Commentarium in nubes
- Edition reference
- Commentarium in nubes (scholia recentiora Tzetzae), ed. D. Holwerda, Jo. Tzetzae commentarii in Aristophanem [Scholia in Aristophanem 4.2. Groningen: Bouma, 1960]: 367–689.
- CTS identifier
urn:cts:greekLit:tlg5014.tlg017.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
arg nub
4
εὐωχεῖ παραλαβών. γενομένης δὲ
ἀντιλογίας περὶ τὴν εὐωχίαν πληγὰς
λαβὼν ὑπὸ τοῦ παιδὸς βοὴν ἵστησι·
καὶ καταλαλούμενος ὑπὸ τοῦ παιδός,
ὅτι δίκαιον τοὺς πατέρας ὑπὸ τῶν
υἱῶν ἀντιτύπτεσθαι, ὑπεραλγῶν διὰ
τὴν πρὸς τὸν υἱὸν σύγκρισιν ὁ γέρων
κατασκάπτει καὶ ἐμπίπρησι τὸ φρον-
τιστήριον τῶν σωκρατικῶν. τὸ δὲ
δρᾶμα τῶν πάνυ δυνατῶς πεποιη-
μένων.
5
τὴν κωμῳδίαν καθῆκε κατὰ
Σωκράτους ὡς τοιαῦτα νομίζοντος
καὶ Νεφέλας καὶ Ἀέρα καὶ τί γὰρ
ἄλλ' ἢ ξένους εἰσάγοντος δαίμονας.
χορῷ δὲ ἐχρήσατο Νεφελῶν πρὸς τὴν
τοῦ ἀνδρὸς κατηγορίαν· διὰ τοῦτο
οὕτως ἐπεγράφη. διτταὶ δὲ φέρονται
Νεφέλαι. οἱ δὲ κατηγορήσαντες τοῦ
Σωκράτους Μέλητος καὶ Ἄνυτος.
6
Μέλητος καὶ Ἄνυτος εἶχον
κατὰ Σωκράτους· διήχθρευσε γὰρ
Σωκράτης κατὰ Μελήτου καὶ Ἀνύ-
του. καὶ δόντες ἀργύριον τῷ Ἀριστο-
φάνει παρεκίνησαν αὐτὸν κατ' ἐκείνου
γράψαι τὴν τῶν Νεφελῶν κωμῳδίαν·
οὐκ ἠδύναντο γὰρ κατ' ἐκείνου
λέγειν διὰ τὸ μέγαν νομίζεσθαι
αὐτόν.
7
ὁ Στρεψιάδης ἄρχεται τοῦ μαν[θάνειν·
μὴ μανθάνων δ' ἔπεισεν υἱὸν μανθάνειν
τὴν ἐξ ἐκείνου δυσφορῶν ἀγροικίαν.
ὁ δ' αὖ μαθὼν ἄριστα τοὺς χρήστας λόγῳ
τύπτει πρὸς ὄψιν εἰς φυγὴν ἀπεκτρέπων.
τῷ δ' αὖ πατρὶ πρόσεισι καὶ νικῶν πάλιν
ἔτυψε τοῦτον ἐνδίκως, καὶ Σωκράτους
πιμπρᾷ τὸ δῶμα, καὶ νενικηκὼς τρέχει
χαίρων μάλιστα καὶ χρεῶν φυγὼν βάρη.
1, col. 2
{ὙΠΟΘΕΣΙΣ ΝΕΦΕΛΩΝ.}
Ἀριστοφάνης ὁ κωμικὸς ἠξιωμέ-
νος Ἀνύτῳ τε καὶ Μελήτῳ κατὰ
Σωκράτους τοῦ φιλοσόφου τὸ δρᾶμα
τῶν Νεφελῶν συνετάξατο.
ὁ Ἄνυτος δὲ καὶ Μέλητος δικαίως
Σωκράτει διήχθρευσαν· ἀκράχολος
γὰρ ἦν, ἄσεμνός τε καὶ ἄκοσμος,
καὶ τὸ ἦθος πάντη ἀρρύθμιστος, εἰ
καὶ μόνην ἐλέγετο μετιέναι φιλο-
σοφίαν τὴν ἠθικήν. τί δ' ἂν ἠθικόν
τε καὶ κόσμιον παιδεύσειεν ἄνθρω-
πος, ὃς μηδ' ἐφημεροβιότου τροφῆς
εὐμοιρῶν λιμοῦ ἂν ἐγένετο παρανά-
λωμα, εἰ μήπερ ὁ Κρίτων ἐκείνῳ
ὄστρακον κοῖλον χαλκιδικὸν μεστὸν
ὁτὲ μὲν κρεῶν, ὁτὲ δὲ ἰχθύων, λεῖμ-
μα τῆς ἐκείνου τραπέζης, ἐκπέμ-
ψειεν; ὅμως δὲ καὶ τοσαύτῃ συζῶν
ἀπορίᾳ δύο γυναῖκας ἔχων ἐν ταὐτῷ
οἰκιδίῳ συνούσας αὐτῷ, Ξανθίππην
τε καὶ Μυρτώ, τὴν μὲν ἑταιρίστριαν,
τὴν δέ οἱ ζυγεῖσαν ἐκ νόμων, καὶ
ταύτας διαπληκτιζομένας ἀλλήλαις
ὁρῶν γελᾷ διάρρυτον γέλωτα. τοιοῦ-
τος ὢν ὁ Σωκράτης—παρίημι γὰρ
τὰ λοιπά—καὶ τοὺς ῥηθέντας
ἄνδρας ἀεὶ ταῖς αὐτοῦ διδασκαλίαις
ἦν διασύρων. ἔλεγε γάρ· περὶ δερμά-
των μὲν ἀρετῆς εἴ τις ἐθέλοι μαθεῖν,
τὸν τούτων ἐρωτάτω πατέρα, τῶνδε
δὲ περὶ τοῦδε. οἳ παρὰ τῶν υἱέων
ταῦτα μαθόντες πειρώμενοι παύειν
τῆς ἀκολάστου γλώσσης ἐκεῖνον· οὐ
καλῶς, ἔφαν, ποιεῖς, ὦ φιλόσοφε,
ταῖς σαῖς διδασκαλίαις ἡμᾶς συρμα-
τίζων. ὡς δ' οὐκ ἐδυσωπεῖτο ἢ
ἐνουθετεῖτο, ἀλλ' ἔτι ἦν ὁ αὐτὸς
ἀθεράπευτος, κινοῦσι δίκην· ὅτι
διαφθείρει τοὺς νέους καταφρονεῖν
τούτους διδάσκων νόμων τε τῶν
κειμένων καὶ πρεσβυτέρων καὶ τῶν
γονέων.
ταῦτα Σωκράτους κατηγορήσαν-
τες Ἄνυτός τε καὶ Μέλητος ἔπεισαν
τοὺς περὶ Κριτίαν ψήφισμα θεῖναι
Σωκράτην τοῖς νέοις μὴ διαλέγεσθαι·
εἶτα δεσμωτηρίῳ τοῦτον εἰργνύουσιν.
ὡς δ' ἐξαγαγόντες ἐκ τῆς φρουρᾶς
τῷ δικαστηρίῳ παρέστησαν δοῦναι
λόγους τῶν σφῶν διδαγμάτων ἑβδο-
μηκονταετὲς ἄθλιον ὁρῶντες γερόν-
τιον συναιρομένων πολλῶν οἱ δι-
κασταὶ κατοικτείραντες ἔμελλον
ἀφιέναι τῆς δίκης. ὡς δ' ἠρώτησαν·
τίνος ἄξιος εἴης τοιαῦτα διδάσκων; ὁ
δέ· τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως,
εἶπεν, ἀγανακτήσαντες αὖθις αὐτὸν
ἀξιοῦσι τῆς τοῦ δεσμωτηρίου ἐνείρ-
ξεως, μετὰ βραχὺ δὲ καὶ τοῦ φαρ-
μάκου τῆς πόσεως, καὶ τότε συνωθη-
κότες αὐτὸν αὐτὸ ἐξωνήσασθαι διὰ
τὸ τετριμμένον τότε μὴ ἔχειν τὸν
δημόσιον φάρμακον. ἀλλὰ ταῦτα μὲν
ὕστερον· πρὸ δὲ τῆς τελευτῆς τούτου
Ἀριστοφάνης τοῦτο τὸ δρᾶμα τῶν
Νεφελῶν συνετάξατο, οὗπερ ἡ δια-
σκευὴ καὶ ὁ νοῦς τοιόσδε καθέστη-
κεν.
2, col. 2
{ὙΠΟΘΕΣΙΣ ΝΕΦΕΛΩΝ.}
πλάττεταί τις Στρεψιάδης τῷ
ποιητῇ ἀγροικικῷ πλούτῳ πολύολβος
ζυγεὶς πρὸς γάμον ἀττικῇ ἀστικῇ
γυναικί, ἀδελφιδῇ Μεγακλέους, πρώ-
της οἰκίας τελούσῃ καὶ γένους Ἀλκ-
μαιονιδῶν ὀλυμπιονικῶν τεθριππο-
τρόφων. ἧς πρῶτα ταῖς ἀστικαῖς
τρυφαῖς καὶ τοῖς ἀναλώμασι τὸ
ὑπερχειλὲς τούτου τῆς περιουσίας
καὶ περιττὸν ἐγένετο ἐπιχειλὲς καὶ
ὑπόκενον· ὡς δὲ καὶ υἱὸς Φειδιππίδης
τούτοις ἐγένετο ζήλῳ τῶν πρὸς
μητρὸς γεννητόρων ἁρματηλάτης καὶ
ἱπποτρόφος, ἵππους καὶ ἅρματα ἐξω-
νούμενος τούτῳ καὶ περιπεσὼν μυ-
ρίοις τοῖς χρέεσιν ἐν ἀπόρῳ ἦν, ὅ τι
καὶ δράσειεν. ὅθεν οὐδ' ἐν νυκτὶ
καθεύδειν δυνάμενος ἀνάψας λύχνον
ἀπαριθμεῖται ποσά τε τῶν χρεῶν καὶ
τοὺς τόκους. μόλις οὖν πολλὰ συστρέ-
φων καὶ συσκοπούμενος λύσιν μίαν
ἐδόκησε τῶν χρεῶν, εἰ τὸν υἱὸν
ἀναπείσει τὴν ἱππικὴν παρεικότα
προσφοιτῆσαι Σωκράτει καὶ μαθεῖν
τὸν ἥττονα λόγον. μὴ πειθομένου δὲ
τοῦ υἱοῦ αὐτὸς ἀφικνεῖται πρὸς τὸ
σωκρατικὸν φροντιστήριον. καὶ πολ-
λὰ μὲν ὑπὸ γήρως δῆθεν καὶ
ἀγροικίας ἀστεῖά τινα κινεῖν δυνά-
μενα γέλωτα φθέγγεται πρὸς τὸν
Σωκράτην διαλεγόμενος· τέλος δὲ
χορὸς Νεφελῶν ἐν εἴδει φανεὶς
γυναικῶν αὐτῷ συμβουλεύει, καὶ
ἀνθ' αὑτοῦ τὸν υἱὸν μόλις πείσας
ἄγει Σωκράτει. καὶ μεμαθηκότα τὸν
ἥττονα λόγον καὶ ἀντιλέγοντα τοῖς
δανεισταῖς χαίρει τοῦτον ἀπολαβὼν
μηδὲν αὐτοῖς διδοὺς τῶν χρεῶν, ἀλλὰ
καὶ θεοὺς λέγων ὀμνύειν, ὡς οὐδὲν
αὐτοῖς χρεωστοίη· ὡς δὲ συμπόσιον
ἐπ' εὐτυχίαις τοιαῖσδε πεποιηκὼς
Στρεψιάδης ἑστιῶν ἦν τὸν υἱόν, καὶ
ἀντιλέγων ἐκείνῳ ἱκανῶς ἐπατρο-
τυπτήθη, ἀπεδείκνυ δὲ Φειδιππίδης,
ὅτι καὶ δίκαιόν ἐστι παρὰ τῶν υἱῶν
τὸν πατέρα τύπτεσθαι, προσεπι-
τούτοις δὲ καὶ τὴν μητέρα δικαίως
ἔλεγε τύψαι πρὸς παρηγόρημα τοῦ
πατρός, ἀγανακτήσας ὁ γέρων μετὰ
τῶν σὺν αὐτῷ ὁμοῦ πιμπρᾷ καὶ
καταβάλλει δικέλλαις τὸ σωκρατικὸν
φροντιστήριον.
3, col. 2
τὸ δρᾶμα δὲ τῶν πάνυ γεν-
ναίων ἐστί, μὴ συντεθὲν ἀχαρίστως
εἰς τερατείαν φιλόσοφον.
ind per nub
t
{INDEX PERSONARUM
ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ}
1
Στρεψιάδης· μαθητὴς Σωκράτους·
δοῦλος Στρεψιάδου· χορὸς Νεφε-
λῶν· Φειδιππίδης, υἱὸς Στρεψιάδου·
δίκαιος λόγος· Σωκράτης· ἄδικος
λόγος· Πασίας δανειστής· μάρτυς.
1, col. 2
Στρεψιάδης· δοῦλος Στρεψιάδου·
Φειδιππίδης· Σωκράτης· μαθητὴς
Σωκράτους· χορὸς Νεφελῶν· δίκαιος
λόγος· ἄδικος λόγος· Πασίας δα-
νειστής· μάρτυς.
sch nub
1
<ἰοὺ ἰού:> ἰαμβικὸς μονόμετρος ὁ στίχος. σχετλιάζει δὲ ὁ Στρεψιάδης ἐπα-
γρυπνῶν διὰ τὰ χρέα, καὶ διὰ τὸ οὕτως ἐπαγρυπνεῖν καὶ τὴν νύκτα μακρὰν
λογιζόμενος.
2a
<ὦ Ζεῦ βασιλεῦ:> μὴ πείθου τοῖς λαλοῦσιν, ἀλλὰ τοῖς λέγουσιν. πατὴρ
γὰρ ἀνδρῶν καὶ θεῶν καὶ βασιλεὺς βασιλέων ὁ Ζεὺς τοῖς Ἕλλησιν ἐνομίζετο
καὶ ἐλέγετο, ὡς τὸ
πατὴρ ἀνδρῶν τε θεῶν τε
καὶ
ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων.
2b
<τὸ χρῆμα τῶν νυκτῶν:> ἡ ὕπαρξις νῦν τῶν νυκτῶν, οὐ πρᾶγμα οὐδὲ
τὸ νόμισμα.
2c
τὸ χρῆμα] ἡ ὕπαρξις, τὸ
μέγεθος.
3a
ἀπέρατον καὶ ἀπέραντον τὸ μέγα καὶ μακρόν. ἀπέρατον μὲν τὸ ἀδιόδευτον
ἐκ τοῦ περάω, περῶ, ὡς ἐπὶ ποταμοῦ ἢ πελάγους. ἀπέραντον δὲ τὸ ἀτελείωτον
ἐκ τοῦ περαίνω, τὸ τελειῶ, ὡς ἐπὶ ἔργου. οὕτω νόει μοι, τοὺς σχολιογράφους
δ' ἔα. ἐαρινοῦ δὲ τοῦ καιροῦ <πεφυκότος> <γεγονότος> μακραὶ τούτῳ λογίζονται αἱ νύκτες
ὡς ἀγρυπνοῦντι διὰ τὰ χρέα καὶ μὴ καθεύδοντι.
3b
ἀπέραντον] ἀτελείωτον.
4
ἀλεκτρυόνος] τοῦ.
5a
<οἱ δ' οἰκέται ῥέγκουσιν:> βαθέως ὑπνώττουσιν ἀμεριμνοῦντες.
οἰκέται δὲ ἀλλαχοῦ μὲν πάντες οἱ κατὰ τὸν οἶκον ὑπάρχοντες λέγονται, ὡς τὸ
οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
νῦν δὲ οἰκέτας μᾶλλον νόει τοὺς δούλους ἐναντίως οἷς λέγουσιν οἱ σχολιογράφοι.
καὶ τοῦτο ἐκ τοῦ κατωτέρου σαφέστερον δείκνυται. φησὶ γὰρ
ὅτ' οὐδὲ κολάσαι ἔξεστί μοι τοὺς οἰκέτας.
ῥέγκουσι δὲ ἀντὶ τοῦ ῥέγχουσιν ἀττικῶς. εἰ γὰρ καὶ <δασυνταὶ> <δασυντικοὶ> οἱ Ἀττικοὶ
καθεστήκασιν, ὅμως ἐνιαχοῦ καὶ <ψιλωταὶ> <ψιλωτικοὶ> γίνονται κατὰ Ἴωνάς τε καὶ
Αἰολέας, ὡς τὸ πανδοχεῖον καλεῖν πανδοκεῖον καὶ τὸ ῥέγχουσι ῥέγκουσι καὶ
ἕτερα ἄττα βραχέα.
5b
ῥέγκουσιν] ἀττικόν· ἔστι δὲ
ποιὰ φωνή· λέγεται δὲ παρὰ Λατίνοις
ῥούφλου.
5c
πρὸ τοῦ] ἔρεγχον.
6a
<ἀπόλοιο δῆτ' ὦ πόλεμε:> ὁ δαιμόνιος οὑτοσὶ ῥήτωρ Ἀριστοφάνης
δαιμονίᾳ μεθόδῳ δεινότητος χρώμενος ἐν τῷ δοκεῖν γελοιάζειν καὶ παίζειν
τοιαῦτα συμβουλεύει τοῖς Ἀθηναίοις, μᾶλλον δὲ πλέον προτρέπει ἀπέχεσθαι
πολέμου καὶ εἰρηνεῖν ἐπάγων ἐν παραλείψεως σχήματι τὰ ὅσα δυσχερῆ καθεστή-
κασι τοῦ πολέμου, καὶ ὅτι οὐδὲ τοὺς οἰκέτας ἔξεστι τιμωρεῖν δρῶντας ὅ τι καὶ
βούλονται. ἤν τις γὰρ αὐτοὺς τιμωρήσειε, ῥᾷστα πολεμίοις οὖσι τοῖς Λακεδαι-
μονίοις αὐτομολήσειαν. τὸ αὐτὸ δὲ δρᾷ καὶ ἐν Ἀχαρνεῦσι καὶ Λυσιστράτῃ κἀν
τῆς Εἰρήνης τῷ δράματι. οὗ καὶ τὴν δοκοῦσαν αἰσχρορρημοσύνην τῶν λέξεων
ὡς πρώτην σεμνότητα κατασπάζομαι διά τε τὸ χρηστὸν τὸ τῆς συμβουλῆς
καὶ τὸ τῆς ἐννοίας σεμνόν. ταῦτα περί τε πολέμου νόει συντόμως, καὶ περὶ
τοῦ μὴ τολμᾶν κολάζειν τοὺς δούλους, ἔα δὲ σχολιογραφούντων τὰς ἐκ γαστρὸς
αὐτῶν συγγραφὰς τὰς ἀργιννούσας καὶ φλυαρούσας. τότε γὰρ ἐν Ἀργιννούσαις
οἱ Ἀθηναῖοι λαμπρῶς μᾶλλον τοὺς Λακεδαιμονίους ἐνίκησαν, καὶ τὴν Μιτυλήνην
κατασχόντες κατεκληρούχησαν, κἂν τοὺς ἐν τῇ ναυμαχίᾳ πεσόντας αὐτῶν
ἀνελέσθαι διὰ τὸν χειμῶνα οὐκ ἴσχυσαν. οὗτος δὲ ὁ νῦν μνημονευόμενος πόλεμος
ἄλλος ἐστίν.
6b
ἀπόλοιο] καὶ φθαρείης.
8a
<ὁ χρηστὸς οὑτοσὶ:> εἰρωνικῶς τὸν Φειδιππίδην φησίν.
8b
ὁ ... νεανίας] Φειδιππίδης.
8c
χρηστὸς] κατ' εἰρωνείαν.
9a
<ἐγείρεται τῆς νυκτός:> ἤτοι οὐκ ἐγείρεται δι' ὅλης τῆς νυκτός,
ἀλλὰ καθεύδει καὶ κάτωθεν ἀναπνεῖ. τὸ παθητικὸν ἀντὶ ἐνεργητικοῦ.
9b
τῆς νυκτός] δι' ὅλης, κατὰ τὴν
νύκτα, ἐν τῷ καιρῷ. ἔστι δὲ τὸ
σχῆμα ἀττικόν.
10a
<ἐν πέντε σισύραις:> μαλλωτοῖς ἐπιβλήμασι πέντε. <ἐγκεκορδυλη-
μένος:> σκεπασθείς, εἰληθείς, συγκρυβείς. διαφέρει δὲ σίσυς, σισύρνα καὶ
σισύρα. σίσυς πᾶν εὐτελὲς καὶ ῥακῶδες περίβλημα. σισύρνα δέρμα ἄτριχον
πολλοῖς τισι, μᾶλλον δὲ <μονασταῖς> <μοναχοῖς> φορούμενον ὡς ἱμάτιον. σισύρα δὲ μαλλωτὰ
ἐπιβλήματα στρωμναῖς χρησιμεύοντα. ἐγκεκορδυλημένος δὲ ὁ συγκρυβεὶς καὶ
σκεπασθείς· ἀπὸ τῆς κορδύλης καὶ τοῦ κονδύλου καὶ συσφιγμοῦ τῶν δακτύλων
τῆς χειρός. τινὲς δὲ ἀπὸ τῆς σκεπούσης τὴν κεφαλὴν τῶν ἀνδρῶν κορδύλης,
ἥτις καὶ τιάρα καὶ κίδαρις καὶ καυσία καὶ κυνῆ καὶ στεφάνη καὶ περικεφαλαία
καὶ ἐπικρατὶς καὶ <καμαλαύχιον> <καυμελαύκιον> λέγεται.
10b
τὸ κεφαλοδέσμιον ἡ κορδύλη·
ἀπὸ τοῦ τὴν κάραν δέειν καὶ δεσμεῖν.
10c
ἐγκεκορδυλημένος] ἐντετυ-
λιγμένος. κορδύλη τὸ κεφαλοδέσμιον.
11a
<ἀλλ' εἰ δοκεῖ ῥέγκωμεν:> συγκρύπτεται καὶ ὁ Στρεψιάδης ἐν τῇ
στρωμνῇ μιμήσασθαι βουλόμενος τὸν υἱόν, πῶς ἐγκεκορδυλημένος καθεύδει.
οὐ δύναται δὲ ἀφυπνῶσαι ταῖς μερίμναις τοῦ <βίου> <χρέους> δακνόμενος.
11b
ῥέγκωμεν] καὶ ἡμεῖς.
12
δείλαιος] ὁ.
13a
<δαπάνης:> ἀναλωμάτων, ἐξόδων. <φάτνης:> τῶν ἵππων· ἐκ τοῦ πε-
ριέχοντος τὸ περιεχόμενον. <καὶ τῶν χρεῶν:> καὶ δανείων.
13b
τῆς δαπάνης] παρ' ὑπόνοιαν·
τῶν ἐξόδων.
13c
φάτνης] ⟦ἐξόδ〈ου⟧ τρο〉φῆς
τῶν ἵππων.
14a
(15) <ὁ δὲ κόμην ἔχων:> ἦσαν γὰρ οἱ ἱππεῖς καρηκομόωντες. <ἱππάζεται:>
κελητίζει, ἵππῳ ἑνὶ ἐποχεῖται. <ξυνωρικεύεται:> ἐπὶ δίφρου δύο ἵππους
ἔχοντος ἐποχούμενος ἐλαύνει. διαφέρει γὰρ κέλης, ἅμαξα, ἀπήνη, ξυνωρίς,
ἅρμα. κέλης ὁ μόνιππος ἵππος, ἅμαξα ἡ ἐκ δύο βοῶν, ἀπήνη ἡ ἐξ ἡμιόνων
δύο, ξυνωρὶς 〈ἡ〉 ἐκ δύο ἵππων, ἅρμα τὸ ἐκ τεσσάρων ἵππων. ξυνωρὶς καὶ
πᾶν τὸ ἐκ δύο τινῶν συνεστώς.
14b
κόμην] ἐπιμέλειαν.
15a
ἱππάζεται] ἐπὶ ἑνὶ ἵππῳ ἐπο-
χεῖται.
15b
ξυνωρικεύεται p. i. m.] ἐξ
ἡμισείας ἁρματηλατεῖ, ξυνωρίδι ἵπ-
πων χρῆται.
16a
<ὀνειροπολεῖ θ' ἵππους:> καὶ καθεύδων, κἀν τοῖς ὀνείροις ἱππεύειν
δοκεῖ. καὶ ὀνειροπολεῖν μέν ἐστιν ὀνείρους <βλέπειν,> <ὁρᾶν,> ὀνειρώττειν δὲ τὸ καθ'
ὕπνους δοκεῖν συνδυάζειν καὶ ἀκουσίως γονορρυεῖν.
16b
ὀνειροπολεῖ] φαντάζεται καθ'
ὕπνους.
17
<ὁρῶν ἄγουσαν:> ἐγὼ δ' ἀπόλλυμαι, φησίν, ὁρῶν τὴν σελήνην, ὅταν
ἤδη κʹ ἐστὶν ἡμερῶν, συστρέφων πρὸς νοῦν, ὅτι ἡ τριακοστὴ αὐτῆς ἐγγίζει
ἤδη καὶ μέλλω τοὺς τόκους ἀποδιδόναι.
18a
<ἅπτε παῖ:> παῖς κυρίως ὁ δοῦλος ὡς τῇδε καὶ ἐν τῇ παλαιᾷ βίβλῳ,
ὡς τὸ “ζῇ, κύριε, ὁ παῖς σου ὁ πατὴρ ἡμῶν”. οὕτω παῖς μὲν ὁ δοῦλος κυρίως
λέγεται, λέγεται δὲ καὶ ὁ υἱός. τὸ δὲ παιδίον ἀεὶ ἐπὶ τέκνου λέγεται, οὐκ ἐπὶ
δούλου· κἂν παιδίον γὰρ εἴπῃς δούλης, παιδίον ἐκείνης νοεῖς.
18b
χωροῦσιν] προβαίνουσιν εἰς
τὸ ἔμπροσθεν.
18c
χωροῦσιν] αὔξουσιν.
18d
παῖ] δοῦλε.
19a
γραμματεῖον ὁ χάρτης, γραμμάτιον δὲ τὸ γράμμα.
19b
τὸ γραμματεῖον] κατάστιχον,
τὸ ἔγγραφον.
20
λογίσωμαι] λογαριάσω, ἀνα-
ψηφίσω.
21a
<φέρ' ἴδω, τί ὀφείλω:> παρεπιγραφὴ τὸ σχῆμα. δηλοῦται γὰρ ἐκ τοῦ
τὸν Στρεψιάδην τάχα τὸν χάρτην λαβεῖν καὶ λέγειν ἃ λέγει, ὅτι πάντα τὰ
κελευσθέντα πεποίηκεν ὁ οἰκέτης, αὐτὸς δὲ τὸν χάρτην λαβὼν καὶ πρὸς τὸν
λύχνον ὁρῶν φησιν ἅ φησιν.
21b
ὁ Πασίας δὲ δανειστὴς ἦν. οἱ σχολιογράφοι δὲ αὐτὸν ἱπποτρόφον φασὶν
ἀποβαλόντα τὴν περιουσίαν ἱπποτροφοῦντα.
21c
μνᾶν δὲ μὴ κατὰ τοὺς ἀλογίστους τὰ ἑβδομηκονταδύο νομίσματα νόει,
ἀλλὰ τὰς ἑκατὸν δραχμάς. περιττὸν δὲ ἐν τούτοις περὶ τοιούτων πραγμάτων
λεπτολογεῖν.
21d
δραχμὴ ἓξ ὀβολοί· μνᾶς
ἑκατὸν δραχμαί· τάλαντον ξʹ μναί.
21e
φέρ' ἴδω] παρεπιγραφή.
22a
<τί ἐχρησάμην:> εἰς τί ἐχρησάμην ταῖς δώδεκα μναῖς, ἢ τί χρῆμα
καὶ πρᾶγμα ὠνησάμην αὐταῖς; ἢ ἀντιπτωτικῶς ἀττικῶς· τί καὶ ἐν τίνι πράγματι
(23) ἐχρησάμην; εἶτα δῆθεν συνεικώς φησι· συνῆκα, ἐδανεισάμην ταύτας, ὅτ'
ἐπριάμην τὸν κοππατίαν. κοππατίας δὲ ἵππους οἱ σχολιογράφοι τοὺς τὸ κ
στοιχεῖον ἐσφραγισμένον ἐν αὐτοῖς ἔχοντας, ὡς καὶ σαπφόρας τοὺς τὸ σ στοιχεῖον
ἔχοντας ἐσφραγισμένον, καὶ πολλὰ κατοφρυῶνται τῶν καλλίστως λεγόντων.
ἐγὼ δὲ σαπφόρας μὲν τοὺς σειραφόρους καὶ παρηόρους φημί, ἀλλ' οὐ τοὺς
ζυγίους καὶ μέσους. κοππατίας δὲ ἵππους κατὰ τοὺς εἰπόντας καλῶς ἐπικρίνω
καλεῖν τοὺς γαύρους καὶ παίζοντας καὶ ταῖς ὁπλαῖς τὸ ἔδαφος πλήττοντας.
οἱ δὲ σχολιογράφοι ψυχρῶς λεγέτωσαν τῇδε καὶ <“Βουκέφαλον”> <“Βουκεφάλαν”> καὶ “Ἀλεξάν-
δρειαν”.
22b
τοῦ] τίνος χάριν ὀφείλω.
22c
τοῦ] ἕνεκα τίνος.
22d
τί ἐχρησάμην] εἰς τί ἐδανει-
σάμην, ἢ τί ἠγόρασα.
23a
κοππατίας δὲ ἀπὸ τοῦ κό-
πτειν τὸν πάτον ἤγουν τὸ ἔδαφος.
23b
ὅτ'] συνῆκα.
23b, col. 2
συνῆχ'.
23c
κοππατίαν] ὄνομα ἵππου.
παρήχησις τὸ σχῆμα.
23d
κοππατίαν] ἵππον.
24a
<εἴθ' ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ:> εἴθε, φησί, λίθῳ
βληθεὶς ἔκ τινος ἐξεκόπην καὶ ἐξεβλήθην τὸν ὀφθαλμὸν ἢ ὠνήσασθαι κοππατίαν
ἵππον ἐπὶ δανείῳ καὶ τόκοις. τοῦτο δὲ παίζων εἶπε σχῆμα ποιήσας παρήχησιν,
τὸ <“κοππατίας”> καὶ <“ἐξεκόπην”.>
24b
ἐξεκόπην> πρὸς <“τὸν κοπ-
πατίαν”> τὸ <“ἐξεκόπην”.>
25a
<Φίλων ἀδικεῖς:> ὁ Φειδιππίδης οὕτω διακαῶς περὶ τὴν ἱππικὴν καὶ
διφρευτικὴν διακείμενος κἀν ὀνείροις μετά τινος Φίλωνος ἡλικιώτου δοκεῖ
συνδιφρεύειν καὶ αὐτῷ αἰτιᾶσθαι ὡς δῆθεν αὐτοῦ προδιφρεύοντι καὶ τὴν
ὁδὸν τῶν τούτου ἵππων κωλύοντι.
25b
Φίλων] ὦ.
25c
Φίλων ... δρόμον] ὀνειρο-
πολῶν λέγει ταῦτα.
26
<τοῦτ' ἔστι τοῦτο τὸ κακὸν:> ὁ Στρεψιάδης δυσφορῶν ἐπὶ τοῖς δανείοις
καὶ τόκοις καὶ τὸν υἱὸν κἀν ὀνείροις ἀκούων τοιαῦτα ληροῦντα· τοῦτο, φησί,
τὸ ἱππεύειν αὐτὸν καὶ διφρεύειν, ἐστὶν ὅ με ἀπώλεσεν.
28a
<πόσους δρόμους:> ὡς ἐν ὀνείροις ὁ νεανίας, ἀλλ' οὐκ ἐγρηγορὼς οὐδὲ
ἔξυπνος, ταῦτα φθεγγόμενος τοῦ ἀληθοῦς παρασυρόμενος σφάλλεται. δέον
γὰρ εἰπεῖν· πόσους ἐλαύνουσι τὰ ἁμιλλητήρια; τὰ πολεμιστήρια, εἶπε, πόσους
ἐλαύνουσιν; ἕνα γὰρ τὰ πολεμιστήρια δρόμον ἐλαύνουσιν, ὃν εὗρε Θησεύς,
ὡς οὗτοί φασιν, ἐμοὶ μὲν οὐ καλῶς λέγειν δοκοῦντες, ἑτέροις δὲ ἴσως ἂν καὶ
παγκάλως. πολεμιστήρια δὲ αὐτὸς τὰ πολεμικά φημι λέγειν τὸν νεανίαν, ἐν
οἷς πολεμοῦντες ἐν τοῖς πολέμοις τινὲς ἢ ἀναιροῦσι τοὺς ἐναντίους ἢ ἀναιροῦνται.
οὕτω δέ φημι τὸν νεανίαν εἰπεῖν ἐν ὀνείροις παρασφαλέντα καὶ γλώττῃ καὶ
λογισμῷ. οὐδὲ γὰρ εἰπεῖν ἀνέχομαι κἂν τὸν ὁπλίτην δρόμον πολεμιστήριον,
ὃν οὗτοι Θησέα φασὶν ἐφευρεῖν. ὁ γὰρ ὁπλίτης δρόμος πεζῶν ὑπῆρχεν, οὐ
διφρευτῶν. ἀκουέτω γοῦν παρ' ἡμῶν ὃς ἐθέλει καὶ περὶ δρόμων. τρεῖς μὲν
ἦσαν δρόμοι πεζῶν· ὁ ὁπλίτης, ὁ δίαυλος καὶ ὁ δόλιχος. καὶ οἱ μὲν τὸν ὁπλίτην
τρέχοντες δρόμον, ὃς ἐκαλεῖτο καὶ σταδιαῖος, πανοπλίας ἐνδεδυμένοι ἀπὸ
τῆς ἀφετηρίας ἔτρεχον καὶ μέχρι μόνου καμπτῆρος. οἱ δὲ τὸν δίαυλον θέοντες
οὐ πανοπλίας ἐνδεδυμένοι, μόνας δὲ ἀσπίδας καὶ περικεφαλαίας καὶ δόρυ
κατέχοντες, ἀπὸ βαλβίδος μέχρι καμπτῆρος ἀνῄεσαν κἀκ τοῦ καμπτῆρος
πάλιν εἰς τὴν ἀφετηρίαν κατέθεον. οἱ δολιχοδρομοῦντες δὲ ψιλῶς ἑπτάδρομον
ἐποιοῦντο τὸν δρόμον, τρὶς μὲν ἀνιόντες, τρὶς δὲ κατιόντες, καὶ πρὸς τὸν
καμπτῆρα τὸν ἕβδομον δρόμον ἐκτερματοῦντες. οἱ δίφροι δὲ καὶ τὰ ἅρματα
δωδεκάκις <τοὺς καμπτῆρας> <τὰς καμπτηρίας> ἐποίουν. πολεμίζω δὲ ἀττικῶς καὶ πολεμιστήριον.
28b
ἐλᾷ] ἐλαύνουσι.
28c
τὰ πολεμιστήρια] τὰ ἁμιλλη-
τήρια.
28d
τὰ πολεμιστήρια] ὤφειλεν
εἰπεῖν· τὰ ἁμιλλητήρια· ἀλλὰ διότι
κοιμᾶται.
29
πολλοὺς] εἰς.
30
ἔβα με] ἔβη, προῆλθεν, ηὔ-
ξησεν εἰς ἐμέ.
31a
ἔβα καὶ ἐπῆλθεν εἰς ἐμὲ μετὰ τὸν Πασίαν ἕτερον χρέος, τρεῖς μναῖ
ἕνεκα δίφρου ἤγουν περιφερείας ἅρματος, καὶ ἕνεκα τροχῶν ἤτοι ἕνεκα ὅλου
ἅρματος, δοθεῖσαι τῷ Ἀμυνίᾳ. καὶ οὗτος ὁ Ἀμυνίας εἷς ἦν τῶν διφρηλασίαις
καὶ ἱππικῇ τῆς περιουσίας ἐστερημένων. νῦν δὲ οὐκ αὐτόν, ὥς φασιν, ἀλλ'
Ἀμινίαν τὸν ἄρχοντα κωμῳδῆσαι βουλόμενος, δεδιὼς αὐτόν τε τὸν ἄρχοντα
καὶ τὸν τοῖς κωμῳδοῖς κείμενον νόμον, τὸ μὴ κωμῳδεῖν ἀνεπικαλύπτως τοὺς
ἄρχοντας, μεθ' ὑποστολῆς καὶ λαθραίως παραγραμματίσας καὶ τὸ ἰῶτα τρέψας
εἰς υ Ἀμυνίᾳ εἶπε, καὶ οὐκ Ἀμινίᾳ.
31b
τρεῖς] τρῖς.
31c
μναῖ] λίτραι.
31d
διφρίσκου] ἕνεκα μικροῦ ἅρ-
ματος.
31e
Ἀμυνίᾳ] δοθεῖσαι τῷ Ἀμυ-
νίᾳ.
32a
<ἄπαγε τὸν ἵππον ἐξαλίσας:> ἔτι καθεύδων καὶ ὀνειροπολῶν Φειδιπ-
πίδης <δοκεῖ> <οἴεται> πληρῶσαι τὸν δρόμον τὸν ἱππικὸν καὶ κελεύει δῆθεν τῶν ὑπουρ-
γούντων τινὶ πρὸς κόνεως κυλίστραν τὸν ἵππον ἐξαγαγεῖν κυλισθῆναι.
32b
ἄπαγε] ὦ δοῦλε.
32c
ἐξαλίσας] κυλισθῆναι ποιή-
σας. ἀλινδήθρα ἡ κυλίστρα.
33a
<ἀλλ' ὦ μέλε' ἐξήλικας:> πρὸς ταῦτα ὁ Στρεψιάδης φησίν· ἀλλ' ὦ
μέλεε, ἄθλιε καὶ μὴ ἐλέους τυχεῖν ἄξιε, σὺ μὲν ἐμὲ ἐξήλικας, καὶ ἐξεκύλισας
ἐκ τῶν ἐμῶν ἤτοι τῆς περιουσίας με ἀπεστέρησας.
33b
ἐξήλικας] ἐξεκύλισας, ἔφθει-
ρας, ἐξέβαλες.
34a
<ὅτε καὶ δίκας ὤφληκα:> ἤτοι πρὸς τῷ ζημιωθῆναί με τοῖς σοῖς
ὑποψύχροις ἱππεύμασι τόσοις περιπεσόντα τοῖς χρέεσι καὶ εἰς δικαστήριον
ἕλκομαί τισι δανεισταῖς, ἑτέροις δὲ καὶ ἀπαιτοῦμαι ὑπὲρ τόκων αὐτοῖς ἐνεχυρά-
σασθαι ἤτοι ἕτερα δοῦναι τούτοις ἐνέχυρα.
34b
τόκου] ἕνεκεν.
35a
<ἐτεόν, ὦ πάτερ:> ταῦτα ὁ Φειδιππίδης οὐκέτι καθεύδων, <ἀλλ' ἐγρηγορὼς> <ἀλλὰ γρηγορῶν>
λέγει ἀκηκοὼς ἀγανακτοῦντος αὐτοῦ τοῦ πατρός.
35b
ἢ λαβεῖν ἐμὲ ὡς ἐνέχυρον.
35c
ἐνεχυράσασθαί] ἐνέχυρα λα-
βεῖν.
36a
<τί δυσκολαίνεις:> δυσφορεῖς, θλίβῃ, <καὶ> στρέφομαι, <στρέφει>
ἀττικῶς, μὴ ἠρεμῶν ἐν τῇ κλίνῃ.
36b
δυσκολαίνεις] δυσχεραίνεις.
36c
τὴν νύχθ'] κατά.
37a
<δάκνει μέ τις δήμαρχος:> οὐ ψύλλαν οὐδὲ κόριν νῦν φησιν, ὥς τινες
οἴονται τὸν δήμαρχον λέγειν, ἀλλὰ τὴν τῶν χρεῶν ἕνεκα μέριμναν τὴν μὴ
ἐῶσαν αὐτὸν ἀφυπνοῦν, ὥσπερ οἱ δήμαρχοι ἀπογραφάς τε ποιούμενοι τῶν ἐν
ἑκάστῳ δήμῳ χωρίων καὶ πάντα λεπτῶς ἀκριβολογούμενοι καὶ μηδὲν παρεῶντες
ἀνεπιτήρητον.
37b
διασύρει τοὺς δημάρχους ὡς
καταφρονοῦντας τῶν Ἀθηναίων.
37c
δήμαρχός τις] ἤγουν ἡ μέρι-
μνα τῶν χρεῶν.
38a
<καταδαρθεῖν:> κυρίως καταδαρθεῖν τὸ ἐν δέρμασι κοιμηθῆναι, νῦν
δὲ τὸ ἁπλῶς κοιμηθῆναι. Ἀττικοὶ δὲ οὐ γράφουσι περισπωμένως “καταδαρ-
θεῖν”, ἀλλὰ βαρυτόνως “καταδάρθειν”. ταῦτα εἰπὼν ὁ Φειδιππίδης <πάλιν> <αὖθις>
(39) κοιμᾶται συγκαλυψάμενος. διὸ καὶ ὁ Στρεψιάδης φησί· σὺ κάθευδε, τὰ δὲ
χρέα ταῦτα, γίνωσκε, εἰς τὴν σὴν κεφαλὴν τραπήσονται, ἤτοι εἰς σὲ τείνει
ἡ τούτων ζημία. ἂν γὰρ ἐνδεὴς ἐγὼ θάνοιμι, πολλῷ σὺ ἐνδεέστερος περιλειφθήσῃ
καὶ ὡς κληρονόμον οἱ δανεισταὶ σὲ ἑλκύσουσιν ἀποδοῦναι τὸ ὄφλημα.
38b
καταδαρθεῖν] κυρίως ἐπὶ
δερμάτων κοιμᾶσθαι.
38b, col. 2
<δαιμόνιε:> ἀθλιώτατε.
40a
40] ἤγουν ἀποθανόντος ἐμοῦ.
40b
τρέψεται] τραπήσεται.
41a
<φεῦ:> ἐν μνείᾳ γενόμενος ὁ Στρεψιάδης τῆς πρὶν ἀγροδιαίτου περιουσίας
αὐτοῦ καὶ τῆς μετὰ τὸν ἀστικὸν γάμον δαπάνης καὶ τῆς ἐνδείας καὶ τῶν χρεῶν
τὸ <“φεῦ”> ἀναφθέγγεται καὶ τῇ προμνηστρίᾳ τῶν γάμων ἀρᾶται.
41b
προμνήστρι'] ἡ λεγομένη
προξενήτρια, μαυλίστρια.
41b, col. 2
<προμνήστρια:> ἡ προξε-
νήτρια.
42
ἐπῆρε] ἐκίνησε.
42, col. 2
<ἐπῆρε:> ἀνέπεισε, ἀνεπτέρωσε.
43, col. 2
<ἀγρότης βίος:> ἡ περιουσία.
44a
<εὐρωτιῶν:> σηπόμενος τῷ εἰκῇ καὶ μάτην κεῖσθαι. <ἀκορήτως:>
καταπεφρονημένως, ἀφροντίστως.
44b
εὐρωτιῶν] σεσηπωμένος.
44c
ἀκόρητος p.i.m.] ἀνεπιμέ-
λητος, ἀκαλλώπιστος, ἀτημέλητος·
ἀπὸ μεταφορᾶς τῆς κόρης τῆς μὴ
καλλωπιζομένης.
45a
<βρύων μελίτταις:> ἤτοι πλήρης ὢν μελισσῶν καὶ προβάτων, ἐλαίου
καὶ οἴνου καὶ πάντων ἁπλῶς τῶν εἰς βίον χρησίμων. στέμφυλα δὲ λέγονται τὰ
τῶν ἐλαιῶν καὶ τῶν σταφυλῶν δέρματα, γίγαρτα δὲ οἱ τῶν σταφυλῶν κόκκοι.
45b
στεμφύλοις] δέρμασι σταφυ-
λῶν, ἐλαιῶν.
46a
<Μεγακλέους τοῦ Μεγακλέους:> ἐδιπλασίασε τὸ ὄνομα, καθ' ἡμᾶς
ἵν' ὄγκον καὶ ὕψος ἐπιθείη τῷ γένει τῷ Μεγακλέους. ἦν γὰρ ὁ Μεγακλῆς οὗτος
τοῦ γένους τῶν Ἀλκμαιονιδῶν τεθριπποτρόφων ὀλυμπιονικῶν πλουσίων
ἀνδρῶν, ὧν Ἀλκμαίονα πρόγονον ὑπέρπλουτον ὁ Κροῖσος ἐποίησε. λέγεται
δὲ παῖς ὑπάρχειν ὁ Μεγακλῆς Κοισύρας πλούτῳ καὶ γένει τὰς ἐρετριακὰς
ὑπερτρεχούσης γυναῖκας, ἀφ' ἧς ἔλεγον Ἐρετριεῖς ἐγκεκοισυρῶσθαι τὸ μέγα
φρονεῖν· τινὲς δὲ δοῦλον εἶναι τοῦτόν φασιν.
46b
Μεγακλέους τοῦ Μεγακλέους>
κατ' ἐπίτασιν.
47a
<ἀδελφιδὴν:> ἀδελφῆς ἢ ἀδελφοῦ θυγατέρα, ἣν οἱ ἰδιῶται καλοῦσιν
ἀνεψιάν. ἀνεψιοὶ γὰρ κυρίως οἱ ἀδελφῶν λέγονται παῖδες, ὥσπερ ἄλλοι φασὶ
περιττοὶ καὶ ὁ Δημοσθένης Ὅμηρός τε ἡ κορυφὴ τῶν ἁπάντων σοφῶν.
47b
<ἄγροικος ὢν ἐξ ἄστεος:> ἀγροδίαιτος ἤτοι ἀγρότης ὢν ἔγημα
ἐξ ἄστεος ἤτοι πολίτιδα γυναῖκα τὴν ἣν ἔφην. ἄγροικος προπαροξυτόνως ὁ
ἀνόητος καὶ βάρβαρος καὶ ἀπαίδευτος, ἀγροῖκος δὲ ὁ ἐν ἀγροῖς οἰκῶν καὶ
χωρίοις. Ἀττικοὶ δὲ καὶ τὸν ἄγροικον ἀγροῖκον λέγουσι προπερισπωμένως,
ὡς τὸ τρόπαιον τροπαῖον καὶ τὰ ὅμοια.
47c
ἀδελφιδὴν] ἀνεψιάν.
47d
ἐξ ἄστεος] ἔγημα.
48a
<σεμνήν:> ὑπερήφανον, ὑψηλήν, ἐπηρμένην, ἀλαζόνα. <ἐγκεκοισυρω-
μένην:> τὰ Κοισύρας φρονοῦσαν, κομπαστικήν, φρυάγματος πλήρη, μεγαλόφρονα
κατὰ τὴν Κοισύραν τὴν πρόγονον ταύτης.
48b
σεμνήν] ἐπηρμένην.
48c
ἐγκεκοισυρωμένην p.i.m.]
τὰ Κοισύρας φρονοῦσαν· ἐξ οὗ καὶ
“κοισυροῦταί τις”, ὁ κατὰ τὴν
Κοισύραν καλλωπιζόμενος καὶ κομ-
πάζων· ἤγουν κομπαστικήν.
49a
<ταύτην ὅτ' ἐγάμουν:> ὅτε ἠ⟦γα⟧γόμην εἰς γυναῖκα καὶ τὴν τῆς
γαμηλίας ἡμέραν ἑώρταζον. τοῦτο γάρ ἐστι τὸ γαμεῖν. ὃ δέ φασιν οἱ ἀσελγεῖς
καὶ αἰσχρόστομοι τὴν φύσει σεμνὴν λέξιν εἰς αἰσχρὰν αὐτῶν τῷ νῷ μετα-
τρέψαντες, οὐ γάμος καλεῖται, ἀλλ' ὁμιλία, συνάφεια, μίξις, συνδυασμός,
συγκατάκλισις καὶ ἕτερα μυρία τοιαῦτα ὀνόματα. <συγκατεκλινόμην:>
ἐζευγνύμην, ἐμιγνυόμην.
49b
ἐγάμουν] εἰς γάμον ἠγόμην.
50a
<ὄζων τρυγός:> ἁπλῶς εἰπεῖν πλουτῶν πᾶσι πράγμασι τοῖς ἐξ ἀγρῶν
τῷ βίῳ χρησίμοις. ὁ δὲ τροπικῶς εἶπεν ἠθικωτέρως· ὄζων καὶ ἀποπνέων
ἀγροικικῆς δυσοσμίας· τρυγὸς καὶ οἴνου· τρασιᾶς, ἐρίων καὶ μαλλῶν προβάτων,
ἤτοι προβάτων· περιουσίας, <θησαυροῦ> <θησαυρισμοῦ> πραγμάτων καὶ ἀποθέσεως διὰ
περιττότητα. τοῦτο γὰρ ἡ περιουσία, περιττότης τις καὶ ἀπόθεσις τῶν εἰς
οὐσίαν καὶ ὕπαρξιν χρησίμων. <τρασιὰ> <ταρσιὰ> δέ ἐστι πᾶν ξηραντήριον σταφυλῶν,
σύκων, τυρῶν, κρεῶν, ἰχθύων, πάντων τῶν τοιούτων ἁπλῶς ξηραντήριον.
50b
ὄζων] ἀποπνέων.
50c
τρυγός] οἴνου.
50d
τρασιᾶς] ὀσμῆς.
51a
<ἡ δ' αὖ μύρου, κρόκου:> ἐγὼ μέν, φησίν, ὅτε συγκατεκλινόμην αὐτῇ,
τοιαύτης ὦζον ὀσμῆς, ἡ δὲ γυνὴ ὦζε μύρου, κρόκου καὶ ἀρωμάτων ἑτέρων.
<καταγλωττισμοῦ:> καθ' ἑτέρους εἴδους αἰσχρῶν φιλημάτων, κατὰ δ' ἡμᾶς
σειρηνικῆς περιεπείας καὶ ὁμιλίας λόγων εὐτραπέλων καὶ κωτιλότητος·
αἱμύλα κωτίλλουσα, <τεὴν διφῶσα> <ἐμὴν κενοῦσα> καλιήν.
(52) <δαπάνης:> ἀναλωμάτων, ἐξόδου, καινοτομίας. <λαφυγμοῦ:> καταβρώ-
σεως καὶ ἐκκενώσεως πραγμάτων. <Κωλιάδος, Γενετυλλίδος:> ἀφροδισίων
καὶ συνουσίας· Κωλιὰς γὰρ καὶ Γενετυλλὶς Ἀφροδίτης ἐπίθετα. Γενετυλλὶς
μὲν γὰρ λέγεται ὡς γενέσεως ἔφορος. Κωλιὰς δὲ ὀνομάζεται οὕτως· οἱ μέν
φασιν ἀττικὸν νεανίαν τινὰ κατασχεθέντα λῃσταῖς ἢ τυράννῳ δεθῆναι τῶν
κώλων ἤγουν ἐκ τῶν μηρῶν ἢ τῶν βραχιόνων. τὴν ἀρχιλῃστοῦ δὲ θυγατέρα ἢ
τοῦ τυράννου—τινὲς δὲ τὴν γυναῖκα, οὐ τὴν θυγατέρα φασίν—ἐρασθεῖσαν
λῦσαι τὸν νέον· ὃς Ἀθήναζε ἀφικόμενος χαριστήρια τῇ Ἀφροδίτῃ ναὸν ᾠκο-
δόμησε Κωλιάδος αὐτὸν ὀνομάσας ὡς ῥυσαμένης αὐτὸν δεδεμένον τῶν κώλων.
οἱ δὲ ταύτην τὴν Ἀφροδίτην φασὶ Κωλιάδα καλεῖσθαι, ὅτι ὁ τόπος, ἔνθα
τιμᾶται, ἀνδρὸς κώλοις ἔοικεν. ἕτεροι δέ φασιν· Ἴωνος ἐκεῖ θύοντος κόραξ
καταπτὰς ἀφήρπασε τὴν κωλὴν καὶ ἐν ἐκείνῳ τῷ τόπῳ ἀπέθετο. καὶ οὕτως
ἀπὸ τοῦ τόπου καὶ τοῦ συμβάματος ἡ Ἀφροδίτη ἐκλήθη.
51b
καταγλωττισμάτων] εὐτρα-
πέλων λόγων, ἤγουν γλυκέων.
52a
λαφυγμοῦ] ἐκκενώσεως.
52b
Κωλιάδος] ἀφροδισίας.
52c
Γενετυλλίδος] αἰτία γεννή-
σεως.
53a
<ἀλλ' ἐσπάθα:> οὐ μὴν ἐρῶ καὶ εἴποιμι, ὡς ἀργὸς καὶ ἀργὴ ἦν ἡ γυνή—
<ἀττικὸν δὲ τουτί> <ἀττικῶς>—ἀλλ' ἐσπάθα, λίαν ἐτρύφα τὴν περιουσίαν ἐμοῦ ἐξαντλοῦσα
θοίναισιν ὄλβον ἐκχέουσα τλήμονος.
σπαθᾶν δὲ τὸ λίαν τρυφᾶν εἴρηται ἀπὸ τῶν γυναικῶν τῶν πάνυ σπουδαίων
εἰς τὸ ἐργάζεσθαι, καὶ σπαθᾶν καὶ συντονωτέρως κινεῖν τὰς ὑφαντικὰς σπάθας
εἰς τὸ ἐργάζεσθαι.
53b
ἐρῶ] εἴπω.
53c
ἐσπάθα] κατήσθιεν.
54
<ἐγὼ δ' ἂν αὐτῇ πρόφασιν:> ἐγὼ δὲ αὐτῇ τὸ ἄγροικόν μου τόδε ἱμάτιον
δεικνὺς προφάσει πενίας ἔλεγον· ὦ γύναι, λίαν σπαθᾷς.
55
σπαθᾷς] τρυφᾷς.
57a
<πότην λύχνον:> ἢ τὸ ὄστρακον αὐτὸ καὶ αὐτὸν τὸν λύχνον πότην φησί·
πολλὰ γάρ εἰσιν ὄστρακα ὑπόσομφα καὶ πίνουσι ῥᾳδίως τὸ ἔλαιον· ἢ τὸ ἐλλύχνιον
(59) λέγει· τὰ παχέα γὰρ τῶν ἐλλυχνίων ἀναλίσκει ῥᾳδίως τὸ ἔλαιον. θρυαλλίδες
δὲ οἱ τοῦ πυρὸς σπινθῆρες κυρίως καλοῦνται, <καταχρηστικῶς> <παραχρηστικῶς> δὲ νῦν τὸ
ἐλλύχνιον λέγει. ἔα δὲ τοὺς σχολιγράφους λέγειν “κυρίως θρυαλλίδας τὰ
ἐλλύχνια, ὅτι ἀπὸ τοῦ θρύου ἦν πάλαι τὰ ἐλλύχνια”.
57b
τὸν πότην] τὸν καταναλί-
σκοντα τὸ ἔλαιον συντόμως ἤγουν
τὸν σομφώδη.
59
θρυαλλίδων] ἀπό.
60a
<μετὰ ταῦθ' ὅπως:> μετὰ τὰ πρὸς τὸν δοῦλον λεχθέντα πάλιν τῆς
διηγήσεως ἅπτεται καί φησιν· ὡς δ' ἡμῖν ἐγεννήθη υἱός, ἐμοί τε καὶ τῇ ἀγαθῇ
γυναικί, εἰρωνικῶς, ἐλοιδορούμεθα καὶ ἀπεμαχόμεθα, ποίαν κλῆσιν θείημεν
(63) τούτῳ. ἡ μὲν γὰρ ἵππον προσετίθει, σύνθετον ὄνομα ἐξ ἵππου συντεθειμένον
ἐβούλετο θεῖναι κλῆσιν τῷ υἱῷ, Ξάνθιππον ἢ Χάριππον. ὁ Ξάνθιππος πατὴρ
ἦν ἐκείνου τοῦ Περικλέους, ὃς ἦν τοῦ Ἀλκμαιονιδῶν γένους, ἐφ' οἷς τὸ γύναιον
ἐσεμνύνετο καὶ μᾶλλον ἐπὶ Μεγακλεῖ υἱῷ τελοῦντι Ἀλκμαίονος, ὃν Κροῖσος
ὑπερεπλούτισεν. ὃς Μεγακλῆς ἱπποτροφῶν τρισσάκις Ὀλύμπια ταῖς αὐταῖς
ἵπποις ἐνίκησε καὶ τεθνηκυίας ταφῆς κατηξίωσεν. ἀλλὰ τὰ τῆς τῶν ἵππων
ταφῆς ὕστερα. ὁ αὐτὸς Μεγακλῆς καὶ ὑπὸ Πεισιστράτου ἐξοστρακισθεὶς πάλιν
ὑπ' αὐτοῦ ἀνεκλήθη, ὅτι νενικηκὼς ἅρματι τεθρίππῳ ἐν Ὀλυμπίᾳ οὐχ ἑαυτῷ
τῆς νίκης τὸ κήρυγμα, ἀλλὰ τῷ Πεισιστράτῳ ἀνέθετο.
60b
ὅπως] ἡνίκα· ἢ ἀντὶ τοῦ
“ὡς”.
61
ἀγαθῇ] εἰρωνεία.
62a
ταῦτ'] οὕτως.
62b
ἐλοιδορούμεθα] ἐφιλονεικοῦ-
μεν.
65
<τοῦ πάππου:> ἀντὶ τοῦ “ἐκ τοῦ πάππου” ἤγουν τοῦ ἐμοῦ πατρὸς
Φείδωνος κλῆσιν ἐτιθέμην τῷ υἱῷ Φειδωνίδην.
66a
<τέως μὲν οὖν:> μέχρι μὲν οὖν χρόνου τινὸς ἐκρινόμεθα καὶ διεμαχόμεθα
καὶ ἠμφισβητοῦμεν περὶ τῆς κλήσεως. εἶτα κοινῇ καὶ κοινῶς συνέβημεν καὶ
ὡμογνωμονήσαμεν καὶ Φειδιππίδην ἐθέμεθα.
66b
ἐκρινόμεθ'] ἐμαχόμεθα.
67
ξυνέβημεν] ὡμογνωμονήσα-
μεν.
68a
<ἐκορίζετο:> ὡς κορίδιον ἤτοι κόριον, μικρὸν βρεφύλλιον ὁτὲ μὲν ταῖς
ἀγκάλαις περιφέρουσα, ὁτὲ δὲ ταῖς χερσὶ μικρὸν ἀναπάλλουσα, ἔλεγε δῆθεν
(69) εἰς εὐμοιρίαν τινὰ συμβησόμενα τῷ παιδί· ὅταν σὺ μέγας ὢν ἤτοι ἀνὴρ
γενόμενος, ἢ μᾶλλον εὔμοιρός τις καὶ περίβλεπτος ἐφ' ἅρματος ὀλυμπιονίκης
(70) ἢ θριαμβονίκης ἐλαύνων πρὸς πόλιν καὶ τὴν ἀκρόπολιν, ξύστιδα καὶ
πορφυροῦν ἐνδεδυμένος ἱμάτιον, ἢ ξυστίδα ὡς πορφυρίδα ὑποκοριστικῶς.
68b
ἢ λαμβάνους' ἐκορίζετο.
68c
λαβοῦς'] ἡ γυνή.
68d
ἐκορίζετο] ἐκολάκευε.
69
ὅταν] ποτέ.
70
ξυστίδ' ἔχων] πορφυροῦν ἱμά-
τιον φορῶν.
70, col. 2
ξυστίδ'] πορφυρίδα.
71a
<τὰς αἶγας ἐκ τοῦ φελλέως:> Φελλεύς τις καλούμενος τόπος ἐν ταῖς
Ἀθήναις ὑπῆρχεν. ἀλλὰ καὶ περὶ τὸν Διόνυσον ἦν τις ἑορτὴ Φελλὸς καλουμένη,
ἥτις ἀρχομένων τῶν Διονυσίων ἐγίνετο. <ἄλλως:> Φελλεὺς τόπος ἐστὶν ἐν τῇ
Ἀττικῇ κισσηρώδης, τραχὺς καὶ λιθώδης, ὅθεν καὶ Φελλεὺς ἐπεκλήθη·
Δωριεῖς γὰρ φελλεάτας καλοῦσι τοὺς τραχυτάτους τόπους. καὶ αἱ αἶγες δὲ
τοὺς παρακρήμνους τόπους διώκουσιν.
71b
ὅταν] ποτέ.
71c
τοῦ φελλέως] ὄνομα τόπου.
71d
ἐκ τοῦ φελλέως] ἐξάγῃς.
72a
<διφθέραν ἐνημμένος:> οὐχ ὑφαντὸν ἐνδεδυμένος ἱμάτιον, προβάτου
δὲ δέρμα, ποιμενικὸν ἄμφιον.
72b
ἐνημμένος] ἐνδεδυμένος.
74a
<ἵππερόν:> ἀλλὰ κατέχεέ μου, φησί, τῶν χρημάτων ὥσπερ νόσον τινὰ
ἴκτερον τὸν ἵππερον, καὶ τὴν ἐπιθυμίαν τὴν ἱππικήν, νόσον ὀδυνηράν τινα
καὶ δαπανηρὰν καὶ τὰ χρήματά μου ἐξαναλοῦν δυναμένην.
74b
ἵππερόν] ἵππουρον.
74c
ἵππερόν] ἱππικὸν ἔρωτα καὶ
ἱππικὴν νόσον· παρ' ὑπόνοιαν οἱονεὶ
ἴκτερον.
75a
<νῦν οὖν ὅλην τὴν νύκτα:> νῦν οὖν, φησίν, ὅλην τὴν νύκτα ἐπαγρυπνῶν
τε καὶ βουλευόμενος βουλὴν ἀμυδρὰν καὶ παραίνεσιν μίαν σωτήριον εὕρηκα
ἐμοί τε καὶ τοῖς ἐμοῖς χρήμασιν, ἥτις ἐστὶ τὸ Φειδιππίδην πεῖσαι παρὰ Σωκράτει
φοιτᾶν, ὅπερ εἰ γένοιτο, σῴζομαι. οὗτός ἐστιν ὁ νοῦς τοῦ παρόντος χωρίου, ὁ
(76) δὲ ῥητορικῶς εἶπε τροπικωτέρως ὡς ἐπὶ ὁδοῦ· <“ἀτραπόν”> καὶ πάνυ
στενώτατον μονοπάτιον.
75b
ὁδοῦ] μεθόδου.
76a
ἀτραπὸς ἀπὸ τοῦ α στερη-
τικοῦ καὶ τοῦ τρέπω, τὸ λεγόμενον
μονοπάτιον.
76b
ἀταρπὸν] πρόφασιν, βουλήν.
76c
ὑπερφυᾶ] συνετήν.
77a
ἣν] εἰς.
77b
ἀναπείσω] μετελθεῖν.
77c
τουτονί] τὸν παῖδα.
77d
τουτονί] ἐλθεῖν.
78
<ἀλλ' ἐξεγεῖραι:> ὅλην τὴν νύκτα φροντίζων ὁ Στρεψιάδης καὶ βου-
λευόμενος, πῶς τὸν υἱὸν ἀποπαύσει τῆς ἱππικῆς καὶ ἑαυτῷ σωτήριος γένοιτο,
(79) ἐφεῦρε μόλις τὸ πεῖσαι τοῦτον παρὰ Σωκράτει φοιτᾶν. νῦν οὖν σκοπεῖ
καὶ τοῦτο μετὰ τῶν ἄλλων, ὅπως ἂν αὐτὸν ἀλύπως ἐξεγείρῃ κοιμώμενον καὶ
τὴν συμβουλήν τε καὶ παραίνεσιν εἴπῃ, ἵνα μὴ ἀηδῶς ὁ νέος τὰ περὶ τῆς εἰς
(80) τὸν Σωκράτην ἀφίξεως δέξηται, καὶ ὑποκορίζων αὐτὸν καλεῖ φιλικῶς
τε καὶ κολακικώτερον· Φειδιππίδη, Φειδιππίδιον. ὁ δέ· τί, ὦ πάτερ; φησίν.
(81) καὶ ὁ Στρεψιάδης· φίλησόν με τοῖς χείλεσι καὶ δός μοι τὴν χεῖρα τὴν
δεξιὰν εἰς πίστωσιν δῆθεν, ὡς ποιήσειας, ἅ σοι ἐρῶ, καὶ οὐκ ἀτελῆ ταῦτα
ἐάσειας.
81a
κῦσόν] φίλησον.
81b
τὴν ... δεξιάν] εἰς πίστωσιν
δῆθεν ἅ σοι ἐρῶ.
82a
<ἰδοὺ τί ἐστιν:> ἃ ὁ πατὴρ ἐνετείλατο ποιήσας ὁ Φειδιππίδης φησίν·
ἰδού, ἅ μοι ἐκέλευσας πεποιηκέναι, πεποίηκα. τί ἐστι τοῦ λοιποῦ καὶ εἰς τίνα
σκοπὸν ταυτὶ ἀποβλέπει;
τὸ δὲ <“ἰδοὺ τί ἐστιν”> παρεπιγραφὴ καλεῖται τὸ σχῆμα. ἃ γὰρ ἀνωτέρω
οὐκ ἔγραψεν ὅτι πεποίηκεν ὁ νεανίας, τὸ φιλῆσαι δηλονότι τὸν πατέρα καὶ
δοῦναι τούτῳ τὴν δεξιάν, ἐν τῷ εἰπεῖν νῦν· ἰδοὺ τί ἐστιν, παρεπιγράφει καὶ
τῇ γραφῇ τῇδε δείκνυσιν, ὅτι πεποίηκεν.
“ἰδού” δὲ εἰς τὸ “δού” ὀξεῖα ἢ βαρεῖα πρὸς τὴν συνέπειαν, οὐ μὴν δὲ περι-
σπωμένη, ὅτι πᾶσα δίφθογγος τελικὴ εἰς υ λήγουσα καὶ ἐφ' ἑαυτῆς ἔχουσα
τὸν τόνον περισπᾶται πλὴν τοῦ “ἰού” ἀντὶ τοῦ “φεῦ”, “ἰδού” ἀντὶ τοῦ “ἄρτι”
καὶ “οὔ” ἀπαγορευτικόν.
82b
ἰδοὺ] παρεπιγραφή.
83
<νὴ τὸν Ποσειδῶ τὸν ἵππιον:> ἱππικῆς ἔφορον λέγουσι τὸν Ποσειδῶνα,
(84) καὶ ὁ Φειδιππίδης ὡς ἱππικὸς αὐτὸν ὄμνυσιν. ὁ Στρεψιάδης δὲ καὶ ἵππου
ἀκούειν ὄνομα βδελυττόμενος, ἀνθ' ὧν ἱππεύοντι τούτῳ πολλὰ τῆς ἱππικῆς
ἐξωνούμενος τὸν βίον καὶ τὴν περιουσίαν ἀνήλωσε· μή μοι, φησί, τὸν ἱππικὸν
(86—88) ὄμνυ θεὸν, ἀλλ' εἰ ἐγκαρδίως ἐμὲ φιλεῖς, πιθοῦ μοι καὶ ἔκστρεψον
τοὺς σαυτοῦ τρόπους ἤτοι πάρες τὸ φιλεῖν ἱππικήν. δείκνυσι δ' ἐκ τοῦ περιφαινο-
μένου τῆς οἰκίας καὶ μετεώρου καὶ τὸ σωκρατικὸν οἰκίδιον, καὶ δεῖται αὐτοῦ
ἐκεῖσε παρὰ τοῖς φιλοσόφοις ἀπέρχεσθαι καὶ μαθεῖν τὸν ἥττονα λόγον.
84a
ἵππιον p.i.m.] τὸν τῆς ἱπ-
πικῆς ἔφορον. ἵππειος δὲ δρόμος, ὁ
ἱππικός, δίφθογγος.
85
αἴτιός] ἐγένετο.
88
ἔκτρεψον (sic)] μετάβαλε.
89a
<ἃν ἐγὼ:> δασυντέον τὸ <“ἅν”·> “ἅτινα” γὰρ <“ἅν”> ἐστιν.
89b
παραινέσω] σε.
91
<δεῦρο νῦν ἀπόβλεπε:> τὸ “δεῦρο” παρ' Ὁμήρῳ καὶ πᾶσι τοῖς παλαιοῖς
ἀντὶ τοῦ “ἐνταῦθα” λαμβάνεται·
δεῦρο πάροιθ' ἐλθοῦσα, φίλον τέκος, ἵζευ ἐμεῖο,
ὡς καὶ ὁ κωμικὸς οὗτος αὐτὸ ἐνταυθοῖ δέχεται. οἱ δὲ νεώτεροι ἀντὶ τοῦ
“ἐλθέ” τοῦτο δέχονται·
δεῦρό μοι ἐς φιλότητα· τί δὴ ῥοθίων ἀλεγίζεις;
92
<ὁρᾷς τὸ θυρίδιον:> τὸ θυρίδιον, ὁ Τζέτζης φησί, γράψον καὶ τὸ οἰκίδιον,
ἀλλὰ μὴ τᾠκίδιον. ἰαμβικὸς γάρ, φησίν, ὁ στίχος ἐστὶν οὕτω μετρούμενος·
ὁρᾷς/ τὸ θυρί/διον τοῦ/, συνίζησις, τὸ καὶ/ τὸ οἰ/κίδιον/, χορεῖος. εἰ δ' οὐχ
οὕτω μετρήσεις ἢ τᾠκίδιον γράψεις, ἄμετρον ποιεῖς τὸν στίχον.
93
τί οὖν, φησὶ Φειδιππίδης, ἐτεὸν καὶ ἀληθῶς, τοῦτ' ἔστιν, ὦ πάτερ; καὶ
(94) ὁ Στρεψιάδης· ψυχῶν σοφῶν, λέγει, φροντιστήριον. μάτην <ληροῦσιν> <μακρηγοροῦσιν>
ἐνταῦθα οἱ σχολιογράφοι. τοῦτο, φησίν, ἐστὶ φροντιστήριον καὶ τόπος, ᾧ
καθήμενοι οἱ σοφοὶ φροντίζουσι περὶ ψυχῶν ἤτοι φιλοσοφοῦσιν. φιλοσοφία γάρ
ἐστι μελέτη θανάτου, γνῶσις τῶν ὄντων καὶ τὰ λοιπά.
96a
πνιγεὺς ἡ τῶν ἀνθράκων ἐστὶ κάμινος. διασύρων δὲ τὴν τῶν λεγόντων
δόξαν, ὅτι πῦρ μὲν εἰς ἅπαν διελήλυθεν, ὧν ὕστερος ὢν καὶ ὁ Πλάτων ταὐτά
(97) φησι, τούτοις παρηκολουθηκὼς παίζων φησὶ καὶ χλευάζων· <“ἡμεῖς δὲ
ἄνθρακες”.> εἰ γὰρ κυκλοτερῶς κατ' ἐκείνους τὸν πάντα κόσμον πῦρ περισφίγ-
γει, ἡμεῖς δ' ἐν μέσῳ τῷ περιπύρῳ κόσμῳ διάγομεν, ἄρα ἐσμὲν ἄνθρακες.
96b
ἀναπείθουσιν] δεικνύουσιν.
96c
πνιγεύς] κάμινος τῶν ἀν-
θράκων.
97
περὶ] τὴν κύκλῳ σχέσιν δηλοῖ
ἡ περί.
98a
<ἀργύριον ἤν τις διδῷ:> κακοηθείᾳ καὶ τρόπῳ διαβόλῳ κατὰ Σωκρά-
τους Ἀριστοφάνης ταῦτά φησιν. οὐδεὶς γὰρ τῶν παλαιῶν οὔτ' ἔγραφεν οὔτ'
ἐπαίδευε πρὸς ἀργύριον, πρῶτος δὲ Σιμωνίδης ἤρξατο μισθοῦ γράφειν καὶ
Θεόδωρος ὁ καλούμενος ἄθεος ἀργυρίῳ παιδεύειν. Σωκράτης δὲ καὶ Ἱπποκράτης
καὶ μετὰ τὸ μισθοῦ ἑτέρους γενέσθαι συγγραφομένους τε καὶ παιδεύοντας
αὐτοὶ ἐλάμβανον οὐδὲν τούτων ἕνεκα, ἀλλ' ὁ μὲν Σωκράτης δύο πίθους εἶχεν
ἐν τῇ οἰκίᾳ, τὸν μὲν σίτου, οἴνου δὲ ἅτερον. ἐπικένου δέ τινος αὐτῶν γεγονότος
τοῖς μαθηταῖς ἐκέλευε τοῦτον ἀναπληροῦν φάσκων· “ἀργύριον τηρεῖν οὐκ
ἄγω σχολήν”. Ἱπποκράτης δὲ Ἀβδηρίταις μετακαλούμενος ἀργυρίου δέκα
ταλάντοις θεραπεῦσαι δῆθεν Δημόκριτον· “ἐλεύσομαι”, εἶπεν, “ἀργύριον δὲ
ἐμοὶ ἐρχομένῳ οὔτ' ἂν φύσις οὔτε θεὸς πόροι, ὥστε μηδ' ὑμεῖς. ἐᾶτε δὲ ἐλευθέρης
τέχνης ἐλεύθερα τὰ μαθήματα· οἱ δὲ μισθαρνέοντες δουλοῦσι τὰς ἐπιστήμας”.
98b
διδῷ] αὐτοῖς.
99a
διασύρει τὸν Σωκράτην.
99b
νικᾶν] ἐκεῖνον.
100, col. 2
ἐκκλίνει εἰπεῖν· φιλόσοφοι.
101, col. 2
μεριμνοφροντισταὶ] πολυ-
πραγμονοζητηταί.
102a
<αἰβοῖ:> σχετλιαστικὸν ἐπίρρημα. σχετλιάζει δὲ ὁ Φειδιππίδης ἀκηκοὼς
παρὰ τοῦ πατρός, ὅτι δεῖ τὸν ἱππικώτατον καὶ τρυφερὸν καὶ αὐτῷ ἐράσμιον
βίον μεταμεῖψαι εἰς βίον φιλόσοφον, ἄθλιον, ἐνδεῆ, ῥυπαρόν, σκληρὸν καὶ
ἐπίπονον.
102b
<πόνηροι:> ἐπίπονοι, ἄθλιοι, ταλαίπωροι· πονηροὶ δὲ δόλιοι.
102c
ἀλαζὼν λέγεται ὁ ἄλῃ καὶ πλάνῃ ζῶν καὶ βίῳ ἀστάτῳ, ὡς οἱ φιλόσοφοι
περὶ ἡλίου, σελήνης, ἀστέρων τε τῶν λοιπῶν καὶ πάντων ἁπλῶς ψυχρομύ-
θους λόγους πλατύνοντες ἐναντίους καὶ μαχομένους ἀλλήλοις καὶ αὐτοὺς
ἑαυτοῖς, μεγέθη τε τούτων καὶ ἀπὸ γῆς ἀποστάσεις καὶ οὐσίας καὶ φύσεις καὶ
θέσεις καὶ σχήματα καὶ ἄλλα μυρία λαλοῦντες.
102d
αἰβοῖ] φεῦ· σχετλιαστικὸν
ἐπίρρημα.
102e
πόνηροί] ἄθλιοι.
102f
ἀλαζόνας] τοὺς ἐν ἄλῃ καὶ
πλάνῃ ζῶντας.
104a
<Σωκράτης καὶ Χαιρεφῶν:> Σωκράτης ὁ Ἀθηναῖος φιλόσοφος
Σωφρονίσκου λιθοξόου ὑπῆρχεν υἱός, τῶν δήμων Ἀλωπεκήσιος, καὶ αὐτὸς
πρὶν λιθοξόος καὶ ἑρμογλύφος ἔργα μαρμάρου πεποιηκὼς εἰκόνας Χαρίτων,
ὕστερον δὲ φιλοσοφίας φροντίσας πολλοὺς ἔσχεν ὁμιλητάς, ὧν πρῶτος ἦν
Χαιρεφῶν, ὃς νυκτερὶς ἐκαλεῖτο καὶ πύξινος διὰ τὸ μέλας εἶναι καὶ ἰσχνόφωνος
καὶ ὠχρός.
104b
ὧν] ἔξαρχός ἐστιν.
105a
νήπιον τὸ βρέφος, παρὰ τὸ “νοῦν ἥπιον ἔχειν”. νήπιος δὲ ὁ μωρός,
παρὰ τὸ “νοῦ ἄπο πεφυκέναι”.
105b
ἢ ἢ] φεῦ.
105c
νήπιον] μωρόν.
106a
<ἀλλ' εἴ τι κήδει:> εἰ τῶν πατρῴων ἀλφίτων καὶ τῆς περιουσίας καὶ
τῶν χρημάτων κήδει καὶ φροντίζεις καὶ φείδῃ, ἀποσχασάμενος καὶ ἀποδραμὼν
τῆς ἱππικῆς τούτων γενοῦ μοι ἤτοι πρόσσχες ὁλοσχερῶς τούτοις καὶ φιλοσοφίαν
διδάχθητι καὶ μᾶλλον τὸν ἥττονα λόγον αὐτόν. καὶ μὴν οὐδὲ ὁ ἥττων λόγος
Σωκράτους, <εὕρεμα> <εὕρημα> δ' ἦν Πρωταγόρου καὶ δίδαγμα.
106b
τῶν ... ἀλφίτων] τῆς πα-
τρικῆς περιουσίας.
107a
τούτων] ἀπό.
107b
τούτων] τῶν φιλοσόφων.
107c
γενοῦ μοι] εἷς, μαθητής.
107d
σχασάμενος p.i.m.] ῥίψας,
παύσας· ἀπὸ μεταφορᾶς τῶν κωπη-
λατῶν τῶν κρατούντων τὴν κώπην
ἀργὴν κατὰ τὸ κωπηλατῆσαι.
108
<οὐκ ἂν μὰ τὸν Διόνυσον:> δυσχεράναντος Στρεψιάδου, ἀνθ' οὗ
Φειδιππίδης πρὶν Ποσειδῶ ἵππιον ὤμοσε, νῦν ὀμνύει Διόνυσον, καὶ ὅτι χαρμο-
νῶν καὶ τρυφῶν ὁ Διόνυσος αἴτιος καὶ ἱππεῖς δὲ καὶ διφρεύοντες καὶ μυρίοι
ἑτέρων τινῶν ἐπιτηδευμάτων τοιούτων ἠγωνίζοντο καιρῷ τῶν Διονυσίων,
ὥσπερ οἱ τραγικοὶ ποιηταὶ καὶ κωμικοὶ καὶ ἕτεροι. τὰ δὲ Διονύσια ἐτελεῖτο
παυομένου χειμῶνος, ἀρχομένου δὲ ἔαρος.
109a
<φασιανούς, οὓς τρέφει Λεωγόρας:> Λεωγόρας Ἀθηναῖος
ἀνὴρ ἦν τρυφερός, ἱππικός τε καὶ ὀρνεοτροφῶν, καὶ πατὴρ Ἀνδοκίδου τοῦ
ῥήτορος, ὡς τοῖς σχολιογράφοις τέως δοκεῖ. ἐμοὶ δὲ ἕτερός τις δοκεῖ πλούσιος
καὶ ἱπποτρόφος φασιανοὺς καὶ κολχικοὺς ἵππους καλλίστους ἐκτρέφων. Φασιανοὶ
δὲ οἱ Κόλχοι ἀπὸ τοῦ τὸν ποταμὸν Φάσιν περιρρέειν τὴν Κολχικήν.
109b
φασιανοὶ δὲ λέγονται τὰ
ζῷα, διότι ἐν τῷ Φάσιδι ποταμῷ
εὑρέθησαν πρῶτον. ὁμοίως καὶ ὄρ-
τυγες, διότι εὑρέθησαν ἐν τῇ Ὀρτυ-
γίᾳ νήσῳ.
109c
διασύρει τὸν Λεωγόραν,
διότι ἦν ὀκνηρὸς ἐλθεῖν εἰς τὸν
πόλεμον, ἔτρεφε δὲ μόνον ἵππους.
109d
τοὺς φασιανούς] τοὺς ἵππους
τοὺς κολχικούς.
110
<ἴθ' ἀντιβολῶ:>
σαφῆ τὰ πάντα· τίς κενῶν χρεία λόγων;
ἴθι δέομαί σου, καὶ διδάσκου παρὰ Σωκράτους τὸν ἥττονα λόγον, ὃς ἥττων
λόγος καὶ ἀδικώτερα λέγων νικᾷ. τοῦτον οὖν εἰ μάθῃς τὸν ἥττονα λόγον,
ἀντιλέγων τοῖς δανεισταῖς καὶ ἀντιδικῶν ἀφαρπάσῃ ἄν με τοῦ βάρους τοῦ τῶν
χρεῶν, ἅπερ διὰ σὲ παρ' αὐτῶν ἐδανεισάμην. ἀντιδικοῦντος γὰρ σοῦ καὶ
ἡττῶντος αὐτοὺς διὰ τοῦ ἥττονος λόγου, οὐδενὶ αὐτῶν οὐδ' ἄχρις ὀβολοῦ
ἀποδοίην. ψεύδεται δὲ κἀνταῦθα ὁ κωμικὸς καὶ τοῦτο διαβολῇ τοῦ Σωκράτους
εἰπών. ὡς γὰρ ἔφην καὶ προλαβών, ὁ ἥττων λόγος οὐχὶ Σωκράτους ἐστίν,
ἀλλ' <εὕρεμά> <εὕρημά> τε καὶ δίδαγμα Πρωταγόρου τοῦ Ἀβδηρίτου.
111
σοι] ἕνεκα, λόγῳ σου.
112
τὼ…
113a
…
The complete text is available when the reading interface loads.