Commentarium in aves
- Edition reference
- Commentarium in aves (scholia vetera et recentiora Tzetzae), ed. Koster, Jo. Tzetzae commentarii in Aristophanem [Scholia in Aristophanem 4.3], 1131–1164.
- CTS identifier
urn:cts:greekLit:tlg5014.tlg020.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
arg av 2
1
προεστῶτας ἑτέρους, ὡσανεὶ τῶν ὄντων κακῶν καθεστώτων· οὐ μόνον δὲ τοῦτο,
ἀλλὰ καὶ τὸ σχῆμα ὅλον καὶ τὴν φύσιν, εἰ δέοι, συμβουλεύει μετατίθεσθαι πρὸς
τὸ ἠρεμαίως βιοῦν. καὶ ἡ μὲν ἀπότασις αὕτη· τὰ δὲ κατὰ θεῶν βλάσφημα
ἐπιτηδείως ᾠκονόμηται. καινῶν γάρ φησι τὴν πόλιν προσδεῖσθαι θεῶν, ἀφρον-
τιστούντων τῆς κατοικίας Ἀθηναίων τῶν ὄντων καὶ παντελῶς ἠλλοτριωκότων
ἑαυτοὺς τῆς χώρας. ἀλλ' ὁ μὲν καθόλου σκοπὸς τοιοῦτος· ἕκαστος δὲ τῶν κατὰ
μέρος οὐκ εἰκῇ, ἀλλ' ἄντικρυς Ἀθηναίων καὶ τῶν παρ' αὐτοῖς ἐγχειριζομένων
τὰ κοινὰ ἐλέγχει τὴν φαύλην διάθεσιν, ἐπιθυμίαν ἐγκατασπείρων τοῖς ἀκούουσιν
ἀπαλλαγῆναι τῆς ἐνεστώσης μοχθηρᾶς πολιτείας. ὑποτίθεται γὰρ περὶ τὸν ἀέρα
πόλιν, τῆς γῆς ἁπάσης ἀπαλλάσσων, ἀλλὰ καὶ βουλὰς καὶ συνόδους ὀρνίθων,
ταῖς Ἀθηναίων δυσχεραίνων. ἀλλὰ καὶ ὅσα παίζει, ἐπίσκοπον ἢ ψηφισματογρά-
φον ἢ τοὺς λοιποὺς εἰσάγων, οὐχ ἁπλῶς, ἀλλὰ γυμνοῖ τὰς πάντων προαιρέσεις,
ὡς αἰσχροκερδείας ἕνεκεν χρηματίζονται. εἶθ' ὕστερον καὶ τοὺς θεοὺς τῶν
Ἀθηναίων εἰς ἀπρονοησίαν κωμῳδεῖ. τὰ δὲ ὀνόματα τῶν γερόντων πεποίηται,
ὡς εἰ πεποιθοίη ἕτερος τῷ ἑτέρῳ καὶ ἐλπίζοι ἔσεσθαι ἐν βελτίοσι. τινὲς δέ φασι
τὸν ποιητὴν τὰς ἐν ταῖς τραγῳδίαις τερατολογίας ἐν μὲν ἄλλοις διελέγχειν, ἐν
δὲ τοῖς νῦν τὴν τῆς Γιγαντομαχίας συμπλοκὴν ἕωλον ἀποφαίνων ὄρνισιν ἔδωκε
διαφέρεσθαι πρὸς θεοὺς περὶ τῆς ἀρχῆς.
ind per av
1
{ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ}
Εὐελπίδης. Πεισθέταιρος. θεράπων ἔποπος τροχίλος ὀνομαζόμενος. ἔποψ.
ἀηδών. χορὸς ὀρνίθων. κῆρυξ. ἱερεύς. ποιητής. χρησμολόγος. γεωμέτρης.
ἐπίσκοπος. ψηφισματοπώλης. ἄγγελος. ἕτερος ἄγγελος. Ἶρις. ἕτερος κῆρυξ.
πατραλοίας. Κινησίας διθυραμβοποιός. πένης συκοφάντης. Προμηθεύς.
Ποσειδῶν. Τριβαλλός. Ἡρακλῆς. οἰκέτης Πεισθεταίρου.
arg av 3
1
Ὄρνιθες δρᾶμα κωμικὸν Ἀριστοφάνους τοῦτο,
γραμματικὸς βυζάντι<ει>ος οὗπερ Ἀριστοφάνης
ἔγραψε τὴν ὑπόθεσιν, ἣ κεῖται τῷ βιβλίῳ.
Τζέτζης τὸ δρᾶμα τοῦτο δε θειάζει καὶ ἐξαίρει,
ὡς Λυσιστράτην, Ἀχαρνῆ<εῖ>ς, Εἰρήνην τὲ καὶ ἄλλα,
ἕνεκα νοῦ καὶ πλάσματος καὶ ὅσα τούτοις πᾶσιν
εἰσφέρει πρὸς παραίνεσιν καὶ πόλεσι καὶ δήμοις
καὶ οἰκιῶν ἑκάστῃ δε πάνυ λυσιτελοῦντα,
οὐ μὴν δὲ σκῶμμα φέροντα ψευδὲς ὡς τοὺς Ἱππέας
κατὰ ἀρίστου στρατηγοῦ καὶ ῥήτορος πυρπνόου·
οὐδὲ καλὸν τὸ δρᾶμα μεν φησὶν ὡς τοὺς Βατράχους,
ἀρχήν δ' ἀνοικονόμητον σατυρικὴν κεκτῆσθαι
θυμέλης ἀγοραίας τε, ὀστράκοις κροτουμένης,
Ξανθίαν ὃς ἀνάφορον τοῖς ὤμοις ἀναφέρει
καὶ ἄλλα ἄλλοις τόποις δε· ἀλλ' ὑπεξαίρει τοῦτο
καὶ τὰ ῥηθέντα δράματα, ἕνεκεν ὧν εἰρήκειν,
ὡς καὶ τὴν κωμῳδίαν δε Σωκράτους, τὰς Νεφέλας,
λέγει δαιμονιώτατον, ἀμίμητον ὑπάρχειν
πλάσει καὶ νῷ καὶ λέξεσι καὶ εἰσβολῇ καὶ πᾶσιν,
οἷς οὐσιοῦσι ῥήτορες σῶμα πυρπνόου λόγου.
τὴν τῶν Ὀρνίθων <λέγει> <γράφει> δὲ ὑπόθεσιν τοιῶσδε.
πολλὰ οἰκονομούμενος ὁ κωμικὸς καὶ ῥήτωρ
τὸ δρᾶμα συνετάξατο τοῦτο τὸ τῶν Ὀρνίθων,
πρῶτα μὲν τὸ φῐλόμαχον χλευάζων Ἀθηναίων,
τοὺς πρὸς ἐχθροὺς πολέμους τε καὶ μάχας πρὸς ἀλλήλους,
προτρέπων πρὸς εἰρήνην τε καὶ ἡσυχίαν τούτους
καὶ παραινεῖν δὲ φανερῶς αὐτοὺς οὐκ ἐξισχύων·
ἦσαν γὰρ οἷοι πρὸς ὀργὴν ἀκάθεκτοι πρὸς φόνους.
καὶ ἅμα λαθραιότατα σύρων καὶ Σοφοκλέα
Τηρέως ἀπορνέωσιν γράψαντα καὶ τῆς Πρόκνης,
φιλορνιθομανοῦντας τε τινὰς ἐξ Ἀθηναίων
χῆνας, τρυγόνας, πέρδικας, ὄρτυγας καλουμένους
καὶ ἄλλους ἄλλας κλήσεις δε τοῦ γένους τῶν ὀρνίθων,
τινὰς καὶ πατραλοίας δε τῶν νέων ὑπηργμένους,
καθάπερ οἱ ἀλέκτορες μάχονται σφῶν πατράσι,
καὶ ἄλλα Ἀθηναίων δὲ μυρία ἐξελέγχων,
ἀκαίρους ἀναλώσεις τε εἰς γεωμέτρας, μάντεις,
εἰς ἐγκωμιογράφους τε καὶ ψηφισματογράφους,
ἄλλας δαπάνας τε τινὰς εἰκαίους γινομένας.
καὶ τὸ ἀειφιλόδικον τούτων ἐχθαίρων πλέον
τοῦτο τὸ δρᾶμα γέγραφεν, οὗπερ ἡ πλάσις αὕτη.
πλάττει τινὰ Πεισθέτερον ἅμα καὶ Εὐελπίδην
μεγάλως δυσχεραίνοντας τοῖς ἀττικοῖς θορύβοις,
ἥσυχον καὶ ἀπράγμονα πόλιν εὑρεῖν ζητοῦντας,
καὶ βουλομένους ἀπελθεῖν εἰς ὄρνεις πρὸς Τηρέα,
ὡς ἂν ἐκεῖνος δείξειε τούτοις τοιαύτην πόλιν,
ᾇτε τὸ πρὶν ὢν ἄνθρωπος κατὰ τὸν Σοφοκλέα,
νῦν δὲ περιιπτάμενος πᾶσαν ὡς ὄρνις χώραν.
τοίῳ σκοπῷ πρὸς ὄρνιθας μέλλοντες ἀνατρέχειν
ὁ Εὐελπίδης κολοιὸν τὸν ὁδηγοῦντα φέρει,
κορώνην δὲ Πεισθέτερος, οἷσπερ ὁδηγηθέντες
ἐκ παρακρήμνων πετρωδῶν ὀρῶν πρὸς τὸν Τηρέα
περὶ τοιαύτης πόλεως ἐκεῖνον ἐρωτῶσι
καὶ οἷος τίς ὑπάρχει δε ὁ βίος τῶν ὀρνέων·
ὡς ἄνευ βαλαντίου δε ἤκουσαν ζῆν τοὺς ὄρνεις
σισύμβρια ἐσθίοντας, μύρτα καὶ τὰ τοιαῦτα,
ἡσθέντες τῇ ἀπράγμονι διατριβῇ τῇ τούτων
καί γε συγκαταινέσαντες τὸν μετ' ὀρνέων βίον,
σύμβουλοι γίνονται Τηρεῖ πόλιν ἀέρι κτίσαι.
ὡς τῇ βουλῇ δὲ σύγκλητοι πάντες οἱ ὄρνεις ἦλθον,
τοὺς μὲν ἀνθρώπους ὡς ἐχθροὺς ἔμελλον πρῶτον κτείνειν·
τοῦ τούτων δὲ βουλεύματος ἀκούσαντες ὑστέρως,
ὡς ἦσαν πρῴην βασιλεῖς θεῶν τε καὶ ἀνθρώπων
καὶ ἀρχαιότεροι Διὸς καὶ Κρόνου καὶ τῆς Γῆς δε,
ἐξέστησαν τοῦ ἄρχειν δε οἰκείᾳ ῥᾳθυμίᾳ,
εὐθὺς ἀνεπτερώθησαν πάλιν λαβεῖν τὸ κράτος.
καὶ πόλιν πρῶτα κτίζουσιν ἐν μέσῳ τῷ ἀέρι
μεγάλην καὶ περίβλεπτον, Νεφελοκοκκυγίαν·
εἶτα κήρυκα στέλλουσι κάτω πρὸς τοὺς ἀνθρώπους
ὄρνισι θύειν λέγοντα, μηκέτι τοῖς θεοῖς δε.
μή πω καλῶς τῆς πόλεως ταύτης ἐξειργασμένης
εὐθὺς ὑμνῶν τίς ποιητὴς ἀνέδραμεν ἐκείνην
καὶ χρησμολόγος μετ' αὐτόν, εἶτα καὶ γεωμέτρης
καὶ μετ' αὐτὸν ἐπίσκοπος καὶ ψηφισματογράφος
καὶ ὅσα ὀχληρότατα ταῖς πόλεσιν ὑπάρχει.
εἶτα ὁ κῆρυξ ἄνεισιν ὁ προσταλεὶς ἀνθρώποις
χρυσῷ στεφάνῳ στεφανῶν Πεισθέτερον ἐκ τούτων
εἰς μετοικίαν λέγων τε πλείονας ἢ μυρίους
ἐκ γῆς ἀνθρώπων ἀνελθεῖν καὶ πρὸς τὴν πόλιν μέλλειν·
“καὶ τούτους δεῖ φροντίσαι σε πτερῶσαι κατ' ἀξίαν.”
καὶ ὃς τοὺς συκοφάντας μεν πτεροῖ πληγαῖς μαστίγων,
τοὺς πατραλοίας νέους δε πτεροῖ ταῖς νουθεσίαις·
εἶτα δὲ ὡς ἀλέκτορας ἐκείνους καθοπλίζει
ἀντὶ πτερῶν ἀσπίδι μεν, ἀντὶ τοῦ ῥάμφους ξίφει
καὶ περικεφαλαίᾳ δε ἀντ' ἀλεκτόρων λόφου·
οὕτω πτερώσας καὶ αὐτοὺς στρατεύεσθαι κελεύει
καὶ ζῆν ἐκ τούτου καὶ γονεῖς πατροτυπτεῖν μὴ θέλειν.
ἐξ οὐρανοῦ μετέπειτα κάτεισι καὶ Ἑρμῆς δε
δηλῶν τῷ Πεισθετέρῳ μεν, ὅτι ὁ Ζεὺς λιμώττει
σὺν γένει σύμπαντι θεῶν τῆς πόλεως κτισθείσης·
“οὐδεὶς ἡμῖν γὰρ τοῖς θεοῖς ἔτι ἀνθρώπων θύει,
καὶ νῦν πεινῶσιν οἱ θεοί, μέλλουσι πρέσβεις στέλλειν.
ἄλλως ὑμεῖς δε τοῖς θεοῖς ἔνσπονδοι μὴ φανῆτε,
εἰ Ζεὺς μὴ δῷ τοῖς ὄρνισι σκῆπτρον καὶ Βασιλείαν.”
μετὰ τοὺς λόγους τοῦ Ἑρμοῦ ἱκνοῦνται καὶ οἱ πρέσβεις,
ὁ Ποσειδῶν καὶ Ἡρακλῆς καὶ Τριβαλλὸς θεός τις·
καὶ ἄλλως ὁ Πεισθέτερος οὐ σπένδονται καὶ ὄρνεις,
ἕως οἱ πρέσβεις τῶν θεῶν ὑπέσχοντο τὸν Δία
αὐτοῖς δοῦναι τοῖς ὄρνισι σκῆπτρον καὶ Βασιλείαν.
ὁ νοῦς οὗτος τοῦ δράματος· τὰ πρόσωπα δ' ὑπάρχει
αὐτὸς ὁ Εὐελπίδης τε μετὰ τοῦ Πεισθετέρου,
θεράπων ὁ τοῦ ἔποπος, ἔποψ ὁ καὶ Τηρεύς δε,
χορὸς ὀρνίθων, ποιητής, καὶ ἱερεὺς σὺν τούτοις,
καὶ χρησμολόγος σὺν αὐτοῖς, ἀλλὰ καὶ γεωμέτρης,
ἐπίσκοπος, συνάμα δε καὶ ψηφισματογράφος,
Ἶρις θεῶν ἡ ἄγγελος καὶ ἡμιχόριόν δε
καὶ ἄγγελος καὶ κῆρυξ δε καὶ νέος πατραλοίας
καὶ συκοφάντης πένης τις καὶ Προμηθεὺς καὶ πρέσβεις,
ὁ Ποσειδῶν καὶ Ἡρακλῆς, θεὸς ὁ Τριβαλλός τε.
πρόσωπα εἴκοσι καὶ ἓν ταῦτα κατὰ τὸν Τζέτζην·
ἄλλοι δὲ ὀκτωκαίδεκα φασὶ καὶ πεφυρμένως.
ἡ μὲν σκηνὴ τοῦ δράματος ἐστὶν ἐν ταῖς Ἀθήναις,
κατ' ἄλλους δὲ ἐν ὄρεσι καὶ πέτραις καὶ ὀρνέοις,
οἷς καὶ ὁ Τζέτζης συναινεῖ, τῶν δ' ἄλλων ἀποτρέχει.
sch ad arg av 3
1
{SCHOLIA ET GLOSSAE AD ARG. AV. III}
2
Βυζάντιος ὄνομα κύριον ι, καὶ βυζάντιον τὸ νόμισμα λατινῶς καὶ
Βυζάντιον ἑλληνικῶς τὸ ὑποκοριστικόν. Βυζάντειος δὲ ὁ ἐκ Βυζαντείου, καὶ
βυζάντειον ἄστυ, καὶ ἄνευ τοῦ “ἄστυ” Βυζάντειον, ἡ πόλις, δίφθογγον. οὐ γὰρ
ἡ τοσήδε καὶ τοιάδε πόλις Βυζαντίδιόν ἐστιν.
5
Ἀχαρνῆς, ἱππῆς, βασιλῆς ἀττικῶς ἦτα, καὶ πάντα τὰ ὅμοια. οἱ Ἡρα-
κλεῖς δέ, Δημοσθένεις καὶ Ἀντισθένεις, καὶ ὅσαι τοιαῦται κύριαι κλήσεις,
διὰ διφθόγγου ἐκφέρονται τῆς γραφῆς.
10
στρατηγοῦ] τοῦ Κλέωνος.
40
ἐχθαίρων] φαυλίζων.
sch av
1a
κελεύεις κτλ.] ὁ τὸν κολοιὸν κρατῶν πρὸς τὸν κολοιόν φησιν.
1b
πεποίηται τὰ ὀνόματα τῶν πρεσβυτέρων τὸ μὲν παρὰ τὸ “πείθεσθαι”,
τὸ δὲ παρὰ τὸ “εὖ” ἔχειν τὰς “ἐλπίδας”.
2a*
διαρραγείης] πρὸς τὴν κορώνην.
2b*
ἥδε] ἡ κορώνη.
3
πλανύττομεν] πλανώμεθα.
4a
ἄλλως] μάτην.
4b
τὴν ... προφορουμένω p.i.m.] δεῦρο κἀκεῖσε· ἀπὸ μεταφορᾶς τοῦ
στήμονος.
6
πλεῖν] πλέον ἀττικῶς.
8
ἀποσποδῆσαι] ἀποκροῦσαι, ἀφανίσαι.
10*
ἐντευθενὶ] εἰρωνεία.
11
mrg., tunc 11] τοῦτον ὡς ξένον διαβάλλουσι καὶ πλάνον τὰς ὁδοὺς
γινώσκειν· οἱ γὰρ ξένοι μᾶλλον ἴσασι τὰς ὁδούς.
12
σὺ μὲν κτλ.] παίζων φησί· τουτέστι τὴν εἰς τὸ “οἴμοι” ὁδὸν βάδιζε.
17
τὸν μὲν Θαρρελείδου] διασύρει τοῦτον ὡς μικρὸν τῷ σώματι.
26*
βρύκους'] παρὰ τὴν βοράν· οἱονεὶ βορύκουσα.
28
ἐς κόρακας ἐλθεῖν] παίζει, ἐπεὶ εἰς τὰ ὄρνεα βούλονται ἐλθεῖν.
30*
ἐν λόγῳ] ἐν τῇ ὑποθέσει.
31
Σάκας ὁ Ἀκέστωρ· οὗτος τραγωδίας ποιητής· ἐκαλεῖτο δὲ Σάκας διὰ
τὸ ξένος εἶναι· Σάκες γὰρ ἔθνος θρᾳκικόν.
35
ἀπὸ μεταφορᾶς τῶν ὀρνέων· καὶ τὸ “ἀμφοῖν ποδοῖν” ἐκ τῶν ὀρνέων·
ἀμφοῖν πτεροῖν.
37
μεγάλην p.i.m.] διασύρει τὸ φιλόδικον καὶ τὴν συκοφαντίαν.
43
ἢ ἵνα θύσωσιν, ὅπου μέλλωσιν οἰκῆσαι· ἢ πρὸς ἀποσόβησιν τῶν ὀρνέων.
ἀντὶ ὅπλου μὲν τὸ κανοῦν, ἀντὶ περικεφαλαίας δὲ τὴν χύτραν, τὰς μυρρίνας
δὲ πρὸς ἄμυναν.
44*
ἀπράγμονα] ἀτάραχον.
45*
καθιδρυθέντε] κτίσαντες.
46*
ὁ δὲ στόλος] καὶ ἡ πορεία.
52*
ὄρνεα] ἀλλ' εἰσὶν δηλονότι.
59a*
τί] δεινόν.
59b*
με] εἰς.
59c*
κόπτειν] ἐν τῷ.
63a
οὕτω 'στι δεινόν] πρᾶγμα· οἱ ὀρνιθοθῆραι.
63b
οὐδὲ κάλλιον λέγειν p.i.m.] οὐδὲ λέγειν σε τοῦτο κάλλιόν ἐστιν, ὅτι
ἐσμὲν ὀρνιθοθῆραι.
65
(ὑποδεδιὼς ⸓) ἔπλασε τὸ ὄνομα· λιβυκὸν δέ, ἐπεὶ οἱ Λίβυες βάρβαροι
καὶ δειλοί· ἢ ἐπεὶ πολύορνις ἡ Λιβύη.
66
καὶ μὴν ... ποδῶν] διότι ἀπεπάτησεν ὡς ὄρνεον.
68
(ἐπικεχοδὼς ⸓) καὶ τοῦτο ὡς ὄρνιθος ἔπαιξε διὰ τὸ φαίνεσθαι αὐτὸ
τὸ σκῶρ.
69
ἀλλὰ ... θηρίον] δέον εἰπεῖν “ὄρνις”· πρὸς τὸ τεράστιον δὲ εἶπε
“θηρίον”.
sch av
70
(ἡττήθης ⸓) ἐπεὶ ὁ ἡττηθεὶς ἀλεκτρυὼν ἀκολουθεῖ τῷ νενικηκότι.
76
φαληρικὰς] Φαληρεὺς λιμὴν τῆς Ἀττικῆς.
78a
ἔτνους] ἀθάρας.
78b
τορύνης] τὸ κινητήριον τῆς χύτρας.
82
82] σέρφος σκωληκῶδες ζωΰφιον 〈ἢ μυρ〉μηκῶδες· ταῦτα νέμονται
τὰ ὄρνεα.
84*
σφῶϊν] ἡμῶν.
85
(κακῶς ⸓) πρὸς τὸν θεράποντα τοῦ ἔποπος λέγει εἰσελθόντα καὶ
κεχηνότα.
92
ἄνοιγε τὴν ὕλην] “τὴν πύλην”· ἢ δέον εἰπεῖν “τὴν θύραν”· ἀλλ' ἐπεὶ ἐν
ὕλαις οἱ ὄρνεις.
96*
ἤξασιν] παρεγένοντο.
100
100] ἐν γὰρ τῷ Τηρεῖ Σοφοκλῆς ἐποίησεν αὐτὸν ἀπωρνιθώμενον καὶ
τὴν Πρόκνην.
102a
πότερον ... ταώς] ἔπαιξε δέον εἰπεῖν “ἄνθρωπος”.
102b
(int. ταὼς ⸓) ἢ τὸ γενικὸν εἰπών, εἶτα ἐπήγαγε τὸ εἰδικόν.
104
ἐξερρύηκε] παρόσον ἄνθρωπος ἐλήλυθε μὴ ἔχων πτερὰ πλὴν τῆς
κεφαλῆς.
108*
ὅθεν] ἀφ' οὗ.
109a
μῶν ἡλιαστά] δικαστήριον ἐν Ἀθήναις.
109b
(Ἀθήναις ⸓) οὕτω δὲ ἐκλήθη διὰ τὸ ἐν ὑπαίθρῳ εἶναι.
110*
ἀπηλιασταί] φιλόδικοι.
111
ὀλίγον ... λάβῃ] παρόσον οἱ ἀγροικικοὶ μισόδικοι.
113
ξυγγενέσθαι] συνομιλῆσαι.
123
διὰ τὸ τραχύ· ἢ ἀπό τινος βασιλέως Κραναοῦ.
124*
προσφορωτέραν] λυσιτελεστέραν.
125
ἀριστοκρατεῖσθαι] καὶ ἔχειν ἀρίστους δημαγωγούς.
126
τὸν Σκελλίου] υἱόν· διότι ἐλέγετο Ἀριστοκράτης.
131*
ὅπως] θέλησον.
132*
ἑστιᾶν] εὐτρεπίζειν.
135*
ταλαιπώρων γε πραγμάτων] τρυφηλῶν, καλῶν πραγμάτων.
139
139] ὦ λαμπρέ, ἀπὸ βαλανείων κεκαλλωπισμένε.
141
οὐ προσηγάγου] πρὸς ἑαυτόν.
142
οὐκ ὠρχιπέδησας] οὐ τῶν ὄρχεων ἥψω.
143a*
ὦ δειλακρίων] κατ' ἄκρας δειλέ.
143b*
τῶν κακῶν] τρυφηλῶν.
146*
ἀνακύψεται] ἀνακύψει.
147
(ἕωθεν ⸓) ἤγουν εἰς κρίσιν. δύο ἦσαν νῆες παρὰ τοῖς Ἀθηναίοις
ὑπηρέτιδες, Πάραλος καὶ ἡ Σαλαμινία· ὧν ἡ Σαλαμινία τοὺς ἐρχομένους εἰς
κρίσιν ἦγεν, ἡ δὲ Πάραλος ...
150
(int.) ἐξ ἀκοῆς μαθών.
151
(int.) Μελάνθιος ὁ τραγικὸς κωμῳδεῖται λεπρὸς καὶ κακοπράγμων.
153*
χρὴ κατοικεῖν] ὑμᾶς.
156a*
ἄχαρις] ἀχαρίτωτος.
156b
συνοίκησιν· ἀπὸ μεταφορᾶς τῶν εὐυφῶν ἱματίων τῶν ὑπουργούντων
εἰς τρίψιν καὶ φόρεσιν πολλοῦ χρόνου.
158a*
ἀφεῖλες] ἀπέκοψας.
158b
(κιβδηλίαν ⸓) τὸν ἐκ τοῦ ἀργυρίου ῥῦπον· διότι δὲ καὶ τὰ νομίσματα
κίβδηλα λέγεται. κίβδηλον κυρίως τὸ ὑπὸ κιὸς δεδηλημένον.
159
λευκὰ σήσαμα p.i.m.] φύλλα ἐρυθρά, οἷς στεφανοῦνται οἱ νυμφίοι.
162
φεῦ φεῦ] θαυμαστικόν.
164*
ὅ τι] εἰς.
166*
ὡς] ὅτι.
167
τοὺς πετομένους ἢν ἔρῃ] ἢ περὶ τῶν πετομένων.
168a
ὁ Τελέας] διασύρει τὸν Τελέαν.
168b*
ταδί] ταῦτα.
169*
πετόμενος] ἐρώτησις.
171*
μωμᾷ] ψέγεις.
176
περίαγε τὸν τράχηλον] ἔνθεν κἀκεῖθεν, ὡς καὶ τὰ ἐν κύκλῳ ἰδεῖν.
177*
ἀπολαύσομαι] ὠφεληθῶ.
179
(πόλος ⸓) πόλον οἱ παλαιοὶ οὐχ ὡς οἱ νεώτεροι σημεῖόν τι καὶ πέρας
ἅλωνος, ἀλλὰ τὸ περιέχον ἅπαν.
185
(παρνόπων ⸓) εὐχείρωτοι οἱ πάρνοπες· ἔστιν εἶδος ἀκρίδων ἢ κωνώπων.
186
(corp.) ἐν τοῖς Πελοπονησιακοῖς Νικίαν πέμψαντες Ἀθηναῖοι κατὰ
πάντων Μηλιέων ἐπὶ τοσοῦτον ἐπολιόρκησαν αὐτούς, ὥστε λιμῷ διαφθεῖραι· διὰ
τὸ ἀποστῆναι αὐτῶν πρῴην ὑποτελῆ οὖσαν.
189a
(corp.) πολέμιοι ἦσαν οἱ Βοιωτοὶ τοῖς Ἀθηναίοις συμβάλλοντες
Λακεδαιμονίοις διὰ Δεκέλειαν μαχόμενοι· ὅτε οὖν θέλουσιν Ἀθηναῖοι εἰς
Πυθὼ ἀπελθεῖν, δηλοῦσι Βοιωτοῖς παρακαλοῦντες ὑποχωρεῖν τῆς ὁδοῦ.
189b
(corp.) <ἄλλως:> τινές φασι μεταξὺ Πυθοῦς καὶ Ἀττικῆς εἶναι τὴν
Βοιωτίαν, καὶ οὐχ οἷόν τε ἀπελθεῖν Ἀθηναίους εἰς Πυθώ, εἰ μὴ παρέλθωσι
Βοιωτίαν. παίζει δέ· μόνον γὰρ τότε δίοδον ζητοῦσιν, ὅταν στράτευμα διάγῃ,
ὅταν δὲ ὀλίγοι καὶ εἰρηνικοί, οὐκέτι.
193
διαφορήσεται] διαπέμψεται.
194
(corp.) νεφέλη εἶδος δικτύου θηρατικοῦ. οὕτω δὲ τὰ προστυχόντα
ὤμνυον.
206*
{(v.l.)} ἀνθρώπων] γράφεται “ὀρνίθων”.
209*
σύννομε] σύμβιε.
210
{(v.l.)} λῦσον] ᾆσον.
212
ἐμὸν καὶ σὸν] λείπει παῖδα.
214a*
ξουθῆς] λεπτῆς, ἁπαλῆς, ὑγρᾶς· πυρρᾶς, ξανθῆς.
214b*
χωρεῖ] ὁρμήσει.
217
ἐλέγοις] θρήνοις.
224*
οἷον] καὶ πῶς· θαυμαστικόν.
237
μιμούμενος τὴν φωνὴν τῶν ὀρνέων προσκαλεῖται αὐτά.
240
κοτινοτράγα p.i.m.] τὰ ἐσθίοντα κότινον ἤγουν τὸν κάρπον τῆς ἀγριε-
λαίας.
242
(int.) μιμεῖται ἑκάστου γένους ὀρνέου φωνήν.
243
(inter columnas) ἑλώδεις τόπους.
244
ζῷόν ἐστιν ὕδασι γινόμενον ὅμοιον τῷ κώνωπι, μεῖζον δὲ τῇ περιοχῇ,
κατὰ τὸ μέσον λευκῷ περιεζωσμένον.
245
κάπτεθ'] ἐσθίετε.
248
πτεροποίκιλος] ἔχων.
249
(ἀτταγᾶς ⸓) τὰ γὰρ λιμνώδη καὶ λεῖα χωρία καταβόσκεται ὁ ἀτταγᾶς.
252
νεώτερα] πράγματα.
254
ταναοδείρων p.i.m.] τὸ μερικὸν ἐπὶ πάντων ἔταξεν· οὐδὲ γὰρ πάντα
ταναόδειρα τὰ ὄρνεα.
255*
δριμὺς] συνετός, ὀξύς.
256
καινὸς γνώμην] οἷον νέαν γνώμην ἐξηγούμενος.
261
κικκαβαῦ κικκαβαῦ] τὰς γλαῦκας οὕτω φωνεῖ〈ν λέγουσιν〉· ἕτεροι δὲ
λέγουσι τὰς χαλκί〈δας〉 ἢ ἕτερα.
265*
ἄλλως] μάτην.
266
(χαραδριὸν ⸓) ἐπεὶ αἱ χαράδραι τρόπον τινὰ διὰ τῶν ῥευμάτων μελῳδίας
ποιοῦνται· ἢ ὁ χαραδριὸς ζῷον μεταβαλλόμενον εἰς τὰ προκείμενα. “ἐπῷζεν”
ἐστὶ τὸ ἐπὶ τοῖς ᾠοῖς καθῆσθαι.
267
τοροτὶγξ τοροτὶγξ] ἢ ζῴου τινὸς ἢ τοῦ ἔποπος.
270
οὗτος] ὁ ἔποψ.
272a
παρὰ τὴν “φοίνικος” γενικὴν “φοινικόεις” ἐν ὑπερθέσει καὶ “φοι-
νικοῦς”.
sch av
272b
φοινικοῦς] ἐν συναιρέσει· πυρρός.
275a*
ἔξεδρον] ἀλλοδαπός.
275b
(χώραν ⸓) ἡ ἀρχὴ ἐκ τοῦ Σοφοκλέους.
276
276 p.i.m.] ὁ κομπώδης· τοιοῦτοι γὰρ οἱ μάντεις· ἄτοπος δὲ διὰ τὸ
τερατῶδες.
278
mrg., tunc εἶτα πῶς] ὡς τῶν Μήδων ἐπὶ πολὺ ἐπὶ καμήλων ὀχουμένων.
281*
Φιλοκλέους] ἐκ τοῦ καὶ ἔποπος.
286*
αἵ ... προσεκτίλλουσιν] διασύρει τὸν Καλλίαν ὡς λάγνον.
288
κατωφαγᾶς p.i.m.] ὄρνεον ὀρύσσον τὰ σπέρματα.
290
ἀπέβαλε τὸν λόφον] ῥίψασπις γὰρ ἦν.
292
(ἢ ⸓) ἐπεὶ οἱ διαυλοδρομοῦντες εἶχον λόφον ἐπὶ τῆς κεφαλῆς.
299a
(corp.) ὁ ἄρσην ἀλκυὼν κειρύλος λέγεται· ἐν δὲ ταῖς συνουσίαις
ἀποθνῄσκει. ὁ δὲ Σποργίλος κουρεὺς ἦν· διαβάλλει δὲ τοῦτον ὡς εὐτελῆ.
299b
(corp.) Ἀντίγονος· τοὺς ἄρρενας τῶν ἀλκυόνων, 〈οὓς〉 γηράσκοντας
αἱ θήλειαι βαστάζουσι τοῖς πτεροῖς. μήποτε δὲ παρὰ τὸ “κείρειν” ἐσχημάτισε
τὸν Σποργίλον· κουρεὺς γὰρ ἦν. μνημονεύει δὲ αὐτοῦ καὶ Πλάτων ἐν Σοφισταῖς
τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος.
300
Σποργίλος] κουρέα εἶχον τοῦτον.
301
(corp.) <τίς γλαῦκα:> διότι εἰσὶ πολλαὶ γλαῦκες εἰς τὰς Ἀθήνας· οὐ
μόνον γὰρ ζῷα, ἀλλὰ καὶ εἰς τὰ νομίσματα ἐντετυπωμέναι. ἔστι δὲ παροιμία
ἐπὶ τῶν μάτην ἐπισωρευόντων τινὰ τοῖς προσυπάρχουσιν, οἷον εἴ τις ἐν
Αἰγύπτῳ σῖτον ἀπάγει ἢ ἐν Κιλικίᾳ κρόκον.
306*
τῶν κοψίχων] τῶν κοπτόντων διὰ †τησρ†.
316*
πρὸς ἐμὲ φίλον] ἀπὸ κοινοῦ τὸ “παρ〈εῖναι〉”.
317
(κοινὸν ⸓) κοινωφελῆ, τουτέστιν ἀληθῆ καὶ σφαλῆναι μὴ δυνάμενον.
318
(λεπτὼ ⸓) λεπτοὶ εἰς τὸ λογίσασθαι.
319
(ποῦ ⸓) διαταράττονται ἀκηκοότες παρεῖναι· ὑποπτεύουσι γὰρ αὐτοὺς
ὀρνιθοθήρας.
321
(ἥκετον ⸓) στέλεχος καὶ ῥίζαν καὶ ὑπόθεσιν μεγάλην πράγματος, ὅ
ἐστι χρήσιμόν τι, εἰσηγούμενοι.
338*
διαφορηθῆναι] διασπασθῆναι.
342*
ἐκκοπῇ] ἐκβληθῇ.
348*
ῥύγχει] στόματι.
353
ἐπαγέτω ... κέρας] προηγείσθω ὡς ἐπὶ πολέμου.
355*
διαφορηθῶ] διασπασθῶ.
358
(γλαὺξ ⸓) διὰ τὸ ἀττικὸν εἶναι τὸ ζῷον· Ἀττικοὶ δὲ καὶ αὐτοί.
361
ὀξύβαφον] σκεῦος μεῖζον τρυβλίου.
363
(ὑπερακοντίζεις ⸓) φρονιμώτατα γὰρ ὁ Νικίας καὶ λιμῷ, πεμφθεὶς ὑπὸ
Ἀθηναίων, Μηλίους ἀνεῖλεν.
364
(ἐλελεῦ ⸓) ἐπίφθεγμα πολεμικόν· οἱ προσιόντες γὰρ εἰς πόλεμον
ἐφώνουν τὸ “ἐλελεῦ” μετά τινος ἐμμελοῦς κινήσεως.
369*
φεισόμεθα <γάρ> <αʹ> τι <τῶνδε> <εʹ> <μᾶλλον> <γʹ> <ἡμεῖς> <βʹ> ἢ <λύκων.> <δʹ>
373*
οἵ γ'] οὗτοι.
378*
αὐτίχ'] τὸ “αὐτίκα” ὡς ἐν παραδείγματι.
381
τὸ ἑξῆς· ἔστι χρήσιμον τὸ ἀκοῦσαι ἡμᾶς αὐτῶν, ἐφ' ὅτῳ ἐληλύθασιν.
383a
εἴξασιν] ἐοίκασιν.
383b
(ἐπὶ σκέλος ⸓) ὑπαναχώρει.
387*
τῷ τε τρυβλίῳ] σύν.
392
(οὐ φευκτέον ⸓) οὔτε φεύγειν οὔτε ἀπαρασκευάστους δέον εἶναι ἡμᾶς.
399
(ἐν Ὀρνεαῖς ⸓) τόπος, εἰς ὃν ἐγένετο πόλεμος Λακεδαιμονίων καὶ
Ἀργείων.
401*
κατάθου] ῥίψον.
402
παρὰ τὴν ὀργὴν p.i.m.] παρὰ τὸ ὁμηρικὸν “ἀσπίσι κεκλιμένοι”.
403*
κἀναπυθώ] καὶ κατὰ δεύτερον ἐρώτησον.
405*
ἐπίνοιαν] λογισμόν.
406*
ἔποψ ... καλῶ] ὦ· στρατιωτικόν.
410a*
τύχη] σύμβαμα.
410b*
κομίζει] φέρει.
414
καὶ ... πᾶν] εἰς τὸ πᾶν τῆς ζωῆς.
416*
ἄπιστα] θαυμαστά.
417*
ὁρᾷ τί] φαίνεται.
418*
ὅτῳ] καὶ ᾧτινι.
420*
ἔχειν] δύνασθαι.
421*
ὄλβον] εὐδαιμονίαν.
422a*
πιστόν] πιθανόν.
422b*
ὡς] ὅτι.
424
τὸ ... κεῖσε] ἤγουν ὁ οὐρανὸς καὶ ἡ γῆ.
425a*
δεῦρο] νῦν.
425b
(προσβιβᾷ ⸓) ἤγουν πείθει καὶ βεβαιοῖ· ἢ ἀντὶ τοῦ “ἐφαρμόζει”,
“συμβιβάζει”.
sch av
427
ἄφατον p.i.m.] ὡς ἄφατον, φησί, καὶ 〈μέγιστον〉 φρονῶν ταῦτα λέγει.
429a
(πυκνότατον ⸓) ἤγουν φρόνησις· ἀπὸ κοινοῦ τὸ “ἔνεστι”.
429b*
κίναδος] τό.
430a*
κύρμα] ἐπιτυχία.
430b*
τρίμμα] ἐμπειρία.
430c
παιπάλημ'] λεπτὸν 〈ἄλευρον〉.
431
κέλευέ μοι λέγειν] αὐτῷ λέγειν.
432*
κλύων] ἐγώ.
433
ἀνεπτέρωμαι] μετεωρίζομαι.
436
(corp.) ἰπνὸς ἡ κάμινος· καταχρηστικῶς δὲ ἡ ἐσχάρα. ἐπιστάτη δὲ
θηλυκῶς χαλκοῦς τρίπους χυτρόποδος ἐκτελῶν χρείαν· οἱ δὲ πήλινον Ἥφαιστον
πρὸς ταῖς ἑστίαις ἱδρύμενον ὡς ἔφορον τοῦ πυρός· ἔνιοι δὲ ξύλον ἐπίμηκες
πεπασσαλωμένον, εἰς ὅπερ ἐξαρτῶσι τὰ μαγειρικὰ σκεύη.
437*
τάδ'] ἐκεῖνα.
439*
διάθωνταί] διαθήκην ποιήσωσιν.
444*
διατίθεμ'] διαθήκην ποιῶ.
445
ὄμνυμ'] εὔχομαι.
447a
(corp.) ταῦτα ὁ ποιητής· εἰ μὴ πάντας νικήσω, τέως ἐν ἑνὶ κριτῇ
ἤγουν ἔλαττόν τι.
447b*
εἰ δὲ παραβαίην] εἰ μὴ πάντας νικήσω.
449
(ἀνελομένους ⸓) ὡς τῶν πολεμίων σπεισαμένων ὁ κῆρυξ εἰρήνην
κηρύσσει.
450a
(corp.) ἔθος ἦν τοὺς ταξιάρχας διὰ κήρυκος ἀπαγγέλλειν τοῖς στρατιώ-
ταις τὰ δεδογμένα.
450b*
ἐν τοῖς πινακίοις p.i.m.] προγράμμασιν· ἐν τοῖς νόμοις.
454
παρορᾷς] παρεπινοεῖς ἢ εὑρίσκεις.
456
παραλειπομένην ... φρενὸς] ἣν ἡμεῖς οὐ νοοῦμεν.
461
(int. μὴ ⸓) πρὸ καταγνώσεως οὐ παρασπονδήσομεν.
462a
προπεφύραται] ηὐτρέπισται.
462b
(προπεφύραται ⸓) ἡ μεταφορὰ ἀπὸ τῶν τὰ ἄλευρα φυρόντων, εἶτα
μάζας ποιούντων.
462c
(corp.) παίζει ὥσπερ ἐπὶ δείπνου λέγων, καίτοι λόγῳ μέλλων αὐτοὺς
εὐωχεῖν.
463a
(corp.) τοῖς γὰρ εὐωχουμένοις περιέκειντο οἱ στέφανοι καταψύχοντες
τὸ κρανίον ἀπὸ τῆς οἴνου θέρμης.
463b*
διαμάττειν] μαλάσσειν.
465
(corp.) πολλῇ τῇ τροπῇ ἐπέμεινε τῆς εὐωχίας· ὡς ἐπὶ βοὸς δὲ τοῦτό
φησιν, ὡς ἐν Λαρίσσῃ μεγάλων βοῶν γινομένων· ἔστι δὲ πόλις Θεσπρωτίας. ἢ
λαρινὸν τὸ λιπαρόν· λέγονται γὰρ βόες λαρινοὶ οἱ λιπαροὶ ἢ μεγάλοι, ἀπὸ
Λαρινοῦ τινος νομέως εὐμεγέθους· νέμονται δὲ τὴν Ἤπειρον οὖσαι τῶν
Γηρυόνου βοῶν ἀπόγονοι.
475*
κατορύξαι] ἀρχῆς τὸ τέλος.
486
διαβάσκει] διέρχεται.
487a*
τὴν κυρβασίαν] τὴν τιάραν, τὸν λόφον.
487b
(corp.; κυρβασίαν ⸓) τοῖς μὲν γὰρ ἄλλοις ἔθος καὶ ἐπτυγμένην καὶ
προβάλλουσαν εἰς τὸ μέτωπον ἔχειν, τοῖς δὲ βασιλεῦσιν ὀρθήν.
489
(ὑπὸ ⸓) κοκκύζειν δέ, ὅταν παρ' ἑαυτῷ μετὰ νίκην τῆς μάχης ᾄσῃ.
491a
ἀλφιταμοιβοὶ] οἱ ἔμποροι.
491b*
τορνευτασπιδολυροπηγοί] ποιοῦντες τὰς λύρας καὶ τὰς ἀσπίδας.
494
(ἐς ⸓) ὅτι τὴν δεκάτην εἱστίων ἐπὶ τοῖς γεννηθεῖσι καὶ ἐν αὐτῇ τὰ
ὀνόματα ἐτίθεντο τοῖς παισίν.
495*
καὶ κάθευδον] ἤγουν εἰς ἀρχὴν δείπνου.
496
Ἀλιμουντάδε] δῆμος τῆς Λεοντίδος φυλῆς.
498
(κἀγὼ ⸓) ἀφείλετο· κυρίως δὲ ἐπὶ τῶν γάλα ἀμελγόντων ἢ κηρίων.
501
(προκυλινδεῖσθαι ⸓) ἔαρος ἀρχομένου 〈ἴκτινος〉 φαίνεται εἰς τὴν
Ἑλλάδα, ἐφ' ᾧ ἡδόμενοι κυλίνδονται.
503a
κατεβρόχθισα] κατέπιον.
503b*
κενὸν p.i.m.] ἀπῆλθε γὰρ εἰς τὸ ὠνήσασθαι χρειώδη τινά.
507
(τοῦτ' ⸓) ἔστι παροιμία παρὰ Φοίνιξι “κόκκυ ψωλοὶ πεδίονδε”, ἀντὶ
τοῦ “κόκκυγος κράζοντος τὸ πεδίον θερίζομεν”.
511*
οὐκ ᾔδη] οὐκ ᾔδειν ἀττικῶς.
516*
θυγάτηρ] ἡ Ἀθηνᾶ.
521
(Λάμπων ⸓) Ῥαδάμανθυς γὰρ δικαιότατος ἀνθρώπων γενόμενος
πρῶτος ἐκώλυσε μηδένα ἀνθρώπων ὅρκους ποιεῖσθαι κατὰ θεῶν, ἀλλ' ὀμνύναι
κελεῦσαι χῆνα καὶ κύνα καὶ κριόν. ὁ δὲ Λάμπων θύτης ἦν, χρησμολόγος καὶ
μάντις· ὤμνυε δὲ κατὰ χηνὸς ὡς μαντικοῦ.
523
Μανᾶς] δούλους.
527
παγίδας ... ἕρκη] εἶδος δικτύου, ὃ χρίουσιν ἰξῷ.
528
πηκτάς] εἶδος δικτύου.
530
(βλιμάζοντες ⸓) Καλλίστρατος· ἀντὶ τοῦ ψηλαφᾶν· κυρίως δὲ βλιμάζειν
τὸ τοῦ ὑπογαστρίου καὶ τοῦ στήθους ἅπτεσθαι. Δίδυμος δὲ ἀντὶ τοῦ “κρατοῦν-
τες”· ἀποτίλλουσι γὰρ καὶ κατεσθίουσιν.
533
533] ἐπιβάλλουσι συντρίψαντες· παρὰ τὸ κναίειν τὸ διαφθείρειν.
534
(σίλφιον ⸓) τὸ σίλφιον ῥίζα ἡδύοσμος πρὸς τὸ ἄρτυμα, ὅπερ ἐν Λιβύῃ
γίνεται· θεραπεύει δὲ πολλά· ἔστι δὲ πολυτίμητον.
535
535] ζωμόν, παρὰ τὸ χέεσθαι· γλυκὺ δὲ μέλιτι δεδευμένον.
538
(ὥσπερ ⸓) κατὰ ἐναλλαγὴν 〈ἀντὶ τοῦ〉 νεκριμαίων, ὡς τῶν θνησιμαίων
κρεῶν ⟦ὥσπερ κενεβρίων⟧ ποικιλοτέρας ἀρτύσεως 〈δεομένων〉. ἢ κενέβρια
ἐκάλουν τὰ θνησιμαῖα.
539
πολὺ 〈δὴ〉 χαλεπωτάτους] λυπηρούς· χαλέψαι δυναμένους.
540a*
ὡς] λίαν.
540b
καταβοῶσι τῶν πατέρων 〈ὡς〉 ἀπολυσάντων τὴν βασιλείαν.
541*
κάκην] ταλαιπωρίαν.
546
ἀναθεὶς] ἀνατίθημι.
547
mrg., tunc τά τε ... κἀμαυτὸν] 〈ὡσεὶ〉 εἶπεν· ἐμὲ καὶ τὰ τέκνα μου
ἀνατίθημί σοι ὥστε διοικεῖν.
550
(εἶναι ⸓) μίαν ὀφείλετε πόλιν ἔχειν.
551
γῆς καὶ οὐρανοῦ.
552
καὶ ἡ Βαβυλὼν δὲ ἀπὸ πλίνθων ὀπτῶν ἐκτίσθη καὶ ἀντὶ τοῦ γύψου
ἀσφάλτῳ συνεδέθη· ἡ Σεμίραμις δὲ αὐτὴν ἔκτισεν.
555a*
φῇ] συγκατατεθῇ, συγκατανεύσῃ.
555b*
γνωσιμαχήσῃ] διαλέξεται, λογοτριβήσῃ.
556a*
ἱερὸν] μέγαν.
556b*
πρωυδᾶν] προλέγειν.
556c*
ἀπειπεῖν] ἀπαγορεῦσαι.
559
Ἀλόπη Κερκύονος θυγάτηρ· ηὔξησε δὲ τὴν διαβολὴν διὰ τοῦ πληθυν-
τικοῦ.
562
τὸ λοιπὸν] πρὸ τῶν θεῶν.
563*
προσνείμασθαι] παρασχεῖν.
565
φαληρὶς ὄρνεον λιμναῖον εὐπρεπές.
566
νήττῃ ... καθαγίζειν] ἐπεὶ ἔνυδρον τὸ ζῷον.
567
διὰ τὴν ἀδδηφαγίαν τοῦ Ἡρακλέους εἶπε τὸν λάρον.
568
διὰ τὰς μοιχείας τοῦ ⟦λήρου⟧ Διὸς εἶπε τὸν ὀρχίλον.
569
σέρφον ἐνόρχην] λέγεται καὶ κριὸς ὁ σέρφος.
572a*
οἳ πετόμεσθα] παρέμπτωσις.
572b*
πτέρυξ λέγεται τὸ ὅλον, πτερὺξ δὲ τὸ ἄκρον.
575*
Ἶριν] ἄγγελος τῶν θεῶν.
579
ἀνακάψαι] φαγεῖν.
580
μετρείτω] παρεχέτω.
581*
μὰ Δί'] διδόναι πυρούς.
582*
καταροῦσι] ἀροτριοῦσι.
585*
ἀποδῶμαι] πωλήσω.
590*
κνῖπες] εἶδος ζωϋφίων μικρῶν.
591*
ἀναλέξει] συνάξει.
594a*
κερδαλέας] ἐπικερδεῖς.
594b*
κατεροῦσι] ἀκριβῶς.
595*
τῶν ναυκλήρων] ἀπό.
597*
ἔσται] γενήσεται.
598a
γαῦλον] γαῦλος φοινικικὸν πλοιάριον.
598b*
κτῶμαι] ἀγοράζω.
601
παροιμία· “οὐδείς με θεωρεῖ πλὴν ὁ παριπτάμενος ὄρνις.” <ἢ ἄλλως:>
“οὐδεὶς οἶδε, τί ὡμίλησα, πλήν γε εἴ τις ὄρνις.” ἐλέγετο δὲ ἐπὶ τῶν ἀποκρύφων.
602
ἐπεὶ ἐν ὑδρίαις ἔκειντο οἱ θησαυροί, τὰ λεγόμενα παρ' ἡμῖν θησαυράρια.
605*
ἀτεχνῶς] ἀληθῶς.
606
εἰς ... ἀφίξονται] ἤγουν εἰς πολυχρονιότητα φθάσωσιν.
607*
ἀποθνῄσκειν] τὸν ἄνθρωπον.
610a*
(int.) [σχετ]λιαστικὸν [ἐπίρ]ρημα.
610b*
ὡς] λίαν.
610c*
ἡμῖν] ἡμῶν.
611*
πολλῷ] κρείττονες τοῦ Διὸς.
615*
θάμνοις] κλάδοις.
618
ἔσται κτλ.] ὅτι εὕρημα θεῶν· Ἀθηνᾶς γάρ.
619
λιβυκὸς θεὸς ὁ Ἄμμων.
627
μεταπίπτων p.i.m.] μεταβαλλόμενος εἰς φιλίαν.
628*
ἀφείμην] χωρισθείην.
633*
ἴοις] ἔλθοις.
634*
ξυνῳδά] ὅμοια.
635
τρίψειν] ὡς ἐπὶ ἐσθῆτος.
636*
τεταξόμεθ'] ἀντιπαρα〈τεταξόμεθα〉.
639
Νικίας, υἱὸς Ἀλκιβιάδου· βραδὺς δὲ ἦν εἰς τὰς διεξόδους· διὸ καὶ
διαβάλλεται.
641
(νεοττιάν ⸓) παρακελεύεται αὐτοὺς εἰς τὴν καλιὰν αὐτοῦ.
642
παρόντα φρύγανα] ἐκ παραλλήλου.
643a*
ἡμῖν] 〈ἡμ〉ῶν.
643b*
φράσετον] 〈φράσε〉τε.
645
Θρίηθεν] δῆμος τῆς Οἰνηΐδος.
648a*
τὸ δεῖνα] λόγιον.
648b
(ἐπανάκρουσαι ⸓) ἐπαναλαβόντα τὸν λόγον ἐπανάκαμψαι εἰς τοὐπίσω·
ἡ μεταφορὰ ἀπὸ τῶν τὰς ἡνίας ἀνακρουομένων. ἐπανάκρουσις δέ ἐστι κυρίως
τὸ ἐπισχεῖν τὴν ἐπερχομένην ναῦν μεθ' ὁρμῆς εἰς τὸν ὅρμον, ἵνα μὴ προσελθοῦσα
θραυσθῇ.
652*
τὴν ἀλώπεχ'] ἡ 〈ἀλώπ〉ηξ.
653*
φλαύρως] φιλικῶς, ῥᾳδίως.
656*
(int.) ἄνθρωποι.
660
παίσωμεν ... ἐκείνης] συγχορεύσωμεν αὐτῇ.
661a*
ὦ] ἔποψ.
661b*
τοῦτο] εἰς.
663*
αὐτοῦ] τοπικόν.
667
ὡς καλὸν κτλ.] ἑταιρίδιον πρόσεισι κεκαλλωπισμένον.
673
ἀπολέψαντα] 〈ἀπολε〉πίσαντα.
677
φιλτάτη] εὐμορφωτάτη.
680
ἦλθες ὤφθης p.i.m.] ταῦτα πρὸς ἑαυτὸν λέγει ὁ Ἀριστοφάνης, ὅτι
τῷ ἔαρι ἐν ἄστει τελοῦσι τὰ Διονύσια.
682
ἠχοῦσα, λαλοῦσα· κυρίως δὲ τὸ τὴν κιθάραν κρούειν.
685
ἄγε δὴ] παράβασις.
687*
ταλαοὶ] καρτερικοί.
692*
τὸ λοιπὸν] μετὰ ταῦτα.
694*
γῆ] οὐ.
696*
περιτελλομέναις] περιερχομέναις.
697
εἰκὼς p.i.m.] ἐοικὼς τοῖς τοῦ ἀνέμου ὠκείαις συστροφαῖς.
699*
ἐνεόττευσε] ἐγέννησε.
703
ἔρωτος] λείπει υἱοί.
705a
(πολλοὺς ⸓) διότι δεξιὰ φαίνονται πρὸς ἔρωτας.
705b
ἀποταξαμένους τοῖς ἐρασταῖς μετὰ νεότητα ἢ †ποτὲ† τῶν καιρῶν.
707
περσικὸν ὄρνιν] ἀλεκτρυόνα.
712
(εἶτα ⸓) Ὀρέστης μανίαν ὑποκρινόμενος ἐν τῷ σκότει τοὺς ἀνθρώπους
ἀπέδυεν.
713
(ἴκτινος ⸓) ἐν τῇ Ἑλλάδι ἔαρος φαίνεται ἴκτινος, ὅτε κουρεύεται τὰ
θρέμματα.
715
καὶ ληδάριόν τι] θέριστρον· ἢ εὐτελὲς ἱμάτιον.
717
μαντευσάμενοι γὰρ πρῶτον ἐκ τῶν ὀρνέων, οὕτως ἐπὶ τὰ ἔργα χωρεῖτε.
720*
ὄρνιθα] οἰωνόν, προφήτην.
721a
(ξύμβολον ⸓) τὰ πρῶτα ξυναντήματα ἐκάλουν σημεῖα.
721b
ἐπεὶ πολλάκις εἰώθαμέν τινας τῶν θεραπόντων καλόποδας λέγειν καὶ
καλλοιωνίστους.
721c
(corp.) λέγεται γάρ τι τοιοῦτον, ὡς συμβολικῶς ἐρωτώμενός τις περὶ
ἀρρώστου εἶδεν ὄνον ἐκ πτώματος ἀναστάντα, ἀκήκοε δὲ ἑτέρου λέγοντος·
“βλέπε πῶς ὄνος ὢν ἀνέστη”· ὁ δὲ ἔφη· “ὁ νοσῶν ἀναστήσεται”.
724*
ἕξετε] δυνηθείητε.
728
νεφεληγερέτης γάρ.
731
mrg., tunc πλουθυγίειαν] ἐκ τούτου ἔμφασιν εὐδαιμονίας ἐμφαίνει.
732*
γέλωτα] χαράν.
734
(γάλα ⸓) παροιμία ἐπὶ τῶν λίαν εὐδαιμονούντων.
737
Μοῦσα κτλ.] ᾠδὴ ἤτοι στροφή. ὡς ἀπὸ τοῦ ποιητοῦ.
744*
ξουθῆς] λεπτῆς.
745
(Πανὶ ⸓) ἐπεὶ νόμιος ὁ θεὸς καὶ ὄρειος, καὶ τῶν ὀρνέων δὲ ἐν ὄρεσιν
αἱ διατριβαί.
746a
σεμνᾷ] τῇ Ῥέᾳ.
746b*
χορεύματ'] λείπει “ἀναφαίνω”.
748
ἀπὸ τῶν ἐμῶν ποιημάτων.
749
Φρύνιχος τραγῳδίας ποιητής.
753
εἰ μετ'] ἐπίρρημα.
754*
διαπλέκειν] διάγειν.
759
(corp.) πλῆκτρον ὅπλον ἀμυντήριον· ἡ μεταφορὰ ἀπὸ τῶν ἀλεκτρυόνων·
κἀκεῖνοι γὰρ ἔχουσι πλῆκτρα, ἐν οἷς μάχονται.
761
(ἀτταγᾶς ⸓) ὄρνις κατάστικτος ποικίλοις πτεροῖς.
763
διαβάλλονται ὡς Φρύγες καὶ δειλοί.
765a*
φυσάτω] καὶ δειξάτω.
765b
πάππος ὄρνεόν τι· πρὸς τὸ ὄνομα οὖν παίζει, ὅτι· εἰ ἀναβάς τις πρὸς
ἡμᾶς γεννήσει πάππους, ἕξει ἀποδεικνύναι φράτορας, ὅ ἐστι συγγενεῖς.
766*
ὁ Πισίου] υἱός.
768*
ἐκπερδικίσαι] πονηρεύσασθαι.
769
τοιάνδε] ἀντῳδή.
774
Ἕβρον κτλ.] Θρᾴκης ποταμός· ἐν ποταμίοις γὰρ τὰ ὄρνεα.
781
ἄνακτας p.i.m.] τοὺς θεούς, ἔνθεν καὶ ἀνάκτορα τὰ ἱερά.
783
ἐπωλόλυξαν] εὐφήμησαν.
785
οὐδέν ἐστ'] ἀντεπίρρημα.
787
τῶν ... ἤχθετο] ὡς μακρῶν ὄντων τούτων.
789*
ἐφ' ἡμᾶς] εἰς τὸ θέατρον.
790
χεζητιῶν p.i.m.] Χεσᾶς γὰρ ἐλέγετο.
791
ἐξίδισεν] ἐξετίλησεν, ἀπεπάτησεν.
794
τόπος ἀνειμένος τοῖς βουλευταῖς· καὶ ὁ τοῖς ἐφήβοις ἐφηβικός.
796*
βινήσας] ἤγουν μιγείς, συνουσιάσας.
798
πυτιναῖα p.i.m.] τῆς πυτίνης ἔχων κρεμάμενα ἱμαντάρια τῷ τραχήλῳ·
ἡ δὲ πυτίνη πλέγμα ἐστίν.
799*
ᾑρέθη] προεκρίθη.
803
(ὠκυπτέροις ⸓) τῶν πτερῶν τὰ μὲν καλεῖται πτίλα, τὰ δὲ πτερά, τὰ
δὲ ὠκύπτερα.
805
χηνὶ συγγεγραμμένῳ] εὐτελῶς γεγραμμένῳ χηνί.
808*
τάδ' ... ἄλλων] ἤγουν ὁ χὴν καὶ ὁ κόψιχος.
810a
παράδοξον, ὃ οὐκ ὠνόμασταί ποτε.
810b
τοῖς ὄρνισιν.
816a
χαμεύνῃ] τῇ εὐτελεῖ.
816b*
κειρίαν ἔχων] εἴπω τοῦτο τὸ ὄνομα.
822
Θεαγένους κτλ.] ἐκ πενίας πλούσιος ἐγεγόνει.
823a*
ἅπαντα] εἰσί.
823b
καὶ ... οὖν] πιστεύειν αὐτὰ ἢ εἰς τό.
824
Φλέγρας πεδίον] ἔστι πεδίον τῆς Θρᾴκης.
825
καθυπερηκόντισαν] δέον εἰπεῖν κατεπολέμησαν.
826*
λιπαρὸν] λαμπρόν.
827a*
πολιοῦχος] φύλαξ.
827b*
τῷ ξανοῦμεν] ὡς οἱ Ἀθηναῖοι.
828*
πολιάδα] φυλάκτριαν.
831
Κλεισθένης] οὗτος ὡς γυναικώδης κωμῳδεῖται.
832a*
καθέξει] φυλάξει.
832b
εἰς τὰς Ἀθήνας τεῖχος πελαργικὸν ἐν τῇ ἀκροπόλει.
835
ὦ ... δέσποτα] παίζει πρός τινα παῖδα νεοττὸν καλούμενον.
836
(οἰκεῖν ⸓) καὶ τοῦτο παίζει, ἐπεὶ τραχὺ τὸ Πελαργικὸν καὶ πετρῶδες.
839a*
ἀποδὺς] ἐκδυθείς.
839b
(int.) κυρίως δὲ ὀργάσαι τὸ πισσῶσαι.
839c
ὄργασον] μάλαξον.
842
οἱ τοὺς φύλακας γὰρ περισκοποῦντες κώδωνας ἐφόρουν.
844
(ἕτερον ⸓) ἐπεὶ μεταξὺ γῆς καὶ οὐρανοῦ ἐστιν ὁ ἀήρ.
846a*
οἴμωζε] ἀντὶ τοῦ κοπία.
846b*
οἷ] καὶ ὅπου.
849
ἱερέα ... πομπὴν] πομπεύσοντα τὴν ἐς θυσίαν.
850*
αἴρεσθε] ἐπαίρετε.
851*
ὁμορροθῶ] συγκατανεύσω.
852*
συμπαραινέσας ἔχω] συναινῶ συγκατατεθείς.
853
(προσόδια ⸓) οὕτω γὰρ ἔλεγον τὰς προσαγομένας τοῖς θεοῖς πομπάς.
855*
προσέτι] σύν.
857
πυθιὰς βοὰ p.i.m.] ἤγουν αὐλητής· ηὔλουν γὰρ ἐν ταῖς θυσίαις.
858
συνᾳδέτω p.i.m.] ὡς αὐτομάτως ἐπιόντος αὐτοῦ ταῖς εὐωχίαις παίζει
αὐτόν.
861
(861 ⸓) ἔοικεν ὁ αὐλητὴς διεσκευάσθαι εἰς κόρακα. φορβίον δέ ἐστι τὸ
περικείμενον τῷ στόματι τοῦ αὐλητοῦ δέρμα, ἵνα μὴ σχισθῇ τὸ χεῖλος αὐτοῦ.
868a
(Σουνιέρακε ⸓) ἐπεὶ περὶ ὀρνίθων ὁ λόγος, ἀντὶ τοῦ “Σουνιάρατε”·
φαίνεται δὲ εἶναι Ποσειδῶνος τὸ ἐπίθετον, παρὰ τὸ ἐν τῷ Σουνίῳ ἄκρῳ τῆς
Ἀττικῆς τὰς εὐχὰς δέχεσθαι.
868b
“Πελαργικέ” ἀντὶ τοῦ “Πελασγικέ”.
872a*
Κολαινίς] ἡ.
872b
Ἀκολανθὶς] ἐπώνυμον τῆς Ἀρτέμιδος.
872c
(Ἀκολανθὶς ⸓) <κολανθὶς:> εἶδος ὀρνέου· λέγεται δὲ καὶ ἡ κύων, παρὰ
τὸ αἰκάλλειν ἴσως τοὺς γνωρίμους, ὑλακτεῖν δὲ τοὺς ξένους.
873
(καὶ φρυγίλῳ ⸓) <καὶ φρυγίλῳ:> παίζει πρὸς τὸ ὄνομα, ἐπεὶ οἱ
Φρύγες τὸν Σαβάζιον τιμῶσιν· ἔστι δὲ ὁ Διόνυσος· τὸ γὰρ εὐάζειν σαβάζειν
λέγουσιν οἱ βάρβαροι.
874
(καὶ ⸓) στρουθοκαμήλῳ· ἔπαιζε διὰ τὸ μέγεθος τῇ Ῥέᾳ ταύτην εἰκάσας.
876
(Κυβέλη ⸓) Κυβέλην φασὶ τὴν Ῥέαν διὰ τὰ Κύβελα ὄρη· ὀρεία δὲ ἡ
θεός. τὸ δὲ “μήτηρ Κλεοκρίτου” διαβάλλει αὐτὸν ὡς στρουθόποδα.
879
(αὐτοῖσι ⸓) διασύρει τοὺς Ἀθηναίους· οἱ γὰρ Ἀθηναῖοι ηὔχοντο
ἑαυτοῖς τε καὶ τοῖς Χίοις, ὅταν ἐποίουν εὐχὰς τοῖς θεοῖς, διδόναι ἀγαθὰ καὶ
ἐκείνοις καὶ αὐτοῖς.
882
πελεκᾶντι p.i.m.] πελεκάν, πελεκᾶνος κοινῶς, πελεκᾶς, πελεκᾶντος
ἀττικόν, πελεκᾶς, πελεκᾶ δωρικόν.
892*
οἴχοιθ'] πορευθείη.
894*
τουτονὶ] τὸ ἱερεῖον.
896*
δεῖ με] χρεία ὑπάρχει.
897*
χέρνιβι] τινί.
899*
ἕνα τινὰ] ἀλλά.
902
καὶ κέρατα p.i.m.] ἐπὶ τῶν ἱερείων τῶν μὴ ἐχόντων σάρκας· ἀπὸ παροι-
μίας, ὡς εἰ ἔλεγε “τρίχας καὶ κέρατα”.
908*
ἱεὶς] πέμπων.
909*
ὁτρηρός] ταχύς.
911
κόμην ἔχεις] τῶν γὰρ ἐλευθέρων ἦν τὸ κομᾶν.
915a
ὀτρηρὸν] τετρυπημένον.
915b
ληδάριον] ἱμάτιον.
918
τὰ τὴν αὐτὴν ὑπόθεσιν ἔχοντα· ἢ ἀντὶ τοῦ “παιᾶνας”.
919
κατάτεχνα, ποικίλα, οἷον ὕμνους.
923a*
'θέμην] ἔθηκα.
923b
(θέμην ⸓) ἐν τῇ δεκάτῃ γὰρ ἔθυον καὶ ἐτίθουν καὶ τὰ ὀνόματα τοῖς
παισίν.
924*
φάτις] φήμη.
925a*
οἷάπερ] ὁποία.
925b*
ἵππων] τινῶν.
925c*
ἁμαρυγά] ἡ.
925d*
ἁμαρυγά] κίνησις.
929
κεφαλῇ θέλεις] τῇ κεφαλῇ ἐπινεύουσιν οἱ βασιλεῖς.
930a*
δόμεν] καὶ δός.
930b
(int.) διασύρει τὸν Πίνδαρον.
932*
ἀποφευξούμεθα] φεύγω, φεύξω ἀττικόν· φευξοῦμαι δὲ δωρικόν.
933a
σπολάδα] διφθέραν.
933b*
ἔχεις] φορεῖς.
940a*
ἡμῶν] ἀφ'.
940b*
ἀπαλλαχθήσεται] ἐλευθερωθήσεται.
942*
ἀλᾶται] πλανᾶται.
943a*
πέπαται] κέκτηται.
943b*
οὐ πέπαται] οὐ κέκτηται· ἐξ οὗ καὶ “πολυπάμμων”.
951
τρομερὰν κρυερὰν p.i.m.] διὰ τὸ ἀστήρικτον· διότι ἐν τῷ ἀέρι τὸ πλάσμα
τῆς οἰκοδομῆς.
953*
ἀλαλάν] μουσικῆς.
957*
πεπύσθαι] μαθεῖν.
958
σὺ] ὦ ἱερεῦ.
959*
εὐφημί'] σιγή, εὐχή.
962a*
ὡς] ὅτι.
962b*
ἄντικρυς λέγων] αἰνιγματωδῶς λέγων.
966*
ἀλλ' ... οἷον] λείπει “ἐμποδίζει νῦν”.
968
ταὐτῷ κτλ.] μιμεῖται τὸ ἀσυνάρτητον τῶν χρησμῶν.
969*
προσήκει] μετουσία ὑπάρχει.
971*
Πανδώρᾳ] τῇ.
973*
δόμεν] παράσχομεν.
975*
σπλάγχνων] κρεάτων.
978
(αἰετὸς ⸓) οὐχ' ἁπλῶς τοῦτο, ἀλλ' ὅτι χρησμὸς ἦν τοῖς Ἀθηναίοις
δεδομένος τοσοῦτον αὐξηθήσεσθαι, ὅσον αἰετὸς τῶν ἄλλων ὀρνέων ἐν ταῖς
νεφέλαις προὔχει.
984
σπλαγχνεύειν] σπλάγχνων μεταλαβεῖν.
987
(καὶ ⸓) μήτε, φησίν, ἐὰν αὐτὸς ᾖ ὁ Λάμπων, φείδου αὐτοῦ, ἐὰν λέγῃ,
ὅτι καὶ ὡς ἀετὸς γενήσῃ.
988a
Λάμπων] χρησμολόγος.
988b
ὁ ... Διοπείθης] καὶ οὗτος χρησμολόγος.
991*
ἑτέρωσε] ἀλλαχόθι.
992*
ἥκω] ἦλθον.
993*
δράσων] μέλλων πρᾶξαι.
994*
ὁ κόθορνος] ἡ ἐπίνοια.
996*
διελεῖν] μερίσαι.
997
ἄριστος γεωμέτρης ὁ Μέτων.
999*
κανόνες ἀέρος] δι' ὧν ἐξισοῦσιν.
1000*
τὴν] κατά.
1001*
κατὰ πνιγέα] κατὰ φοῦρνον.
1005a
ὁ κύκλος ... τετράγωνος] παίζει· ἀδύνατον τὸν κύκλον γενέσθαι
τετράγωνον.
1005b*
κἂν μέσῳ] καὶ ἐν τῷ μέσῳ κύκλῳ.
1009a
(ἄνθρωπος ⸓) διαβεβοημένος γεωμέτρης, εἷς τῶν ἑπτὰ φιλοσόφων.
1009b
Θαλῆς, Θαλοῦ, καὶ Θάλης, Θάλητος.
1010*
Μέτων] ὦ.
1011
ὑπαποκίνει] ὑπαναχώρει.
1013*
ξενηλατοῦνται] διώκονται οἱ ξένοι.
1014a*
συχναὶ] πυκναί.
1014b
μῶν στασιάζετε] εἰς ἀλλήλους μάχεσθε.
1015*
ὁμοθυμαδὸν] ὁμοῦ.
1016a
σποδεῖν] τύπτειν.
1016b*
δοκεῖ] τοῖς πολίταις.
1018a*
φθαίης ἂν] φθάσῃς.
1018b
αὑταιί p.i.m.] αἱ πληγαί· ἅμα δὲ τύπτει αὐτόν.
1021
ποῦ πρόξενοι] προδεχόμενοι τοὺς ξένους.
1022*
κυάμῳ λαχὼν] κλῆρον εὑρών.
1025*
τί βούλει] κατὰ τί.
1028
(Φαρνάκῃ ⸓) στρατηγὸς Περσῶν ὁ Φαρνάκης· ἀλαζονικῶς οὖν
σκήπτεται κοινωνίαν ἔχειν μετ' ἐκείνου.
1029
ἄπιθι λαβὼν] ταῦτά φησι.
1030
παίζει πρὸς τὸ ῥηθέν.
1032*
ἀποσοβήσεις] πόρρω ὑπάγεις.
1033*
οὐ δεινά] ἐστί.
1035a
ἐὰν κτλ.] ἦλθεν ὁ ψηφισματοπώλης.
1035b*
Ἀθηναῖον ἀδικ〈ῇ〉] τί μέλλει ἐκεῖ ἵνα γένηται.
1042*
Ὀλοφύξιοι] ἔθνος.
1043*
οἷσίπερ] ἐκείνοις τοῖς μέτροις.
1046*
ὕβρεως] ἕνεκεν.
1052a*
γράφω] κατηγορῶ.
1052b*
μυρίας] εἰς.
1053*
διασκεδῶ] διασκορπίσω.
1058
ἤδη μοι] ᾠδὴ ἤτοι στροφή.
1064*
{(v.l.)} οἳ] ἣ.
1065
κάλυκος αὐξανόμενον] καταχρηστικῶς πᾶν βλάστημα.
1067*
οἳ] ἐκείνους.
1069*
δάκεθ'] θηρία.
1072a
(int.) ἐπίρρημα.
1072b*
ἐπαναγορεύεται] κηρυκεύεται.
1073a*
ὑμῶν] ἀφ'.
1073b*
τὸν Μήλιον] τὸν ἄθεον.
1074
τίς τινα κτλ.] συγγενῆ τούτων· ἀδελφόν, ἐξάδελφον.
1076*
ἀνειπεῖν ταῦτα] δευτέραν σχέσιν δηλοῖ.
1077
(Φιλοκράτην ⸓) τρία γὰρ αὐτοὺς λυπεῖ· ὅτι θηρεύει, ὅτι πωλεῖ, ὅτι
ἑπτὰ τοῦ ὀβολοῦ ὡς εὐτελίζων αὐτούς.
1081a
(κοψίχοισιν ⸓) οἱ κόψιχοι γὰρ ᾠοτοκοῦντες κεντοῦσι τὰ ᾠά· οἱ οὖν
ὀρνιθοθῆραι πτερὰ αὐτοῖς ἐμβάλλουσι πρὸς τὸ ἀμβλῦναι τὰ ῥάμφη τῇ μαλακότη-
τι τῶν πτερῶν.
1081b
ἐγχεῖ τὰ πτερὰ p.i.m.] ἐμβάλλει· ἐμφαντικὸν πλήθους τὸ “ἐγχεῖ”.
1083*
παλεύειν] κινεῖσθαι.
1099
(παρθένια ⸓) διὰ τὸ ἐπιμελῶς τὰς παρθένους τὰ μύρτα ἐσθίειν.
1100
Χαρίτων τε κηπεύματα] τὰ κεχαριτωμένα ἄνθη.
1104
mrg., tunc ὥστε ... δῶρα] τοῦ Πάριδος, ἃ ἔλαβε παρὰ Ἀφροδίτης.
1106
(γλαῦκες ⸓) ἀντὶ τοῦ “νομίσματα”· ἡ γὰρ γλαὺξ ὄρνεόν ἐστιν
Ἀθηνᾶς, ὅπερ πάνυ τιμῶντες Ἀθηναῖοι διὰ τὴν θεὸν ἐν τοῖς τετραδράχμοις
ἐνεχάραττον.
1107
ἔνδον ... βαλαντίοις] αἰνίττεται τὸ φιλάργυρον τῶν Ἀθηναίων.
1108a*
κἀκλέψουσι] γεννήσουσι.
1108b*
κέρματα] νομίσματα.
1109
(ἱεροῖς ⸓) διὰ τὰ ἐν τοῖς ναοῖς ἀετώματα· τὰ εἰς τὰς στέγας γὰρ
ξύλα πτερὰ καὶ ἀετοὺς καλοῦσιν.
1111*
ἀρχίδιον] ἀρχήν.
1112
ὀξὺν κτλ.] διὰ τὸ ἁρπακτικόν· ἤγουν ἁρπαγὴν ὀξεῖαν.
1113a
(ἢν ⸓) κυρίως τῶν ὀρνίθων ὁ οἰσοφάγος, ἀπὸ τοῦ συναθροίζειν ἐκεῖ
τὴν τροφήν.
1113b*
πρηγορεῶνας] ἤγουν πλείστας τροφάς.
1114*
μηνίσκους] περικεφαλαίας.
1115a*
ἀνδριάντες] οἱ.
1115b*
ὡς] ὅτι.
1115c*
ὑμῶν] ἀφ'.
1115d*
μήνην] περικεφαλαίαν.
1118
τὰ ... ἡμῖν] τὰ ἐν τοῖς θύμασι σύμβολα.
1119*
ὡς] πῶς.
1120*
ὅτου] ἀφ' οὗ.
1121
1121 p.i.m.] οὐ δοκεῖ μοι καλόν. σύντομον· ὀξύ· τινὲς δὲ ἄλφιον· ἀπὸ
τοῦ παραρρέοντος.
1123*
οὑτοσί] ἐγώ.
1124*
ἐξῳκοδόμηταί] λίαν ἐκτίσθη.
1126
ἐκ τούτου πιστοῦται τὸ ἀνυπόστατον τοῦ τείχους, ἐπειδὴ καπνοὶ ἦσαν
καὶ κομπασταὶ καὶ μόνον ὑπόσχεσις.
1129*
παρελασαίτην] διοδευσαίτην.
1131*
ὦ p.i.m.] εἰκότως τὸν Ποσειδῶνα ὄμνυσι διὰ τὸ μῆκος τῆς θαλάσσης.
1134
(πλινθοφόρος ⸓) ἐκωμῳδοῦντο γὰρ οἱ Αἰγύπτιοι ὡς πλινθοφόροι.
1137
διὰ γὰρ τὸ ἐν ὕψει πέτεσθαι καὶ τῇ εἰς εὐθὺ ὁρμῇ τὴν ἐπὶ τὰ κάτω
θέαν ἐμποδίζεσθαι λίθους βαστάζουσιν, ὅπως κάμνουσαι πτήσει ῥίπτοιεν καὶ
αἴσθοιντο, πότερον ἐπὶ γῆς ἢ ἐπὶ θαλάσσης φέρονται· καὶ εἰ μὲν ἐπὶ θαλάττης,
τέμνουσι τὴν ὁδόν· εἰ δὲ ἐπὶ γῆς, ἀναπαύονται.
1138*
ἐτύκιζον] ἴσαζον.
1140*
ἐφόρουν] ἔφερον.
1142
ἐρῳδιοὶ p.i.m.] ἔπαιζε διὰ τὸ παράγεσθαι ἀπὸ τῆς ἔρας.
1145a
mrg., tunc οἱ χῆνες] διὰ τὸ πλατύποδας τῶν ἄλλων μᾶλλον εἶναι
αὐτούς.
1145b*
ταῖς ἄμαις] τοῖς πτύοις.
1146
(ἐς τὰς λεκάνας ⸓) λεκάνη κοινόν, παρὰ τὸ “λα” ἐπιτατικὸν μόριον
καὶ τὸ “χαίνω”· τὸ δὲ ἀττικὸν λεχάνη.
1149
ἄνω ... ὑπαγωγέα] ὑπαγωγεὺς σιδηροῦν τι πτυΐδιον.
1150*
κατόπιν] καὶ κάτωθεν.
1159
καὶ βεβαλάνωται] κεκλείδωται.
1160a
ἐφοδεύεται] διοδεύεται.
1160b
κωδωνοφορεῖται πανταχῇ] ἡ τῶν φυλάκων φρουρὰ δοκιμάζεται.
1161
(φρυκτωρίαι ⸓) παρὰ τὸ “φρυκτός” καὶ τὸ “ὠρεύειν”, ὃ δηλοῖ τὸ
φυλάττειν.
1163
δρᾶ] πράττε.
1169a
ἐσθεῖ] τρέχει.
1169b
(int. πυρρίχην ⸓) ἔνοπλον, πολεμικόν τι· ἐνόπλιος γὰρ ὄρχησις ἡ
πυρρίχη.
1173
ἐς τὸν ἀέρα] δέον εἰπεῖν ἐς τὴν πόλιν.
1174
ἡμεροσκόπους] τοὺς ἐν ἡμέρᾳ φρουροῦντας.
1177
περιπόλους] ζητητάς.
1178*
κατ'] εἰς.
1188*
αἴρεται] κινεῖται.
1195a*
ταύτῃ] οὕτως.
1195b*
περῶν] διερχόμενος.
1199
αὕτη σύ] ὦ Ἶρι.
1200*
ἐπίσχες] κωλύθητι.
1203a
πλοῖον κτλ.] πλοῖον μέν, καθὸ ἐπτέρωται.
1203b
(ὀρνίθαρχος v. 1215 ⸓) περικεφαλαία.
1203c
διὰ τὸ ἐν τῷ δρόμῳ αὐτῆς κεκολπῶσθαι τὸν χιτῶνα.
1204a
ἢ Σαλαμινία] πρὸς τὸ “ταχεῖα”.
1204b
αὗται ἱεραὶ τριήρεις δημοσίαι ἐπὶ τὰς τῆς πόλεως χρείας πεμπόμεναι
καὶ ταχυναυτοῦσαι.
1214
ὑγιαίνεις μέν p.i.m.] καὶ οὐ μαίνῃ τοιαῦτα ἐρωτῶν.
1218
τοῦ χάους p.i.m.] τοῦ ἀέρος, διὰ τὸ κεχύσθαι εἰς ἅπλωμα.
1220*
τῇδε] ἐνταῦθα.
1221
ἆρά γ' οἶσθα ... ὅτι] ὡς τοῦ ἀέρος ποικίλας ἴριδας ποιοῦντος.
1223
ἀξίας ἐτύγχανες] τιμωρίας.
1225*
πεισόμεθ'] ποιήσομεν.
1227
ἀκολαστανεῖτε] ἀκόλαστα καὶ ἄτακτα πράξητε.
1228
τῶν κρειττόνων] ἤγουν ἡμῶν.
1229*
ναυστολεῖς] πορεύεσαι.
1233*
κνισσᾶν] καπνίζειν.
1238*
κίνει] παρασάλευε.
1241*
περιπτυχὰς] ἀσφαλίσεις.
1242
διότι κατῃθαλώθησαν οἱ Λικύμνιοι.
1245
μορμολύττεσθαι] ἐκφοβεῖν.
1246
πέρα] τοῦ δέοντος.
1247*
δόμους Ἀμφίον〈ος〉] ἤγουν τὰς Ἀθήνας.
1248
πυρφόροισιν αἰετοῖς] κεραυνοφόρον γὰρ τὸ ζῷον.
1250a
παρδαλὰς] ἔπαιξε πρὸς τὴν πτέρωσιν αὐτῶν.
1250b*
ἐνημμένους] ἐνδεδυμένους.
1256
στύομαι τριέμβολον] πολλάκις συνουσιασθεῖσαν.
1258
ἐπιρρήματά τινα ἀνέπλασεν εἰς τὸ κακέμφατον. παρὰ τὸ “εὐρέως”
σοι μιγήσομαι καὶ τὸ “πατάξαι”, ὅθεν καὶ χαμαιτύπαι αἱ πόρναι.
1259*
οὑμὸς πατήρ] οὐ ζῶ ἐγώ.
1262
ἀποκεκλῄκαμεν] ἀπηγορεύσαμεν.
1266/68*
<μηδέ> <αʹ> τιν' <ἱερόθυτον> <εʹ> <ἀνὰ> <δʹ> δάπεδον <ἔτι> <γʹ> <τῇδε> <θʹ> <βροτῶν> <βʹ> <θεοῖσι> <ηʹ>
<πέμπειν> <Ϛʹ> <καπνόν.> <ζʹ>
1267*
ἀνὰ δάπεδον] διέρχεσθαι.
1268*
πέμπειν] ὥστε.
1269a*
δεινόν] νομίζω.
1269b
<τὸν> <ὁ> <κήρυκα> <ηξ> <τὸν> <ὁ> παρὰ τοὺς βροτοὺς <οἰχόμενον> <ος> εἰ.
1270a*
οἰχόμενον] ἀπελθόντα.
1270b*
νοστήσει] ἐπανα〈νοστήσει〉.
1272
κατακέλευσον] εἰς τὸ γενέσθαι σιγήν.
1276*
τί] εἰς.
1281*
ἐλακωνομάνουν] ἠλαζονεύοντο ὥσπερ οἱ Λάκωνες.
1282*
ἐκόμων] ἐπαίροντο.
1283a
σκυτάλι' ἐφόρουν] ἀντὶ τοῦ “ἐλακώνιζον”. λακωνικὸν τὸ τῆς
σκυτάλης.
1283b
ὑποστρέψαντες] ῥάβδους.
1284*
ὀρνιθομανοῦσιν] τῆς τῶν ὀρνίθων ἐρῶσι πολιτείας.
1288*
κατῆραν] ἦλθον.
1289*
ἀπενέμοντ'] ἐμέριζον.
1290*
περιφανῶς] μεγάλως.
1294*
ὀφθαλμὸν οὐκ ἔχων] μονόφθαλμος καὶ ἅρπαξ.
1296
ἶβις κτλ.] ὄρνεον πλεονάζον ἐν Αἰγύπτῳ, μακροσκελές.
1298*
εἶκεν] ἔοικεν.
1299*
ὑπὸ στυφοκόμπου] ὑπὸ τῆς ἀλαζονείας.
1303
πτεροῦ ... προσῆν] ᾖδον αὐτὸ ἐν ποιήματι.
1305*
πλεῖν] πλέον.
1308*
ἑστάναι] ἵστασθαι.
1309a*
ἰὼν] ἐλθών.
1309b
τὰς…
1311*
…
The complete text is available when the reading interface loads.