Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)
- Authority group
- Scholia In Dionysium Periege- (catalogue association; authorship remains anonymous)
- Scientific editors
- Karl Müller
- Edition reference
- Geographi Graeci Minores · Paris · Ambroise-Firmin Didot · 1861
- CTS identifier
urn:cts:greekLit:tlg5019.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΣΧΟΛΙΑ.
Διονύσιος ὁ Περιηγητὴς γέγονεν υἱὸς Διονυσίου Ἀλεξανδρέως. Γέγονε δὲ ἐπὶ τῶν Ῥωμαῖκῶν χρόνων μετὰ Αὔγουστον Καίσαρα ἢ ἐπʼ αὐτοῦ. Οἱ δὲ κατὰ Νέρωνα τὸν Ῥωμαίων βασιλέα φασὶ γενέσθαι. Ἄδηλον δὲ πόθεν γέγονε καὶ τίνων γονέων. Φέρονται δὲ αὐτοῦ καὶ ἄλλα συγγράμματα, Λιθιακά τε καὶ Ὀρνιθιακὰ καὶ Βασσαρικά. Ὧν τὰ μὲν Λιθιακὰ ἐκρίθησαν ἴδια Διονυσίου καὶ αὐτὰ διὰ τὴν τοῦ χαρακτῆρος ὁμοιότητα· τὰ δὲ Βασσαρικὰ διὰ τὴν τραχύτητα οὐκ ἄξια τούτου κριθέντα εἰς τὸν Σάμιον ἀνενέχθησαν Διονύσιον· τὰ δὲ Ὀρνιθιακὰ εἰς ἄλλον τινὰ Φιλαδελφέα Διονύσιον. Τὸ δὲ παρὸν ποίημα ἱστορικόν τινες ἐκάλεσαν, συγκείμενον ἐκ τοπικοῦ καὶ πραγματικοῦ καὶ χρονικοῦ καὶ γενεαλογικοῦ, εἰς ἃ τὴν ἱστορίαν φασὶ διαιρεῖσθαι.
τὰ ἔπη, ὡς ἐν τοῖς αὐτοῦ Λιθιακοῖς ἀποδέδεικται· ποτὲ δὲ τῷ γλαφυρῷ διατορεύων, ὡς ἐκ τοῦ παρακειμένου βιβλίου σαφες. Ὅτι δὲ διαβέβληται τὸ παχὺ, σαφῶς ὁ Καλλίμαχος ἐν τοῖς Ἐπιγράμμασι δηλοῖ· διασύρων γὰρ Ἀντιμάχου τὸ ποίημα τὴν Λύδην ἔφη· Λύδη καὶ παχὺ γράμμα καὶ οὐ τορόν. Κρημνοποιός τε καὶ στόμφαξ παρὰ τοῖς τραγικοῖς Αἰσχύλος εἴρηται, ἐπεὶ μὴ κέχρηται καθαρᾷ καὶ ἀνειμένῃ τῇ λέξει. Τί δεῖ παραλαμβάνειν Ἀριστοφάνην, τὰ φαῦλα τῶν ποιημάτων ἐν τοῖς Βατράχοις οὐ μετρίως κωμῳδήσαντα; Τοῦ πράγματος οὖν ἐπείγοντος ἡμᾶς ἥκειν ἐπὶ τὴν ἐξήγησιν, ἄλλως τε καὶ τὸ κρίνειν οὐχ ἡμῶν (ἡ γὰρ μείζων ἐπαγγελλομένη τοῦτο φιλοσοφία τῇ τῶν ἐλέγχων ἀληθείᾳ τὸν ἐπιχειρεῖν ἐθέλοντα δυσωπεῖ), τοιγαροῦν ἴωμεν ἐπὶ τὴν ἐξήγησιν.
Κατὰ τί διαφέρει γεωγραφία χωρογραφίας; ὅτι ἐν μὲν τῇ γεωγραφίᾳ τὰ καθόλου λέγεται, οὐχὶ δὲ τὰ μερικά· οἷον λέγει περὶ τῆς Αἰγύπτου, οὔχὶ δὲ μέμνηται καὶ τῶν κατὰ μέρος τόπων, οἷον πάσης πόλεως καὶ παντὸς ποταμοῦ· ἐν δὲ τῇ χωρογραφίᾳ πάντων μέμνηται τῶν πόλεων καὶ τῶν ποταμῶν.
Τίνες πρότερον ἐν πίνακι τὴν οἰκουμένην ἔγραψαν; Πρῶτος Ἀναξίμανδρος· δεύτερος Μιλήσιος Ἑκαταῖος· τρίτος Δημόκριτος Θαλοῦ μαθητῆς· τέταρτος Εὔδοξος. Οὗτοι οἱ μὲν στρογγυλοειδῆ ἔγραψαν, Δημόκριτος προμήκη, Κράτης ἡμικύκλιον, Ἵππαρχος τραπεζοειδῆ, ἄλλοι δὲ οὐροειδῆ.
Ἀρχόμενος γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν] Τὸ προοίμιον οἰκεῖον ἔταξε τῇ ὑποθέσει καὶ οὐκ ἀσύμφωνον τῷ σκοπῷ. Θεοῦ γὰρ ποιητικοῦ παρῃτήσατο νῦν ἐπίκλησιν, ὥσπερ ἐπειγόμενος συναποδημῆσαι τῷ λόγῳ. Ζηλοῖ δὲ τὸν Ἀπολλώνιον, οὐ χαρακτῆρος ὢν ἐραστὴς, ἀλλ᾿ ἐπικαίρου διὰ τὴν χρείαν ἐπιβολῆς. Προθέμενος οὖν οἰκουμένην γράψαι γῆν τε καὶ θάλασσαν, ὡρισμένην ὁμοῦ τοῖς εἰς αὐτὴν εἰσβάλλουσι ποταμοῖς, ὠκεανὸν προλαμβάνει τῇ μνήμῃ καλῶς, εἴγε θεῶν καθʼ Ὅμηρον (Il. 14, 201) εἴρηται γένεσις, ὧν ἡ ἔννοια σημαίνει τὰ κοσμικὰ στοιχεῖα κατά τινας· εἶναι γὰρ αὐτῶν πρῶτον τὸ ὕδωρ, ὁμοίως δὲ καὶ τὴν γῆν. Ἡ γὰρ τοῦ Ἡρακλείτου δόξα τὰ πάντα φησὶν ἐκ ῥοῆς εἶναι καὶ στάσεως. Προϊὼν δὲ μετʼ οὐ πολὺ συμπαραλαμβάνει τὰς Μούσας, εὔνοιάν τινα παραφυλάτων ἅμα τῇ τέχνῃ. Παραιτεῖται δὲ τὸ ἀμάρτυρον, ἴσως ἐκ τοῦ Καλλιμάχου τοῦτο μαθὼν, ἐπεὶ κἀκεῖνος “ἀμάρτυρον οὐδὲν ἀείδω” φησί. Διατετηρημένην δὲ ἐν τοῖς ἑξῆς ἀποδιδοὺς ἑαυτῷ τὴν πίστιν ἐπάγει τὸ ἔπος; εἰπών (vs. 62)· ὑμεῖς δ᾿, ὦ Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους.
Περιέχει γῆ μὲν πόλεις, ὠκεανὸς δὲ τοὺς ποταμοὺς καὶ θαλάσσας. Εὔλογον οὖν ἡγήσατο ἀπὸ τοῦ περιέχοντος τὴν γῆν ποιήσασθαι τὴν ἀρχὴν, τουτέστιν τοῦ ὠκεανοῦ. Ὀνομάσας τοίνυν τὴν γῆν, πρῶτον περὶ τοῦ ὠκεανοῦ, ὡς περιέχοντος τὴν γῆν, διαλαμβάνει, ἔπειτα περὶ τῶν πελαγῶν, εἶτα περὶ τῆς γῆς διαλαβὼν ἄρχεται ἀπὸ Λιβύης, εἶτα περὶ Εὐρώπης λέγει, ἐπεὶ καὶ τῆς αὐτῆς θέσεώς ἐστι (εἴγε καὶ πρότερον εἰς Ἀσίαν καὶ Εὐρώπην διῄρουν πᾶσαν τὴν γῆν, τὴν Λιβύην τῇ Εὐρώπῃ προσνέμοντες)· εἶτα τῶν νήσων μνημονεύσας ἐπὶ πᾶσι τὴν Ἀσίαν καταλέγει. Διαιροῦσι δὲ τὴν οἰκουμένην εἰς τρία, εἰς Ἀσίαν Εὐρώπην τε καὶ Λιβύην.
Προθέμενος δὲ θάλασσαν καὶ ποταμοὺς ᾄδειν, οἰκείως προτίθησιν ὠκεανὸν, ὃς γένεσίς ἐστι τοῖς θεοῖς, τουτέστι τοῖς στοιχείοις. Κατὰ γὰρ Ἡράκλειτον πάντα ἐκ ῥοῆς καὶ στάσεως.
Οὐ σὺν τῇ ἀοικήτῳ ἀκουστέον· οἰκουμενικὸν γὰρ τὸ σύνταγμα. Ἐρατοσθένὸυς δὲ ὢν ζηλωτὴς κύκλῳ περιέχεσθαι τὴν γῆν φησιν ὑπὸ τοῦ ὠκεανοῦ.
Ἴδωμεν δὲ αὐτὸς ὁποῖον ἐθέλει δεῖξαι τὸ καθόλου σχῆμα, καὶ ὡς ἐνίοις εἶναι δοκεῖ· τό γε ἀληθέστερον ὁ πεζὸς τῶν περιηγημάτων ἀκριβέστερος ὢν ἐπικρίνει λόγος. Οὐ βούλεται γὰρ ὁ Πτολεμαῖος ἐν κύκλῳ κεῖσθαι τὸν ὠκεανὸν, ἀλλὰ χωρίζει τῶν ἄλλων αὐτὸν ἰδίᾳ θαλασσῶν, καὶ ὑποτίθεται περὶ τὴν ἑσπέραν, οὕτως καλῶν ἄγνωστον καὶ δυτικὸν, οὗ τὴν ἀρχὴν ἐπὶ τὰ βόρεια παρακεῖσθαι μὲν Θούλῃ τῇ νήσῳ, καλεῖσθαι δὲ Σαρματικὸν ὠκεανὸν, ἀγνώστου παρακειμένης τινὸς γῆς· τὸν δὲ συνημμένον αὐτῷ καὶ οὐχ ἕτερον ὄντα δυτικὸν μὲν διὰ τὸν ἐπέκεινα τόπον, διήκειν δὲ μέχρι τοῦ καλουμένου περὶ τὴν ἐντὸς Αἰθιοπίαν ἑσπερίου κόλπου καὶ πεδίου Πυρροῦ φερωνύμως ἐκ τοῦ ποιοῦ χρώματος εἰρημένου, μεθʼ ὃ Λιβύην ὁμοῦ συνάπτει καὶ ἀναπαύει τῷ Νείλῳ. Τό τε Ἰνδικὸν πέλαγος, ὅπερ ἐστὶ τῆς Ἐρυθρᾶς, ἄρχεται μὲν ἐκ τοῦ Ἀραβικοῦ κόλπου, παρατείνει δὲ μέσον ἔχον Ταπροβάνην νῆσον ἕως Μεγάλου τοῦ παῤ Ἰνδοῖς τε καὶ Σινδοῖς οὕτως καλουμένου ἑῴου κόλπου. Καὶ ταῦτα μὲν αὐτοῖς ὑπό τι διαπεφώνηται· δείκνυται δὲ τὸ αἴτιον· περὶ γὰρ ἄλλων οὐκ ἀμφίβολος ἡ δόξα· κατάλληλον πρόθωμαι. Φησὶ γὰρ ὁ ἀνὴρ (Ptol. 7, 5) διαιρεῖσθαι μὲν τὴν οἰκουμένην ἅπασαν εἰς τρεῖς ἠπείρους, Λιβύην, Εὐρώπην, Ἀσίαν· καὶ ἐκ μὲν τῶν ἑῴων ἀγνώστῳ γῇ περιορίζεσθαι τῇ παρακειμένῃ τοῖς ἀνατολικοῖς ἔθνεσι τῆς Μεγάλης Ἀσίας, Σιναῖς τε καὶ Σηρικῇ· ἐκ δὲ μεσημβρίας ὁμοίως ἀγνώστῳ γῇ περικλειούσῃ τὸ Ἰνδικὸν πέλαγος· ἐκ δὲ τῶν δυτικῶν γῇ τε ἀγνώστῳ περιλαμβανούσῃ τὸν Αἰθιοπικὸν οὕτω λεγόμενον κόλπον καὶ τῷ δυτικῷ ἐφεξῆς ὠκεανῷ καὶ πελάγει τῷ περιέχοντι τοῖς ἐκεῖ πέρασιν ὁμοῦ Λιβύης τε καὶ Εὐρώπης· ἐκ δὲ τῶν ἄρκτων αὐτὴν περιέχεσθαι τῷ περιέχοντι Θούλην ὠκεανῷ καὶ Βρεττανίαν καὶ τὰ βορειότερα μέρη τῆς Εὐρώπης· καλεῖσθαι δέ φησι τὸν ἀρκτῶον ὠκεανὸν Σαρματικόν τε καὶ Δουηκαληδόνιον· οὐ μὴν ἀλλὰ καὶ γῇ ἀγνώστῳ περιέχεσθαι, παρακειμένῃ ταῖς ἀρκτικωτάταις χώραις τῆς μεγάλης ἑῴας, Σαρματίαις τε καὶ Σκυθίαις καὶ τῇ Σηρικῇ· δύο γὰρ Σκυθίαι καὶ δύο Σαρματίαι, αὕτω· Σκυθία ἡ ἐκτὸς Ἰμάου ὄρους, καὶ Σκυθία ἡ ἐντὸς Ἰμάου ὄρους, καὶ Σαρματία ἡ ἐπ᾿ Εὐρώπῃ, καὶ Σαρματία ἡ ἐν Ἀσίᾳ. Τὰς δὲ θαλάσσας ὧδε ἔφη καθόλου κεῖσθαι· μίαν μὲν τὴν καθʼ ἡμᾶς ἅμα τοῖς κόλποις, Ἀδριατικῷ τε καὶ τῷ Αἰγαίῳ πελάγει καὶ Προποντίδι καὶ Πόντῳ καὶ Μαιώτιδι λίμνῃ, φέρεσθαι δὲ διὰ τῶν Ἡρακλέους στηλῶν, ἀρχομένην ἐκ τῶν Ἰβήρων· ἑτέραν δὲ διώνυμον οὕτω λέγεσθαι Κασπίαν τε καὶ Ὑρκανίαν, ἣν ἀποκλείουσά τις ἤπειρος ἐκ τοῦ ἐναντίου νησοποιεῖ τὴν θάλασσαν· τρίτην δὲ εἶναι τὴν Ἰνδικὴν, ἐπιφανῆ τοῖς ἐν αὐτῇ διαπρέπουσι κόλποις, Ἀραβίῳ τε καὶ Περσικῷ, Γαγγητικῷ τε καὶ τῷ ἰδίως οὕτω καλουμένῳ Μεγάλῳ· περιλαμβάνεσθαι μέντοι καὶ αὐτὴν ὑπὸ ἀγνώστου, καὶ μείζονα μὲν ἔφη τῷ καταλόγῳ τῶν ἄλλων καὶ πρώτην, δευτέραν δὲ τὴν καθʼ ἡμᾶς τῷ μεγέθει, ἐλαττοῖ δὲ τὴν Ὑρκανίαν, καὶ ὑπὸ ταύτης ὁρίζει.
Ἐπειδὴ δὲ καὶ τῶν κόλπων οὐκ ὠλιγώρησε δεῖξαι τὸ μέγεθος, ὁμοίως καὶ τούτους ἐροῦμεν ἐν ἀριθμῷ. Ἔστι γὰρ, φησὶ, μείζων αὐτῶν καὶ πρῶτος ὁ Γαγγητικὸς, μεθʼ ὃν ὁ Περσικὸς, εἶδʼ ὁ καλούμενος οὕτως ἑῷος Μέγας, καὶ μετὰ τοῦτον ὁ Ἀράβιος, πέμπτος ὁ Αἱθιοπικὸς, ἕκτος ὁ Ποντικὸς, ἕβδομος ὁ Αἰγαῖος, ὄγδοος ἡ Μαιῶτις, ἔννατος ὁ ἐπὶ Δαλματίαν εἰσβάλλων, ὃς Ἀδριατικός τε καὶ Ἰόνιος καλεῖται, μεθʼ ὃν δεκάτη τῶν εἰρημένων ἡ Προποντίς. Εἰ δὲ δεῖ καὶ περὶ τῶν νήσων εἰπεῖν, ἥτις αὐτῶν μείζων καὶ λόγῳ διαφερόντως ἔνδοξος, αὐτόθεν ὡς ἐκείνῳ δοκεῖ παραστήσομεν. Πρωτεύει μὲν ἡ Ἰνδικὴ Ταπροβάνη μεγέθει καὶ δόξῃ· μεθ᾿ ἣν ἡ Βρεττανικὴ καλουμένη, παρὰ δὲ τοῖς οἰκοῦσιν αὐτὴν Ἀλουιωνίς, τρίτη δὲ ἡ Χρυσῆ, χερρόνησος Ἰνδική· τετάρτη τῶν Βρεττανῶν ἡ ἑτέρα λεγομένη παῤ αὐτοῖς Ἰουερνία· πέμπτη τούτων ἡ Πελοπόννησος, καὶ ἡ Σικελία μετʼ αὐτὴν ἕκτη· Σαρδὼ μετʼ ἕκείνην ἑβδόμη· μετὰ δὲ ταύτην ἡ Κύρνος ὀγδόη· Κρήτη δὲ τάξεως ἐννάτης· μετὰ δὲ ταύτην ἡ Κύπρος οὖσα δεκάτη τῷ καταλόγῳ, εἰπεῖν δὲ κορωνίς. Καὶ ταῦτα μὲν οὔτως ὁ Πτολεμαῖος ὁρίζει.
Διονύσιος δὲ τοῦ Ἐρατοσθένους ὢν ἐραστὴς ἐν κύκλῳ φησὶ τὸν ὠκεανὸν κεῖσθαι, νῆσον δὲ ὥσπερ ὑπ᾿ αὐτοῦ περιλαμβάνεσθαι τὴν οἰκουμένην γῆν (ὁ γὰρ λόγος οὕτω περὶ ταύτης καὶ οὐ τῆς ἐκτετοπισμένης)· οὐκέτι μέντοι διηνεκῶς αὐτῷ συντυπουμένην τῷ σχήματι, ἀλλὰ ταῖς ἑκατέρωθεν ἐξοχαῖς ἀπαρτίζειν ἄμφω τὰ πέρατα εἰς ὀξὺ, διὸ καὶ σφενδόνῃ παραπλησίαν εἶναι καθʼ ὑπόδειγμα γίνεται. Φησὶ γὰρ οὕτως (v 5)· οὐ μὴν πᾶσα διαπρὸ περίδρομος, ἀλλὰ διαμφὶς ὀξυτέρη βεβαυῖα πρὸς ἠελίοιο κελεύθους, σφενδόνῃ εἰοικυῖα. ” Τί γὰρ οὐχὶ καὶ τὴν ἀοίκητον εἴρηκε; δῆλον, ἐπεὶ μὴ οἷός τε ἦν ἐπιδεῖξαι, μήτε ἀστρονομίαν ἐπαγγέλλεται. Σφαῖραν γὰρ αὐτὴν ἂν εἰκότως ἔφη εἶναι περιφερῆ μᾶλλον ἢ σφενδονοειδῆ ἢ κῶνον κατ᾿ ἐνίους· ἄλλως τε καὶ διὰ τῆς ἐπιγραφῆς ὡμολόγησεν· ἐπιγέγραπται γὰρ Οἰκουμενικόν. Τίς οὖν αὐτοῖς αἰτία τοῦ διαφωνεῖν ἀλλήλοις; οὐκ ἴσμεν. Ὅτι δὲ κυκλοτερῆ τὸν ὠκεανὸν ὁ Διονύσιος οἶδεν, αὐτὸς ὁμολογεῖ διὰ τῶν ἐπῶν οὕτως (v. 3)· “ ἐν γὰρ ἐκείνῳ πᾶσα χθὼν, ἅτε νῆσος ἀπείριτος, ἐστεφάνωται.” Καὶ ἐν τοῖς ἑξῆς (v. 27)· “ πάντη δʼ ἀκαμάτου φέρεται ῥόος ὠκεανοῖο, εἷς μὲν ἐὼν, πολλῇσι δʼ ἐπωνυμίῃσιν ἀρηρώς. ” Εἰτα ὑποκαταβαίνων οὕτως (v. 41)· « ὠκεανὸς περιδέδρομε γαῖαν ἅπασαν· » Ὁμηρικῶς δὴ πρὸς ταύτην τὴν δόξαν· ὁ Ποιητὴς γὰρ εἶπεν (Il. σ, 399)· « ἀψορρόου ὠκεανοῖο. » Καὶ Ὀρφεὺς (fr. 44) ἐν τῷ περὶ Διὸς καὶ Κόρης φησί· κύκλον τʼ ἀέναον καλλιρρόου ὠκεανοῖο ὃς γαῖαν δίνῃσι πέριξ ἔχει ἀμφιελίξας. Ἐκεῖ δέ φασιν ὅτι ἐν τοῖς ἑξῆς (ἔχεις) “ τοῦ τʼ ὠκεανοῖο ῥόον ” ὡς πρὸς τὴν καθʼ ἡμᾶς εἴρηται θάλασσαν. Η.
Ἐν γὰρ ἐκείνῳ] ἀντὶ τοῦ ὑπ᾿ ἐκείνου. Πᾶσαχθὼν φησι, τὴν δὲ οἰκουμένην λέγειν δῆλός ἐστιν· οὐ γὰρ πᾶσαν· εἰ γὰρ κυκλοῖ πᾶσαν, ἑκτὸς αὐτῆς ἐστιν. Ἐπὶ τίνος οὖν ὀχούμενος τὴν γῆν ἐπικυκλοῖ; πάντες γὰρ ὅσοι τοῦτο εἶπον ἀτόπως ὑπέθεντο. Ὅτι δὲ τοῦτό φησι, δηλοῖ τὰς ἐξ αὐτοῦ ἐκροίας διὰ πάσης τῆς οἰκουμένης περιγράφων, καὶ τὰ παρακείνπῶν μενα ἔθνη εὐθὺς ἐξ ἀρχῆς διηγούμενος, καὶ προϊὼν τῇ τῶν ποταμῶν ὀνομασίᾳ.
Περὶ δὲ τῶν οὕτως ὑπογραφόντων αὐτὸν ὁ Πτολεμαῖος ἀπολογεῖται, λέγων, ὡς ἀνάγκῃ τινὶ καὶ οὐκ ἀληθείᾳ κύκλον ὑπέθεντο. Καταμαθόντες γοῦν οἱ γραμματοπίνακες τὴν καταγραφὴν οὐκ αὐτάρκη πρὸς ἐπιγραφὴν οὖσαν ἐν τῷ πίνακι, τὴν μὲν Εὐρώπην ἐπὶ τὸ μᾶλλον εὔρυναν, οὗ χάριν καὶ τὸν ὠκεανὸν παρὰ τοὺς ὅρους ἐξέτειναν, τὴν δὲ Λιβύην, εὐρεῖαν μὲν οὖσαν, ὑπερβάλλουσαν δὲ τῷ μεγέθει τὰ ἔθνη, διὰ τὸ μὴ διάκενον κεῖσθαι τῷ πίνακι χωρίον, ἐστένωσαν· ὁμοίως καὶ τὴν Ἀσίαν ἀπ᾿ ἀμφοῖν μεροῖν ταῖς εἰρημέναις δυσὶ διʼ ἕνωσιν ἀκολούθως ἥρμοσαν· οὗ γενομένου, συνέβη καὶ αὐτὸν ἐμπεριγράφεσθαι κύκλῳ.
Ἠ δὲ σύνθεσις τοῦ λόγου καὶ ἡ διάνοια τοιαύτη· οὐ πᾶσα ἡ γῆ διόλου κυκλοτερὴς, ἀλλὰ κατά τι μέρος. ὀξυτέρα δὲ πρὸς ἑκατέραν ὁδὸν ἡλίου, δυτικήν τε καὶ τὴν ἀντικειμένην ἑῴαν. Ἢ συνάπτεται τῷ ὀξυτέρῳ τὸ διαμφίς, ἵνʼ ᾖ διαμφὶς ὀξυτέρα, οὐ χωρὶς ἀλλʼ εἰς ἑκάτερον. Ὅσοι δὲ μεταγράφουσι τὸ εὐρυτέρη βαβαυῖα, τοιοῦτον ὑπολαμβάνουσι τὸ ἑξῆς· εὐρυτέρη μὲν βεβηκυῖα σφενδόνη· μειοῦται γὰρ πρὸς ἑκάτερα τὰ μέρη τοῦ εὔρους.
Οἱ δὲ γράφουσιν εὐρυτέρη, ἵνʼ ᾖ τὸ διαμφὶς εὐρυτέρη ἀντὶ τοῦ εἰς νότια καὶ βόρεια. Πρὸς δὲ ἠελίοιο κελεύθους σφενδόνῃ εἰκυῖα, ἵνα τοὺς πόδας τῆς σφενδόνης, τὴν ἕω καὶ τὴν δύσιν, ἐκλάβωμεν, τὰ δὲ μέσα καὶ πλάγια τῆς σφενδόνης τὰ νότια καὶ τὰ βόρεια μέρη· ταῦτα γὰρ, τὰ μέρη πλατύτερα τῆς σφενδόνης (ὡς ἑκατέρωθεν ἐκ τῶν ἀνατολῶν καὶ δυσμῶν εἰς ὀξὺ κωνοειδῶς λήγοντα ). Ἡ ἐπιπολάζουσα γραφὴ καὶ ἐν πᾶσιν ὡς εἰπεῖν εὑρισκομένη τοῖς ἀντιγράφοις ἡ εὐρυτέρα ἐστὶν, ἥτις ἐναντία παντελῶς τῷ σφενδόνῃ ἐοικυῖα. Τὸ. δὲ βεβαυῖα ἀντὶ τοῦ βαίνουσα καὶ προερχομένη.
Σφενδόνῃ ἔοικε τὸ σχῆμα ἡ οἰκουμένη γῆ. Διὸ καὶ εἰς δύο κώνους τέμνεται, ὧν εἷς μὲν ὁ ἀποτελῶν τὴν Ἀσίαν, εἷς δὲ ὁ τῆς Λιβύης ἀπαρτιζόμενος, ἅτε τῶν δύο κώνων ὁμοῦ κατὰ βάσεις ὄντων. Τὸ μὲν κατὰ τὰς κορυφὰς ὀξὺ πρὸς ἕω κεῖται καὶ δυσμὰς, τὸ δὲ κατὰ τὰς βάσεις εὐρὺ πρὸς νότον καὶ βορρᾶν.
Ἄρχεται δὲ καταλλήλως ἀπὸ Λιβύης τῶν ὅρων· οὐ γὰρ διὰ μέγεθος· ἔστι γὰρ ἡ Ἀσία πρώτη, μεθʼ ἣν αἱ δύο· τὸ γὰρ αὐτό, φησι, σχῆμα, λέγων οὕτως (v. 270)· « εἰ δέ κεν Εὐρώπης ἐθέλοις τύπον, οὔτι σε κεύσω· ωὐτὸς γὰρ Λιβύης ῥυσμός. Καὶ πάλιν (v. 274)· « ἄμφω δʼ ἶσον ἔχουσιν ἐπʼ Ἀσίδα νείατον ἴχνος. ” Ἴσως οὖν ἀπονέμει τιμὴν τῷ Νείλῳ· δύο γὰρ ποταμῶν ἀντικειμένων ἐν παραθέσει τῶν ὅρων, τοῦ τε Νείλου καὶ τοῦ Τανάϊδος, εὔλογον ἦν τιμῆσαι τὸν μείζονα τῷ διαστήματι καὶ τῶν ἄλλων. Ἐφύλαξε δὲ τὴν Ἀσίαν τῷ τέλει, καθὸ τὰς δύο διαιρουμένας ὑπὸ τῆς καθʼ ἡμᾶς θαλάσσης ἐναποκλείουσα πέρας ἐστὶν ὥσπερ ἀμφοτέρων. Ὠνομάσθαι δέ φασι τὴν Λιβύην ἀπὸ Λιβύης, τῆς Ἐπάφου θυγατρὸς, μητρὸς δὲ Βήλου. Χωρίζει οὖν αὐτὴν ἐκ τῆς Εὐρώπης, ἀρχομένης μὲν ἐξ αὐτῶν τῶν Γαδείρων, ληγούσης δὲ παρὰ τὸ Ἡρακλεωτικὸν στόμα τοῦ Νείλου, παῤ ᾧ καὶ τὸ Κανωβικὸν περίπυστον τέμενος Ἀμυκλαίοιο Κανώβου. Τὰ δὲ περὶ τοῦ κυβερνήτου τοῦ Μενελάου, πῶς ἀπώλετο καὶ ὅπου τελευτήσας ἠξιώθη τάφου λαμπροῦ, σαφῶς ὁ Νίκανδρος ἐδήλωσε ἐν τοῖς Θηριακοῖς (v. 309), τῆς αἱμορροΐδος λέγων τὴν φύσιν. Ἰστέον δὲ ὅτι τὰ Γάδειρα πρότερον ἐκαλεῖτο Κοτινοῦσσα, Γάδειρα δὲ μετωνομάσθη διὰ τὸ δειρὴ ὥσπερ εἶναι τῆς γης. Ἔδειξε δὲ τοῦτο διὰ τῶν ἑξῆς, εἰπών (455)· “ καὶ τὴν μὲν ναετῆρες ἐπὶ προτέρων ἀνθρώπων κλῃζομένην Κοτινοῦσσαν ἐφημίξαντο Γάδειρα. ” Δείξας δὲ τοὺς ὅρους τῆς Λιβύης ἄνεισιν ἐπὶ τὰς ἄλλας, ἀποδιαιρῶν τὴν Ἀσίαν τῆς Εὐρώπης. Ὅριον δὲ τῆς ἀμφοῖν ἀποστάσεως εἶναι λέγει Τάναϊν τὸν Σκύθην ποταμὸν, ἔχοντα μὲν ἐν τῷ Καυκάσῳ τὰς πηγὰς, ἀρδεύοντα δὲ Σαρματίαν, εἰσβάλλοντα δʼ εἰς Μαιῶτιν λίμνην, οὕτως καλουμένην ἐν τῇ Σκυθία. Ὅτι δὲ κάτεισιν ἐκ τοῦ Καυκάσου, διὰ τῶν ἑξῆς εἴρηται (v. 663)· « τοῦ δʼ ἤτοι πηγαὶ μὲν ἐν οὔρεσι Καυκασίοισι, ” ἅ ἐστι τὰ Ῥιπαῖα. Τινὲς γὰρ ἐν αὐτοῖς εἶναι λέγουσι τὰς πηγὰς, εἰρῆσθαι δὲ ὡς τὸ “ Ἰδαίων ὀρέων ”· μέρος γὰρ εἶναι τοῦ Καυκάσου τὰ Ῥιπαῖα, ὡς καὶ τῆς Ἴδης τὸ Γάργαρον καὶ τὸ Λεκτόν. Ὁ μέντοι Πτολεμαῖος ἐξ ὑπερβορέων μερῶν ἀνωνύμων ἐπὶ Σκυθίαν αὐτὸν ἔρχεσθαι καὶ Σαυρομάτας· Αἰσχύλος δὲ ἐν Προμηθεῖ λυομένῳ καὶ Σοφοκλῆς ἐν Σκύθαις ὁπὸ τούτου διορίζεσθαί φησι τὰς ἠπείρους.
Ἡ μὲν Λιβύη, φησὶν, ἄπωθεν ἔχει τῆς Εὐρώπης τὸν ὅρον, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου, ἀλλὰ κατὰ μὲν τὰ Γάδειρα διορίζεται ἀπὸ τῆς Εὐρώπης, κατὰ δὲ τὸ στόμα τοῦ Νείλου ἀπὸ τῆς Ἀσίας· ἄπωθεν δέ φησι τῆς Εὐρώπης διὰ τὸ ὁρίζειν τὰ διὰ μέσου πελάγη, ἅπερ ἐν τοῖς ἐφεξῆς γνωσόμεθα. Ἄπωθεν τῆς Εὐρώπης, κατὰ μηδέν μέρος συνάπτουσα τῇ Εὐρώπῃ· λοξὸν δὲ, ὅτι τραπέζιόν ἐστι τὸ σχῆμα τῆς Λιβύης, ἢ διὰ τὸν Νεῖλον· χωρίζει γὰρ τὴν Λιβύην ἀπὸ τῆς Εὐρώπης, ἀρχομένην μὲν (ἐξ αὐτῶν τῶν Γαδείρων, λήγουσαν δὲ παρὰ τὸ Ἡρακλεωτικὸν στόμα. Λτβόη δὲ ἕκλήθη διὰ τὸ κατάξηρον, οἱονεὶ λιφύη τις οὖσα καὶ λιβύη· εἴρηται δὲ Εὐρώπη διὰ τὸ εὖρος, ἤγουν τὸ πλάτος· Ἀσία δὲ διὰ τὴν ὑγρασίαν· ἄσις γὰρ λέγεται ἡ ὑγρασία. Τὴν δὲ Λιβύην προέταξεν, ὅτι Λίβυς ἦν, ἢ διὰ τὸν Νεῖλον.
Λοξὸν ἐπὶ γραμῇσι] Λοξὸν ἐν ταῖς γραμμαῖς, ἀντὶ τοῦ τὴν πλευρὰν τὴν μεταξὺ τῶν δύο ἄκρων ἀπολαμβανομένην λοξὴν ἔχουσα, τουτέστι τὰ ἀπὸ Γαδείρων μέχρι τοῦ Νείλου. Λοξὸν δὲ διὰ τὸ κατὰ πολλὰ μέρη οἷον κολποῦσθαι καὶ κυρτοειδῆ φαίνεσθαι καὶ περιάγνυσθαι τῷ σχήματι.
Καὶ στόμα Νείλου] Ὅτι ὅτε ἐπανῆκε φέρων τὰ χρύσεια μῆλα ὁ Ἡρακλῆς, πεζὸς διέβη τὴν Λιβύην, ὅπως αὐτήν τε πᾶσαν καὶ τὴν Ἀσίαν θεάσαιτο· εἰς Ἄμμωνος δὲ ἥκων ἐκεῖσε μεγαλοπρεπῶς ἐθυσε τῷ δαίμονι, κἀκεῖθεν διέβη εἰς Αἴγυπτον, ἀφ᾿ οὗ τὸ στόμα Ἡράκλειον καλεῖται.
Ἔνθα βορειότατος] Μυχὸν ἐνταῦθά φησι τὸ ἔσχατον μέρος τῆς Αἰγύπτου. Γράφεται δὲ καὶ θερειότατος· ταὐτὸ δέ ἐστι. Τῷ γὰρ θέρει τὰ βόρεια μέρη παροδεύει ὁ ἥλιος, ὥστε καὶ διὰ τοῦ θερειοτάτου τὸ βορειότατον σημαίνεται. Μυχὸν δέ φησιν ἐνταῦθα τὴν ἐκβολὴν καὶ τὸ στόμα τοῦ Νείλου, οὐ τὰς πηγάς· καὶ οὐκ ἄτοπον· τὸ γὰρ αὐτὸ πρὸς διάφορον σχέσιν ἄλλοτε ἄλλο ἂν νοοῖτο, ὥστε καὶ τοῦτο πρὸς τὰ νότια εἶναι μυχόν .
Καὶ τέμενος περίπυστον] τὸ ἐξάκουστον χωρίον τοῦ Λακωνικοῦ Κανώβου. Ὁ δὲ Κάνωβος κυβερνήτης ἦν Μενελάου. Μετὰ γὰρ τὴν τῆς Τροίας ἅλωσιν τοῦ Μενελάου ἀποπλανηθέντος πρὸς τὰ τῆς Αἰγύπτου μέρη καὶ τοῦ αὐτοῦ κυβερνήτου ἀποπνιγέντος, τοῦ Φρόντιδος, διαδέχεται τὴν ναῦν Κάνωβος, ὅστις καὶ πολλὰ διατρίψας ἐν Αἰγύπτῳ ναυπηγῶν τὰ σκάφη ὑπὸ ὄφεως πληγεὶς τελευτᾷ. Ὃν θάψας ὁ Μενέλαος πόλιν εἰς ὄνομα αὐτοῦ ἱδρύσατο, ἐάσας τὸ ἀχρειότατον τοῦ στρατοῦ μέρος οἰκεῖν τὴν πόλιν καί τινας Αἰγυπτίους.
Ἀμυκλαίοιο] Ὅτι τὸ Ἄργος μὲν εἰς ἀνατολὴν ὁρᾷ τῆς Πελοποννήσου, πρὸς δύσιν δὲ ἡ Λακεδαίμων. Ἑκατόμπολις δὲ ἡ Λακωνικὴ τὸ παλαιὸν, καθὰ καὶ ἡ Κρήτη λέγεται· διὸ καὶ τὰ ἑκατόμβαια ἐκεῖ ἐθύετο ἐπὶ σωτηρίᾳ τῶν τοσούτων πόλεων· μία δὲ τῶν ἑκατὸν αἱ Ἀμύκλαι, ἣν ἔκτισεν υἱὸς Λακεδαίμονος ὁ Ἀμύκλας.
Δείξας τῆς Λιβύης τοὺς ὅρους ἔνεισιν ἐπὶ τὰς ἄλλας, ἀποδιαιρῶν τὴν Ἀσίαν τῆς Εὐρώπης. Καὶ τούτου αἴτιόν φησι τὸν Τάναῖν, ὃς παρὰ τοῖς ἐνοικοῦσι Σίλις λέγεται. Εἴρηται δὲ Τάναῖς διὰ τὸ τεταμένως ῥεῖν. Ἀρτεμίδωρος δέ φησι τὰ δύο στόματα τοῦ Τανάϊδος διέχειν ἑαυτῶν στάδια ἑπτά. Τὸ μὲν γὰρ αὐτοῦ εἰς Μαιώτιδα λίμνην ἐκρεῖ, τὸ δὲ εἰς Σκυθίαν.
Ὃς ῥά θ' ἑλισσόμενος] Ἀναφέρεται γὰρ εἰς Σκυθίαν πρὸς βορρᾶν, ὡς μέχρι τοῦ Ἑλλησπόντου τὰ βόρεια ἐρίζοντος αὐτοῦ. Μεσούριον δὲ εἴρηται, τέμνων πρὸς τὸν ἰσημερινὸν τὴν πᾶσαν γῆν, μέσον ὅριον.
Πρὸς βορέην, ἤτοι πρὸς τὰ βόρεια μέρη τῆς Εὐρώπης, ὧν ὁ ποταμός ἐστιν ὅριον πρὸς τὰ νότια. Διὸ καὶ μέσον ὅριον ὑποτίθεται τὸν Ἑλλήσποντον, νοτιώτερον δὲ κεῖσθαι τὸν Νεῖλον. Ἀντίκεινται γὰρ ἀλλήλοις οἱ ποταμοί. Ὁ μὲν γὰρ Τάναῖς ἐκ βορείου φερόμενος ἐπιβάλλει τῇ λίμνῃ, ὁ δὲ Νεϊλος ἀπὸ νότου φυλάττει τῇ χώρᾳ τὴν πίστιν τοῦ ῥεύματος. Τὸ δὲ τελευταῖον ὅριον τῆς Εὐρώπης καὶ τοῦ Πόντου ἐστὶ τῆς θαλάσσης τῆς διοριζούσης τὴν Εὐρώπην, τελευταῖον εἰς τὸν Νεῖλον.
Νότιον δὲ μεσούριον Ἑλλήσποντος] τὸ δὲ νοτιώτερον (μέρος) ὅριόν ἐστιν ὁ Ἑλλήσποντος. Ἄλλως. Τὸ μέσον ὅριον τοῦ Ἑλλησπόντου· ἔστι γὰρ νοτιώτερον. Τὸ δὲ νότιον μέρος ὁ Ἑλλήσποντός ἐστι.
Ἰσθμὸς ἀντέταται] Τοῦτον τὸν ἰσθμὸν οἱ μὲν τὸν Καύκασον, οἱ δὲ τὴν Θρήνην πεδιάδα φασίν· ἄμεινον δὲ τὴν ἑῴαν Ἰβηρίαν ἀκούειν, ἣ ἔστι μεταξὺ Κόλχων καὶ Ἀλβανίας διαιρουσα τὸν Εὔξεινον καὶ τὴν Ὑρκανίαν θάλασσαν. Τοῦτον τὸν ἰσθμόν φησι τὸν μεταξὺ δηλαδὴ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὀξείνου πελάγους διαιρεῖν τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης. λήγοντα εἰς Ἀραβίαν καὶ εἰς τὴν Αἴγυπτον.
Εὐξείνοιο] Ὁ οὖν Εὔξεινος Ἄξεινος ἐκαλεῖτο διὰ τὸ ὑπὸ λῃστῶν οἰκεῖσθαι καὶ μηδένα ἐκεῖ παραβάλλειν τῶν ξένων· Εὔξεινος δὲ νῦν ἐκλήθη κατὰ ἀντίφρασιν ἢ ὅτι, ὥς τινές φασιν, ὁ Ἡρακλῆς ἐκβαλὼν ἐκεῖθεν τοὺς λῃστὰς, φιλοξένους τινὰς κατῴκισεν.
Ἤτοι ὁ μὲν ἐν Λοκροῖο παῤ ἐσχατιήν] Ὅτι τὸ πρὸς ζέφυρον Ἀτλαντικὸν πέλαγος ὠκεανόν φησι καλεῖσθαι. Λοκροῖο τοῦ Ἰταλικοῦ φησιν. Εἰσὶ γὰρ ἐν τῇ Ἰταλίᾳ Ἐπιζεφύριοι Λοκροὶ, μεταξὺ ζεφύρου καὶ ποταμοῦ Λογικάνου. Ὤσπερ οὖν Θρηΐκιον τὸν βορρᾶν, οὕτως καὶ Λοκρὸν τὸν ζέφυρον κλητέον.
Αὐτὰρ ὕπερθε πρὸς βορέην] Ὅτι τὸν πρὸς βορρᾶν Κρόνιον κόλπον καλοῦσι· καὶ ἴσως ὅτι ὁ Κρόνος εἰς τὸ ψυχρὸν λαμβάνεται, ἢ διὰ τὴν ψύξιν· Κρόνῳ γὰρ τὸ ψυχρὸν ἀνατέθειται. Τινὲς δέ Κρόνιον διὰ τὸ ἐκεῖ ἐρρῖφθαι τὰ αἰδοῖα τοῦ Κρόνου. Ἄμεινον δὲ διὰ τὴν ἄγαν ψύξιν· ψυχρὸν γὰρ εἶναι τὸν Κρόνον οἱ ἀποτελεσματικοί φασι· δικαίως δὲ κατέψυκται ὁ ὑπερβόρειος ὠκεανὸς, μὴ παραμυθούμενος τῇ ἀγχιστείᾳ τοῦ ζωδιακοῦ κύκλου. Ἡ δὲ παῤ Ἀπολλωνίῳ τῷ ποιητῇ (4, 509) Κρονίη θάλασσα περὶ τὰ ἐσώτατά ἐστι τοῦ Ἰονίου κόλπου καὶ ἀπὸ Κρονίας νήσου οὕτω καλουμένη. Πολὺ γάρ ἐστι τὸ ἔξαλμα τῆς ἑτέρας σφαίρας. καὶ ἐν χειμῶνι μεταξὺ τῆς γῆς ὁ ὑπὲρ γῆν κύκλος, καὶ ὀλιγόωρος τότε ἐστὶν ἡ ἡμέρα. Καὶ ἐν θέρει δὲ συννεφής ἐστιν ὁ ἀὴρ καὶ πόρρω ἐστὶ τοῦ ζωδιακοῦ ὁ ἀρκτικὸς κύκλος, τοῦτ᾿ ἔστιν ὁ καθʼ ἡμᾶς λεγόμενοι, ὅστις μεταξύ ἐστι πασῶν τῶν δυτικῶν ὡς καὶ τῶν ἀνατολικῶν ἄρχεσθαι ἀπὸ δύσεως. Ἄλλοι δʼ αὖ καὶ νεκρὸν ἐφήμισαν. Ἀμφότερα διὰ τὸ ψυχρὸν τῶν τόπων. Πήγνυται γάρ. Καὶ λέγεται Κρόνιος μὲν πόντος, ὥς τινές φασι, διὰ τὸ Κρόνον εἰς τὴν ψύξιν ἀλληγορεῖσθαι· νεκρὸς δὲ διὰ τὴν ἀπόστασιν τοῦ ἡλίου καὶ τὸ προσκεχωρηκέναι πρὸς τὰ νότια μέρη· τῇ γὰρ ἀπουσίᾳ τοῦ θερμοῦ τὰ ζωογονούμενα παύεται· ἢ λέγεται διὰ τὸ ἀσθενῶς ἐκεῖ προσβάλλειν τὸν ἥλιον. Διὰ πολλοῦ γὰρ χρόνου ὑπὲρ τὴν θάλασσαν ἐκείνην γίνεται, τοῦτ᾿ ἔστι πλησιάζει. Βάλλει μὲν γὰρ καθʼ ἑκάστην ἀδιαλείπτως καὶ τὸν πλεῖστον χρόνον. Φαείνει, ὁ ἥλιος ἀπὸ κοινοῦ. Εἶπε γὰρ ἕνεκ᾿ ἀφαυροῦ ἠελίοιο, διὰ τὸ ψυχρὸν εἶναι τὸν αἰθέρα, καὶ νεκρὸν δὲ καλεῖσθαι, διότι οὐ ζωογονεῖ διὰ τὴν πολλὴν ψύξιν.
Ὅτι τὸ πρὸς ἕω μέρος ἠῷον καὶ Ἰνδικόν. Οἱ γὰρ Ἰνδοὶ ἀνατολικοί. Ἔνθα καὶ ὁ Ἰνδὸς ποταμός.
Ἄγχι δʼ Ἐρυθραῖόν τε καὶ Αἰθιόπιον. Ἴσως διὰ τὸ πυροῦσθαι μᾶλλον ὑπὸ τοῦ ἡλίου τὸ κλίμα. Ἀμέλει καὶ Αἰθίοπες κατοικοῦσιν (ὅτι) τὸ πρὸς νότον μέρος Ἐρυθραῖον. Καὶ διὰ τοῦτο ἔθνος Αἰθιοπικὸν, ὡς παρακεῖσθαι μακρὸν ἀγκῶνα τῆς ἀοικήτου. Λέγει δὲ τὴν διακεκαυμένην. — πρὸς νότον. Ὅτι ἀπὸ Γαδείρων ἀρχόμενος παύεται τῷ πρὸς τῇ Κιλικίᾳ κόλπῳ — αὐλήν· ἡ ἐπέκτασις καὶ τὸ ἅπλωμα τῆς διακεκαυμένης ζώνης· εὐθὺς γὰρ πρὸς τὰ νότια διαδέχεται. Γράφεται καὶ ἀγκών.
Συμπλήρωσις καὶ ἐπιφώνημα παρὰ τοῖς ῥήτορσι, παρὰ δὲ ποιηταῖς ἀπόθεσις, παρὰ δὲ φιλοσόφοις συμπέρασμα.
Ἐκ τούτου δῆλον, ὡς ἀμφίλοξόν ἐστι τὸ σχῆμα. Τὸ γὰρ ὧδε κἀκεῖσε διαφόρους αὐτὸν ἀφιέναι κόλπους οὐκ ἀλλότριον ἡγοῦμαι τοῦ κύκλου, καὶ τὸ πολλοὺς μὲν εἶναι τοὺς ἐλάττονας, ἐξαιρέτους δὲ καὶ ὑπερβάλλοντας τῷ μεγέθει τέσσαρας. Ὧν τὸν μὲν πρῶτον ἐκ δύσεως ὁρμῶντα προσάγεσθαι γῇ καὶ πέρατι τῷ Παμφυλίῳ· δεύτερον δὲ τὸν Ὑρκάνιον, ἐκ τοῦ Κρονίου κόλπου πληρούμενον. Ἐστι δὲ καὶ περὶ τούτου πάλιν ἀμφίβολος ἡ δόξα τὴν γὰρ Κασπίαν ὁ Πτολεμαῖος ἐναποκλείων ἠπείρῳ νήσου φύσιν ἐξ ἐναντίου τὴν φύσιν ὥριζε· καὶ ἴσως οἱ εἰσβάλλοντες ἐκεῖ ποταμοὶ θαλαττεύουσι διὰ τὴν ὕλην, ἀξενίᾳ τόπου μεταποιήσαντες ἀνάγκῃ τὸ πότιμον. Ἢ τάχα διὰ ταῶν ἀδήλων τόπων ὁ Κρόνιος ἑαυτὸν ἐκπέμπων ἀναδίδωσι πόρρω τὸν Ὑρκάνιον.
Συρόμενος Λιβύηθεν] Συρόμενος διὰ τῆς Λιβύης μέχρι τῆς Παμφυλίας· λέγει δὲ κατὰ τὸ εὐθύ παρακλίνεται γὰρ καὶ ποιεῖ τὸν Ἰόνιον κόλπον καὶ τὸ Αἰγαῖον πέλαγος μέχρι τοῦ Εὐξείνου Πόντου. Ἀπὸ τῶν Γαδείρων καὶ τῆς Ἐρυθίας νήσου ἕως τοῦ Ἰσσικοῦ κόλπου ἐστὶν ὁ Ἰβηρικὸς, ὅς ἐστιν εἷς τῶν τεσσάρων, μείζων τῶν τριῶν· ἀπὸ γὰρ αὐτοῦ καὶ τὰ ἑξῆς πελάγη γίνονται, ὡς εἶναι αὐτὸν τῆς πάσης θαλάσσης γένεσιν.
Δεύτερος αὖτ᾿ ὀλίγος μέν] Κατὰ σύγκρισιν τοῦ ἀπὸ Γαδείρων μικρότερος εἴρηται· μείζων δὲ ὡς πρὸς τὸν Περσικὸν καὶ Ἀράβιον κόλπον ἐστὶν ὁ Ὑρκάνιος, ἐκ τοῦ Κρονίου ὠκεανοῦ πληρούμενος. Ἴσως δι᾿ ἀδήλων τόπων ἡ Κασπία ἐπὶ τὰ βόρεια (τὸ βορειότατον H, τὸ βορειότερον Q) ὀφείλει τετάχθαι περὶ Σκυθίαν, ὡς καὶ Ἀπολλώνιος (3, 859) περὶ Μηδείας· “ Κασπίῃ ἐνὶ κόχλῳ μήσατο. ” Πτολεμαῖος δὲ δίκην νήσου περιέχεσθαι αὐτὴν τῇ γῇ φησι.
Ἀτὰρ προφερέστατος] Ἐπ᾿ ὀλίγον μὲν συρόμενος, ὕμως ἐστὶ κρείττων τῶν ἄλλων· λέγει δὲ κατὰ τὸ σφοδρὸν τοῦ ῥεύματος, ὡς καὶ ἐν τῷ περὶ αὐτοῦ λόγῳ φησί (v. 721)· “ τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιχος.”
Ἄλλος δʼ Ἀραβικός] ὁ Ἐρυθραῖος, ὃς πρὸς σύγκρισιν νοτιώτερος εἴρηται τοῦ Περσικοῦ καὶ τῆς Κασπίας ἐναντίων ἑαυτοῖς καὶ κατορθῶς κειμένων. Ἀμφοτέρων οὖν τούτων νοτιώτερος ὁ Ἀραβικὸς, ὃς καὶ Ἐρυθραῖος καλεῖται· πρὸς γὰρ τῇ διακεκαυμένῃ γῇ κεῖται ἐν τῷ νοτίῳ.
Ἐγγύθι κόλπος] ἤτοι πρὸς δύσιν, ἢ ἐπεὶ μεταξὺ φέρεται τοῦ Ἀραβικοῦ ὄρους, ὡς κατὰ διάτρησιν. Ἐνταῦθα δὲ τὸ ὕδωρ ἐπέρχεται διὰ παντὸς τοῦ χρόνου, ἀνακρουόμενον δὲ κατὰ παλίρροιαν αὖθις ὑποστρέφει, ὡς Ἡρόδοτός (2, 11) φησιν· ὅθεν νῦν Κλύσμα λέγεται.
Ἀντὶ τοῦ κατὰ νότια μέρη κείμενος ἐξ ἐναντίας τοῦ Εὐξείνου πόντου. Ὑψηλότερον γάρ ἐστι τὸ Περσικὸν πέλαγος τοῦ Ἐρυθραίου, ὥσπερ κατὰ διάμετρον κείμενον. Εἴπομεν γὰρ τὴν ἑσπερίαν θάλασσαν περιτρεπομένην πρὸς βορρᾶν μέχρι τοῦ Εὐξείνου πόντου διϊκνεῖσθαι, ὡς καὶ αὐτὸς λέγει. Ὁ Ἀράβιος οὖν νοτιώτερος ὢν ἐναντίον τοῦ Εὐξείνου κεῖται.
Περὶ τῆς ἀπὸ Γαδείρων ἕως Παμφυλίας θαλάσσης. Ἔχει γὰρ εὐθὺς ἐκ τῶν δυτικῶν μερῶν ῥέουσα ἔνθεν μὲν Λιβύην, ἐκεῖθεν δὲ Εὐρώπην· εἶτα ἡ Ἀσία διαδέχεται μέχρι τοῦ Ἰσσικοῦ κόλπου. Εἰσὶ γὰρ ὁμοῦ τὰ πελάγη, Ἀτλαντικὸν, Λιγυστικὸν, Τυρρηνικὸν, Λιβυκὸν, Μυρτῷον, Αἰγύπτιον, Παμφύλιον, Ἰκάριον, Αἰγαῖον, Ἑλλήσποντος, Μέλας κόλπος, Εὕξεινος ξεινος Πόντος, Κασπία, Ἐρυθρά.
Περίδρομος] ἡ θάλασσα δηλονότι, ἤτοι κύκλῳ περιέχουσα τὰς νήσους, ἢ οὕτω κατὰ κύκλον ἐκπεμπομένη ὥσπερ νῆσος.
Ἔνθα τε καὶ στῆλαι] Ἡρακλῆς περιελθὼν πᾶσαν τὴν γῆν στήλας αὐτῆς ἔθηκε. Ἔθηκε δέ περὶ τὸν Ἄτλαντα, ὅτε τὰς βοῦς τοῦ Γηρυόνου ἀπήλασε διαβὰς τὸν πορθμὸν, ὅς ἐστι πλάτει μὲν στενότατος ἀμφὶ τοὺς ξ´ σταδίους, διπλασίων δὲ τῷ μήκει, ῥοώδης δὲ ἄγαν, ὡς τοῦ ὠκεανοῦ τε καὶ τῆς καθʼ ἡμᾶς θαλάσσης εἰς στενὸν ἐλαυνομένων. Τοὺς δὲ ἑκατέρωθεν τοῦ πορθμοῦ λόφους Ἡρακλείους στήλας προσηγόρευσεν· ἔστι δὲ ἑκατέρου ὕψος οὐ μεῖον ὀργυιῶν ρ´· εὖρος δὲ τὸ περὶ θάλασσαν εἰς κδ´ στάδια. Ὄνομα δὲ τῇ μὲν Εὐρωπαίᾳ κατὰ μὲν βαρβάρους Κάλπη, κατὰ δὲ Ἕλληνας Ἀλύβη τῇ δὲ Λιβυκῇ κατὰ μὲν Ἕλληνας Κυνηγετικὴ, κατὰ δὲ βαρβάρους Ἄβιννα, ὡς Χάραξ ἱστορεῖ. Αὗται δὲ πρότερον Κρόνου ἐλέγοντο στῆλαι, διὰ τὸ μέχρι τῶν τῇδε ἐρίζεσθαι δῆθεν τὴν ἀρχὴν αὐτοῦ· δεύτερον δέ ἐλέχθησαν Βριάρεω, ὡς φησιν Εὐφορίων· τρίτον δὲ Ἡρακλέους. Μέγα δέ φησι θαῦμα αὐτὰς διὰ τὸ ὑψηλόν· ὄρη γάρ εἰσι μεγάλα καὶ ὑψηλά.
Μακρὸν ὑπὸ πρηῶνα] τοῦτ᾿ τοῦτʼ ἔστιν ὑπὸ τὴν μεγάλην ἐξοχὴν τῶν ἐπὶ πολὺ ἐκτεταμένων Ἀτλάντων. Μεγάλαι γάρ εἰσιν αἱ ἐξοχαὶ, ὅπου εἰσὶ καὶ τοῦ Ἡρακλέους αἱ στῆλαι. Πρηῶνα δέ φησι τὴν παράτασιν· πρηὼν γὰρ ἡ προβολὴ, οἱονεὶ προῖών που ἐν τῷ ἑσπερίῳ ὠκεανῷ. Ἄτλας ὄρος ἐστὶ μέγιστον περὶ τὰ ἔσχατα τῆς Λιβύης, ὅθεν καὶ Ἀτλαντικὸν πέλαγος λέγεται. Τοῦτο δὲ διὰ τὸ ὑπερβάλλον μέγεθος κίων ἐμυθολογήθη τοῦ οὐρανοῦ. Καὶ Ἡρόδοτος (4, 184) τοῦτό φησιν, ὅθεν καὶ ὁ Περιηγητὴς πληθυντικῶς Ἀτλάντων αὐτὸ ἐκάλεσε· καὶ Ὅμηρος (Od. α, 53)· “ Ἄτλας δ᾿ οὐρανὸν εὐρὺν ἔχει· ” “ Ἔχει δέ τε κίονας αὐτὸς μακράς. ” Ἢ Ἀτλάντων, τῶν Ἀτλαντικῶν πόρων, ἢ τῶν ἐνοικούντων· Ἑκάτερα γὰρ αὐτῶν περὶ τὸ Ἀτλαντικὸν ὄντα ὄρος τυγχάνει. Ἄτλαντες δὲ δύο εἰσί. Μείζων γὰρ οὗτος τῶν ἄλλων ἐκβολῶν τοῦ ὠκεανοῦ. Ἀπὸ δὲ τοῦ παρακειμένου ἔθνους τὸ ὄνομα.
Οἱ ἐν τῇ Ἀσίᾳ Γαλάται τῶν ἐν τῇ Εὐρώπῃ ἔποικοί εἰσιν, ὡς καὶ οἱ ἐν τῇ Ἀσίᾳ Ἴβηρες τῶν ἐν ταύτῃ ἔποικοί εἰσιν. Περὶ ὧν φησι καἰ Καλλίμαχος (fr. 443)· οὓς Βρέννος ἀφʼ ἑσπερίοιο θαλάσσης ἤγαγεν Ἑλλήνων ἐπ᾿ ἀνάστασιν.
Ἐπίστροφον ὅρμον ἔχουσα] προσορμιζούσης τῆς θαλάσσης ἑλικοειδῶς. Οὕτω γὰρ κεῖται κατὰ δίνησιν.
Μετὰ τὸν Ἰβηρικὸν καὶ Γαλατικὸν πόντον ἕξῆς ἐστιν ὁ Λιγυστικὸς, ὃς κέκληται ἀπὸ Λίγυος τοῦ Ἀλεβίωνος ἀδελφοῦ, ὃν ἱστοροῦσι τὸν Ἡρακλέα κεκωλυκέναι ἀπιόντα ἐπὶ τὰς Γηρυόνου βοῦς, τὸν δὲ εὔξασθαι τῷ Διὶ διὰ τὸ μὴ ἐπάγεσθαι ἀμυντήριον. Ὁ δὲ λίθους ὕσας κατέχωσεν αὐτούς. Ὅθεν τὸ Αίθινόν ἐστι πεδίον ἐκεῖσε οὕτω καλούμενον.
Αὐσονῆες ἀπὸ Αὔσονός τινος βασιλέως ἐκλήθησαν αἱ Ῥωμαῖοι, ὃς ἦν υἱὸς Ὀδυσσέως καὶ Κίρκης.
Πορθμίδος] τῆς θαλάσσης νοεῖ· ἡ γὰρ Λευκὴ πέτρα ἄνωθέν ἐστι τοῦ Σικελικοῦ πελάγους. Πορθμὸν γὰρ ποιεῖται ἡ Βρεττία καὶ ἡ Σικελία. Πορθμὸς δέ ἐστι θάλασσα στενὴ, ἑκατέρωθεν γῆν ἔχουσα· ἰσθμὸς δὲ γῆ στενὴ, ἑκατέρωθεν θαλαττευομένη. Πορθμίδα οὖν εἶπε τὴν μέσην θάλασσαν Ἰταλίας καὶ Σικελίας· οὕτω γοῦν καὶ Ῥήγιον κέκληται, ἐπεὶ ὕστερον διέστησαν, πρώην οὖσαι καθʼ ἕνωσιν.
Πρώτη ἐστὶν ἡ Κύρνος, δευτέρα δὲ ἡ Σαρδῶ. Ἀλλ᾿ ἐπεὶ ἄχρι τῆς Κύρνου δοκεῖ λέγειν, διὰ τοῦτο αὐτῆς πρώτης ἐμνήσθη. Λοιπὸν γὰρ θάλασσά ἐστιν ἑξῆς πολλὴ κειμένη. Τὸ δὲ ἁλμυρὸν ὕδωρ αὐτὸ τὸ Λιγυστικὸν πέλαγος. Τούτῳ γὰρ συναπτέον τὸ Λιγυστιὰς ἅλημ. Καὶ ἔστιν ὁ στίχος ὡς παραδρομὴ λόγου πρὸς τὸ Λιγυστικὸν πέλαγος. Ὡρίσθαι γὰρ ἄχρι Κύρνου, φησὶ, καὶ Σαρδονίας αὐτό.
Ἔνδοθεν] Πρὸ γὰρ τῆς Κύρνου κεῖται ἡ Σαρδώ.
Διαιρεῖ δὲ τὴν Σικελικὴν θάλασσαν, ἣν καλοῦσι νῦν Ἀδριατικὸν πέλαγος, ἀπὸ τῆς Τυρρηνίας ἀνέμῳ καὶ σχήματι. Λέγει γὰρ ἐπὶ νότον ἔρχεσθαι μᾶλλον τοῦ Τυρρηνικοῦ, κολπουμένην δὲ πρὸς ἑῷα τὴν ἄλλην ἅλα, ἥτις ἄρχεται μὲν ἐκ τόπου τοῦ περὶ Κέρκιναν τὴν νῆσον, διαθέει δὲ εἰς Πάχυνον ἄκρον, ὅπου καὶ λήγει, ὡς ἐπὶ Κρήτης. Πρὸς νότον δέ φησιν, ἐπειδὴ ἀπὸ βορέου εἰς νότον παρατέταται, οὐκ ἀπὸ δύσεως πρὸς ἀνατολήν· ὅθεν πρὸς ἀντιδιαστολὴν τούτου πάλιν φησίν· αὐτὰρ ἔπειτα πρὸς αὐγὰς ἠελίοιο.
Φαιστόν] Ἐν μέσῳ ἠπείρου κεῖται ἡ Φαιστός. Ἢ τὴν εἰς ἤπειρον ἐμπίπτουσαν καὶ πλατυνομένην. — Αὗται γὰρ ἐν μέσῳ τῆς Κρήτης καὶ Κυρήνης εἰσί.
Προπρηνής δὲ προνενευκυῖα, ἐπιβλέπουσα εἰς θάλασσαν. Ὅπερ φερόμενον εἰς στενότητα καλεῖται κριός. Παραυγάζουσα δὲ, παρεμφαίνουσα, παρομοιοῦσα. Αὐγαὶ γὰρ οἱ ὀφθαλμοί. Κριοῦ μέτωπον ἡ ἐξοχὴ αὐτῆς διὰ τὸ ὥσπερ ἐπὶ κεφαλῆς κεῖσθαι.
Ναὶ μὴν καὶ τετάνυσται] Μετάβασις ἐπὶ τὰ ὑπερβόρεια. Ἡ γὰρ Ἰαπυγία ἐστὶν ἀπὸ τοῦ Ἀδριατικοῦ, Ἰάπυγες δὲ μέρος Καλαβρίας, ἀπὸ Ἰάπυγος Κρητὸς ἀποικισθέντες αὐτόθι, ἵνα καὶ παρὰ τὴν Λευκόπετραν τὸ Σικελικὸν διήκει πρὸς τὰς τοῦ Ἀδρίου ἐρχάς.
Κεῖθεν δʼ εὐρυνθεῖσα] Τὸν Ἰόνιον κόλπον ἐκφράζει ἐνταῦθα. Τὸ δὲ εὐρυνθεῖσα οὐ πρὸς τὰ προειρημένα ἐστί (πολλὰ γὰρ ἄλλα πλατύτερα εἶπεν), ἀλλὰ πρὸς τὸν μυχὸν καὶ τὴν ἐπιφερομένην στενότητα.
Ἥντε καὶ Ἰονίην] οἱ μὲν ἀπὸ Ἰοῦς, οἱ δὲ ἀπὸ Ἰονῆος, ὃς τὸν τόπον οἰκῶν ἐκράτησε τῆς θαλάσσης. Οἱ δὲ Ἰόνιον ἀπὸ Ἰάονός φασιν, ἀφ᾿ οὗ τὸ πέλαγος εἰρῆσθαι. Ἀρχέμαχος δὲ ἀπὸ τῶν ἀπολομένων ἐν αὐτῷ Ἰώνων, οἵ εἰσιν Ἀθηναῖοι. Ὁ γὰρ αὐτὸς καὶ Ἰόνιος καὶ Ἀδρίας. Τοῦ δὲ Ἴωνος υἱὸς Ἀδρίας, ἀφ᾿ οὗ τὸ πέλαγος.
Ἐνυαλίων δὲ, τουτέστι πολεμικῶν. Πολεμικοὶ γάρ εἰσιν οἱ Δαλμάτιοι. Ἐκ τούτου δὲ διελέμικοὶ Ἀπολλώνιος (4, 284) ὡς ψευσάμενοι. Οὐδὲ γὰρ ἔστι θάλασσα ἐκ τοῦ Ἴστρου συνάπτουσα τῇ Δαλματίᾳ καὶ τῷ Ἀδρίᾳ.
Ἰσθμός, στενὴ γῆ. Στενὴ γὰρ ἡ Ἰταλία ὡς πρὸς μῆκος. Ἰσθμὸν δὲ αὐτὴν εἶπεν, ὅτι μεταξύ ἐστιν Ἀδρίου καὶ τοῦ Λιγυστικοῦ. Πολυτενὴς δὲ, ἐπὶ πολὺ διατεταμένη. Οὐχ ὅτι ἡ Ἰταλία στενὴ, πλατεῖα γάρ ἐστιν, ἀλλʼ ὅτι τὸ οἰκούμενον ὅριον αὐτῆς στενόν· τό γὰρ ἄλλο πᾶν ὅριόν ἐστιν.
Ὁ Ἀδρίας παράκειται ἄχρι τῆς τῶν Ἰαπύγων, οἵ εἰσιν ἐν Ἰταλίᾳ. Μέμνηται δὲ αὐτῶν καὶ Καλλίμαχος οὕτως· Ἰηπύγων ἔγχος ἀπωσάμενοι.
Εὐρυτέρην ἐνέπουσι] τὴν μείζονα, ἐπεὶ ὡς πρὸς νότον νένευκεν, ἐκτεινομένη μᾶλλον τῆς ἑτέρας.
Ἔνδον ἐοῦσα] ἀντὶ τοῦ δυτικωτέρα τυγχάνουσα. Ἔνδον γάρ φησιν ὡς πρὸς τὴν δύσιν.
Δέχεται πλημμυρίδα] ἤτοι ἀπὸ τοῦ Σαρδονικοῦ καὶ Λιγυστικοῦ πελάγους δεχομένη, ὅπερ ἐστὶ πόρρω πάνυ, ἢ καὶ ἀπὸ τοῦ Σικελικοῦ.
Ἐκ ὁ᾿ ὀρέων Σικελῶν Κρήτης ἀναφαίνεται] Οἷον τοῖς πλέουσιν ἐκ Σικελίας, τῷ μηκέτι φαίνεσθαι τὰ ὄρη αὐτῆς, λοιπὸν διαδέχεται τὸ Κρητικὸν πέλαγος. Κρήτης ἀναπέπταται οἶδμα τουτέστι τῆς Σαλμωνίδος ἄκρας, ἥ ἐστι Κρήτης ἀνατολικωτέρα.
Ἰσμαρικοῦ, ἤγουν Θρᾳκικοῦ. Ἴσμαρος γὰρ πόλις Θράκης, “ ὁ δ᾿ Ἴσμαρον ἀμφιβεβήκει (Od. ι, 98), ” ἐν ᾧ μάλιστα ὁ βορρᾶς καταρρήγνυται. Ἄλλως. Περὶ Κικονίαν ἐστὶν ὁ Ἴσμαρος, ὡς ὁ Ποιητὴς (Od. ι, 39) δηλοῖ· « Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν, Ἰσμάρῳ. Δύο δέ πελάγη τὰ ἐκ τοῦ Ἀδρίου συναπτόμενά φασιν ὑποκεῖσθαι τῇ προειρημένῃ θαλάσσῃ, ὧν τὸ μὲν Αἰγύπτιον ἄχρι τοῦ Κασίου περατοῦσθαι· τοῦτο δὲ ἄκρον ἐστὶ ψαμμῶδες, ἐπὶ τὰ βόρεια τοῦ Πηλουσίου κείμενον· τὸ δὲ Συριακὸν ἐπὶ τὸν Ἰσσικὸν ἀποκρέμασθαι κόλπον, ὃν ἄνω τῆς Σιδονίας ἐπὶ τὰ βόρεια κεῖσθαι θαλάσσης.
Τιταινομένην Κασίοιο] τὸ γὰρ Κάσιον τῆς Συρίας, ἐπεκτεινόμενον ἄχρι τοῦ Πηλουσίου. Ἢ καὶ ἄλλως· τὸ Κάσιόν ἐστι δεξιᾷ χειρὶ τοῦ Νείλου τῆς εἰς θάλασσαν ἐκροίας, ἐγγὺς τοῦ Πηλουσίου. Τὸ δὲ Πηλούσιον πρὸς τῇ Σερβωνίδι λίμνῃ. 117. Σιδονίην δʼ ἑταερην Σιδονία ἐκεῖθεν καλεῖται, ὅπου ὁ Ἰσσικὸς κόλπος λήγει εἰς τὰ πέρατα τῆς γῆς ἐπὶ τὸν βορέαν. Ἔχει δὲ μεθʼ ἑαυτὸν ἕτερον πέ λαγος ἐπισυνημμένον· διὰ τοῦτο ἄπειρον αὐτόν φησι. Καὶ οὕτω τὰ τῆς ἐπιγραφῆς.
Ἰσσοῦ] τῆς νῦν Νικοπόλεως ὀνομαζομένης διὰ τὸ ἐκεῖ Ἀλέξανδρον τὸν Μακεδόνα Δαρεῖον νικῆσαι.
Ἰσόδρομος δὲ οὐ διʼ ὅλου ἐπὶ τὸν βορρᾶν χωρῶν, οὐκ ἐπὶ πολὺ (τῆς ἀνακλίσεως) ἐπ᾿ εὐθείας φερόμενος, ἀλλʼ ἐπισυρόμενος εὐρὺς κατὰ τὰ δυτικὰ, καὶ αὐτὴν τὴν Φαρίαν θάλασσαν παρατεινόμενος εἰς τὴν τελευταίαν ἐξοχὴν τοῦ Κασίου, ὃ ἔστι Πηλούσιον.
Ὕσπληγγι δνοφερῇ] τῇ καμπῇ καὶ τῇ ἀφετηρίᾳ τῇ μελαίνῃ καὶ τῇ ὁρμῇ. Ὕσπληγξ δὲ κυρίως τὸ μηχάνημα τὸ ἀποκροῦον τὸν κανόνα τοῦ δρομέως. Σημαίνει δὲ καὶ ἀρχὴν καὶ ἀφετηρίαν. Ἔστι δὲ οἷον γραμμῇ τινι καὶ διαιρέσει. Δνοφερῇ δὲ διὰ τὴν χροιὰν τῆς ἐκεῖ θαλάσσης ἢ χώρας. Καὶ μετὰ τὸ κάμψαι πάλιν ὥσπερ ἔφεσίς ἐστι τοῖς δρομεῦσι (δρόμος)· ὅταν γὰρ ἐπιβάλλῃ τῇ Κιλικίᾳ, πάλιν ἐπὶ δύσιν ἀναχωρεῖ. Διὸ καὶ δράκοντι τὴν ἕρπυσιν αὐτὸν εἰκάζει, ἐπεὶ μὴ κατʼ εὐθὺ φέρεται, διεστραμμένως δὲ περὶ αὐτὸν εἰλεῖται περὶ δὲ αὐτὴν νῦν χρὴ νοῆσαι, ἐπειδὴ ὁ Ἰσσικὸς κόλπος πρὸς βορέαν ἀνατεινόμενος κατὰ τοῦτο τὸ μέρος ἐπικάμπτεται. Δνοφερῇ δὲ τῇ μελαγγείῳ τὸ δὲ Κιλίκων ἀποπαύεται, ὡς τέλος εἶναι τῆς φορᾶς ἄχρι Κιλικίας, τῇ δʼ ὅλῃ παραφορᾷ ἄχρι Παμφυλίας, ἀπὸ Παμφυλίας δὲ ἄχρι Χελιδονίων ἐπὶ δύσιν πάλιν. Ὅταν γὰρ, φησὶ, πρὸς τῇ γῇ τῶν Κιλίκων γένηται, τότε παύεται πρὸς βορρᾶν ἀνατεινόμενος, καὶ λοιπὸν ἐπικάμπτεται πρὸς δύσιν, διὰ τὸ ἐξ ἑκατέρας ἐπιφέρεσθαι συμπεριαγνυμένῳ τῷ κόλπῳ τὰ κύματα, καὶ διὰ τοῦτο δυσπόρευτον ποιεῖσθαι τὴν ἐπίβασιν κατὰ τὸ περιφερὲς τοῦ κόλπου. Ἥττονα γὰρ τῷ τάχει τῶν ἐπʼ εὐθείας φερομένων.
Τῆμος ἐπὶ ζέφυρον] Τῆμος δύναται καὶ τοπικὸν καὶ χρονικὸν, νῦν δὲ ἀντὶ τοῦ τοπικοῦ. Ἐκεῖθεν δὲ ὥσπερ ἐπὶ δύσιν τὴν στροφὴν ποιησάμενος ἐκπτύει τὴν θάλασσαν καὶ ἐπιμίγνυται.
Νήχυτος] πολύχυτος καὶ βαρυκύμων. Ἐπίκεινται δὲ τῷ ἠπειρωτικῷ μέρει τοῦ Ἰσσικοῦ Παμφύλιοι, ὅπου εἰσὶν αἱ Χελιδόνιαι νῆσοι. Τοῦτό φησιν, ἐπεὶ καὶ ἑτέρωθεν παράκεινται τῷ Ἰσσικῷ. Βουλόμενος δὲ δεῖξαι τὴν θέσιν τῆς Παμφυλίας τεκμηρίῳ χρῆται τῷ τῶν Χελιδονίων νήσων.
Ὅσσον ἐπιπροβέβηκεν] ἓως Χελιδονίων Παμφυλίας. Τρεῖς δέ εἰσιν αὗται, Μελανίππη, Γάγαι καὶ Κορύδαλαι.
Σῆμα δ᾿ ἔχειζεφύρου] Ὁ δὲ κόλπος ἔχει τελευταῖον σημεῖον πρὸς ζέφυρον τὴν ἄκραν τῶν Πατάρων. Ἔστι δὲ ἀκρωτήριον, ὃ Λυκίαν καὶ Καρίαν διορίζει. Ἄλλως. Σῆμα δʼ ἔχει ἔσω Πατάρων Λυκίας, καὶ κατὰ τὸ τέλος τοῦ Σιδονίου πελάγους καὶ τοῦ περὶ Πάταρα φερομένου πελάγους ἐπ᾿ ἄρκτον ὁρᾷ τὸ Αἰγαῖον πέλαγος.
Φράζεο δʼ ἐκ κείνου] Ἐκεῖθεν δέ, φησιν, ὦ ἀκροατὰ (πρὸς γὰρ αὐτὸν ὁ λόγος), ἐπισκόπει τὴν ἄρκτον, εἰς οἷον καὶ τὸν Αἰγαῖον εἰδέναι, βαθὺν ὄντα καὶ ἀλαζόνα τῶν κυμάτων. Σημεῖον δὲ τοῦ κλύδωνος αἱ προσκείμεναι νῆσοι, διεστῶσαι μὲν ἀλλήλων, διὸ καὶ Σποράδες εἴρηνται, περιηχοῦσαι δὲ καὶ ἀντικτυποῦσαι τῷ ἐπιθέοντι ῥοθίῳ. Τὸ δὲ συμπλήρωμα ἔχει ὁ Αἰγαῖος ἄχρι Τενέδου, ἔξω καὶ πόρρω ἐξ ἑτέρου μέρους αὐτῷ παρακειμένης τῆς Ἴμβρου. Περιφερόμενος δὲ μᾶλλον ἐπὶ τὰ βόρεια προσομιλεῖ τῇ Προποντίδι καὶ ἀναπαύεται. Ἴμβρος γὰρ ἐπὶ τὰ μέρη τῆς Θρᾴκης ἡ δὲ πρὸς τῇ Ἀσίᾳ Τένεδος ἐκ τῆς ἀρχῆς ὁρίζει τὸν Ἑλλήσποντον. Ἐξ ἐκείνου οὖν τοῦ Ἰσσικοῦ κόλπου τῆς Παμφυλίας ἐπὶ τὰ ἀρκτῶα μέρη ἐστὶν ὁ Αἰγαῖος πόντος.
Σποράδες νῆσοι· Δονοῦσα, τῆς Ναξίας ἐγγύς· Λέβινθος· Κορσία, τῆς Ἰκαρίας ἐγγύς· Θηρασία· ἡ Κῶς· Φολέγανδρος, Παρίας ἐγγύς· Ἀνάφη· Σίκινος Γύαρος, ἔμπροσθεν Ἄνδρου· Ἀστυπάλαια· Πάτμος· Λέρος· Νικασία· Μῆλος· Κίμωλος· Πάρος. Σποράδες δὲ λέγονται, ἐπεὶ πλησίον ἑαυτῶν οὖσαι κατʼ ὀλίγον χωρίζονται καὶ ὥσπερ σπέρματά εἰσι καταβληθέντα.
Οὖρον δ᾿ ἐς Τένεδον] ἀρκτικὸν δηλονότι, ἐπεὶ ἔχει κόλπον μακρὸν πρὸς ζέφυρον. Ἔχει δὲ τοῦτον ἔτι κατὰ τὸ ἔμπροσθεν ἑκατέρας πλευρᾶς τοῦ Βοσπόρου· ἀλλὰ τὴν μὲν Τένεδον εἰσιόντι πρὸς δεξιὰ, τὴν δὲ Ἴμβρον πρὸς ἀριστερά.
Ἴμβρον ἔχων] Ἀπὸ τῶν Θρᾳκικῶν μερῶν ἡ Ἴμβρος· ἡ δὲ Τένεδος πρὸς τῇ Ἀσίᾳ κεῖται. Ἀπὸ δὲ Τενέδου ὁ Ἑλλήσποντος ἄρχεται. Τὸ δὲ τέλος τοῦ Αἰγαίου ἀρχὴ τοῦ Ἑλλησπόντου. Ἡ δὲ ἀρχὴ τοῦ Ἑλλησπόντου πλατυτέρα ἐστὶν, οἷα δὴ καὶ τέλος τοῦ Αἰγαίου οὖσα, ὡς καὶ Ὅμηρος (Il. ρ, 432)· « ἐς πλατὺν Ἑλλήσποντον. » Ἔστι δὲ τὸ τοῦ Ἑλλήσποντου στενὸν τὸ ἐπὶ Κωνσταντινουπόλεως· ἢ Ἑλλήσποντος λέγεται, ἔνθα Σηστὸς καὶ Ἄβυδος.
Τῆς δ᾿ ὕπερ ἄσπετα φῦλα] Τὸ νόημα οὕτως ἔχει· ὑπὲρ ἧς Προποντίδος πρὸς τὰ νότια μέρη πολλὰ ἔστιν ἔθνη τῆς Ἀσίας· ἵνα εἴπῃ τὰ καὶ περὶ Ἰωνίαν καὶ Λυδίαν καὶ Λυκίαν, καὶ πάντα τὰ πρὸς νότον ἀφορῶντα τῆς Ἀσίας παράλια ἐπὶ τοῦ Αἰγαίου καὶ τοῦ…
Πάρο…
The complete text is available when the reading interface loads.