The Greek Library Catalogue

Anonymous

Diegeseis in Iambos

Edition reference
Diegeseis in Iambos (scholia vetera), ed. Pfeiffer, op. cit., vol. 1 (1949) 163, 172, 174, 177, 185, 189, 193, 195–196, 198–200, 205.
CTS identifier
urn:cts:greekLit:tlg5016.tlg012.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

194

col7

σαν δὲ τὰ προσόντα ἑαυταῖς χρήσιμα.

ἐπὶ πλεῖον δὲ διαφερομένων ὑπο-

τυχοῦσα βάτος παλαιά· ‘πέπαυθε

πρὶν εἰ μὴ ἐ[π]ίχαρτοι 〈τοῖ〉ς δυσ[μ]ενέσι γε-

νώμεθα’ (π[αρ]επεφύκ?[ει δ' αὐ]τ?αῖς).

[πρ]ὸς ἣν ἀποβλέψασα [!!!!!!!!!] ἡ δά-

[φν]η ‘ὦ κακὴ λώβη’, φη[σίν], ‘⸤ὡς δὴ μ⸥ί’ ἡ-

⸤μέ⸥ων καὶ σ⸤ύ; !!!]σεικο[!!!!!!]σ?υε

[!!]ινητ?[!!!]α?τωδ?ρα[!!!!!!]εισεις

195

col7

Ὦ ξεῖνε—συμβουλὴ γ[ὰ]ρ? ἕν τι τῶν ἱρῶν—

Γραμματο[δ]ι?δάσκαλ[ο]ν, ὄνομα Ἀπολλώνι-

ον, οἱ δὲ Κλέωνά τινα, ἰαμβίζει ὡς

τοὺς ἰδίους μαθητὰς καταισχύνον-

τα, ἐν ἤθει εὐνοίας ἀπαγ[ο]ρεύων τού-

τῳ δρᾶν, μὴ ἁλῷ.

196

col7

Ἀλεῖος ὁ Ζεύς, ἁ τέχνα δὲ Φειδία Γνω-

ρίμῳ αὐτοῦ ἀποπλέοντι κατὰ θέαν

τοῦ Ὀλυμπίου Διὸς εἰς Ἦλιν διηγεῖται

μῆκος ὕψος πλάτος βάσεως θρόνου

ὑποποδίου αὐτοῦ τοῦ θεοῦ καὶ ὅση ἡ

δαπάνη, δημιουργὸν δὲ Φειδίαν Χαρμί-

δου Ἀθηναῖον.

197

col7

Ἑρμᾶς ὁ Περφεραῖος Αἰνίων θεός

Περφεραῖος Ἑρμῆς ἐν Αἴνῳ τῇ

πόλει τῆς Θρᾴκης τιμᾶται ἐντεῦ-

col8

θεν· Ἐπειὸς πρὸ τοῦ δουρείου ἵππου ἐδημι-

ούργησεν Ἑρμᾶν, ὃν ὁ Σκάμανδρος πολὺς

ἐνεχθεὶς κατέσυρεν· ὁ δ' ἐντεῦθεν προση-

νέχθη εἰς τὴν πρὸς Αἴνῳ θάλασσαν, ἀφ' ἧς

ἁλιευόμενοί τινες ἀνείλκυσαν αὐτὸν τῇ

σαγήνῃ. ὅτε ἐθεάσαντο αὐτόν, καταμεμψά-

μενοι τὸν βόλον πρὸς ἀλέαν σχίζειν τε αὐ-

τὸν καὶ παρακαίειν αὑτοῖς ἐπεχείρουν,

οὐδὲν δὲ ἧττον (?) ἔφθασαν ἢ τὸν ὦμον παί-

σαντες τραύματος τύπον ἐργάσασθαι, διαμ-

περὲς δὲ ἠσθένησαν· καὶ ὅλον αὐτὸν καίειν

ἐπεχείρουν, τὸ δὲ πῦρ αὐτῷ περιέρρει· ἀπει-

πόντες κατέρριψαν αὐτὸν εἰς τὴν θάλασ-

σαν. ἐπεὶ δὲ αὖτις ἐδικτυούλκησαν, θεὸν νο-

μίσαντες εἶναι ἢ θεῷ προσήκοντα κα-

θιδρύσαντο ἐπὶ τοῦ αἰγιαλοῦ ἱερὸν αὐτοῦ,

ἀπήρξαντό τε τῆς ἄγρας ἄλλος παρ' ἄλλου

αὐτὸ?ν? πε?[ριφέρω]ν. τοῦ δὲ Ἀπόλλωνος χρή-

σαντος εἰ[σεδέξαν]το τῇ πόλει καὶ [π]αρα-

πλησίως τ[οῖς θεοῖς] ἐτίμων.

198

col8

Ἀ⸥ργώ κοτ' ἐμ⸤π⸥ν?⸤έ⸥οντος ἤκαλον ν?ότου Ἐπίνι-

κος Πολυκλεῖ Αἰγινήτῃ νικήσαντι διαύ-

λῳ Ἀμφορίτῃ ἐν τῇ πατρίδι. τὸ δ?' ἀ-

γώνισμ?α τοῦτο· πρὸς τῷ τέρματι τοῦ

σταδίου κεῖται ἀμφορεὺς πλήρης ὕδα-

τος, ἐφ' ὃν δραμὼν κενὸς ὁ ἀγωνιζόμε-

νος ἀναλαβὼν τὸν ἀμφορέα ἀνακάμ-

πτει, προφθάσας δὲ νικᾷ. κατήχθησαν

δὲ ἐντεῦθεν οἱ Ἀργοναῦται ἐπιβάντες

τῆς Αἰγίνης, ἡμίλλησαν δὲ ἀλλήλοις ὑ-

δρευόμενοι ὑπὲρ τοῦ θᾶττον· ὁ δ' ἀγὼν

Ὑδροφόρια καλεῖται.

199

col8

Ἑρμᾶ τί τοι τὸ νεῦρον ὦ Γενειόλα Φιλη-

τάδου παιδὸς εὐπρεποῦς ἐραστὴς ἰδὼν

Ἑρμοῦ ἄγαλμα ἐν παλαιστριδίῳ ἐντε-

ταμένον, πυνθάνεται μὴ διὰ τὸν Φιλη-

τάδαν. ὁ δέ φησιν ἄνωθεν εἶναι Τυρση-

νὸς καὶ κατὰ μυστικὸν λόγον ἐντε-

τάσθαι, ἐπὶ κακῷ δὲ αὐτὸν φιλεῖν τὸν

Φιλητάδαν

200

col8

Τὰς Ἀφροδίτας—ἡ θεὸς γὰρ οὐ μία— Ἐν Ἀ-

col9

σπένδῳ τῆς Παμφυλίας τῇ Καστνίῃ Ἀ-

φροδίτῃ ὗς ἱερουργεῖται ἐντεῦθεν·

Μόψος ἀρχηγὸς τῶν Παμφυλίων ἐπὶ θήραν

ἐξιὼν εὔξατο αὐτῇ εὐβολήσας ὃ ἂν λά-

βοι πρῶτον καλλιερήσειν. καὶ δὴ θηράσας

κάπρον ἐτέλεσε τὴν ἐπαγγελίαν. ἀφ' οὗ

καὶ Παμφύλιοι μέχρι νῦν τοῦτο ποιοῦ-

σιν· εἰ μὴ γὰρ ἥδετο ἡ θεός, οὐκ ἂν ὁ Μό-

ψος ἐκυνήγησεν τοῦτο. ἐπαινεῖ δὲ καὶ

τὴν Ἐρετριέων Ἄρτεμιν, ὅτι πᾶν τὸ

θυόμενον οὐκ ἀποσείεται.

201

col9

Ἀλλ' οὐ τὸν Ὑψ?ᾶν, ὃς τὸ σᾶμά μευ Διημαρ-

τημένως λέγεται παροιμία ‘ἁρπα-

γὰ τὰ Κοννάρου’· ‘Κοννίδα’ γὰρ χρὴ λέγειν.

ἐντεῦθεν γὰρ παρῆλθεν· Κοννίδας

μέτοικος ἐν Σελινοῦντι πλουτήσας

ἐκ πορνοβοσκίας παρὰ μὲν τὸν ἄλλον

χρόνον !εν ἐφήμιζεν, ὡς τὴν οὐσίαν

τῇ τε Ἀφροδίτῃ καὶ τοῖς φίλοις δια-

νεμεῖν. τελευτήσαντος δὲ αὐτοῦ ἡ δι-

αθήκη εὑρέθη περιέχουσα ‘ἁρπαγὰ

τὰ Κοννίδα’· ὅθεν ὁ δῆμος ἐξελθὼν

τοῦ θεάτρου ἥρπασεν τὰ Κοννίδα.

Σελινοῦς δὲ πόλις Σικελίας.

202

col9

Ἄρτεμι Κρηταῖον Ἀμνίσου πέδον Τοῦ-

το γέγραπται εἰς ἕβδομα θυγατρίου

γεννηθέντος Λέοντι γνωρίμῳ τοῦ

ποιητοῦ, ἐν ᾧ φησιν διενεγκεῖν

τῶν †δεμυηθεντων τῇ Ἥβῃ ὑπὸ

τῶν ἄλλων θεῶν τὸν ᾀσθέντα ὑπὸ

τοῦ Ἀπόλλωνος ὕμνον.

203

col9

Μοῦσαι καλαὶ κἄπολλον, οἷς ἐγὼ σπένδω·

Ἐν τούτῳ πρὸς τοὺς καταμεμφομέ-

νους αὐτὸν ἐπὶ τῇ πολυειδείᾳ ὧν

γράφει ποιημάτων ἀπαντῶν φησιν ὅτι

Ἴωνα μιμεῖται τὸν τραγικόν·

ἀλλ' οὐδὲ τὸν τέκτονά τις μέμφεται πολυειδῆ

σκεύη τεκταινόμενον.

Ἡ Λῆμνος τὸ παλαιόν, εἴ τις ἄλλη Πρὸς τοὺςὡραίους φησίν· ἡ Λῆμνος πάλαι ποτὲ εὐδαί-μων γενομένη ἐκακοδαιμόνησε, ἐπιθεμένωντῶν θηλειῶν τοῖς ἄρρεσιν· διόπερ καὶ ὑμεῖςεἰς τὸ μέλλον ἀποβλέπετε.Ἔνεστ' Ἀπόλλων τῷ χορῷ Παροίνιον εἰςτοὺς Διοσκούρους· καὶ Ἑλένην ὑμνεῖ, καὶ πα-ρακλεῖ τὴν θυσίαν δέξασθαι· καὶ προτροπὴτοῖς συμπόταις εἰς τὸ ἀγρυπνεῖν.Ἀγέτω θεός, οὐ γὰρ ἐγὼ δίχα τῶνδ' ἀείδειν Ἐκ-θέωσις Ἀρσινόης· φησὶν δὲ αὐτὴν ἀνηρπάσ-θαι ὑπὸ τῶν Διοσκούρων καὶ βωμὸν καὶ τέ-μενος αὐτῆς καθιδρῦσθαι πρὸς τῷ Ἐμπορίῳ.Δαίμονες εὐυμνότατοι, Φοῖβέ τε καὶ Ζεῦ, Διδύ-μω[ν] γενάρχα Ἀπ[ό]λλων ἐκ Δήλου ἀφικνεῖ-ται εἰς τὸ Μιλήτου χωρίον ὃ καλεῖταιἱερὰ ὕλη, ἵνα Βράγχος.ἙκάληςἈκταίη τις ἔναιεν Ἐρεχθέος ἔν ποτε γουνῷΘησεὺς φυγὼν τὴν ἐκ Μηδείης ἐπιβου-λὴν διὰ πάσης ἦν φυλακῆς τῷ πατρὶ Αἰγεῖ,ἅτ' αἰφνίδιον ἀνακομισθὲν ἐκ Τροιζῆνοςμειράκιον αὐτῷ οὐ προσδοκήσαντι. βουλό-μενος δ' ἐπὶ τὸν λυμαινόμενον τὰ πε-ρὶ Μαραθῶνα ταῦρον ἐξελθεῖν ὅπωςχειρώσαιτο, καὶ εἰργόμενος, κρύφατῆς οἰκίας ἐξελθὼν περὶ ἑσπέραν ἀ-πῆρεν. αἰφνίδιον δὲ ὑετοῦ ῥαγέντοςκατ' ἐσχατιὰν οἰκίδιον θεασάμενοςἙκάλης τινὸς πρεσβύτιδος ἐνταῦθαἐξενοδοκήθη. πρὸς δὲ τὴν ἕω ἀνα-στὰς ἐξῄε?ι ἐπὶ τὴν χώραν, χειρωσάμε-νος δὲ τὸν ταῦρον ἐπανῄει ὡς τὴν Ἑκά-λην· αἰφνίδιο?ν? δὲ? ταύτην εὑρὼν τεθνηκυῖ-αν ἐπιστε[νάξ]ας ὡς ἐψευσμένος τῆς προσδο?-κίας, ὃ ἐφ[!!!!]εν μετὰ θάνατον εἰς ἀμοιβὴντῆς ξενίας τ?α?ύ?τῃ παρασχέσθαι, τοῦτο ἐπε-τέλεσεν δ[ῆ]μ?ον συνστησάμενος ὃν? ἀ?π' αὐ-τῆς ὠνόμα?[σ]εν, καὶ τέμενος ἱδρύσατοἙκαλείου Δι?[ό]ς.‘Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῇσιν ἀείδειν’ | ἘνταῦθαἈρκάδες καὶ Κρῆτες ἀντιποι|οῦνται τῆς Διὸς γενέσεωςἑκάτεροι λέ|γοντες παρ' αὐ?τ?ο?ῖς γεγεννῆσθαι τὸν θε|όν (Κρῆτεςδὲ καὶ τάφον αὐτοῦ ἐπ?ιδει|κνύντες, το[ῦ]τό γε ψευδόμενοι),ἀφορ|μὴν τοιαύτην εἰληφότες· τῆς γὰρ Παρ|ρασίας μοίραςἔν τινι ὄρει θαμνώδει ἀπο|τεκοῦσα Ῥέα τὸν Δία Νέδῃ μιᾷτῶν | Ὠκεανίδων εἴσω τῆς Κρήτης φέρειν? | ἐνεχείρισεν, ὅπωςκρύφα τρέφοιτο ἐ|κεῖσε.‘Οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ’ | Προ-τερατευσάμενος ὡς ἐντεθεασμέ|νων καὶ τῶν ἀψύχων ἐπὶπαρουσί|ᾳ τοῦ Ἀπόλλωνος δαφνίνων τε | κλάδων σειομένωνκαὶ αὐτοῦ τοῦ | τεμένους, ἐπιλέγει? δεῖν χορεύειν | τοὺςπαῖδας καὶ κιθαρίζειν, γεγαλη|νῶσθαι δὲ καὶ τὸ πέλαγοςἐφ' ὕμνῳ | τοῦ θεοῦ καὶ τοὺς περιπαθεῖς ἀνέχειν | τοῦθρηνεῖν. προσιστορεῖ δὲ καὶ τὸ πο|λύτεχνον τοῦ θεοῦ ὅτικαὶ τοξότης ἀ|γαθός ἐστι καὶ ἰατρὸς καὶ μάντις | καὶἐπόπτης τῆς τροφῆς τῶν θρεμ|μάτων, καὶ ὡς χαίρειπόλεων κτί|σεσιν οὐδ' ἀρχιτεκτονίας ἀπολείπεται· | ἔτιδὲ τετραέτης ὢν ἐν τῇ Δήλῳ | βωμὸν ἐκ κεράτων κατε-σκευάσατο. | καὶ εἰδὼς† ὅτι Κυρήνης τὴν κτίσιν | Βάττῳτῷ Θηραίῳ διεσήμηνε, κόρα|κα παρασχόμενος ἡγεμόνα·ὡς πρῶ|τον μὲν ἐν Σπάρτῃ ἐτετίμητο, | δεύτερον δὲ ἐν