Commentarium in ranas
- Edition reference
- Commentarium in ranas (scholia recentiora Tzetzae), ed. W. J. W. Koster, Jo. Tzetzae commentarii in Aristophanem [Scholia in Aristophanem 4.3. Groningen: Bouma, 1962]: 691–918, 920–929, 931, 939–947, 950–951, 955–957, 961–978, 980, 983–985, 987–1000, 1002–1012, 1014–1015, 1018– 1041, 1043–1051, 1053–1066, 1068–1069, 1071–1074, 1080–1081, 1083–1086, 1088– 1104, 1106–1107, 1109–1118, 1120.
- CTS identifier
urn:cts:greekLit:tlg5014.tlg018.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
arg ran 3
t
{ΒΑΤΡΑΧΩΝ ΥΠΟΘΕΣΙΣ}
1
Διόνυσός ἐστι μετὰ θεράποντος
Ξανθίου κατ' Εὐριπίδου πόθον εἰς
Ἅιδου κατιών· ἔχει δὲ λεοντὴν καὶ
ῥόπαλον πρὸς τὸ τοῖς ἐντυγχάνουσιν
ἔκπληξιν παρέχειν. ἐλθὼν δ' εἰς τὸν
Ἡρακλέα πρότερον, ἵνα ἐξετάσῃ τὰ
κατὰ τὰς ὁδούς, δι' ὧν καὶ αὐτὸς ἐπὶ
τὸν Κέρβερον ᾤχετο, καὶ ὀλίγα περὶ
τῶν τραγικῶν διαλεχθεὶς ὁρμᾷ πρὸς
τὸ προκείμενον. ἐπεὶ δὲ πρὸς τῇ
Ἀχερουσίᾳ λίμνῃ γίνεται, ὁ μὲν
Ξανθίας διὰ τὸ μὴ συννεναυμαχηκέ-
ναι τὴν περὶ Ἀργινούσας ὑπὸ τοῦ
Χάρωνος οὐκ ἀναληφθεὶς πεζῇ τὴν
κύκλῳ πορεύεται· ὁ δὲ Διόνυσος δύο
ὀβολῶν περαιοῦται προσπαίζων ἅμα
τοῖς κατὰ τὸν πόρον ᾄδουσι βατρά-
χοις καὶ γελωτοποιῶν. μετὰ ταῦτα
ἐν Ἅιδου τῶν πραγμάτων ἤδη
χειριζομένων οἵ τε μύσται χορεύον-
τες ἐν τῷ προφανεῖ καὶ τὸν Ἴακχον
ᾄδοντες ἐν χοροῦ σχήματι καθορῶν-
ται ὅ τε Διόνυσος μετὰ τοῦ θεράπον-
τος εἰς ταὐτὸν ἔρχεται τούτοις. τῶν
δὲ προηδικημένων ὑπὸ Ἡρακλέους
προσπλεκομένων τῷ Διονύσῳ διὰ
τὴν ἐκ τῆς σκευῆς ἄγνοιαν, μέχρι
μὲν οὖν τινος οὐκ ἀγελοίως χειμάζον-
ται, εἶτα μέντοι γε ὡς τὸν Πλούτωνα
καὶ τὴν Περσεφόνην παραχθέντες
ἀλεωρῆς τυγχάνουσιν. ἐν δὲ τούτῳ ὁ
μὲν τῶν μυστῶν χορὸς περὶ τοῦ τὴν
πολιτείαν ἐξισῶσαι καὶ τοὺς ἀτίμους
ἐντίμους ποιῆσαι χἀτέρων τινῶν πρὸς
τὴν τῶν Ἀθηναίων πόλιν διαλέγεται.
τὰ δὲ λοιπὰ τοῦ δράματος μονόκωλα,
ἄλλως δὲ τερπνὴν καὶ φιλόλογον
λαμβάνει σύστασιν. παρεισάγεται
γὰρ Εὐριπίδης Αἰσχύλῳ περὶ τῆς
τραγικῆς διαφερόμενος, τὸ μὲν ἔμ-
προσθεν Αἰσχύλου παρὰ τῷ Ἅιδῃ
βραβεῖον ἔχοντος καὶ τὸν τραγῳδικὸν
θρόνον, τότε δὲ Εὐριπίδου τῆς τιμῆς
ἀντιποιησαμένου. συστήσαντος δὲ
τοῦ Πλούτωνος αὐτοῖς τὸν Διόνυσον
διακούειν, ἑκάτερος αὐτῶν λόγους
πολλοὺς καὶ ποικίλους ποιεῖται, καὶ
τέλος πάντα ἔλεγχον καὶ πᾶσαν
βάσανον οὐκ ἀπιθάνως ἑκατέρου κατὰ
τῆς θατέρου ποιήσεως προσάγοντος,
κρίνας παρὰ προσδοκίαν ὁ Διόνυσος
τὸν Αἰσχύλον νικᾶν, ἔχων αὐτὸν ὡς
τοὺς ζῶντας ἀνέρχεται. τὸ δὲ δρᾶμα
τῶν εὖ πάνυ καὶ φιλολόγως πεποιη-
μένων.
ἐδιδάχθη ἐπὶ Καλλίου τοῦ μετὰ
Ἀντιγένη διὰ Φιλωνίδου εἰς Ληναῖα.
πρῶτος ἦν· 〈δεύτερος〉 Φρύνιχος
Μούσαις· Πλάτων τρίτος Κλεοφῶντι.
οὕτω δὲ ἐθαυμάσθη τὸ δρᾶμα διὰ
τὴν ἐν αὐτῷ παράβασιν, ὥστε καὶ
ἀνεδιδάχθη, ὡς ἔφη Δικαίαρχος.
ind per ran
t
{ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ}
1
Ξανθίας· πανδοκεύτριαι δύο· Διό-
νυσος· ἑτέρα Πλαθάνη· Ἡρακλῆς·
Αἰσχύλος· νεκρός· Εὐριπίδης· Χά-
ρων· μυστῶν χορός· Αἰακός· χορὸς
βατράχων παραχορήγημα· θεράπαινα
Περσεφόνης.
sch ran
1a
<εἴπω τι τῶν εἰωθότων:> ὁ Διόνυσος μέλλων ἀφικέσθαι πρὸς τὴν
Ἡρακλέους οἰκίαν, ἵν' ἐξ αὐτοῦ τὰ πρὸς τὴν Ἅιδου κάθοδον πάντα γνοίη
σαφῶς, ἕνεκα τοῦ γελοίου τῷ ποιητῇ πλάττεται αὐτὸς μὲν αὐτοποδίᾳ βαδίζων,
οἰκέτην δὲ μεθ' ἑαυτοῦ ἔχων Ξανθίαν, συμπορευόμενον ὄνῳ μὲν ἔποχον,
ἑαυτοῦ δὲ τοῖς ὤμοις στρώματα καὶ ἀνάφορον ἔχοντα καὶ δυσφοροῦντα τῷ
βάρει· ὃς τὸ λεγόμενον τῷ βάρει τοῦ φόρτου τὸν τῆς γαστρὸς φόρτον κινδυνεύων
ἐκκρίνειν βούλεται μὲν ἀριδήλως καὶ προφανῶς τῷ Διονύσῳ τοῦτο εἰπεῖν,
ἐκκλίνων δὲ ὡς φορτικὸν συμφανῶς τοῦτο εἰπεῖν, περιπλοκῆς δὲ σχήματι
οὕτω φησίν· εἴπω τι τῶν ἐν τῇ κοινῇ συνηθείᾳ λεγομένων, ὦ δέσποτα, ἤ· τῶν
εἰωθότων λέγεσθαί τε καὶ πράττεσθαι τοῖς ὑποκριταῖς τῶν νῦν κωμικῶν,
(2) <“ἐφ' οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι”> ἤτοι οἱ θεαταί; εὐθύς, ὅ φασιν,
ἐκ πρώτης βαλβίδος τοὺς κωμικοὺς ποιητὰς διαβάλλει, Φρύνιχον, Λύκιν καὶ
Ἀμειψίαν, ὡς στρώματα φέροντας ἐν ταῖς κωμῳδίαις καὶ τοῖς δι' αὐτὰ πιεσμοῖς
φορτικὰ γελοιώδη λαλοῦντας, κινεῖν δὲ δυνάμενα πρὸς γέλωτα τοὺς ἀκροω-
μένους καὶ θεατάς. <ἀπορία:> ἐρεῖ δέ τις ἴσως· πῶς αὐτὸς ταῦτα ποιεῖ τοὺς
ἄλλους αἰτιώμενος; διὰ ταῦτα, ὅτι αὐτὸς σχήματι μόνῳ ταῦτα ποιεῖ καὶ τὰ
φορτικὰ τεθεραπευμένως καὶ μετριωτέρως φησίν, ἐκεῖνοι δὲ φορτηφοροῦσί τε
βαρέως καὶ τὰ φορτικὰ φορτικῶς, καὶ πολλάκις ὡς γελῷεν οἱ ὀχλωδέστεροι
φθέγγονται. ταῦτα μὲν οὕτως· ἐμοὶ δὲ τὸ μὲν δρᾶμα τοῦ Πλούτου καὶ αἱ
Νεφέλαι καὶ ὅλα καὶ κατὰ μέρος ἐννοίαις καὶ εἰσβολαῖς καὶ ἐπιχειρήμασι καὶ
ὅσοις ἄλλοις κωμῳδία συντίθεται, πάνυ δοκοῦσιν ἔχειν ἀρίστως, τὸ τῶν
Νεφελῶν δὲ καὶ δαιμόνιον καὶ ἀμίμητον οἷον. τὸ νῦν δὲ τῶν Βατράχων οὔτε
τῆς ἐννοίας, πλὴν μόνης τῆς περὶ τῶν πολιτῶν ἰσώσεως, αἰνῶ καὶ τὰς εἰσβολὰς
καὶ πάντα οὐχὶ προσίεμαι, ἀγοραίας δὲ θυμέλης πάντα μακρηγορούσης δοκῶ,
κινούσης βάναυσον γέλωτα, οὐ μὴν σοφῆς καὶ γονίμου κωμῳδίας κυήματα.
1b
τῶν εἰωθότων] τῶν κατὰ
συνήθειαν λεγομένων.
2
οἱ θεώμενοι] οἱ θεαταί· ἀττι-
κὸν τὸ λαμβάνειν τὰς μετοχὰς ἀντὶ
ὀνομάτων.
3a
<νὴ τὸν Δί' ὅτι βούλει:> λέγει τῷ Ξανθίᾳ Διόνυσος· λέγει, πλὴν τοῦτο
μὴ εἴπῃς, ὅτι <“πιέζομαι”·> τοῦτο δὲ τὸ “πιέζομαι” φύλαξαι καὶ πρόσ(σ)χες μὴ
λέγειν συνεχῶς—τὸ <“πάνυ”> γὰρ καὶ “πολύ” καὶ “συνεχές” ἐστίν—, ἢ ἔσται
ἤδη χολὴ ἤτοι κινεῖ χολήν. ἤ· πάνυ γὰρ χολὴ καὶ ὀργή ἐστιν ἐμοὶ τὸ λέγειν
σέ, ὅτι “πιέζομαι”.
3b
πλὴν] τοῦ.
4a
φύλαξαι] τὸ μὴ εἰπεῖν, ὅτι.
4b
γὰρ ... χολή] ἐν σοί, ἐὰν
εἴπῃς, ὅτι “πιέζομαι.”
5a
<μηδ' ἕτερον ἀστεῖον:> ὁ Ξανθίας φησίν· μηδ' ἕτερον γελοιῶδες εἴπω;
καὶ ὁ Διόνυσός φησιν ἐλλιπῶς· ναί, πάντα λέγε, πλὴν μόνον γέ μοι τὸ <“ὡς
θλίβομαι”.> καὶ πάλιν ὁ Ξανθίας· τί δαί; τὸ πάνυ γελοιότατον εἴπω; καὶ ὁ
(6) Διόνυσός φησιν· ναὶ μὰ τὸν Δία, θαρρῶν γε—λείπει τὸ “λέγε”—μόνον
ἐκεῖνο ὅπως καὶ πῶς μὴ 'ρεῖς καὶ ἐρεῖς. καὶ ὁ Ξανθίας· τὸ τί μὴ ἐρῶ; καὶ
(8) πάλιν ὁ Διόνυσος· ὅτι χεζητιᾷς καὶ μέλλεις ἀποπατεῖν μεταβαλλόμενος
καὶ μεταφέρων ἀεὶ καὶ μεταλλάσσων ἐξ ὤμου εἰς ὦμον τὸ ἀνάφορον καὶ ἄνω
(9) τῶν ὤμων βασταζόμενον. πρὸς ὃ Ξανθίας· μηδὲ τοῦτο ἐρῶ, ὅτι τόσον βάρος
βαστάζων ἐπὶ τῶν ὤμων, εἰ μὴ καθαιρήσει καὶ καταβάλῃ καὶ ῥίψει τις,
τυφωνικὸν πνεύσαιμι τῶν ἐγγαστρίων;
ὁρᾷς εἰσβολὴν ἀγοραίαν δράματος καὶ φλυαρίαν, εἴ που ἑτέρωσε τοῦτο
εὗρον· αὐτὸς δὲ οὐ συνόλως εἶναι Ἀριστοφάνους ἂν ὑπετόπασα, οὐδ' ἴκταρ
βαίνειν Ἀριστοφάνους μιμήσεως, πολὺ δέ, πολὺ αὐτῆς ἀποτρέχειν.
5b
ὡς θλίβομαι] εἴ τι βούλει.
7
ὅπως] σκόπει.
8a
μεταβαλλόμενος] μεταθείς,
μεταφέρων, μεταλλάσσων.
8b
τἀνάφορον] τὸ βασταζόμενον
ἄνω τῶν ὤμων ἀλλακτόν.
8c
ἐφετικὰ ῥήματα.
9
μηδ' ... τοσοῦτον] μηδὲ τοῦτο
ἐρῶ.
10
καθαιρήσει] καταβιβάσει.
11a
<μὴ δῆθ', ἱκετεύω:> μὴ δῆτα ἐρεῖς, δέομαι, αὐτὸ τοῦτο, ὃ εἴρηκας,
μή πως ἀκούσας ἀηδισθεὶς ἐμέσω, ἀλλ' ὅτε χρείαν ἔχω ἐμέτου, τότε μοι
τοῦτο λέγε.
11b
δῆθ'] ἐρεῖς.
11c
πλήν ... ἐξεμεῖν] χρείαν
ἔχω τοῦ ἐμέσαι ἀηδισθείς.
13
<ὧνπερ Φρύνιχος:> Φρύνιχος ἦν πρὸ Αἰσχύλου τραγῳδίας ποιητὴς
ἄριστος· νῦν δὲ τὸν κωμικὸν κωμῳδεῖ Φρύνιχον, καὶ Λύκιν καὶ Ἀμειψίαν,
περὶ ὧν ἔφθασα προειπεῖν. ἦν δὲ ὁ Φρύνιχος οὗτος πατρὸς Εὐνομίδου, κω-
μῳδεῖται δὲ ὡς ξένος καὶ ποιητὴς φαῦλος καὶ ὡς ἀλλότρια λέγων καὶ κακο-
νούστατα. εἰσὶ δὲ καὶ ἕτεροι Φρύνιχοι δύο.
15a
<σκευηφοροῦσι:> τριχῶς τουτὶ γράφεται· “σκευοφοροῦσι”, “σκεύη
φοροῦσι”, “σκεύη φέρουσι”. ὁ δὲ νοῦς· οὗτοι ἄνδρας φορτηφοροῦντας εἰσφέρουσι
ταῖς κωμῳδίαις.
15b
σκεύη] οἵ.
15c
ἐν κωμῳδίᾳ] ἤγουν τῇ
σκηνῇ.
16
<μὴ νῦν ποιήσῃς, ὡς ἐγὼ θεώμενος:> μὴ καὶ σὺ κατ' ἐκείνους
ποιήσῃς, ὃ λέγεις ἐκ τοῦ δῆθεν φορτηφορεῖν, ὡς οἱ ἐκείνων ὑποκριταί· ὡς ἐγὼ
(17) θεώμενος καὶ ὁρῶν, ὅταν ἴδω τι τούτων τῶν σοφισμάτων, ἢ τῶν σοφῶν
μιμημάτων εἰρωνικῶς, ἢ τῶν σοφισμάτων καὶ ἀπατηλῶν τούτων ποιημάτων,
(18) πλεῖν καὶ πλέον ἢ ἐνιαυτῷ πρεσβύτερος ἀπέρχομαι, ἤτοι τῇ αὐτῇ
ἡμέρᾳ καὶ μιᾷ πλέον γηρῶν ἐξ ἀγανακτήσεως, παρὸ ἔμελλον γηράσαι ὁλοκλήρῳ
ἐνιαυτῷ.
17
τῶν σοφισμάτων] καὶ ἀπατη-
λῶν ποιημάτων.
18
πλεῖν] πλέον.
19
<ὦ τρισκακόδαιμον:> οὗτος μέν, ὥς φησι, τῇ τούτων ἀηδίᾳ μιᾷ ἡμέρᾳ
γῆρας γηράσκων πλεῖον ὁλοκλήρου ἐνιαυτοῦ ἀπέρχεται· ἐγὼ δὲ νῦν τῇ τούτου
ψυχρολογίᾳ, καίπερ καὶ ταῖς διαίταις καὶ τοῖς ποτοῖς καὶ πᾶσιν ἄλλοις τοιούτοις
φιλοψυχρότατος ὢν καὶ ταῦτα γράφων περὶ τὸ διακαέστατον τῶν καιρῶν,
τὴν μέσην ὥραν φημὶ τὴν τῆς ἐπιτολῆς τοῦ Κυνός, ὡς περὶ μέσην ὥραν χειμέριον
περὶ Μαιῶτιν ὁδεύων καὶ τοῦ σκυθίου Ταύρου τοὺς “κρυσταλλόπηγας” πρόποδας,
αἷμα τὸ περικάρδιον ἤδη ἐναποψύχομαι καὶ κρυσταλωθέντες οἱ δάκτυλοι
γράφειν μοι ἐπεσχέθησαν· τοσοῦτον ἐνταῦθα τὸ περιὸν τῷ ἀνδρὶ τῆς ψυχρότητος
οὐ συνίημί τι πεπονθότι. ἀλλὰ τὸ <“ὦ τρισκακόδαιμον”> πάλιν ἀναληπτέον μοι.
νῦν σχετλιάζει δυσφορῶν ὁ Ξανθίας, καί· ἆρα ὁ τράχηλος οὑτοσί, φησί,
θλίβεται τοῖς φορτίοις, ἤτοι ἐγώ, οὐκ ἐρεῖ δὲ τὸ γελοῖον;
20a
τὸ δὲ] ἔστω.
20b
ἐρεῖ] ἵν' εἴπῃ.
21a
καὶ ὁ Διόνυσος· εἶτ' οὐχ ὕβρις, τουτέστι καὶ ἀλαζονεία, φησί, καὶ
πολλὴ τρυφὴ καὶ ἅπερ πάνυ μειρακιώδη καὶ ἀγοραῖα καὶ κάπηλα καὶ ψυχρό-
τατα (22) τάδε, φησίν, ὅτι ἐγὼ ὁ Διόνυσος, υἱὸς Σταμνίου ὤν, ὡς οἶνος καὶ
περιεχόμενος τῷ σταμνίῳ, αὐτὸς βαδίζω αὐτοποδίᾳ καὶ πονῶ καὶ κόπους
(23) ὑφίσταμαι, τοῦτον δὲ ὀχῶ καὶ ἐποχούμενον, ὄνῳ φερόμενον, ἄγω, ἵνα
μὴ ταλαιπωροῖτο καὶ κοπιᾷ <μηδ' ἄχθος> <μηδὲ φορτίον> φέροι;
21b
ὕβρις] ἀλαζονεία.
21c
τρυφή] ἔπαρσις.
23
ὀχῶ] καβαλλάριον ποιῶ.
24
ταλαιπωροῖτο] ἤγουν κοπιᾷ.
25a
<οὐ γὰρ φέρω 'γώ;:> τοῦ Διονύσου εἰπόντος· ἐπ' ὄνου ὀχούμενον ἄγω
τοῦτον, ἵνα μὴ ταλαιπωροῖτο <μηδὲ φορτίον> <μηδ' ἄχθος> φέροι, φησὶν ὁ Ξανθίας, ἐπ' ὄνου
μὲν ἐποχούμενος, τοῖς ὤμοις δὲ φέρων τὰ σκεύη· οὐ γὰρ φέρω ἐγώ;
καὶ ὁ Διόνυσος· πῶς φέρεις καὶ βαστάζεις, ὅστις ὀχῇ καὶ βαστάζῃ ὑπὸ τοῦ
(26) ὄνου; καὶ ὁ Ξανθίας· πῶς φέρω, λέγεις; ὡς φέρων καὶ βαστάζων ταῦτα.
τίνα τρόπον, φησί, βαστάζεις ταῦτα, ἤτοι ἐποχούμενος ὄνῳ πῶς βαστάζεις
(27) αὐτά; καὶ ὁ Ξανθίας· βαρέως πάνυ. καὶ ὁ Διόνυσος· οὔκουν καὶ οὐχὶ τὸ
βάρος, ὅπερ φέρεις σὺ καὶ βαστάζεις, φέρει ὁ ὄνος, ὡς βαστάζων σέ; καὶ ἅμα
τῷ φαινομένῳ φησί· τὰ στρώματα, ἃ βαστάζεις σύ, καὶ τὸ τούτων βάρος,
ἐσχηματισμένως δὲ τὸ βάρος τῶν διδύμων· ἤτοι τὸ βάρος τῶν στρωμάτων
(28) καὶ τῶν σῶν διδύμων τὸ βάρος οὐ φέρει καὶ βαστάζει ὁ ὄνος; καὶ ὁ Ξανθίας·
οὔ μὰ τὸν Δία, πρὸς ἀμφοτέραν φησὶ τὴν διάνοιαν· οὐχὶ ὁ ὄνος φέρει, ὃ ἐγὼ
φέρω βάρος.
νῦν οἱ παλαιοί φασι καὶ καλῶς ἄρα·
(29) “τινὲς εἰς τὸ ”φέρω“ δύο στιγμὰς ποιοῦσι”. πῶς γὰρ φέρεις, φησὶν ὁ
Διόνυσος, ὃς ὑφ' ἑτέρου φέρει; ὁρᾷς ἄκαιρον φλυαρίαν· καὶ ἀνωτέρω γὰρ
ἄνωθεν τοῦτο εἶπε· “πῶς φέρεις, ὅς γ' ὀχεῖ”; τέως γοῦν τοῦ Διονύσου εἰπόντος·
(30) πῶς λέγεις φέρειν φερόμενος ὑφ' ἑτέρου; οὐκ οἶδα, φησὶν ὁ Ξανθίας·
(31) ὁ δ' ὦμος οὑτοσὶ πιέζεται. καὶ πάλιν πρὸς αὐτὸν ὁ Διόνυσος· ἐπεὶ λέγεις
(32) μὴ ὠφελεῖν σε τὸν ὄνον, ἐν τῷ μέρει καὶ ἐκ μέρους καὶ ἀκαριαίᾳ χρόνου
(33) ῥοπῇ ἄρας σὺ τὸν ὄνον βάσταξον. καὶ ὁ Ξανθίας φησίν· οἴμοι ὁ κακοδαίμων,
ὅτι δύο μεθύσοις ἐνέτυχον παραληροῦσι νυνί, Διονύσῳ καὶ κωμικῷ ποιητῇ. τί
γὰρ οὐκ ἐναυμάχουν; εἰ γὰρ ἐναυμάχησα, ἢ κατὰ τοὺς παλαιοὺς ἐν τῇ περὶ
Ἀργιννούσαις κατὰ Λακώνων ναυμαχίᾳ, ἢ κατὰ Τζέτζην περὶ τὴν Σαλαμῖνα
κατὰ Περσῶν, ἐλευθερωθεὶς γάρ, ὡς καὶ πάντες οἱ Ἀθηναίοις συνναυμαχήσαν-
τες (34) δοῦλοι, ἦ τἂν καὶ ὄντως ἂν ἐκέλευον σὲ μακρὰ καὶ μεγάλα κωκύειν
Σαλαμῖνι περιών, καὶ παραληροῦντί σοι τόσῳ οὐκ ἂν οὔτ' ἠχθηφόρουν ἄχθος
καταγέλαστον καὶ ἀγοραῖον οὔτ' ἂν συνόλως ἐπείσθην σοι.
25b
φέρω] βαστάζω.
25c
ὀχεῖ] ἱππεύεις.
26a
τίνα] κατά.
26b
τίνα τρόπον] λέγεις βαστά-
ζειν.
27
ἐσχηματισμένως τῶν σῶν δι-
δύμων καὶ τῶν στρωμάτων.
28
οὐ] φέρει ὁ ὄνος.
33
ἐν ταῖς περὶ Ἀργινούσαις
κατὰ Λακώνων ναυμαχίᾳ ἢ περὶ
Σαλαμῖνα κατὰ Περσῶν οἱ ναυμαχή-
σαντες πάντες δοῦλοι ἐλεύθεροι.
34a
ἦ] ὄντως.
34b
μακρά] μεγάλα.
35a
<κατάβα πανοῦργε:> “κατάβηθι” λέγεται. τὸ χ δὲ γράφεται, ὅτι
οὗτος ξενοτέρως ἀντὶ τοῦ “κατάβηθι” <“κατάβα”> εἶπεν. ὁ δὲ Τζέτζης
δωρικῶς φησι “κατάβαθι”· οἱ γὰρ Δωριεῖς “κατάβαθι” λέγουσι καὶ ἀποκοπῇ
“κατάβα”·
sch ran
35a
ὥσπερ ὁ Βελλεροφῶν Πελοποννασαστὶ λαλεῦμες.
35b
κατάβα] δωρικῶς.
37a
<παιδίον, παῖ, ἠμί, παῖ:> ὁ Διόνυσος κόπτει καὶ πλήττει τὴν θύραν
Ἡρακλέος καὶ καλεῖ τινα δοῦλον ἐξελθεῖν Ἡρακλέα· παῖς γὰρ καὶ ὁ υἱός,
κυριωτέρως δὲ ὁ δοῦλος. ἀσυντηρήτου δὲ τῆς πληγῆς γεγονυίας Ἡρακλῆς
(38) εἰθισμένος γίγασι πολεμεῖν καὶ κενταύροις· κενταυρικῶς τις, φησί, τὴν
θύραν ἐπάταξεν ἀκόσμως. ὁ Διόνυσος δ' ἔτι ἑστὼς ἔξω ἀκούσας τοῦδε τοῦ
(40) ῥήματός φησι τῷ Ξανθίᾳ· ὁ παῖς—ἀντὶ τοῦ “ὦ παῖ Ξανθία”—, ἐνεθυ-
μήθης καὶ νενόηκας, ὡς πάνυ ἐμὲ ὁ Ἡρακλῆς ἐπτοήθη; καὶ ὁ Ξανθίας ἢ
(41) ἐπιτιμῶν αὐτῷ φησι· σίγα, μὴ μαίνοιο, ἤ· ἐφοβήθη σε, μὴ ἄρα μανικῷ
κατάσχετος εἶ τῷ νοσήματι. ἐξιὼν δὲ ὁ Ἡρακλῆς καὶ οὕτως ἰδὼν ἐστολισμένον
(42) δάκνει τὰ χείλη, μὴ γελᾶν δ' οὐκ ἰσχύει.
37b
τραπέσθαι] ἐλθεῖν.
38
κενταυρικῶς] ἰσχυρῶς.
39
ὅστις] ὑπάρχεις.
40a
ὁ παῖς] “ὦ παῖ” ἀττικῶς.
40b
οὐκ ἐνεθυμήθης] οὐκ ἤκου-
σας.
41a
σφόδρα μ' ἔδεισε] ἐφοβήθη
ὁ Ἡρακλῆς.
41b
μὴ μαίνοιό γε] μὴ μαίνου.
41c
Δία] τόν.
43
δάκνω] κρατῶ.
44a
δαιμόνιε] εὐτυχέστατε.
44b
τί] κατά.
45a
οἷος] δυνατός.
45b
εἶμ'] εἰμί.
46a
<ὁρῶν λεοντὴν ἐπὶ κροκωτῷ:> ὁ Διόνυσος ὡς μέλλων ἐς Ἅιδου
κατεληλυθέναι κατὰ μίμησιν Ἡρακλέους ἐνδύεται μὲν λεοντήν, λαμβάνει καὶ
ῥόπαλον, φορεῖ δὲ καὶ στολὴν τὴν διονυσιακὴν τὴν θηλυπρεπῆ τε καὶ ἔκλυτον,
κροκωτόν, ποικίλον ἱμάτιον, οὐ στρατιώταις οἰκεῖον, ἀργοῖς δὲ καὶ τρυφῶσι
καὶ πλέον γυναιξίν, ἀνειμένον, καὶ κόθορνον, <ἀμφοτεροδέξιον> <ἐπαμφοτερίζον> ὑπόδημα καὶ
προσφυέστατον ἀμφοτέροις ποσίν, ὁποῖα νῦν ἱερουργοῦντες οἱ κοσμιώτεροι
θυηπόλοι ὑποδιδύσκονται· ὅθεν καὶ Θηραμένης, εἷς τῶν τυράννων ὢν τῶν
τριάκοντα, μαθητὴς δὲ γεγονὼς Εὐριπίδου, ἐλέγετο κόθορνος, ὡς ἀναρριπίζων
κατὰ τοῦ δήμου μὲν τοὺς τριάκοντα, κατὰ τούτων δὲ τῶν τυράννων τὸν δῆμον.
46b
λεοντῆν] τήν.
46c
κροκωτῷ] ποικίλῳ ἱματίῳ
ἐπάνω κοκκίνῳ.
46d
κροκωτῷ] τῷ.
47a
κόθορνος ἀπὸ τοῦ κεῖσθαι
ὀρθῶς ἀμφοτέροις τοῖς ποσίν.
47b
<τίς ὁ νοῦς:> ἤτοι ποίᾳ διανοίᾳ καὶ τί βουλευόμενος τὴν σύνθετον
ἔσχες ταύτην στολὴν τὴν διονυσοηράκλειον, μᾶλλον δὲ τὴν ἱματιοκένταυρον;
47c
καὶ ῥόπαλον] καὶ τό.
47d
ξυνηλθέτην] συνῆλθον.
48a
<ἐπεβάτευον Κλεισθένει:> ὁ Κλεισθένης οὗτος ἦν υἱὸς Σιβυρτίου
<λεῖον τὸ γένειον ἔχων,> <λεῖος τὸ γένειον,> ἐπ' αἰσχρότητι καὶ πασχητίᾳ κωμῳδούμενος. νῦν
οὖν εἰς τοῦτο τὸν ἄνθρωπον <λοιδορεῖν> <κωμῳδεῖν> θέλων ἐπαμφοτεριζούσας <εἰσφέρει> <εἰσφορεῖ>
καὶ τὰς λέξεις· νεωστὶ γὰρ αὐτοῦ στρατηγήσαντος καὶ ναυμαχίᾳ νικήσαντος
εἰσφέρει τὸν Διόνυσον τῷ μὲν φαινομένῳ πρὸς Ἡρακλέα ταδὶ λέγοντα· στρατη-
γοῦντος Κλεισθένους τῇ κατὰ στόλον μάχῃ κἀγὼ ἐπεβάτευον αὐτῷ ἤγουν
(49) τῶν ἐπιβατῶν εἷς ἦν, καὶ νενικήκαμεν τῇ ναυμαχίᾳ ἢ δώδεκα ἢ τρισκαίδεκα
(52) τῶν ἐναντίων βυθίσαντες ναῦς. ἐν τῇ τριήρει γοῦν ἀναγινώσκοντί μοι
τὴν Ἀνδρομέδαν κατέσχε με πόθος ἄρρητος Εὐριπίδου, καὶ κατεπίθυμος
ἐκείνου τόσον γενόμενος κατελθεῖν ἐθέλω πρὸς Ἅιδην καὶ τοῦτον ἀνενεγκεῖν.
(71) δέομαι γὰρ δεξιοῦ ποιητοῦ· οἱ μὲν γὰρ τεθνήκασιν, οἱ δὲ <ζῶντες> <νῦν ὄντες>
φαυλότατοι.
οὗτος ὁ νοῦς τοῦ λόγου ἐστὶν ὁ μὴ κρυπτόμενος ἤτοι ὁ νῦν φαινόμενος· τὸ
δὲ κρυπτόμενον, τῷ σχήματι δὲ δηλούμενον, νοεῖν ἐστιν αἰσχρῶς τὸ ἐπιβατεύειν,
ὃ λέγεται μεταφορικῶς ἀπὸ τῶν ἀλόγων, ἃ συνουσιάζει ἐπαναβαίνοντα. οὗτος
μέν ἐστιν ὁ τοῦ λόγου πᾶς νοῦς· ἤδη δὲ καὶ τῶν κατὰ μέρος λεκτέον μοι τὰ
κεχρημένα ἐπεξηγήσεως.
48b
ἐπεβάτευον] ἔπλεον. συνεγε-
νόμην.
48c
Κλεισθένει] σὺν τῷ ἢ διὰ
τοῦ.
51a
<σφῶ> <σφῶε> καὶ ὑμεῖς, φησὶν ὁ Ἡρακλῆς, κατεδύσατε τριήρεις πολεμίων;
καὶ ὁ Διόνυσος· νὴ τὸν Ἀπόλλω. καὶ πάλιν ὁ Ἡρακλῆς· κᾆτ' ἔγωγ' <ἐξεγειρόμην> <ἐξηγρόμην>
διαγελῶν δῆθεν, ὅτι νενικήκασι ναυμαχίᾳ. ὡσεὶ ὀνείροις τοῦτο εἶδον, φησίν· ὑμεῖς
μὲν ὀνείροις νενικήκατε ναυμαχοῦντες, καὶ ἔγωγε ἀνιστάμην τοῦ ὕπνου.
51b
σφῷ] ὑμεῖς τὸ ποιήσατε;
51c
ἐξηγρόμην] ἀπὸ τοῦ ὕπνου.
52
ἀναγινώσκοντί] ἀναμιμνῃ-
σκομένῳ.
54a
ἐπάταξε] ἐκίνησε.
54b
πῶς οἴει] θαυμαστικόν.
55a
<σμικρὸς ἡλίκος Μόλων:> δύο Μόλωνες ἦσαν, ὁ λωποδύτης τὸ
σῶμα βραχύς, καὶ ὁ ὑποκριτής, περὶ οὗ φησι νῦν· ἦν γὰρ πάνυ μέγας τῇ ἡλικίᾳ.
55b
ἡλίκος] οἷος.
57
<<ἰαταταὶ:> <ἰατταταῖ:>> ἀκούσας ὁ Διόνυσος ἐρωτώμενος, εἰ ἀνδρὸς ἠράσθη,
σχετλιάζων οὕτω φησί. καὶ ὁ Ἡρακλῆς πάλιν· ἆρα συνεγένου τῷ Κλεισθένει;
“συγγενέσθαι” τὸ σεμνὸν “συνδιάγειν, συλλαλεῖν”.
58
<οὐ γὰρ ἀλλ' ἔχω κακῶς:> ἀντὶ τοῦ “καὶ γὰρ ἔχω κακῶς”. ὁ δὲ
“ἀλλά” παρέλκει ἀττικῶς.
59
διαλυμαίνεται] βλάπτει.
62a
<ἐπεθύμησας ἐξαίφνης ἔτνους:> δι' αἰνίγματος δῆθεν ἐμφαίνει
τὸ περιττὸν τοῦ πόθου. “ἔτνος” δὲ αὐτός—οὐκ ἀποκρύψω ὑμῖν—τοὺς
ἐρεικτοὺς κυάμους εἶναι ἐδόκουν· νῦν δὲ ἐφεῦρον, ὡς ἔτνος καλεῖται τὸ πισσινοῦν
ὄσπριον. εἰ δέ τις καὶ τί ὁ πίσσος τὸ ὄσπριον ἐθέλει μαθεῖν, ἴστω τουτὶ ὡς τὸ
παρ' ἰδιώταις καλούμενον “αὖχος” ἐστί, καὶ οὐχ, ὥσπερ ἐγὼ καὶ περὶ τούτου
φαύλως ἐνόμιζον, πίσσον καλῶν τὴν γυμνὴν καὶ τετριμμένην κέγχρον. τὴν
μέχρι δὲ καὶ νῦν ἀγοραίαν καὶ φλύαρον ἀπεραντολογίαν τοῦ κωμικοῦ οὐχ
οἷος ἔτι φέρειν εἰμί.
62b
ἔτνους] ὁ λεγόμενος ὦχος
ἤτοι πίσσος.
64a
<ἆρ' ἐκδιδάσκω τὸ σαφὲς:> ἆρα, φησὶ τῷ Ἡρακλεῖ ὁ Διόνυσος,
ἔγνως σαφῶς ἐκ τοῦ αἰνίγματος, οὗ παρεθέμην σοι, τὸ διάπυρον οὗ ἔχω πόθου;
64b
ἐκδιδάσκω] λέγω τοῦτο, παρ-
ιστάνω.
65
μανθάνω] γινώσκω.
68a
πείσειεν] πείσει.
68b
οὐκ] ἀττικὸν παρέλκον.
69
ἐπ'] εἰς.
72a
οὐκέτ' εἰσὶν] θάνον οἱ ἀγαθοί.
72b
ὄντες κακοί] ἐνταυθοῖ εἰσιν
ἀμαθέστατοι.
73a
<τοῦτο γάρ τοι καὶ μόνον:> ὁ Ἰοφῶν οὗτος υἱὸς ὢν Σοφοκλέους
ἠγωνίσατο καὶ ἐνίκησεν λαμπρῶς ἔτι ζῶντος τοῦ πατρὸς αὐτοῦ· διὸ ὑποπτεύει,
μὴ ἄρα Σοφοκλέους ἦν τὸ <ἀγωνισθέν.> <ἀναγνωσθέν.>
73b
υἱὸς ἦν Σοφοκλέους, ὃς δό-
κησιν παρεῖχεν, ὅτι τοῖς τοῦ πατρὸς
ἐχρῆτο ποιήμασιν ὡς οἰκείοις.
74a
λοιπὸν] ἐπίλοιπον.
74b
τοῦτ' ἄρα] ἀμφίβολον.
76a
Σοφοκλέα] τόν.
76b
Εὐριπίδου] τοῦ.
77
ἄγειν] τινὰ ποιητήν.
78a
<οὔ, πρίν γ' ἂν Ἰοφῶντα:> εἰπόντος Διονύσῳ τοῦ Ἡρακλέους· εἴπερ
<ἐκεῖθεν> <ἐκεῖθε> καὶ ἀπὸ τοῦ Ἅιδου δεῖ καὶ χρεία ἐστὶν ἀγαγεῖν τῶν τεθνηκότων
τινὰ ποιητῶν, πῶς οὐ μέλλεις ἀνάγειν τὸν Σοφοκλέα; φησὶν ὁ Διόνυσος· οὐκ
ἀνάξω τὸν Σοφοκλέα, πρὶν ἄνευ Σοφοκλέους Ἰοφῶντα τὸν υἱὸν αὐτοῦ μόνον
κωδωνίσω καὶ δοκιμάσω, εἰ τὰ ποιήματα, ἃ διδάσκει, αὐτοῦ εἰσι καὶ οὐχὶ τοῦ
πατρὸς αὐτοῦ Σοφοκλέους. ὑπωπτεύετο γὰρ οὗτος τὰ τοῦ πατρὸς λέγειν·
ἦν δὲ τῇ ἡλικίᾳ μακρὸς καὶ τὴν φύσιν ὑπόψυχρος. τὸ <“κωδωνίσω”> δὲ τὸ
“δοκιμάσω” μεταφορικῶς ἢ ἀπὸ τῶν κεραμεῶν ἀγγείων, ἃ δοκιμαζόμενα
τῷ κρούεσθαι ὑγιᾶ πεφυκότα ἠχεῖ δίκην κώδωνος, ἢ ἀπό τινων ὀρνέων καὶ
ἵππων δοκιμαζομένων ἤχῳ κωδώνων· τὰ μὲν γὰρ τούτων γενναῖα γενναίως
φέρει τοὺς ἤχους, τὰ δὲ δειλὰ καὶ πτοιαλέα πεφρίκασιν.
καὶ ταῦτα μὲν ἰδιωτικώτερά τε καὶ γνωριμώτερα· τὸ δ' ἀληθὲς καὶ κατὰ
τὴν φύσιν τοῦ πράγματος τὸ “κωδωνίσω” λέξις ἐστὶ στρατηγικὴ τροπική·
οἱ στρατηγοὶ γὰρ καὶ στρατοπεδείαις ὑπαίθροις καὶ ταῖς φρουραῖς δὲ τῶν
πόλεων κώδωνας ἐξαρτῶσι λεπτοῖς μίτοις ἀπῃωρημένους ἐκ διαστήματος,
καὶ οὕτω θηρῶσιν ἐπ' ἀμφοτέρων κατασκόπους πολεμίων ἢ καὶ προδότας,
ἐν μὲν ταῖς ὑπαίθροις στρατοπεδείαις ἡμέρας ἔτι τελούσης διὰ κηρύκων πάσῃ
προμαρτυρόμενοι στρατιᾷ ὑπηρετικῇ τε καὶ μαχίμῳ· “πᾶς ἢ τροφῆς ὑποζυγίων
ἢ ἑτέρου χρείαν ἔχων τινὸς ἔτι οὔσης ἡμέρας καὶ χόρτον συλλεξάτω καὶ τὰ
χρειώδη· ὃς δ' ἂν περὶ τὴν νῦν ἑσπέραν ἁλῷ τὸν χάρακα περιπορευόμενος τὴν
κεφαλὴν τῷ ξίφει ἀποτμηθήσεται”. οὕτω λοιπὸν ἠρεμούσης τῆς στρατιᾶς πάσης,
ἄν τις ἐπέλθῃ κατάσκοπος, προσκρούει τοῖς κώδωσι καὶ γεγονότος ἤχου
κατέχεται τοῖς φρουροῖς· κἀπὶ τοῦ τείχους τῆς πόλεως εἴ τις ἐπαναβαίη λαθών,
οὕτως ἁλίσκεται, κἂν καὶ τῶν τῆς πόλεώς τινες συνήργουν αὐτοῖς εἰς προδοσίαν
τῆς πόλεως.
78b
Ἰοφῶντ'] τόν.
78c
ἀπολαβὼν] κρατήσας.
79
κωδωνίσω] δοκιμάσω.
82a
ὁ δ'] Σοφοκλῆς.
82b
εὔκολος] ἄπλαστος· ἁπλοῦς.
83a
<Ἀγάθων δὲ ποῦ ἐστιν:> ὁ Ἀγάθων οὗτος ἦν δεξιὸς ποιητὴς κωμῳ-
δίας, ἀγαθὸς τὸν τρόπον καὶ Σωκράτους διδάσκαλος, ἀνὴρ λαμπροτράπεζος.
λέγεται δέ, ὅτι καὶ Πλάτωνος ὁ συμποσιακὸς λόγος ἐπὶ τῇ ἑστιάσει τῇ τούτου
ἐγράφη, αὐτοῦ τε καὶ πολλῶν φιλοσόφων συνεστιαθέντων τῷ Πλάτωνι.
83b
Ἀγάθων] ὁ.
85
<ἐς μακάρων εὐωχίαν:> ἤτοι τεθνηκὼς περὶ τὰς μακάρων ἐστὶ νήσους,
ἃς Ἕλληνες περὶ χώραν Βρεττίαν εἶναι νομίζουσι κειμένας περὶ τὰ βόρεια τοῦ
ἑσπερίου ὠκεανοῦ. ὑπεμφαίνει δὲ καὶ τὸ ἁβροεύωχον τοῦ ἀνδρός· ἢ ὅτι Ἀρχελάῳ
τῷ βασιλεῖ Μακεδόνων μετ' ἄλλων πολλῶν μέχρι καὶ τέλους συνῆν εὐωχούμενος.
86a
<Ξενοκλῆς:> ὁ Ξενοκλῆς οὗτος υἱὸς ἦν Καρκίνου, τραγῳδίας ποιητής·
ἀδελφοὶ δὲ αὐτοῦ Ξενότιμος καὶ Δημότιμος, ὑποκριταὶ ὀξυφωνότατοι, οἳ καὶ
Καρκίνου δαίμονες ἐλέγοντο. ὁ ῥηθεὶς δὲ αὐτῶν ἀδελφὸς Ξενοκλῆς λέγεται
ἀλληγορικῶς καὶ ἀνήδυντος εἶναι περὶ τὴν ποίησιν. οἱ μνημονευόμενοι δὲ τρεῖς
ἦσαν Ξενοκλεῖς, δύο μὲν τραγικοί, ἕτερος δὲ πολιτικός τε καὶ ῥήτωρ, Φαΰλλου
υἱὸς Χολαργεὺς <τὸν δῆμον.> <τῶν δήμων.>
86b
86 p.i.m.] υἱὸς ἦν Καρκίνου,
τραγῳδίας ποιητής· ἀδελφὸς δὲ Ξε-
νοτίμου καὶ Δημοτίμου, οἳ δαίμονες
Καρκίνου ἐλέγοντο.
87a
<Πυθάγγελος:> οὗτος τραγῳδίας ἦν ποιητὴς φαῦλος καὶ ἄσημος.
87b
ἐμοῦ ... λόγος] ὡς δοῦλον
οὐκ ἀπολογοῦνται.
89
οὐκοῦν] περισσόν.
90
ποιοῦντα] ποιήσεις γράφοντα.
91a
<Εὐριπίδου πλεῖν:> λαλίστερα καὶ φλυαρώτερα καὶ στωμυλώτερα
Εὐριπίδου πλεῖν καὶ πλέον ἢ σταδίῳ καὶ τετρακοσίων πηχῶν.
91b
Εὐριπίδου] τοῦ.
91c
⎧σταδίου] σταδίῳ.
{(v.l.)} ⎨
⎩σταδίῳ] σταδίου.
91d
⎧σταδίου⎫
⎨ ⎬] στάδιον.
⎩σταδίῳ⎭
91e
λαλίστερα] ἀφυέστερα, φλυα-
ρώτερα.
92a
<ἐπιφυλλίδες:> ἐπιφυλλίδες εἰσὶ τὰ μικρότατα πάνυ τῶν σταφυλῶν
βοτρυδίσκια, ὡς δυνάμενα ῥᾳδίως φύλλοις καλύπτεσθαι· ἢ τὰ πρὸς αὐτοῖς τοῖς
φύλλοις κρεμάμενα.
92b
στωμύλματα] φλυαρήματα.
93a
<χελιδόνων μουσεῖα:> βάρβαρα καὶ στωμύλα, ὀχλώδη, πολύγλωσσα,
ἀτερπῆ Μοῦσαν ἔχοντα καὶ συγγραφὰς λόγων, ὡς ἀτερπεῖς καὶ θορυβώδεις
εἰσὶν αἱ τῶν χελιδόνων φωναί, οὐ κατὰ κύκνον δὲ ἢ ἀηδόνα φθεγγόμεναι τερπνὰ
μέλη καὶ γλυκύτατα ἢ λιγυρώτατα.
93b
<λωβηταὶ τέχνης:> διαφθορεῖς καὶ ἀφανισταὶ τῶν τεχνῶν· λέγει δὲ
τῆς τραγῳδίας καὶ κωμικῆς.
93c
μουσεῖα] ὀχλήσεις.
93d
λωβηταὶ] ἀφανισταί, φθο-
ρεῖς.
94a
<ἃ φροῦδα θᾶττον>: ἃ μειρακύλλια νῦν τὴν ποιητικὴν μετιόντα
φροῦδα καὶ ἀφανῆ θᾶττον—λείπει τὸ “γίνεται”—ἅπαξ προσουρήσαντα καὶ
εὐθυδρομήσαντα τῇ τραγῳδίᾳ.
94b
<ἢν μόνον χορὸν λάβῃ:> ἐὰν μόνον τραγῳδίας κληθῶσι διδάσκαλοι
καὶ χορευτὰς λάβωσιν.
94c
θᾶττον] γίνεται.
94d
μόνον] ἕνα.
94e
λάβῃ] λάβωσιν.
95a
ἅπαξ προσουρήσαντα] εὐ-
θυδρομήσαντα, εὐδοκιμήσαντα.
95b
τῇ τραγῳδίᾳ] ἐν τῇ σκηνῇ.
96a
<γόνιμον:> γενναῖον καὶ πόριμον καὶ στερρὸν ποιητὴν οὐκ ἂν εὕροις
ζητῶν, ὅστις ἂν λάκοι καὶ εἴποι ῥῆμα γενναῖον.
96b
γόνιμον] ἔντονον, φυσικόν.
97a
<λάκοι:> τὸ “λάκοι” πρὸς διασυρμόν φησιν Εὐριπίδου· ἐν Ὀρέστῃ
γάρ φησιν Εὐριπίδης·
ἔλακεν ἔλακεν.
97b
{(v.l.)} λάκοι] ἢ λάβοι.
99a
<παρακεκινδυνευμένον:> κινδύνῳ καὶ πολλῷ τῷ πόνῳ ἐφευρημένον·
ἤτοι ξενοπρεπές.
99b
παρακεκινδυνευμένον] ὑψη-
λόν.
100a
κἀνταῦθα διασύρει μάτην τὸν Εὐριπίδην, οὐχ ὡς ἡμεῖς τοῖς τῶν
σοφῶν λογισμοῖς δικαίως ἐκεῖνον ἐλέγξαμεν, οἷσπερ ἐχρῆν· τί γὰρ μωμητὸν
οἶκον Διὸς τὸν αἰθέρα καλεῖν ἢ χρόνου πόδα τὴν χρονικὴν κίνησιν; εἰ δ' ὅτι
“δωμάτιον” τὸν τοσοῦτον αἰθέρα ἐκάλεσεν, ἴστω, ὡς καὶ τοῦτο καλῶς ἔχον
ἐστί· πρὸς γὰρ δύναμιν θείαν ἁπανταχοῦ παροῦσαν καὶ πληροῦσαν τὸ πᾶν
καὶ ὁ αἰθὴρ δωμάτιον καὶ οὐ δόμος.
ᾧ δὲ πυργοῖ—πρὸς σὲ γὰρ νῦν μεταφέρομαι—καὶ μετεωρότερα τοῦ
Καπανέως φρονεῖς, ἀλιτήριε, διαγελῶν τὸν ἄνδρα ὡς πάνυ ἀφρόνως καὶ ἀμαθῶς
καὶ νηπίως εἰπόντα· “γλῶσσαν ἐπιορκήσασαν ἄνευ φρενός”, καθ' αὑτὸν
συλλογιζόμενος, ὡς αἱ φωναὶ ὑπηρέτιδες νοημάτων εἰσίν, ἡ γλῶσσα δὲ τῶν
φωνῶν, πῶς δ' ἂν γλῶσσά τι λέξειεν ἄνευ φρενός, τρισαλιτήριε, μάνθανε. τὴν
φωνὴν οὕτω φυσικῶς γινομένην Εὐριπίδης πολλῷ σοῦ κρειττόνως ἐγίνωσκε·
νῦν δὲ τῆς γραὸς λεγούσης· “Ἱππόλυτε, ὤμοσας· μὴ διαφθείρῃς τοὺς ὅρκους
μηδὲ προδῷς με”, “ὦ μιαρά”, φησὶν ἐπίσης τῷ κωμικῷ τῷ διασύροντι μάτην
τὸν ἄθλιον, “ἐπ' ἐξαπάτῃ σοι ὤμοσα, ὅπως θηρεύσω σε προειπὼν καὶ λογισά-
μενος τῇ φρενί, ὅτι κἂν τῇ γλώσσῃ ὀμόσω σοι, οὐ συγκατατιθεμένην ἕξω καὶ
τὴν διάνοιαν τοῖς ὀμωμοσμένοις τῇ γλώττῃ, ἀλλ' ἐναντίαν.” οὕτω, τρισαλιτήριε,
πάνυ καλῶς καὶ ἀνεπιμόμφως ἔχει τοδί. ἕτερα δὲ μυρία κατάμομφα τοῦ
Εὐριπίδου τε καὶ ἄλλων οὐ συνορᾶτε τῷ νῷ, ὧν ἐγὼ μυρία τοῖς λογισμοῖς
καθυπέβαλον τῇ βίβλῳ τῶν ἐμῶν Λογισμῶν, οὐ καθ' ὑμᾶς φθόνῳ φερόμενος,
ἀλλὰ πρὸς ἀλήθειαν.
100b
χρόνου πόδα] τὴν χρονικὴν
κίνησιν.
102
{(v.l.)} ἰδίᾳ] γρ. ἄνευ.
103a
<σὲ δὲ ταῦτ' ἀρέσκει:> σοὶ δὲ ταῦτα ἀρέσκει ἀττικῶς. καὶ μάλα,
φησί, πλεῖν καὶ πλέον με ἀρέσκει ἤτοι ὑπεραρέσκει μοι.
103b
μαίνομαι] ὑπεραρέσκει μοι.
104
<κόβαλα:> πανοῦργα, μιμηλότατα· ἀπὸ τῶν σατυροπιθήκων ἤτοι
ἀρκοϊζιανῶν, οἳ πάνυ μιμηλότατοί εἰσιν.
105
<μὴ τὸν ἐμὸν οἴκει νοῦν:> εἰπόντος <Ἡρακλέους·> <Ἡρακλέος·> ὡς καὶ σοὶ δοκεῖ,
φησὶ Διόνυσος· μὴ τὸν ἐμὸν οἴκει νοῦν, ἤτοι οὐκ εἶ ἐν τῷ ἐμῷ λογισμῷ, ὥστε
νοεῖν σε καὶ ἃ ἐγὼ βούλομαί τε καὶ νοῶ. πάλιν δὲ εἰπόντος τοῦ Ἡρακλέους· καὶ
(106) μὴν ἀτεχνῶς καὶ παντελῶς καὶ καθάπαξ παμπόνηρα φαίνεται, ὁ Διόνυσος,
ὡσανεὶ διασύρει τὸν Ἡρακλέα ὡς ἀνεπιστήμονα μὲν ποιητικῆς τέχνης, κωμῳδίας
φημί τε καὶ τραγῳδίας καὶ τῆς ἄλλης ποιητικῆς, στρατιωτικῶν δὲ ἀγώνων καὶ
πόνων εἰδὼς ἐμπειρότατον καὶ <βουθοίναν> <βορὸν> ἱκανῶς—ἅπαξ γὰρ καὶ δὶς ὁλοκλή-
ρους βόας κατεθοινήσατο—, φησὶ πρὸς αὐτόν· περὶ μὲν ποιητῶν, ὦ ἄριστε
Ἥρακλες, ἐμοὶ λέγειν τι πάρες, ἀρίστῳ κριτῇ τῶν τοιούτων τελοῦντι καὶ
(107) ἐπιγνώμονι, δειπνεῖν δέ με δίδασκε· τῶν τοιούτων γὰρ πάνυ ἐμπείρως
ἔχεις αὐτός.
107
δειπνεῖν με δίδασκε] ὡς
βουθοίναν αὐτὸν διασύρει.
108a
<ἀλλ' ὧνπερ ἕνεκα:> καὶ ταῦτα δέ, φησιν, ἔασον· οὐδὲ γὰρ οὐδὲ
περὶ τούτων νῦν χρῄζω <μανθάνειν,> <μαθεῖν,> ἀλλὰ περὶ τούτων, ὧν ἕνεκα τήνδε τὴν
σκευὴν ἔχων κατὰ σὴν μίμησιν ἦλθον, ἵνα μοι τοὺς σοὺς φίλους φράσειας,
οὓς ἔσχες φίλους, ὁπότε κατῆλθες ἐκεῖσε πρὸς ἀναγωγὴν τοῦ Κερβέρου.
108b
ἀλλ'] ἀλλὰ σκόπησον.
108c
ἔχων] ἐνδεδυμένος.
109
ξένους] φίλους.
110
εἰ δεοίμην] ἐπειδὴ δέομαι.
113a
<ἐκτροπάς:> παρόδους, ἀποφυγὰς δυσχερῶν συναντημάτων τινῶν.
113b
πορνεῖ'] τά.
113c
ἀναπαύλας] τάς.
113d
ἐκτροπάς] τὰς ἐξόδους.
116
ἰέναι] ἐλθεῖν.
117a
<μηδὲν ἔτι πρὸς ταῦτα:> Ἡρακλέος εἰπόντος· τολμήσεις κατελθεῖν
εἰς Ἅιδου καὶ σύ; φησὶν ὁ Διόνυσος· ἔτι καὶ νῦν μηδέν—λείπει τὸ “λέγε”—περὶ
<τούτων·> <τῶν τοιούτων·> ἀλλ' εἰπὲ τῶν ὁδῶν τὴν καλλίστην, ὅπως ταχέως κατέλθω, καὶ
(119) μήτε θερμὴν ἄγαν μήτ' ἄγαν ψυχρὰν εἴπῃς, ἀλλ' ὁδὸν εὐκράτῳ καταπνεο-
μένην ἀέρι. πρὸς ταῦτα παίζων ὁ Ἡρακλῆς ἀναλογίζεται δῆθεν καὶ σκοπεῖ,
ποίαν ὁδὸν ἐφερμηνεύσει τούτῳ καλλίστην, καὶ παίζων φησίν, ὡς ἐφευρὼν
(121) ὁδούς, καὶ λέγει· μία μὲν ὁδὸς δῆθεν ἡ ἀπὸ κάλω καὶ θρανίου, τουτέστι
κρεμάσαι αὑτὸν σχοίνῳ ἐκ τοῦ τραχήλου καὶ λακτίσαι ποσὶ τὸ ὑποπόδιον καὶ
(122) ἀπορρίψαι καὶ πνιγῆναι· ὃ γνοὺς καὶ ὁ Διόνυσός φησιν· αὕτη πνιγηρὰ
ὁδός ἐστιν, κατὰ μὲν τὸ ἐσχηματισμένον ἀδιάπνευστος καὶ θερμή, τὸ δ' ἀληθὲς
λέγεις πνιγῆναί με.
117b
ταῦτ'] λέγεις.
117c
τῶν ὁδῶν] ἀπό.
118
ἀφίξομ'] παραγένωμαι.
119a
ψυχρὰν] ὁδόν.
119b
φράσῃς] ἀλλὰ τὴν εὔκρατον.
120a
φέρε δὴ] εἶπε.
120b
αὐτῶν] ἀπό.
122
λέγεις] ὁδόν.
123
<ἀλλ' ἔστιν ἄτραπος σύντομος τετριμμένη:> πάλιν ὡς ἐπὶ ὁδοῦ
συντόμου τετριμμένης καὶ <ἁμαξήρους> <ἀμαξήρους> τὸν διὰ φαρμάκου πόσεως θάνατον παίζων
λέγει· τρίβεται γὰρ τὸ κώνειον καὶ τῇ ψυχρότητι ἀναιρεῖ· ὃ καὶ ὁ Διόνυσος
γνούς· ψυχρά ἐστι καὶ δυσχείμερος ἡ ὁδὸς αὕτη, φησίν.
124
διὰ θυείας] τῆς.
126a
ἐμπαίζει τὸν Πλάτωνα ὡς
τοιαῦτα δοξάζοντα.
126b
<ἀντικνήμια:> τὰ τοῦ σκέλους παχυσαρκώτερα μέρη, τὰ <ὄπισθεν> <ὄπισθε>
καὶ κατωτέρω τοῦ γόνατος κείμενα, ἃ καὶ γαστροκνημίαι καλοῦνται. πήγνυται
δὲ καὶ ἀποψύχεται καὶ ταῦτα τὰ μέρη καὶ τὰ ἕτερα τετελευτηκότος τοῦ ζῴου.
126c
ἀποπήγνυσι] ξηραίνει.
127a
<βούλει ταχεῖαν·> καὶ ταύτην θέλεις, φησί, ταχεῖαν ὁδὸν καὶ κατα-
φορικὴν καὶ κρημνοὺς καὶ λόφους μὴ ἔχουσαν καὶ <ὕλας> <συναγκείας> δασείας; ναί,
(128) φησὶν ὁ Διόνυσος, ὅτι βαδιστικὸς καὶ <ὁδοιποριστικὸς> <ὁδοιπορικὸς> οὔκ εἰμι.
127b
κατάντη] καταφορικήν.
128a
νὴ τὸν Δί'] αὐτὴν θέλω.
128b
μὴ βαδιστικοῦ] καὶ μὴ εἰω-
θότος πορεύεσθαι ἐμοῦ.
129
<καθέρπυσον:> ὁ Ἡρακλῆς φησι· νῦν βάδισον εἰς τὸν Κεραμεικὸν καὶ
(131) ἀναβὰς ἐπὶ τὸν <πῦργον> <πύργον> τὸν ὑψηλὸν θεῶ καὶ ὅρα τὴν λαμπάδα ἀφιεμένην
(132) ἐκ τοῦ πύργου, ἤτοι μέλλουσαν ἐκ τοῦ πύργου ῥίπτεσθαι· καὶ ὅταν οἱ
θεώμενοι καὶ οἱ θεαταὶ εἴπωσι τῷ ἀφιέντι τὴν λαμπάδα—εἴπωσι τί; <“εἷναι”>
καὶ ἕς, ταύτην δηλονότι τὴν λαμπάδα, —τότε εἷναι καὶ ἓς καὶ ῥίψον καὶ σὺ
(134) σαυτὸν κάτω. καὶ ὁ Διόνυσος· ἀλλ' εἰ ἀπὸ τοῦ πύργου ἐμαυτὸν οὕτω
ῥίψω, ἀπολέσω ἂν ἐκ τοῦ ἐμοῦ ἐγκεφάλου τοσοῦτον, ὅσος ἂν ἐξήρκεσε θρία
ποιῆσαι δύο, ἤτοι τὰ ἀγοραίως καλούμενα λελέγγια, μᾶλλον δὲ μαλακτά, ὅτι
ἡ ζύμη τοῦ ἀλεύρου αὐτῶν πλάσιν εἶχε θρίου καὶ ὑμένος ἐγκεφάλου.
133a
ἵημι, ὁ μέλλων ἥσω, ὁ βʹ
ἀόριστος ἧν, ἡ μετοχὴ εἳς καὶ τὸ
〈ἀπαρέμφατον εἷναι〉.
133b
εἷναι (prius)] ἄφες.
133c
εἷναι (alt.)] πέμψαι.
134a
ἐγκεφάλου] ἀπὸ τοῦ.
134b
δύω] ὑμένας δύο τοῦ ἐγ-
κεφάλου.
135a
<οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην:> ἀλλὰ συνοπτικώτερον
εἰπόντες τὸν νοῦν καὶ ὅσα χρὴ ἐπιδράμωμεν· καὶ πρῶτον ῥητέον ἡμῖν περὶ
τοῦ Κεραμεικοῦ καὶ τῆς ἀφιεμένης λαμπάδος. ἐν τῷ Κεραμεικῷ—τόπος δὲ
ὁ Κεραμεικὸς ἦν ἐν Ἀθήναις—τρισσάκις τοῦ ἔτους λαμπαδικὸς ἀγὼν ἐτελεῖτο·
Ἀθηνᾶς, Ἡφαίστου καὶ Προμηθέως. οὕτω δὲ ὁ λαμπαδικὸς ἐγίνετο δρόμος·
ἐν τῷ Κεραμεικῷ τούτῳ <πῦργος> <πύργος> τις ἦν ὑψηλός, ἐν ᾧ τις ἀνήρχετο ἡμμένην
λαμπάδα κατέχων. οἱ θεαταὶ δὲ καὶ οἱ μετὰ λαμπάδων δραμεῖν μέλλοντες
κάτωθεν ἑστῶτες ἐβόων· “ἄφες, ἄφες”. ἀφεικότος δὲ ἄνωθεν αὐτοῦ τὴν
λαμπάδα, ἰδόντες καὶ οὗτοι τοῦ λαμπαδούχου δρόμου τότε τούτου κατήρχοντο.
ἤδη δὲ περὶ ἐγκεφάλου καὶ τοῦ θρίου ῥητέον μοι, κἂν ἰδιωτικωτέρως τοῦτο
εἶπον σαφέστατα. θρία τὰ φύλλα τῆς συκῆς λέγονται καὶ ὑμένες τοῦ ἐγκεφάλου,
καὶ θρία εἶδος ἐδέσματος κατασκευαζόμενον οὕτως· στέαρ, ἐγκέφαλον, μέλι,
ᾠὰ καὶ σεμίδαλιν φύραντες καὶ τὴν ζύμην λεπτὴν συνθέντες ὡς θρία καὶ ὑμένας
ἐγκεφάλου, ὤπτων ἰπνῷ ἢ †π?ίγκω†· εἶτα δὲ περιείλουν φύλλοις συκῆς καὶ
ἀπέστελλον, οἷσπερ ἐβούλοντο.
135b
<οὐκ ἂν βαδίσαιμι:> εἰπόντος τοῦ Ἡρακλέους τοιαύτας γελοίας
ὁδούς· οὐκ ἄν, φησὶν ὁ Διόνυσος, βαδίσαιμι τοιαύτην· ἀλλ' εἰπέ μοι, ἣν σὺ τότε
(136) κατῆλθες. καί φησιν· ἀλλ' ὁ πλοῦς πολύς· <εὐθὺς> <εὐθὺ> γὰρ ἐπὶ λίμνην ἥξεις
πάνυ ἄβυσσον καὶ ὑπερβαθυτάτην, καὶ περαιώσει σε ὁ Χάρων.
138
ἄβυσσον] βαθυτάτην.
139a
<ἐν τυννουτῳῒ πλοιαρίῳ:> τοιούτῳ σμικροτάτῳ· σφίγγων δὲ τοὺς
τῆς χειρὸς δακτύλους καὶ δεικνὺς αὐτῷ οὕτω λέγει.
139b
γέρων] ὁ Χάρων.
140a
<δύ' ὀβολὼ μισθὸν λαβών:> τοῦτό φησι διὰ τὸ παλαιὸν ἔθος· εἰς
τὸ στόμα γὰρ τοῦ νεκροῦ δύο ὀβολοὺς ἔβαλλον. ἀδωροδόκητος <γὰρ> <δὲ> ὁ Χάρων.
140b
140 p.i.m.] ἔθος ἦν παλαιὸν
βάλλειν εἰς τὸ τοῦ νεκροῦ στόμα δύο
ὀβολοὺς διὰ τὸ ἀδωροδόκητον τοῦ
Χάρωνος.
141a
<ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ' ὀβολώ:> τοῦτο εἶπεν, ὅτι
καὶ ἐν Ἀθήναις <δικαστικὸς ἦν ὁ μισθὸς> <δικαστικὸς μισθὸς ἦν> τριώβολον.
141b
δύνασθον] δύνανται.
142a
<Θησεὺς ἤγαγε:> Θησεὺς καὶ Πειρίθους συνέθεντο τὴν Ἅιδου
θυγατέρα Κόρην ἁρπάσαι ἔρωτα σχόντος αὐτῆς τοῦ Πειρίθου. κατιόντες οὖν
κατεσχέθησαν· καὶ ὁ μὲν ὡς ἅρπαξ τῷ Κερβέρῳ κατάβρωμα <γίνεται·> <δίδοται·> Θησεὺς
δὲ ὡς συνεργός, ἀλλ' οὐχ ἅρπαξ, ἐδέθη κατασχεθείς. <ὕστερον> <ὑστέρως> δὲ Ἡρακλεῖ
<κατελθόντι> <κατιόντι> διὰ τὸν Κέρβερον πάντα Θησεὺς τὰ ἐκεῖ αὐτῷ ἀκριβέστατα ὑποτίθη-
σιν, ὡς Εὐριπίδης (αὐτὰ) διδάσκει τοῖς δράμασιν (ἑαυτοῦ.)
142b
διὰ τὸ θητεύειν τὸν Χάρω-
να πορθμεύοντα.
142c
ἠλθέτην] ἦλθες.
143
{(v.l.)} τοῦτ'] ταῦτ'.
146a
<καὶ σκῶρ ἀεὶ νῶν:> καὶ κόπρον ὑγρὰν ὡσπερεί τινα λίμνην οὖσαν
ἀείρρουν μηδαμοῦ πεπηγμένην.
146b
νῶν] ῥέων.
146c
κειμένους] ἴδῃς.
148a
{(v.l.)} κινῶν] γρ. καὶ κοινὸν.
148b
κινῶν] συνουσιάζων.
149
ἠλοίησεν] ἔτυψεν.
151a
<ἢ <Μορσίπου> <Μορσίμου> ῥῆσιν ἐξεγράψατο:> ἢ ὅστις τι ἔγραψε τῶν ψυχρῶν
τραγῳδιῶν τοῦ <Μορσίπου.> <Μορσίμου.> ὁ <Μόρσιπος> <Μόρσιμος> οὗτος υἱὸς ἦν Φιλοκλέους, ψυχρὸς μὲν
ποιητὴς τραγῳδίας, ἀγαθὸς δὲ ἦν ἰατρός, τὴν ἡλικίαν βραχύς. ἔσχε δὲ υἱὸν
Ἀμφιδάμαντα· Τζέτζης δέ φησιν Ἀστυδάμαντα.
151b?
παροιμία· “σαυτὸν ἐπαινεῖς
ὥσπερ Ἀστυδάμας”.
151c
{(v.l.)} Μορσίμου] Μορσίπου.
151d
ἐξεγράψατο] ἐξέγραψε.
152
τούτοισι] εἶναι.
153a
<τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου:> ὁ Κινησίας οὗτος ἦν
τῷ γένει Θηβαῖος, διθυραμβικῶν μελῶν ποιητής. οὗτος αὑτοῦ συμβουλαῖς
τε καὶ μέλεσιν ἔπεισε τὴν βουλὴν Ἀθηναίων ἐπισχεῖν τὰ εἰς χορηγίαν διδόμενα
κωμικοῖς ἐπεσβόλοις, ὅθεν τινὲς λέγουσι κατ' αὐτοῦ, ὅτι δοκεῖ μιγῆναι τῷ τῆς
Ἑκάτης ἀγάλματι· καὶ κάκιστος μελοποιὸς ἦν κἀν τοῖς χοροῖς ἐχρᾶτο πολλῇ
τῇ κινήσει, ἣν καὶ πυρρίχην ἐκάλουν διὰ τὸ εἶναι μακράν· πυρρίχη γὰρ κυρίως
ἡ ἐνόπλιος ὄρχησις. ἦν δὲ ὁ Κινησίας οὗτος τὸ μὲν σῶμα ὀκνηρός, πιθανώτατος
δέ τι κατασκευάσαι.
153b
πυρρίχην] εἶδος ὀρχήσεως.
154
περίεισι] περιέρχεται, πε-
ριέλθῃ.
158
οἱ μεμυημένοι] οἱ τὰ μυστή-
ρια τελοῦντες.
159
<ὄνος ἄγων μυστήρια:> μακρηγορούντων Ἡρακλέους καὶ Διονύσου
θλιβόμενος ὁ Ξανθίας τῷ βάρει τῶν στρωματίων τῶν παρ' αὐτοῦ φερομένων,
ἀκηκοὼς λεγόντων αὐτῶν καὶ περὶ τῶν μεμυημένων ἤτοι τῶν τελεσθέντων
τὰ τῆς Κόρης καὶ Δήμητρος ὄργια, τουτέστι τὰς ἑορτάς, ἐπεὶ ᾔδει, ὅτι ἐν τοῖς
μυστηρίοις τῆς Δήμητρος τῶν Ἀθηναίων ἐκ τῆς πόλεως εἰς Ἐλευσῖνα
ἐξερχομένων, οἱ ὄνοι βαρέως ἐθλίβοντο φορτηγοῦντες—ἐνωτοφόρουν γὰρ τὰ
ἐκείνοις χρειώδη, διατροφάς τε καὶ στρώματα—, φησὶν αὐτὸς ὄνος εἶναι ἄγων
μυστήρια ἤτοι τὰ πρὸς τὴν τῶν μυστηρίων τελετὴν χρήσιμα τοῖς ἀφικνουμένοις
τῇ πανηγύρει τῆς ἑορτῆς. ὡς γὰρ ἐκεῖσε οἱ ὄνοι βαρέως, ὡς εἶπον, ἐθλίβοντο,
οὕτω καὶ αὐτὸς νῦν ὁ Ξανθίας φέρων τοῖς ὤμοις τοῦ Διονύσου τὰ στρώματα.
160a
<ἀτὰρ οὐ καθέξω ταῦτα:> ταῦτα εἰπὼν ἐπιχειρεῖ ἀποφορτισάμενος
ταῦτα καταθεῖναι. πρινὴ δὲ προσεγγίσαι θεῖναι αὐτά—οὐ κατετίθεντο—
(165) ἕνεκα τοῦ γελοίου Διόνυσος λέγει· σὺ δ' αὖθις τὰ στρώματα λάμβανε.
160b
καθέξω] καὶ βαστάσω.
164a
καὶ χαῖρ', ὦδελφίδιον,
πολλά.
164b
<νὴ Δία καὶ σύ γε:>
τὸ <“νὴ Δία”> λήρημα κἀνταυθοῖ νόει·
λόγος γάρ ἐστιν, ὃν λέγουσι καρδάριν.
ὤφειλεν εἰπεῖν “εἴθε χαίροις καὶ σύ μοι”,
ὡς πρὸς τὸ χαίρειν δ' οὗτος εἰπὼν “νὴ Δία”
σαπρόξυλον τέτευχε καρδάριν λόγον,
οὐ βαρβαρίζων, ἀλλ' ἑκουσίῳ τρόπῳ.
ὅταν γελᾷ μᾶλλον δὲ παικτέοις λόγοις,
οὐ βαρβαριστὴς οὐδαμῶς ἢ παικτέος,
ἀνὴρ δὲ ῥήτωρ ἀκριβῶς εἰδὼς γράφειν,
χαλῶν δὲ νευρὰς τεχνικῶς Μούσης λόγου,
μήπως ῥαγῶσι τῇ τάσει τῇ συντόνῳ.
166
<καὶ ταχέως μέντοι πάνυ:> Ξανθίας τοῖς ὤμοις φέρων τὰ στρώματα,
ὡς μακρηγοροῦντας Ἡρακλέα καὶ Διόνυσον ὥρα, μέλλων ἤδη αὐτὰ καταθέσθαι,
(165) ἀκηκοὼς Διονύσου λέγοντος· σὺ δὲ τὰ <στρώματα> <στρώμαθ'> αὖθις λάμβανε, φησί·
πρὶν καὶ καταθέσθαι; ὡς δὲ “πάνυ ταχέως λάμβανε αὐτὰ” εἶπεν ἐλλιπῶς,
(167) ὁ Ξανθίας δεῖται αὐτοῦ καί φησι· μὴ δῆτά μοι λέγε ταῦτα λαβεῖν πάλιν,
ἀλλὰ μίσθωσαί τινα τῶν ἐκφερομένων, ἐξαγομένων ἢ νεκρῶν, ὅστις ἐπὶ τοῦτο
(169) ἔρχεται, ἤγουν εἰς τοῦτο, εἰς τὸ κατελθεῖν εἰς Ἅιδου. ἐὰν δὲ <μὴ εὕρω,> <μηὕρω,>
φησὶν ὁ Διόνυσος, τινὰ ἐκεῖσε κατερχόμενον—οὐκ ἀργῶς φλυαρεῖ οὐδὲ παπού-
τζια—, τότε με ἄγειν καὶ ἄγε, φησὶν ὁ Ξανθίας.
168
τῶν ἐκφερομένων] τῶν νε-
κρῶν.
169
τότε μ' ἄγειν] ταῦτα τὰ
στρώματα.
173a
<πός' ἅττα·> ὁ νεκρὸς ταῦτα <δῆθέν> <δῆθέ> φησιν <ἀσθενεστάτῃ> <ἀσθενεῖ> πάνυ καὶ
λεπτοτάτῃ φωνῇ· πόσα τινὰ σκεύη ἔχετε; καὶ ἰδὼν ταῦτα μισθὸν τοῦ φορταγω-
γῆσαι ταυτὶ δύο δραχμὰς ἀπαιτεῖ ἤτοι ὀβολοὺς δυόδεκα—ἡ γὰρ δραχμὴ ὀβολῶν
ἐστιν ἕξ—ἔλαττον δὲ τοῦ Διονύσου κατατιθεμένου, ἢ Ξανθίᾳ καὶ Διονύσῳ
(174) φησὶν ὁ νεκρός· ὑπάγετε ὑμεῖς διὰ τῆς ὁδοῦ, ἤ, ὃ καὶ κρεῖττόν ἐστι, τοῖς
νεκροφοροῦσιν αὐτόν.
173b
τελ[εῖς]] διδοῖς.
174
ὑπάγεθ' ... ὁδοῦ] πρὸς
τοὺς βαστάζοντας ἐκεῖνον· ἢ πρὸς
τὸν Διόνυσον καὶ τὸν Ξανθίαν.
175a
<ἵνα ξυμβῶ τί σοι:> ἀνάμεινον, φησὶν ὁ Διόνυσος, ἵνα συμβῶ καὶ
συμβιβασθῶ σοι κατά τι.
175b
ξυμβῶ] συμβιβάσω.
176
ἤγουν δώδεκα ὀβολούς.
177a
<λάβ' ἐννέ' ὀβολούς·> ὁ Διόνυσος· ἐννέα ὀβολούς, φησί, λάβε, ἤτοι
μίαν δραχμὴν καὶ ἡμίσειαν. καὶ ὁ νεκρὸς ἕνεκα τοῦ γελοίου ἐναντίως τοῖς
ζῶσιν ὀμνύει λέγων· ἀναβιῴην καὶ ἀναζήσαιμι πάλιν, εἰ λάβω <ἐννέα> <ἐννέ'> ὀβολούς.
177b
ἀναβιῴην ... πάλιν] ἀνα-
ζήσαιμι, ἐὰν ἐπάρω γε ταῦ[τα].
178a
<ὡς σεμνὸς ὁ κατάρατος:> ὁ Ξανθίας τὸ ἐνστατικὸν δῆθεν
ἀκηκοὼς τοῦ νεκροῦ φησίν· ὡς σεμνός—νῦν ἀλαζονικὸς καὶ ἐπηρμένος—
ἐστὶν ὁ κατάρατος. οὐκ οἰμώξεται καὶ κλαύσει; ἐγὼ βαδιοῦμαι. καὶ πάλιν
ἀκολουθεῖ <καὶ βαστάζει> <βαστάζων> τὰ στρώματα.
178b
σεμνὸς] ἐπηρμένος.
178c
οἰμώξεται] πορεύσεται.
180a
<ὦ ὄπ. παραβαλοῦ:> πλησιάζουσι τῇ λίμνῃ καὶ ἀκούουσι τοῦ
Χάρωνος βοῶντος τὸ <“ὦ ὄπ”> καὶ τὸ <“παραβαλοῦ”,> ὧν τὸ μὲν <“ὦ ὄπ”>
ναυτῶν ἐλαυνόντων ἐστὶν ἐπιφώνημα, τὸ δὲ “παραβαλοῦ” πλησίον καὶ ἔγγιστα
τῆς γῆς ἄγε τὴν ναῦν.
180b
ὢ (sic) ὄπ] ἐπιφώνημα
ναυτῶν.
181
<τοῦτο; λίμην νὴ Δία:> τοῦτο οἱ μὲν Διονύσου φασὶν εἶναι, ἕτεροι
δὲ τοῦ Ξανθίου. ἰστέον δέ, ὡς τῆς λίμνης καὶ τοῦ πλοίου φανέντος μετέβη
καὶ ἡ σκηνὴ καὶ ἦν κατὰ τὴν Ἀχερουσίαν λίμνην, οὐκέτι δὲ ἐν Ἅιδου.
184
<χαῖρ' ὦ Χάρων:> τὸ “χαῖρ' ὦ Χάρων” Ἀχαιοῦ τοῦ τραγικοῦ ἐστιν.
185
<τίς εἰς ἀναπαύλας:> ὁ Χάρων τόπους ὡς πορθμεὺς καταριθμεῖται,
οὗ μέλλει καταίρειν, καὶ λέγει τοῖς μέλλουσι πλεῖν· τίς θέλει πλεῦσαι εἰς
ἀναπαύσεις ἐκ θορύβων καὶ δυσχερειῶν, ἢ εἰς τὸ πεδίον τῆς λησμοσύνης, ἢ εἰς
ὄνου πόκας ἤτοι εἰς τὸ μηδέν;
ποῦ γὰρ “ὄνων κείρουσιν” εἶπέ τις “πόκας”;
ἢ εἰς Κερβερίους ἢ οὗ ὁ Κέρβερός ἐστιν, ἤγουν εἰς ψυχῶν βάρος καὶ θλίψιν;
Κέρβερος γὰρ ὁ τὸ κέαρ καὶ τὴν ψυχὴν βαρύνων. ἐπεὶ δὲ ἀθάνατος ἡ ψυχὴ—
ψυχὴ γὰρ λέγεται παρὰ τὸ “ψύχω” τὸ “ζωογονῶ”, ὁ θάνατος δὲ τῇ ἀθανασίᾳ
ἀντίθετος—, εἰκότως τὰ τοῦ θανάτου πάντα βαρύνουσι τὴν ψυχήν.
186a
παροιμία ἐπὶ τῶν ἀφελῶν
πραγμάτων·
ποῦ γὰρ “ὄνων κείρουσιν” εἶπέ τις “πόκας”;
186b
εἰς ὄνου πόκας] ἤτοι εἰς
τὸ μηδέν.
186c
πόκας] τάς.
187a
<ἢ 'πὶ κόρακας·> ἢ εἰς ἀφανισμὸν καὶ ἀδηλίαν, ὅτι καὶ οἱ κόρακες
ἀφανεῖς ὡς ἐπὶ τὸ πλεῖστόν εἰσι καὶ ἐν ἐρημίαις διάγουσιν, ἢ ὅτι τὰ νεκρὰ
σώματα ἐσθίουσιν, ἢ ὅτι οἱ ῥιφέντες εἰς τοὺς κόρακας, ὡς καὶ οἱ εἰς τὸ βάραθρον,
τοὺς τιμωρητικούς φημι τόπους, ἠφανίζοντο.
187b
<ἢ ἐπὶ Ταίναρον:> τὸ Ταίναρον ἀκρωτήριόν ἐστι τῆς Λακωνικῆς
ἔχον δύο τινὰ χάσματα, ἃ Ἅιδου πύλαι καλοῦνται καὶ στόματα.
187c
'πὶ Ταίναρον] ἔλθῃ.
188
<ποῦ σχήσειν δοκεῖς;:> τὸν Χάρωνα ὁ Διόνυσος ἐρωτᾷ· μέχρι ποῦ
ἄρα δυνηθῇς καταπλεῦσαι; ἆρα…
ἕν…
The complete text is available when the reading interface loads.