Commentarium in plutum
- Edition reference
- Commentarium in plutum (recensio 1) (scholia recentiora Tzetzae), ed. L. Massa Positano, Jo. Tzetzae commentarii in Aristophanem [Scholia in Aristophanem 4.1. Groningen: Bouma, 1960]: 1, 3–30, 32–35, 37–39, 41, 46–63, 65–71, 73–94, 96–113, 115–119, 121–143, 145–166, 168, 170–175, 177–181, 184–196, 198, 200–202, 204–206, 208–233.
- CTS identifier
urn:cts:greekLit:tlg5014.tlg015.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
sch plut
17b
τουτέστι τὴν φωνὴν τῶν χοίρων· ἢ
εἶδος νομίσματος· γρὺ τὸ μικρόν,
ὅθεν καὶ γρύτη, τὰ μικρὰ σκεύη. ἔστι
δὲ τὸ σχῆμα παρ' ὑπόνοιαν.
21
<οὐ γάρ με τυπτήσεις:> ἔθος
εἰς θεοὺς ἀπιόντα στεφανοῦσθαι καὶ
ἀνεύθυνον εἶναι. πρὸς τὸ ἔθος οὖν
ἀνακομιζόμενοι ἐκ τοῦ μαντείου
ἐστεφανηφόρουν. <ἄλλως.> ἡ στεφανη-
φορία τοῖς εἰς θεὸν ἀπιοῦσι δούλοις
τε καὶ ἐλευθέροις ἰσοτίμως ἐδίδοτο,
οὐδὲν πλεονεκτήματος τεκμήριον
ἐλευθέροις δωρουμένη, οὐδὲ μὴν
δούλοις ὀνειδίζουσα τὸ τῆς τύχης
ὑποδεές, ἔπαιξε δὲ ἅμα χαριέντως
καὶ δυσωπητικῶς.
23a
<ἵνα μᾶλλον:> ἤτοι τῆς τοῦ
στεφάνου περιθέσεως στερισκόμενος.
23b
<ἵνα μᾶλλον ἀλγῇς:> δεχό-
μενος τὰς τῶν πληγῶν καταγωγὰς
διὰ τὸ γυμνῆς καθικνεῖσθαι τῆς
κεφαλῆς.
23c
<λῆρος:> χαριέντως καὶ σκο-
πὸν ἤνυσε καὶ ὑβρίζειν οὐκ ἔδοξε
καίπερ λυπούμενος· ἐπεὶ τὸν δεσπό-
την ἔμελλεν ὑβρίζειν, εὐστόχως οὐκ
εἶπε “ληρεῖς”, ἀλλ' ἀορίστως
<“λῆρος”.
25
πάνυ σφόδρα:> ὅτι σύνηθες
παρ' ἀλλήλοις τὰ ἰσοδυναμοῦντα
τίθεσθαι· γέγονε δὲ ἐξ ἀμφοτέρων
οὕτως καὶ τὸ “τυχὸν ἴσως”
27
<κλεπτίστατον:> τὸ σχῆμα
παρ' ὑπόνοιαν. ἀντὶ τοῦ εἰπεῖν
“εὐνούστατον”, παίζων κωμικῶς
ἅμα καὶ χαριεντιζόμενος διὰ τὸ τῆς
κωμῳδίας μειδιαστικόν, ἅμα δὲ καὶ
τὸν οἰκέτην ποιεῖ ἀποδοχῆς τυγχά-
νοντα καὶ χλεύης παρὰ τοῦ δεσπότου·
ἦν γὰρ ἐλπὶς τῷ πρώτῳ συμφώνως
λεχθήσεσθαι καὶ τὸ δεύτερον. ἢ ἀντὶ
τοῦ “κερδαλέον καὶ συνετόν”—καὶ
Ὅμηρος “κλέπτε νόῳ”, παραλογί-
ζου—, ἢ “μυστηριακώτατον”· τὰ
γὰρ μυστήρια κρυφίως γίνεται.
29
<οἶδά τοι: οἶδα,> φησίν, ὅ τι
αἰνίττεται τοῦ δράματος ὁ σκοπός.
30a
<ἱερόσυλοι ῥήτορες:> ἦ ὡς
κλέπτοντες τὸ ἱερόν, ἤγουν τὴν
ἀλήθειαν.
30b
<ῥήτορες:> οἱ συνήγοροι καὶ
οἱ τὴν ἰδίαν ἀπεμφαίνοντες γνώμην.
31a
<συκοφάνται:> λιμοῦ γενο-
μένου ἐν τῇ Ἀττικῇ λάθρα τὰς συκᾶς
ἀφιερωμένας τοῖς θεοῖς ἐκαρποῦντο,
μετὰ δὲ ταῦτα εὐθηνίας γενομένης
κατηγόρουν τούτων καὶ ἐκεῖθεν συ-
κοφάνται λέγονται.
31b
“πονηρός” ὁ κακοῦργος,
“πόνηρος” ὁ ἄθλιος.
33
<ταλαιπώρου:> τοῦ τλητικοῦ
ἢ τοῦ τετληκότος· “ταλαίπωρος” δὲ
παρὰ τὸ τλῆναι. τὸν πῶρον ὅ ἐστι τὸ
πάθος· φησὶ καὶ Ἀντίμαχος·
“πῶρόν τ' ἐν ἀλόχοισιν καὶ οἷς τεκέεσσιν ἔθεντο.”
λέγονται δὲ ταλαίπωροι οἱ ἐκ τῶν
τληπαθειῶν ἐννεοὶ γενόμενοι καὶ
οἷον πωρούμενοι κατὰ τὸν τῆς Νιόβης
λόγον τὰ γὰρ περὶ αὐτῆς μυθολο-
γούμενα ἀπίθανά τε καὶ ἀδύνατα.
34a
<ἐκτετοξεῦσθαι:> ἐκκε-
νῶσθαι, ἐκ μεταφορᾶς τῶν ἐν τῇ
τοξείᾳ ἀναλισκόντων 〈τὰ βέλη〉· ἢ
ὑπὸ τῶν τόξων τῆς εἱμαρμένης ἀπο-
λωλέναι. <ἄλλως.> ἀντὶ τοῦ ἐξοίχεσθαι
πρὸς ἀπόληξιν τῆς ἐν αὐτῷ διατριβῆς
ἐκπίπτοντα. <ἄλλως.> ἀπολωλέναι ἀπὸ
τῶν τοξευομένων ἢ τὰ βέλη ὅλα
ἀφιέντων τοξοτῶν.
34b
ἐκ μεταφορᾶς τῶν τὰς ἰδίας
σαρίσσας ἐκτοξευσάντων ἐκκενῶ-
σθαι καὶ ἀπαντληθῆναι.
37
ἀπὸ μεταφορᾶς τοῦ σώματος·
ὥσπερ γὰρ ἐν τῷ σώματι, ὅταν
ὑγιαίνωσι τὰ στοιχεῖα καὶ μένωσιν
εἰς τὴν οἰκείαν τάξιν, σῴζεται τὸ
σῶμα, οὕτω καὶ ἡ ἀλήθεια ὅταν ἔχῃ
τοὺς λόγους ὀρθούς, λέγομεν “ὑγιαί-
νει”, ὅταν δὲ μὴ οὕτως, λέγομεν
“νοσεῖ”.
39
<ἐκ τῶν στεμμάτων:> ὅτι
στεφάνῳ δάφνης ἔστεπτο ὁ τρίπους,
ἐφ' οὗ καθῆτο ἡ Πυθία χρησμῳ-
δοῦσα. καλεῖται δὲ τὸ μέρος, ἐν ᾧ
κάθηται, ὅλμος. ὁ Ἀπόλλων ἐρα-
σθεὶς τῆς Δάφνης τῆς θυγατρὸς τοῦ
Λάδωνος τοῦ ποταμοῦ καὶ τῆς Γῆς
καὶ μὴ δυνηθεὶς περιγενέσθαι αὐτῆς
ἅτε καταχωσθείσης τῇ γῇ κἀκεῖθεν
δάφνης ἀναδοθείσης, δάφνινον στέ-
φανον ποιησάμενος, τῷ αὐτῷ τρίποδι
ἀπῃώρησεν.
45a
τὸ “ξυνίεις” ἐπὶ ἐνεστῶτος
δίφθογγον· ἐπὶ δὲ παρατατικοῦ η̅;
ξυνίημι καὶ ὁ παρατατικὸς ξυνίην
ξυνίης.
45b
<ἐπίνοιαν τοῦ θεοῦ:> ἔννοια
γάρ ἐστιν ἡ γνῶσις· ἐπίνοια δὲ ἡ
ἔχουσα ἐν ἑαυτῇ κρύψιν τινά.
46
ἀπὸ τῶν πυλῶν τῶν ὀνομαζο-
μένων Σκαιῶν.
48
<δηλονοτιὴ καὶ τυφλῷ:>
ἤτοι πρὸς τὸν Πλοῦτον αἰνιττόμενος
ἢ παρὰ τὸ πηρὸν τῷ νῷ—“νοῦς”
γὰρ “ὁρᾷ καὶ νοῦς ἀκούει”—
καθάπερ ὁ τυφλὸς τὴν πορείαν εὐθεῖ-
αν οὐ ποιεῖται. καὶ τὸ ὁμηρικόν·
“καί κ' ἀλαός τοι ξεῖνε διακρίνειε τὸ σῆμα”.
<“τυφλῷ”> δὲ οὐχὶ ὀφθαλμὸν ἀλλὰ
τὴν καρδίαν, τουτέστιν ἀνοήτῳ.
παροιμία· “τυφλῷ δῆλα τὰ μαρτύ-
ρια”. τὸ δὲ ἑξῆς ὅτι σφόδρα ἐστὶ
τοῦτο συμφέρον <τὸ μηδὲν ὑγιὲς
ἀσκεῖν.>
51
ἀπὸ μεταφορᾶς τῶν ζυγῶν.
57a
<ἢ τἀπὶ τούτοις:> τὰ ἐπὶ τῇ
ἀπειλῇ.
57b
<λέγειν> οὖν <χρή·> “λόγῳ
πεισθέντα βέλτιόν σοι ἐξειπεῖν ἢ
βιασθέντα”· ἢ “ὡς μὴ λέγοντός σου
βίαιόν τι διαπράξομαι”.
58
ἵπτει γὰρ τὴν ὕβριν πρὸς τὸν
δεσπότην.
61
τὸ εἶδος ἀντὶ γένους· τὸ ὅρκος
εἶδος, τὸ δὲ εὐσέβεια γένος.
63
ὄρνιν ἐκάλουν οἱ παλαιοὶ πᾶν
τὸ ἐπὶ σημείῳ τινὶ καὶ τεκμηρίῳ
παραβαλλόμενον· ἐκ μεταφορᾶς τῆς
οἰωνοσκοπητικῆς.
64
<μὰ τὴν Δήμητραν:> ἐπικα-
λεῖται τὴν Δήμητραν ὡς πένης καὶ
ὡς χρείαν ἔχων τῶν ἀναγκαίων καὶ
τῶν ἀπὸ τῆς γῆς καρπῶν καὶ ἵνα
ἐπιδαψιλεύηται αὐτῷ τὰ ἀναγκαῖα
δι' ὧν ἂν ζώῃ.
66a
<ὦ τάν:> ὅτι οὐ πρὸς ἕνα μόνον
τὸ “ὦ τάν” ἀλλὰ καὶ πρὸς δύο καὶ
Κρατῖνός φησιν·
“ἆρά γε ὦ τὰν ἐθελήσετε,”
“τάν” καὶ φίλε, ἀπὸ τοῦ ἔτης, ὁ
φίλος, τοῦ ἔτου· ἡ κλητικὴ “ὦ ἔτα”
καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ
τοῦ ν “τάν”.
66b
<πώμαλα:> οὐδαμῶς· ἔστι δὲ
ἀττικόν· ἐπίρρημα ἀρνήσεως.
69a
ὡς ἐπὶ ἀψύχου τὸ <“ἀναθείς”>
διὰ τὸ τυφλὸν αὐτὸν εἶναι.
69b
οὕτως τὴν αἰτιατικὴν ἀντὶ
γενικῆς καὶ ἀντὶ δοτικῆς τὴν αἰτια-
τικὴν πολλάκις οἱ Ἀττικοὶ λέγουσιν.
70
τραχηλιάζειν τὸ ἀλαζονεύε-
σθαι, τραχηλίζειν τὸ μετὰ φόβου
παρίστασθαί τινι· τὸ δὲ “γυμνοὶ καὶ
τετραχηλισμένοι”, οἱ μετὰ φόβου
καὶ κάτω τὰς κεφαλὰς ἔχοντες, οἱ
γυμνοὶ καὶ ἀπερικάλυπτοι, ὑπὸ τῶν
ἁμαρτιῶν ἐλεγχόμενοι, ἀπὸ μεταφο-
ρᾶς τῶν προβάτων τῶν ἐκδερομένων
καὶ δεικνύντων τὴν ἔνδον θέσιν.
74
<“ἡμεῖς γ' ἂν βούλῃ,> ἀπολύο-
μεν”· τοῦτο δέ φασιν ἀπολύσαντες
αὐτόν. <ἄλλως.> “ἐὰν καί σοι δοκῇ”
τὸ ἀπολυθῆναι, κατὰ παράλειψιν
ἀττικήν, “ἀφήσομεν”.
79a
<ἀνδρῶν:> πεφυλαγμένως ποι-
εῖται τὴν πρὸς θεοὺς ὑπέρθεσιν, ἵνα
μὴ θεῶν ὑπερτιθεὶς κἀκείνους πάθει
προσζεύξῃ ἢ ὅτι ἐν σχήματι ἀνδρὸς
ἐφάνη ὁ Πλοῦτος· δεῖ δὲ ἐννοεῖν αὐτὸν
ῥυπῶντα καὶ ταπεινὸν τὸ σχῆμα.
79b
διὰ τὸ φανῆναι ἐν σχήματι
ἀνδρὸς τὸν Πλοῦτον τοῦτό φησιν.
83a
τὸ <“αὐτότατος”> οὐ λέγεταί
ποτε· τὰ γὰρ ἀόριστα τῶν πραγμά-
των ἀνεπίτατα. εἰ οὖν ἀντωνυμία ἐπὶ
οὐσίας λαμβάνεται, κατὰ τοῦτο ἐπί-
τασιν οὐ δέχεται ὡς τὰ ἄλλα μέρη.
πέπαικται δὲ τοῦτο κωμικῶς.
83b
παίζων λέγει· αἱ ἀντωνυμίαι
οὔθ' ὑπερθέσεις δέχονται οὔτ' ἐπιτά-
σεις.
84a
ἀπὸ τοῦ α̅ στερητικοῦ καὶ
τοῦ χέω· ὁ μὴ λουόμενος· τὸ δὲ ὗ
πλεονάζει.
84b
<ἐκ Πατροκλέους:> εἷς ἦν
τῶν λακωνικὸν βίον ζηλούντων,
ἀθηναῖος, πλούσιος μὲν σφόδρα,
ὡς κακόβιος δέ τις καὶ φιλοχρήματος
καὶ σκνιφὸς κωμῳδεῖται, ὅστις ἕνεκα
τῆς φειδωλίας οὐδένα εἴα προσίεσθαι
διὰ φυλακὴν τῶν χρημάτων καὶ
γλίσχρου βίου.
87
<ὁ Ζεύς με:> παρῴδηται ἐκ τοῦ
Ἡσιόδου·
“ἔκρυψαν δὲ θεοὶ βίον ἀνθρώποισι”·
καὶ γὰρ ἀνόσιος ὁ 〈διὰ〉 τῆς ἀρετῆς
πλοῦτος τοῖς δικαίοις εἰ χαυνωθεῖεν
ἐκ περιουσίας. ἐνταῦθα ἀπορία ἐστί·
πῶς οὖν νοούμενος εἰς τὸ πρῶτον ὁ
Ζεὺς αἴτιον καὶ μᾶλλον βουλόμενος
τοὺς ἀγαθοὺς εὖ πράττειν, ἐτύφλωσε
τὸν Πλοῦτον; λέγομεν οὖν ὅτι, εἰ πᾶσι
τοῖς ἀγαθοῖς παρείπετο τὸ πλουτεῖν,
πάντες ἂν δι' αὐτὸ μετῄεσαν τὴν
ἀρετήν· οὗτος δὲ βουλόμενος οὐ διά
τι χρήσιμον καὶ ἐπωφελὲς μετιέναι
ταύτην ἀλλὰ δι' αὐτὸ τὸ καλόν,
ἔσθ' ὅτε καὶ ἀποτυχίαν χρημάτων
τῷ βίῳ δίδωσιν, ἵν' ἕκαστος ἐφίηται
τῆς ἀρετῆς δι' αὐτὴν τὴν ἀρετὴν καὶ
μὴ διὰ τὸ ἐλπίζειν ὅτι πάντως διὰ
τῆς ἀρετῆς εὐπορήσῃ χρημάτων.
88
<ἐγὼ μὲν ὢν μειράκιον:>
τοῦτό φησιν, ἵνα τὸ προπετὲς τῆς
ῥήσεως ἐπὶ τὴν ἡλικίαν ἀνενέγκῃ καὶ
ἐπὶ τὸ ἐξημμένον, καὶ δόξῃ συγγνώ-
μην ἔχειν ἡ ἁμαρτία, ὅτι μειράκιον
ὢν ἠπείλησεν.
92
φθονέω φθονῶ τὸ ζηλῶ καὶ
φθονόω φθονῶ τὸ ἄφθονον ποιῶ·
ἔστι δὲ τυχόν τις ἐπίφθονος δι'
ἀρετήν.
98
ἄχρι τούτου φασὶ διὰ τοὺς
Ἀθηναίους· σκώπτει γὰρ αὐτοὺς ὡς
πονηρούς.
103
<ἀντιβολῶ> λέγεται τὸ ἐναν-
τίως βάλλειν ἑαυτόν τις, ἤγουν
ἔμπροσθεν τοῦ δεομένου· τινὲς δὲ
λέγουσι τὸ ἐναντίον τοῦ βασιλέως
πίπτειν. ἔστι δὲ τὸ πρῶτον κρεῖττον.
109
<ἀτεχνῶς:> ἀληθῶς· “τέχνη”
γὰρ ὁ δόλος παρὰ τοῖς Ἀττικοῖς τὸ
δὲ ἄνευ δόλου ἀληθές. ἔστιν “ἀτε-
χνῶς” οἷον καὶ ἀτενῶς μετὰ περισσοῦ
τοῦ χ̅.̅ <ἄλλως.> ἁπλῶς, ἄνευ τέχνης·
ἐκ μεταφορᾶς τῶν ἀθλητῶν τῶν μὴ
τέχνῃ νικώντων ἀλλὰ δυνάμει. εἰ
δέ τις παρὰ τὴν τέχνην λέγει τι ἢ
ποιεῖ, οὐκέτι περισπωμένως ἀλλὰ
βαρυτόνως· “ἀτέχνως ποιεῖς, ἀτέ-
χνως λέγεις”. ὁ γὰρ τόνος διαστέλλει
τὸ σημαινόμενον, τήν τε τῆς τέχνης
στέρησιν καὶ τὸ ἀδιάφορον τῆς χρή-
σεως. καὶ ὁ νοῦς· “κἂν φύσει τίς
ἐστι χρηστός, ἐπὶ τὸ χεῖρον μεθίστα-
ται ὑπὸ τῶν χρημάτων”.
111
δύο μέρη τοῦ λόγου τὸ
<“ἁπαξάπαντες”,> ὑφ' ἓν δὲ ταττό-
μενον, ὡς καὶ τὸ “ἁπαξαπλῶς”.
“οὐ, φησὶ δέ, πάντες, ἀλλ' ὁμοῦ
πάντες”. τὸ γὰρ <“ἁπαξάπαντες”>
ἐπιτάσεως χάριν λαμβάνεται.
115
<ὀφθαλμίας:> ἤγουν πηρώ-
σεως. ὀφθαλμία γάρ ἐστι κυρίως ἡ
ἐκ πάθους γινομένη πήρωσις.
121
<περινοστεῖν:> κυρίως μὲν
νόστος ἡ ἀπὸ ἀλλοδαπῆς οἴκαδε ἄφι-
ξις, καταχρηστικῶς δὲ καὶ ἡ ἀπὸ
τόπου εἰς τόπον μετάβασις καὶ
πορεία.
122
<ὀρρωδῶ:> ἀπὸ τοῦ ὄρρου ὅ
ἐστι μεσοπύγιον τῆς περιστερᾶς·
ἔστι γὰρ τρομερὸν τὸ μέρος· καὶ
κυρίως μὲν ἐπὶ τοῦ τῶν ἀλόγων
δέους λέγεται· πεποίηται δὲ παρὰ τὸ
τὴν οὐρὰν δονεῖν ὅ ἐστι σείειν,
δηλοῦν δὲ τὸ δέος· ἢ παρὰ τὸ
ἐγκρύπτειν τούτῳ τῷ μέρει τὰ
αἰδοῖα κατὰ τὴν τοῦ δέους διάθεσιν·
ἢ ὅτι τῶν φοβουμένων εἴωθεν ὁ
ὄρρος πρῶτον ἱδροῦν.
123
<ἄληθες:> ἐπίρρημα θαυμα-
στικόν· καὶ προπαροξύνεται ἀτ-
τικῶς.
125
<καὶ τοὺς κεραυνούς:> τὰ
μέγιστα ἀμυντήρια τοῦ Διός· ἐκ
δὲ τούτων τὴν δύναμιν αὐτοῦ λέγει.
127
ἆ: ἐπίρρημα τιμητικόν.
137
<ὅτι οὐδ' ἂν εἷς:> ὅτι καὶ ἐπὶ
τοῦ θυμιάσαι τὸ θύειν· ἐπὶ μὲν τοῦ
βοὸς “σφάξειεν”, ἐπὶ δὲ τοῦ ψαιστοῦ
“θυμιάσειεν”. κυρίως δὲ ψαιστὸν
ἄλευρον ἐλαίῳ δεδευμένον, καταχρη-
στικῶς δὲ καὶ τὸ πόπανον.
138
<ψαιστόν:> ἀπὸ τοῦ ψῶ, τὸ
λεπτύνω, καὶ τοῦ αἴθω.
146
οὐδὲν γὰρ ἀνθρώποις ἄνευ
ἀργυρίου πράττεται.
147a
ἰστέον ὅτι ἡ “ἔγωγε” ἀν-
τωνυμία διαφέρει τῆς “ἐγώ” τῷ
τὴν μὲν “ἔγωγε” ἐπὶ ἀρχῆς μόνον
τίθεσθαι, καὶ ἔστιν ἀττικόν, τὴν δὲ
“ἐγώ” ἐπὶ ἀρχῆς καὶ μεταξύ, καὶ
ἔστι κοινή.
147b
οὔτε γάρ τοι πολυτίμητοι
οὔτε ἀξιόπιστοί εἰσιν οἱ δοῦλοι.
ἐξηυτέλισε δὲ ἑαυτὸν πρὸς τὸ ἐπιτυ-
χεῖν τοῦ σκοποῦ.
147c
τὸ ἐκφράζειν τινά τι καὶ
ἔρχεσθαι καὶ εἰς αὐτὰ τὰ λεπτότατά
ἐστι τὸ σχῆμα τῆς ἀφελείας, οἷον
λέγειν <ἀργυρίδιον> καὶ λοιπά. κυ-
ρίως δὲ ὑποκοριστικά εἰσι τὰ ἀπὸ
κορίσκου πρὸς γραῦν ῥήματα.
148
τὸ πλουτεῖν κατὰ γραμματι-
κοὺς ῥῆμα, κατὰ δὲ φιλοσόφους μετὰ
τοῦ ἄρθρου ὄνομα, τὸ πλουτεῖν καὶ
ὁ πλοῦτος, τὸ λέγειν καὶ ὁ λόγος,
καὶ ἕτερα.
150
“πειρᾶν” κυρίως τὸ προσ-
βάλλειν γυναικὶ περὶ τῆς ἀφροδίτης
καὶ λόγους περὶ συνουσίας προσφέ-
ρειν· καὶ “πειραθῆναι” τὸ ἀκοῦσαι
λόγους τοιούτους.
152
πρὸς τὸ ἐρεθίζειν αὐτούς·
ἄτοπον δὲ τὴν γυναῖκα τὸ ἔμπροσθεν
μόριον ἐπισείειν· σφόδρα δὲ ἄσημον
τὸ βαδίζουσαν ἐγκρούειν τῷ πρωκτῷ.
155
ὅτι ἀρσενικῶς καὶ θηλυκῶς ὁ
πόρνος· ζητείσθω δέ, εἰ καὶ οὐδετέρως.
156
<δαί:> σύνδεσμος ἐρωτηματι-
κός· διὰ δὲ τὴν ἔκτασιν δίφθογγον
γράφεται.
159
ἤτοι περικαλύπτουσι τὴν
ἀσέλγειαν· <μοχθηρίαν> δέ, 〈τὴν〉
τοῦ ἀργυρίου ἐπιθυμίαν ἢ τὴν
αἴτησιν. εἴρηται δὲ τὸ “περι-
πέττειν” ἢ ἀπὸ τοῦ περιπετάσματος
ἢ ἀπὸ τῶν ζύμῃ τὰ ἄλφιτα περιλαμ-
βανόντων καὶ τούτοις συγκαλυπτόν-
των αὐτήν· εἰώθασι γὰρ τὰ καταλιμ-
πανόμενα ἀφ' ἑκάστου ἄρτου μιγνύν-
τες ποιεῖν ἄρτον. φησὶν οὖν κατα-
χρῆσθαι τῷ <ὀνόματι> τοῦ ἵππου εἰς
τὴν <μοχθηρίαν.>
160
οἷον μηχαναί, πλοίων κατα-
σκευαί, τὰ διὰ λόγων σοφίσματα.
161
τὴν σύνταξιν τελευταῖον πρὸς
τὸ οὐδέτερον ἀπέδωκε, λέγω δὴ τὸ
“εὑρημένα” πρὸς τὸ <“σοφίσματα”.>
163
“τεκταίνω” σημαίνει δύο, τὸ
κατασκευάζω καὶ τὸ περὶ τὴν τε-
κτονικὴν κατάγεσθαι.
164
ἡ μὲν ἀκρίβεια τοῦ χρυσοῦ
εἰς τὸ χωνεῦσαι, τοῦ ἀργυρίου δὲ εἰς
τὸ κόψαι.
165
ἰστέον δὲ ὅτι μειδιασμοῦ
ἕνεκα παραπλέκει τὰ γελοῖα καὶ
ἀστεῖα ταῦτα.
166
ὅτι οἱ παλαιοὶ Ἀττικοὶ διὰ
τοῦ κ̅ λέγουσι τὸ “γναφεύειν”· ἔστι
δὲ κνάφος ἀκανθῶδές τι, ᾧ ξύουσι
τὰ ἱμάτια· οἱ δὲ νεώτεροι διὰ τοῦ γ̅
παρὰ τὴν γνάψιν. “κναφεύς” δὲ παρὰ
τὸ κνῶ, ὃ σημαίνει τὸ ξύω. καὶ
Ὅμηρος·
“ἐπὶ δ' αἴγειον κνῇ τυρὸν
κνήστι χαλκείῃ.”
“γναφεύς” δὲ παρὰ τὴν τοῦ φάρους
γνάψιν, ἥτις ἐστὶ παρὰ τὸ γάνος,
τὸ λαμπρόν.
168
ἔθος ἦν τὸν ἁλόντα μοιχὸν
παρατίλλεσθαι, ἵνα δοὺς ἀργύριον
ποινῆς λυθῇ. <“παρατίλλεται”> οὖν
διασείεται τὰς τρίχας τοῦ πρωκτοῦ·
αὕτη γὰρ ὥριστο δίκη τοῖς μοιχοῖς
πένησιν, ἀποραφανίδωσις καὶ τιλμός.
οἱ γὰρ πλούσιοι χρήματα παρέχοντες
ἀπελύοντο. <“παρατίλλεται”> οὖν
φησι διὰ τὸ ἀπορεῖν καὶ μὴ δύνασθαι
χρήμασι λυτροῦσθαι τὴν φυγήν.
δημοσίᾳ δὲ ταῦτα ἔπασχον.
170a
<μέγας δὲ:> τὸν τῶν Περσῶν>
βασιλέα λέγει, ἤγουν τὸν Ξέρξην·
μέγαν γὰρ ἔλεγον αὐτὸν διὰ τὸ
πλείονι δυνάμει χρῆσθαι περσικῇ.
<“κομᾷ”> δὲ εἶπε, τουτέστι τῇ πε-
ριουσίᾳ τῆς ἀρχῆς, ἀπὸ τῶν μέγα
φρονούντων τῇ κόμῃ.
170b
ἀπὸ Περσέως τινὸς γήμαν-
τος τὴν Ἀνδρομέδαν καὶ ἐξ αὐτῆς
γεννήσαντος τέκνα ἐκλήθησαν Πέρ-
σαι· ἢ ἀπὸ Πέρσου Αἰγύπτου·
Κηφῆνες γὰρ ἐκαλοῦντο πρώην.
171
ἵνα πόρον εὕρῃ χρημάτων.
ἐκκλησιάζομεν γὰρ ἢ τῶν ἰδίων τι
σῶσαι βουλόμενοι ἢ τῶν ἀλλοτρίων
σφετερίσασθαι. διαβάλλει δὲ τὸ ἐπὶ
φιλονεικία τῶν Ἀθηναίων τριώβολον.
172
<τριήρεις:> οἱ γὰρ εὔποροι
τῶν τριηραρχῶν πλείονας ναύτας
ἔτρεφον καὶ διὰ τοῦτο ἐπλήρουν τὰς
ναῦς, οἱ δὲ πένητες οὐδαμῶς.
173
<τὸ δ' ἐν Κορίνθῳ:> ὡς τῶν
Ἀθηναίων δι' ἑαυτῶν μὴ βουλομέ-
νων πολεμεῖν πρὸς Κορινθίους διὰ
τὸν κίνδυνον, μισθωσαμένων δὲ
ξένους εἰς πόλεμον καὶ τρεφόντων
αὐτούς· τοῦτο δὲ ἐν τοῖς πολλοῖς τῶν
πολέμων διεπράττοντο. <ἄλλως.> φασί
τινες ὅτι Κορινθίοις ἀδικουμένοις
ὑπὸ Λακεδαιμονίων συμμάχους πέμ-
ψαι Ἀθηναίους, οὓς ἔτρεφον Κορίν-
θιοι. ἦν δὲ ὁ καταστήσας τοὺς
ξένους ἐν Κορίνθῳ Κόνων ὁ Ἀθη-
ναίων στρατηγὸς καθελὼν Λακε-
δαιμονίους, ὅπως φυλάττῃ τὴν ἔφο-
δον αὐτῶν. ἄλλοι δέ φασιν ὅτι τοὺς
Κορινθίους ὑφορωμένους τοῖς Ἀθη-
ναίοις ξενικὸν τρέφειν συμμαχίας
χάριν.
174a
ὅτι ὁ Πάμφιλος οὗτος
δημαγωγὸς ἦν οἱονεὶ πολιτευόμενος·
ἔκλεπτε δὲ τὰ τοῦ δήμου, ὡς ὁ
Πλάτων φησί.
“καὶ νὴ Δία Πάμφιλόν γε φαίης
κλέπτειν τὰ κοινά, ἀλλὰ δὴ καὶ συκοφάντης”.
οὗτος οὖν ἁλοὺς ἐπὶ κλοπῇ τῶν
δημοσίων χρημάτων ἀθρόως ἐξέπεσε
δημευθεὶς ταύτην δίκην πεπονθώς.
τὸν δὲ Βελονοπώλην παράσιτόν τινές
φασι τοῦ Παμφίλου· ἀνάγκη οὖν καὶ
αὐτὸν συνδυστυχεῖν αὐτῷ· καὶ ὡς
δανεισταὶ ἐν Ἀθήνησι διαβάλλονται.
ἀντὶ [δὲ καὶ] τοῦ εἰπεῖν “πλουτοῦσι”
φησὶν <“οὐχὶ> κλαύσονται;”
174b
δημαγωγὸς ἦν, ἔκλεπτε δὲ
τὰ τοῦ δήμου· ὡς ἔοικε δὲ ἔζη, ὡς
ἔστι μαθεῖν ἀπὸ τοῦ μέλλοντος
<“κλαύσεται”.
176
πέρδεται:> στρηνιᾷ πλουτῶν.
ἐπὶ μαλακίᾳ οὖν διαβάλλεται, ὡς καὶ
πορδὰς ἀφιέναι. καὶ εἰς θρασύτητα
δὲ αὐτὸν κωμῳδοῦσιν.
177
<Φιλέψιος:> οὗτος, πένης ὤν,
λέγων ἱστορίας ἐτρέφετο. ὡς τερατώ-
δης διαβάλλεται.
178
<ἡ ξυμμαχία:> ἐπὶ Ἀμάσιδος
Αἰγυπτίων βασιλέως ἐν σιτοδείᾳ
ὄντες οἱ Ἀθηναῖοι ἔπεμψαν πρὸς
αὐτὸν αἰτοῦντες σῖτον· καὶ ἔπεμψεν
αὐτοῖς ἱκανόν. ἐκ τούτου Ἀθηναῖοι
ἔπεμψαν τοῖς Αἰγυπτίοις συμμαχίαν
εἰς τὸν τῶν Περσῶν πόλεμον, καὶ
εἶχον φιλίαν καὶ ξυμμαχίαν πρὸς
ἀλλήλους. <ἄλλως.> ὅτε ὁ Ξέρξης ἐπ'
Αἰγυπτίους ἐστρατεύετο, οἱ Ἀθη-
ναῖοι συμμαχίαν αὐτοῖς ἀπέστειλαν.
179
<ἐρᾷ δὲ Λαῒς:> ἰστέον δὲ ὅτι
Φιλωνίδην οὐ τὸν ποιητήν φησι τὸν
ἐν τοῖς ἀριστοφανείοις γεγραμμένον
δράμασιν, ὡς οἱ περὶ Καλλίστρατον
πλανηθέντες τῇ ὁμωνυμίᾳ εἶπον,
ἀλλὰ παιδιᾶς ἕνεκε τὸν αἴσχιστον
καὶ ἀπαίδευτον. κωμῳδεῖται δὲ [ὡς
πλούσιος] καὶ εὔπορος ἐν Κορίνθῳ
καὶ ὡς μέγας τῷ σώματι καὶ ἠλίθιος.
τούτου δὲ προσεποιεῖτο ἐρᾶν διὰ
πλοῦτον Λαΐς, ᾗ Διογένης ὁ φιλόσο-
φος ἐπιγράφει τῆς ἑλληνικῆς ἀκρασί-
ας τὸ τρόπαιον· ἥτις ἐκ Καρῶν τῆς
Σικελίας ἦν. ταύτην δὲ Φιλοξένῳ
τῷ διθυραμβοποιῷ δέδωκε Διονύσιος
ὁ ἐν Σικελίᾳ τύραννος. εἰς Κόρινθον
οὖν ἦλθεν ἅμα τῷ Φιλοξένῳ καὶ
ἐπίσημος ἐκεῖ ἐγένετο καὶ ἐφιλήθη
ὑπὸ πάντων καὶ περιβόητος ἦν
ἑταιρίς. ὡς δὲ ἕτεροι λέγουσιν ὅτι
ἅμα Ἀλεξάνδρῳ ἐπεδήμησεν εἰς
Πέρσας ἐκ τῆς Κορίνθου· ἐπισημοτέ-
ρα δὲ γέγονε τῆς μητρὸς ἐν Κορίνθῳ·
ὕστερον δὲ ἀπεδήμησεν εἰς Θεσσα-
λίαν, καὶ ἐκεῖ τινος Εὐρυλόχου, ὡς
δέ τινες Ἀριστονίκου, ἠράσθη, παρ'
ᾧ καὶ ἐβίωσε τὸν λοιπὸν χρόνον.
αὐτῆς δὲ πολλοὶ τῶν Θετταλῶν
ἠράσθησαν καὶ τῷ ἔρωτι τὰ πρόθυρα
αὐτῆς οἴνῳ ἔρραινον. ζηλοτυπήσασαι
δὲ αἱ θετταλαὶ γυναῖκες ἐφόνευσαν
αὐτὴν ξυλίναις χελώναις τύπτουσαι
ἐν τῷ ἱερῷ Ἀφροδίτης, πανηγύρεως
οὔσης, ἐν ᾖ ἄνδρες οὐ παρεγίνοντο.
διὸ τούτου ἕνεκε λοιμὸς κατέλαβε
τοὺς Θετταλούς, ἕως ὕστερον ἱερὸν
ἐποίησαν ἀνοσίας Ἀφροδίτης, ἐπειδὴ
αἱ γυναῖκες ἐν τῷ ἱερῷ ἀνόσιον
τετολμήκασι φόνον.
180a
<ὁ Τιμοθέου δὲ πύργος:>
ὅστις πλούσιος ἅμα καὶ ὄλβιος ὢν
ἀνὴρ καὶ στρατηγὸς Ἀθηναίων,
τεῖχος οἰκοδομήσας μέγα καὶ θαυ-
μαστόν, εἰς τοσοῦτον ἤρθη τῆς
τύχης, ὡς τὴν δαίμονα ὄψει φαί-
νεσθαι τούτῳ. καὶ ἐν Ἀθήναις δὲ ἐν
εἰκόσιν ἐποίουν αὐτὸν κοιμώμενον οἱ
ζωγράφοι καὶ τὰς Τύχας εἰς δίκτυα
τὰς πόλεις φερούσας αὐτῷ, καὶ
πορθοῦντα αὐτάς, αἰνιττόμενοι τὴν
εὐδαιμονίαν αὐτοῦ. ἀλαζονευόμενος
δὲ ἐπὶ τῇ εὐτυχίᾳ αὑτοῦ, ἔφη μᾶλλον
αὑτοῦ εἶναι ἢ τῆς Τύχης τὰ πραττό-
μενα. διὸ καὶ ἠτύχησεν ὕστερον,
νεμεσησάσης αὐτῷ τῆς Τύχης.
180b
λείπει “οὐχὶ διὰ τοῦτον
ἐγένετο;” τὸ σχῆμα παρ' ὑπόνοιαν.
180c
τὸ δὲ <“ἐμπέσοι γέ σοι”>
παρ' ὑπόνοιαν, δέον εἰπεῖν “ὑψηλὸς
πάνυ καὶ θαυμαστός”.
185
<ἐπικαθέζηται:> ἀπὸ μετα-
φορᾶς τῶν ζυγῶν· καθέζεσθαι γὰρ
τὸ βαροῦν λέγεται.
189
ὡς Ὅμηρος·
“πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος
μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο”.
190
<ἄρτων:> τὰ πρὸς τὴν γαστέρα
φησὶν ὁ δοῦλος, παραπλέκει δὲ ὁ
ποιητὴς πρὸς τὸ θυμῆρες τῆς κωμῳ-
δίας τοῖς σπουδαίοις καί τινα παικτά.
192a
ἰστέον ὅτι εὑρίσκεται καὶ
φακὸς τὸ ἀγγεῖον ἐν τῇ Παλαιᾷ,
ὥσπερ φησίν· “ἀπῆρε τὸν φακὸν καὶ
ἦλθεν ὑδρεύσασθαι”.
192b
<φακῆς:> θηλυκὸν ἡ ἑψημένη,
ἀρσενικὸν δὲ ὁ ἀνέψητος.
199
<πλὴν ἓν μόνον:> τυφλὸς γὰρ
ὢν οὐ δύναμαι ἀπελθεῖν, εἰ καί μοι
τοσαύτη δύναμίς ἐστι· δέον οὖν
ἀναβλέψαι με.
202
ὅτι τὸ <“νὴ Δία”> κατωμοτι-
κόν, ἀντὶ τοῦ “ἔσῃ κύριος τῆς δυνά-
μεως”.
203
<δειλότατόν:> λέγεται περὶ
τῶν πλουσίων, ὅτι δειλοί εἰσι διὰ τὸ
ἀγωνιᾶν περὶ τῶν χρημάτων. αἰνίτ-
τεται δὲ εἰς Εὐριπίδην· ἐκεῖνος γάρ
φησι·
“δειλὸν δ' ὁ πλοῦτος καὶ φιλόψυχον κακόν”.
204
<τοιχωρύχος:> ἰστέον ὅτι
περὶ πολλοῦ ποιοῦνται τὴν ἀσφά-
λειαν οἱ πλούσιοι· καί τις τῶν
κωμικῶν φησι·
“τί ποτ' ἐστὶ χλωρόν, ἀντιβολῶ, τὸ χρυσίον;
δέδοικ', ἐπιβουλευόμενον ὑπὸ πάντων ἀεί”.
οἱ γὰρ εὔποροι τῷ φόβῳ τοῦ μὴ
ληφθῆναι τὰ χρήματα δειλότεροί εἰσι·
τὸ ἐπ' ἐκείνων οὖν μετήνεγκεν ἐπὶ
τὸν Πλοῦτον.
206
<ἁπαξάπαντα:> ἀντὶ τοῦ
“τέλεον”· ἀττικὸν δέ ἐστιν ὡς
τὸ “πώμαλα”.
207
<πρόνοιαν:> διότι ἐπρονοησά-
μην αὐτοῦ, ἐκάλεσάν με δειλόν. ἢ τὸ
πρόβουλον τῶν ἐχόντων με.
209
<ἀνὴρ πρόθυμος:> ἤτοι ἐὰν
προθυμηθῇς καλῶς μετελθεῖν τὰ
πράγματα, ὡς τοῖς μὲν δικαίοις
συνεῖναι. τοῖς δὲ πονηροῖς μηδαμῶς.
210
<ὀξύτερον Λυγκέως:> ὅτι
τοσοῦτον ὀξυωπέστατος ἦν, ὡς καὶ
δι' ἐλάτης ἰδεῖν Κάστορα τὸν Πολυ-
δεύκην δολοφονήσαντα τὸν ἀδελφόν,
ὥς φησι Πίνδαρος καὶ Ἀπολλώνιος
περὶ τούτου ἐν τοῖς Ἀργοναυτικοῖς·
“εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον
ῥηϊδίως καὶ ἔνερθεν ὑπὸ χθονὸς αὐγάζεσθαι”.
γεγόνασι δὲ Λυγκεῖς διάφοροι· παῖς
Αἰγύπτου, καὶ ἄλλος Ἀφαρέως παῖς,
ὁ λάκων, λέγεται Λυγκεύς, καὶ οὗ
μέμνηται Θεόκριτος, ὃς ἐλέγετο πάνυ
ὀξυδερκέστατος, ὥστε καὶ τὰ ὑπὸ γῆν
ὁρᾶν. οὕτω μὲν μυθολογοῦσι· πρὸς
δὲ τὸ πιθανὸν τοῦ λόγου ἐπινενόηται,
ὅτι πρῶτος οὗτος εὗρε μέταλλα
χρυσοῦ καὶ σιδήρου καὶ τῶν ἄλλων·
καὶ διὰ τοῦτο ἐρρήθη τὰ ὑπὸ γῆν
ὁρᾶν, ἐπειδὴ καὶ τὰ εἰρημένα τύχῃ
τινὶ ἐπενόησε καὶ ἐξεῦρεν.
215
τὸ ω̅ τὸ μέγα καὶ τὸ α̅ συνα-
λειφόμενά ἐστιν ἀττικόν· τὸ δὲ ο̅
τὸ μικρὸν καὶ τὸ α̅ κιρνᾶται.
219
<ἄλφιτα:> ἀπὸ μέρους τὸ πᾶν·
ἀπὸ γὰρ τῶν ἀλφίτων τὴν περιουσίαν
δηλοῖ.
220
ἐπιπόνους ἀτυχεῖς ἀθλίους
γεωργοὺς τοὺς εὐτελεῖς ἔχοντας βίους.
221
<οὐκ:> οὐκ ἔσονται, φησί,
πόνηροι καὶ ἐπίπονοι καὶ ἀσθενεῖς.
222
πρὸς τὸν θεράποντα ὁ λόγος.
223
“ξυγγέωργος” βαρυτόνως·
σύνθετον γὰρ ὡς “πάγκαλος, πάνσο-
φος”· τὰ γὰρ εἰς ὀξύτονα συντιθέ-
μενα βαρύνεται.
227
<τοῦτο δὴ τὸ κρεάδιον:> ὃ
ἔρχεται ἀπὸ θυσίας ἔχων ἐκ τῶν
Δελφῶν. οἱ γὰρ ἐκ θυσίας ἰόντες
ἔφερον ἐξ αὐτῆς τοῖς οἰκείοις κατὰ
νόμον τινά. <ἄλλως.> ὅπερ ἧκον
ἄγοντες λοιπασθὲν ἀπὸ τῆς θυσίας.
ἔνιοι δὲ τὸ λεβήτιον.
230
<“σὺ δ' ὦ κράτιστε”> ἐγκω-
μιάζων τοῦτόν φησιν, ἢ ὅτι, ὡς
προεδίδαξε, καὶ θεῶν δι' αὐτὸν ὁ
Ζεὺς βασιλεύει.
233
τὸ “ἀδίκως” ἁπλῶς ἔρριπται
οἷον “πάσῃ τέχνῃ”· οὐ γὰρ ὑπόκειται
αὐτῷ “ἄδικος οὗτος”· οὐκ ἀπειλεῖ-
ται δέ, ἀλλὰ μειλικτικῶς προσαγ-
γέλλει.
237
φειδωλός τις ὢν ὁ φεύγων
τοῦ δοῦναι· τινὲς παρὰ τὸ φείδομαι
καὶ τὸ δοῦναι, φειδωδός τις ὢν καὶ
τροπῇ τοῦ δ̅ εἰς λ̅ φειδωλός.
238a
αἱ περισσαὶ προθέσεις δη-
λοῦσι 〈τὴν ὑπερβολὴ τῆς φιλαργυ-
ρίας.〉
238b
ὅρα ὑπερβολήν.
242
<παραπλῆγα:> παράφρονα,
ἀπὸ μεταφορᾶς τῆς μουσικῆς τῆς
παρὰ τὸ δέον πληττομένης καὶ
κρουομένης· ἔοικε γὰρ καὶ ὁ ἄνθρω-
πος τριχόρδῳ λύρᾳ κατὰ τὸ λογικόν,
θυμικὸν καὶ ἐπιθυμητικόν. ὅταν οὖν
κυριεύσῃ τὸ λογικὸν τοῦ θυμικοῦ
καὶ ἐπιθυμητικοῦ, τότε εὐρύθμως
ᾄδει ἡ τοιαύτη χορδή, ἤγουν λέγει
λόγους συνετοὺς καὶ ἐμμελεῖς. ὅταν
δὲ κυριεύσωσι τό τε θυμικὸν καὶ
ἐπιθυμητικὸν τοῦ λογικοῦ, τότε
λέγομεν “παραπλήττει”, ἐξ οὗ καὶ ὁ
παραπλήξ. ἵνα δὲ τὴν ὑπερβολὴν
τῆς φιλαργυρίας σημάνῃ προκεκρι-
μένης καὶ τῶν χρηστῶν φίλων,
<“παραπλῆγα”> ἤτοι τὸν ἄφρονα
καὶ μωρόν, ἀπὸ τῶν κρουμάτων τῶν
διαπεπτωκότων τοῦ ἐναρμονίου λυ-
ρισμοῦ. ἀληθῶς γὰρ ἡ ἀσωτία παρα-
πεπληγμένη ἐστὶ διάνοια.
243
ἀπὸ μεταφορᾶς τῶν στρα-
τιωτῶν τῶν παραβαλλομένων ἔμ-
προσθεν ἐν τῷ πολέμῳ.
244a
<ἐν ἀκαρεῖ χρόνῳ:> τῷ
ἐλαχίστῳ. σημαίνει δὲ τὸ βραχύτα-
τον τοῦ χρόνου ὅπερ οὐχ οἷόν τε
διακόψαι. πεποίηται δὲ ἀπὸ τῶν
μικρῶν τριχῶν τῶν. διὰ βραχύτητα
μὴ δυναμένων καρῆναι. ἀκαρὲς γὰρ
τὸ ἄτμητον. ἔστι δὲ ἐπιρρηματικὸν
ὄνομα. ὅπερ δὲ πάσχουσιν ἐκεῖνοι οἱ
παραπλῆγες ἄνθρωποι δι' ἀσωτίαν
γυμνούμενοι, τοῦτο εἰς ἑαυτὸν μετή-
γαγεν.
244b
Καρὶ ι̅· ἀκαρῆ η̅· ἐν ἀκαρεῖ
δὲ δίφθογγον.
246
τὸ <“πῶς”> θαυμαστικόν
ἐστι· θαυμάζει γὰρ αὑτὸν ὡς ἀεί
ποτε σύμμετρον ὄντα. <“μετρίου”> δὲ
λέγει <“ἀνδρός”,> τοῦ διαμετροῦντος
ἑαυτοῦ τὸ ζῆν.
247
<χαίρω:> ἀρετῆς γάρ ἐστι τὸ
τῷ δέοντι καιρῷ ἁρμοζόντως καὶ
φείδεσθαι καὶ δαπανᾶ.
249a
<ἰδεῖν σε:> οὐχ ἵνα ὁ Πλοῦτος
ἴδῃ τὴν γυναῖκα καὶ τὸν υἱόν, ἀλλ'
ἵνα ἐκεῖνοι τὸν Πλοῦτον ἴδωσιν·
οὕτω γὰρ πρέπει. ἀττικὸν δὲ τὸ
πλεονάζειν τοῖς ἄρθροις.
249b
ὅταν κεῖνται δύο αἰτιατικαὶ
καὶ ἓν ῥῆμα ἀπαρέμφατον, ἔστιν
ἀμφιβολία, τὸ <“σέ”> καὶ <“τὴν γυ-
ναῖκα”> καὶ τὸ <“ἰδεῖν”.
251
πείθομαι:> οἶδα γὰρ ὅτι καὶ
τέκνων προτιμᾷς τὸν Πλοῦτον. χα-
ριέντως δὲ τοῦτό φησιν.
253
<ταὐτὸν θύμον:> ἀντὶ τοῦ
“τῆς αὐτῆς πενίας μετασχόντες”.
θύμος δέ ἐστιν εἶδος βοτάνης εὐτε-
λοῦς. τινὲς δέ φασιν ὅτι παρῴδηται
ἐκ τῶν Ἡσιόδου·
“οὐδ' ὅσον ἐν μαλάχη τε καὶ ἀσφοδέλῳ μέγ' ὄνειαρ”.
ἢ ἀντὶ τοῦ “ὦ δίκαιοι”—πρὸς τὸν
χορὸν τῶν γερόντων ὁ θεράπων φησί—
“τὰ εὐτελῆ θέλοντες ἐσθίειν διὰ τὸ
μὴ ἐθέλειν ἀδικεῖν”. ἅμα δὲ καὶ τὸ
τραχὺ τῆς γῆς διαβάλλει. οὐδετέρως
δὲ τὸ θύμον λέγει καὶ βραχυκαταλή-
κτως καὶ βαρυτόνως. ἐκτεινόμενον
γὰρ καὶ ὀξυνόμενον δηλοῖ τὴν ψυχήν.
255a
<ἐγκονεῖτε:> ἀντὶ τοῦ “ἐν-
εργεῖτε, ταχύνατε”, ἐπεὶ οἱ τρέχον-
τες κόνεως πληροῦνται. ἢ ἀπὸ τῶν
ἀθλητῶν· ἐν κόνει γὰρ ἐκείνων τὸ
ἔργον.
255b
<οὐχὶ μέλλειν:> οὐ τοῦ
μέλλειν καὶ ἀναβάλλεσθαι καιρός
ἐστιν, ἀλλὰ τοῦ σπεύδειν καὶ κόνιν
πέμπειν. τὸ μέλλειν, ὅταν ἐπὶ ἀνα-
βολῆς καὶ βραδυτῆτος, διὰ δύο λ̅λ̅
γράφεται· ὅταν δὲ ἐπὶ φροντίδος, δι'
ἑνός.
257
ὅτι τὸ <“πάλαι”> οὐ μόνον
βραδυτῆτος ἐπίρρημα ἀλλὰ καὶ τα-
χυτῆτος.
259
τὸ δὲ λοιπὸν ἐν ὑπερβατῷ
συντακτέον, ἵν' ᾗ τοιοῦτον· <“καὶ
ταῦτα πρὶν> πρὸ τοῦ <φράσαι μοι
ὅτου> καὶ τίνος <χάριν”
261
οὐκοῦν πάλαι:> σύνδεσμος
ἀποδεικτικός. παίζει δὲ τοὺς γέρον-
τας καὶ μηδὲν εἰπὼν ὑποκρίνεται
εἰρηκέναι, διὰ τὸ αὐτῶν τὰ ὦτα
γήρατος πεπληρῶσθαι. ἐπεγγελᾷ δὲ
τῷ ἀμυδρῷ τῶν αἰσθήσεων διὰ τὸ
γῆρας.
266
<ῥυσσόν:> ῥυτίδας ἔχοντα.
<νωδόν:> ὀδόντας μὴ ἔχοντα διὰ τὸ
γῆρας· οὐ γὰρ δὴ ἄφωνον. <μαδῶντα>
δέ, φαλακρόν, ἀπὸ τοῦ δέεσθαι
μαλλοῦ. ἢ καθόλου τρίχας μὴ ἔχοντα.
<ψωλὸν> δέ, ἀσχήμονα κατὰ παρέκ-
τασιν τοῦ μορίου.
268
<ὦ χρυσὸν:> ἀττικῶς ἡ
σύνταξις, ἀντὶ τοῦ “ὦ πλοῦτον ἐκ
τῶν ἐπῶν ἀγγείλας” ἢ ἀντὶ τοῦ
“τιμιώτατον εἰπὼν λόγον”.
269a
ἀπὸ κοινοῦ τὸ “δηλῶ”, διὰ
τὸ γήρᾳ ἕπεσθαι τὰ τοιαῦτα.
269b
<σωρὸς> δέ ἐστι κυρίως τὸ
ἐκ μικρῶν σπερμάτων συναγόμενον
πλῆθος, παρὰ τὸ σῶ, ὅ ἐστι σῴζω,
συνάγω. καλῶς οὖν ἀπὸ τῶν καρπῶν
φαίνονται εἰρηκότες· οἱ γὰρ εὐθυ-
νοῦντες καὶ πλούσιοί εἰσιν. ἢ ὡς
γεωργοὶ ταύτῃ κέχρηνται τῇ παρα-
βολῇ.
271a
ἀπὸ τοῦ φαίνεσθαι τὸ κάρα.
κρόταφος· ἀπὸ τοῦ κηρύσσειν τὸν
τάφον.
271b
φενάκη· τὸ προκόμιον, οἷον
τοῦ φαινομένου κρανίου τὸ ἄκος ἤτοι
σκέπη. φενάκη κυρίως ἡ προσθετὴ
καὶ ἐπιτηδευτὴ κόμη, ἀπὸ τῶν
κατερρυηκυιῶν τριχῶν τῶν γυναικῶν
καὶ οὕτως ἀπατουσῶν διὰ τὸ ἐπεί-
σακτον τῆς κόμης.
271c
ἀπὸ τοῦ αἰκίζειν τὰς φρένας·
ἡ γὰρ ἀπάτη αἰκίζει τὰς φρένας.
272a
<ἀζήμιος:> ἀβλαβής. κυρίως
δὲ ζημία ἡ τῆς. ζωῆς μείωσις.
272b
<βακτηρίαν ἔχοντα:> ὅτι
πάντες οἱ γέροντες ἐν ταῖς Ἀθήναις
δύο βακτηρίας ἐβάσταζον, ἢ διὰ τὸ
ἐπερείδεσθαι αὐταῖς ἢ διὰ τὸ ἀμύ-
νεσθαι ταύταις μὴ δυναμένους χερσίν.
ἐτυμολογεῖται δὲ βακτηρία παρὰ τὸ
τὴν βάσιν τηρεῖν. βακτηρία δὲ καὶ
ὁ χάραξ, ἀπὸ τοῦ τηρεῖν τὸν Βάκχον
ἤτοι τὴν ἄμπελον. ῥᾶβδος δὲ καὶ βα-
κτηρία διαφέρει· ῥᾶβδος μέν ἐστιν
ἡ ποιμαντική, βακτηρία δὲ ἡ τοῦ
γήρως ἀνάπαυσις. γίνεται δὲ ῥᾶβδος
παρὰ τὸ ῥάπτω, τὸ ῥαπίζω, ῥάπδος·
καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται καὶ
δασέα δασέων καὶ μέσα μέσων,
τρέπεται τὸ π̅ εἰς β̅,̅ καὶ γίνεται
ῥᾶβδος. ἐτυμολογεῖται δὲ 〈καὶ〉 παρὰ
τὸ ῥᾷον βαίνειν ἐν τῇ ὁδῷ.
276
<ἰοὺ ἰού:> σχετλιαστικόν, ὡς
θλιβομένων τῶν πεπεδημένων· ὅτι
αἱ χοινικίδες πέδαι τινές εἰσι· χοῖνιξ
δὲ πᾶν περιφερὲς καὶ εἶδος μέτρου
περσικοῦ· χρῶνται δὲ τούτῳ οἱ
Πέρσαι ἀντὶ μεδίμνου. διὸ καὶ τὸ
μέτρον χοῖνιξ καλεῖται.
277
παρὰ τοῖς Ἀθηναίοις δέκα
ἦσαν φυλαί. ἔθος οὖν ἀπὸ πασῶν
τῶν φυλῶν δικαστὰς καθίζειν· εἶτα
ἀπὸ μιᾶς ἑκάστης ἐλάμβανον ἄνδρας
πέντε τοὺς ἐπισημοτέρους καὶ ἐξ
αὐτῶν τὸν ἕνα τὸν κλήρῳ λαχόντα
ἐποίουν δικάζειν. ἀντὶ τοῦ εἰπεῖν
οὖν “ἐν τῷ δικαστηρίῳ τὸ γράμμα
καὶ τὸ ψήφισμα, ὅ ἐστιν ὁ κλῆρος,
ἐπέλαχε δικάζειν σε καὶ δικαστὴν
καθέζεσθαι”, ὡς πρὸς ἕτερον τὰ
παρ' ὑπόνοιαν παίζει. <ἄλλως.> ἐν ταῖς
Ἀθήναις πολλὰ ἦν δικαστήρια, καὶ
ἔν τισι μὲν ἐδίκαζον περὶ φονικῶν
πραγμάτων, ἔν τισι δὲ περὶ δημο-
τικῶν· καὶ ἕκαστον τούτων εἶχεν ἕν
τι τῶν στοιχείων ἰδικὸν ὄνομα, οἷον
ἦν τι τῶν δικαστηρίων λεγόμενον
ἄλφα, ὁμοίως ἄλλο βῆτα ἄλλο γάμ-
μα καὶ ἑξῆς τὸ δ, τὸ ε̅ καὶ τἄλλα.
δέκα γὰρ ἦν τὰ δικαστήρια ἐν
Ἀθήναις τὰ πάντα, καὶ πρὸς θυρῶν
δὲ ἑκάστου δικαστηρίου ἐγέγραπτο
πυρρῷ βάμματι τὸ στοιχεῖον, ᾧτινι
τὸ δικαστήριον ὠνομάζετο. ὅσοι δὲ
δικασταὶ ἦσαν ἐν Ἀθήναις, ἕκαστος
αὐτῶν καθ' ἕκαστον δικαστήριον
δέλτον εἶχεν, τουτέστι πινακίδιον,
ἐν ᾧ ἦν γεγραμμένον τὸ ὄνομα αὐτοῦ
καὶ τοῦ δικαστηρίου, καὶ ῥᾶβδον
ἅμα τῷ πινακιδίῳ· ἦν δὲ καὶ αὐτῇ
τῇ ῥάβδῳ τὸ ὄνομα τοῦ δικαστηρίου
ἐγγεγραμμένον. ὅτε οὖν συνέβαινε
καιρὸς τοῦ δικάζειν, ἀπήρχοντο πάν-
τες οἱ δικασταὶ εἰς τὴν ἀγορὰν
κἀκεῖ κλήρους ἔβαλλον· καὶ ὅστις ἂν
ἐκληροῦτο κλῆρον τὸν ἔχοντα τὸ α̅,
ἀπήρχετο εἰς τὸ ἄλφα δικαστήριον,
καὶ ὁμοίως εἰς τὸ βῆτα καὶ τὰ ἐφ-
εξῆς. ἀπήρχετο δὲ καὶ πρῶτον μὲν
ἐδείκνυ τῷ κήρυκι τοῦ δικαστηρίου
τὸν κλῆρον τοῦ στοιχείου· ὁ δὲ
κῆρυξ λοιπὸν ἐδίδου αὐτῷ τὸ πινακί-
διον αὐτοῦ καὶ τὴν ῥᾶβδον, εἶτ' οὕτως
ἐδίκαζεν. εἰ δέ τις δικαστὴς εἰσῄει
μὴ κληρωθεὶς εἰς τὸ δικαστήριον,
διαφόρως ἐζημιοῦτο.
278
<ὁ δὲ Χάρων τὸ ξύμβολον:>
τοῖς λαχοῦσι δικάσαι εἰσελθοῦσιν ἐν
τῷ δικαστηρίῳ ἑκάστῳ σύμβολον
δίδοται δημόσιον παρὰ τῆς ἐπὶ
τούτου εἰληχυίας ἀρχῆς, ἵνα ἐξιόντες
καὶ τοῦτο προφέροντες λαμβάνοιεν
τὸν δικαστικὸν μισθόν. εἰπὼν οὖν
<“σορόν”> ἐπήγαγε <“Χάρων”.> ἔδει
δὲ εἰπεῖν “ὁ ἄρχων τὸ σύμβολον
δίδωσιν”—οὗτός ἐστιν ὁ δικαστικὸς
μισθός—, ἤμειψε δὲ τοῦτο γελοι-
ωδῶς εἰπὼν <“Χάρων”,> ὡς γερόν-
των αὐτῶν ὄντων καὶ μελλόντων
θανεῖν.
279a
<ὡς μόθων εἶ:> εἶδός ἐστιν
αἰσχρᾶς καὶ δουλοπρεποῦς ὀρχήσεως·
οἱ δὲ Λάκωνες τοὺς περιτρεφομένους
τοῖς ἐλευθέροις μόθωνας καλοῦσι.
μόθων δέ ἐστιν ὁ φλύαρος καὶ φορτι-
κὸς καὶ ἄτιμος καὶ αἰσχρός, ἀπὸ
Μόθωνός τινος αἰσχροποιοῦντος καὶ
ἀεὶ ἐν τοῖς πότοις ὀρχουμένου.
279b
κόβαλοι δαίμονές εἰσι σκλη-
ροὶ περὶ τὸν Διόνυσον.
287
ὅτι ὁ Μίδας βασιλεὺς ὢν
Φρυγίας πλουσιώτατος ὦτα ὄνου
ἐλέγετο ἔχειν, ἀπὸ τοῦ ζῴου ὅπερ
μᾶλλον τῶν ἄλλων ζῴων ἀκούει πλὴν
μυός, ἢ ὅτι πολλοὺς ὠτακουστὰς
εἶχέ τε καὶ πευθῆνας ὅ ἐστιν
ἐπισκόπους ἀγγέλους. οἱ δέ φασιν ὡς
ψέξας ποτὲ τὸν Διόνυσον ὁ Μίδας
μετεβλήθη εἰς ὄνον, ἢ ὡς τὰς ὄνους
τοῦ Διονύσου παριὼν ἠδίκησε—διὸ
ὀργισθεὶς αὐτῷ ὁ θεὸς ὦτα ὄνου
αὐτῷ περιῆψεν—ἢ ὅτι φύσει μεγα-
λώτης ἦν. λέγεται δὲ τούτῳ τὸν
Πακτωλὸν χρυσὸν ῥεῦσαι καὶ πάλιν
εὔξασθαι ὡς πάντα γενέσθαι χρυσὸν
ὧν ἂν ἅψαιτο.
ἱστορία.
[[ὁ]] Μίδας πρὶν πόνου δίχα δὴ λαβὼν τὴν βασιλείαν,
ὡς ὁ Σαούλ, ὡς ὁ Δαβίδ, ὡς Τούλλιος ὁ Σέρβος,
Μίδας γὰρ οὗτος ἁμαξεὺς ὢν τῶν ἀροτρευόντων,
βόας λαβὼν καὶ ἄροτρον, ἐξῆλθεν ἀροτρεύσων·
οἱ Φρύγες δ' ἀναρπάξαντες ποιοῦσι βασιλέα·
ἄνακτος γὰρ χηρεύοντες συνέθεντο συνθήκας
τὸν πρώτως διερχόμενον ποιῆσαι βασιλέα.
οὕτω τὸ κράτος δὲ λαβὼν Μίδειαν πόλιν κτίζει,
ἣν δι' ἰῶτα γράφειν σε χρεὼν σὺν τῇ διφθόγγῳ,
Μήδειαν τὴν Αἰήτου δὲ ἦτα σὺν τῇ διφθόγγῳ,
Μηδίαν Μήδων χώραν δὲ ἦτα σὺν τῇ ἰῶτα·
αἱ πόλεις διφθογγίζονται, αἱ χῶραι δι' ἰῶτα·
“Μηδία χώρα” λέγεις γάρ, “Μίδεια δὲ ἡ πόλις”,
ὡς Ἰταλία λέγεται τῶν Καλαυρῶν ἡ χώρα,
Ἀττάλεια τυγχάνει δὲ πόλις τῆς Παμφυλίας.
290
Φιλόξενον τὸν διθυραμβοποι-
ὸν ἢ τραγῳδοδιδάσκαλον διασύρει,
ὅστις ἐν Σικελίᾳ ἦν παρὰ Δωριεῦσι·
λέγεται δὲ ὅτι ποτὲ Γαλατείᾳ τινὶ
παλλακίδι Διονυσίου προσέβαλε, καὶ
μαθὼν Διονύσιος ἐξώρισεν αὐτὸν εἰς
λατομίαν. φεύγων δ' ἐκεῖθεν εἰς 〈τὰ〉
μέρη τῶν Κυθήρων ἦλθε καὶ ἐκεῖ
δρᾶμα τὴν Γαλάτειαν ἐποίησεν, ἐν ᾧ
εἰσήγαγε τὸν Κύκλωπα ἐρῶντα τῆς
Γαλατείας. τοῦτο δὲ αἰνιττόμενος
εἰς Διονύσιον ἀπείκασεν αὐτὸν τῷ
Κύκλωπι, ἐπεὶ καὶ αὐτὸς 〈ὁ〉 Διο-
νύσιος οὐκ ὠξυδόρκει. ἐπεὶ οὖν ἔφη
ὁ Χορὸς <“ἥδομαι”> καὶ ὅ τι ἑξῆς,
καὶ ὁ οἰκέτης φησὶ <“καὶ ἐγὼ
βουλήσομαι> χορεύειν”, καὶ ἅμα
ἀναφωνεῖ τὸ μέλος ἐκεῖνο. ὅπερ
φασὶν εἰρηκέναι τὸν Κύκλωπα κιθαρί-
ζοντα τὴν Γαλάτειαν· εἰσάγει γὰρ
ὁ Φιλόξενος ἐν τῷ συγγράμματι
αὐτὸν κρούοντα τὴν κιθάραν καὶ
ἀναφωνοῦντα τὸ “θρεττανελῶ”· ἡ
γὰρ κιθάρα κρουομένη τοιοῦτον μέ-
λος ἀπετέλει· τινὲς δὲ ἀγροικικὴν
φωνὴν εἶναι λέγουσιν. μιμούμενος
οὖν καὶ ὁ κωμικὸς χορὸς οὗτος
ἐκεῖνον, τοῦτό φησι. τὸ δ' <“ἀλλ'
εἶα τέκεα θαμίν' ἐπαναβοῶν-
τες”> ἐκ τοῦ Κύκλωπος Φιλοξένου
ἐστίν.
293
ποιᾷ φωνῇ χρώμενοι· βληχᾶ-
σθαι γὰρ ἐπὶ τῶν προβάτων.
294
κινάβρα ἡ δυσωδία τῶν
μασχαλῶν ἢ τῶν αἰγῶν· κυρίως δὲ
κυνάβρα ἡ τῶν κυνῶν βρῶσις, κυνό-
βορά τις οὖσα.
295
τὸ δ' <“ἀκρατιεῖσθε”> ἀντὶ
τοῦ “φάγοιτε”· ἀκρατισμὸς γὰρ
λέγεται τὸ πρωϊνὸν φαγεῖν. ἢ “ἀκρα-
τῆ πράσσετε”, ἐπειδὴ μετὰ συνουσίαν
οἱ τράγοι λείχουσι τὰ αἰδοῖα ἑαυτῶν.
298
<πήραν ἔχοντα:> ὅτι παρὰ τῷ
Φιλοξένῳ τῷ διθυραμβοποιῷ πήραν
ἔχων εἰσῆλθεν ὁ ὑποκρινόμενος Κύ-
κλωψ καὶ λάχανα ἐπιφερόμενος, ὡς
δὲ καὶ τῆς τυφλώσεως αὐτοῦ οὔσης ἐν
τῷ ποιήματι. <“κραιπαλῶντα”> δὲ
ἀντὶ τοῦ “ἐκ μέθης ἀτακτοῦντα”.
300
<εἰκῇ δὲ:> ἃ ἔπαθεν ὁ Κύ-
κλωψ παρὰ τοῦ Ὀδυσσέως, ταῦτα ὁ
Χορὸς ἀναφέρει εἰς τὸν οἰκέτην.
301a
<ἡμμένον> ἤτοι ὠξυμμένον
ὥστε <ἐκτυφλῶσαί> 〈σε〉 ὡς τὸν
Κύκλωπα <καταδαρθέντα> ἤτοι κοι-
μηθέντα, ὃν σὺ μιμῇ.
301b
<σφηκίσκον:> ἐπιτετήδευται
ἡ λέξις παρὰ τὸν σφῆκα. τὰ γὰρ
μακρὰ τῶν ξύλων καὶ ὀξὺ ξυνημμένα
σφηκίσκους καλοῦσιν, ἐπεὶ καὶ οἱ
σφῆκες τὴν κοιλίαν ἐπισυνεσταλ-
μένην ἔχουσιν, ἰσχνοὶ ὄντες ὄπισθεν
καὶ τοὺς λαγαροὺς δὲ τοῖς σώμασιν
ἀνθρώπους καὶ μὴ προκοιλίους σφη-
κώδεις φασί, τοὺς στενοὺς τὰ μέσα.
303
<ἣ τοὺς ἑταίρους:> δέον
εἰπεῖν “Ὀδυσσέως” πρὸς τὴν ἱστο-
ρίαν <“Φιλωνίδου”> εἶπεν κωμῳδεῖ
δὲ αὐτὸν ὡς πλούσιον καὶ παρασίτους
ἔχοντα καὶ διὰ τὸν Λαΐδος ἔρωτα ἐν
Κορίνθῳ διάγοντα. διασύρεται δὲ καὶ
ὡς συώδης σὺν τοῖς ἑταίροις αὐτοῦ,
οὓς καὶ κάπρους εἶπε, τὴν δὲ
Λαΐδα Κίρκην, ἐπεὶ τοὺς ἐραστὰς
ἐφαρμάκευεν. ἀμαθὴς δὲ ἦν ὁ Φιλω-
νίδης καὶ μέγας σφόδρα. Νικοχάρης
οὖν ἐν τῷ περὶ αὐτοῦ·
“τί δῆτ'; ἀπαιδευτότερος εἶ Φιλωνίδου
τοῦ Μελιτέως;”
308
παροιμία, ἥτις εἴωθεν ἐπὶ
τῶν ἀπαιδεύτων λέγεσθαι.
312
<τῶν ὄρχεων:> δέον εἰπεῖν
ὅτι “ξίφος ἐπιφέρομέν σοι καθὰ καὶ
Ὀδυσσεὺς τῇ Κίρκῃ”—ὃ δὲ
συμβέβηκε τῷ Ὀδυσσεῖ κατὰ τὴν
τοῦ ἐρινεοῦ ἐποχὴν ἐν τῷ στομίῳ.
τῷ Χαρύβδεως—, ἐπὶ τὴν Κίρκην
μετήγαγεν. ἢ ὡς ἐκεῖνος Μελάνθιον
ἐκρέμασεν.
313
μίνθον οἱ μὲν τὸν ἡδύοσμον,
οἱ δὲ τὴν ἴυγγα, ὡς κεῖται ἐν τῇ
κωμικῇ λέξει, λέγουσιν. <ἢ καὶ ἄλλως·>
μίνθος ἡ κόπρος τῶν αἰγῶν. ἐπειδὰν
δὲ οἱ τράγοι ψυγμῷ περιπέσωσιν,
εἰώθασιν οἱ αἰπόλοι λαμβάνειν τὴν
κόπρον αὐτῶν καὶ χρίειν αὐτῶν τοὺς
μυκτῆρας, καὶ οὕτω τῇ δυσωδίᾳ
πταρμὸν κινεῖν, τούτῳ δὲ τῷ τρόπῳ
λύειν τὸ πάθος. 〈ὁ γὰρ πταρμὸς
θεραπεύει τὸ πάθος.〉 ἐκ τούτου οὖν
φησιν ὅτι “ἀηδίσομέν σε, ἐπεὶ καὶ
αἶγες ἐκ τῆς κόπρου ἀηδίζονται”.
<ἄλλως “μινθώσομεν”> ἀντὶ τοῦ
“κοπρώσομεν”· μίνθος γὰρ ἄνθος
ἐν τῇ κόπρῳ φυόμενον, ᾧ χαίρουσιν
οἱ τράγοι. ἢ τὴν ἀνθρωπίνην κόπρον,
ᾗ χρῶνται παρατρίβοντες οἱ ποιμένες
τῷ δυσριγεῖ τῶν τράγων πταρμῷ.
314
ὅτι ὁ Ἀρίστυλλος αἰσχρός·
καὶ ἐν Ἐκκλησιαζούσαις μέμνηται
αὐτοῦ· αἰσχροποιὸν οὖν φασιν αὐτὸν
ποιητήν, ὃς διὰ τὴν αἰσχρουργίαν
αὐτοῦ ἀεὶ ἐκεχήνει. τοῦτο οὖν φησιν·
“ὥσπερ <Ἀρίστυλλος> κεχηνὼς
<ἐρεῖς· ἕπεσθε> καὶ τὰ ἑξῆς”.
321a
<μασσώμενος:> ἀπὸ θέμα-
τος τοῦ μασσῶ, συζυγίας δευτέρας,
ὡς τὸ “γελώμενος”.
321b
<τῷ κόπῳ:> ἤτοι τῷ ἔργῳ
καὶ τῇ περὶ τὸν πλοῦτον ἐπιμελείᾳ.
322
<χαίρειν μὲν:> ὁ Χρεμύλος,
ὡς ξενισθεὶς τῇ τύχῃ, καινοτέραν
προσηγορίαν ἐπινοεῖ· τὸ γὰρ “χαί-
ρειν” παλαιόν ἐστι. τοῦτο δὲ Διονύ-
σιος ὑπὸ Κλέωνος μὲν πρῶτον λέγει
τετάχθαι, γράφοντος δὲ αὐτοῦ πρὸς
Ἀθηναίους ἑλόντος τοὺς ἐν Σφακτη-
ρία· “ὁ Κλέων Ἀθηναίοις τῇ
βουλῇ καὶ τῷ δήμῳ χαίρειν” αὐτὸ
δέ φησι κεῖσθαι περιττὸν καὶ περὶ
τὴν σύνταξιν ἀσύστατον.
325
<συντεταγμένως:> σπουδαί-
ως καὶ γοργῶς, μετὰ συγκροτήματός
τινος καὶ τάξεως. τὸ δὲ <“οὐ κατε-
βλακευμένως”> ἀντὶ τοῦ “οὐ βρα-
δέως καὶ τρυφερῶς”. βλὰξ γάρ
ἐστιν ὁ μαλθακευόμενος καὶ τρυφη-
λὸς ἐν ὑποκρίσει τὸ σῶμα· καὶ
μαλθακία ἡ μεθ' ὑπεροψίας ὁμιλία.
327
παίζων ποτὲ μὲν λέγει ἄνδρα,
ποτὲ δὲ θεόν.
328
<δόξεις,> φησίν, ὁρᾶν ἐμὲ ὡς
αὐτὸν τὸν Ἄρεα, ἤγουν τὸν θεὸν
ὁρῶν, ἀντὶ τοῦ “κατορθωτικὸν καὶ
πρακτικόν”. ἄκρως γὰρ καὶ ἀπειλη-
τικῶς, φησί, βλέψω πρὸς τοὺς
βιαζομένους.
330a
〈ὤστια〉 τὰς θύρας φασὶ
παρὰ τὸ ἐξωθεῖν τὸν ἐπερχόμενον.
330b
ὅτι ἐν τῇ ἐκκλησίᾳ οὐδεὶς
ἐδίκαζεν εἰ μὴ ἐπέβαινε τῶν ξεʹ
ἐνιαυτῶν· ὅσοι δ' εἰς τέλος ἡλικίας
ἦσαν, εἰσήρχοντο μὲν εἰς τὴν ἐκ-
κλησίαν, οὐκ ἐδίκαζον δέ. τούτους
οὖν τοὺς ἐκκλησιαστὰς ἐποίησαν
φανερόν τι λαμβάνειν ἀπὸ τῶν τῆς
πόλεως προσόδων οἱ δημαγωγοὶ
πείσαντες τὴν πόλιν· ὕστερον δὲ ὁ
Κλέων ἐποίησεν αὐτὸ τὸ τριώβολον.
ἀφῆλιξ δὲ εἰς τὴν ἐκκλησίαν οὐκ
εἰσήρχετο.
331
παρίημι· ὁ μέλλων “παρή-
σω”. ὁ δεύτερος ἀόριστος “πάρην”
καὶ εὐκτικὸς “παρείην” ἡ μετοχὴ
“ὁ παρείς. τοῦ παρέντος”.
332
ἰστέον ὅτι τὰ ὀνόματα τοῦ
δράματος τούτου εἰσὶ πλάσματα τοῦ
ποιητοῦ. Χρεμύλος γὰρ ἀπὸ τοῦ
χρέος καὶ τοῦ αἱμύλος ὁ ἀπατεών,
ὁ ἀπατῶν τοὺς χρεοφειλέτας· καὶ τὸ
Καρίων ἐξελληνιζόμενον δηλοῖ δοῦ-
λον. —Κᾶρες γὰρ οἱ δοῦλοι, ὡς ἡ
παροιμία “ἐν Καρὸς αἴσῃ”—ἤτοι
ἐν δούλου τάξει· ὁμοίως καὶ τὸ
Βλεψίδημος ἤτοι πτωχός, ὁ βλέπων
ἀεί ποτε ἐν τῷ δήμῳ.
338a
<ἐπὶ τοῖς κουρείοισιν:>
διαβάλλει τοὺς Ἀθηναίους ὡς διη-
μερεύοντας ἐπὶ τῶν κουρείων ἀργῶς
καὶ οὐκ ἐν τοῖς ἰατρείοις ποιουμέ-
νους τὰς συντυχίας.
338b
κουρεῖα τὰ ἁρματοποίεια.
342
σκώπτει πάλιν τοὺς Ἀθη-
ναίους ὡς ἐπιφθόνους· “οὐκ ἀκολου-
θεῖ, φησί, τῇ Ἀθηναίων διαγωγῆ”.
καὶ ἀλλαχοῦ·
“ἐπὶ τοῦ προσώπου γάρ ἐστιν ἀττικὸν βλέπος”.
351
<παράπαν:> παντελῶς, κατὰ
πάντα τρόπον, ἐξ ὁλοκλήρου.
359
<Ἄπολλον ἀποτρόπαιε:>
ὁ ἀποτρέπων τὰ δεινά, ἀλεξίκακος
γὰρ ἦν ὡς χρησμοδοτῶν. <ἄλλως·>
ὡς ἐν ἀρνήσει εἴληφε τὴν τοῦ θεοῦ
ἐπίκλησιν.
362
οὐδείς, ὃς ἔχειν δοκεῖ πλεο-
νέκτημα, ἀρετῆς ὑγιῶς ἔχει.
369a
<κρώζεις:> παροιμία ἐπὶ
τῶν θρυλλούντων, ἀπὸ τῶν κο-
ρωνῶν.
369b
σὺ μὲν γὰρ ἄνω καὶ κάτω
περὶ τὸ κεκλοφέναι με διαλέγῃ μοι.
379a
<τὸ στόμ' ἐπιβύσας:> τείνε-
ται πρὸς τοὺς ῥήτορας, ἐπεὶ εἰώθασι
τοῖς ἕρμαιον κεκληρωμένοις ἐπιφορ-
τίζεσθαι, ὡς κοινωφέλιμοι.
379b
διασύρει τοὺς ῥήτορας.
382
διασύρει τοὺς Ἀθηναίους.
383
ἱκετηρία ἐστὶ κλάδος ἐλαίας
ἐρίῳ περιπεπλεγμένος· οἱ γὰρ ἱκε-
τεύοντες αὐτὸν κατεῖχον τὸν κλάδον.
385
Πάμφιλος ζωγράφος ἦν, ὃς
τοὺς Ἡρακλείδας ἔγραψεν ἱκετεύον-
τας τὸν τῶν Ἀθηναίων δῆμον. μετὰ
γὰρ θάνατον Ἡρακλέος Εὐρυσθεὺς
διώκει τοὺς Ἡρακλείδας διὰ τὸ
πρὸς τὸν πατέρα ἐμφύλιον μῖσος.
ταύτην τὴν ἱστορίαν ἀνέγραψε Πάμ-
φιλος τραγικός—κατὰ δέ τινας
ζωγράφος ἦν—ὃς τὴν τῶν Ἡρακλει-
δῶν τύχην χαρακτηριστικῶς ὑφηγή-
σατο. Καλλίστρατος δὲ καὶ Εὐφρό-
νιος τραγῳδιῶν ποιητήν φασι καὶ
διδάξαι Ἡρακλείδας. γραφὴ μέντοι
ἐστὶν οἱ Ἡρακλεῖδαι καὶ Ἀλκμήνη
καὶ Ἡρακλέος θυγάτηρ Ἀθηναίους
ἱκετεύοντες, Εὐρυσθέα δεδιότες, ἥτις
Παμφίλου οὐκ ἔστιν, ὥς φασιν,
ἀλλ' Ἀπολλοδώρου. ὁ δὲ Πάμφιλος,
ὡς ἔοικε, καὶ νεώτερός ἐστιν Ἀρι-
στοφάνους. <ἄλλως.> οὗτος ὁ τραγῳ-
δοποιὸς ἔγραψε τοὺς Ἡρακλείδας
ἱκετηρίαν ἔχοντας· ὅταν Εὐρυσθεὺς
μετὰ θάνατον Ἡρακλέος τοὺς
Ἡρακλείδας ἐδίωξε, καὶ οὗτοι μετὰ
τῆς Ἀλκμήνης παρεκάλεσαν τοὺς
Ἀθηναίους βοηθῆσαι αὐτοῖς. ἢ ὅτι
τὰ συμβάντα αὐτοῖς ζωγράφος τις
Πάμφιλος ἀθηναῖος εἰς τὴν στοὰν
τῶν Ἀθηναίων ἔγραψεν.
388
<ἀπαρτὶ:> ἀπηρτισμένως. ἐ-
πίρρημα δέ ἐστιν ὡς “ἀμογητί”,
παρὰ τὸ ἀπηρτισμένον καὶ πλῆρες.
κέχρηται δὲ αὐτῷ καὶ Ἡρόδοτος
λέγων· “ἀπὸ τούτου εἰσὶ στάδια
ἑβδομήκοντα ἀπαρτί”· καὶ Φερε-
κράτης·
“φράσον μοι.
ἀπαρτὶ δὴ τοῦ προλαβεῖν”.
συνωνυμεῖ δὲ ἡ λέξις· ἔσθ' ὅτε καὶ
χρονικὸν ἐπίρρημα δηλοῖ.
391
“μόχθηρος” ἐπὶ τοῦ σώμα-
τος, τὸ δὲ “μοχθηρός” ἐπὶ τῆς
ψυχῆς.
395
Ἑστία θεὰ θυγάτηρ Κρόνου
καὶ Ῥέας, ἥτις καὶ πρώτη τὴν
οἰκίαν ἐφεῦρεν· ἐπωνύμως δὲ ταύτῃ
καὶ ἡ οἰκία ἑστία ἐκλήθη.
401
ἀντὶ τοῦ “αὐτόν” ἢ ἀντὶ τοῦ
“δεῖ ἡμᾶς ποιῆσαι αὐτὸν βλέψαι πάσῃ
σπουδῇ <ὥσπερ πρότερον> ἔβλεπε.”
404
<οὐκ ἐτὸς:> ἤγουν οὐκ ἀλόγως
ἢ ματαίως ἀλλὰ δικαίως· ἐπιρρηματι-
κὸν γάρ ἐστιν ἀντὶ τοῦ “ἐτεῶς”,
ἀπ' αὐτοῦ συνῃρημένον.
407
<τίς δῆτ' ἰατρός ἐστι:>
διασύρει τοὺς ἰατροὺς καὶ διαβάλλει
ὡς ἀμαθεῖς καὶ τοὺς διδόντας ὡς
μικρολόγους.
<ἱστορία.>
Ἀσκληπιὸς Ἀπόλλωνος υἱὸς καὶ Κορωνίδος.
ἰατρικὴν ἐκ Χείρωνος οὗτος ἐκδιδαγμένος,
Ἤπιος πρὶν καλούμενος,…
ὡς…
ἢ ὡς…
…
The complete text is available when the reading interface loads.