Commentarium in ranas
- Edition reference
- Commentarium in ranas (scholia recentiora Tzetzae) (cod. Ambrosianus gr. C 222 inf.), ed. Koster, Jo. Tzetzae commentarii in Aristophanem [Scholia in Aristophanem 4.3], 703– 704, 708, 714, 723–724, 726, 775, 778–779, 787, 790, 802–803, 805, 811, 820, 825–826, 829–830, 837, 839–841, 846–847, 850, 854, 860–861, 863–865, 868, 871, 874–875, 886, 896, 904–906, 911, 913–987, 991–1018, 1020–1041, 1047–1097, 1099–1120.
- CTS identifier
urn:cts:greekLit:tlg5014.tlg023.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ind per ran
1
Ἡρακλῆς.
sch ran
8
τἀνάφορον] ἀλλακτόν.
27
οὔκουν] οὐχί
67
<Εὐριπίδου καὶ ταῦτα:> οἱ
πλείους τοὺς τρεῖς στίχους καὶ τὸ
ἡμιστίχιον ἀπὸ τοῦ <“τοιουτοσὶ
τοίνυν με”> μέχρι τοῦ <“μὂὐκ
ἐλθεῖν ἐπ' ἐκεῖνον”> ἑνὸς προσ-
ώπου φασὶ τοῦ Διονύσου· τινὲς δὲ
μέχρι τοῦ <“Εὐριπίδου καὶ ταῦ-
τα”·> εἶτα τὸ <“τοῦ τεθνηκότος”.>
λέγουσιν, Ἡρακλῆς φησιν, καὶ πάλιν
αὐτοῦ Διονύσου τὸ <“κοὐδείς γέ
μ' ἂν”.>
76
πρότερον] ἢ τῇ ἡλικίᾳ, ἢ
τιμιώτερον.
82
εὔκολος] ἁπλοῦς.
266
{(v.l.)} τὸ] τῷ.
277
νῷν] ἡμῖν.
279
ἐκεῖνος] ὁ Ἡρακλῆς.
283
τινι] θηρίῳ.
293
ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει·
ἐπάλμενος ὀξέϊ δουρί·
“μεθαρμοζόμενος”
sch ran
293
νήϊά τε ξύλα πολλά, τά τ' ἄρμενα νηυσὶ πέλονται·
308
ὁδὶ] ὁ ἱερεύς.
311
χρόνου πόδα] ἤγουν τὸν
Εὐριπίδην.
330a
, ἀλλὰ καὶ κισσίνῳ· κἂν τοῖς συμ-
ποσίοις τὸ παλαιὸν μυρσίναις ἐστέ-
φοντο.
364
Ἐπίδαυρον] πόλιν λακω-
νικήν.
366a
Κινησίαν δ', ὡς πρὶν εἴπομεν, τὸν
διθυραμβοποιὸν κωμῳδεῖ.
377
ἔμβα] χόρευε.
418
φράτορας] συγγενεῖς.
452
{(v.l.)} ἣν] ὃν.
474a
<πλευμόνων:> τῶν πνευ-
μόνων· δωρικῶς ἀντὶ τοῦ λ, ν
γράφουσι·
ἦνθον τοι ποιμένες, τοι βουκόλοι.
οὕτω Δωριεῖς ἀντὶ τοῦ λ, ν γράφου-
σιν, Ἀττικοὶ δὲ ἀντὶ τοῦ ν, λ.
474b
{(v.l.)} πλευμόνων] πνευμό-
νων.
482
{(v.l.} οἶσε] οἶσαι.
485
<εἰς τὴν κάτω μου κοι-
λίαν:> εἰς τὴν περὶ τὰ παιδοσπόρα.
507
κολλάβους] ἄρτους.
508
ἐπαινῶ] παραιτοῦμαι.
513/14
<ἤδ' ἔνδον:> ἤδη ἔνδον
ἐστὶ καὶ αὐλητρίς. οὐ γὰρ “ἥδε” καὶ
αὕτη, φησίν, ἡ αὐλητρίς· ἐκθλίβεται
γὰρ τὸ η τὸ μακρόν.
518
<εἰσῄρετο ἡ τράπεζα:>
εἰσήγετο.
540
Θηραμένους] τοῦ.
548b
<ἐξέκοψε τοὺς χοροὺς:>
558
<τάριχος:>
κρέας ἁλιστὸν εἴτε καὶ ἰχθὺν νόει.
574
, ἐν ᾧ οἱ κακοῦργοι ἐρρίπτοντο καὶ
ἀνῃροῦντο.
575
<τὸν λάρυγγα:> ἓν δοκοῦσιν
εἶναι πολλοῖς ἡ φάρυγξ καὶ ὁ λάρυξ·
δύο δέ εἰσιν ἔνδον
603
ὀρίγανον] δριμύ.
606
ἀνύετον] σπεύδετον.
615a
ποήσω] ποιήσω.
615b
εὐγενές.
618/19
<ἐν κλίμακι:> ὁ σοφὸς σχολιογράφος
ἐνθάδε τι λέγειν οὐκ ἔχων λαλεῖν οὐκ
αἰσχύνεται, ἀλλ', ἡδύσματος ἕνεκα
λόγου, καὶ ἅ φησι κατὰ ῥητὸν
ἐγγραπτέον μοι. “τὸ ”ἐν“ πρὸς τὸ
”δήσας“·
sch ran
618/19
ποία δέ τις ἐγένετο λύμη, σοφώτατε,
εἰ τὸ μὲν νοηθείη, ὥσπερ καὶ ἔχει,
”ἐν κλίμακι δήσας“, ἐκεῖνο δὲ
”κάππεσον ἐν Λήμνῳ“; ἀλλὰ δεξιοῦ
καὶ πυκνοῦ τὰς φρένας ἀνδρός ἐστιν
ἐφερμηνεύειν, ὅτι τὸ ”ποτνιᾶται“
πρὸς τὸ ”ὑποποτνιᾶται“ σημαίνει.
621a
πλὴν] ἄνευ.
621b
πράσῳ] ἐν.
628
τινὶ] ἤγουν σοί.
632
ἀπὸ κοινοῦ τὸ ”φημί“ λάμ-
βανε εἰς τὸ ”τοῦτον δὲ δοῦλον“.
646a
καὶ πῶς οὐκ ἔπταρον, ἤτοι πῶς οὐδέ,
ὡς οἱ νυττόμενοι λεπτῷ ξυλαρίῳ τὴν
ῥῖνα, τυπτόμενος ἐγὼ ἔπταρον;
659b
Πυθῶν'] τήν.
659c
Δῆλον] τήν.
662
<σπόδει:> τύπτε, δαῖρε.
711a
ψευδονίτρου] τῆς.
711b
κονίας] τέφρας καὶ γῆς.
712
κιμωλίας] λευκῆς.
745b
φησί· ”μῦσται μὲν λέγονται οἱ
πρώτως μυηθέντες καὶ τὰ μυστήρια
γνόντες· οἱ δὲ τοῖς μετὰ ταῦτα
ἐνιαυτοῖς ταῦτα ὁρῶντες ἐποπτεύον-
τες λέγονται, οὐκέτι δὲ μῦσται
καλοῦνται“.
sch ran
791
, ἔμελλεν ὁ Σοφοκλῆς ἔφεδρος καθε-
δεῖσθαι καὶ ἐν τῷ τόπῳ τῆς καθέ-
δρας, ἐν ᾗ ἐτάχθη, καθεδεῖσθαι·
κἂν μὲν Αἰσχύλος κρατῇ, ἕξειν κατὰ
χώραν, τουτέστι κ[αρτερῆ]σαι καὶ
μεῖναι τῇ καθέδρᾳ, ἣν ἔλαβεν αὐτὸς
Σοφοκλῆς· εἰ δὲ μὴ κρατεῖ καὶ νικᾷ
ὁ Αἰσχύλος, περὶ τῆς τέχνης πρὸς
Εὐριπίδην ὁ Σοφοκλῆς ἔλεγε τότε
διαμαχεῖσθαι.
Τζέτζης μὲν οὕτω ταῦτά σοι σαφῶς λέγει.
797
σταθμήσεται] ζυγοσταθμή-
σεται.
807b
συνέβαιν'] ἤρεσκεν.
813
ἐσπουδακόσι (sic)] τοῖς δού-
λοις.
814
<ἦ που δεινὸν ἐριβρε-
μέτας:> ὄντως, φησίν, ὁ βροντολόγος
Αἰσχύλος καὶ ὑψηλαῖς χρώμενος
λέξεσι. χόλον ἔνδοθεν ἕξει, ἤτοι
πρὸς μέγαν θυμὸν κινηθείη, τοῦ
(815) περικαρδίου ζέσαντος αἵματος,
ἡνίκα ἂν τὸν ὀξυλάλον ἴδῃ, τὸν
Εὐριπίδην, τὸν ὀξέα καὶ μεγάλα ἢ
πολλὰ λαλοῦντα καὶ φλυαροῦντα.
οὕτω δὲ συντακτέον· ἡνίκα τὸν
(816) Εὐριπίδην θεάσηται, μανίας
ὑπὸ δεινῆς ὄμματα στροβήσεται, ἤ-
τοι ὑπὸ τῆς μανίας—νῦν τοῦ
θυμοῦ· οὐ γὰρ Αἰσχύλος ἐμάνη—
τὰ ὄμματα στροβήσεται καὶ στρέψει
ἐπὶ τὸ θυμικόν τε καὶ ἄγριον ἀπὸ
τοῦ καθεστηκότος καὶ προσηνοῦς
βλέμματος. πῶς δὲ τοὺς ὀφθαλμοὺς
στρέψει ἐπὶ τὸ ὁρᾶν ἄγριον; θήγοντος
καὶ ἀκονῶντος τοῦ ἀντιτέχνου ἤτοι
τοῦ Εὐριπίδου ὀδόντα. τροπικῶς
εἶπεν, ὡς ἐπὶ μάχης χοίρων ἀγρίων
θηγόντων κατ' ἀλλήλων ὀδόντας,
δέον εἰπεῖν· τοῦ Εὐριπίδου ἐναντιου-
μένου αὐτῷ λόγοις καὶ ἀντιπίπτοντος.
818
<ἔσται δ' ἱππολόφων τε
λόγων:> κινηθήσονται δὲ καὶ ἀναρ-
ραγῶσι τῶν μετεώρων καὶ ὑψηλῶν
λόγων τοῦ Αἰσχύλου κορυθαιόλα
ἤτοι ὑψηλοποίκιλα νείκη καὶ σκινδα-
λάμων καὶ λεπτῶν καλαμοξεσμάτων
ἤτοι λόγων εὐτελῶν εὐριπιδείων
παραξόνια καὶ παραξέσματα· οὐ τὰ
περὶ τοὺς ἄξονας, ἀλλ' ὡς ἀπὸ τοῦ
”φέρω“, ”φόριον“, τὸ φερόμενον,
οὕτως ἀπὸ τοῦ ”ξέω“, ”ξόϊον“, καὶ
διὰ τὴν εὐφωνίαν προσθέσει τοῦ νῦ·
”ξόνιον“ καὶ ”παραξόνιον“. ὅτι δὲ
δι' εὐφωνίαν τὸ νῦ πολλάκις εὑρί-
σκεται πίπτον, ἔχεις τὸ ”ἀάργυροι“,
”ἀνάργυροι“, καὶ ἕτερα δὲ μυρία.
819
<σμιλεύματά τε ἔργων:>
λεπτολογίας ἐνθυμημάτων βαναύ-
σους, ἀπὸ τῶν ὑπὸ σμίλης ξεομένων
εὐτελῶν καὶ ῥυπαρῶν καὶ ὀδωδότων
ἐκ δερμάτων ξεσμάτων. ἡ δὲ τοῦ
λόγου συνέπεια οὑτωσί· ἔσται δὲ
ἱππολόφων τε λόγων κορυθαιόλα
νείκη. εἶτα ἐφερμηνευτικὸν ”ῥήματα
ἱπποβάμονα, σκινδαλάμῶν τε παρα-
ξόνια σμιλεύματά τ' ἔργων“. δι' ἣν
δὲ αἰτίαν ἔσται τὰ νείκη; ἀμυνομένου
καὶ ἐναντιουμένου μὲν Εὐριπίδῃ,
ἑαυτῷ δὲ βοηθοῦντος, ἤτοι συνιστῶν-
τος τὰ οἰκεῖα, τοῦ Αἰσχύλου· τοῦ
φωτὸς λέγω, τοῦ φρενοτέκτονος
ἀνδρός, τοῦ νοῦν κατασκευάζοντος
καὶ φρόνησιν ἀπογεννῶντος ἐν τοῖς
συγγράμμασιν.
822a
<φρίξας δ' αὐτοκόμου
λοφιᾶς:> τριῶν εἰκόνων εἰκάσματα
εἰς ἓν συνάψας ζωγραφεῖ τὸν Αἰσχύ-
λον· συὸς ἀγρίου, λέοντος καὶ τυφω-
νικοῦ πνεύματος· καί φησι· φρίξας
δὲ καὶ πυκνώσας καὶ ὀρθὴν ἄρας
τὴν χαίτην τῆς λοφιᾶς καὶ ῥάχεως,
τῆς αὐτοκόμου καὶ φύσει κομώσης—
τῆς λοφιᾶς καὶ ῥάχεως ποίαν κόμην;
τὴν λασίαν περὶ τὸν αὐχένα—ὡς
λέων συνάγων καὶ συνδέων τὸ δει-
νὸν ἐπισκύνιον καὶ σαρκῶδες τῶν
ὀφρύων, βρυχώ<ό>μενος ἥσει καὶ πέμψει
ῥήματα γομφοπαγῆ, καλῶς καὶ ἀρί-
στως προσηλωμένα καὶ ἀπαράθραυ-
στα. ”βρυχώμενος“ οὐκ οἶδα, τί
παθόντες οἱ παλαιοὶ μικρὸν γράφου-
σιν· ἐγὼ δὲ ”βρύκ<χ>ω“, ”βρυκ<χ>όμενος“
ὁ ἐσθιόμενος, μικρογραφῶ· ”βρυ-
χώμενος“ δὲ ὁ βοὴν προπέμπων
λεόντειον, διὰ τῆς τοῦ ω μεγάλου
ἐκφέρω γραφῆς, ὡς ἐκ τοῦ ”βρυ-
χάω“, ”βρυχῶ“.
sch ran
822b
φρίξας] πυκνώσας.
822c
αὐτοκόμου] τῆς.
822d
λοφιᾶς] ῥάχεως.
823a
ἐπισκύνιον] σαρκῶδες.
823b
ἥσει] πέμψει.
824a
γομφοπαγῆ] ἀκριβέστατα.
824b
<πινακηδὸν ἀποσπῶν:> ἡ
βρυχή με τοῦ λέοντος τῆς συνεπείας
ἀπέσπασεν· ἀλλ' ἀνθεκτέον πάλιν
αὐτῆς. φρίξας, φησίν, ὡς σῦς τὸν
αὐχένα καὶ συνάξας τὰς ὀφρῦς ὥσπερ
λέων καὶ βρυχησάμενος πέμψει ῥή-
ματα στερρά, πινακηδὸν ἀποσπῶν ἐν
γηγενεῖ καὶ γιγαντικῷ καὶ τυφωνικῷ
φυσήματι καὶ πνεύματι· ἀποσπῶν
καὶ ἀνασπῶν πινακηδόν, ὁλοκληρο-
πλοιαρπάστως, ὡς τὸ τυφωνικὸν
πνεῦμα πνεῦσαν ὅλας ἀνασπᾷ τὰς
πλεούσας ὁλκάδας. πίνακες δὲ οὐχ αἱ
μεγάλαι σανίδες καλοῦνται, ὡς οἱ
πρὸ ἡμῶν ἐτόλμησαν ἑρμηνεύειν, ὡς
κἂν τοῖς λοιποῖς ἅπασιν, ἀλλὰ καθ'
ἡμᾶς πίνακες αὐτὰ τὰ σκάφη τῶν
πλοίων εἰσίν, ἤτοι αὐτὰ τὰ πλοῖα
ὁλόκληρα.
826a
<ἔνθε δὴ στοματουργός:>
ἐντεῦθεν ὁ Εὐριπίδης, ἡ γλῶσσα ἡ
στοματουργὸς καὶ στωμύλους ἐργα-
ζομένη καὶ γράφουσα λόγους, ἡ
λίσπη, ἡ λεπτοτάτη καὶ ἄχρι κυμίνου
διεξιοῦσα—λίσποι οἱ τετριμμένοι
ἀστράγαλοι, ἐξ ὧν καὶ οἱ τὰ ἰσχία
λεπτοὶ λίσποι λέγονται· οἱ δέ· λίσπη,
φασί, θηρίον ἐστὶ πάνυ λεπτότατον—
ἡ βασανίστρια καὶ πολυπράγμων,
ἀνελισσομένη καὶ στρεφομένη, φθο-
νεροὺς κινοῦσα χαλινούς, ἐκ φθόνου
κινοῦσα λόγους ἀλόγου φρενός, τὰ
ῥήματα καὶ τοὺς Αἰσχύλου λόγους
δαιομένη καὶ διαιροῦσα καὶ τέμ-
νουσα, καταλεπτολογήσει καὶ ἄχρι
τῶν τυχόντων καὶ τῶν λεπτῶν
πολυπραγμονήσει τὸν πολὺν πόνον
τῶν πλευμόνων καὶ πνευμόνων, ἤτοι
τῶν συγγραμμάτων Αἰσχύλου, ἃ
πρῶτον τῷ νῷ λογισάμενος καὶ τε-
κὼν εἶτα διὰ τοῦ πνεύμονος ἀνα-
γαγὼν τῇ γλώσσῃ καὶ διαρθρώσας
τῆς χειρὸς αὐτοῦ ὑπηρετησάσης τῇ
γλώττῃ τῷ γραφικῷ συνετάξατο δό-
νακι.
826b
λίσπη] καὶ λεπτοτάτη.
827
γλῶσσα] τοῦ Εὐριπίδου.
830a
<οὐκ ἂν μεθείμην τοῦ
θρόνου:> οὐκ ἄν, φησὶν Εὐριπίδης,
μεθείμην καὶ κατάλειψιν ποιησαίμην
τοῦ θρόνου, ἤτοι οὐκ ἂν ἐάσω τὸ
διαμάχεσθαι Αἰσχύλῳ περὶ θρόνου
καὶ προεδρίας· μὴ νουθέτει, μὴ
συμβούλευε μηδὲ παραίνει. τὸ σχῆμα
δὲ τοῦτο καὶ ὁ ποιητικὸς τρόπος
παρεπιγραφὴ λέγεται· φαίνεται γὰρ
ἀνανεύων ὁ Διόνυσος καὶ κωλύων
τάχα αὐτὸν τοῦ ἐπιχειρεῖν πρὸς
Αἰσχύλον διαγωνίζεσθαι.
830b
πρὸς Αἰσχύλον Εὐρι-
πίδης.
830c
τοῦ] περὶ τοῦ.
830d
θρόνου] ἤγουν τῆς προε-
δρίας.
833
<ἀποσεμνυνεῖται πρῶτον:>
ἀλαζονείαν πρῶτον καὶ ὄγκον τῇ
σιωπῇ ἐπιδείξεται, ὅπερ ἐποίει καὶ
ἐν τῇ σκηνῇ τοῦ θεάτρου τὰς
τραγῳδίας διδάσκων. καὶ ὁ Διόνυσος
ἐπιτιμῶν Εὐριπίδῃ φησίν· ὦ δαιμόνιε
καὶ ἀθλιώτατε, σίγα καὶ μὴ λέγε
λίαν μεγάλα· μέγα γὰρ ὄντως λίαν
ἐστὶ τὸ σὲ κατὰ <τοιούτου> <οῦδε> ἀνδρὸς
τολμᾶν λέγειν.
836
<ἐγᾦδα τοῦτον:> ἐγὼ οἶδα
τοῦτον καὶ διέσκεμμαι πάλαι, ἤτοι
διασκεψάμενος καὶ πολυπραγμονήσας
καὶ κρίνας λογιστικῇ κρίσει εὗρον
καὶ ἔγνων αὐτὸν ὄντα ἄνθρωπον
ἀγριωπὸν ἢ καὶ ἀγριοποιόν, ἤτοι τὰ
πρόσωπα τῶν ὑποκριτῶν ποιοῦντα
δεινὰ καὶ ἀπροσόμιλα, καὶ ταῖς προσ-
αγορεύσεσι καὶ προσλαλιαῖς μὴ εὐ-
πρόσιτα. ἀλλὰ τὴν συνέπειαν πρῶτον,
εἶτα δέον φράζειν με καὶ τὰς λέξεις.
ἐγώ, φησίν, οἶδα τοῦτον ὄντα ἀγριο-
ποιόν, αὐθαδόστομον, ἀπεριλάλητον,
κομποφακελορρήμονα, ἔχοντα ἀχά-
λινον, ἀκρατές, ἀπύλωτον στόμα.
αὐθαδοστόμους τοὺς ἀναιδεῖς καὶ
φλυάρους φαμέν. μῶν δὲ καὶ τὸν
Αἰσχύλον αὐθαδόστομον οὕτω καλεῖ;
ἄπαγε· ἀλλὰ τὸν ἔχοντα στόμα φθεγ-
γόμενον καινότερα καὶ αὐτῷ μόνῳ
ἀρέσκοντα· καινοτέραις γὰρ ὁ Αἰσχύ-
λος κέχρηται λέξεσι. τὸ αὐτὸ δὲ
δηλοῦσι καὶ τὸ ”ἀχάλινον, ἀκρατές,
ἀπύλωτον στόμα“· οὐ δεσμεῖ γάρ,
φησί, τὸ στόμα οὐδὲ κρατεῖ καὶ
κατέχει, οὐδὲ πύλην αὐτῷ περιοχῆς
περιτίθησιν, ὡς ὅσα μὲν δεῖ, φθέγ-
γεσθαι, ἃ δὲ οὐ δεῖ, σιωπᾶν, ἀλλ'
ὅσα ἂν καινότερα θελήσῃ καὶ πλάσῃ,
ταῦτα καὶ φθέγγεται. αὐθάδης γὰρ
λέγεται ὁ αὐτὸς τοῖς λόγοις ἢ
πράγμασιν, οἷς λέγει ἢ πράττει,
ἑαδὼς καὶ ἀρεσκόμενος. τὸ κομπο-
φακελορρήμονα εἶναι λέγειν Αἰσχύ-
λον, ἐφερμηνευτικόν ἐστι τῶν τεσσά-
ρων λέξεων, τοῦ ”αὐθαδόστομον,
ἀχάλινον, ἀκρατές, ἀπύλωτον στό-
μα“. σημείωσαι δὲ τὸ ”κομποφακε-
λορρήμονα“, τὸν κομπώδεσι καὶ
ἀλαζονικοῖς χρώμενον ῥήμασι καὶ
συνδεδεμένοις, ἢ νοῦν συνθολοῦν
δυναμένοις· φάκελοι γὰρ αἱ κώμυθές
τε καὶ δέσμαι τῶν ξύλων ἢ καὶ
καλάμων ἢ ἄλλων τινῶν οὕτως εἰς ἓν
συντεθέντων καὶ δεθέντων καλοῦν-
ται· ὅθεν καὶ φάκελος λέγεται τὸ
περὶ τὰς τῶν γυναικῶν κεφαλὰς καὶ
ἀνδρῶν ἀρχικῶν ἐν ἑορταῖς βασιλεῖ
παρεστώτων διάδημα· πολυέλικτον
γάρ, ὡς ἴστε, κἀκεῖνο καὶ πολυ-
σύστροφον. καὶ φάκελος μὲν τὸ
συμπεπλεγμένον οὕτω· σφάκελος δὲ
τὸ δύσνουν καὶ σκοτεινόν, ἀπὸ
πάθους τινὸς γεγονότος περὶ τὸν
ἐγκέφαλον.
839
<ἀπεριλάλητον:> ἀπεριλάλη-
τός ἐστιν ὁ μὴ περιττὰ λέγων. πῶς
οὖν τὸν Αἰσχύλον εἰπὼν αὐθαδόστο-
μον, ἔχοντα στόμα ἀχάλινον, ἀκρα-
τές, ἀπύλωτον, νῦν τἀναντία φησὶν
εἶναι αὐτὸν ἀπεριλάλητον ἤτοι μὴ
περιττὰ λέγοντα; προλαβὼν εἶπον,
ὅτι αἱ τέσσαρες λέξεις, τὸ ”αὐθαδό-
στομον, ἀχάλινον, ἀκρατές, ἀπύλωτον
στόμα“ τὸ ”ξενωτέρας λέξεις φθεγ-
γόμενον“ δηλοῖ, ὡς καὶ τὸ ”κομπο-
φακελορρήμονα“ τοῦτο δείκνυσι. τὸ
ὅλον δὲ <τοιοῦτον> <όνδε> ἐστίν· ἐγὼ οἶδα
τοῦτον τοιόνδε καὶ τοιόνδε καὶ
ξενωτέραις χρώμενον λέξεσιν, ἀπερι-
λάλητον δὲ καὶ μὴ λέγοντα περιττὰ
μηδὲ εὐτραπελίαν ἔχοντα λόγων.
ταῦτα μὲν παραδρομῇ καὶ οὐχ ὡς
Τζέτζης σοι γράφω διὰ μυρία τὰ
αἴτια· τοῖς παλαιοῖς δὲ <κότζια> <κόσσια>
μαθήσῃ προσέχων.
840
<ἄληθες, ὦ παῖ τῆς ἀρου-
ραίας θεοῦ:> ἀρουραία θεὸς ἡ
Δημήτηρ, τουτέστιν ἡ γῆ· νῦν δὲ
ὁ Αἰσχύλος θυμωθεὶς Ἀριστοφάνει
παράγεται καὶ διαλοιδορεῖται τὸν
Εὐριπίδην λέγων· ἄληθες καὶ ἀληθῶς
λέγεις τοιαῦτα γράφειν ἐμέ, ὦ παῖ
τῆς ἀρουραίας θεοῦ, ἤτοι τῆς λαχα-
νοπώλιδος υἱέ; τὰ λάχανα γὰρ ἐκ
γῆς φύεται. ὁ Εὐριπίδης δὲ υἱὸς ἦν
Μνησάρχου καπήλου καὶ Κλειτοῦς
λαχανοπώλιδος λάχανά τε ἄλλα καὶ
σκάνδικας πιπρασκούσης· οἱ δὲ
σκάνδικες ἄγρια λάχανα. παιδίον
ἔτι δὲ ὢν Εὐριπίδης ἐν σάκκῳ
ταῦτα νωτοφορῶν ἐς τὴν ἀγορὰν τῇ
μητρὶ ἀπεκόμιζεν· ὁ Αἰσχύλος δὲ
γένους ἦν πρώτου τῶν Ἀθηναίων
καὶ τοὺς πρὸς γένους εἶχε λόγοις καὶ
στρατηγίαις κομῶντας.
841
<στωμυλιοσυλλεκτάδη:>
φλυάρους λόγους καὶ λάλους συλλέ-
γων καὶ γράφων.
842
<πτωχοποιὲ καὶ ῥακιο-
συρραπτάδη:> ταυτὶ τῶν δήλων καὶ
πασιγνώτων ἐστίν, ὡς Εὐριπίδης
ἄρχουσι. στρατηγοῖς, βασιλίσσαις
καὶ βασιλεῦσιν, ἠθικὸν τούτων μὴ
φυλάττων ἀξίωμα, πτωχικά τε ῥάκια
προσάπτει καὶ πήρας καὶ σκολιοῖς
σκίπωσιν ἐπερειδομένους εἰσάγει.
843a
<ἀλλ' οὔ τι χαίρων αὐτ`'
ἐρεῖς:> ”αὐτὰ“ τὸ ἐντελὲς ἦν, καὶ
πάλιν εἰς τὸ ”τ`'ἐρεῖς“ ποίησον εἰς
τὸ ταῦ τὴν βαρεῖαν, καὶ ἅμα τὴν
ἀπόστροφόν τε καὶ ψιλήν. εἰ δὲ τὸ
”αὐτὰ“ ”αὗτα“ βούλει λέγειν ἀττι-
κῶς καὶ προπερισπᾶν, δάσυνε καὶ
τὴν αὗ συλλαβήν.
διὰ τὴν περὶ ἡμᾶς ὑμῶν ἀχάριστον
γνώμην καὶ τὸ μὴ ἐξ[αρκεῖν] τ?οὺς
χάρτας εἰς ἐπεξήγησιν κ?α?ὶ? ἕτερα δὲ
μυρία, καὶ ὅτι τοιαύτας κατατετμη-
μένας ἐννοίας καί, εἰ μὴ φορτικὸν
εἰπεῖν, φλυάρους ἐπεξηγεῖσθαι οὐ
βούλομαι τζετζικῶς, ὡ?ς? εἰ Ὅμηρον
ν?ῦ?ν? ἦν ἐξηγούμενος ἢ κἂν ἔπη
Ἐμπεδοκλέους· ἐῶ δὲ πάμπολλα.
μειδιῶ δὲ τὰ τῶν παλαιῶν βλέπων,
καὶ τῷ μηδὲν ὁρᾶ?ν ἐπάξιον συγγρα-
φῆς ἀνθρώπων σοφῶν φημι· ”ἆρα
τοιοῦτοι καὶ τοσοῦτοι ἄνδρες σοφοὶ
κοιμώμενοι τοῦτον ἐπεξηγοῦντο;“
σὺ δὲ ὁ γενναιότατος, ὁ καὶ παρ'
ἄλλοις ἐφευρηκέναι λέγων τὰ ἐμοὶ ἐν
ἑβραϊκοῖς καὶ ἄλλοις συγγράμμασιν
ἐπεξηγημένα, ἃ οὔτε Ἑβραῖος οὔτε
ἄλλος ἀλλογενὴς ἐν βίβλοις οἰκειεθνέ-
σιν οὐδὲ ”δαίμων ὀρθῶς ἂν ἴσχυσεν
ἐξειπεῖν“, αὐτὸς δὲ μόνος δαιμονίως
ἐξηγησάμην, πολλῷ μᾶλλον ἐν τοιού-
τοις συγγράμμασιν οὖσι πανδήμου
καὶ κατημαξευμένης ἐννοίας εὑρή-
σεται.
καὶ ἀνεκτὰ μὲν ἴσως ταυτί· τοῦτο
δὲ ποίων γελώτων οὐκ ἔστιν ἐπάξιον;
τίς γὰρ ἄνθρωπος ἐμβριθὴς οὕτω,
στυγνὸς καὶ ἀγέλαστος, Τελαμών,
Ἀγλαϊτάδας, Πυθαγόρας, Παμβώ,
καὶ εἴ τις ἕτερος εἶναι τοιοῦτος
ἱστόρηται, ὃς οὐκ ἂν διάρρυτον καὶ
κεχυμένον καὶ ἀκρατὲς ἐξεγέλασεν
ἀκηκοώς, ὅτι λόγον παραμυθητικὸν
καὶ παρήγορον ὑπαναγινώσκοντός
ποτε Τζέτζου, θελχθεὶς σὺ τούτου
κόμμασι μηδὲν μὲν ἔχουσι νόημα,
τροπικαῖς δὲ 〈καὶ〉 ἀνθηραῖς μόνον
περιπεπλεγμένοις ταῖς λέξεσι, καὶ
ὑφελέσθαι καὶ σφετερίσασθαι ταῦτα
γεγονὼς κατεπίθυμος, πρὸς ἡμᾶς
ἀπεφθέγξω ἠρέμα, ”ὑπαὶ δὲ ἴδεσκες“
τὸ σεμνὸν ἐκεῖνο καὶ ἰθακήσιον
”ζάκοτον, κατὰ χθονὸς ὄμματα
πήξας“· ”οὕτω τοῦτο κἀγὼ ποιῶν
ἐμαῖς γραφαῖς ἐξεθέμην αὐτολεξεί“.
οἶμαι δὲ τῇ δευτέρᾳ ἀναγνοὺς ἀνα-
γραφῇ ἐξέθου τὸν λόγον, ὃν φής, καὶ
λέξεις ἐμὰς τὰς περιηνθισμένας ἐκεί-
νας καὶ τροπικάς, ἢ μᾶλλον τὰς σάς,
ἃς ὁ Τζέτζης ἀναιδῶς ἐσφετερίσατο
καὶ ἐσύλησεν. ”ἄκουε, οὐρανέ, καὶ
ἐνωτίζου ἡ γῆ“ καὶ ”ῥήξατε τὰ ὄρη
φωνήν“, εἰ τοιούτους εἰκὸς εὐεργε-
τεῖν ἀφθόνως, ὡς πρίν, ἐστίν. καὶ
γὰρ πείθομαι πρώτοις ἀνδράσι καὶ
βίῳ καὶ λόγῳ, πολλάκις αἰτιασαμέ-
νοις καὶ λέγουσιν ἐμοὶ ”ἐξονομακλή-
δην“· ”χαλεπὸν διαπράττῃ πρᾶγμα,
ὦ βέλτιστε, ἀπονητὶ λυσιτελῶν εἰς
πολλὰ σοῖς τοῖς συγγράμμασιν“. ἡ
δὲ τῶν σοφῶν ἐκείνων αἰτίασις
αἴτησις ἦν οὐ μετρία, ὡς τὸ κατηφές
τε τοῦ προσώπου καὶ τὸ ἠρεμοῦν
τῆς τούτων φωνῆς ὑπεσήμαινεν·
ὄντως γὰρ οἱ ἄνδρες ἦσαν σοφοὶ καὶ
τῶν μελλόντων προΐστορες. πόσων
γὰρ τοῖς ἐμοῖς ὠφελημένων συγ-
γράμμασι, πάρεξ δύο τινῶν ἢ τριῶν
εὐγενῶν τῇ ψυχῇ, οἱ πάντες ἐμοὶ
ἀγνωμονέστατοι καὶ ἀχάριστοι. ὁ
μὲν γὰρ τῷ εἰπεῖν τι τῶν ἐμῶν
εὐδοκιμηκὼς Τζέτζου ἢ τζετζικῶν
συγγραφῶν σχεῖν τοῦτο εἰπεῖν οὐκ
ἐθέλει, φησὶ δέ πῃ εὑρηκέναι· οἱ
μετριώτεροι δὲ εἰς θείου αὐτῶν
συγγραφὰς εὑρεῖν τοῦτο λέγουσιν· ἡ
θεία δὲ τότε σύνοιδε φύσις, τίνα
θεῖον οὗτοι καλοῦσι. καὶ ταῦτα μὲν
”υἱοὶ ἀλλότριοι“· οὓς δὲ ”ἐγέννησα
καὶ ὕψωσα“ τοιαῦτά μου κατα-
φλυαροῦσιν. ἀλλ' ἕνεκα τούτων ἵλεως
εἴη τούτοις Θεός· ἐγὼ δὲ τῆς
τοσαύτης δυστροπίας αὐτῶν οὔτε
κατὰ Τζέτζην οὔτε ἄλλως ἐπεξηγή-
σομαί τι· ἀρκεῖ δέ μοι καὶ μόνον
ἀνακαθᾶραι τῶν ἑξήκοντα συγγε-
γραμμένων μοι βίβλων τὰς ἔτι
ἀμυδρὰς οὔσας ἐν σχεδαρίοις.
843b
τοῦτο προσφυὲς ἦν τῷ πρωτοτύ-
πῳ τετραδίῳ· ἐν τούτῳ δὲ πυκνώσαντες τὴν
γραφὴν καὶ τὸ γράμμα λεπτύναντες
περιελάβομεν πᾶν.
846a
<τὸν χωλοποιὸν:> νῦν μόνα
τὰ τῶν παλαιῶν σοι λεκτέον, ἵνα τά
τε ἀπολελειμμένα σχόλια τοῦ πρὸ
τοῦδε τετραδίου καὶ τὰ τῆσδε σελλί-
δος ἐνταῦθα συμπερικλείσωμεν.
846b
<τὸν χωλοποιὸν:> διὰ τοὺς
τρεῖς· Βελλεροφόντην, Φιλοκτήτην,
Τήλεφον.
849
<ὦ κρητικὰς μὲν συλλέ-
γων μονῳδίας:> τὰ τῶν παλαιῶν
ἀκούων, ὡς κἂν τῷ ῥηθέντι περὶ τοῦ
Τυφῶνος σχολίῳ, ἐξερᾶν βούλομαι·
ῥητέον δὲ καθ' ἡμᾶς πάνυ βραχέως.
ὦ κρητικὰς πράξεις αἰσχρὰς συλλέ-
γων καὶ γράφων, ἀξίας οὔσας μονῳ-
διῶν καὶ θρήνων, τῆς Πασιφάης τὴν
πρὸς ταῦρον μίξιν, τῆς Ἀριάδνης,
τῆς Φαίδρας, τὰ ἕτερα.
852a
<χαλαζῶν:> νῦν τῶν κατα-
φορικῶν λόγων.
852b
ἀπὸ τῶν χαλαζῶν] ἀπὸ τῶν
σφοδρῶν λόγων, συνεχῶν.
854
<ἵνα μὴ κεφαλαίῳ:> ἁδρῷ
καὶ μεγάλῳ ῥήματι θένων καὶ τύ-
πτων ὑπὸ ὀργῆς καὶ θυμοῦ. τῷ μὲν
φαινομένῳ φησίν· ἐκχέῃ καὶ διατα-
ράξῃ καὶ καταρρήξῃ τὸ δρᾶμα τὸν
Τήλεφον, <τὸ> <τῷ> δ' ἐν σχήματι· ἵνα μή
σου τὸν ἐγκέφαλον ἐκχέῃ.
856
πραόνως] καὶ πραέως.
859
<ὥσπερ πρῖνος:> ὅτι ὁ πρῖ-
νος καιόμενος ψόφον ποιεῖ.
868
<ὅτι ἡ ποίησις οὐχὶ συν-
τεθνηκέ μοι:> Εὐριπίδῃ γὰρ τε-
θνηκότι συναπέθανε καὶ τὰ δράματα
καὶ ἡ ποίησις αὐτοῦ· οὐκέτι γὰρ
ἐν θεάτρῳ ἀνεγινώσκετο· τὰ δὲ
Αἰσχύλου καὶ μετὰ θάνατον ἐψηφί-
σαντο ᾄδεσθαι. φησὶ δὲ δῆθεν Αἰσχύ-
λος, ὅτι αὐτῷ συναπέθανε καὶ ἡ
ποίησις καὶ σύνεστιν αὐτῷ κἂν τῷ
Ἅιδῃ, καὶ ἕξει καὶ δυνηθείη λέγειν,
ἔχων αὐτὴν δηλονότι σύμμαχον.
874
<ὑμεῖς δὲ ταῖς Μούσαις:>
πρὸς τὸν χορόν φησιν ὁ Διόνυσος·
ὑμεῖς δὲ ταῖς Μούσαις ᾄσατε.
875
παρθένοι] ἀντὶ τοῦ ”θυγα-
τέρες.“
sch ran
877a
ὅταν εἰς ἔριν ἔλθωσιν ἀντι-
λογοῦντες ἐν στρεβλοῖσι παλαίσμασιν
ὀξυμερίμνοις, τοῖς ὀξείας καὶ τμη-
τικὰς καὶ ἐπιπόνους ὀδύνας ἔχουσι·
πικρὰ γὰρ τῆς παιδείας ἡ ῥίζα, κα-
θὼς Ἰσοκράτης ἐγνωμολόγησεν.
877b
ἀνδρῶν γνωμοτύπων] τῶν
ταῖς γνώμαις ἀλλήλους τυπτόντων.
879a
<ἔλθετ' ἐποψόμεναι δύ-
ναμιν:> ἔλθετε, ὦ Μοῦσαι, ἐποψό-
μεναι καὶ μέλλουσαι γνῶναι δύναμιν
δεινῶν καὶ δεξιῶν καὶ σοφῶν στο-
μάτων, τοῦ Αἰσχύλου δηλονότι καὶ
Εὐριπίδου. τὸ δὲ ”ὀψόμεναι“ ἀντὶ
τοῦ ”γνῶναι μέλλουσαι“ μετάληψίς
ἐστι· ”νοῦς“ γὰρ ”ὁρῇ καὶ νοὺς
ἀκούει“, ὥς φησιν ὁ Ἐπίχαρμος.
880
ἔλθετε, ὦ Μοῦσαι, πορίσασθε
ἢ πορίσατε καὶ παράσχετε ῥήματα
μὲν καὶ ὑψηλοὺς λόγους, τῷ Αἰσχύλῳ
δηλονότι· παραπρίσματα δὲ ἐπῶν καὶ
λεπτεπιλέπτους εὐτελεῖς καὶ ἀχρη-
σίμους λόγους τῷ Εὐριπίδῃ.
τὸ ”πορίσασθαι“ ἢ οὕτως ἀντὶ τοῦ
”πορίσατε“, ἢ πορίσασθε, δέξασθε,
λάβετε ἐξ ἑκατέρου τούτων, ἃ
ἔφημεν.
881
παραπρίσματ'] λεπτά.
886
<Δήμητερ, ἡ θρέψασα τὴν
ἐμὴν φρένα:> Ἐλευσίνιος ὢν τῶν
δήμων ὁ Αἰσχύλος οὕτως εὐλόγως
φησίν· ἐτιμᾶτο γὰρ ἡ Δημήτηρ ἐν
Ἐλευσῖνι. ὁ δὲ νοῦς· ὦ Δήμητερ, ἡ
θρέψασα τὴν ἐμὴν φρένα, ἤτοι ἧς
τῷ φίλῳ τεμένει καὶ κλήρῳ τῇ
Ἐλευσῖνι ἐγεννήθην, ἐτράφην καὶ
ἐπαιδεύθην τὴν λόγων παιδείαν,
εἶναί με τῶν σῶν ἄξιον μυστηρίων·
ἐλλιπῶς ἀττικῶς ἀντὶ τοῦ ”ποίησον“
ἢ ”δὸς“ ἢ ”φύλαξον“ ἤ τι τοιουτό-
τροπον ἄλλο.
888a
<καλῶς:> ἢ ὡς τοῦ Διονύσου
εἰπόντος· ἐπίθες καὶ σύ, Εὐριπίδη,
λιβανωτόν, καὶ ἀρώσας καὶ θυμιάσας,
ὡς νόμιμον, πρόσευξαι τοῖς θεοῖς,
φησὶ τὸ ”καλῶς“, λέγεις δηλονότι·
ἢ τὸ ”καλῶς“ εἶπεν, ἤγουν καλῶς
ηὔξατο ὁ Αἰσχύλος, εἰρωνευόμενος
καὶ ἀποπεμπόμενος τὴν πρὸς τὴν
Δήμητραν προσευχήν, ὅπερ καὶ σα-
φέστερον ὁ παρακατιὼν στίχος ἡμῖν
ὑποδείκνυσιν. ὅτι δὲ οἱ παραιτού-
μενοί τι καὶ μὴ θέλοντες τὸ ”καλῶς“
ἔλεγον, ἥκουσας ὄπισθεν, οὗ τὸν
Ξανθίαν φέρει <”καλῶς“> εἰπόντα
τῇ θεραπαίνῃ τῆς Περσεφόνης τῇ
πρὸς ἑστίασιν τοῦτον καλούσῃ, ἀντὶ
τοῦ ”οὐ βούλομαι“ ”οὐκ εἰσέρχο-
μαι“. νῦν δέ· οὐ θύω καὶ προσεύχο-
μαι τῇ Δήμητρι· ἑτέροις γὰρ εὔχομαι
θεοῖς.
888b
λιβανωτὸν] τὸν καρπόν.
889
<ἕτεροι γάρ εἰσιν:> τοῖς τῶν
ἀλιτηρίων ἐβουλόμην τρόποις μόνα
τὰ τῶν παλαιῶν γράφειν καὶ ὡς
ἐκεῖνοι αὐτὰ γράφουσιν· Ἕκτωρ δ'
ἂν εἶπεν
οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλός.
<”ἕτεροι γάρ εἰσιν:> ᾇτε δὴ
Σωκρατικός“, φασὶν οἱ παλαιοί,
”καινὰ δαιμόνια ἔπλασεν“.
οἱ παλαιοὶ οὗτοι τριακοσίους τριά-
κοντα ὅλους ἐνιαυτοὺς Εὐριπίδου μὴ
ὑστερίζοντες Ἀναξαγόρου μαθητὴν
ὄντα τὸν Εὐριπίδην καὶ μιᾷ γενεᾷ
Σωκράτους ὄντα πρεσβύτερον, κἂν
οὐκ ἦν λειτουργῶν τῇ ἐκκλησίᾳ
Σωκράτους, μαθητὴν Σωκράτους
νομίζουσι καὶ τοιαῦτά φασιν· ἡμεῖς
δέ, ὧν τὰ καινότερα ὁ σοφὸς οὗτος
εὑρίσκει παρ' ἑτέροις λεγόμενα, οἶμαι
πολλῷ πολὺ δὲ ταῦτα τὰ γνωριμώ-
τερα, κἂν τούτους διέλαθε, φαμέν,
ὅτι ὡς ἰδιώτην τὸν Εὐριπίδην κωμῳ-
δῆσαι θέλων ὁ κωμικὸς προκαταστά-
σει χρῆται λεγούσῃ· ἕτεροί εἰσιν, οἷς
εὔχομαι θεοῖς ἐπεὶ δὲ τὸ κεχωρισμέ-
νον καὶ ξενώτερον τοῦ κοινῶς πρατ-
τομένου ἢ λεγομένου ἴδιόν φαμεν
καὶ ἰδιωτικόν, πρῶτόν φησι πρὸς
αὐτόν· ἴδιοί τινές σοι, κόμμα καὶ
χάραγμα καὶ νόμισμα καινὸν καὶ
ξενώτερον· προσεύχου λοιπὸν τοῖς
ἰδιώταις θεοῖς σου.
892
<αἰθὴρ ἐμὸν βόσκημα:> οἱ
παλαιοὶ πάλιν, οἷα καὶ ἀνωτέρω,
φασίν· ἡμεῖς δὲ κακεντρεχῶς λέγο-
μεν τὸν ἀλιτήριον κωμικὸν ἐπεμβαί-
νειν τῷ ἀθλίῳ Εὐριπίδῃ καὶ θέλοντα
δεῖξαι τὸν ἄνθρωπον πάνυ ἰδιωτικώ-
τατα γράφοντα συνθεῖναι τὸ ἀσυμ-
βίβαστον τοῦτο μίγμα τοῦ λόγου,
τὸ ”ὦ αἰθήρ, ἐμὸν βόσκημα“ καὶ
τροφεῦ, ἐκ τοῦ ”βοσκῶ“ περισπω-
μένου ῥήματος, καὶ ”στρόφιγξ“ καὶ
συστροφὴ τῆς γλώττης ἤτοι εὑρεσι-
έπεια, καὶ φρόνησις, καὶ ῥὶν ὀσφραι-
νομένη—λείπει τὸ ”ποιήσατε“—
ὀρθῶς μ' ἐλέγχειν, ὧν ἅπτομαι
λόγων.
897a
<ἐμμέλειαν:> οἱ παλαιοὶ μὲν
”καταχρηστικῶς νῦν τὴν εὐρυθμίαν.
κυρίως δὲ ἡ μετὰ μέλους ὄρχησις
τραγική· οἱ δὲ ἡ πρὸς τὰς ῥήσεις
ὑπόρχησις“. κατάχρησιν μὲν τοῦτο
καλοῦσι καὶ τὰ τοιαῦτα τοιοῦτοι
πύρινοι ἄνδρες καὶ οἱ προγενέστεροι
τούτων οἱ τὰ τοῦ θείου Ὁμήρου
<σχολιογραφήσαντες> <λεξιγραφήσαντες> καὶ πάντες οἱ ἀπ'
αἰῶνος σχεδόν· ἡμεῖς δὲ τὰ τοιαῦτα
πάντα τὰ παρὰ τὴν συνήθειάν τισι
χρώμενα παραχρήσεις φαμέν, κατα-
χρήσεις δὲ λέγομεν τὸ κατακόρως
τινὰ καὶ πλειστάκις χρῆσθαί τισιν
ἢ λόγοις ἢ πράγμασιν.
ἡμεῖς μὲν ἁπανταχοῦ μυρία τοιαῦ-
τα τῶν παλαιῶν ἐπανορθοῦμέν τε καὶ
ἐπεξηγούμεθα, ἃ καὶ ὑμεῖς, δοκῶ,
οἴδετε, ὡς παρά τισιν ἑτέροις πλὴν
ἡμῶν οὐκ ἐρρήθησαν· μόνος δ' οὗτος
τὰ τοιαῦτα εὑρίσκει παρ' ἑτέροις
λεγόμενα καί τις ἕτερος τουτῳῒ
ὁμοιότροπος, οὗ καὶ βραχύ τι ἐνόρ-
κως διηγητέον μοι τῷ μὴ δοκεῖν
ὑμᾶς ἐμὲ τοῦτο λέγειν ἀστεϊζόμενον.
Ἀριστοφάνους βίβλον μιᾷ φωνῇ
πολλοῖς ἐφηρμήνευον· καὶ τὰ μὲν
ἄλλα ἐῶ· λέγων δέ τι τῶν καθαρῶς
καὶ ἰδίως ἐμῶν τοῖς ἀκροωμένοις·
”τοῦτο ἐμόν ἐστιν“ ἔλεγον. εἷς δέ
τις αὐτῶν οὕτως εἶπεν ἔχειν καὶ τὴν
αὐτοῦ βίβλον· καὶ ἅπαξ μὲν καὶ δὶς
ἀκούσας αὐτὸ οὐ μικρῶς ἠνιάθην, εἰ
Τζέτζης λέγων ὡς ἑαυτοῦ τὰ ἀλλό-
τρια οὐ συνίησιν. ὡς δὲ σύμπαντα
καθεξῆς τὰ κεχωρισμένα καὶ ὄντως
ἐμὰ ἔλεγε τὴν βίβλον ἔχειν τὴν
ἑαυτοῦ, νομίσας τινὰ τῶν ἐμῶν
γράψαι ταυτὶ τῷ βιβλίῳ ζητῶ καὶ
λαμβάνω τοῦτο εἰς χεῖρας· καὶ μὰ
τὴν τοῦ Θεοῦ ἀψευδεστάτην ἀλή-
θειαν, Ἀριστοφάνους οὐκ ἦν τοῦτο
βιβλίον, Εὐριπίδου δὲ ἢ Ὀππιανοῦ.
ὡς δ' ἀποστοματίζειν ἄρχομαι τὰ
ἐκεῖ γεγραμμένα, τοῖς μὲν ὁμιληταῖς
”ἄσβεστος ὦρτο“ γέλως, ἐγὼ δὲ
”τῆς κακομηχανίας ἐμυσάχθην“ τὸ
κάθαρμα πολλῷ πλέον, ἤπερ ὁ
Φάλαρις τὸν Περίλαον, ὁπότε οἱ τὸν
ταῦρον ὑπέδειξεν ὑπέθετό τε, πῶς
ἀνθρώπους ἐν αὐτῷ χρὴ πυρακτοῦν,
ὀδυνηρὸν δὲ βοώντων ἐκείνων αὐλεῖν
μὲν διὰ τῶν μυκτήρων τὸν ταῦρον,
”αὐτὸν δὲ τέρπεσθαι καταυλούμε-
νον“.
sch ran
897a
τοιαῦτα ἡμῖν εἰσι παρὰ τῶν
εὐεργετημένων αἱ ἀμοιβαί· ὧν ἕνεκα
καὶ τοῦ μὴ φροντίδα νῦν εἶναι λόγων
γενναίων, μυρίας βίβλους συγγεγρα-
φέναι δυνάμενος, μόλις ἑξήκοντα
καταλείπω, εἰ τὰς σχεδίους τέως
ἀνακαθάραιμι, πανδήμου τε Μούσης
καὶ ἰαμβίδος, καὶ ἡρωΐδα μίαν
καταλογάδην τε ἐξηγήσεις βραχείας.
897b
<δαΐαν ὁδόν:> ἀγωνιστικήν,
ἔμπειρον, ἀπὸ τοῦ ”δαῆναι“· ἢ
φιλόνεικον.
901
<ἀστεῖον:> πολιτικόν, δημῶ-
δες. <”καὶ κατερρινημένον:> ἐξε-
σμένον· ῥίνη γὰρ ἐργαλεῖον τεκτονι-
κόν, ᾧ ῥινοῦσιν· ἢ εὐτελές, ὅτι
ἐξευτελίζομεν τῇ ῥίνῃ“.
902
<”αὐτοπρέμνοις:> δυσκό-
λοις, προρρίζοις· ἢ μεγάλοις“.
ταῦτα κατὰ ῥητόν εἰσι τῶν πα-
λαιῶν· διὰ τοῦτο καὶ ἐκτὸς τὰς
κορωνίδας παρεγγράφω· καὶ τὰ
λοιπὰ ἐκ τῶν παλαιῶν νόει. μάταιος
γὰρ ἂν εἴην καὶ ἀνάλγητος ἄνθρωπος,
εἴπερ αὐτὸς μὲν ἱδρῶσι καὶ πόνοις
γράφω πολλὰ συντελῆ καὶ λυσιτελέ-
στατα, ὡς κἂν βραχείας ἐπιτυχὴς
γινοίμην εὐχαριστίας, σὺ δὲ πολύ μοι
ἐναντίας ἀντιδίδως τὰς ἀμοιβάς.
τὰ παραλειφθέντα τούτοις καὶ ἅ
φασι, σὺ νοεῖς.
911a
<κάθισεν ἐγκαλύψας:>
πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,
φησὶν ὁ Ἀσκραῖος· ἡμεῖς δὲ διὰ
σοφοῦ ἀβελτηρίαν ἑνὸς οὐκ ἐάσαιμεν
πάντῃ τὸν ἕρπητα τοῦ κακοῦ καὶ
εἰς ἀναιτίους ἑτέρους ἐγκατασκῆψαι,
ἐκ μέρους δέ, καὶ οὐ τζετζικώτερον,
ὡς οἷόν τε τούτοις βοηθητέον.
911b
<κάθισεν ἐγκαλύψας:>
Εὐριπίδης κατηγορῶν δῆθεν ὡς
ἀλαζόνος Αἰσχύλου φησίν· ἐκάθισεν
ἄν τινα τῶν ὑποκρινομένων Ἀχιλέα
ἢ Νιόβην εἰς πρόσχημα καὶ μίμημα
καὶ τύπον τραγῳδίας· ἐκάθισε δὲ
κεκαλυμμένους καὶ κεκρυμμένους τὰ
πρόσωπα, γρύζοντας καὶ φθεγγο-
μένους οὐδὲ τουτί—ἢ τοῦτο τὸ
λεγόμενον γρῦ, ἢ συνάξας τῆς χειρὸς
τοὺς δακτύλους—οὐδὲ τουτί, φησίν,
οὐδὲ τοῦτο τὸ μικρὸν ἤτοι οὐδόλως
φθεγγομένους. νῦν δὲ σαφεστάτου
πάνυ τοῦ κειμένου τελοῦντος, ὅτι
ἐκάθισεν ὁ Αἰσχύλος Ἀχιλέα ἢ Νιό-
βην μηδὲν φθεγγομένους, οἱ παλαιοὶ
παρέχοντες τὰ ἑρμηνείας δεόμενα
ἐφερμηνεύουσι μᾶλλον ἑρμηνείαν
συμπεφυρμένην καὶ θόλωσιν, ἣν ταῖς
αὐτῶν παρεγγραπτέον μοι λέξεσιν.
<”ἐγκαλύψας:> ὡς αὐτοῦ εἰσφέ-
ροντος ἐν δράμασί τινα κεκαλυμμέ-
νον· καὶ Ἀχιλεὺς καθήμενός ἐστι καὶ
οὐκ ἀποκρινόμενος παρ' Αἰσχύλῳ ἐν
δράματι ἐπιγραφομένῳ Φρυξὶν ἢ
Ἕκτορος λουτροῖς“—ἐμοὶ δὲ δοκεῖ
”λύτροις“— ”· οὐδὲν δὲ ὁ Ἀχιλεὺς
φθέγγεται.
<ἄλλως:> εἰκὸς τὸν ἐν Φρυξὶν
Ἀχιλέα ἢ Ἕκτορος <λουτροῖς,> <λύτροις> ἢ τὸν ἐν
Μυρμιδόσιν, ὃς μέχρι τριῶν ἡμερῶν
οὐδὲν φθέγγεται“.
τοιαῦτα οἱ παλαιοί, οὗ χρεὼν
σιωπᾶν, φθέγγονται, σιωπῶσι δ',
οὗ λέγειν χρεών· καὶ οὗ λέγειν
χρεών, ἃ λέγουσιν, ὁράτω τις καὶ
κρινέτω.
914
<μὰ τὸν Δι' οὐ δῆτα:>
Εὐριπίδου εἰπόντος μηδὲ τὸ σμικρὸν
φθέγγεσθαι τοὺς ὑπ' Αἰσχύλου
ἱδρυθέντας εἰς Ἀχιλέως τύπον ἢ
καὶ Νιόβης, φησὶν ὁ Διόνυσος
αὐτῷ συνομολογῶν· οὔ μὰ τὸν Δία,
οὐ δῆτα καὶ οὐ δὴ ἐφθέγγοντό
τι. καὶ πάλιν ὁ Εὐριπίδης· ὁ δὲ
χορὸς ἂν ἐφεξῆς στάσεις μελῶν
ὑπορχηματικῶν εἶπε τέσσαρας· οἱ
δ' ἐσιγῶν, Ἀχιλεῖς ἢ Νιόβαι. καὶ
ὁ Διόνυσος πάλιν· ἐγὼ δ' ἔχαιρον τῇ
τούτου σιωπῇ καὶ ἦν τοῦτό με
τέρπον, ἢ νῦν οἱ λαλοῦντες, ἤτοι
παρὸ σὺ νῦν φλυαρῶν.
917
ἠλίθιος γὰρ καὶ ἀνόητος,
φησίν, ὑπῆρχες· καὶ ὁ Διόνυσος· καὶ
ἐμαυτῷ δοκῶ, ἤτοι κἀγὼ ἐμαυτὸν
εἶναι τοιοῦτον νομίζω. τί δὲ ταῦτ'
ἔδρασεν ὁ δεῖνα, ἤτοι ὁ Αἰσχύλος;
921
<ὦ παμπόνηρος:> ὁ Αἰσχύ-
λος, οἷα καὶ πῶς ἐφενακιζόμην καὶ
ἠπατώμην.
922
<τί σκορδινιᾷ:> θυμοῦται
δῆθεν ὁ Αἰσχύλος καὶ ἀκουσίως
ἐκτείνει τὰς χεῖρας καὶ ὑποτρύζει
τοὺς ὀδόντας ἀκούσας ἐκεῖνα. τοῦτο
γάρ ἐστιν, ὅ φαμεν σκορδινιᾶσθαι.
924
<βόεια:> μεγάλα, ἀπὸ τοῦ
”βοός“.
sch ran
925
<ὀφρῦς ἔχοντα καὶ λόφους:>
δεινὰ καὶ καταπλήττοντα. <μορμο-
ρωπά:> φοβερά.
926a
<ἄγνωτα τοῖς θεωμένοις:>
ἀπὸ τοῦ ”ἄγνωτος“· οὐ γὰρ παρα-
σχηματίζεται ἀπὸ τοῦ ”ἀγνώς“ εἰς
οὐδέτερον γένος, ὥς φησιν Ἡρω-
διανός.
926b
<τοῖς θεωμένοις:> τοῖς ἐν
τῷ θεάτρῳ, τοῖς θεαταῖς, ὧν τινες
καὶ ἀκουσταὶ τῶν λεγομένων ἐγίνοντο.
927
<μὴ πρίε τοὺς ὀδόντας:>
παρεπιγραφὴ τὸ σχῆμα· πλάττεται
γὰρ ὁ Αἰσχύλος ὀργιζόμενος καὶ
πρίων τοὺς ὀδόντας, ἐφ' οἷς παρ'
Εὐριπίδου ἀκούει. πρίω δὲ τὸ ”συγ-
κρούω τοὺς ὀδόντας“ ἀπὸ τοῦ
”πρίω“ τὸ ”πριονίζω“.
928a
<ἀλλ' ἢ Σκαμάνδρους ἢ
τάφρους:> τοιαῦτα γὰρ ὁ Αἰσχύλος
γράφει ταῖς τραγῳδίαις· ὄρη, ποτα-
μούς, λόφους, χαράδρας, ταφρείας.
928b
<ἢ 'π' ἀσπίδων ἐπόντας
γρυπαιέτους:> ἢ ἐπὶ τῶν ἀσπίδων
ὄντας γρυπαιέτους ἐλατοὺς ἐκ χαλ-
κοῦ. γρυπαιέτους δὲ ἢ ”γρυποὺς
ἀετούς“, ἐπικαμπῆ τὰ ῥάμφη ἔχον-
τας, ἢ ”γρῦπας ἢ ἀετούς“· οὐ μὴν
δὲ ”γρῦπας ἀετούς“.
929
<ῥήμαθ' ἱππόκρημνα:> με-
γαλόκρημνα καὶ πολλὴν ἀσάφειαν
ἔχοντα, παρακεκινδυνευμένα καὶ
δυσνόητα.
931
<ἐν μακρῷ χρόνῳ νυκτὸς:>
ἐν ταῖς μακραῖς χειμερίαις νυξὶ
διηγρύπνησα ζητῶν καὶ θέλων νοῆ-
σαι τὸν ξουθὸν ἱππαλεκτρυόνα, τίς
καὶ ὁποῖος ὄρνις ἐστίν. ἐν νυξὶ δὲ
καὶ οὐκ ἐν ἡμέραις σκοπεῖ, ὅτι διὰ
τὴν τῶν θορύβων ἐν νυξὶν ἠρεμίαν αἱ
ψυχικαὶ δυνάμεις ὀξύτεραι πρὸς νοη-
τῶν ἀντιλήψεις· ὅθεν ἀρίστως καὶ
Φωκυλίδης φησὶ
νυκτὸς βουλεύειν, νυκτὸς δέ τοι ὀξυτέρη φρήν·
ξουθὸν δὲ τὸν ξανθόν, ἀντιβολῶ
μηδένα νοῆσαι ἢ λέγειν ποτέ, ἀλ-
λὰ κυρίως ξουθὸν τὸν ἐξιανθὸν
καὶ ἐπὶ τὰ ἄνθη ἐξερχόμενον, ἐκ
μεταφορᾶς τῶν μελισσῶν.
934
<ἐγὼ δὲ τὸν Φιλοξένου:>
Ἔρυξίν τινα υἱὸν Φιλοξένου διαβάλ-
λει ὡς τερατόμορφον καὶ ἀσυμμελῆ.
καὶ φέρει τὸν Διόνυσον λέγοντα·
ἐγὼ δὲ ἀκούων ἱππαλεκτρυόνα τὸν
Ἔρυξιν ἐνόουν.
935
”κ`ὀλεκτρυόνα“ γράφουσι τὸ
ο μικρόν· ἐγὼ δὲ ”κ`ὠ<ᾳ̅>λεκτρυόνα“
γράφω κιρνῶν τὰ βʹ α εἰς ἄλφα
μακρὸν καὶ τὸ ι προσγράφων ἢ
”κ`ὠλεκτρυόνα“ διὰ τοῦ ω μεγάλου.
938
<ἐν τοῖς παραπετάσμασι
τοῖς μηδικοῖς:> παραπετάσματα
μηδικὰ καὶ περσικὰ ὑφάσματά εἰσιν
ὑφαπλούμενα πρὸ τῶν ἀρχικῶν θυ-
ρῶν καὶ ταύτας ἐπικαλύπτοντα, ἔχον-
τα μορφὰς ξενοφυῶν ζῴων καὶ
ἐκτραπέλων, πολλὰς δὲ καὶ συν-
θέτου φύσεως.
939
<ἀλλ' ὡς παρέλαβον τὴν
τέχνην:> τὴν τραγῳδικὴν δηλονότι,
οἰδοῦσαν καὶ ἐπηρμένην ὑπὸ κομπα-
σμάτων καὶ τύφου καὶ ῥημάτων φορ-
τικῶν, ἴσχανα καὶ ἐλέπτυνα αὐτήν.
ἰατρικωτέρᾳ ὁ ἀλιτήριος χρᾶται
τροπῇ καί φησι· νοσοῦσαν αὐτὴν καὶ
ὑδεριᾶσαι τρόπον τινὰ κινδυνεύουσαν
καὶ ἐξωγκωμένην, ἴσχανα καὶ ἐλέ-
πτυνα πρῶτον τρόπον τινὰ λεπταῖς
διαίταις, λογυδρίοις, ἤτοι λόγοις
εὐτελέσι καὶ ἀγοραίοις, καὶ περιπά-
τοις, διατριβαῖς καὶ γυμνασίοις τάχα,
μικροῖς. ὡς ἐπὶ νόσου μὲν ταῦτα·
πρὸς πρᾶγμα δὲ οὕτως· οὐκ ἐῶν
ἀμετακινήτους καθῆσθαι τοὺς μι-
μουμένους Ἀχιλέα, Νιόβην, ἢ ἕτερον
ἴσχανα τοῖσδε καὶ τοῖς τευτλίοις καὶ
ἁπλῶς λαχάνοις λευκοῖς. διασύρει δὲ
αὐτὸν ὡς ὄντα παῖδα λαχανοπώλιδος
καὶ στωμύλον καὶ φλύαρα λέγοντα.
944a
<εἶτ' ἀνέτρεφον Κηφισο-
φῶντα:> κωμῳδεῖ τὸν Εὐριπίδην καὶ
ὡς ἀδικούμενον ἐπὶ τῇ γυναικὶ παρὰ
Κηφισοφῶντος, ὃς Κηφισοφῶν δοῦ-
λος ἦν Εὐριπίδῃ, διπλῆν δὲ αὐτῷ
συνεποίει τὴν τραγῳδίαν, μάλιστα
δὲ τὰ μέλη.
944b
<εἶτ' ἀνέτρεφον:> εἶτα
ἀνέτρεφον, φησί, τὸν Κηφισοφῶντα
μιγνὺς αὐτὸν καὶ συγκοινωνὸν ἐμοὶ
ποιούμενος ἐν ταῖς μονῳδίαις.
945
<ἔφυρον:> καὶ τὸν Αἰσχύλον
ὁ ἀλιτήριος λάθρᾳ κωμῳδεῖ ὡς τὰς
ὑποθέσεις φύροντα τῶν δραμάτων.
946
<ἀλλ' οὑξιὼν:> ὁ ἀφηγούμε-
νος τὴν ὑπόθεσιν.
947
<κρεῖττον γὰρ ἦν σοι:>
εἰπόντος Εὐριπίδου· ἀλλ' ὁ ἐξιὼν καὶ
ἀφηγούμενος πρώτιστα τοῦ δράμα-
τος, ἤτοι πρὸ τῆς ὑποθέσεως τοῦ
δράματος, εὐθὺς ἂν εἶπε τὸ γένος,
φησὶν ὁ Αἰσχύλος· νὴ τὸν Δία,
καλῶς ἐποίεις λέγων τὰ ἀλλότρια
γένη· κρεῖττον γὰρ ἦν σοι ταῦτα
λέγειν ἢ τὸ σαυτοῦ. Εὐριπίδης γὰρ
παῖς ἦν Μνησάρχου καπήλου καὶ
Κλειτοῦς λαχανοπώλιδος· Αἰσχύλος
δὲ γένους ἦν πρώτου.
948
<ἔπειτ' ἀπὸ τῶν πρώτων
ἐπῶν:> παραχρηστικῶς καὶ τὰ ἰαμ-
βεῖα ἔπη καλοῦνται.
949
<ἀλλ' ἔλεγεν ἡ γυνή:> τού-
του ἕνεκα κωμῳδεῖται δικαίως ὁ
Εὐριπίδης ὡς προσώποις τισὶν ἀνοι-
κείους λόγους περιτιθείς.
950
<εἶτα δῆτα:> πρὸς ταῦτά
φησιν Αἰσχύλος· εἶτα δῆτα καὶ οὐκ
ἐχρῆν σε ἀποθανεῖν δὴ ταῦτα τολ-
μῶντα—λείπει ”ποιεῖν“ ἢ ”λέ-
γειν“—; τὸ ”δῆτα“ δὲ καὶ ”δή“
ταὐτὸ δηλοῦν οὐκ αἰτιατέον· ἔστι
γὰρ ἀττικόν, ὡς τὸ ”οὐκ ἂν γενοίμην
Ἡρακλῆς ἄν“.
951
<μὰ τὸν Ἀπόλλω,> φησὶν
Εὐριπίδης, ἤτοι οὔ μὰ τὸν Ἀπόλλω,
οὐκ ἔδει με θανεῖν. δημοτικὸν γὰρ
αὐτὸ ἔδρων, τὸ πάντας λέγειν ἐπίσης·
δημοτικὸν γὰρ ἡ ἰσότης.
952
<τοῦτο μὲν ἔασον, ὦ τάν:>
τοῦτο, φησὶν ὁ Διόνυσος, τὸ λέγειν
σε, ὅτι δημοκρατικὸν τοῦτο ποιεῖς,
ἔα· οὐ καλῶς γὰρ βαδίζεις περὶ
τούτου, ἤτοι οὐ καλῶς ἀποκρίνῃ περὶ
τούτου καὶ ὀρθοδρομεῖς, ἀλλὰ χω-
λεύεις ταῖς ἀποκρίσεσιν. ἐν λογικαῖς
γὰρ ὑποθέσεσιν ἀνοικειοπροσώπως
δημοκρατικῶς οὐ χρὴ τοὺς λόγους
εἰσφέρειν, ὡς οὐδ' ὁ γεννάδας ἐκεῖνος
Ἀρμένιος, ὦ Εὐριπίδη, ὁ ἑκατὸν
πληγὰς συνθέμενος χρυσῷ στατῆρι
λαβεῖν, ὀδυνηθεὶς δὲ ταῖς πεντήκοντα
καὶ κεκραγὼς καὶ βοῶν· ”σημισίου
θέλειμες“· ἤκουσε γὰρ κἀκεῖνος·
”σημισίου, Ἀρμένιε, ἐνταῦθα οὐ
κρούουσιν“.
sch ran
956
<ἐπῶν τε γωνιασμούς:>
συστροφὰς καὶ καμπὰς λογυδρίων.
957
<νοεῖν:> ἀφ' ἑαυτῶν νοοῦντάς
τι πράττειν. <ὁρᾶν:> ἐρευνᾶν, πολυ-
πραγμονεῖν. <ξυνιέναι:> τὰ παρ'
ἑτέρων ἢ λεγόμενα ἢ πραττόμενα
νοεῖν. <στρέφειν:> ἀνατρέπειν τὰ
λεγόμενα. <ἐρᾶν:> ἐρωτικὰ γεγρα-
φέναι. <τεχνάζειν:> πανουργεῖν, ἢ
τὰ πρὸς ἔρωτας τεχνικῶς λέγειν,
ὡς ἐν Φαίδρᾳ.
958
<καχ`' ὑποτοπεῖσθαι:> μὴ
ἁπλοϊκὴν ἔχειν τὴν φύσιν, ἀλλὰ
κακοϋπονοήτους περὶ τοὺς πλείονας
εἶναι καὶ μὴ ῥᾳδίως πιστεύειν τινί.
<περινοεῖν:> πανουργότατα καὶ βα-
θέως πάντα νοεῖν.
959
<οἰκεῖα πράγματ' εἰσά-
γων:> συνήθη καὶ γνώριμα λέγων,
ἐξ ὧν ἂν καὶ παρὰ τοῦ τυχόντος
ῥᾳδίως ἠλεγχόμην, εἴ τι ἄρα ταῖς
τραγῳδίαις γράφων διήμαρτον.
961
<ἀλλ' οὐκ ἐκομπολάκουν:>
οὐ βαρυβρέμονας καὶ κομπῶδες ἠχού-
σας ἔγραφον λέξεις, ἐκ τοῦ φρονεῖν
τε καὶ νοεῖν ἀποσπάσας, ἤτοι πόρρω
τοῦ νοουμένου καὶ τοῦ σαφοῦς ταύτας
ποιῶν.
963a
Κύκνον· τὸν Ποσειδῶνος.
Μέμνονα· τὸν Τιθωνοῦ καὶ Ἡμέρας.
963b
<καὶ κωδωνοφαλαροπώ-
λους:> τὸν Τυδέα καὶ ἑτέρους παράγει
ἐπὶ τῶν φαλάρων καὶ προμετωπιδίων
τῶν ἵππων κώδωνας ἔχοντας.
964
<ἑκατέρους μαθητάς:> Φορ-
μίσιον καὶ Μεγαίνετον τοὺς Αἰσχύλου
μακρογενείους ὄντας, καὶ τοὺς ἐμούς,
Κλειτοφῶντα καὶ Θηραμένη τὸν
κόθορνον· ἢ ”ἑκατέρου μαθητάς“,
τοῦ Αἰσχύλου κἀμοῦ.
Φορμίσιος μαθητὴς Αἰσχύλου κο-
μήτης, φοβερὸς τῇ θέᾳ, καθιέμενον
εἰς βάθος τὸν πώγωνα φέρων. ἦν δὲ
καὶ δωροδόκος. Μανᾶς τοὺς δούλους
ἐκάλουν, ὡς καὶ Πυρρίας καὶ Τιβίους,
ἀπό τινων φαυλοτάτων δούλων κλή-
σεις λαχόντων τοιαύτας. τὸν Μεγαί-
νετον δὲ οὐχ ὡς δοῦλον, ἀλλ' ὡς
ἀναίσθητον Μανῆν κέκληκεν· ἦν δὲ
οὗτος θρασύς, αὐθάδης καὶ στρατη-
γιῶν.
966a
<σαλπιγγολογχυπηνά-
δαι:> βυκανοδορατογένειοι, τουτέστιν
ἄγαν καθειμένας ἔχοντες καὶ μακρὰς
γενειάδας.
966b
<σαρκασμοπιτυοκάμ-
πται:>
ἔα παλαιούς, καρδία σοφωτάτη,
ἄλλοις, ἐφευρίσκουσα τοὺς Τζέτζου λόγους,
ἄκουε δ' ἡμῶν, τί τοδὶ δηλοῦν θέλει·
ὀδοντοδεῖκται, Σίννιδες πεφυκότες,
κεχηνότες τάχα τε καὶ τῶν ἀφρόνων,
μιμούμενοι δὲ τοὺς κραταιοὺς ἰσχύϊ,
λῃστὴς ὁποῖος Σίννις ἦν κράτει πάλαι,
σχοίνοις ὃς εἰς γῆν δένδρα συγκλίνων πίτυς
ἄνδρας ἐδέσμει δυστυχεῖς, τρισαθλίους,
καμπῆς δ' ἐκείνας ἐξαφεικὼς ἀθρόως
ἐσφενδόνα βίαιον εἰς τὸν αἰθέρα.
τὸ δὲ ”σαρκασμοπιτυοκάμπται“
οὕτω νοεῖται· οἱ μωροὶ δὲ καὶ
ἀκουσίως κεχηνότες καὶ δεικνύοντες
αὐτῶν τοὺς ὀδόντας, οἰόμενοι δέ τινες
εἶναι μεγάλοι καὶ φοβεροί, ὁποῖος ἦν
ὁ Σίννις ἐκεῖνος ὁ πιτυοκάμπτης
τοὐπίκλην. ἀλλὰ τίς μὲν ὁ Σίννις,
ἐπέγνως· νῦν δὲ καὶ τί τὸ ”σάρ-
κασμα“ μάνθανε.
”σαρκάζειν“ ἐστὶ τὸ ἄκοντά τινα
τοὺς ὀδόντας δεικνύειν, ”σκαρδάσ-
σειν“ κινεῖν τὰς ὀφρῦς, τὸ ”σκαρδα-
μύσσειν“ ὀφθαλμοὺς ὑποτρέμειν,
”σκορδινᾶσθαι“ τὸ μετὰ χάσμης
τείνειν τὰς χεῖρας.
ἄρτι διοῖσον τῶνδε τεσσάρων μάθε,
τοῦ ”σκορδινᾶσθαι“ καὶ ”σκαρδαμύσσειν“ λέγω,
καὶ δή γε ”σκαρδάδας“ τε ”σαρκάζειν“ ἅμα.
967
ὁ Κλειτοφῶν καὶ ὁ Θηραμέ-
νης, Εὐριπίδου μαθηταί, πανουργό-
τατοι καὶ ἀλλοπρόσαλλοι. πολλάκις
δὲ περὶ Θηραμένους εἴπομεν· καὶ νῦν
δὲ βραχέα ἐροῦμέν τινα.
969
<ὃς ἢν κακοῖς που περιπέ-
σῃ:> ὃς Θηραμένης περιπεσὼν δυσχε-
ρέσιν καὶ πλησίον παραστὰς συμ-
φορῶν, ἔξω τῶν κακῶν ἐκπίπτει καὶ
σῴζεται πανουργεύμασιν, <”οὐ Χῖος.
ἀλλὰ Κῖος“,> ἤτοι κατὰ τὴν παροι-
μίαν. ἐάν τι ἀνιαρὸν καὶ ἐχθρὸν παρά
τινων ἀπήντα τοῖς Χίοις, τῶν Χίων
οἱ δραστικώτεροι, ὡς Χῖοι κρατού-
μενοι, λέγοντες ὑπάρχειν οὐ Χῖοι,
ἀλλὰ Κῖοι, ὡσαύτως δὲ καὶ οἱ
Κῖοι, τὴν δυσχέρειαν ἀπεδίδρασκον.
εἰ δ' ἀγαθόν τι τοῖς Χίοις συνέτρεχε,
καὶ οἱ Κῖοι Χῖοι ἔλεγον εἶναι, οὐ
Κῖοι· πολλῷ δὲ μᾶλλον οἱ Χῖοι.
972a
<εἰσηγησάμην:> ἐδίδαξα.
<λογισμόν:> ἀκρίβειαν, πολυπραγμο-
σύνην.
973
<τῇ τέχνῃ:> τῇ τραγικῇ.
974a
<σκέψιν:> φροντίδα, οἰκονο-
μίαν.
974b
σκέψιν] φροντίδα οἰκονόμον.
976/77
<καὶ τὰς οἰκίας οἰκεῖν
ἄμεινον:> ἤτοι οἰκονομικωτέρους
αὐτοὺς ἐποιησάμην.
978
<κἀνασκοπεῖν:> ἀνακρίνειν
ἀνερευνᾶν.
984
ἀπεδήδοκε] καταβέβρωκε.
984/85
<τίς τῆς μαινίδος:> ἡ
μαινὶς εἶδός ἐστιν ἰχθύος ὅμοιον ταῖς
πλατείαις σμαρίσιν, οὐ μέντοι αὐτὴ
ἡ σμαρίς, ὡς οἱ τοῖς σχέδεσι βαρ-
βαρούμενοι τοῦτο νομίζουσιν.
985
”τρύβλιον“ καὶ ”τρυβλίον“.
<τέθνηκέ μοι τὸ τρυβλίον:> κατεά-
γη, ἐρράγη.
ἀγγεῖον δὲ κοῖλον τὸ τρυβλίον
νομίζεται τοῖς πολλοῖς, εἰς ὃ τὰ ὄψα
χύτραθε κενοῦντες καὶ θέντες ἐν
τῇ τραπέζῃ ἐσθίομεν. καὶ Ἀριστο-
φάνης νῦν τοιοῦτο τοῦτό φησιν· ἡ
βασιλὶς δὲ Κλεοπάτρα καὶ Διοσκορί-
δης ὁ Ναζαρβεὺς Ἀφρικανός τε καὶ
ὅσοι περὶ μέτρων συνέγραψαν καὶ
σταθμῶν, τὸν ὀξύβαφον, τὸν ξέστην,
τὸ τρύβλίον, τὸ κεράμιον καὶ ἕτερα
εἴδη μυρία σταθμῶν ὑγρῶν ποσὰ
ταῦτα λέγουσιν, ἃ εἰς σπουδαίου
τινὸς καὶ ἀξιοζήλου συγγράμματος
ἔδει με γράφειν, οὐκ εἰς θυμελικὴν
ἐπεξήγησιν.
988a
<τίς τῆς ἐλάας παρέτρα-
γε:> ”τίς ἔφαγεν ἄρτων“, ”τίς ἔπινεν
οἴνων“, ἀττικῶς μετὰ γενικῆς συν-
τάσσονται.
988b
ἐλάας] τῆς ἐλαίας.
989
<τέως δὲ:> μέχρι δὲ τότε,
ἤτοι μέχρις ἐμοῦ, ἀβελτερώτατοι,
ἀσυνετώτατοι, ἀμήχανοι, μὴ δυνά-
μενοι ἀνῦσαι, ὃ βούλεσθε· ἀπὸ
μεταφορᾶς ἀφυῶν τοξοτῶν· οἱ βέλτε-
ροι γὰρ καὶ περιδέξια βάλλοντες
ἐπιτυγχάνουσι τοῦ σκοποῦ, οἱ δ'
ἀφυεῖς καὶ σκαιοὶ καὶ ἀβέλτεροι
ἀποτυγχάνουσιν.
992
<τάδε μὲν λεύσεις, φαί-
διμ' Ἀχιλεῦ:> ἀρχὴ Μυρμιδόνων
Αἰσχύλου· οὕτω δὲ τὸν Αἰσχύλον ὁ
χορὸς καλεῖ.
993
<μόνον:> λείπει τὸ ”πρόσ<σ>χες“,
ἵν' ᾖ· ”μόνον πρόσ<σ>χες, ὅπως καὶ
πῶς“· ἢ ”ὅπως μή σε ὁ θυμὸς
ἁρπάσας ἐκτὸς οἴσει τῶν ἐλαῶν“,
ἤτοι τοῦ καθεστηκότος καὶ ἐλαιώ-
δους καὶ λείου.
996
<κατηγόρηκεν:> ἀττικῶς οὐ
”κεκατηγόρηκεν“. ἀλλ' ὅπως καὶ
πῶς, ὦ γεννάδα, ἀντιλέξεις μὴ
πρὸς ὀργήν. οὕτως ἡ συνέπεια· μὴ
(993) ἁρπάσῃ σε ὁ θυμὸς ἔξω τοῦ
δέοντος, ἀλλὰ πρόσ<σ>χες, ὦ γενναῖε,
πῶς ἀντιλέξεις μὴ χρώμενος ἄκροισι
καὶ ὅλοις τοῖς ἱστίοις—ἀπὸ τῶν
εὐπλοουσῶν ὁλκάδων πνεύμασιν εὐη-
νέμοις—, (999) ἀλλὰ συστείλας καὶ
περισφίγξας. τὰ λαίφη τοῦ θυμοῦ,
εἶτα πλέον καὶ πλέον ἄξεις σεαυτὸν
εἰς τὸ λέγειν, ἡνίκα ἂν τὸ τοῦ
θυμοῦ πνεῦμα λωφήσῃ.
1002
φυλάξεις] τὸ τῆς ἀντιλογίας.
1003
καθεστηκὸς] σύμμετρον.
1004a
<ἀλλ' ὦ πρῶτος:> ἀλλ', ὦ
Αἰσχύλε, πρῶτος καὶ πρῶτε ἀπὸ
τῶν Ἑλλήνων πυργώσας καὶ ἐπιστη-
ρίξας καὶ ὑψώσας τὰ σεμνὰ καὶ
κόσμια καὶ διηρμένα ῥήματα, τὰ τῶν
ἡρώων δηλονότι, τὰ ἐν ταῖς τραγῳ-
δίαις φερόμενα, καὶ κοσμήσας τὸν
τραγικὸν λῆρον καὶ εἰς κοσμιότητα
ἐξ ἀκοσμίας ἀγοραίας μεταγαγὼν
τὸν τραγικὸν λῆρον καὶ τὴν χύσιν
τῆς εὑρεσιλογίας τῆς τραγικῆς—
”λῆροι“ γὰρ οἱ χειροποίητοι κρουνοὶ
λέγονται· ἴσως δὲ νῦν ἐσχηματισ-
μένως δύναιτο λέγειν Ἀριστοφάνης,
καὶ ”λῆρον“ φλυαρίαν τραγικήν—
θαρρῶν ἀφίει τὸν κρουνόν, ἤτοι
πρόπεμπε σοὺς λόγους ὡς…
…
The complete text is available when the reading interface loads.