The Greek Library Catalogue

Anonymous

Commentarium in plutum

Edition reference
Commentarium in plutum (recensio 2) (scholia recentiora Tzetzae), ed. Massa Positano, Jo. Tzetzae commentarii in Aristophanem [Scholia in Aristophanem 4.1], 223–233.
CTS identifier
urn:cts:greekLit:tlg5014.tlg021.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

arg plut

1

μᾶλλον δὲ ἐνδεής, χρηστὸς μὲν τὸν

τρόπον, διὰ δὲ τὴν ἔνδειαν ὑπουργῶν

ὑπουργίαν νυκτερινὴν τριπεμπέλῳ

γραΐ. οὗτος καὶ σύμπαντες οἱ χρηστοὶ

χαίρουσι καὶ τῷ Πλούτῳ ἀναθήματα

φέρουσιν, οἱ πονηροὶ δὲ καὶ συκο-

φάνται, μεθ' ὧν καὶ ἡ γραῦς,

ἀλγύνονται καὶ κατηγοροῦσι. καὶ

τέλος εἰς τὸν τῆς Ἀθηνᾶς ὀπισθόδο-

μον εἰκόνισμα τοῦ Πλούτου ἀφιε-

ροῦσι μετὰ φανῶν καὶ λαμπάδων καὶ

λαμπροτάτης πομπῆς, τῆς γραὸς ἐπὶ

τῆς ἑαυτῆς κορυφῆς τὴν καθιερωτι-

κὴν χύτραν φερούσης, ὡς ὑποσχο-

μένου Χρεμύλου καὶ τῶν λοιπῶν,

〈ὡς,〉 εἰ δράσειε ταῦτα, ὁ νεανίας

αὐτῇ πάλιν δρομήσοι ἑσπέριος. οὗτος

μὲν ὁ νοῦς ὁ τοῦ δράματος. προλογί-

ζει δὲ ὁ δοῦλος Καρίων μετ' ἐξέλευ-

σιν τὴν ἐκ τοῦ μαντείου τὸν δεσπότην

ὁρῶν ἀκολουθοῦντα τυφλῷ καὶ ὁδη-

γῷ κεχρημένον ἐκείνῳ καὶ δυσφορῶν

διὰ τοῦτο καὶ ταλανίζων τὸ δοῦλον

γενέσθαι.

ind per plut

1

{ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ.}

Καρίων οἰκέτης. Χρεμύλος δεσπότης. Πλοῦτος. Χορὸς ἀγροίκων. Βλεψίδη-

μος. Πενία. Γυνὴ Χρεμύλου. Ἀνὴρ δίκαιος. Ἕτερος ἀνήρ. Συκοφάντης. Γραῦς

ἡ φίλη τοῦ μειρακίου. Νεανίας. Ἑρμῆς θεός. Ἱερεὺς Διός.

sch plut

1a

<ὡς ἀργαλέον ((πρᾶγμ'

ἐστὶν)):> ὁ θεράπων δυσφορεῖ, τοῦ

δεσπότου ἑπομένου τυφλῷ ἀνδρί. τὸ

“ὡς” πολλὰ σημαίνει· νῦν δὲ ἀντὶ

τοῦ “λίαν” κεῖται, ἀλλαχοῦ παρα-

βολὴν καὶ ὁμοίωσιν δηλοῖ· καὶ

ἕτερα τριάκοντα ἔχει σημαινόμενα.

1b

<ἀργαλέον:> ((τὸ)) ἐργῶδες

καὶ χαλεπόν· ἔργον γὰρ παρὰ τοῖς

πάλαι τὸ δυσχερὲς ἐκαλεῖτο. ἢ

<“ἀργαλέον”> τὸ λυπηρόν· ἀπὸ τοῦ

ἄλγος “ἀλγαλέον” τροπῇ τοῦ λ̅

εἰς τὸ ρ̅.

1c

<πρᾶγμα:> ἀλλαχοῦ μὲν καὶ

αὐτὸ ὥσπερ τὸ ἔργον τὴν δυσχέρειαν

σημαίνει, νῦν δὲ τὸ ἐν τῇ συνηθείᾳ

λεγόμενον ὑπάρχον πρᾶγμα καὶ τὴν

ἐργασίαν αὐτοῦ.

1d

<ὦ Ζεῦ καὶ θεοί:> τὸ σχῆμα

τοῦτο καὶ ὁ ποιητικὸς τρόπος καλεῖ-

ται ὑπεροχὴ καὶ ἐξοχὴ καὶ εἴ τι

τοιοῦτον. σὺν γὰρ τοῖς λοιποῖς θεοῖς

καὶ τὸν τούτων φησὶν ὑπερέχοντα

Δία, ὡς Ὅμηρος·

“Πατρόκλῳ καὶ οἷς ἑτάροισι”,

“πάντων Δαναῶν καὶ Ἀγαμέμνονος”,

“Τρῶάς τε καὶ Ἕκτορα”,

καὶ τὰ θεῖα δὲ Λόγια· “εἴπατε τοῖς

μαθηταῖς καὶ τῷ Πέτρῳ”· ἀλλ'

ἐνταῦθα ὁ Πέτρος καὶ ὡς ὑπέροχος

τῶν μαθητῶν παρελήφθη τῇ ῥήσει,

καὶ ἵνα μὴ ἀνιῷτο ὡς ἀπαρνησά-

μενος εἰ οὐκ ἐμνήσθη αὐτοῦ. οὐδὲν

δὲ ἐπιλείψιμον ἢ δυσχερὲς ἢ ἀσαφὲς

τὸ παρὸν ἔχει δρᾶμα, εἰ μή που αὐτὸ

βούλει πάνυ σαφηνίζειν ἐμὲ καί τινα

μὲν ψευδῆ τῶν σχολιογράφων ἐκξέειν

ἢ ἄκαιρα, τινὰ δὲ καὶ τῆς ἐμῆς

Πολυμνίας τιθέναι σοι καὶ νοῦν καὶ

μέτρα γράφειν καὶ σύνταξιν καὶ

πλέον τὴν τῶν βιβλογράφων καθαί-

ρειν φαυλίαν.

2

<δοῦλον γενέσθαι:> δυσφορῶν

ὁ δοῦλος Καρίων τῷ βλέπειν τὸν

ἑαυτοῦ δεσπότην Χρεμύλον τυφλῷ

ἀκολουθοῦντα, ὃς ὑπῆρχεν ὁ Πλοῦ-

τος, “χαλεπόν, φησίν, ἐστὶ τὸ

δοῦλον γενέσθαι, ἐς πλέον δὲ τὸ

γενέσθαι δοῦλον δεσπότου ἀφραίνον-

τος. εἰπὼν γὰρ τὰ συμφέροντα, ἢν

μὴ καὶ τῷ δεσπότῃ αὐτοῦ δόξωσιν

ἀρεστά, μαστιγοῦται. ἡ τύχη γὰρ

οὐκ ἐᾷ τοὺς δούλους δεσπόζειν τῶν

οἰκείων σωμάτων καὶ ἑαυτῶν, τῷ

δὲ δεσπότῃ δέδωκε τὴν ἐξουσίαν τῶν

δούλων σωμάτων”.

3a

<θεράπων:> παραχρηστικῶς

νῦν ὁ δοῦλος· κυρίως γὰρ θεράπων

ὁ κόλαξ καὶ πᾶς θεραπεύων· δοῦλος

δὲ λέγεται ὅτι μετὰ δέους λάει καὶ

βλέπει, δεσπότης ὡς δέους ποιητικός.

3b

<λέξας τύχῃ:> ἀντὶ τοῦ

“λέξῃ” ἀττικῶς· οἱ γὰρ Ἀττικοὶ

ταῖς μετοχαῖς ἀντὶ ῥημάτων χρῶνται,

ὡς τὸ

“κρύψαντες γὰρ ἔχουσι”

ἀντὶ τοῦ “κεκρύφασιν”, καὶ μέρη

λόγου κατὰ περίσσειαν τιθέασιν,

ὡς ((ἐν)) τούτοις καὶ ((ἐν)) τῷ

“παίζεις ἔχων”, “οὐ μὰ τοὺς θεούς”

καὶ ἑτέροις μυρίοις.

6

<((τοῦ σώματος γὰρ οὐκ

ἐᾷ)) τὸν κύριον:> σώματος κύριον

νῦν τὸν δοῦλόν φησιν· αὐτὸς γὰρ

ἕκαστος ἔχει τὸ οἰκεῖον σῶμα καὶ

ἔστι δεσπότης ἑαυτοῦ, οἱ δοῦλοι δὲ

τῶν ἑαυτῶν σωμάτων κῦρος καὶ

ἐξουσίαν οὐκ ἔχουσιν ἀλλ' οἱ ἐωνη-

μένοι ἤγουν οἱ δεσπόται οἱ αὐτοὺς

(7) πριάμενοι καὶ ὠνησάμενοι. “ἠγο-

ρακότες” δὲ οὐκ ἔστι· τὸ ἀγοράζειν

γὰρ οὐ σημαίνει τὸ ὠνεῖσθαι ἀλλὰ τὸ

διατρίβειν ἐπ' ἀγορᾶς· ἰδιωτικῶς

λέγεται καὶ ἀγοράζειν τὸ ὠνεῖσθαι.

8a

<καὶ ταῦτα μὲν δὴ ταῦτα:>

ἀπόθεσις τὸ σχῆμα. ὁ δὲ νοῦς

οὕτως· “ἐγὼ δὲ τῷ Ἀπόλλωνι

μέμφομαι ὅτι μετὰ τῶν ἄλλων καὶ

ἰατρικῆς ἔφορος ὤν, ἀντὶ τοῦ τὸν

ἐμὸν δεσπότην ἰάσασθαι, μᾶλλον

ἐξεστηκότα ((καὶ)) φρενῶν καὶ μελαγ-

χολῶντα ἀπέπεμψεν. ἦ γὰρ οὐκ ἔστι

μελαγχολία τυφλῷ ἀκολουθεῖν βλέ-

ποντα καὶ ὑπ' αὐτοῦ ὁδηγεῖσθαι;”

ἀλλὰ τί τοῖς πάνυ σαφέσι μακρη-

γοροίημεν καὶ τὸν νοῦν αὐτῶν ἀνα-

πτύσσειν ἐθέλοντες;

8b

<((τῷ δὲ Λοξίᾳ:))> Λοξίας

πραγματικῶς ὁ Ἀπόλλων ὡς λοξὴν

ἰὰν καὶ φωνὴν πέμπων ἤτοι λοξῶς

μαντευόμενος, ὡς·

“Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει”

καὶ

“τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς”

καὶ

“ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν”

κἄλλα μυρία, ὧν ἀποτρέχω διὰ μυρί-

ας αἰτίας. ἀλληγορικῶς δὲ Ἀπόλλων

ὁ ἥλιος ὢν Λοξίας καλεῖται, ὅτι

ἐξ ἑῴας εἰς δύσιν οὐκ εὐθυδρομεῖ

καὶ ὀρθίως ἀλλὰ λοξῶς ἴεται καὶ

πορεύεται.

9

<((ὃς)) θεσπιῳδεῖ:> ((ἀντὶ τοῦ))

χρησμολογεῖ, θεσμολογεῖ. τρίπους

ἀνάκειται τῷ Ἀπόλλωνι ὡς εἰδότι

((τὰ τῶν τριῶν χρόνων,))

“τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα”.

χρυσοῦς δὲ τρίπους ἀφ' ἱστορίας

τῆσδε· ἁλιεῖς Μιλήσιοι βόλον ἐκ

θαλάσσης ἐξεῖλκον ἰχθύων, Κῷοι

δὲ διερχόμενοι τὸ ἀναχθησόμενον

ὠνοῦνται εἰς τύχην. ἀνήχθη ((δὲ))

χρυσοῦς τρίπους ἀλλ' οὐκ ἰχθύες.

οὗ φανέντος καὶ φιλονεικούντων

Κῴων καὶ Μιλησίων περὶ αὐτοῦ,

βαρὺν ἡ Μίλητος συρρήγνυσι πόλε-

μον—ἁρμοδιαίτατον γὰρ ἦν τοῦτο—

καὶ ἡ Κῶς·

παίζειν χρεὼν γὰρ καὶ γελᾶν γενειάδας

σχεδεκδοτούντων καὶ στυγούντων τὰς βίβλους.

τρυχόμενοι δὲ τῷ πολέμῳ Κῷοί τε

καὶ Μιλήσιοι ἄμφω τινὰς στείλαντες

τοῦτον ἀκούουσι τὸν χρησμόν·

“μὴ πρότερον λήξειν νεῖκος Μερόπων καὶ Ἰώνων,

πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστος βάλε πόντῳ,

ἐκ πόλιος πέμψητε καὶ ἐς δόμον ἀνδρὸς ἵκηται,

ὃς δεδάηκε τά τ' ὄντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα”.

πάλιν δ' ἐρωτήσασι Μιλησίοις τίνι

ὁ τρίπους δοθείη, ἐχρήσθη ταδί·

“ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς,

τίς σοφίῃ πάντων πρῶτος, τούτου τρίποδ' αὐδῶ”.

πρώτως οὖν ((ὁ τρίπους)) ἐδόθη

Θαλῇ· ἐκείνου δὲ σοφώτερον ἕτερον

εἶναι λέγοντος ἑαυτοῦ, κἀκείνου δὲ

ἕτερον, διὰ τῶν ἑπτὰ σοφῶν ὁ

τρίπους περιστρεφόμενος πάλιν εἰς

τὸν Θαλῆν δευτέρως ἀνέκαμψεν· ὁ δὲ

τοῦτον ἀνέθετο τῷ Διδυμαίῳ Ἀπόλ-

λωνι, ἐπιγράψας τούσδε τοὺς χωλιάμ-

βους·

“Θαλῆς με τῷ μεδεῦντι Νείλεω δήμου

δίδωσι, τοῦτο δὶς λαβὼν ἀριστεῖον”.

οὕτω χρυσοῦς τρίπους ἦν τῷ Ἀπόλ-

λωνι.

10

<μέμψιν δικαίαν:> νέμεσις καὶ μέμψις διαφέρει· νέμεσις ((γὰρ)) ἡ

δικαία αἰτίασις, μέμψις δέ ποτε καὶ ἡ ἄδικος. διὰ τοῦτο προσέθετο τὸ <“δικαίαν”.

11

ἰατρὸς καὶ μάντις,> ὅτι

τέσσαρες τέχναι ἀνάκεινται τῷ

Ἀπόλλωνι, τοξικὴ μουσικὴ ἰατρικὴ

μαντική· τῇ μουσικῇ δὲ ἥ τε ποιητικὴ

καὶ πᾶσαι λογικαὶ καὶ θυμελικαὶ

περιέχονται τέχναι. πρὸς δὲ τὸ νῦν

χρήσιμον τῇ κωμῳδίᾳ καὶ τὸ γε-

λοῖον ἰατρικὴν καὶ μαντικὴν παρέ-

λαβεν, ἵνα διαβάλῃ δῆθε τὸν Ἀπόλ-

λωνα ἐναντίως ἐπὶ Χρεμύλῳ χρησά-

μενον τῇ μαντικῇ τε καὶ ((τῇ))

ἰατρικῇ, διὰ μὲν τοῦ μαντεύματος

ποιήσας Χρεμύλον μὴ μόνον οὐκ

ἐγνωκέναι τὸ μέλλον ἀλλὰ μηδὲ

ἐνεστώς τε καὶ φαινόμενον, οἷον τὸν

τυφλὸν ᾧ συλλαλεῖ, διὰ δὲ τῆς

ἰατρικῆς, ὅτι ὀφείλων καὶ νοσοῦντα

αὐτὸν ἰατρεῦσαι, ὡς ὢν ἰατρός,

μᾶλλον οὗτος ἐρρωμένον πεφυκότα

καὶ ὑγιᾶ μελαγχολῶντα καὶ ἄφρονα

ἀντὶ φρονοῦντος ἀπέπεμψεν. ἦ γὰρ

οὐκ ἔστιν ἀφροσύνης ἐσχάτης ὑπὸ μὴ

βλέποντος ὁδηγεῖσθαι τὸν βλέποντα;

διὸ καὶ διστακτικῶς εἶπεν <“ὥς

φασιν”,> ἤτοι “οἱ μὲν ἄλλοι σοφὸν

αὐτὸν λέγουσιν, ἐγὼ δὲ ἀπ' ἔργων

ὧν βλέπω κρίνω τοῦτον καὶ ἄτεχνον

μάντιν καὶ ἄτεχνον ἰατρόν”.

14

<((ἢ)) προσῆκ' αὐτῷ ποεῖν:>

καὶ “ποιεῖν” εἰ ἔστιν, ἄπταιστόν

ἐστιν· ὡς κεχηνὸς γὰρ βραχύνεται,

ὡς τὸ

“Ἴστρος τοιαύτας παρθένους λοχεύεται”.

15a

συντακτέον· <“οἱ γὰρ βλέ-

ποντες> ἡμεῖς τί πάσχομεν; <ἡγού-

μεθα> καὶ ἡγεμονευόμεθα τοῖς τυ-

φλοῖς, δηλονότι ὁδηγούμεθα ὑπὸ

τῶν τυφλῶν· οὐ μόνον δὲ <οὗτος>

ἀκολουθεῖ ἀλλὰ καὶ ἐμὲ <προσβιά-

ζεται”. ἢ ἄλλως,> καθολικῷ λόγῳ·

<“οἱ γὰρ βλέποντες ἡγούμεθα> ἢ

ἡγεμόνες γινόμεθα τοῖς τυφλοῖς,

<οὗτος δὲ νῦν ἀκολουθεῖ> τῷ

τυφλῷ <κἀμὲ προσβιάζεται”.

15b

τοῖς τυφλοῖς ἡγούμεθα:>

ὁδηγοὶ καὶ ἡγεμόνες γινόμεθα τῶν

τυφλῶν. ἀντίπτωσις δὲ ὁ ποιητικὸς

οὗτος τρόπος, ὡς τὸ

“Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν”

ἀντὶ τοῦ “Αἴαντος”. ἔστι δὲ ἀττικῶς.

16

<κἀμὲ προσβιάζεται:> τὸ

σχῆμα τοῦτο καὶ ὁ ποιητικὸς τρόπος

καλεῖται ἀπὸ κοινοῦ· ἀκολούθως

γάρ φησι <“κἀμὲ προσβιάζεται”·>

τὸ δὲ “ἀκολουθεῖν” λείπει, ἀπὸ

κοινοῦ δὲ λαμβάνεται συννοούμενον.

17

<γρῦ:> βραχύ τι, ἀπὸ τοῦ ἐν

τοῖς ὄνυξι ῥύπου, ὃς γρῦ λέγεται· ἢ

ἀπὸ τῆς τῶν χοίρων φωνῆς ἢ ἀπὸ

τῶν γρυτῶν· γρῦται δὲ λέγεται τὰ

μικρὰ ὀστρακᾶ σκευάρια, οἷαι τῶν

ἀκανθυλλίδων αἱ ποτιστρίδες καὶ τὰ

τῶν χρυσοχόων χωνάρια.

21

<στέφανον ἔχοντά γε:> ἐστε-

φανηφόρουν οἱ εἰς θεωρίαν θεῶν

ἀπιόντες καὶ μαντεύματα, ἀστοὶ

ξένοι ἐλεύθεροι δοῦλοι, καὶ οὐκ ἐξῆν

τινα στεφανηφόρον τοιόνδε τύψαι

τῷ τότε ἢ ἄλλως θλίψαι· μεγάλη

γὰρ τοῦτο ἐδόκει παράβασις θείων.

22

<μὰ Δί' ((ἀλλ' ἀφελὼν)):> οὐ

μὰ Δία· τὸ “μά” γὰρ μόριον

ἀπωμοτικόν, τὸ δὲ “νή” κατωμο-

τικόν. ὁ δὲ νοῦς· οὐ μὰ τὸν Δία οὔ

σε τύψω φοροῦντα <τὸν στέφα-

νον, ἤν με λυπῇς τι, ἀλλ' ἀφελὼν>

αὐτόν, ὅπως πλέον <ἀλγῇς> τῆς στε-

φάνου τιμῆς ἐστερημένος καὶ ἀφῃ-

ρημένος καὶ ὀδυνωδεστέρας τὰς πλη-

γὰς δεχόμενος κατὰ γυμνῆς κεφαλῆς.

23

<λῆρος· ((οὐ γὰρ)):> ἐσχημα-

τισμένως εἰπὼν καὶ ὑβρίζων τὸν

δεσπότην κωμικῶς καὶ γελοίως καὶ

λέγων αὐτὸν “ὦ λῆρος” καὶ “ὦ λῆρε

καὶ φλύαρε”, οὐ δοκεῖ ταῦτα λέγειν

ἐκείνῳ ὁ Καρίων, ἀλλ' ἑαυτῷ.

25

<πάνυ σφόδρα:> ἐκ παραλλή-

λου ταὐτὸν τοῦτο τὸ σχῆμα καλεῖται.

27

<καὶ κλεπτίστατον:> τὸ σχῆ-

μα παρ' ὑπόνοιαν. ἀκούσας γὰρ ὁ

οἰκέτης εἰπόντος τοῦ δεσπότου αὐτὸν

((τὸν)) πιστότατον, ὑπενόει καὶ τὴν

δευτέραν ῥῆσιν ἀγαθὴν εἶναι καὶ ἐπαί-

νου ἀξίαν, οἷον ἦν τὸ “πιστότατον”. ὁ

δὲ καὶ <“κλεπτίστατον”> εἶπε, παρ'

ὃ ὑπενόει ὁ δοῦλος· οὕτω δὲ εἶπεν ὡς

θέλων τοὺς θεατὰς κινῆσαι πρὸς

γέλωτα· τοῦτο γὰρ σπουδὴ ταῖς

κωμῳδίαις ἐστίν. ἐατέον δὲ νῦν

νοεῖν τὸ <“κλεπτίστατον”> “συνε-

τόν” ἢ “μυστηριακόν”.

30

<ἱερόσυλοι ῥήτορες> καὶ

<συκοφάνται:> κἂν διῃρημένως τὰ

τρία ἐρεῖς, κἂν ἱεροσύλους τοὺς

ῥήτορας καὶ δημαγωγοὺς εἴπῃς, τῇ

ἐννοίᾳ οὐδεμία γίνεται βλάβη.

31a

πόθε λέγεται συκοφάντης;

πόθε δὲ συκοφάντης λέγεται, μάν-

θανε· ὁ σχολιογράφος γὰρ οὐ καλῶς

τοῦτό φησιν. ὁ Σόλων νομογραφῶν

ἐν Ἀθήναις περὶ πολλῶν θεσμοὺς

ἔθετο, καὶ τοῦτο δὲ σὺν ἄλλοις

ἐνομοθέτησε σῦκα ἐξ Ἀθηνῶν μὴ

ἐκφέρεσθαι καὶ πιπράσκεσθαι διὰ τὸ

σπάνια καὶ ὡραῖα παρ' αὐτοῖς γίνε-

σθαι σῦκα. ὃς δ' οὖν τινας ἤλεγχε σῦκα

πιπράσκοντας, συκοφάντης ἐλέγετο.

ὕστερον δὲ παραχρηστικῶς ἐξ αὐτοῦ

πᾶς ψευδῶς λέγων κατά τινων

συκοφάντης καλεῖται.

31b

<((καὶ πονηροί:))> “πονηρός”

ὁ δόλιος καὶ πανοῦργος, “πόνηρος”

δὲ ὁ πονῶν καὶ νοσῶν καὶ πᾶς κεκο-

πιακὼς καὶ ἄρρωστος. ἀττικῶς δὲ καὶ

τὸν δόλιον καὶ πανοῦργον “πόνηρον”

φαμέν.

31c

<πείθομαι:> οὐκ ἐναντιοῦμαί

σοι, φησί, πρὸς τοῦτο, ἀλλὰ <πείθο-

μαι> καὶ ἡττῶμαι εἰδὼς ((ἀκριβῶς))

ὅτι τῷ βίῳ πλείους τοιοῦτοι πλου-

τοῦσιν.

32

<ἐπερησόμενος ((οὖν ᾠχό-

μην)):> ἐρωτήσων οὖν ἐπορεύθην

πρὸς τὸν θεὸν ἤγουν τὸν Ἀπόλλωνα,

<τὸν ἐμὸν μὲν βίον ἤδη> καὶ ἄρτι

<νομίζων ἐκτετοξεῦσθαι> καὶ ὑπὸ

τῶν τόξων τῆς εἱμαρμένης ἀναιρε-

θῆναι ἤτοι εἰς τὸ μηδὲν ἐλθεῖν· ἢ τὸν

ἐμὸν βίον καὶ τὸν τῆς ἐμῆς ζωῆς

χρόνον <νομίζων ἤδη> πληροῦσθαι

καὶ ἐγγίζειν τῇ τελευτῇ.

33

<ταλαίπωρον δὲ> τὸν ἠλεη-

μένον καὶ ἄθλιον οἱ πάντες φασίν,

ἀπὸ τοῦ δύνασθαι τλῆναι καὶ πῶρον

ὅ ἐστι πάθος, ὡς καὶ Ἀντίμαχος·

“πῶρόν τ' εἰν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἔθεντο”.

ἐγὼ δὲ τὸν ((ἐν)) ταῖς τληπαθείαις ἐνεὸν

καὶ πῶρον τρόπον τινὰ γεγονότα ὡς ἡ

Νιόβη μυθεύεται· οὐδὲ γὰρ οὐδ' ἐκείνη

λίθος ἐγένετο· πῶς γάρ ἐστι δυνατόν;

ἀλλ' ἀπηνεώθη καὶ ὥσπερ ἀπελιθώθη

τῷ τῶν συμφορῶν ὑπερβάλλοντι.

34

<ἐκτετοξεῦσθαι> δὲ τὸ “πλη-

ρωθῆναι”, ἀπὸ μεταφορᾶς τῶν τοξο-

τῶν· ὧν τοξευόντων τινάς, πάντα

κενωθῶσιν ἐκ φαρετρῶν τὰ τοξεύ-

ματα, τουτέστι τὰ βέλη.

35

<τὸν δ' υἱόν:> ἢ “διὰ τὸν υἱόν”

ἐλλείψει τῆς “διά”, ἢ ἀντιπτώσει

“τὸν υἱόν” ἀντὶ τοῦ “περὶ τοῦ

υἱοῦ”. καὶ ἡ ἔλλειψις δὲ καὶ ἡ

ἀντίπτωσις ἀττικῆς εἰσὶ διαλέκτου.

τὸ δὲ ἀκόλουθον τῆς διανοίας οὕτως·

“ἀπῆλθον χρηστηριασθησόμενος οὐ

περὶ ἐμοῦ, περὶ δὲ τοῦ ὃν μόνον ἔχω

υἱόν, εἰ δεῖ τοῦτον μεταβαλόντα τοὺς

σεμνοὺς τρόπους, οἷσπερ ἀνήχθη,

γενέσθαι ἀλιτήριον, ἵνα συντόμως

ἐρῶ, ὅτι λυσιτελέστατον τὸ εἶναί τινα

τοιοῦτον τῷ βίῳ”. τὸ δὲ πανοῦργον

εἰπεῖν παρὰ τοῖς παλαιοῖς πασῶν

τῶν ὕβρεων ἦν βαρύτατόν τε καὶ

ἀφόρητον.

39a

<τί δῆθ' ὁ Φοῖβος:> Φοῖβος

ὁ Ἀπόλλων μαμμωνυμικῶς· ἡ γὰρ

Ἀπόλλωνος μήτηρ Λητὼ Κοίου καὶ

Φοίβης θυγάτηρ· ἀλληγορικῶς δὲ

ὁ ἥλιος φάος ὢν βίου.

39b

<ἔλακεν:> ἔχρησεν, ἐμαντεύ-

σατο. τοῦτο δὲ τὸ κωμῴδημα εἰς

Εὐριπίδην ὁρᾷ εἰπόντα ((ἐν)) Ὀρέστῃ

“ἃν ὁ Φοῖβος

ἔλακεν ἔλακεν.”

τὸ γὰρ λακεῖν ἐπὶ λάρων φωνῆς

λέγεται.

39c

<ἐκ τῶν στεμμάτων:> ὅτι

καὶ ὁ μαντικὸς τρίπους καὶ ἡ

ἱέρεια δάφναις ἦσαν κατάστεπτοι.

40

<πεύσει:> ἀκούσεις, μάθῃς. τὰ

δεύτερα δὲ πρόσωπα τῶν παθητι-

κῶν διὰ διφθόγγου γράφουσιν οἱ

Ἀττικοὶ ἄνευ μέντοι τῶν μετὰ

ὑποτακτικοῦ κειμένων, ἐκεῖνα δὲ

ἦτα γράφουσιν. σημειωτέον δ' ἐκ

τοιούτων πολλῶν ὅτι πεῦσις καὶ ἡ

ἀκρόασις καὶ ἡ μάθησις λέγεται καὶ

ἡ ἐρώτησις, εἴτε διὰ μακρηγορίας

ἔχει τὴν ἀπόκρισιν, ἣν καὶ ἐρώτησίν

φασιν οἱ κομψοί, εἴτε βραχεῖαν, ὡς τὸ

“ναί” ἢ “οὔ”, ὃ πεῦσιν ὀνομάζουσιν.

ὁ νοῦς δέ· <“εἶπέ μοι, ἐκέλευσε>

σαφῶς ὁ Ἀπόλλων τῷ χρησμῳδή-

ματι ᾧτινι τύχω ἐξελθὼν τοῦ ναοῦ,

τούτου μὴ ἀπολιμπάνεσθαι, <πείθειν>

δέ μοι ἑπόμενον εἰς τὴν ἐμὴν

ἱκέσθαι οἰκίαν”.

44

<τουτῳί:> τὸ τ̅ω̅ βραχύ ἐστι

διὰ τὸ κεχηνός, ὡς τὸ

“Ἴστρος τοιαύτας παρθένους λοχεύεται”.

45

<εἶτ' οὐ ξυνίης ((τὴν ἐπί-

νοιαν)):> “οὐ νοεῖς τὸν σκοπὸν τῆς

χρησμῳδίας λέγοντά σοι παιδεύειν

τὸν υἱὸν κατὰ <τὸν ἐπιχώριον

τρόπον,> ὦ μάταιε, ἄφρον καὶ ἀπαί-

δευτε;” ταῦτα δὲ γελοῖα καὶ κωμικά·

καὶ πῶς γὰρ οὐ γελοῖον λέγειν

τοιαῦτα δεσπότῃ τὸν δοῦλον; σκώ-

πτει δὲ τοὺς Ἀθηναίους ὡς δῆθε

κακοῖς κεχρημένους τοῖς ἄρχουσι καὶ

δημαγωγοῖς καὶ οὐ σεμνοῦ βίου.

48

τῷ <τοῦτο ((κρίνεις)):> “ποίῳ

χρώμενος τεκμηρίῳ λέγεις μοι ταῦτα

δηλοῦν τὸν χρησμόν;” καί φησιν ὁ

Καρίων· “φανερὸν τοῦτο καὶ τυφλῷ

καὶ ἀνοήτῳ ἀνθρώπῳ τὰς φρένας ἢ

τυφλῷ τοὺς ὀφθαλμοὺς νοῆσαι ὅτι

συμφέρει τῷ νῦν μηδὲν ἀγαθὸν

μετέρχεσθαι”. ἢ “ὅτι καὶ ἐκ τῆς

κληδόνος καὶ τοῦ φανέντος σημείου

σοι τοῦ τυφλοῦ τούτου καὶ μὴ

βλέποντός τινος ἢ ἀγαθοῦ καὶ ἐπιτερ-

ποῦς ἄλλου χρήματός τινος ἢ πράγ-

ματος.” ὁ τυφλὸς γὰρ οὔτε βλέπειν

οὔτε βαδίζειν ὀρθῶς δύναται. ἡ δὲ

σύνταξις· <“δῆλον δοκεῖ> καὶ νομίζε-

ται εἰς τὸ <γνῶναι> καὶ γνωσθῆναι <καὶ>

τῷ <τυφλῷ> καὶ ἀνοήτῳ ὅτι <σφόδρα>

συμφέρει νῦν τὸ μηδὲν ἀγαθὸν

μετέρχεσθαι”.

sch plut

51

<οὐκ ἔσθ' ὅπως ὁ χρησμὸς:

οὐκ> ἔστιν <ὅπως> καὶ ὡς <ὁ χρησμὸς

ῥέπει> καὶ ἔχει τὴν διάνοιαν ἀποκλί-

νουσαν εἰς ὃ λέγεις σύ, ἀλλ' <εἰς

ἕτερον.>

53

τὸ “χάριν” ἐπὶ ἐμψύχου καὶ

φίλου λαμβάνεται· “χάριν σοῦ, λέ-

γεις, ἦλθον” ἀντὶ τοῦ “χάριτας καὶ

ἡδονήν σοι ποιῶν”· ἐχθρῷ δὲ εἰπὼν

“χάριν σου ἦλθον” ἢ ἐπὶ ἀψύχου

τούτῳ χρησάμενος “χάριν τοῦ κτίσαι

((τὸν)) οἶκον”, “χάριν τοῦ πολε-

μῆσαι”, παραχρηστικῶς λέγεις ἀντὶ

τοῦ “ἕνεκα”· οὔτε γὰρ οἶκος οὔτε

πόλεμος οὔτ' ἄλλο τι ἄψυχον αἰσθά-

νεται χάριτος. τὸ δὲ “ἕνεκα” ἐπὶ

πάντων κυρίως λέγεται, ἐπὶ ἐμψύ-

χων, φίλων καὶ ἐχθρῶν, καὶ ἐπὶ

πάντων δὲ τῶν ἀψύχων.

56

<ἄγε> δὴ <σὺ:> ἀπειλητικῶς ὁ

Καρίων τῷ Πλούτῳ παρακελεύεται

λέγειν τίς ᾖ, “ἐλθέ, λέγων, εἰπὲ

πρότερον περὶ σαυτοῦ τίς ὑπάρχεις,

καὶ <τἀπὶ τούτοις δρῶ”,> τουτέστιν

“ἢ μαστίξω σε ἢ καὶ ἄλλως συντρί-

ψω”· παρέπεται γάρ, εἰ ἐρωτᾶταί

τις ἀσθενέστερος παρ' ἰσχυροτέρου

καὶ μὴ ἀποκρίνοιτο, τύπτεσθαι ἢ καὶ

ἑτέρως κακοῦσθαι.

57

οἱ μὲν ἐξηγηταὶ καὶ τὸ

<“λέγειν χρή”> τοῦ Καρίωνός φασιν,

ἐγὼ δὲ Χρεμύλου τοῦτό φημι συνω-

θοῦντος τὸν Πλοῦτον πεισθῆναι καὶ

εἰπεῖν τῷ Καρίωνι· εἶτα τοῦ Πλούτου

εἰπόντος τὴν ἀπὸ Σκυθῶν ῥῆσιν τὸ

(58) “οἰμώζειν”—τοῦτο γὰρ καὶ

Σκῦθαι τῷ Δαρείῳ μεμηνύκασι—

πάλιν γελῶν ὁ Καρίων πρὸς τὴν

“οἴμωζε” ἀπόκρισίν φησι τῷ Χρε-

μύλῳ· “ἔγνως ὅστις ἄρα ἐστὶν ἐκ τῆς

αὐτοῦ ἀποκρίσεως· τοῦτο γὰρ ἔφα-

σκες ἀνωτέρω γνῶναι αὐτὸν εἰ

(59) ἐρωτηθεὶς ἀποκριθείη”. καὶ ὁ

Χρεμύλος· “σοὶ ταῦτα, φησίν, οὐκ

ἐμοὶ λέγει”. ἐκ τούτου δὲ δῆλον ὅτι

Χρεμύλου ἐστὶ τὸ <“λέγειν χρή”·>

εἰ γάρ, μόνου τοῦ Καρίωνος ἐρω-

τήσαντος, ὁ Πλοῦτος “οἴμωζε”

εἶπεν, οὐκ εἶχεν ἂν εἰπεῖν ὁ Καρίων

ὅτι “νοεῖς τίς ἐστιν;” καὶ Χρεμύλος

πάλιν ὅτι “σοὶ τοῦτο λέγει”.

60

<σκαιῶς γὰρ αὐτοῦ:> “ἀπαι-

δεύτως γὰρ καὶ χαλεπῶς καὶ ἀγρίως

ἀπ' αὐτοῦ πυνθάνῃ, καὶ πύστιν καὶ

μάθησιν καὶ ἀπόκρισιν ἐξαιτεῖς”.

τὸ δὲ “πυνθάνει” καὶ πᾶν δεύτερον

πρόσωπον παθητικὸν ἐν τοῖς στίχοις

Ἀριστοφάνους δίφθογγον γράφεται·

εἰ δὲ μετὰ ὑποτακτικοῦ μορίου

εὑρεθῇ, η̅. καὶ ἰστέον καὶ καλῶς

σημειωτέον ὅτι τὰς ἀπὸ τῶν εἰς ε̅υ̅ς̅

εὐθειῶν εἰς ε̅ι̅ς̅ εὐθείας τῶν πληθυν-

τικῶν καὶ αἰτιατικὰς τῶν πληθυντι-

κῶν οἱ Ἀττικοὶ καὶ ὁ Ἀριστοφάνης

ἀττικῶς γράφων τὰς μὲν τῶν ἐπιθέ-

των η̅ γράφουσιν—ἱππεὺς οἱ ἱππῆς

τοὺς ἱππῆς, τοὺς βασιλῆς καὶ τὰ

ὅμοια—ἀλλὰ καὶ τὰς ἀπὸ τῶν εἰς η̅ς̅

εὐθειῶν—ὁ εὐγενὴς οἱ εὐγενῆς τοὺς

εὐγενῆς καὶ πάντα τὰ ὅμοια—· τὰ

δὲ κύρια μόνα διφθόγγῳ, κἄν τε ἀπὸ

τῶν εἰς ε̅υ̅ς̅ εὐθειῶν κἄν τε ἀπὸ τῶν

εἰς η̅ς̅ εἴη, ὡς Ἀχιλλεῖς Εὐρυσθεῖς

Δημοσθένεις Ἀριστοφάνεις· οὕτω

ταῦτα γίνωσκε γράφεσθαι καὶ τὰς

κλῇδας ἀττικῶς δι' ἦτα καὶ ἕτερα

μυρία ἄλλως.

63

<δέχου τὸν ἄνδρα καὶ τὸν

ὄρνιν:> τοῦ Πλούτου καὶ τῷ Χρεμύ-

λῳ κλαίειν εἰπόντος, γελῶν ὁ Καρίων

φησί· <“δέχου> τὴν κληδόνα καὶ τὸ

μάντευμα τοῦ θεοῦ καὶ τὸ σύμ-

βολον”. καὶ ἄνδρα μὲν τὸν Πλοῦτον

καλεῖ διὰ τὸ ἀνθρωπόμορφον φαίνε-

σθαι, ὄρνιν δὲ ὡς δοθέντα αὐτῷ τῷ

Χρεμύλῳ ἐκ τοῦ χρησμοῦ αὐτόν.

μάντευμα δὲ καὶ σύμβολον καὶ

κληδὼν καὶ οἰωνὸς καὶ ὄρνις καὶ

σημεῖον καὶ ἕτερα καλεῖται τὸ αὐτό.

καὶ ὁ πταρμὸς δὲ καὶ τὸ συνάντημα

καὶ προσφώνημα ἀγαθὸν ἢ φαῦλον

καὶ ἔγκυρμα ὁμοίως ἢ ἀγαθὸν ἢ

φαῦλον καὶ ἕτερα μυρία ὄρνις καὶ

μαντεύματα καλοῦνται. <καὶ ἄλλως.>

ἄνδρα καὶ ὄρνιν φησὶν ὡς κτηνώδη

τοῦτον δῆθεν ἀποκαλῶν.

64

Δημήτερα καὶ Δήμητρα συγ-

κοπῇ Αἰολέων.

65

<“εἰ μὴ φράσεις γάρ,> ἀπολῶ

σε <κακῶς> τὸν κακόν”. καλεῖται δὲ

τὸ σχῆμα κατὰ συστροφήν.

66a

<ὦ τάν:> ὦ τάνες καὶ ὦ φίλοι·

τὸ ἑνικὸν ἀντὶ πληθυντικοῦ· ἢ <“ὦ

τᾶν”> καὶ ὦ ἑταῖρε πρὸς τὸν ἕνα

εἰρήκει, εἶτα τὸ <“ἀπαλλάχθητον”>

πρὸς τοὺς δύο.

66b

<πώμαλα:> οὐδαμῶς, ἀττικῶς.

ἔστι δὲ τοῦτο τοῦ Χρεμύλου, τοῦ

Καρίωνος δὲ τὸ <“καὶ μὴν ὃ λέγω”.>

οὐ γὰρ ἐγώ φημι τοῦτο προσώπου

ἑνός.

69

ὁ δὲ νοῦς· “ἀναείρας καὶ θεὶς

καὶ στήσας αὐτὸν <ἐπὶ κρημνὸν> καὶ

εἰς κρημνόν, ἀπελεύσομαι”.

71

<ἀλλ' αἶρε ταχέως: ὁ “ἀλλά”>

περισσῶς κεῖται ἀττικῶς· <“αἶρε>

γάρ, φησί, <ταχέως”.> καὶ ὁ

Πλοῦτός φησι· <“μηδαμῶς> ἀρεῖς”.

Χρεμύλος δέ φησι· “λοιπὸν <ἐρεῖς;”>

πάλιν δ' ὁ Πλοῦτος· <“ἀλλ' ἢν>

μάθητε <ὅστις εἰμὶ> ἤγουν Πλοῦτος,

οἶδ' <ὅτι> κατάσχητε ἄν με καὶ οὐκ

<ἀφήσετον>”. καὶ ὁ Χρεμύλος· “μὰ

<τοὺς θεοὺς ἡμεῖς γε”>—ἀπὸ

κοινοῦ τὸ “ἀφήσομεν”—“εἰ σὺ

θέλεις”· καὶ πάλιν ὁ Πλοῦτος·

<“μέθεσθε”>—ἢ “μεθέσθε” ἀττι-

κῶς—“καὶ κατάλειψιν ἐμοῦ ποιή-

σασθε”.

sch plut

75

<ἤν, μεθίεμεν:> τοῦ Πλούτου

εἰπόντος “ἐάσατέ με”, φησὶν ὁ

Χρεμύλος “ἢν ἐάσωμεν, εἴπῃς;”

κατ' ἔλλειψιν ἀττικῶς· ἢ κρατοῦντες

αὐτὸν ταῖς χερσὶν ἀφῆκαν, καί φησιν

“ἠνὶ καὶ ἰδοὺ <μεθίεμεν”·> καὶ ὁ

Πλοῦτος “ἀκούετε” φησίν· <“ὡς

ἔοικε γὰρ δεῖ λέγειν> ἃ ἐσκόπουν

ἀποκρύπτειν”. 〈εἰ〉 θέλεις δέ, <“ἦν”>

καὶ ὑπῆρχον γράψον μετὰ τοῦ ν̅, καὶ

ἔστι τῶν τεσσάρων διαλέκτων· εἰ

βούλει δέ, γράψον “ἦ” καὶ ὑπῆρχον,

ὅπερ τῆς Ἰάδος ἐστίν.

79a

<ἀνδρῶν ἁπάντων:> πρὸς τὸν

φαινόμενον γὰρ ἀνθρωπόμορφον

Πλοῦτόν φησι ταῦτα, ἀλλ' οὐ πρὸς

περιουσίαν καὶ χρήματα.

79b

<εἶτ' ἐσίγας Πλοῦτος ὤν:>

τὸ “εἶτα” περισσῶς ἀττικῶς κεῖται.

ὡς δὲ τὸν Πλοῦτον τοῦτον ἑώρα

εἰκονίζοντα ἄνθρωπον ῥυπαρόν, ἄλου-

τον, τοῖς πᾶσιν ἀθλιώτατον, ἀθλιο-

θέατον, οἷοι ὡς ἐπὶ τὸ πλεῖστον οἱ

τοκογλύφοι εἰσί, καταπλαγής φησι

γεγονώς· <“σὺ Πλοῦτος;”>

81

“ὦ τῆς Φοίβης ἔκγονε <Ἄπολ-

λον”> ἢ “ὦ ἥλιε φωσφόρον σέλας

τοῦ βίου”. οὐδὲν δὲ δυσχερὲς ἐνταῦ-

θα τῷ κειμένῳ ἐστὶν εἰ μὴ ἄρα καὶ

πισύγγοις αὐτὰ ἐθέλεις δηλοποιεῖν

με.

82

τὸ “τί φῇς” περισπῶν ἢ βαρύνων ὡς θέλεις,

λαβὰς πτοηθῇς μηδαμῶς μωμοσκόπων·

φῶ φῇς περισπᾷς καί γε προσγράφεις ἅμα,

—πᾶν δεύτερον δίφθογγον εἰς ω̅ ῥημάτων—,

φημὶ δὲ καὶ φῂς καὶ βαρύνεις μοι τότε.

83

<αὐτότατος:> ἕνεκα τοῦ γε-

λοίου τῆς κωμῳδίας παικτέως ἐρ-

ρήθη· τὰ γὰρ ἀόριστα καὶ αἱ ἀντω-

νυμίαι οὐκ ἐπεκτείνονται.

84

ὁ Πατροκλῆς πλούσιος σφόδρα

ἦν ἀθηναῖος, ῥυπαρός, φιλοχρή-

ματος, τῶν γλισχροβίων, καὶ μηδέ-

ποτε μηδένα ἐῶν εἰσέρχεσθαι εἰς

τὴν οἰκίαν αὐτοῦ φόβῳ τῶν ἑαυτοῦ

χρημάτων.

86

<τουτὶ δὲ τὸ κακόν,> τὴν

τύφλωσιν, <πῶς ἔπαθες> εἰπέ μοι·

<“κάτειπε”> δὲ εἶπεν ἀττικῶς· οἱ γὰρ

Ἀττικοὶ πῇ μὲν ἐλλείψεσι πῇ δὲ

πλεονασμοῖς χρῶνται· ὡς τῇδε τὸ

<“κάτειπε”> θεὶς ἀντὶ τοῦ “εἰπέ”·

τὸ “κάτειπε” γὰρ κυρίως “λοιδό-

ρησον” σημαίνει καὶ “κατηγόρησον”.

87

<ὁ Ζεύς με ταῦτα: “ταῦτα”>

ἀντὶ τοῦ “τοῦτο” ἀττικῶς· οἱ γὰρ

Ἀττικοὶ καὶ πληθυντικοῖς ἀντὶ ἑνι-

κοῖς χρῶνται καὶ ἑνικοῖς ἀντὶ τῶν

πληθυντικῶν· τὸ δὲ <“ἀνθρώποις

φθονῶν”> ἐπὶ τοῦ καθ' ἱστορίαν

Διὸς ἕνεκα τοῦ γελοιασμοῦ τῆς

κωμῳδίας, ὅτι φθονερός ἐστιν ὁ

Ζεὺς τοῖς ἀνθρώποις· ἀλληγορικῶς

δὲ ἐπὶ τῆς εἱμαρμένης καὶ τύχης, ὅτι

φθονερά ἐστιν ἡ τύχη τοῖς ἀνθρώποις

καὶ οὐκ ἐᾷ τοὺς ἀξίους πλουτεῖν, ἀλλ'

ἐτύφλωσεν ὥσπερ τὸν Πλοῦτον·

πλουτίζει γὰρ ὡς ἐπὶ τὸ πλεῖστον

πονηρούς, ἀλιτηρίους καὶ συκοφάν-

τας, τοὺς ἀξίους δὲ πλουτισμοῦ

παρατρέχει. τυφλὸν δὲ τὸν Πλοῦτόν

φησιν ἐξ Ἱππώνακτος τοῦτο σφετε-

ρισάμενος· φησὶ γὰρ οὕτως Ἱππώναξ·

“ἐμοὶ δὲ Πλοῦτος—ἔστι γὰρ λίαν τυφλός—

ἐς τᾠκί' ἐλθὼν οὐδάμ' εἶπεν· Ἱππώναξ,

δίδωμί τοι μνᾶς ἀργυρίου τριήκοντα

καὶ πόλλ' ἔτ' ἄλλα· δείλαιος γὰρ τὰς φρένας”.

88

<ἐγὼ γὰρ ὢν μειράκιον:>

προσωποποιεῖ τὸν Πλοῦτον ποιητι-

κῶς ταῦτα λέγοντα, ὀφείλων εἰπεῖν

ῥητορικῶς· εἰ ἦν αἴσθησις τῷ Πλού-

τῳ, οὐκ ἂν τοὺς χρηστοὺς ἐκλιμ-

πάνων προσερρύετο πονηροῖς.

90a

πῶς δὲ τυφλοῖ τὸν Πλοῦτον ὁ

Ζεὺς τοῖς ἀγαθοῖς, ἐπὶ τοῦ κλήρου

Διὸς καὶ τῆς εἱμαρμένης εἰρήκειμεν·

εἰ δὲ τὴν συνεκτικὴν δύναμιν τοῦ

παντὸς Δία νοήσεις, τυφλοῖ τὸν

Πλοῦτον οὐχὶ φθονῶν τοῖς χρηστοῖς,

ἵνα μὴ τούτου μετάσχοιεν, ἀλλ' ὡς

τοῖς κακίστοις ἀλληνάλλως ὁρῶντες

τοῦτον μεταπηδῶντα καὶ πόσα τὰ

δεινὰ ἐργαζόμενον, μόνοι τούτου

ἐκτρέποιντο, φροντίζοιεν δὲ ἀρετῆς.

<καὶ ἄλλως.> τυφλὸν τὸν Πλοῦτον

ποιεῖ περιφερόμενον πρὸς ἀνοσίους

τε καὶ κακούργους, τῶν δὲ χρηστῶν

ἀποτρέχοντα, ὅτι κακοῦργοι καὶ

νηλεεῖς ἄνθρωποι πάντα τρόπον κι-

νοῦσιν ὅπως πλούτου μετάσχοιεν

διαβάλλοντες, συκοφαντοῦντες, στρε-

βλοῦντες, ἐτάζοντες καὶ ἁπλῶς πᾶν

εἶδος δρῶντες κακότητος ὅλοις ὀ-

φθαλμοῖς πρὸς τὸ πλουτεῖν ἀποβλέ-

πουσι. τοῖς ἀρετὴν δὲ μετιοῦσι τὸ

θεῖον τυφλὸν τὸν Πλοῦτον ποιεῖ,

τουτέστιν ἡ ἐνάρετος αὐτοὺς μᾶλλον

ἀποτυφλοῖ καὶ θεία φρόντισις ἐνορᾶν

πλούτῳ ἐπιμελουμένους δικαίου καὶ

ἀρετῆς, τούτου δὲ καταφρονητὰς

γινομένους, ὡς οὐκ ἀρετῆς, κακίας

δὲ παραιτίου· ὅθε καὶ Ἡράκλειτος

ὁ Ἐφέσιος, ἀρώμενος Ἐφεσίοις οὐκ

ἐπευχόμενος, “μὴ ἐπιλίποι ὑμᾶς

πλοῦτος, ἔφη, Ἐφέσιοι, ἵν' ἐξελέγ-

χοισθε πονηρευόμενοι”.

90b

<τυφλόν:> τυφλοποιὸν τῶν

χρηστῶν, ἀττικῶς· τὸ παθητικὸν

ἀντὶ ἐνεργητικοῦ, ὡς τὸ

“Κρέοντ' ἐμαυτοῦ γαμβρόν”

ἀντὶ τοῦ “γαμβροποιόν”, καὶ ἡ

Παλαιά· “Ἰοθὸρ τὸν Μωσέως γαμ-

βρόν”. οὕτω καὶ ἐνταῦθα <“τυφλόν”>

τὸν τυφλοποιόν· οὐ γὰρ ὁ Πλοῦτος

οὐχ ὁρᾷ τοὺς δικαίους, ἐκεῖνοι δὲ

αὐτὸν οὐχ ὁρῶσιν, οὐδὲ τούτου φρον-

τίζουσιν, ἀρετῆς δέ. <καὶ ἄλλως.

“τυφλόν”·> ἀπροόρατον, ἀπροσκό-

πητον, ὡς καὶ ὁ Φαίστιος περὶ τῆς

Μουνυχίας εἶπεν Ἐπιμενίδης· “τυ-

φλὸν τοῦ μέλλοντος ἄνθρωπος· εἰ γὰρ

ᾔδεσαν Ἀθηναῖοι ὅσα τὴν πόλιν

αὐτῶν τουτοὶ τὸ χωρίον λυμήνηται,

κατέφαγον [[γὰρ]] ἂν αὐτὸ τοῖς

ὀδοῦσι.” κἀνταῦθα οὖν τυφλὸν καὶ

ἀπροσκόπητον τοῖς δικαίοις.

98

<πολλοῦ γὰρ ((αὐτοὺς> οὐχ

<ἑώρακα χρόνου)):> “διὰ <πολλοῦ>

γὰρ <αὐτοὺς οὐκ> εἶδον <χρόνου”.>

καὶ ὁ Χρεμύλος· “((καινὸν καὶ))

θαυμαστὸν <οὐδέν,> εἰ σὺ τυφλὸς ὤν,

ὦ Πλοῦτε, διὰ μακροῦ χρόνου

ἀγαθοὺς ἀνθρώπους οὐχ ἑώρακας,

ἐπεὶ κἀγὼ ὁρῶν οὐ δύναμαι τοιού-

τους ἰδεῖν”. ταῦτα δὲ λέγων δείκνυ-

σιν ὅτι οἱ πονηροὶ πλείους ἐν τῷ

βίῳ. ὁ δὲ <“καί”> σύνδεσμος πλεονά-

ζει ἀττικῶς.

100

<ἄφετόν ((με> νῦν)): “ἐάσατε

λοιπόν, φησίν, ἐμὲ ἀπόλυτον· ἔγνωτε

<γὰρ ἤδη> καὶ ἠκούσατε <τὰ ἀπ'

ἐμοῦ”.> καὶ ὁ Χρεμύλος· “οὐ <μὰ>

τὸν <Δία,> οὐκ ἀφήσομέν σε, <ἀλλὰ

πολλῷ μᾶλλον ἑξόμεσθά σου>

καὶ ἁψόμεθα καὶ κρατοίημεν”. ἰστέον

δὲ ὅτι τὸ “μά” ἀπωμοτικὸν μόριόν

ἐστι δηλοῦν τὸ “οὐ μὰ τόν”· τὸ δὲ

“νή” κατωμοτικὸν ἀντὶ τοῦ “ναί”.

εἰ δὲ “ναί” πρῶτόν ἐστι, εἶτα τὸ

“μά”, ὡς τὸ “ναὶ μὰ τόδε”, κατω-

μοτικὸν γίνεται τότε τὸ “μά”.

<“ἑξόμεσθά σου”> μετὰ τοῦ σ̅· ἔστι

δὲ ἀρχαϊσμὸς καὶ ἰωνικόν. καὶ ὁ

Πλοῦτος· “οὐ προὔλεγον <ὅτι πράγ-

ματα> καὶ θορύβους <μοι> μέλλετε

παρασχεῖν;”

sch plut

103

<καὶ σύ γ' ((ἀντιβολῶ)):>

πλεονάζει ((ὡς καὶ πρὶν εἶπον))

ὁ <“καί”> σύνδεσμος· ὁ δὲ νοῦς

<“ἀντιβολῶ·> παρακαλῶ, δέομαι”.

<“πιθοῦ”> ἀττικῶς “πείσθητι”· οἱ

Ἀττικοὶ γὰρ τὰ βαρύτονα ῥήματα

περισπῶσι, τὸ τύπτω “τυπτῶ”

λέγοντες, “μολῶ, θελῶ, πιθῶ”.

104

<((καὶ μή μ' ἀπολίποις:))

καὶ μή μ'> ἀπολείψῃς ἔτι καὶ ἀπὸ

τοῦ νῦν, κἂν πρώην ἠμέλεις ἐμοῦ·

<ζητῶν> γὰρ καὶ πολυπραγμονῶν καὶ

ἀνερευνῶν οὐκ ἂν εὕρῃς ἄνθρωπον

ἐμοῦ <βελτίονα> κατὰ <τοὺς τρό-

πους.>

106

<μὰ Δία> καὶ “οὐ μὰ τὸν

Δία”· <ἄλλος γὰρ> οὐκ ἔστιν ὁ

κρείττων ἢ <ἐγώ.>

109

<ἀτεχνῶς ((ὑπερβάλλου-

σι)):> “ἀτέχνως” βαρυτόνως “ἄνευ

τέχνης, ἀμαθῶς”· “ἀτεχνῶς” δὲ

περισπωμένως “ἀληθῶς, παντελῶς

καὶ καθάπαξ καὶ ἑνὶ λόγῳ”.

111

<οἰμώξει ((μακρά:> τὰ δεύ-

τερα πρόσωπα τῶν παθητικῶν δι-

φθόγγῳ γράφουσιν Ἀττικοὶ ἄνευ

τῶν μετὰ ὑποτακτικῶν κειμένων.))

ὁ δὲ νοῦς· “κλαύσῃ <μακρὰ> καὶ

μεγάλα, μὴ πειθόμενός μοι δηλονότι,

ληρῶν δὲ τοιαῦτα.”

113

σὺ δὲ <πρόσεχε,> προσκόλλα

καὶ συνάρμοττε τὸν σὸν <νοῦν> τοῖς

λεγομένοις, <ἵνα πύθῃ> καὶ νοήσειας

ὅσα σοι ἀγαθὰ γένοιτο, εἰ μενεῖς

<παρ' ἡμῖν.

114

“οἶμαι γάρ, οἶμαι, σὺν

δὲ θεῷ> τουτὶ λέγω, ἀπαλλάξω <σε

τῆς ὀφθαλμίας”.> ἡ ὀφθαλμία δὲ

κυρίως νόσημά ἐστιν ὀφθαλμῶν· νῦν

δὲ τὴν τύφλωσιν λέγει.

116

<βλέψαι ποιήσας:> κἂν

<“ποιήσας”> κἂν <“ποήσας”> τις

γράψῃ, οὐ λυμαίνεται τῷ στίχῳ· καὶ

“ποιήσας” γὰρ τὸ π̅ο̅ι̅ βραχὺ γίνεται

διὰ τὸ κεχηνός, ὡς τὸ

“Ἴστρος τοιαύτας ((παρθένους))”

καὶ ἐν Εὐμενίσιν Ἀθηνᾶ φησι·

“ἦ καὶ τοιαύτας τῷδ' ἐπιρροιζεῖν φυγάς”

καὶ ((ὁ)) Σοφοκλῆς ((ἐν)) Οἰδίποδι

τῷ ἐν Κολωνῷ Πολυνείκην λέγοντα

φέρει·

“ἀλλ' οὐχ οἷόν τε· πῶς γὰρ αὖθις αὖ πάλιν”.

118

<ἄνθρωπος ((οὗτος)):> ἀκού-

σας τοῦ Πλούτου Χρεμύλος εἰπόντος

μὴ θέλειν βλέψαι, φησίν· <“ὁ ἄνθρω-

πος οὗτος ἄθλιός ἐστιν,> τοιούτου

καλοῦ μὴ θέλων τυχεῖν”, ἢ <“οὗτος

ἄνθρωπός ἐστιν ἄθλιος”.

119

((ὁ Ζεὺς μὲν οὖν εἰδὼς:))

“ὁ Ζεὺς εἰδώς,> φησί, <τὰ τούτων,>

τουτέστι τῶν ἀνθρώπων, <μῶρα> καὶ

μωρὰ ἀττικῶς, <εἰ πύθοιτο> καὶ

μάθοι ἐμὲ ἀναβλέψαντα, συντρίψῃ ἄν

με ἐσχάτως”. τὰ <“τούτων”> δὲ εἶπε

καὶ οὐχ “ὑμῶν” μεθόδῳ δεινότητος,

ἵνα καὶ τὸν Χρεμύλον ὑβρίζων σὺν

τοῖς λοιποῖς μὴ δόξῃ ὑβρίζειν. ὁ δὲ

στίχος οὗτος περαιούμενος εἰς τὸ

<“ἔμ' εἰ”> ἐπίληπτός ἐστιν, ὡς τὸ

“ἦ μέγ' Ἀθηναίοις γένετο φόως ἡνίκ' Ἀριστο-

γείτων Ἵππαρχον πέφνε καὶ Ἁρμόδιος,”

καὶ ἕτερα μυρία ἠπατημένοις Ὁμήρῳ,

ὥσπερ νομίζω, εἰπόντι·

“εἴπερ γάρ κ' ἐθέλοιμεν ὅσοι Δαναοῖσιν ἀρωγοί,

Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆ-

ν' αὐτοῦ κ' ἔνθ' ἀκάχοιτο καθήμενος οἷος ἐν Ἴδῃ.”

ἀλλὰ πάντα τὰ τοῦ θεσπεσίου ἐκείνου

ἀνδρὸς δαιμόνια ὑπερφυᾶ καὶ ἀμίμη-

τα, ἄνευ μέντοι τινῶν νοθευθέντων·

οὐ μόνον γὰρ οὐκ ἐπιλήψιμα τὰ ἐκεί-

νου ἀλλὰ καὶ νοῦ πλήρεα λεπτοτάτου

καὶ ῥητόρων δεινότητος καὶ ἀρετῆς·

μιμήσει γὰρ γυναικὸς θυμουμένης

εἰσάγει τὴν Ἥραν οὑτωσὶ λέγουσαν

ὥσπερ τοῦ πνεύματος ἐκκοπέντος

θυμῷ καὶ μὴ ἀπαρτίσαντος.

120

<νῦν δ' οὐ τοῦτο δρᾷ: ((νῦν

δὲ)) οὐ τοῦτο> ποιεῖ, τουτέστιν οὐ

συντρίβει σε, ἐῶν τῇδε κἀκεῖ σε

προσκρούειν περιπλανώμενον διὰ τὸ

μὴ βλέπειν;

122

καί φησιν ὁ Πλοῦτος· <“οὐκ

οἶδα· ἐγὼ δ' ἐκεῖνον ὀρρωδῶ> καὶ

πεφόβημαι <πάνυ”.> τὸ δὲ φοβεῖσθαι

“ὀρρωδεῖν” λέγεται ἀπὸ τοῦ ὄρρου

καὶ μεσοπυγίου τῆς περιστερᾶς·

τρομερὸν γάρ φασι τοῦτο τὸ μέρος·

ἢ ἀπὸ τῶν ἀλόγων, ἵππων λέγω καὶ

τοιούτων, ἃ ἐν τῷ δέει σείει τὴν

οὐρὰν ἢ ἐγκρύπτει αὐτὴν ὑπὸ τὰ

αἰδοῖα· ἢ ὅτι τῶν φοβουμένων φασὶ

πρῶτον τὸν ὄρρον ἱδροῦν. ἡμεῖς δέ

φαμεν ((ὡς)) αἰολικῶς διὰ δύο ρ̅ρ̅

γράφεται καὶ ψιλοῦται, δι' ἑνός τε

τοῦ ρ̅ καὶ δασείας κατὰ τὴν Ἀττικὴν

καὶ κοινὴν ὀφεῖλον γράφεσθαι. δέει

γὰρ ὁ φόβος καὶ ἡ ὁρωδία τὴν

ὅρασιν· ὅθε καὶ δοῦλος ὁ μετὰ

δέους λεύσσων—κἂν νῦν ἀναιδῶς

βλέπωσι—, καὶ δεσπότης ὁ δέους

ποιητικός· οὕτως ὁρωδία ὁ φόβος

ἀπὸ τοῦ δέειν τὴν ὅρασιν λέγεται,

ὡς ὡρακιᾶν τὸ φοβεῖσθαι καὶ ὠχριᾶν

διὰ μεγάλου τοῦ ω̅ ἀπὸ τοῦ ὥρας καὶ

τῆς μορφῆς εἶναι αἰκία καὶ τιμωρία

ἤγουν ὠχρίασις.

123

<((ἄληθες ὦ δειλότατε:))>

“ἀληθές” ὄνομα, “ἄληθες” δὲ ἐπίρ-

ρημα ἀντὶ τοῦ “ἀληθῶς”· νῦν δὲ τὸ

“ἄληθες” εἰρωνικῶς εἴρηται· “ἀλη-

θῶς γὰρ καὶ πρεπόντως, φησί,

δειλιᾷς· μὴ πάθῃς τὴν ἀφόρητον

συμφορὰν ταύτην καὶ ἀναβλέψῃς”.

δειλότατον δὲ δαιμόνων τὸν Πλοῦτον

φησίν, οὐ πρὸς αὐτὸν τὸν ἀνθρωποει-

δῆ ἀποτείνων τὸν λόγον, ἀλλὰ πρὸς

τὸ καθόλου καὶ τὴν πλουσιότητα· ὅτι

οἱ πλούσιοι δειλοὶ πρός τε θάνατον

καὶ τὰ ἕτερα διὰ τὸν πλοῦτον καὶ τὴν

τρυφὴν καὶ ὅτι τὰ χρήματα συγκρύ-

πτουσι δεδιότες μὴ ἀπολέσωσιν.

124

<τὴν τυραννίδα> τὸ κράτος

νῦν φησι καὶ τὴν βασιλείαν, ὅτι

δημοκρατούμενοι Ἀθηναῖοι τυράν-

νους ἐκάλουν τοὺς ὁπωσδήποτε μο-

ναρχοῦντας. σαφῆ τὰ λοιπά.

127

<((μὴ λέγ', ὦ πόνηρε:))>

“πονηρός” ὁ πανοῦργος καὶ δόλιος·

“πόνηρος” δὲ ὁ νοσῶν καὶ ὁ κοπιῶν

καὶ ((ὁ)) πονῶν· καὶ ὁ Χρεμύλος δὲ

τῆς κάτω τύχης καὶ ἀσθενοῦς γεωρ-

γὸς καὶ πονῶν ἦν ἄνθρωπος. ἢ <“πό-

νηρε”> καὶ πονηρὲ ἀττικῶς· πῶς γὰρ

οὐ πονηροῦ καὶ βαθύνου τὸ ὑπισχνεῖ-

σθαι ποιῆσαι βλέψαι τυφλόν; καὶ ὁ

Χρεμύλος· <“ἔχε> καὶ ἔσο, φησίν,

<ἥσυχος”· ἢ “ἔχε> καὶ κράτει σαυ-

τὸν ἐν ἡσυχίᾳ καὶ μὴ θορυβοῦ·

(128) <ἐγὼ γὰρ ἀποδείξω σε πολλῷ

μεῖζον τοῦ Διὸς δυνάμενον”.>

τοῦ Πλούτου δὲ εἰπόντος· <“σὺ ἐμὲ>

δείξεις τοῦ Διὸς μεῖζον δυνάμενον;”

φησὶν ὁ Χρεμύλος· <“νὴ τὸν οὐρα-

νόν”,> ὡς ἤδη ὄντα τὸν Δία οὐδὲν λο-

γιζόμενος, καὶ τὰς ἀποδείξεις ἐπάγει,

αὐτὸς μὲν ἐρωτῶν, τὸν δὲ Καρίωνα

τύπῳ μάρτυρος ἔχων ἀποκρινόμενον

καὶ ἅπερ αὐτὸς λέγει πιστούμενον.

133

<((θύουσι δ' αὐτῷ:)) θύουσι>

δὲ τῷ Διὶ διὰ τοῦτον, ἢ ἐν τῷ ἔχειν

τοῦτον ἤγουν πλοῦτον, ἢ διὰ τοῦτον

τουτέστιν ἵνα πλουτήσωσιν.

134

<ἄντικρυς:> φανερῶς· “ἀντι-

κρύ” δὲ ἐξ ἐναντίας.

135

<οὐκοῦν ((ὅδ' ἐστὶν)):> καὶ

λοιπὸν <ὅδε> καὶ οὗτος ὁ Πλοῦτός

<ἐστιν αἴτιος> τοῦ τοὺς ἀνθρώπους

θύειν τῷ Διί· καὶ βουληθεὶς ἂν τοῦτο

παύσῃ <ῥᾳδίως.

137

οὐ((δ' ἂν εἷς)) θύσειεν:> οὐ

θυμιῶν ἢ βοῦν ἐπισφάξειεν ἢ ψαιστὸν

καὶ λάγανον, ὅ ἐστιν ἄρτον ἐλαίῳ

βεβρεγμένον, καθαγίσειεν <οὐκ ἄλλο>

δὲ <οὐδὲ ἓν σοῦ μὴ βουλομένου>

ἤτοι Πλούτου καὶ χρημάτων μὴ πα-

ρόντων.

((Ἐβουλόμην μὲν ἐξανορθοῦν εἰς πλάτος,

γράφειν τε πάντα προσφυῶς Τζέτζου τρόποις·

ἐπεὶ δ' ὃς ἡμᾶς ἦν συνωθήσας γράφειν,

πρῶτον παλαιὰν οὐκ ἐφεῦρέ μοι βίβλον

(5) ἢ κἂν δύ' ἢ τρεῖς ἔκ γε τῶν νεογράφων,

ὡς ἄλλον ἐξ ἄλλης ἀνορθοίην στίχον·

βίβλους ἐφευρὼν τῶν νεογράφων δύο,

ὧν ἡ μὲν ἦν ἑνοῦσα τοὺς δύο στίχους,

ἄλλη δέ, τετράμετρος εἴπερ ἦν στίχος,

(10) τομαῖς διῄρει τοῦτον εἰς δύο στίχους,

εἰς τρεῖς τινάς, ἄλλους 〈δὲ〉 καὶ περαιτέρω,

ὤρθουν μὲν ὤρθουν τὸ σκάφος τὸ τοῦ λόγου

ἕως βραχὺ τὸ κῦμα τῆς ἀτεχνίας·

ἐπεὶ [δὲ] πυκνὴ συμμιγὴς τρικυμία

(15) ἐρροχθίαζε καὶ κατέκαμπτε ζέον,

τὰ πηδὰ δ' οὐκ ἦν δεξιῶς ἐμοὶ στρέφειν,

στείλας τὰ λαίφη καὶ παρεὶς τοὺς αὐχένας,

πρὸς κῦμα χωρῶ βαρβαρόγραφα πνέον,

ὅπερ βέβηλοι δυσμαθεῖς βιβλογράφοι

(20) γραφεῖς ἁπασῶν εἰσφοροῦσι τῶν βίβλων.

οὕτω τὰ μέτρα τὸ νῦν ἐάσω συγγράφειν

λέξας τινὰ βράχιστα τῇ φύρσει βίβλων·

οὐκ ἀγνοεῖ γὰρ καὶ μετρικοὺς Τζέτζης λόγους,

ὁ σφαῖς διδάξας συγγραφαῖς ἅπαν μέτρον.

(25) ἀνθ' ὧν περιττὰς οὐκ ἔχει δὲ βιβλίδας,

ἄλλην ἀπ' ἄλλης ὡς ἀνορθοίη μέτροις,

τὸ πᾶν γὰρ ἄλλο πλὴν γραφῆς τοῦ κειμένου

Τζέτζῃ μελήσει καὶ γραφῆς ἄτερ βίβλων·

τὸ παντελὲς δὲ τοῦ σαφοῦς μηδεὶς λάρος

(30) μωμοσκοπείτω συρματίζων ἀφρόνως·

οὕτω γὰρ ἠξίωσεν ᾧ ταῦτα γράφω

χρῄζων νοεῖσθαι καὶ τυχοῦσι ῥᾳδίως,

οἷς εἶπον οὕτω νῦν σαφέστατα γράφω.

οὕτως ἐᾶν μέλλω τε μετρικοὺς λόγους

(35) καὶ πάντα τἄλλα τεχνικῶς λεπτῶς γράφειν.

τί γάρ τις ἂν γράψειε πᾶν τέχνης λόγῳ

εἰς θατεριστὰς καί γε μισοδιχρόνους

καὶ ῥητόρων στυγοῦντας ἐντέχνους λόγους

ἄλλων τε τεχνῶν αἵπερ εἰσὶν ἐν λόγοις,

(40) εἰς παγκαπήλων ὁρμαθὸν πεφυρμένον,

οἷς ἓν δοκοῦσι πάντως κουτρουβιτζίως,

τὰ τεχνικά τε καὶ τὰ βάρβαρα λέγω,

μᾶλλον δὲ χείρω τεχνικὰ τῶν βαρβάρων,

οἷς καὶ φρυαγμὸς <ἱππικῶν φρυαγμάτων>

(45) κρεῖττον δοκεῖ τι μουσικῆς τῆς Ὀρφέως;

ὅπου δὲ [[καὶ]] νῦν κάθαρμα φαρμακοῦ θέα,

τί ψωριῶν εἴδωλον ἀλλ' Ἐριννύων,

σκιᾶς ἀμυδρᾶς ἀχλυώδης οὐσία,

ψώρᾳ καμήλου πᾶν κατωστρακωμένον,

(50) αἰλουροειδὲς ὀμματέγγραυλον τέρας

φωνήν τινος κλαίοντος εὐνούχου φέρον,

εἴτ' οὖν Ἐρεμβῶν εἴτε νυκτερηγόνων,

ἡμᾶς τε σύρει τήν θ' ὁμηρείαν φύσιν

ἀλλοπροσάλλως διχρόνοις χρῆσθαι λέγει,

(55) τὸ <Ἆρες Ἄρες> πανταχοῦ βοῶν μέγα,

Βρεντησίου Μένδητος ὦ πατρὸς τέκνον.

ταῦτα σοφοῖς ἔγραψα τοπρὶν ἀνδράσι,

χοιροκράνοις δὲ βαρβάροις οὐχὶ γράφω,

τοῖς οἷς ἔνεστιν οὔτις ἐν λόγοις λόγος,

(60) οὔτ' οὖν ἀριθμὸς ἐν γοναῖς βροτησίαις.

τῶν παγκαπήλων πᾶς χορὸς δέ μοι λέγε,

οἷσπερ στυγητόν εἰσιν οἱ τεχνῶν λόγοι,

εἰ δίχρονοι γράφοιντο συμπεφυρμένως

καὶ ῥητόρων λόγοι δὲ τῆς τέχνης ἄνευ,

(65) ἄλλαι 〈τε〉 τέχναι τῶν τελουσῶν ἐν λόγῳ

πεφυρμένως λέγοιντο μηδὲ πρὸς τέχνην,

τί μὴ καθ' ὑμᾶς πάντα φύρομεν μάτην

Τζέτζην λαθραίοις σκερβολοῦντας ἐν λόγοις,

ἀνθ' ὧν ἅπαντα τεχνικῶς φησι γράφειν;

(70) τί ταῖς ἑλίκτραις καρτεροῦμεν τῶν βίβλων

ἄλλαις μὲν ἄλλους ἐκμαθεῖν τεχνῶν λόγους,

ταῖς μετρικαῖς μέτρα δὲ καὶ τὰς διχρόνους;

ὡς νῦν τὸ “καλόν” “ἀργυριδίου” μέτα

πῶς τὸν μακρὸν φέρουσιν ἐν γραφῇ χρόνον;

(75) κανὼν γάρ ἐστι τεχνικώτατα λέγων·

τὰ εἰς λ̅ο̅ς̅ ὀξὺν τὸν τόνον κεκτημένα,

δισυλλαβούντων οὐ τρισυλλάβων λέγω,

πρὸ τοῦ τέλους ἔχοντά τι τῶν διχρόνων,

οὐχὶ βραχύ, μακρὸν δὲ τουτοῒ φέρει·

(80) “καλός” τε “θαλός” “ψιλός” ὡς “χιλός” λέγω

σὺν μυρίοις ἄλλοις μὲν ἃ παρατρέχω·

ὅσα δ' ἀπ' αὐτῶν τὸν βαρὺν ἔχει τόνον,

τρισυλλαβεῖ τε καὶ περαιτέρω τρέχει,

βαρυχρονοῦσι—τί μακρὰ γράφειν θέλω; —

(85) “κάλος” “θάλος” τε καὶ “φίλος” δὲ καὶ “κτίλος”

καὶ “ἀκαλός” “αἰγιαλός”, ἅμα τοῖς δὲ μυρία.

οὕτω τὸ “καλόν” τῶν μακρῶν εἶναι νόει,

—κἂν νῦν πάνυ βράχιστόν ἐστιν ἐν βίῳ—.

οἱ κωμικοὶ δὲ καὶ τραγῳδῶν τὰ γένη

(90) τὸ “καλόν” αὐτὸ καὶ τὸ “ἶσον”, σοὶ λέγω,

μακρὸν δέχονται καὶ βραχὺ πλὴν ἐντέχνως.

λόγον δὲ νῦν ἄκουσον “ἀργυριδίου”.

τὸ ρ̅ι̅δ̅ι̅ό̅ν̅ τι τῶν μακρῶν ἐστι φύσει·

ἀλλ' ἔστι μακρός, οὗ βραχὺ φράσω μέρος,

(95) μὴ συμπεράνω πάντα τὸν χάρτην γράφων.

τὸ ι̅δ̅ι̅ό̅ν̅ τε καὶ τὸ ρ̅α̅δ̅ι̅ο̅ν̅ γράφων,

γίνωσκε μακρὰς τὰς τρίτας τὰς ἐκ τέλους,

—κἂν ἴδιόν τι τεχνικῶς ἄλλο γράφῃς

καὶ μὴ βαναύσως, μισοδιχρόνων τρόπῳ—.

(100) τὰς ἐκ τέλους μὲν συλλαβὰς τούτων τρίτας,

ἄνπερ περιττεύωσι συλλαβὴν μίαν

ἐκ πρωτοτύπου, μακρὰς ἁπάσας νόει,

ἐξ ἀργυρίου μὲν “ἀργυρίδιον” λέγων,

ἐκ βότρυος δὲ τὸ “βοτρύδιον” πάλιν,

(105) ὡς “μύδιόν” τε καὶ τὸ “σύδιον” γράφεις·

ἐκ τοῦ μυὸς γὰρ καὶ συός φαμεν τάδε.

εἰ δ' αὖ περιττεύουσι συλλαβὰς δύο,

τὰς ἐκ τέλους βράχυνε τῷ τότε τρίτας,

ἐκ τῆς γραφῆς γνώμης τε καὶ ψυχῆς λέγων

(110) τό τε “γραφίδιον” καὶ “γνωμίδιον” καὶ “ψυχίδιον”.

οὗτος κανὼν πέφυκε μακρὸς εἰσάγαν·

ἐγὼ δ' ἑκοντὶ τουτονὶ παρατρέχω,

τέλει τε χάρτου καὶ νοῶν ὅτι γράφω

ἀγνωμονοῦσι καὶ θεέχθροις βαρβάροις

(115) λάθρα καθ' ἡμῶν σκερβολοῦσι μυρία,

ἀνθ' ὧν ἅπασι τεχνικῶς φαμεν γράφειν

καὶ μὴ κατ' αὐτοὺς βαρβαροῦν λόγων τέχνας.))

147

<((ἔγωγέ τοι διὰ μικρὸν:))>

ἡ “ἔγωγε” ἀντωνυμία τῆς ἀττικῆς

ἐστι διαλέκτου, ἡ δὲ “ἐγώ” τῆς

κοινῆς· ἄμφω δὲ καὶ καταρχαῖς καὶ

μεταξὺ τίθενται.

149

<((καὶ τάς γ')) ἑταίρας

κορινθίας:> κωμῳδεῖ τοὺς Κοριν-

θίους ὡς πορνοτρόφους. πόρναι δὲ

ἦσαν περιώνυμοι τῇ Κορίνθῳ Λαΐς,

Κυρήνη, Λέαινα, Πυρίνη, Σικυώνη

καὶ Σινώπη δὲ σὺν αὐταῖς.

150a

<((αὐτάς τις πένης:))> “πέ-

νης” κυρίως ὁ διὰ χειρῶν ἐργαζόμε-

νος καὶ ζῶν, “πτωχός” δὲ ὁ ἐκ

πλουσίων ἐκπεπτωκὼς τοῦ ἔχειν,

“ἐνδεής” δὲ ἅπας μὴ ἔχων, “προσαί-

της” δὲ ὁ ἀρτοζήτης.

150b

<πειρῶν ((τύχῃ)):> βιάζων,

ἐρωτικῶς διακείμενος πρὸς αὐτάς.

152

<((τὸν πρωκτὸν εὐθὺς)):>

“πρωκτός” τὸ ἄρρεν αἰδοῖον· νῦν δὲ

παραχρηστικῶς τὸ θῆλυ μόριόν

φησι, τὰς πόρνας λέγων τρέπειν καὶ

στρέφειν αὐτὸ πρὸς τοὺς πλουσίους,

ἤτοι προχείρως παρέχειν αὐτὸ τοῖς

πλουσίοις.

156

<((ἐπεὶ αἰτοῦσιν:))> “αἰτῶ”

ἐπὶ τῶν ἀναποδότων καὶ χαριζομένων

λέγεται, “αἰτοῦμαι” δὲ ἐπὶ τῶν πρὸς

χρῆσιν διδομένων καὶ πάλιν ἀντι-

στρεφομένων τοῖς δεδωκόσιν, ὡς τὸ

“οὐ πῦρ αἰτῶ οὐδὲ λοπάδ' αἰτοῦμαι”.

<τί δαί:> σύνδεσμος ἐρωτημα-

τικός· ἀττικῶς δὲ ἐκτείνεται καὶ

διφθογγογραφεῖται.

157

<ἵππον ἀγαθόν: ἢ> κάλλιστον

καὶ ἠσκημένον ἀρεταῖς ἵππων ἄλλαις

ἢ ἄγαν θέοντα, ταχύν.

158

<((αἰτεῖν ἴσως:))> τὸ “ἴσως”

καὶ τὸ “καλῶς” παρὰ τοῖς ἄλλοις

ἅπασι ποιηταῖς μακρὰ δέχονται

((κατὰ τὸν κανόνα, ὃν προφθάσας

ἐδίδαξα))· οἱ τραγῳδοὶ δὲ καὶ οἱ

κωμῳδοὶ βραχέα τε καὶ μακρὰ δέχον-

ται ταῦτα ((πλὴν οὐ βαρβάρως ἀλλὰ

καὶ οὗτοι)) κανόσι τεχνικωτάτοις.

159

<ὀνόματι περιπέττουσι

((τὴν)):> ἐν τῷ ζητεῖν χαρισθῆναι

αὐτοῖς ἵππον ἢ κύνας, <ὀνόματι> τῶν

ἵππων καὶ τῶν κυνῶν <τὴν μοχθηρί-

αν> συγκρύπτουσι καὶ δοκοῦσιν <αἰτεῖν>

οὐκ <ἀργύριον,> ἀλλὰ καὶ ἵπποι καὶ

κύνες ἀργυρίου ὠνοῦνται. τὸ δὲ

“περιπέττουσι” καὶ συγκρύπτουσιν

οὔτε ἀπὸ τῶν γυναικείων προσθέτων

κομῶν, ἅπερ φενάκαι καλοῦνται, ὁ

Τζέτζης ἀκούειν ἀνέχεται λέγεσθαι,

οὔτε ἀπὸ τῶν παραπετασμάτων καὶ

βήλων, ἀπὸ δέ τινων ἄρτων πεττο-

μένων καὶ ζυμωμένων καὶ ἔκτοσθε

μὲν ἄρτων ὁρωμένων τῷ ὄντι, ἔσω

δὲ διάφορα συγκρυπτόντων ἡδύσμα-

τά τε καὶ βρώματα.

160

<τέχναι δὲ ((πᾶσαι)):

“πᾶσαι> δὲ πανουργίαι καὶ αἱ κοινῶς

καλούμεναι <τέχναι καὶ σοφίσματα>

καὶ μηχαναὶ διὰ σέ, Πλοῦτε, ἡμῖν

τοῖς ἀνθρώποις εὑρέθησαν· ἕνεκα

γὰρ τοῦ ἔχειν χρυσίον τε καὶ…

ριο…

The complete text is available when the reading interface loads.