυρός ἰσχυρά, σοφός σοφή, θεός θεά, κοῦφος κούφη. Ps
1,d1
<Πηληϊάδεω>: ⸤ὄνομα⸥ γενικόν. δ⸤εῖ⸥ γιν⸤ώσκειν⸥ ὅ⸤τι⸥ ἔστι Πηλεύς
τὸ πρωτότυπον καὶ τὸ πατρωνυμικὸν ⸤αὐτοῦ Πηλείδης καὶ κατὰ διάλυσιν
Πηλεΐδης⸥ καὶ τροπῇ τοῦ ε̅ εἰς η̅ καὶ πλεονασμῷ τοῦ α̅, δ⸤ιὰ τὸ κακόφωνον
ἢ διὰ τὴν συνέμπτωσιν, Πηλ⸥ηϊάδης. ἡ γενικὴ Πηληϊάδ⸤ου⸥ κ⸤οινῶς, Δωρι-
κῶς Πηληϊάδαο καὶ Ἰωνικῶς καθ' ὑπέρθεσιν χρόνου Πηληϊάδεω.⸥ Ps Os;
Gb et oa extr. ord.
Πηλείδης· τὰ εἰς δ̅η̅ς̅ πατρωνυμικὰ ἢ ὡς πατρωνυμικὰ βαρύνεσθαι θέλει,
ὧν καὶ ἡ γενικὴ ἀπρόσληπτος τοῦ σ̅, Κρονίδης, Πηλείδης, Κλυτίδης, Ἀτρεί-
δης. Ἡρωδιανός (cf. 1, 66, 10—11). Ps
⸤Ἰστέον δὲ ὅτι τὰ εἰς δ̅η̅ς̅ πατρωνυμι⸥κὰ ἢ τῷ ⸤ι̅⸥ παραλήγεται μόνῳ ἢ καὶ
ἐν διφθόγγῳ ἢ τῷ α̅. ⸤εἰ μὲν οὖν ἀπὸ τῶν εἰς ο̅ς̅ γενικῶν γέν⸥ηται ⸤ἡ πατρω-
νυμία⸥, τῷ ι̅ μόνῳ παραλήγεται ⸤ἐν βραχείᾳ, ὁποίας ἂν εἴη καταλή⸥ξεως,
χωρὶς τῶν ἀπὸ τῶν εἰς ε̅υ̅ς̅ ⸤καὶ ἀπὸ τῶν εἰς η̅ς̅⸥, οἷον Ἀγαμέμνονος Ἀγαμε-
μνονίδης, Νέστορος Νεστορίδης (Ζ 33 alibi), Βίαντος (Υ 460) Βιαντίδης·
τὸ γὰρ Βιαντιάδης πλεονασμῷ τοῦ α̅. καὶ παρὰ τὴν Δευκαλίωνος γενικὴν
καὶ Ἀνθεμίωνος (Δ 473) ὤφειλε Δευκαλιωνίδης καὶ Ἀνθε⸤μι⸥ωνίδης, ἀλλὰ
συγκοπὴν πεπόνθασιν ἐν τῷ Δευκαλίδης καὶ Ἀνθεμίδης. καὶ τὸ Χαλκωδον-
τιάδης (Β 541, Δ 464) καὶ Τελαμωνιάδης (Ι 623, Ψ 838) πλεονασμὸν
ἔχουσι τοῦ α̅. ὁμοίως δὲ καὶ ἀπὸ τῆς εἰς ο̅υ̅ς̅ γενικῆς διὰ τοῦ ε̅ι̅δ̅η̅ς̅ γίνεται
ἡ παραγωγή, οἷον Ἡράκλης, Ἡρακλεΐδης καὶ Ἡρακλείδης· Δημοσθένης
Δημοσθενείδης. καὶ ἀπὸ τῶν εἰς ε̅υ̅ς̅ εὐθειῶν, οἷον Πηλεύς, Πηλεΐδης,
Πηλείδης. ἐν τούτοις γὰρ γίνεται συναίρεσις εἰς τὴν ε̅ι̅ δίφθογγον, ἐπείπερ
ἀνεφάνη τὸ ε̅ ἐν τῇ γενικῇ τῶν πρωτοτύπων. εἰ δὲ ἀπὸ τῶν εἰς ο̅ς̅ εὐθειῶν
εἰσιν, εἰ μὲν καθαρῶν ὄντων, διὰ τοῦ α̅ ἐκφέρονται, οἷον Ἥλιος Ἡλιάδης,
Θυέστιος Θυεστιάδης (δ 518)· τὸ δὲ Πάνθοος Πανθοΐδης (Ξ 450, Π 808,
Σ 250) καὶ Πανθοίδης ἡμάρτηται· εἰ δὲ μὴ καθαρῶν, διὰ τοῦ ι̅· Ὕλλος
Ὑλλίδης, Κόδρος Κοδρίδης. εἰ δὲ ἀπὸ τῶν εἰς α̅ς̅ ἢ εἰς η̅ς̅, ὧν ἡ γενικὴ εἰς
ο̅υ̅, διὰ τοῦ α̅δ̅η̅ς̅ ποιεῖ τὸ πατρωνυμικόν· Βορέας, Βορέου, Βορεάδης· Ἱππό-
της, Ἱππότου, Ἱπποτάδης (κ 2). Ps; Gb et oa extr. ord.
1,d2
Πηληϊάδεω· ὁ κανών· οἱ Ἴωνες καὶ οἱ ποιηταὶ τὰς εἰς ο̅υ̅ ληγούσας
γενικάς, τὰς ἀπὸ τῶν εἰς η̅ς̅ εὐθειῶν γινομένας, διὰ τοῦ ε̅ω̅ προφέρουσιν,
οἷον Ξέρξης, Ξέρξου, Ξέρξεω· Ἀτρείδης, Ἀτρείδου, Ἀτρείδεω, ἐναντίως
τοῖς Βοιωτοῖς καὶ Αἰολεῦσιν· ἐκεῖνοι γὰρ διὰ τοῦ α̅ο̅ ποιοῦσι, τοῦ α̅ ἐκτει-
νομένου· πᾶσα γὰρ γενικὴ ὀνόματος εἰς φωνῆεν λήγουσα, καὶ περιττοσυλλα-
βοῦσα τῆς ἰδίας εὐθείας, ἢ ἐκτείνει τὴν παραλήγουσαν καὶ συστέλλει τὴν
λήγουσαν, οἷον καλός, καλοῦ, καλοῖο· σοφός, σοφοῦ, σοφοῖο· ἢ ἐκτείνει τὴν
λήγουσαν καὶ συστέλλει τὴν παραλήγουσαν, οἷον Ἀτρείδεω (Β 185 alibi),
Πριαμίδεω (Υ 77), Πηληϊάδεω. Ga Oa
1,e
<Ἀχιλῆος>: οὕτως ἀναγνωστέον δι' ἑνὸς λ̅ διὰ τὸ μέτρον· καὶ διὰ τὸ
ἄχος, ὅ ἐστι λύπην, ἐνεγκεῖν τοῖς Ἰλιεῦσιν· ἢ διὰ τὸ μὴ θιγεῖν χείλεσι θηλῆς,
Ps Os ὅ ἐστι τροφῆς· ὅλως γὰρ οὐ μετέσχε γάλακτος. | ἀναλογώτερον
δὲ ἡ δι' ἑνὸς λ̅ γραφή. Ps
2,a1
<οὐλομένην>: ὄνομα μετοχικὸν ἀπὸ τοῦ παθητικοῦ οὐλόμενος, οὐλομένη
καὶ ἡ αἰτιατικὴ οὐλομένην. γέγονε δὲ ἀπὸ τοῦ ὀλῶ, ὀλέσω, ὀλοῦμαι, ὀλούμε-
νος, ὀλουμένη καὶ ὑπερβιβασμῷ οὐλομένη. | οὐκ ἀπὸ τοῦ οὔλω, καθώς τινές
φασιν· οὐδὲν γὰρ διὰ τοῦ ο̅υ̅λ̅ω̅ βαρύνεται, πλὴν τοῦ βούλω. | ἢ παρὰ τὸ ὀλῶ,
τὸ ἀπολλύω, καὶ πλεονασμῷ τοῦ υ̅. Ps; G et Oa extr. ord.
Εἶπε δὲ ἀντὶ τοῦ ἐπιθετικοῦ ὀνόματος τοῦ †οὐλοήν. ὡς γὰρ τοὐναντίον
ἐπὶ τοῦ
ψάμμῳ κυανέη{ν} (μ 243), |
ὃ καὶ χωρὶς τοῦ ι̅ γράφεται· | σημαίνει δὲ ψάμμῳ κυανίζουσα{ν}. | γέγονε
δὲ ἀπὸ τῆς μετοχῆς ὄνομα, ὥσπερ καὶ τὸ ἡγουμένη καὶ ἐρωμένη. μετὰ μὲν
γὰρ τῆς ὑπό προθέσεως συντασσόμενα δηλοῦσι μετοχήν· „ἐρωμένη ὑπὸ
Δίωνος“· ἀπολύτως δὲ λεγόμενα λαμβάνει ὀνοματικὴν σύνταξιν. Ps; G et
Oa extr. ord.
2,a2
Ἄλλως· ἔστιν ὄλλω, τὸ ἀπόλλω. ἐκ τούτου γίνεται ὀλῶ ὀλεῖς ὀλεῖ,
πρώτης συζυγίας τῶν περισπωμένων. ἢ παρὰ τὸ ἕλω, τὸ φονεύω, ὀλῶ, ὡς
πέλω, τὸ ὑπάρχω, πολῶ, μένω μονῶ, πέτω ποτῶ, στρέφω στροφῶ. ὀλῶ
οὖν, ὁ μέλλων ὀλέσω καὶ ἡ μετοχὴ παθητικὴ τοῦ θηλυκοῦ ὀλουμένη καὶ
ὑπερθέσει οὐλομένη. σημαίνει δὲ τὴν ὀλεθρίαν. καὶ ἔστι μετοχὴ ἀντὶ ὀνό-
ματος, ὡς καὶ τοὐναντίον ὄνομα ἔστιν εὑρεῖν ἀντὶ μετοχῆς, οἷον
ψάμμῳ κυανέη (μ 243)
ἀντὶ τοῦ κυανίζουσα. G et Oa extr. ord.
2,a3
<〈οὐλομένην>: ... ἔστι〉 γὰρ τὸ θέμα οὔλω, ἐνεστὼς παθητικὸς οὔλο-
μαι καὶ ἡ μετοχὴ οὐλόμενος· τὸ θηλυκὸν οὐλομένη. μετοχὴν εἶπεν ἀντὶ
ἐπιθετικοῦ ὀνόματος τοῦ ὀλοήν. ὡς γὰρ τοὐναντίον ἐπὶ τοῦ
ψάμμῳ κυανέη (μ 243)
(ὃ καὶ χωρὶς τοῦ ι̅)· σημαίνει γὰρ ψάμμῳ κυανίζουσα{ν}. Os
2,b1
ἥ: ἄρθρον ὑποτακτικόν. πρὸ δὲ τῶν ἀναφορικῶν μορίων τίθεμεν δια-
στολήν. Ps
(a) Ἥ δασυνόμενον καὶ ὀξυνόμενον σημαίνει πέντε· (1) ἄρθρον προ-
τακτικόν·
ἡ δ' ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ (Χ 151)·
(2) ἄρθρον ὑποτακτικόν·
ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε (Α 2)·
(3) ἀντωνυμίαν ἀναφορικήν·
ἥ γ' ἀμφιπόλοισι (ζ 109)·
καὶ
ἀλλ' ἥ γ' ἱστὸν ὕφαινε μυχῷ δόμον ὑψηλοῖο (Χ 440)·
καὶ (4) ἀντὶ τῆς ὡς παραβολῆς·
ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ (Ι 33)·
καὶ (5) ἀντωνυμίαν σύναρθρον τρίτου προσώπου· ἐμή, σή, ἥ· παραδείγματα
οὐκ ἔστι παρ' Ὁμήρῳ· αἱ δὲ πλάγιαι αὐτῆς κεῖνται. Ps; Oa extr. ord.
(b) Δασυνόμενον καὶ περισπώμενον σημαίνει τέσσαρα· (1) ἄρθρον ὑπο-
τακτικὸν πτώσεως δοτικῆς·
†ᾗ ἔπι πόλλ' ἔπαθον καὶ πόλλ' ἐμόγησα† (cf. Α 162, Ι 492, Ξ 67, ε 223,
θ 155).
καὶ (2) ἀντωνυμίαν σύναρθρον τρίτου προσώπου·
εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
ᾗ χροιῇ (Ξ 163—64)·
καὶ (3) ἀντὶ τοῦ ὡς·
ᾗπερ δὴ κρανέω τε (v. l. Ι 310)
καὶ (4) ἀντὶ τοῦ ὅπου·
ᾗ τ' ἀλόχῳ 〈καὶ〉 παιδί, τὸν ἐν μεγάροισιν ἔλειπον (cf. ν 403)·
καὶ ἐπεκτάσει τῆς χ̅ι̅, ᾗχι·
ᾗχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις (Α 607). Ps; Oa extr. ord.
(c) Ψιλούμενον καὶ περισπώμενον σημαίνει ἕξ· (1) βεβαιωτικὸν ἀντὶ τοῦ
ὄντως·
ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός (Σ 12)·
καὶ (2) ἀπορηματικὸν ἀντὶ τοῦ ἄρα·
ἦ οὐχ Ἑλένης ἕνεκ' ἠϋκόμοιο;
ἦ μοῦνοι φιλέους' ἀλόχους μερόπων ἀνθρώπων (Ι 339—40)·
καὶ (3) ῥῆμα ἀντὶ τοῦ ἔφη·
ἦ καὶ κυανέῃσιν (Α 528, Ρ 209)·
καὶ (4) ἐρωτηματικόν·
ἦ ἔτι Μυρμιδόνεσσι πιφαύσκεαι (Π 12)·
καὶ (5) παραπληρωματικόν·
ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι (Α 169, μ 109, φ 154)·
τοῦτο δὲ μετὰ πύσματος ὀξύνεται·
τί ἦ τοι ταῦτ' εἰδυίῃ πάντ' ἀγορεύω; (Α 365)·
καὶ (6) ἀπὸ τοῦ ἔω, τὸ ὑπάρχω· εἰμί, ἦν, ἦς, ἦ, παρατατικὸν ἀντὶ τοῦ
ὑπῆρχε· τοῦτο δὲ ἄχρηστον. Ps; Oa extr. ord.
(d) Ψιλούμενον καὶ βαρυνόμενον σημαίνει ἑπτά· (1) σύνδεσμον διαζευ-
κτικόν·
ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν (Β 253)·
καὶ (2) συναπτικὸν ἀντὶ τοῦ εἴ·
οὐδ' ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν (Γ 215)·
καὶ (3) ἀντὶ τοῦ πρότερον·
ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος (Α 190)·
καὶ (4) ὁρκικόν, ὡς Ἡρωδιανός φησιν (cf. Lentz ad 1,516,28)·
ἠμέν μοι πρόφρων ἔπεσ{σ}ιν καὶ χερσὶν ἀρήξειν (Α 77)·
καὶ (5) παρέλκεται·
ἀλλὰ τί ἦ μοι ταῦτα φίλος διελέξατο θυμός (Λ 407)·
καὶ (6) διασαφητικόν, ὃς οὐδέποτε ἐν ἀρχῇ τίθεται, μετήνεκται δὲ ἀπὸ τοῦ
διαζευκτικοῦ εἰς διασαφητικόν·
βούλομ' ἐγὼ λαὸν σῶ{ο}ν ἔμμεναι ἢ ἀπολέσθαι (Α 117).
Ps; Oa extr. ord. τοῦτο δὲ οὐ λύεται ἐν ἤθει· καὶ
πάντες κ' ἀρησαίατ' ἐλαφρότεροι πόδας εἶναι
ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε (α 164—5)·
καὶ (7) συγκριτικός· ”ἵν' ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ
παρασχό〈ν〉τος τὰ σπέρματα” (Greg. Naz. or. 38, 12, 31 [36, 324B
Migne]). Ps
2,b2
ἥ: πρῶτον ἀναφορικὸν μόριον· τίθεμεν διαστολήν· ἀναφορικὸν δὲ τὸ
η. Os
2,c1a
<μυρία>: ἐκ τοῦ μυρίος, μυρία, μυρίον. | σημαίνει δὲ τὸ μὴ δυνάμενον
ὁρισμῷ καθυπερβληθῆναι, ἀντὶ τοῦ πολλὰ ἀριθμῷ. καὶ παροξύνεται· ὅτε
δὲ δηλοῖ τὸν ὡρισμένον ἀριθμόν, προπαροξύνεται. | τινὲς δὲ λέγουσιν ἀντὶ
τοῦ θρηνητικά, παρὰ τὸ μύρεσθαι. Ps Os Oa
2,c1b
Οὐδὲν δὲ ἄτοπον εἰ παρὰ Μουσῶν Ὅμηρος ταῦτα ἐρωτᾷ. φρόνησις
μὲν γάρ ἐστιν ἡ πάντων εἴδησις. προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων
ἐκλογή. Ps Os
2,c2
Τὸ μυ ψιλόν· πᾶς ἀριθμὸς ἐν τῇ ἀρχούσῃ κατὰ τὴν φωνὴν συνεμπίπτων
ὀνόματι στοιχείου, καὶ τὴν αὐτὴν γραφὴν φυλάττει· ὁμοίως καὶ τὸ χίλιοι
κατὰ τὴν ἀρχὴν συνεμπίπτει τῷ χι στοιχείῳ. | καὶ γράφεται διὰ τοῦ ι δι'
αἰτίαν τοιαύτην· πᾶν ὄνομα στοιχείου εἰς ι καταλῆγον οὐκ ἔχει αὐτὸ ἐν
διφθόγγῳ, οἷον πι, ξι, φι· οὕτως οὖν καὶ χι. σεσημείωται τὸ ει· τοῦτο γὰρ
ἔχει τὸ ι ἐν διφθόγγῳ δι' αἰτίαν τοιαύτην· τὰ ὀνόματα τῶν στοιχείων ἀφ'
ἑαυτῶν θέλουσιν ἄρχεσθαι, οἷον ἄλφα, βῆτα καὶ τὰ ἑξῆς. τούτου γοῦν χάριν
διὰ τῆς διφθόγγου γέγονεν, ἵνα εὑρεθῇ ἀρχόμενον ἀφ' ἑαυτοῦ, ἤγουν ἀπὸ
τοῦ ε. Oa
2,d
<Ἀχαιοῖς>: ἀπὸ Ἀχαιοῦ τινος. | ὀξύνεται· τὰ γὰρ διὰ τοῦ α̅ι̅ο̅ς̅, εἰ ἔχοι
πρὸ τῆς α̅ι̅ διφθόγγου τὸ χ̅, προπερισπᾶσθαι θέλει, οἷον ἀρχαῖος, τροχαῖος.
σεσημείωται τὸ Ἀχαιός ὀξυνόμενον καὶ τὸ Ἐ{υ}ρυσίχαιος (Alcm. 16, 4
Page)· ἔστι δὲ ὄνομα ἔθνους. Ps
3,a
<πολλάς>: ἐκ τοῦ πολλός· τὸ θηλυκὸν πολλή. τὸ πολλός καὶ πολύς ἀμφό-
τερα ἐκ τοῦ πέλω, τὸ ἀναστρέφομαι. διαφέρει δὲ ὅτι τὸ μὲν πολύς δι' ἑνὸς
λ̅, τὸ δὲ πολλός διὰ δύο πρὸς ἀντιδιαστολήν. Ps; G et Oa extr. ord.
3,b
<ἰφθίμους>: παρὰ τὸ ἶφι, ὃ σημαίνει τὸ ἰσχυρῶς καὶ γενναίως, παρήχθη
ἴφιμος, ὡς πρωΐ, πρώϊμος, τοῦ μέσου ι̅ βραχέος ὄντος, καὶ κατὰ πλεονα-
σμὸν τοῦ θ̅ ἴφθιμος· μετὰ γὰρ τὸν πλεονασμὸν ὑπερτίθενται οἱ χρόνοι, τοῦ
μὲν πρώτου συσταλέντος φύσει 〈...〉, τοῦ δὲ δὲ ἑξῆς ἐκταθέντος. Ps Os Oa
Ἢ παρὰ τὸ ἶφι καὶ τὸ θυμός, ὃ σημαίνει τὴν ψυχήν, γέγονεν ἰφίθυμος,
ὁ ἔχων τὴν ψυχὴν ἰσχυράν, καὶ κατὰ ἀποβολὴν τοῦ ι̅ καὶ τροπὴν τοῦ υ̅ εἰς
ι̅, ὥσπερ Ἀφροδύτη Ἀφροδίτη καὶ δύφρος δίφρος, γέγονεν ἴφθιμος. Ps
Os Oa
Τὸ δὲ ἶφι γέγονε παρὰ τὸ ἴς, τὸ σημαῖνον τὴν δύναμιν, ἰνός, ἰνόσφι καὶ
συγκοπῇ ἶφι. τὸ ἴς παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ἡ ὑπάρχουσα ἔν τινι. Ps Oa
3,c
<Ἄϊδι>: ὄνομα, δοτικὴ κατὰ μεταπλασμὸν γεγονυῖα. καί φησιν Ἡρω-
διανὸς (cf. Lentzii adn. ad 2,205,2) ἐκ τοῦ Ἀΐδῃ Ἄϊδι, ὡς λιτῷ λιτί,
ὑσμίνῃ ὑσμῖνι. καὶ ἐν ἑτέρῳ ὁ ποιητὴς λέγει
ἀλλ' ὑπ' ἐμοῦ δμηθέντα πύλας Ἀΐδαο περήσειν (Ε 646). Ps Os |
ἢ παρὰ τὸ εἴδω, τὸ βλέπω, ὁ μέλλων εἴσω καὶ ὄνομα ῥηματικὸν ἴς. πολλὰ
γάρ εἰσιν ὀνόματα ἀπὸ ῥημάτων γινόμενα καὶ τὰ ἑξῆς. καὶ μετὰ τοῦ στερη-
τικοῦ α̅ Ἄϊς, ἐν ᾧ οὐδὲν ἔστιν ὁρᾶν, καὶ ἡ γενικὴ Ἄϊδος, οἷον
δῦναι δόμον Ἄϊδος εἴσω (Γ 322),
καὶ ἡ δοτικὴ Ἄϊδι. Ps
3,d1
<προΐαψεν>: ῥῆμα χρόνου ἀορίστου, συζυγίας πρώτης τῶν βαρυτόνων. |
εἰ μὲν οὖν τὸ „ἔπεμψεν“ ἁπλῶς σημαίνει, παρὰ τὸ ἴω γέγονε, τὸ διὰ τοῦ
ι̅, ἀφ' οὗ καὶ τὸ ἵημι· εἰ δὲ ”μετὰ βλάβης ἔπεμψεν”, παρὰ τὸν ἰόν, ἰάπτω·
διαφθαρτικὸς γὰρ οὗτος τῆς ὕλης, ἐξ ἧς γίνεται. ἐνταῦθα μὲν οὖν ἀμφίβολον·
ἐκεῖ δὲ ἀντικρὺς ἐπὶ τῆς βλάβης μόνον·
ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ (β 376). |
ἐν τῷ
Ἀχιλλῆϊ προϊάπτω (Ω 110)
ἀμφίβολος ἡ γραφή, εἴ〈τε〉 <προϊάπτω> εἴτε <προτιάπτω>. | τοῦτο τὸ ῥῆμα
καὶ τὸ α̅ ἐκβάλλει·
μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν (Α 454, Π 237).
ὡς δὲ παρὰ τὸ ἵξω ἴξαλος,
ἰξάλου αἰγός (Δ 105),
κονίσω κονίσαλος, οὕτως καὶ ἴψω ἴψαλος, ἀφ' οὗ τὸ παρὰ Στησιχόρῳ
ἀνίψαλον παῖδα (fr. 249 Page),
τὸν ἀβλαβῆ. Oa extr. ord.
3,d2
<ἴαψε>: ἀορίστου πρώτου· τὸ θέμα ἰάπτω καὶ τὰ λοιπὰ δῆλα. τὸ δὲ
ῥῆμα τοῦτο ποιητικόν ἐστιν· ὁ ἐνεστὼς γὰρ μόνος εὑρίσκεται. | ὁ γὰρ ἀόριστος
ἀπὸ τοῦ ἴπτω γέγονε, τοῦ σημαίνοντος τὸ βλάπτω, καὶ κατὰ πλεονασμὸν
τοῦ α̅ ἰάπτω, ὡς καὶ ἐν ἑτέρῳ λέγει ὁ ποιητής·
τίμησας μὲν ἐμέ, μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν (Α 454, Π 237).
τὸ δὲ ἴψαο ἐκ τοῦ ἴπτω, ἴψω ὁ μέλλων, ἀόριστος παθητικὸς ἰψάμην, ἴψαο,
Ἰωνικῶς μόνως λεχθέν. Ps Os Et.Gud.d; Oaa extr. ord. τὸ δὲ ἴπτω παρὰ
τὸ ἰός, ὃ σημαίνει τὸ βέλος· | τὸ δὲ 〈...〉 βέλος, παρὰ τὸ ἵημι, τὸ πέμπω,
Ps Et.Gud.; Oaa extr. ord. τὸ διὰ βέλους πέμπον θάνατον. Ps
Ἰάπτω βαρύνεται· πᾶν ῥῆμα εἰς π̅τ̅ω̅ λῆγον βαρύνεται, εἰ μὴ προκατάρχῃ
ὄνομα ἢ διαστολὴ γένοιτο σημαινομένου· σκάπτω, πίπτω, ῥίπτω (τὸ γὰρ
ῥιπτῶ Ἀττικὸν ἢ ποιητικόν), νίπτω, τύπτω (τὸ δὲ τυπήσω ὡς ἀπὸ περι-
σπωμένου), ἴπτω, θάπτω. πρόσκειται „εἰ μὴ διαστολὴ σημαινομένου γένη-
ται“ διὰ τὸ ὀπτῶ πρὸς ἀντιδιαστολὴν τοῦ ὄπτω· ”ἢ προκατάρχῃ ὄνομα”,
διὰ τὸ ἄβλεπτος ἀβλεπτῶ, ἄπεπτος ἀπεπτῶ, ἀλείπτης φιλαλειπτῶ. Ps;
Oab extr. ord.
4,a1a
<ἡρώων>: ἥρωες δὲ ἐκλήθησαν ἀπὸ τῆς ἀρετῆς, ἢ ἀπὸ τοῦ ἀέρος, ὥς
φησιν Ἡσίοδος
ἠέρα ἑσσάμενοι (Opp. 125, 255)·
ἢ ἀπὸ τῆς ἐράσεως, τουτέστι τῆς μίξεως, τῶν θεῶν· ἢ ἀπὸ τῆς ἔρας (ἔρα
δὲ ἡ γῆ κατὰ διάλεκτον). | ἥρως δὲ γέγονε παρὰ τὸ αἴρω, τὸ κουφίζω, ἢ
παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω. Ps Et.Gud.; Oa extr. ord.
4,a1b
<ἡρώων>: δεῖ γινώσκειν ὅτι ἥρωες ἐκλήθησαν ἀπὸ τῆς ἀρετῆς ἢ ἀπὸ
τοῦ ἀέρος, ὥς φησιν Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις·
ἠέρα ἑσσάμενοι πάντη φοιτῶσιν ἐπ' αἶαν (125, 255)·
ἢ ἀπ' ἐράσεως, τουτέστι μίξεως, τῶν θεῶν· οἱ γὰρ θεοὶ θνηταῖς ἐμίσγοντο.
ἢ ἀπὸ τῆς ἔρας (ἔρα δὲ ἡ γῆ κατὰ διάλεκτον)· ἐκ δὲ τῆς γῆς ἐπλάσθη τὸ
τῶν ἀνθρώπων γένος. Os
4,a2
Τὸ δὲ αἱρέω σημαίνει ὀκτώ· (1) αἴρω, τὸ κουφίζω, ἐξ οὗ τὸ „αἴρεται
ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ“ (Is. 53, 8; Act. Ap. 8, 33)· (2) αἱρῶ, τὸ χωρίζω,
ἐξ οὗ καὶ τὸ διαιρῶ· (3) αἱρῶ, τὸ προκρίνω, ἐξ οὗ τὸ προαιροῦμαι· (4) ἐρῶ,
τὸ καθαίρω, ἐξ οὗ τὸ ἐρατός καὶ ἐρατή καὶ ἑορτή· (5) ἔρω, τὸ ἐρωτῶ, ἐξ
οὗ τὸ ἠρόμην καὶ τὸ ἠρώτην· (6) ἐρῶ, τὸ λέγω, ἐξ οὗ ὁ παρακείμενος εἴρηκα·
(7) ἔρρω, τὸ φθείρω, ἐξ οὗ καὶ εἴρερος, ἡ δουλεία, ὡς παρ' Ὁμήρῳ·
εἴρερον εἰσανάγουσιν (θ 529)·
(8) ἔρω, τὸ λέγω, ἐξ οὗ καὶ εἴρων, εἰρωνεία. Oa extr. ord.
4,b1
<ἑλώρια>: παρὰ τὸ ἕλωρ· τοῦτο παρὰ τὸ ἕλω, τὸ ἑλκύω· πλεονασμῷ
τοῦ ρ̅ ἕλωρ, καὶ ἑλώριον. Ps
4,b2
<ἑλώρια>: παρὰ τὸ ἕλω, τὸ σημαῖνον τὸ ἑλκύω, ἐγένετο κατὰ πλεο-
νασμὸν τοῦ ρ̅ ἕλωρ· καὶ ἐκεῖθεν ἑλώριον ὄνομα οὐδέτερον καὶ ἡ εὐθεῖα τῶν
πληθυντικῶν ἑλώρια. Os
4,c
<τεῦχε>: παρατατικός· ἀφῃρέθη ἡ αὔξησις. οἱ γὰρ Ἴωνες καὶ οἱ ποιηταὶ
συναρχομένους ποιοῦνται τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσι.
δὲ ὅλον κλίνεται. Ps Os
Τεῦχε βαρύνεται· τὰ εἰς χ̅ω̅ δισύλλαβα, ἀρχόμενα ἀπὸ συμφώνου βαρύ-
νονται. εἰ δέ τι περιεσπάσθη, τοῦτο ἢ ἐκ βαρυτόνου παρῆκται, ὡς τρέχω
τροχῶ, ἢ παρὰ ὄνομα γέγονεν, ὡς τεῦχος τευχῶ·
τετευχῆσ{εσ}θαι γὰρ ἀμείνων (χ 104).
〈...〉 οἷον σ〈τ〉είχω, τεύχω, ψύχω· τὸ ἠχῶ ἀπὸ φωνήεντος καὶ τὸ αὐχῶ. Ps
4,d
<κύνεσσι>: δοτικὴ τῶν πληθυντικῶν Ps Os G Oa κατὰ τὴν Αἰολέων
διάλεκτον· καὶ κανονίζεται ἀπὸ τῆς εὐθείας τῶν πληθυντικῶν· Ps Os Oa
οἱ γὰρ Αἰολεῖς ἀπὸ τῶν εἰς ε̅ς̅ εὐθείων πληθυντικῶν προσθέσει τῆς σ̅ι̅ συλ-
λαβῆς ποιοῦσι Ps G Oa τὴν δοτικὴν τῶν πληθυντικῶν· Αἴαντες Αἰάντεσ-
σι. Ps Oa | ἔστιν οὖν ὁ κύων· καὶ ἡ γενικὴ ὤφειλεν εἶναι κύονος. δύο κα-
νόνες εἰσὶν οἱ μαχόμενοι· ὁ μὲν εἷς λέγει ὅτι τὰ εἰς ων βαρύτονα, διχρόνῳ
παραληγόμενα συνεσταλμένῳ, φυλάττουσι τὸ ω ἐπὶ τῆς γενικῆς, οἷον Ἀμ-
φιτρύων Ἀμφιτρύωνος, Ἰξίων Ἰξίωνος. ὁ δὲ ἕτερος λέγει ὅτι τὰ εἰς ων
κοινὰ τῷ γένει τρέπουσι τὸ ω ἐπὶ τῆς γενικῆς, οἷον σώφρονος, γείτονος
(πλὴν τοῦ εἴρων εἴρωνος, αἴθων αἴθωνος· ταῦτα γὰρ φυλάττουσιν)· οὕτως
οὖν καὶ κύονος. τῶν οὖν δύο κανόνων μαχομένων ἐγένετο συγκοπή, καὶ
ἐκλίθη κυνός. ἡ μέντοι κλητικὴ εὕρηται κύον διὰ τοῦ ο, ὡς ἀπὸ τῆς κύονος
γενικῆς.
Γέγονε δὲ τὸ κύων παρὰ τὸ ὠκύς (τὸ γὰρ ζῷον ταχύ ἐστιν) καὶ ὑπερβι-
βασμῷ τοῦ ⸤ω̅⸥ κύων. ⸤ἢ⸥ παρὰ τὸ κύω, τὸ φιλῶ· φιλοδέσποτον γὰρ τὸ
ζῷον. Ps G Oa
5,a
<Οἰωνοῖσι>: δοτικὴ τῶν πληθυντικῶν ἐπεκτάσει τοῦ ι̅· Ἰώνων δέ
ἐστιν ἡ ἐπέκτασις. | σημαίνει δὲ τοὺς γῦπας· | γύψ δὲ εἴρηται παρὰ τὸ
γυρεύειν τὰ ὕψη. Ps Os; Oa extr. ord. | ἔστι δὲ ἡ εὐθεῖα οἰωνός. | γέγονε
δὲ παρὰ τὸ οἰῶ, τοῦτο παρὰ τὸ οἷος, τοῦτο παρὰ τὸ ἴος, ὁ μόνος, πλεονασμῷ
τοῦ ο̅. Ps; Oa extr. ord.
Οἰωνός ὀξύνεται· τὰ διὰ τοῦ ω̅ν̅ο̅ς̅ ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ ὀξύνεσθαι
θέλει, οἷον οἰωνός, κοινωνός, Τιθωνός· πρόσκειται ”ἁπλᾶ” διὰ τὸ τετρά-
γωνος, ἄφωνος, εὔωνος. Ps; Oa extr. ord.
Ἰστέον δὲ ὅτι ὠνόμασται ὁ γὺψ <οἰωνός> παρὰ τὴν μονότητα ἐκ τοῦ οἶος·
οὐ συναγελάζεται γὰρ ἑτέρῳ ζῴῳ. ἱστορεῖται δὲ ὅτι καὶ χωρὶς ἄρρενος
τίκτει. Ps Os; Oa extra ord.
5,b1
<Διός>: ἀπὸ τῆς Ζεύς εὐθείας. Ps Oa ἰστέον δὲ ὅτι τὰ εἰς ε̅υ̅ς̅ λή-
γοντα ἓξ κλίσεις ἐπιδέχονται, ὡς πᾶσι δῆλον. καὶ περισπώμενα Δωριεῖς
ποιοῦσιν. ἔστι καὶ τὸ Ζεύς Βοιωτικὸν γενόμενον Διός. Ps τὸ γὰρ ζ̅ εἰς
δ̅ τρέπουσιν, οἷον Ζῆθος Δῆθος· οὕτως οὖν καὶ Ζεύς, Δεύς. ἀπὸ γὰρ τῆς
Δεύς εὐθείας ἐγένετο ἡ γενικὴ Διός. τὸ γὰρ κοινολεκτούμενον οὐ κλίνεται
διὰ τοιαύτην αἰτίαν· πᾶν ὄνομα μονοσύλλαβον εἰς ς̅ λῆγον ὀξύτονον διὰ καθα-
ροῦ τοῦ ο̅ς̅ κλινόμενον τὸν χρόνον θέλει φυλάττειν τῆς ἰδίας εὐθείας καὶ ἐπὶ
γενικῆς, οἷον Τρώς Τρωός, δμώς δμωός. πρόσκειται „μονοσύλλαβον“ διὰ
τὸ Ἀχιλλεύς Ἀχιλλέως. πρόσκειται ”ὀξύτονον” διὰ τὸ βοῦς βοός καὶ νεύς
νεός καὶ γρεύς γρεός. πρόσκειται διὰ καθαροῦ τοῦ ο̅ς̅ διὰ τὸ Ζάς Ζαντός.
ὤφειλεν οὖν τὸ Ζεύς, εἰς ς̅ λῆγον καὶ μονοσύλλαβον ὄν, κλίνεσθαι Ζευός.
ὁ δὲ ἕτερος κανὼν λέγει ὅτι τὰ εἰς ε̅υ̅ς̅ διὰ τοῦ ε̅ο̅ς̅ κλίνεται· καὶ ὤφειλεν
εἶναι Ζεός. τῶν οὖν δύο κανόνων μαχομένων, ἀπέλειψεν ἡ κοινὴ κλίσις καὶ
παρεισῆλθεν ἡ τῶν Βοιωτῶν καὶ ἐγένετο Ζεύς Διός Διΐ Δία, ὡς Ἀχιλλεύς
Ἀχιλλίος Ἀχιλλίϊ Ἀχιλλία. Ps Oa
5,b2
<Διός> {δέ}: ἰστέον ὅτι τὸ Διός ἐστι γενικὴ ἀπὸ τῆς Ζεύς εὐθείας. καὶ
τὰ εἰς ε̅υ̅ς̅ λήγοντα πέντε κλίσεις ἐπιδέχονται· (1) κοινῶς διὰ τοῦ ε̅ καὶ ο̅,
οἷον Ἀχιλ〈λ〉έος· (2) Ἀττικῶς διὰ τοῦ ε̅ καὶ ω̅, οἷον Ἀχιλλέως καὶ βασί-
λεως· (3) παρὰ δὲ τοῖς ἀρχαίοις Ἴωσι καὶ Αἰολεῦσι, διὰ τοῦ η̅ καὶ ο̅, οἷον
Ἀχιλ〈λ〉ῆος καὶ βασιλῆος· (4) παρὰ δὲ τοῖς νεωτέροις διὰ τῆς ε̅ι̅ διφθόγγου·
Ἀχιλ〈λ〉εῖος καὶ βασιλεῖος· (5) παρὰ δὲ τοῖς Βοιωτοῖς διὰ τοῦ ι̅ καὶ ο̅
γίνεται ἡ γενική, οἷον Ἀχίλ〈λ〉ιος καὶ βασίλιος. τοιοῦτόν ἐστι καὶ τὸ Ζεύς
Βοιωτικὸν γενόμενον κατὰ τὴν γενικὴν Διός. τὸ γὰρ ζ̅ εἰς δ̅ τρέπουσι· ζυγός
δυγός καὶ Ζῆθος Δῆθος· οὕτως οὖν καὶ Ζεύς Δεύς, ἡ γενικὴ Διός· τὸ γὰρ
κοινολεκτούμενον, λέγω τὸ {δὲ} Ζεύς, οὐ κλίνεται διὰ τοιαύτην αἰτίαν· πᾶν
ὄνομα μονοσύλλαβον εἰς ς̅ λῆγον ὀξύτονον καὶ διὰ καθαροῦ τοῦ ο̅ς̅ κλινό-
μενον τὸν χρόνον τῆς εὐθείας θέλει φυλάττειν καὶ ἐν τῇ γενικῇ· Τρώς Τρωός,
δμώς δμωός, κίς κιός (σημαίνει δὲ τὸν σκώληκα), λίς λιός (σημαίνει δὲ τὸν
λέοντα). πρόσκειται „μονοσύλλαβον“ διὰ τὸ Ἀχιλ〈λ〉εύς Ἀχιλλέως· τοῦτο
γὰρ ὀξύνεται καὶ οὐκ ἐφύλαξε τὸν χρόνον τῆς εὐθείας καὶ ἐν τῇ γενικῇ· ἀλλ'
οὐκ ἔστι μονοσύλλαβον. πρόσκειται ”ὀξύτονον” διὰ τὸ βοῦς βοός καὶ νεῦς
νεώς, τὸ πλοῖον, καὶ γρεῦς γρεός· ταῦτα γὰρ οὐκ ἐφύλαξαν τὸν χρόνον τῆς
εὐθείας ἐν τῇ γενικῇ ἀλλ' οὐκ εἰσὶν ὀξύτονα ἀλλὰ περισπώμενα. πρόσκειται
„διὰ καθαροῦ τοῦ ο̅ς̅ κλινόμενα“ διὰ τὸ Ζάς Ζαντός· τοῦτο γὰρ οὐκ ἐφύλαξε
τὸν χρόνον τῆς εὐθείας καὶ ἐν τῇ γενικῇ· ἡ μὲν γὰρ εὐθεῖα φύσει μακρὸν ἔχει
τὸ α̅, ἡ δὲ γενική, θέσει, ἀλλ' οὐ κλίνεται διὰ καθαροῦ τοῦ ο̅ς̅. εἰ ἄρα τὸ
Ζεύς εἰς ς̅ λήγει καὶ μονοσύλλαβόν ἐστι καὶ ὀξύνεται καὶ διὰ καθαροῦ τοῦ
ο̅ς̅ κλίνεται, ὀφείλει Ζευός εἶναι ἀπὸ τῆς γενικῆς διὰ τὴν ε̅υ̅ δίφθογγον ἵνα
φυλάξῃ τὸν χρόνον τῆς εὐθείας ἐν τῇ γενικῇ. ἀλλ' ἐπεὶ τὰ εἰς ε̅υ̅ς̅ ἀποβάλ-
λουσι τὸ υ̅ ἐν τῇ γενικῇ, οἷον Πηλεύς Πηλέως, τούτου χάριν ἠναγκάζετο Ζεός
εἶναι κατὰ τὴν γενικὴν κατὰ ἀποβολὴν τοῦ υ̅. τούτων οὖν τῶν δύο κανόνων
μαχομένων καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος φυλάττειν τὸ υ̅ κατὰ τὴν γενικήν,
τοῦ δὲ ἑτέρου ἀποβάλλεσθαι αὐτὸ τῷ λόγῳ τῶν εἰς ε̅υ̅ς̅, ἀπέλειψεν ἡ κοινὴ
κλίσις καὶ παρεισῆλθεν ἡ τῶν Βοιωτῶν διάλεκτος, οἷον Ζεύς Διός Διΐ Δία,
ὥσπερ Ἀχιλ〈λ〉ίος 〈Ἀχιλλίϊ〉 Ἀχιλ〈λ〉ία. Os
5,c
<ἐτελείετο>: παρατατικοῦ παθητικοῦ Ps Os ἐκ τοῦ τελείω, βαρυ-
τόνου· ⸤τὰ γὰρ τοιαῦτα παράγωγα ἄχρι τοῦ⸥ παρατατικοῦ κλίνεται κατὰ
πᾶσαν ἔγκλισιν καὶ ⸤διὰ τῆς ε̅ι̅ διφθόγγου γράφεται, οἷον κιχῶ κιχείω⸥ Ps Os
G Oa θῶ θείω, σῶ σείω, τελῶ τελείω. ἰστέον δὲ ὅτι ⸤ἀπὸ τῶν ἐνεστώτων
γίνεται καὶ ἀπὸ⸥ μελλόντων. καὶ τὰ μὲν ἀπὸ ἐνεστώτων ἔχουσι καὶ παρατα-
τικούς· τὰ δὲ ⸤ἀπὸ μελλόντων, ἐνεστῶτας μόνους⸥, ὅθεν σεσημείωται τὸ
ὤψεον (Sophr. fr. 81 Kaibel) ἀπὸ τοῦ ὀψείω. Ps G Oa
Τελειῶ περισπᾶται· τὰ ⸤εἰς ω̅ λήγοντα⸥ καθαρά, παραληγόμενα τῇ ε̅ι̅
διφθόγγῳ, βαρύνονται, εἰ δέ τι περιεσπάσθη, τοῦτο παρὰ ὄνομα ἐγένετο, οἷον
σείω βροσείω· τὸ μέντοι μειῶ παρὰ τὸ μεῖος καὶ τὸ τελειῶ παρὰ τὸ τέλειος
Ps G Oa καὶ τὸ ἀρειῶ (cf. Hippon. fr. 41 Masson et West) (σημαίνει
δὲ δύο· 〈...〉 τὸ ἀπειλῶ) παρὰ τὸ Ἄρης καὶ τὸ ἀχρειῶ παρὰ τὸ ἀχρεῖος.
G Oa
6,a
<πρῶτα>: ἐπίρρημα μεταχθὲν ἀπὸ οὐδετέρου. ἰστέον δὲ ὅτι τὰ ἐπιρρή-
ματα μεταγόμενα ἀπὸ οὐδετέρων τὸν αὐτὸν τόνον θέλουσι φυλάττειν· τὸ σάφα
παρὰ τὸ σαφέα, συγκοπῇ τοῦ ε̅· καὶ ἐκ τοῦ ὠκέα, ὦκα. σεσημείωται κατὰ
τόνον τὸ σφόδρα· τοῦ ὀνόματος ὀξυνομένου, τὸ ἐπίρρημα βαρύνεται. Ps; G et
Oa extr. ord.
6,b
<διαστήτην>: ἀορίστου δευτέρου τῶν εἰς μ̅ι̅ τρίτου προσώπου τῶν
δυϊκῶν. | ἡ δὲ τῶν δυϊκῶν κατάχρησις τοῖς Ἀττικοῖς μάλιστα ἁρμόζει. |
ἔστι δὲ τὸ θέμα Ps Os Oa Et.Gud. ἵστημι, ὁ μέλλων στήσω, ὁ ἀόριστος
δεύτερος ἔστην καὶ τὸ τρίτον τῶν δυϊκῶν ἐστήτην καὶ διαστήτην. Ps Oa
Et.Gud.
6,c
<ἐρίσαντε>: μετοχὴ εὐθείας τῶν δυϊκῶν, ἀόριστος πρῶτος ἐκ τοῦ
ἐρίζω· Ps Os τοῦτο παρὰ τὸ ἔρις. τὸ δὲ ἔρις παρὰ τὸ ἐρῶ, τὸ λέγω. τοῦ
δὲ ἐρίζω ὁ Ἀττικὸς παρακείμενος ἐρήριδα διὰ τοῦ ι̅· φυλάττει γὰρ αὐτό.
ἀπὸ δὲ τοῦ ἐρείδω, ἐρήρειδα, διὰ τῆς ε̅ι̅ διφθόγγου, ἵνα μὴ συνεμπέσῃ τῷ
ἀπὸ τοῦ ἐρίζω. Ps
7,a1
<Ἀτρείδης>: πατρωνυμικὸν ἀπὸ τοῦ Ἀτρεύς· τοῦτο παρὰ τὸ τείρω,
τὸ καταπονῶ, καὶ μετὰ τοῦ στερητικοῦ α̅, Ἀτρεύς, ὁ ἀκαταπόνητος.
Ἀτρείδης Ἀτρείδου· τὰ εἰς δ̅η̅ς̅ πατρωνυμικὰ εἰς ο̅υ̅ ἔχει τὴν γενικήν·
Ἀτρείδης Ἀτρείδου, Πηλείδης Πηλείδου. | γράφεται δὲ διὰ τῆς ε̅ι̅ διφθόγ-
γου· τὰ γὰρ ἀπὸ τῶν εἰς ε̅υ̅ς̅ διὰ τοῦ ε̅ι̅δ̅η̅ς̅ γινόμενα πατρωνυμικὰ διὰ τῆς
ε̅ι̅ διφθόγγου γράφονται. Ps
7,a2
<Ἀτρείδης>: καὶ κλίνεται τοῦ Ἀτρείδου. τὰ εἰς δ̅η̅ς̅ πατρωνυμικὰ ἢ
τύποι πατρωνυμικοὶ εἰς ο̅υ̅ ἔχει τὴν γενικήν. τὸ τ̅ρ̅ε̅ι̅ δίφθογγος· τὰ διὰ τοῦ
ε̅ι̅δ̅η̅ς̅ πατρωνυμικά—. Os
7,b
<ἄναξ>: ἐκ τοῦ ἄνακος κατὰ πλεονασμὸν τοῦ τ̅ ἄνακτος. | ἐτυμολογεῖται
δὲ παρὰ τὸ τὴν ἄνω τάξιν ἔχειν, ἢ ἐφ' ὃν πάντα ἀναφέρομεν, ἢ παρὰ τὸ
ἀνάσσω, | ἢ ὁ ἄνω ἀΐσσων. Ps Os
Ἄναξ βαρύνεται· πᾶν εἰς α̅ξ̅ λῆγον ὄνομα ὑπὲρ μίαν συλλαβὴν βαρύνεσθαι
θέλει, χωρὶς εἰ μὴ παρὰ ῥῆμα εἴη συντεθειμένον καὶ μίαν συλλαβὴν φυλάτ-
τει τοῦ ῥήματος· Φαίαξ, θώραξ, ἄναξ, κόραξ· τὸ δὲ δι〈α〉σφάξ καὶ ἀποσφάξ
(Nic. Ther. 521) ἀπὸ ῥήματος. Ps
7,c
<ἀνδρῶν>: ἀπὸ τῆς ἀνήρ εὐθείας, ἀνέρος, καὶ ἐν συγκοπῇ, ἀνδρός. Ps
7,d1
<δῖος>: ἐπίθετον ὀνοματικὸν ἀπὸ τῆς Διός γενικῆς, δίϊος, καὶ κατὰ συνα-
λιφήν, δῖος. προπερισπᾶται· τὰ εἰς ο̅ς̅ λήγοντα καθαρὰ δισύλλαβα παρα-
ληγόμενα τῷ ι̅ ἐκτεταμένῳ, εἰ ἄρχεται ἀπὸ συμφώνου, βαρύνεσθαι θέλει,
τουτέστι προπερισπῶνται, οἷον Πῖος ὄνομα κύριον, Χῖος, δῖος, Θρῖος, Κρῖος,
Φθῖος. σεσημείωται τὸ κριός ὀξυνόμενον καὶ τὸ ἰός, ἐπειδὴ ἀπὸ φωνήεντος
ἄρχεται. Ps Oa
7,d2
<δῖος>: τοῦτο τὸ δῖος ὄνομά ἐστιν ἐπίθετον ἀπὸ τῆς Διός γενικῆς.
γέγονε δίϊος καὶ κατὰ συναλιφὴν δῖος· διὸ καὶ τὸ δ̅ι̅ μακρόν ἐστιν. οὕτως
εὗρον ἐν τοῖς Ἐπιμερισμοῖς Ἡρωδιανοῦ (fr. novum). Os
8,a1
<σφωέ>: ἀντωνυμία τρίτου προσώπου αἰτιατικῆς μόνης πτώσεως.
διατί οὐκ ἔστι ὀρθῆς καὶ αἰτιατικῆς; διότι ἡ ὀρθὴ πτῶσις οὐδέποτε ἀναδί-
δωσι τὸν τόνον αὑτῆς, οἷον νῶϊ σφῶϊ. τοῦτο δὲ ὀξύνεται καὶ ἐγκλίνεται καὶ
ἀναδίδωσι τὸν τόνον. διὸ ἀπέλιπεν ἡ εὐθεῖα καὶ ἔστι μόνης αἰτιατικῆς.
Ps G Oa
8,a2
<σφωέ>: δεῖ γινώσκειν ὅτι τὸ σφωέ ἀντωνυμία τρίτου προσώπου αἰτι-
ατικῆς μόνης. τὸ γὰρ πρῶτον πρόσωπον τῶν δυϊκῶν εὐθείας καὶ αἰτιατικῆς
πτώσεώς ἐστι νῶϊ· τὸ δεύτερον πρόσωπον ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως
σφῶϊ· τὸ δὲ τρίτον αἰτιατικῆς μόνης πτώσεως σφωέ. διὰ τοῦτο δὲ οὐκ ἔστιν
ὀρθῆς καὶ αἰτιατικῆς, διότι ἡ ὀρθὴ πτῶσις οὐδέποτε ἀναδίδωσι τὸν αὑτῆς
τόνον· τοῦτο δὲ ἀναδίδωσι· οὐκ ἄρα ὀρθῆς ἀλλὰ μόνης αἰτιατικῆς πτώσεως. Os
8,b1
<ξυνέηκε>: ἀορίστου πρώτου ἐνεργητικοῦ τρίτου προσώπου τῶν εἰς
μ̅ι̅. ἔστι τὸ θέμα ἵημι, ἥσω, ἧκα, πλεονασμῷ ποιητικῷ ἕηκα καὶ ἐν συνθέσει
συνέηκε Ps Os καὶ | τροπῇ τοῦ σ̅ εἰς ξ̅ Ἀττικῶς· οἱ γὰρ Ἀττικοὶ τὸ σ̅ εἰς τ̅
καὶ εἰς ξ̅ τρέπουσιν. Ps
8,b2a1
…
The complete text is available when the reading interface loads.