The Greek Library Author

Scholia In Euripidem

Scholia in Euripidem (scholia vetera)

Scientific editors
Eduard Schwartz
Edition reference
Scholia in Euripidem · Berlin · G. Reimer · 1887
CTS identifier
urn:cts:greekLit:tlg5023.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΓΕΝΟΣ ΕΥΡΙΠΙΔΟΥ

Part 1

Εὐριπίδης ὁ ποιητὴς υἱὸς ἐγένετο Μνησαρχίδου καπήλου καὶ Κλειτοῦς λαχανοπώλιδος, Ἀθηναῖος. ἐγεννήθη δὲ ἐν Σαλαμῖνι ἐπὶ Καλλίου ἄρχοντος κατὰ τὴν ̄ο ̄ε ὀλυμπιάδα ὅτε ἐναυμάχησαν τοῖς Πέρσαις οἱ Ἕλληνες.

Part 1

Ἤσκησε δὲ κατ’ ἀρχὰς μὲν παγκράτιον, ἢ πυγμὴν, τοῦ πατρὸς αὐτοῦ χρησμὸν λαβόντος ὅτι στεφανηφόρους ἀγῶνας νικήσει, καί φασιν αὐτὸν Ἀθήνησι νικῆσαι· ἀναγνοὺς δὲ ἐπὶ τραγῳδίαν ἐτράπη καὶ πολλὰ προσεξεῦρε, προλόγους φυσιολογίας ῥητορείας ἀναγνωρισμοὺς, ὡς δὴ ἀκουστὴς γενόμενος Ἀναξαγόρου καὶ Προδίκου καὶ Πρωταγόρου. δοκεῖ ⟨δὲ⟩ αὐτῷ καὶ Σωκράτης ὁ φιλόσοφος [καὶ Μνησίλοχος] συμπεποιηκέναι τινά, ὥς φησι Τηλεκλείδης [frg. 39. 40]· Μνησίλοχος δὲ ἐκεῖνος φρύγει τι δρᾶμα καινὸν Εὐριπίδου καὶ Σωκράτης τὰ φρύγαν’ ὑποτίθησιν. οἱ δὲ τὰ μέλη αὐτῷ φασι Κηφισοφῶντα ποιεῖν, ἢ Τιμοκράτην Ἀργεῖον. φασὶ δὲ αὐτὸν καὶ ζωγράφον γενέσθαι καὶ δείκνυσθαι αὐτοῦ πινάκια ἐν Μεγάροις· γενέσθαι δὲ αὐτὸν καὶ πυρφόρον τοῦ Ζωστηρίου Ἀπόλλωνος. γεννηθῆναι δὲ τῇ αὐτῇ ἡμέρᾳ ⟨ᾗ⟩ καὶ Ἑλλάνικον, ἐν ᾗ ἐνίκων τὴν περὶ Σαλαμῖνα ναυμαχίαν οἱ Ἕλληνες, ἄρξασθαι δὲ ἀγωνίζεσθαι γενόμενον ἐτῶν κ͞Ϛ. μετέστη δὲ ἐν Μαγνησίᾳ καὶ προξενίᾳ ἐτιμήθη καὶ ἀτελείᾳ. ἐκεῖθεν δὲ εἰς Μακεδονίαν παρὰ Ἀρχέλαον γενόμενος διέτριψε καὶ χαριζόμενος αὐτῷ δρᾶμα ὁμωνύμως ἔγραψε καὶ μάλα ἔπραττε παρ’ αὐτῷ, ὅτε καὶ ἐπὶ τῶν διοικήσεων ἐγένετο. ἐλέγετο δὲ καὶ βαθὺν πώγωνα θρέψαι καὶ ἐπὶ τῆς ὄψεως φακοὺς ἐσχηκέναι. γυναῖκα δὲ γῆμαι πρώτην Μελιτώ, δευτέραν δὲ Χοιρίλην. καὶ υἱοὺς κατέλιπε τρεῖς, Μνησαρχίδην μὲν πρεσβύτατον ἔμπορον, δεύτερον δὲ Μνησίλοχον ὑποκριτήν, νεώτατον δὲ Εὐριπίδην, ὃς ἐδίδαξε τοῦ πατρὸς ἔνια δράματα. ἤρξατο δὲ διδάσκειν ἐπὶ Καλλίου ἄρχοντος ὀλυμπιάδος ̄πᾱ ἔτει ᾱ, πρῶτον δὲ ἐδίδαξε τὰς Πελιάδας, ὅτε καὶ τρίτος ἐγένετο. τὰ πάντα δ’ ἦν αὐτοῦ δράματα ̄Ϛ ̄β, σῴζεται δὲ ο͞η. τούτων νοθεύεται τρία, Τέννης Ῥαδάμανθυς Πειρίθους. ἐτελεύτησε δὲ, ὥς φησι Φιλόχορος, ὑπὲρ τὰ ̄ο ἔτη γεγονώς, ὡς δὲ Ἐρατοσθένης, ̄ο ̄ε· καὶ ἐτάφη ἐν Μακεδονίᾳ· κενοτάφιον δὲ αὐτοῦ [ἐν] Ἀθήνησιν ἐγένετο καὶ ἐπίγραμμα ἐπεγέγραπτο Θουκυδίδου τοῦ ἱστοριογράφου ποιήσαντος, ἢ Τιμοθέου τοῦ μελοποιοῦ· μνῆμα μὲν Ἑλλὰς ἅπασ’ Εὐριπίδου, ὀστέα δ’ ἴσχει γῆ Μακεδών, ᾗπερ δέξατο τέρμα βίου. πατρὶς δ’ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δὲ Μούσας τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει. φασὶ δὲ [καὶ] κεραυνωθῆναι ἀμφότερα μνημεῖα. λέγουσι δὲ καὶ Σοφοκλέα ἀκούσαντα ὅτι ἐτελεύτησεν, αὐτὸν μὲν ἱματίῳ φαιῷ προελθεῖν, τὸν δὲ χορὸν καὶ τοὺς ὑποκριτὰς ἀστεφανώτους εἰσαγαγεῖν ἐν τῷ προαγῶνι καὶ δακρῦσαι τὸν δῆμον.

Part 1

Εὐριπίδης Μνησαρχίδου Ἀθηναῖος. τοῦτον οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ὡς λαχανοπώλιδος υἱὸν κωμῳδοῦσι. γενέσθαι δὲ κατ’ ἀρχὰς μὲν αὐτόν φασι ζωγράφον, σχολάσαντα δὲ Ἀρχελάῳ τῷ φυσικῷ καὶ Ἀναξαγόρᾳ ἐπὶ τραγῳδίαν ὁρμῆσαι. ὅθεν καὶ πλέον τι φρονήσας εἰκότως περιίστατο τῶν πολλῶν, οὐδεμίαν φιλοτιμίαν περὶ τὰ θέατρα ποιούμενος. διὸ τοσοῦτον αὐτὸν ἔβλαπτε τοῦτο ὅσον ὠφέλει τὸν Σοφοκλέα. ἐπέκειντο δὲ καὶ οἱ κωμικοὶ φθόνῳ αὐτὸν διασύροντες. ὑπεριδὼν δὲ πάντα εἰς Μακεδονίαν ἀπῆρε πρὸς Ἀρχέλαον τὸν βασιλέα κἀνταῦθα ὀψιαίτερον ἀναλύων ὑπὸ βασιλικῶν ἐφθάρη κυνῶν. ἤρξατο δὲ διδάσκειν κατὰ τὴν ̄πᾱ ὀλυμπιάδα ἐπὶ ἄρχοντος Καλλίου. πλάσματι δὲ μέσῳ χρησάμενος περιγέγονε τῇ ἑρμηνείᾳ ἄκρως εἰς ἀμφότερον χρώμενος ταῖς ἐπιχειρήσεσι. καὶ τοῖς μέλεσίν ἐστιν ἀμίμητος παραγκωνιζόμενος τοὺς μελοποιοὺς σχεδὸν πάντας, ἐν δὲ τοῖς ἀμοιβαίοις περισσὸς καὶ φορτικὸς καὶ ἐν τοῖς προλόγοις δὲ ὀχληρός, ῥητορικώτατος δὲ τῇ κατασκευῇ καὶ ποικίλος τῇ φράσει καὶ ἱκανὸς ἀνασκευάσαι τὰ εἰρημένα. τὰ πάντα δὲ ἦν αὐτοῦ δράματα ̄Ϛ ̄β, σῴζεται δὲ αὐτοῦ δράματα ̄ξ ̄ζ καὶ ̄γ πρὸς τούτοις τὰ ἀντιλεγόμενα, σατυρικὰ δὲ , ἀντιλέγεται δὲ καὶ τούτων τὸ ᾱ. νίκας δὲ ἔσχε ̄ε.

Part 1

ἐτελεύτησε δὲ τὸν τρόπον τοῦτον. ἐν τῇ Μακεδονίᾳ κώμη ἐστὶ καλουμένη Θρᾳκῶν διὰ τό ποτε κατῳκηκέναι ἐνταῦθα Θρᾷκας. ἐν ταύτῃ ποτὲ τοῦ Ἀρχελάου Μολοττικὴ κύων ἦλθεν ἀποπλανηθεῖσα. ταύτην Θρᾷκες, ὡς ἔθος, θύσαντες ἔφαγον. καὶ δὴ ὁ Ἀρχέλαος ἐζημίωσεν αὐτοὺς ταλάντῳ. ἐπεὶ οὖν οὐκ εἶχον, Εὐριπίδου ἐδεήθησαν ἀπολύσεως τυχεῖν δεηθέντος τοῦ βασιλέως. χρόνῳ δὲ ὕστερον Εὐριπίδης ἐν ἄλσει τινὶ πρὸ τῆς πόλεως ἠρέμει, Ἀρχελάου δὲ ἐπὶ κυνηγέσιον ἐξελθόντος, τῶν σκυλάκων ἀπολυθέντων ὑπὸ τῶν κυνηγῶν καὶ περιτυχόντων Εὐριπίδῃ, διεσπαράχθη καταβρωθεὶς ὁ ποιητής. ἦσαν δὲ ἔκγονοι οἱ σκύλακες τῆς ὑπὸ Θρᾳκῶν ἀναιρεθείσης κυνός, ὅθεν καὶ παροιμία ἐστὶ παρὰ τοῖς Μακεδόσι κυνὸς δίκη.

Part 1

φασὶ δὲ αὐτὸν ἐν Σαλαμῖνι σπήλαιον κατασκευάσαντα ἀναπνοὴν ἔχον εἰς τὴν θάλασσαν ἐκεῖσε διημερεύειν φεύγοντα τὸν ὄχλον. ὅθεν καὶ ἐκ θαλάσσης λαμβάνει τὰς πλείους τῶν ὁμοιώσεων. σκυθρωπὸς δὲ καὶ σύννους καὶ αὐστηρὸς ἐφαίνετο καὶ μισογέλως, καθὰ καὶ Ἀριστοφάνης αὐτὸν αἰτιᾶται στρυφνὸς ἔμοιγε προσειπεῖν [Εὐριπίδης]. λέγουσι δὲ αὐτὸν γήμαντα τὴν Μνησιλόχου θυγατέρα Κοιρίλην καὶ νοήσαντα τὴν ἀκολασίαν αὐτῆς γράψαι πρῶτον τὸ δρᾶμα τὸν Ἱππόλυτον, ἐν ᾧ τὴν ἀναισχυντίαν θριαμβεύει τῶν γυναικῶν, ἔπειτα δὲ αὐτὴν ἀποπέμψασθαι. λέγοντος δὲ τοῦ γήμαντος αὐτὴν σωφρονεῖ παρ’ ἐμοί δύστηνος εἶ ἔφη εἰ [γυναῖκα] δοκεῖς παρ’ ᾧ μὲν αὐτὴν σωφρονεῖν, παρ’ ᾧ δὲ μή. ἐπιγῆμαι δὲ αὐτὸν δευτέραν, ἣν εὑρὼν ἀκολαστοτέραν προχειροτέρως εἰς τὴν κατὰ τῶν γυναικῶν βλασφημίαν ἐθρασύνετο. αἱ δὲ γυναῖκες ἐβουλήθησαν αὐτὸν κτεῖναι εἰσελθοῦσαι εἰς τὸ σπήλαιον, ἐν ᾧ γράφων διετέλει. διαβάλλεται δὲ ὑπὸ φθόνου ὡς τὸν Κηφισοφῶντα εἶχε συμποιοῦντα αὐτῷ τὰς τραγῳδίας. λέγει δὲ καὶ Ἕρμιππος [frg. 73b] Διονύσιον τὸν Σικελίας τύραννον μετὰ τὴν τελευτὴν τοῦ Εὐριπίδου τάλαντον τοῖς κληρονόμοις αὐτοῦ πέμψαντα λαβεῖν τὸ ψαλτήριον καὶ τὴν δέλτον καὶ τὸ γραφεῖον, ἅπερ ἰδόντα κελεῦσαι τοὺς φέροντας ἐν [τῷ] Μουσῶν ἱερῷ ἀναθεῖναι ἐπιγράψαντα τοῖς αὐτοῦ ⟨καὶ⟩ Εὐριπίδου ὀνόμασι. διὸ καὶ ξενοφιλώτατον κεκλῆσθαί φασι διὰ τὸ μάλιστα ὑπὸ ξένων φιλεῖσθαι· ὑπὸ γὰρ Ἀθηναίων ἐφθονεῖτο. μειρακίου δέ τινος ἀπαιδευτοτέρου στόμα δυσῶδες ἔχειν ὑπὸ φθόνου αὐτὸν εἰπόντος εὐφήμει ἔφη μέλιτος καὶ Σειρήνων γλυκύτερον στόμα.

Part 1

ἔσκωπτε δὲ τὰς γυναῖκας διὰ τῶν ποιημάτων δι’ αἰτίαν τοιαύτην. εἶχεν οἰκογενὲς μειράκιον ὀνόματι Κηφισοφῶντα. πρὸς τοῦτον ἐφώρασε τὴν οἰκείαν γυναῖκα ἀτακτοῦσαν. τὸ μὲν οὖν πρῶτον ἀπέτρεπεν ἁμαρτάνειν· ἐπεὶ δ’ οὐκ ἔπειθε, κατέλιπεν αὐτῷ τὴν γυναῖκα βουλομένου αὐτὴν ἔχειν τοῦ Κηφισοφῶντος. λέγει οὖν καὶ ὁ Ἀριστοφάνης [frg. 580] Κηφισοφῶν ἄριστε καὶ μελάντατε, σὺ γὰρ συνέζης ὡς τὰ πόλλ’ Εὐριπίδῃ καὶ συνεποίεις † ὥς φησι καὶ τὴν μελῳδίαν. λέγουσι δὲ καὶ ὅτι αἱ γυναῖκες διὰ τοὺς ψόγους, οὓς ἐποίει εἰς αὐτὰς διὰ τῶν ποιημάτων, τοῖς Θεσμοφορίοις ἐπέστησαν αὐτῷ βουλόμεναι ἀνελεῖν. ἐφείσαντο δὲ αὐτοῦ πρῶτον μὲν διὰ τὰς Μούσας, ἔπειτα δὲ βεβαιωσαμένου μηκέτι αὐτὰς κακῶς ἐρεῖν. ἐν γοῦν τῇ Μελανίππῃ [frg. 501] περὶ αὐτῶν τάδε φησί· μάτην ἄρ’ ἐς γυναῖκας ἐξ ἀνδρῶν ψόγος ψάλλει κενὸν τόξευμα καὶ κακῶς λέγει· αἱ δ’ εἴσ’ ἀμείνους ἀρσένων, ἐγὼ λέγω καὶ τὰ ἑξῆς. οὕτω δὲ αὐτὸν Φιλήμων ἠγάπησεν ὡς τολμῆσαι περὶ αὐτοῦ τοιοῦτον εἰπεῖν [frg. 40a] εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες αἴσθησιν εἶχον ἄνδρες ὥς φασίν τινες, ἀπηγξάμην ἂν ὥστ’ ἰδεῖν Εὐριπίδην.

ΥΠΟΘΕΣΙΣ ΕΚΑΒΗΣ

Part 1

† Μετὰ τὴν Ἰλίου πολιορκίαν οἱ μὲν Ἕλληνες εἰς τὴν ἀντιπέραν τῆς Τρῳάδος Χερρόνησον καθωρμίσθησαν, Ἀχιλλεὺς δὲ νυκτὸς ὁραθεὶς σφάγιον ᾔτει μίαν τῶν θυγατέρων τοῦ Πριάμου. οἱ μὲν οὖν Ἕλληνες τιμῶντες τὸν ἥρωα Πολυξένην ἀποσπάσαντες Ἑκάβης ἐσφαγίασαν· Πολυμήστωρ δὲ ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἕνα τῶν Πριαμιδῶν Πολύδωρον ἔσφαξεν. εἰλήφει δὲ τοῦτον παρὰ τοῦ Πριάμου ὁ Πολυμήστωρ ἐν παρακαταθήκῃ μετὰ χρημάτων. ἁλούσης δὲ τῆς πόλεως κατασχεῖν αὐτοῦ βουλόμενος τὸν πλοῦτον φονεύειν ὥρμησεν καὶ φιλίας δυστυχούσης ὠλιγώρησεν. ἐκριφέντος δὲ τοῦ σώματος εἰς τὴν θάλασσαν κλύδων πρὸς τὰς τῶν αἰχμαλωτίδων σκηνὰς αὐτὸν ἐξέβαλεν. Ἑκάβη δὲ τὸν νεκρὸν θεασαμένη ἐπέγνω, κοινωσαμένη δὲ τὴν γνώμην Ἀγαμέμνονι Πολυμήστορα σὺν τοῖς παισὶν αὐτοῦ ὡς ἑαυτὴν μετεπέμψατο κρύπτουσα τὸ γεγονὸς ὡς ἴνα θησαυροὺς ἐν Ἰλίῳ μηνύσῃ αὐτῷ. παραγενομένων δὲ τοὺς μὲν υἱοὺς ἔσφαξεν, αὐτὸν δὲ τῆς ὁράσεως ἐστέρησεν. ἐπὶ δὲ τῶν Ἑλλήνων λέγουσα τὸν κατήγορον ἐνίκησεν. ἐκρίθη γὰρ οὐκ ἄρξαι ὠμότητος, ἀλλ’ ἀμύνασθαι τὸν κατάρξαντα.

ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ

Part 1

προλογίζει Πολύδωρος Ἑκάβης ὢν γνήσιος παῖς, ὃν Πολυμήστωρ ὁ τῆς Θρᾴκης βασιλεὺς ἀνεῖλεν. τὴν δὲ Ἑκάβην ** Δύμαντος [Π 718], οἱ πολλοὶ δὲ Κισσέως. ἔνιοι δὲ γράφουσιν Ἑκάβης παῖς γεγὼς τῆς Κισσίας καὶ στοχάζονται ἀπὸ γένους τινὸς τῆς Φρυγίας ἢ κώμης οὕτως αὐτὴν προσαγορεύεσθαι, ὡς καὶ Φιλόχορος ἐν τῇ πρὸς Ἀσκληπιάδην ἐπιστολῇ [FHG IV p. 648a] τὰ περὶ τὴν Πολυξένην ἔστι καὶ παρὰ Σοφοκλεῖ εὑρεῖν: — M

Part 2

γράφεται καὶ σκότους: — Mi

Part 3

† ***** ἀποροῦσι ****** πάντως ἀσώματον, ὅ ἐστι πνεῦμα μᾶλλον, τὸ δὲ πνεῦμα δηλαδὴ ἡ ψυχή· ἀεικίνητος γάρ ἐστι καὶ φάνσιν οὐκ οἶδε. διὰ τοῦτο ******* ἐστὶ δηλωτικὸν, τὸ δὲ ἥκω κινήσεως, εἰκότως οὕτως ἐφθέγξατο. ἕτεροι δέ φασιν ὅτι οὐκ οἶδεν ⟨τὸ⟩ ἧκον, ἀλλὰ ἱκόμην μᾶλλον καὶ ******* ἥκω. ἔστι γὰρ καὶ τῶν ῥητόρων ἴδιον. μάλιστα δὲ τῶν Ἀττικῶν τὸ τοὺς παρ⟨ῳχη μένους⟩ χρόνους ἐκφέρειν διὰ ἐνεστώτων καὶ ἀνάπαλιν: — A

Part 4

† ** Πολύδωρος ὁ γεγονὼς παῖς Ἑκάβης τῆς θυγατρὸς τοῦ Κισσέως καὶ τοῦ Πριάμου λιπὼν τὸν κευθμῶνα καὶ τὰς πύλας τοῦ σκότου, ὅπου, εἰς κευθμῶνα δηλονότι· κευθμὼν δὲ λέγεται ὁ κατώτατος τόπος παρὰ τὸ κεύθω, τὸ κρύπτω· κεχ⟨ωρισμένως δι⟩άγει ὁ Ἅιδης τῶν λοιπῶν θεῶν, ⟨τῆς Π⟩ερσεφόνης, τοῦ Πλούτωνος καὶ τῶν ἄλλων: — A

Part 1

ὅπου: — Mg

Part 1

Ἑκάβης παῖς γεγὼς ⟨τῆς Κισσέως⟩ Πριάμου: Φερεκύδης [FHG IV p. 639a] γράφει οὕτως· Πρίαμος δὲ ὁ Λαομέδοντος γαμεῖ Ἑκάβην τὴν Δύμαντος τοῦ Ἠιονέως τοῦ Πρωτέως, ἢ Σαγγαρίου τοῦ ποταμοῦ, καὶ νηίδος νύμφης Εὐαγόρας. Γλαυκίππην δ’ ἔνιοι τὴν Ξάνθου τῆς Ἑκάβης παρέδοσαν μητέρα. Νίκανδρος δὲ Ἐὐριπίδῃ συνδραμὼν τὴν Ἑκάβην φησὶ Κισσέως [frg. 62]· ἔνθ’ Ἑκάβη Κισσηὶς, ὅτ’ ἐν πυρὶ δέρκετο πάτρην καὶ πόσιν ἑλκηθεῖσα παρασπαίροντα θυηλαῖς, εἰς ἅλα ποσσὶν ὄρουσε καὶ ἣν ἠλλάξατο μορφὴν γρήιον Ὑρκανίδεσσιν ἐειδομένη σκυλάκεσσιν: — M

Part 2

Ἑκάβης παῖς γεγὼς ⟨τῆς⟩ Κισσέως: τὰ περὶ τῆς Ἑκάβης διαφόρως ἱστόρηται. Φιλόχορος μὲν γὰρ ἐν τῷ περὶ τραγῳδιῶν συγγράμματι [FHG IV p. 648a] Χοιρίλην αὐτήν φησι καλεῖσθαι, ἴσως δὲ διὰ τὸ πολύπαιδα γεγενῆσθαι· ἡ γὰρ χοῖρος πολλὰ τίκτει, καὶ ἐν τοῖς Ὀρφικοῖς οἱ χοῖροι ἑκάβαι προσαγορεύονται. οἱ δὲ λοιποὶ τῷ κυρίῳ αὐτὴν ὀνόματι προσηγόρευσαν. πολλάκις δὲ ὁ Εὐριπίδης αὐτοσχεδιάζει ἐν ταῖς γενεαλογίαις, ὡς καὶ ἑαυτῷ ἐνίοτε ἐναντία λέγειν, καὶ νῦν Κισσέως ἔφη θυγατέρα τὴν Ἑκάβην μετενεγκὼν τὸν πατέρα Θεανοῦς, περὶ οὗ φησιν Ὅμηρος [Α 223]· Κισσῆς τόν γ’ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα μητροπάτωρ, ὅς τίκτε Θεανὼ καλλιπάρῃον: — MA

Part 3

γράφεται τῆς Κισσίας· καὶ ὑπονοοῦσιν ἀπὸ γενεᾶς τινος Φρυγίας εἰρῆσθαι ἢ ἀπὸ κώμης, ὡς Φιλόχορος ἐν τῇ πρὸς Ἀσκληπιάδην ἐπιστολῇ: — MA

Part 4

τὸ ἑξῆς ἥκω Πολύδωρος ὁ παῖς Ἑκάβης τῆς Κισσέως: — MA

Part 5

ἔνιοι Ἠετίωνος καὶ Ἱπποθόης τῆς Ἐριχθονίου Κισσέα φασὶ γενέσθαι, οὗ καὶ Τηλεκλείας τῆς Ἴλοῦ Ἑκάβην καὶ Θεανώ: — M

Part 6

τὸ χ, ὅτι ἰδίως Κισσέως φησὶ τὴν Ἑκάβην Ὁμήρου Δύμαντος αὐτὴν εἰρηκότος [Π 718]· αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος: — M

Part 1

† ⟨ὅς μ’⟩ ἐπεὶ Φρυγῶν πόλιν: ὅστις, πατήρ μου, ἐπεὶ κίνδυνος ἔσχεν, ἤγουν ἐκράτησε, δορὶ ⟨πεσεῖν Ἑλληνικῷ⟩ τὴν Φρύγων πόλιν, φοβηθεὶς ⟨μὴ σ⟩φαγῇ ὑπὸ τῶν Ἑλλήνων, ὑπεξέπεμψε Τρωικῆς χθονὸς ⟨τουτέστιν⟩ ἀπὸ Τρωικῆς γῆς ἔπεμψέ με, πρὸς δώματα τοῦ Θρηικίου, ἤτοι τοῦ Θρᾳκικοῦ, φίλου, τοῦ Πολυμήστορος. τὸ δὲ ξένου ἐν εἰρω⟨νείᾳ⟩ φησίν· ὅστις, Πολυμήστωρ, σπείρει, ἀντὶ τοῦ δι⟨οικεῖ⟩ * * τὴν ἀρίστην Χερρονησίαν χώραν. τὸ δὲ πλάκα ἀντὶ τοῦ Χ⟨ερρονήσου⟩ εἶπεν· ἐκάλεσε δὲ αὐτὴν πλάκα ἢ διὰ τὸ τραχὺ ἢ διὰ τὸ ⟨ψυ⟩χρὸν καὶ χιονῶδες: — A

Part 2

τὸ χ. ὅτι οἱ νεώτεροι συγχέουσι Φρυγίαν καὶ Τροίαν, Ὅμηρος δὲ διαιρεῖ: — M

Part 1

μοῖρα: — Mg

Part 1

πλάκα: χώραν· ἢ δυσγενὴς ὢν πλουσίαν ἀροῖ πλάκα [Eur. frg. 662]. περιφραστικῶς τὴν Χερρόνησον. ἢ ἄν * ἡ δὲ Χερρόνησος πόλις Θρᾴκης, ἧς ἐβασίλευε Πολυμήστωρ: — M

Part 1

† τὸν φίλιππον λαὸν, τὸν φιλοῦντα ἱππάζεσθαι, εὐθύνων καὶ ἄγων ἐν τῷ δορὶ: — A

Part 2

σπείρει φίλιππον: οὐκ ἀλόγως. βαρβάρους γὰρ ὄντας αὐτοὺς τῇ διὰ ξίφους ἀπειλῇ ὑπέτασσεν: — MA

Part 3

διοικεῖ: — Mg

Part 4

ἀντὶ τοῦ ἱππικόν: — Mg παρορμῶν ἐπὶ πόλεμον: — Mg

Part 1

ἔνδεια περιουσίας: — Mg

Part 1

μικρότατος δ’ ἤμην: — Mg

Part 2

ἦν ἀντὶ τοῦ ἤμην φησίν. ἔστιν Ἀττικόν: — Mg

Part 3

νεώτατος δ’ ἦν: ἀντὶ τοῦ ἤμην φησίν. Ἀττικῶς δὲ ἦν. καὶ χωρὶς δὲ τοῦ ̄ν ἦ, ἀντὶ τοῦ ἔα. οὕτω Δίδυμος. ἐν μέντοι τοῖς ἀντιγράφοις ἦν φέρεται καὶ κοινὴ ἀνάγνωσις ἦν: — Vat.1345

Part 4

† νεώτατος δ’ ἦν Πριαμιδῶν· ὅπερ, τὸ εἶναί με νεώτερον πάντων μου τῶν ἀδελφῶν καὶ μικρὸν τὴν ἡλικίαν, ἐξέπεμψέ με ἀπὸ τοῦ Ἰλίου. οὐ γὰρ ἠδυνάμην ὅπλα φέρειν καὶ πολεμεῖν, ἵνα εἰμὶ ἐν πολέμῳ: — A

Part 1

† ⟨καλῶς π⟩ροφέρει ὁ Εὐριπίδης οὔτ’ ἔγχος· ὅπλα γὰρ λέγεται τὰ ἔργα ⟨πασ⟩ῶν τεχν⟨ῶν⟩ π⟨ολεμικῶν⟩· ἀρτίως δὲ ** ἀλλὰ τινὸς ⟨τέ⟩χν⟨ης⟩. χν⟨ης⟩, προέφερε τὸ οὔτ’ ἔγχος. ἔγχος γὰρ οὔκ ἐστιν ἄλλη τέχνη ἀλλ’ ἢ ἡ στρατιωτική: — A δυνατὸς ἤμην: — Mg

Part 1

† ἕως μὲν οὖν γῆς: ἕωστερ οὖν τῆς Τρωιχῆς γῆς τὰ ὁρίσματα ἔκειντο ὀρθὰ καὶ τὰ τείχη τῆς πόλεως ἵσταντο καὶ ἄθραυστα ἧν καὶ ὁ Ἕκτωρ ὁ ἐμὸς ἀδελφὸς ηὐτύχει ἐν τῷ πολέμῳ, ἕως τότε ηὐξόμην καλῶς παρὰ τοῦ Πολυμήστορος ὥσπερ τις πτόρθος. πτόρθον γὰρ αὐτὸν ἐκάλεσε διὰ τὸ νέον τῆς ἡλικίας. πτόρθος γὰρ ὁ κλάδος λέγεται: — A

Part 2

ἀντὶ τοῦ τὰ τείχη: — Mg

Part 1

πατρώῳ φίλῳ: — Mg

Part 1

τροφαῖσιν ὥς τις πτόρθος: διὰ τούτου τὸ νέον τῆς ἡλικίας καὶ τὸ ἁβρὸν τῆς τροφῆς ὑποσημαίνει. ζῶντος γὰρ Πριάμου πολυτελῶς ἀνετρέφετο ὑπὸ τοῦ Πολυμήστορος ὁ Πολύδωρος. ⟨ἁλούσης δὲ τῆς Τροίας καὶ⟩ τελευτήσαντος Ἕκτορος καὶ Πριάμου, ἀπ⟨έκτεινεν αὐτὸν, ἵνα κερδάνῃ τὰ χρήμ⟩ατα: — MA

Part 1

† ἐπεὶ δὲ Τροία: ἐπεὶ δὲ ἡ Τροία ἀπώλετο καὶ ἡ ψυχὴ τοῦ Ἕκτορος, περιφραστικῶς αὐτὸς ὁ Ἕκτωρ, καὶ ἡ πατρικὴ ἑστία κατεσκάφη αὐτός τε ὁ πατήρ μου πρὸς τῷ θεοδμήτῳ ναῷ πιτνει, ἀντὶ τοῦ πίπτει κεῖται, σφαγεὶς ὑπὸ τοῦ υἱοῦ τοῦ Ἀχιλλέως, τοῦ Νεοπτολέμου, κτείνει με ὁ Πολυμήστωρ τὸν ταλαίπωρον χάριν τοῦ χρυσοῦ. θεόδμητον δὲ βωμὸν εἶπε τὸν ὑπὸ θεῶν οἰκοδομηθέντα Ποσειδῶνος καὶ Ἀπόλλωνος. μυθεύεται γὰρ ὅτι τὸν Δία τῆς βασιλείας κρατήσαντα καὶ αὐθαδείᾳ χρώμενον ἐβουλεύσαντο οἱ ἄλλοι θεοὶ ῥῖψαι αὐτὸν ἀπὸ τοῦ οὐρανοῦ. μαθοῦσα δὲ ⟨τοῦτο⟩ ἡ Θέτις παρὰ τοῦ πατρὸς αὐτῆς Νηρέως ἀνήγγειλεν τῷ Διὶ τῆν ἐπιβουλήν. ὁ δὲ τοὺς μὲν ⟨ἄλλους⟩ θεοὺς ἄλλως ἐτιμωρήσατο· Ἀπόλλωνα δὲ ⟨καὶ Ποσ⟩ειδῶνα πέμπει πρὸς Λαομέδοντα *** Ποσειδῶνος καὶ ⟨Ἀπόλλωνος κ⟩τίζεται ὁ ναός: — A

Part 2

Ἕκτορός τ’ ἀπόλλυται ⟨ψυχή: τὸ αἷμα νῦν⟩ ψυχήν φησι. πολλοὶ γὰρ οὕτως ἐδόξασαν, αἶμα εἶναι τὴν ψυχὴν, ὡς καὶ Ὅμηρος [Ξ 518]· ψυχὴ ⟨δὲ κατ’⟩ οὐταμένην ὠτειλὴν ἔσσυτ’ ἐπει⟨γομένη· τὸν δὲ σκότος ὄσσ’ ἐκάλυψεν. ἔνιοι δὲ περιφραστικῶς τὸν Ἕκτορά φασι⟩: — M

Part 3

† τὸ αἶμα λέγει ψυχήν, ἐπεὶ ἡ ψυχὴ ἐτυμολογεῖται παρὰ τὸ ψύχω τὸ ζωογονῶ, τὸ ζωογονοῦν τὸ σῶμα. ἐπεὶ δὲ ἐκχυθέντος τοῦ αἵματος τὸ σῶμα μένει νεκρὸν, καλῶς λοιπὸν ἀπεφήνατο ψυχὴν τὸ αἷμα:

Part 1

ὁ πατήρ: — — Mg

Part 2

γράφεται πρὸς θεοδμήτῳ: — Mi

Part 3

† θεοδμήτῳ: ὁ Πρίαμος καταφυγὼν εἰς τὸν βωμὸν τοῦ Διὸς ἐφονεύθη παρὰ τοῦ Νεοπτολέμου· διὸ καὶ μιαιφόνος ἐκλήθη ὡς ἀνομήσας: — A

Part 4

πιτνεῖ: λέγεται ὅτι τὸν Πρίαμον καταφυγόντα εἰς βωμὸν τοῦ Ἑρκείου Διὸς ἐπιδιώξας ὁ Νεοπτόλεμος ἀνεῖλε. διὸ καὶ μιαιφόνον αὐτὸν εἶπεν· ἐσῴζοντο γὰρ οἱ καταφυγόντες ἐν ἱερῷ ἢ βωμῷ ἱκέται: — MA

Part 1

ἐκ μιαιφόνου εἶπε ⟨καλῶς· ἠσέβησε γὰρ περὶ τὸ κοινὸν πρὸς τῷ βωμῷ⟩ ἀνελὼν τὸν Πρίαμον: — M

Part 1

ξένος πατρῷος: ἐν ἤθει καὶ εἰρωνείᾳ εἶπεν ὁ πατρικός ⟨μου φίλος⟩ κατ’ ἀντίφρασιν: — M

Part 2

† ξένος πατρῷος: ἐν εἰρωνείᾳ εἶπε ξένος πατρῷος, ἤτοι ὁ πατρικός μου φίλος, κατὰ ἀντίφρασιν, ὡς ἀποκαλεῖ ὁ Ὅμηρὸς κύνας ἀργοὺς τοὺς ταχυτάτους: — A

Part 1

ἀφῆκεν: — Mg

Part 1

ἐν τῇ κινήσει καὶ ταραχῇ τοῦ πόντου: — Mg

Part 1

πολλοῖς διαύλοις: δίαυλα λέγονται κύματα ἐξερχόμενα καὶ πάλιν εἰσερχόμενα. διαύλοις οὖν ταῖς παλιρροίαις τῶν κυμάτων. δίαυλοι δὲ τὰ ἔνθεν καὶ ἐκεῖθεν τοῦ ἱππικοῦ. ἀπὸ μεταφορᾶς οὖν εἴρηται. πρὸς ὃ καὶ τὸ χ. ⟨τὸ χ〉 πρὸς τὴν διαφοράν. κυρίως γὰρ διαύλους δρόμους ἀπελθεῖν καὶ ἐλθεῖν. οἶον παλινδρομίαις πολλαῖς ἐν τῇ θαλάττῃ, κεχρημένος, τουτέστιν· ἐνταῦθα κἀκεῖσε ὑπὸ τῶν κυμάτων φορούμενος καὶ πολλοὺς σταδίους τῇ βίᾳ τῶν κυμάτων ἀνύσας: — MA

Part 1

ὑπὲρ μητρὸς φίλης: ὑπὲρ τῆς κεφαλῆς τῆς μητρὸς, ὅ ἐστιν· ὄναρ αὐτῇ φαίνομαι: — MA

Part 2

ἄλλως: ὕπερθεν, φησὶ, τῆς μητρὸς ὁρμῶ τὸ σῶμα καταλιπὼν, οἶον φάντασμα ποιήσας, ἐπὶ ἡμέρας μετεωριζόμενος. ὅσας ἔχει καὶ ἡ ἐμὴ μήτηρ ἐν τῇ Κερρονήσῳ. ὡς τριῶν ἡμερῶν οὔσης τῆς Ἑκάβης ἐκεῖσε: — MA

Part 1

καταλείψας τὸ ἐμὸν σῶμα ἔρχομαι εἴδωλον: — Mg

Part 1

τριταῖον ἤδη φέγγος αἰωρούμενος: ἀφ’ οὗ τέθνηκε τριταῖός φησιν εἶναι. τοσοῦτον δὲ χρόνον καὶ ἡ Ἑκάβη παραβαλοῦσα ἦν ἐν Κερρονήσῳ. ἤδη τρίτην ἡμέραν ἔχων καὶ φερόμενος ἐν τῇ θαλάσσῃ. μαθὼν γὰρ ὁ Πολυμήστωρ ἐκεῖσε τοὺς Ἕλληνας ἐλθόντας φοβούμενος μὴ ἀπαιτηθῇ τὰ χρήματα, ἔσφαξε τὸν Πολύδωρον καὶ ἔρριψεν εἰς τὴν θάλασσαν. τρίτην γὰρ εἶχον ἡμέραν οἱ Ἕλληνες ἐκεῖσε: — MA

Part 2

ἄλλως: ἐπειδὴ τρεῖς ἡμέρας εἶχον οἱ Ἕλληνες ἐν τῇ Χερρονήσῳ, τοσαύτας ὅσας εἶχεν ἀποσφαγεὶς ὁ Πολύδωρος: — MA

Part 3

φανταζόμενος: — Mg

Part 1

† Πηλέως γὰρ παῖς: τοῦ γὰρ ἡλίου δύναντος καὶ τῆς νυκτὸς ἐνεστηκυίας εἶδεν ὁ στρατὸς ἅπας φάντασμα ὅμοιον τῷ Ἀχιλλεῖ λέγον· ποῦ πορεύεσθε ἀγέραστον ἐμὲ καταλιπόντες. καὶ ᾐτήσατο σφαγιασθῆναι αὐτῷ μίαν τῶν Τρῳάδων αἰχμαλωτίδων. ἡ δὲ σύνταξις οὕτως· ὁ Πηλέως γὰρ παῖς Ἀχιλλεὺς φανεὶς ὑπεράνω τύμβου κατέσχε τὸν Ἑλληνικὸν στρατόν: — A

Part 2

† ἡ ὑπέρ πρόθεσις τρεῖς σημασίας ἔχει· τὴν ἄνω φορὰν ὡς τὸ ὑπὲρ τύμβου ἀντὶ τοῦ ὑπεράνω τοῦ τύμβου καὶ ὡς τὸ ὑπὲρ καπνοῦ τίθησι τὰ πηδάλια [cf. Hes. opp. 43]· ὁμοίως καὶ ἀντίληψιν ὡς τὸ ὑπὲρ σοῦ κοπιῶ ἀντὶ τοῦ χάριν σοῦ καὶ ὡς τὸ ὑπὲρ τοῦ δήμου γράφω ἀντὶ τοῦ χάριν τοῦ δήμου· καὶ σύγκρισιν ὡς τὸ ὑπὲρ σέ εἰμι ἀντὶ τοῦ κρείττων σοῦ: — A

Part 1

γράφεται καὶ Ἀχαϊκόν: — Μi

Part 1

† εἰπὼν ⟨στράτευ⟩μα ἑνικῶς κατέλυεν εἰς πληθυντικὸν εἰπὼν εὐθύνοντας ὡς πρὸς τὸ σημαινόμενον ἀπιδών· τὸ ⟨γὰρ στράτε⟩υμα πολὺ πλῆθός ἐστι. τοιοῦτόν ἐστι καὶ τὸ [Β 278] ὡς φάσαν ἡ πληθύς : — A

Part 2

† εὐθύνοντας: εὐτρεπίζοντας τὴν διὰ θαλάσσης ὁδόν: — A

Part 3

τὴν κώπην. ἀπὸ μέρους δὲ τὴν ναῦν καὶ ἀπὸ μιᾶς νεὼς τὰς πάσας παρέλαβεν: — MA

Part 1

τύμβῳ φίλον: Γλαῦκος ἐν τῇ † προηγήσει φησὶν ἐν τῇ ἁλώσει Ἀγαμέμνονος ἐξῄει ἡ Ἑκάβη· πῶς δὲ καὶ ἐκεῖθεν ἐξιοῦσά φησι μετ’ ὀλίγον [87] ποῦ ποτε Κασάνδραν ἐσίδω, Τρῳάδες τῆς Κασάνδρας τῷ Ἀγαμέμνονι συνοικούσης. νοητέον τὴν Ἑκάβην τῷ φάσματι ταραχθεῖσαν προελθεῖν ἐκ τῆς σκηνῆς τῶν αἰχμαλωτίδων εἰσελθεῖν τε εἰς τὴν σκηνὴν Ἀγαμέμνονος εἰς ζήτησιν τῆς Κασάνδρας, ἵνα αὐτῇ κρίνῃ τοὺς ὀνείρους. καὶ μὴ εὑροῦσαν αὐτὴν διὰ τὸ ἴσως τὴν κόρην μετὰ τὴν κοίτην τοῦ Ἀγαμέμνονος καθαρμοῦ χάριν ἕωθεν εἰς τὴν θάλασσαν ἀπεληλυθέναι πάλιν ἐξελθεῖν τὴν Ἑκάβην τῆς βασιλικῆς σκηνῆς· ἣν ἰδὼν ὁ Πολύδωρος ἔφη περᾷ γὰρ ἥδ’ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος: — MA

Part 2

† ἡ ὑπό ἀντὶ τῆς ἀπό: — A

Part 3

† ἄλλως: νοητέον τὴν Ἑκάβην μὴ ἐξέρχεσθαι ἀπὸ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος, ἀλλὰ μᾶλλον εἰσέρχεσθαι. ἐκοιμᾶτο γὰρ ἡ Ἑκάβη, ὅτε ταῦτα τὸ εἴδωλον ἔλεγε, καὶ ταραχθεῖσα τῷ φάσματι ἀνέστη καὶ εἰσήρχετο εἰς τὴν σκηνὴν τοῦ Ἀγαμέμνονος εἰς ζήτησιν τῆς Κασάνδρας, ἵνα αὕτη κρίνῃ τοῦς ὀνείρους ἅτε μαντικὴ οὖσα. καί φησι τὸ εἴδωλον· περᾷ γὰρ, ἀντὶ τοῦ εἰσέρχεται, ἡ Ἑκάβη ὑπὸ τὸ ἔσχατον μέρος τῆς σκηνῆς, τουτέστιν ὑπὸ τὴν φλοιὰν αὐτὴν ἐμβαίνει τῆς σκηνῆς: — A

Part 4

† ἰστέον ὅτι τὸ πάλαι νόμος ταῖς γυναιξὶ ταῖς ζευγνυμέναις μὴ νομίμοις ἀνδράσι μετὰ τὴν μίξιν κατέρχεσθαι πρὸς τὴν θάλασσαν καὶ λούεσθαι καὶ οἱονεὶ . . ἀποκαθαίρεσθαι. τὸν αὐτὸν οὖν τρόπον καὶ νόμον καὶ ἡ Κασάνδρα συγκοιμηθεῖσα τῷ Ἀγαμέμνονι . . ὥστε ἀπολούσασθαι, καὶ τούτου χάριν οὐχ εὗρεν αὐτὴν ἐκεῖ εἰς τὴν τοῦ Ἀγαμέμνονος σκηνὴν ἡ Ἑκάβη: — A

Part 1

περὶ τοῦ φαντάσματος οὗ εἶδε περὶ ἐμοῦ δεδοικυῖα: — Mi

Part 1

λίαν ἐν δυστυχίᾳ ἐξετάζῃ: — Mg

Part 1

ἀντισηκώσας δέ σε: φθείρει δέ σε τις θεῶν ἀντιφορτώσας ἤδη πρὸς τὴν προτέραν εὐπραξίαν, ὅ ἐστιν· ἰσόρροπα τοῖς καλοῖς τὰ κακὰ ἔχεις: — M

Part 2

ὅσον ποτὲ καλῶς εὐτύχεις, τοσοῦτόν σοι βάρος τῆς εὐτυχίας ἀντίρροπον θεῶν τις παρέσχεν: — MA

Part 3

† ἤγουν· ὅσον εὐτύχεις πρὶν καὶ εὐδαιμόνεις, τοσοῦτον νῦν δυστυ χεῖς. ἀντὶ τῶν καλῶν ὧν εὐμοίρεις, ἔδωκέ σοί τις τῶν θεῶν πλήθη τοσούτων κακῶν: — A

Part 1

ἄγετ’ ὦ παῖδες: προϊοῦσα ἀπὸ τῆς σκηνῆς Ἀγαμέμνονος ταῦτά φησι χειραγωγουμένη ὑπὸ τῶν Τρῳάδων διὰ τὸ ἀδυνάτως βαδίζειν ὑπό τε τῆς δυστυχίας καταπονηθεῖσα καὶ τοῦ γήρως: — MA

Part 1

λείπει τὸ σῶμα· ἐπαίρετέ μου τὸ σῶμα τῆς χειρὸς λαβόμεναι: — MiA

Part 2

† ἄλλως: ἄγετέ μου τὸ σῶμα τῆς χειρὸς λαβόμεναι, καὶ ἐγὼ τῷ βάκτρῳ διὰ τῆς χειρὸς ἐπαιρομένη τῷ οὐκ ὀρθῷ ἀλλ’ ἐπικαμπεῖ πορεύσομαι προτιθεῖσα, ἤγουν ποιοῦσα, βραδύπουν πορείαν: — A

Part 1

τῷ βάκτρῳ διὰ τῆς χειρὸς ἐπαιρομένη καὶ ἐπερειδομένη: — M

Part 2

καὶ ἄλλως: τῷ οὐκ ὀρθῷ βάκτρῳ, ἀλλ’ ἐπικαμπεῖ. ὡς διὰ πτωχείαν καὶ τούτου αὐτῆς ἀπορούσης: — MA

Part 1

ἡ διά πρὸς τὸ χειρός: — Mg

Part 2

ἐπιστηριζομένη: — Mg

Part 3

διερειδομένη, στηριζομένη, διαναπαυομένη: — Mi

Part 4

τὴν βραδεῖαν ἔλευσιν καὶ πορείαν τῶν ἄρθρων προστιθεῖσα τῷ σκίπωνι: — MAg

Part 1

αὐτὸν τὸν Δία ἐπικαλεῖται: — MiAg

Part 1

μετεωρίζομαι: — MgAg

Part 1

δείμασι φάσμασι: ἤτοι ἀντὶ τοῦ δεινοῖς φάσμασιν ἢ δείμασι φασμάτων. ὁ δὲ νοῦς· τί μετεωρίζομαι ἐν τούτοις τοῖς φάσμασι: — MA

Part 2

γράφεται νύξ: — Mg

Part 1

μελανοπτερύγων: ἐπειδὴ ἐν νυκτὶ προσπελάζουσι. καὶ Ἡσίοδος περὶ τῆς Νυκτὸς λέγων ἐπιφέρει [Theog. 212] ἔτικτε δὲ φῦλον ὀνείρων. εἰ δὲ γράφεται χθών, οὕτως εἶπεν, ἐπεὶ ἐκ τῆς γῆς λέγονται ἀναπέμπεσθαι οἱ ὄνειροι: — MA

Part 2

ἄλλως: τὴν γῆν εἶπεν, ἐπειδὴ ἐξ Ἅιδου λέγονται οἱ ὄνειροι ἀναπέμπεσθαι. Ἡσίοδος δὲ Νυκτὸς τοὺς ὀνείρους φησίν: — MA

Part 1

ἀπ’ ἐμαυτῆς ἐκβάλλω τὴν νυκτερινὴν θέαν: — MgA

Part 2

τὸ φάντασμα: — Mg

Part 3

ἀποτροπιάζομαι τὴν νυκτερινὴν φαντασίαν καὶ τὴν θέαν τοῦ ὀνείρου: — MA

Part 4

† ἥντινα εἶδον περὶ τοῦ ἐμοῦ παιδὸς Πολυδώρου τοῦ σῳζομένου κατὰ Θρῄκην καὶ τῆς Πολυξένης. τὸ δὲ εἶδον λείπει: — A

Part 1

τοῦτο ὥσπερ οὐκ ἐν Θρᾴκῃ οὖσά φησι τῆς σκηνῆς ὑποκειμένης ἐν Χερρονήσῳ. ῥητέον δὲ ὅτι ποιητικὸν ἔθος ἐστὶ τὸ τοιοῦτον. Ὅμηρος [δ 10]· υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην. ἐν Σπάρτῃ γάρ ἐστιν ὁ Μενέλαος: — MA

Part 1

ἀπὸ κοινοῦ τὸ εἶδον: — Mi

Part 1

ἀπὸ κοινοῦ τὸ ὄψιν: — Mi

Part 1

ὃς μόνος οἴκων: ὅστις ἐπὶ τῶν ἐμῶν οἴκων ἄγκυρα ὑπολειπόμενος τὴν Θρᾴκην οἰκεῖ ἐν τοῖς ἀτυχήμασι σῳζόμενος: — MA

Part 2

ἄλλως: οἴεται ζῆν αὐτὸν, μετ’ οὐ πολὺ δὲ γινώσκει ὅτι τέθνηκε, καὶ γίνεται διπλοῦν τὸ πάθος τῆς τραγῳδίας πῆ μὲν Πολυξένην ὀδυρομένης τῆς Ἑκάβης, πῆ δὲ Πολύδωρον: — MA

Part 3

ἀσφάλεια, βοήθεια: — MiAg

Part 1

παραγενήσεται μέλος θρηνητικὸν ἡμῖν ταῖς θρηνούσαις καὶ πένθος ἐπὶ τοῖς προτέροις πένθεσι: — MA

Part 2

ἡμῖν ταῖς γοεραῖς γενήσεταί τι νέον. ἐκ τοῦ ὀνείρου δεῖ τεκμαίρεσθαι ὅτι ἔχει τι δεινὸν γενέσθαι: — MA

Part 1

ἀτάραχος: — Mg

Part 1

τὸ μὲν φρίσσει ταρβεῖ ταὐτόν ἐστιν. ὁ δὲ νοῦς· οὐδέποτε ἡ ἐμὴ ψυχὴ ἀχώριστος φόβου γίνεται, τουτέστιν· ἐν κακοῖς ἀεί εἰμι. ἢ οὕτως· οὐδέποτε ἡ ἐμὴ ψυχὴ ὑπονοεῖ τι καὶ τούτου ἀχώριστος γίνεται. ἢ οὐδέποτε ἀχώριστος φόβου ἡ ἐμὴ ψυχὴ γίνεται. τινὲς οὕτως· οὐδέποτε ἡ ἐμὴ ψυχὴ φρίσσει ἢ φοβεῖταί τι ἢ ὑπονοεῖ καὶ τούτου ἀχώριστος γίνεται, οἶον· εἴ τι φοβοῦμαι καὶ ὑπονοῶ. τοῦτο καὶ γίνεται: — MA

Part 1

ποῦ ποτε θείαν Ἑλένου ψυχάν: ἔζη γὰρ Ἕλενος καὶ ὡς μέν τινες ἱστοροῦσιν, ηὐτομόλησεν, ὡς δέ τινες, ὑπὸ τῶν πολεμίων ἐλήφθη. ὁ δὲ νοῦς· ποῦ μοι ἄρα ἡ τοῦ Ἑλένου ψυχὴ ἡ μαντική. περιφραστικῶς δὲ εἶπε· ποῦ μοι ἄρα ὁ Ἕλενος ὁ μάντις καὶ ἡ Κασάνδρα, ἵνα μοι ὡς μάντεις ὄντες κρίνωσι τοὺς ὀνείρους: — MA

Part 1

ἵνα: — Mg

Part 1

ὀξεῖαν, ἀπὸ τοῦ λίαν βαίνειν τὴν ἔλαφον, οἷον σύντονον τῷ βήματι: — M

Part 2

καὶ ἄλλως: βαλίαν τὴν λίαν ἐνεργῆ τῷ βήματι: — M ποικίλην: — Mg

Part 3

† βαλίαν: γράφεται καὶ βαλιά καὶ βαλία. διαφέρει δέ· βαλία μὲν γὰρ λέγεται ἡ ταχεῖα παρὰ τὸ λίαν βαίνειν, βαλιά δὲ ἡ κατάστικτος καὶ φολιδωτός: — A

Part 4

† ἄλλως: εἶδον γὰρ βαλίαν ἔλαφον σφαζομένην ἐν ἀνάγκῃ τῷ αἱματοποιῷ ὄνυχι τοῦ λύκου ἀναρπασθεῖσαν ἀπὸ τῶν ἐμῶν γονάτων οἰκτρῶς: — A

Part 5

τῇ φονικῇ, οἶον τῷ αἱματοποιῷ ὄνυχι: — MgAg

Part 1

τῇ ἀνάγκῃ. ἀποσπασθεῖσαν μετὰ βίας τῶν ἐμῶν γονάτων: — M

Part 2

ἐλεεινῶς. ἀνηλεῶς: — MgAg

Part 1

καὶ τοῦτο δὲ, τὸ φάντασμα τοῦ Ἀχιλλέως, πλεῖον με φοβεῖσθαι ποιεῖ· συντείνει γὰρ εἰς τὸν ὄνειρον: — MA

Part 2

εἰς ἐμὲ, φησὶν, ἐτράπη τὰ κακὰ, τοῦ Ἀχιλλέως γέρας αἰτοῦντος τοὺς Ἕλληνας μίαν τῶν Τρωικῶν γυναικῶν εἰς σφαγήν: — MA

Part 1

† . . . ἦλθεν ὑπε⟨ράν⟩ω τῆς ἄκρας κορυ⟨φῆς⟩ . . . . . Τρῳάδων καὶ δειμαίνω μή πως αὐτῷ θύσωσι τὴν Πολυξένην: — A

Part 1

ὁ δέ ἀντὶ τοῦ γάρ: — Mi

Part 1

οὐ γὰρ ἰδικῶς τὴν Πολυξένην ᾐτήσατο, ἀλλὰ μίαν τῶν αἰχμαλωτίδων κάλλει ὑπερφέρουσαν: — M

Part 1

ἀποπέμψατε, ὦ θεοὶ, δεομένης μου ἐπακούοντες: — MAg

Part 2

ἀποπέμψατε, ὦ θεοὶ, τοῦτο τὸ φάντασμα ⟨ἀπὸ⟩ τῆς ἐμῆς θυγατρὸς δεομένης μου ἐπακούσαντες: — MA

Part 1

ὁ χορὸς ἐκ Τρῳάδων αἰχμαλώτων γυναικῶν. ὁ δὲ λόγος· ὦ Ἑκάβη, πρὸς σὲ ὡρμήθην μετὰ σπουδῆς τὰς δεσποτικὰς σκηνὰς, τοῦ Ἀγαμέμνονος, καταλιποῦσα: — MA

Part 2

† Ἑκάβη, σπουδῇ ἧλθον πρὸς σὲ λιποῦσα τὰς δεσποσύνους σκηνὰς, ὅπου ἐτάχθην φυλάττειν ἀπελαθεῖσα καὶ ἐκβληθεῖσα ἀπὸ τῆς Τροίας ἐκ τοῦ κοπτικοῦ στόματος τῆς λόγχης παρὰ τῶν Ἀχαιῶν γενομένη δοριθήρατος. ἧλθον δὲ οὐ μέλλουσά τι εὐφραντὸν μηνῦσαί σοι ἢ ἀποκουφίσαι σε ἀπὸ τῶν θλίψεων, ἀλλὰ μᾶλλον αἰρομένη καὶ φέρουσα μέγα βάρος ἀγγελίας, ἀντὶ τοῦ μεγάλην λύπην. ἐν γὰρ τῷ παντὶ συναθροίσματι τῶν Ἑλλήνων λέγεται δόξαν γενέσθαι, ἤγουν θέλησιν, τὴν σὴν παῖδα Πολυξένην σφάγιον θέσθαι τῷ Ἀχιλλεῖ. γινώσκεις γὰρ καὶ αὐτὴ ὡς ὁ Ἀχιλλεὺς θυσίαν ἐζήτησεν, ὅτε ἐφάνη σύν ὅπλοις χρυσοῖς ἐπιβὰς τοῦ τύμβου, ἐκώλυε δὲ τὰς ποντοπόρους ναῦς ἐπερειδομένας, ἐχούσας, τὰ ἱστία ἐν τοῖς σχοινίοις, ταῦτα βοῶν καὶ λέγων· ποῖ ἀπέρχεσθε, Δαναοὶ. λιπόντες τὸν ἐμὸν τάφον ἀγέραστον: — A

Part 3

ὡρμήθην, παρεγενόμην. οὕτως Εὐριπίδης: — Mg

Part 1

δεσποτικάς: — Mg

Part 2

τὰς δεσποσύνους: τὰς τῶν δεσποτῶν. δεσπόσυνος δὲ κυρίως ὁ τοῦ δεσπότου υἱός. κατεχρήσατο οὖν οὕτως εἰπών: — MA

Part 3

ἦν γὰρ ἡ Ἑκάβη ἐν τῇ τοῦ Ὀδυσσέως σκηνή, ὁ δὲ χορὸς ἐν τῆ τοῦ Ἀγαμέμνονος. διὰ τοῦτο λέγει τὰς δεσποσύνους, τουτέστι τοῦ Ἀγαμέμνονος, ὅπου ἐκληρώθην εἶναι δούλη: — MA

Part 1

οὐδὲν παθέων ἀποκουφίζουσ’: οὐδὲν τῶν περιεχόντων σε κακῶν θεραπεύουσα: — M

Part 2

ἄλλως: ἐν ὑπερβατῷ· σπουδῇ πρὸς σ’ ἐλιάσθην οὐδὲν παθέων ἀποκουφίζουσα. σπουδῇ, φησὶν, ἐχωρίσθην ἀπὸ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος οὐκ ἐπὶ τῷ κουφίσαι τι τῶν κακῶν σου, ἀλλὰ καὶ ἐπισάξαι τοῖς λεγομένοις ὑπ’ ἐμοῦ: — MA

Part 3

οὐδὲν παθέων ἀποκουφίζουσ’: οὐδὲν τῶν περιεχόντων σε κακῶν θεραπεύουσα καὶ ἀποκουφίζουσα, ἀλλὰ τοὐναντίον ἐπιτιθεῖσα βάρος ἀγγελίας, τουτέστιν· ἕτερά σοι πρὸς οἶς ἔχεις κακοῖς ἀπαγγέλλω κακά: — MA

Part 4

ἄλλως: παρεγενόμην δὲ οὐκ ἐλαττοῦσά σου τὰς συμφοράς, ἀλλὰ μᾶλλον καὶ παραύξουσα διὰ ταύτης τῆς ἀγγελίας: — MA

Part 1

γινώσκεις ὅτε ὁ Ἀχιλλεὺς ἐπάνω στὰς τοῦ ἑαυτοῦ τύμβου σὺν ὅπλοις χρυσοῖς ἐπεῖχε τὰς ναῦς οὔριον ἐχούσας τὸν πλοῦν, ταῦτα λέγων: — MA

Part 2

† ἐκ δὲ τοῦ εἰπεῖν λαίφη προτόνοις ἐπερειδομένας ἔδειξεν ὁ ποιητὴς ὅτι ἀνέμου ὄντος καὶ τῶν ἱστίων ἡπλωμένων ὑπαρχόντων καὶ τῶν νεῶν πλεόντων νηνεμία γέγονε ἡνίκα ἐφάνη ὁ Ἀχιλλεὺς καὶ . . .: — A

Part 1

κυρίως σχεδία ἡ πρὸς τάχος γινομένη καὶ σχεδόν: — MAi

Part 1

τοῖς σχοινίοις τὰ ἄρμενα ἐκτεταμένα ἐχούσας πρὸς τὸ πλεῖν: — MAg

Part 2

ἐκτεινούσας: — Mg

Part 1

λέγων· κυρίως δὲ ὑλακτῶν. τὸ δὲ ἑξῆς· ἐφάνη τάδε θωύσσων: — Mi

Part 1

ἀποπλέετε. κυρίως δὲ ἀποστέλλειν ἐστὶ τὸ διὰ νεὼς ἐκπέμπειν, ὅθεν καὶ στόλος λέγεται ὁ πολλῶν νεῶν ἀπόπλους. καταχρηστικῶς δὲ ἀποστέλλειν λέγεται καὶ τὸ δι’ ἑτέρου τινὸς ἐκπέμπειν τι: — MA

Part 1

† πολλῆς δ’ ἔριδος: πολλῆς φιλονεικίας κλύδων καὶ ζάλη γέγονεν, οἶα φιλεῖ γίνεσθαι, ὅταν ἐν πλείονι ὄχλῳ οὐχ ἡ αὐτὴ βούλησις ἦ: — A

Part 2

ταραχή: — MiAg

Part 1

δόκησις διττή: — Mg

Part 2

† δόξα δ’ ἐχώρει: θέλ⟨ει εἰπεῖν· δόξα⟩ διπλῆ ἦν ἐν τῷ πολεμικωτάτῳ στρατῷ τῶν Ἑλλήνων. τοῖς μὲν γὰρ ἤρεσκε διδόναι καὶ ποιεῖν σφάγιον ἐν τῷ τοῦ Ἀχιλλέως τύμβῳ, τοῖς δὲ οὐδαμῶς τοῦτο καλὸν ἐδόκει. ἦν δὲ σπουδάζων καὶ θέλων τὸ σὸν καλὸν, ἤγουν τὸ μὴ σφαγιασθῆναι τὴν Πολυξένην, ὁ Ἀγαμέμνων ὁ ἀνέχων τὰς κοίτας τῆς μαντικῆς Κασάνδρας καὶ σὺν αὐτῇ κοιμώμενος: — A

Part 1

δοκοῦντος: — Mg

Part 1

ἦν δὲ ὁ Ἀγαμέμνων εἰς τὸ σὸν συμφέρον σπεύδων διὰ τὸ τιμᾶν αὐτὸν τὰ λέκτρα τῆς Κασάνδρας: — MA

Part 2

χαριζόμενος τῇ Κασάνδρᾳ διὰ τὴν πρὸς αὐτὴν κοινωνίαν ὁ Ἀγαμέμνων οὐκ ἐβούλετο σφαγῆναι τὴν Πολυξένην: — MA

Part 1

† μαντιπόλος ἐλέγετο ἡ Κασάνδρα διὰ τὸ ἀναστρέφεσθαι αὐτὴν εἰς τὰ μαντεῖα: — A

Part 2

τῆς μαντικῆς: — MgAg

Part 3

τιμῶν, αὔξων: — MgAg

Part 4

† ἔνθεοι γὰρ καὶ μανικοὶ γενόμενοι οἱ μάντεις μαντεύονται: — A

Part 1

† τὼ Θησείδα δ’ ὄζω: τοῦτο πρὸς τὸ σὸν σπεύδων ἀγαθὸν Ἀγαμέμνων ἀπέτρεπε. καὶ ἔστιν οὕτως· ἦν μὲν ὁ Ἀγαμέμνων ὁ σὲ ἐκδικῶν, οἱ δὲ Θησεῖδαι οἱ βασιλεῖς τῶν Ἀθηνῶν ἦσαν ῥήτορες δισσῶν λόγων, εἰς τὸν ὅμοιον δὲ νοῦν καταληγόντων. ἔλεγε γὰρ ὁ μὲν εἶς ὡς δεῖ τὸν Ἀχιλλέα τιμᾶν καὶ θῦσαι αὐτῷ τὴν Πολυξένην, ὁ δὲ ἕτερος ἔφασκεν ὡς οὐ δεῖ ἀγέραστον καταλεῖψαι τὸν Ἀχιλλέα, ἀλλὰ κυρωθῆναι τὴν ψῆφον, καθὰ περὶ αὐτοῦ ἐκρίναμεν. καὶ οἱ μὲν λόγοι δισσοὶ, εἰς ἕνα δὲ νοῦν λήγοντες καὶ εἰς μίαν γνώμην: — A

Part 2

ὄζω Ἀθηνῶν: οἱ δὲ τοῦ Θησέως παῖδες, Ἀκάμας καὶ Δημοφῶν, οἳ ἦσαν κλάδοι τῶν Ἀθηναίων, οἳ καὶ ἐστρατεύσαντο ἐπὶ Ἴλιον οὐχ ἡγούμενοί τινων, ἀλλ’ ἐπὶ τὴν ἀπολύτρωσιν τῆς Αἴθρας. ἕνεκεν γὰρ ταύτης ἐστρατευκέναι τούτους φασίν: — MA

Part 3

τὼ Θησείδα δ’ ὄζω Ἀθηνῶν: τοὺς Θησέως παῖδας ἔνιοί φασι μὴ ἡγεμόνας στρατεύεσθαι ἐπὶ Ἴλιον μηδὲ τῆς συμμαχίας χάριν, ἀλλὰ ἀποληψομένους τὴν Αἴθραν· διὸ καὶ τὸν Ὅμηρον [Β 552] λέγειν τὸν Μενεσθέα ἡγεῖσθαι τῶν Ἀθηναίων. Διονύσιος γοῦν ὁ τὸν Κύκλον ποιήσας φησί [FHG IV p. 653a]· Δημοφῶν δὲ ὁ Θησέως ἐδεῖτο αὐτοῖς δοῦναι Αἴθραν τὴν Πιτθέως τὴν τοῦ πατρὸς μητέρα, ὅπως αὐτὴν κομίσωσιν οἴκαδε. Μενέλαος δὲ πρὸς Ἑλένην πέμπει Ταλθύβιον κελεύσας ἄγειν Αἴθραν. καὶ Ἑλένη δωρησαμένη Αἴθραν παντοδαπῷ κόσμῳ ἀποστέλλει πρὸς Δημοφῶντα καὶ Ἀκάμαντα. Ἑλλάνικος δέ φησιν [frg. 75] αὐτοὺς ἐστρατευκέναι, ὅπως, εἰ μὲν ἕλοιεν Ἴλιον, λάφυρον αὐτὴν λάβοιεν, εἰ δὲ μή, κἂν λυτρώσαιντο δώροις. φεύγειν δὲ αὐτοὺς διὰ τὸ μὴ βούλεσθαι ἄρχεσθαι ὑπὸ Μενεσθέως. ἦσαν δὲ μετὰ ⟨τοῦ Ἐλεφήνορος τοῦ⟩ Χαλκώδοντος τοῦ Ἄβαντος ἐν Εὐβοίᾳ: — MA

Part 1

δισσῶν μύθων ῥήτορες: οἱ δύο λέγοντες καὶ ῥητορεύοντες εἰς ταὐτὸ συνέτρεχον μίαν γνώμην ἔχοντες: — MA

Part 2

† οἱ μὲν λόγοι δύο ἦσαν τῷ αὐτοὺς δύο εἶναι, ἡ γνώμη δὲ μία: — AAg

Part 1

τιμᾶν, ἀπὸ μεταφορᾶς τῶν νικώντων, στεφανουμένων μετὰ τιμῆς: — M

Part 1

νέας παιδὸς αἵματι. ἢ ὑγρῷ, τῷ καὶ τὰ χλωρὰ φυτὰ ὑγρὰ εἶναι. τινὲς δὲ νέῳ: — M

Part 2

ἔλεγον δὲ τὰ τῆς Κασάνδρας λέκτρα οὐκ ὀφείλειν προκριθῆναι τῆς Ἀχιλλέως ἀρετῆς. ὁ γὰρ Ἀγαμέμνων εἰς τιμὴν Κασάνδρας συνεμάχει Πολυξένῃ: — MA

Part 1

† σπουδαὶ δὲ λόγων κατατεινομένων: λόγων δὲ λεγομένων ἡ αὐτὴ καὶ μία γνώμη ἐπεκράτει καὶ ἀπόφασις κατὰ τῆς σῆς παιδὸς οὐκ ἐδίδοτο, ἕως ὁ τὰ πρὸς χάριν τοῦ δήμου λέγων Ὀδυσσεὺς ἀνέστη καὶ πείθει τὸν στρατὸν μὴ ἀπωθεῖν τὸν ἄριστον τῶν Ἑλλήνων πάντων ἕνεκα τῶν δούλων σφαγίων. ἔλεγε γὰρ· μὴ γένοιτό τινα ἀπὸ τῶν σφαγέντων Ἑλλήνων σταθῆναι ἔμπροσθεν τῆς Περσεφόνης καὶ εἰπεῖν ὡς ἀχάριστοι εἰς ἡμᾶς τοὺς σφαγέντας ἕνεκα τῶν Ἑλλήνων ἐφάνησαν οἱ Ἕλληνες μὴ τιμήσαντες ἡμᾶς, ἀλλ’ ἀγεράστους ἡμᾶς καταλείψαντες εἰς Ἑλλάδα ἀπέρχονται: — A

Part 1

ἀντὶ τοῦ · πρὶν Ὀδυσσέως μιᾷ γνώμῃ καὶ ψήφῳ προσετέθη: — Mi

Part 2

ὁ συνετόβουλος: — MgAg

Part 3

ὁ λάλος. ὅθεν καὶ ⟨δημοκόπος καὶ⟩ κόβαλος, ὁ κομψός· καὶ μὴν κόβαλά γ’ ἐστὶν ὡς καὶ σοὶ δοκεῖ [Arist. Ran. 104] . κοπίδας τε τὰς τῶν λόγων τέχνας ⟨ἔλεγον⟩ ἄλλοι τε καὶ ὁ Τίμαιος οὕτως γράφων [FHG IV p. 640b]· ὥστε καὶ φαίνεσθαι μὴ τὸν Πυθαγόραν † εὑράμενον τῶν ἀληθινῶν κοπίδων μηδὲ τὸν ὑφ’ Ἡρακλείτου κατηγορούμενον, ἀλλ’ αὐτὸν ⟨τὸν⟩ Ἡράκλειτον εἶναι τὸν ἀλαζονευόμενον. τὰ περίεργα γὰρ τῶν λόγων καὶ τὰ κατεστωμυλμένα κόβαλα ἔλεγον, ὡς Ἀριστοφάνης ἐν Βατράχοις κόβαλά γ’ ἐστὶν, ὡς καὶ σοὶ δοκεῖ: — MA

Part 4

λάλος: — Mg

Part 5

σύντομος καὶ ὀξὺς τῷ λόγῳ: — Mg

Part 6

ὁ τῷ δήμῳ κεχαρισμένα λέγων ⟨εἰς⟩ τὸ εὔνοιαν ἐπισπᾶσθαι παρ’ αὐτῶν: — Mi

Part 1

ἀντὶ τοῦ μιᾷ γνώμῃ προσετέθη. στρατιὰ δέ ἐστι τὸ ἄθροισμα τῶν στρατιωτῶν, στρατεία δὲ αὐτὸς ὁ πόλεμος καὶ ἡ ἐν πολέμῳ ⟨παρά⟩ταξις: — MA

Part 1

ὡς ἀπέβησαν ἀπὸ τῶν πεδίων τῆς Τροίας οἱ Δαναοὶ ἀχάριστοι τοῖς Δαναοῖς τοῖς τεθνηκόσιν ⟨ὑπὲρ τῶν⟩ Ἑλλήνων [ἐγένοντο], ὅ ἐστιν· ἀχάριστοι οἱ Ἕλληνες ἐγένοντο εἰς τοὺς τελευτήσαντας ὑπὲρ αὐτῶν Ἕλληνας: — M

Part 1

τοῖς τεθνηκόσιν: — MgAg

Part 2

† οὐχ ἁπλῶς λέγει τῶν ἀποθανόντων καὶ ἐν Ἅίδου ὄντων, ἀλλὰ τῶν Ἑλλήνων τῶν ἐν τῇ Τροίᾳ ἐν τῷ ἀριστεύειν καὶ τῶν ἄλλων προμάχεσθαι ἀναιρεθέντων. ἀχάριστοι δὲ οἱ Ἑλλήνες ἐγένοντο εἰς τοὺς τελευτήσαντας ὑπὲρ αὐτῶν ἐν Ἰλίῳ Ἕλληνας. ἢ λίαν ἀχάριστοι οἱ ἐν Ἰλίῳ Ἕλληνες τοῖς τεθνηκόσιν: — A

Part 1

ὅσον οὐκ ἤδη: ὅσον οὐδέπω, μετ’ οὐ πολὺ, σφόδρα ταχέως: — M

Part 2

† ὅσον οὐκ ἤδη: οὐδαμῶς ἐπὶ πολὺν χρόνον, ἀλλὰ ἐπ’ ὀλίγον, τουτέστι παραυτίκα καὶ παραχρῆμα καὶ ταχέως: — A

Part 1

ἀντὶ τοῦ παρθένον: — Mg

Part 1

ἐξορμήσων αὐτὴν τῆς σῆς χειρὸς, τουτέστιν ἀφαιρησόμενος: — MAg

Part 1

ἐπικαλοῦ βοηθούς σοι γενέσθαι τοὺς οὐρανίους καὶ καταχθονίους θεούς: — MAg

Part 2

† κήρυσσε θεούς: ἀντὶ τοῦ ἀνακάλει τοὺς θεοὺς τοὺς ὑπὸ γῆν καὶ οὐρανὸν· καὶ ἢ γάρ σε διακωλύσουσιν αἱ λιταὶ γενέσθαι ὀρφανὸν, ἀντὶ τοῦ ὀρφανὴν, τῆς σῆς δυστυχεστάτης παιδὸς, τουτέστιν ἢ σωθήσεται ἡ παῖς σου, ἢ δεῖ σε ἐπιδεῖν αὐτὴν προκειμένην ἐπὶ τύμβῳ φοινισσομένην ἐν τῷ μελαναυγεῖ νασμῷ τοῦ αἵματος, τουτέστι τῇ ῥύσει, ἀπὸ τοῦ νάω τὸ ῥέω. τὸ δὲ αἵματι ἀντὶ τοῦ αἵματος γενικῶς, τοῦ ῥεομένου ἐκ τῆς ποτε φερούσης τὸν χρυσὸν δειρῆς αὐτῆς: — A

Part 1

ἔρημον. ὡς κλυτὸς Ἱπποδάμεια [Β 742]: — M

Part 1

ἢ δεῖ σ’ ἐπιδεῖν τὴν παρθένον ἐγγὺς τοῦ τύμβου κειμένην ἐκ χρυσοφόρου δειρῆς φοινισσομένην νασμῷ μελαναυγεῖ, ὅ ἐστι τῇ ῥύσει τοῦ αἵματος: — MA

Part 2

προνενευκυῖαν: — Mg

Part 1

τῆς ποτε χρυσοφόρου δειρῆς, ὡς τὸ ἐυμμελίω Πριάμοιο: — Mg

Part 2

† ἐκ χρυσοφόρου δειρῆς: ἤτοι ἐκ τραχήλου φέροντος κόσμια χρύσεα. οἱ παλαιοὶ γὰρ, ὅταν ἔμελλον σφαγιάσαι τινὰ γυναῖκα ἐπὶ τάφῳ τινὸς. ἐκόσμουν αὐτὴν διὰ χρυσείων κόσμων ὥσπερ νύμφην: — A

Part 1

τῇ ῥύσει τοῦ μέλανος αἵματος: — Mg

Part 1

ἠχὼ, ἀντὶ τοῦ βοήν. τινὲς δὲ περισπῶσι τὸ ἀχῶ, ἵν’ ἦ· ὁποίαν ἠχήσω βοήν: — MA

Part 1

λείπει τὸ ἕνεκα· ἐγὼ ἀθλία εἰμὶ ἕνεκα τοῦ δυστυχοῦς γήρως: — MA

Part 2

φεῦ τῆς δουλείας ταύτης τῆς οὐ τλητῆς οὐδὲ φορητῆς. καρτερητῆς. οὐ φορητῆς: — MA

Part 1

εἰς ποίαν ὁδὸν βοηθείας παραγένωμαι: — MA

Part 2

εἰς ποίαν βοήθειαν ὁρμήσω: — MgA

Part 1

ἀντὶ τοῦ ἀπαγγείλασαι: — M

Part 2

ὠ κακά μοι ἀπαγγείλασαι. ἢ ὑπομείνασαι καὶ παθοῦσαι: — MA

Part 1

οὐκέτι μοι φορητὸς ἢ θαυμαστὸς καὶ ἀποδεκτὸς ὁ βίος ἐν τῇ ζωῇ γενήσεται, ἀλλ’ ἐκ τῶν ἐναντίων ἐπαχθής: — MA

Part 2

† βίος δὲ σημαίνει τὸν παρόντα κόσμον, τὸν χρόνον τῆς ζωῆς, τὴν τέχνην καὶ κατάστασιν, τὴν οὐσίαν καὶ τὸ πρὸς τὸ ζῆν: — A

Part 1

καθήγησαι, ὦ τλήμων ποὺς: — Mi

Part 2

ἔνδον ἐβούλετο εἰσελθεῖν πρὸς τὴν τῶν αἰχμαλωτίδων σκηνήν. βούλεται γὰρ συντυχεῖν τῇ Πολυξένῃ καὶ μηνῦσαι τὸν ἐσόμενον αὐτῇ θάνατον: — MA

Part 3

† καί φησι ⟨πρὸς τὸν⟩ ἑαυτῆς πόδα· ὦ τλημονέστατε ποδ⟨ῶν, ἅγη⟩σαί μοι, τουτέστι ἡγεμόνευσόν μοι, κομίσαι με πρὸς ταύτην τὴν αὐλὴν, ἐν ᾖ ἐστιν ἡ Πολυξένη. καὶ εἰσελθοῦσά φησι πρὸς τὴν Πολυξένην · ὦ τέκνον, ἔξελθε ἀπὸ τῶν οἴκων καὶ ἄκουε τὴν φωνὴν τῆς μητρὸς, ὅπως ἴδῃς οἵαν ἀκούω φήμην καὶ λόγον, Πολυξένη, περὶ τῆς σῆς ψυχῆς, περὶ τοῦ σοῦ θανάτου: — A

Part 1

† ὡς ἴδῃς: μετάληψις αἰσθήσεως καλεῖται τὸ σχῆμα· τὸ γὰρ ἴδῃς ἀντὶ τοῦ ἀκούσῃς ἐφθέγξατο. μετήλλαξε δὲ τὴν δύναμιν τῶν ὤτων εἰς τὴν δύναμιν τῶν ὀφθαλμῶν · οὐ γὰρ μετὰ τῶν ὤτων βλέπει τις. διὰ τοῦτο καὶ μετάληψις αἰσθήσεως ὠνομάσθη τοῦτο: — A

Part 1

οἵαν ἤκουσα φήμην περὶ τῆς σῆς ψυχῆς, περὶ τοῦ σοῦ θανάτου: — Mi

Part 1

† τί νεωστὶ κακὸν εἰσεληλυθὸς κηρύξασα: — A

Part 1

ὥσπερ ὄρνιν ἐξέπτηξάς με τούτῳ τῷ φόβῳ. ἢ καταπτῆξαι καὶ δειλιάσαι ἐποίησας: — MA

Part 1

τί με δύσφημα φθέγγῃ: — Mg προοίμια: — Mg

Part 2

† τί ⟨με⟩ δυσφημεῖς· φροίμιά ⟨μοι⟩ κακά: εἰπούσης τῆς Ἑκάβης οἴμοι τέκνον ἀκούσασα ἡ Πολυξένη ἐφοβήθη καί φησι· τί προοιμιάζῃ λόγους κακούς: — A

Part 1

τὸ ἑξῆς· σφάξαι σε Πηλείδα γέννᾳ, ὅ ἐστι Πηλέως γενεᾷ, ἀντὶ τοῦ Πηλέως παιδὶ, Ἀχιλλεῖ. πατρωνυμικὸν ἀντὶ πρωτοτύπου, Πηλέως γέννῃ: — MA

Part 2

† ⟨σφάξαι σ’⟩ Ἀργείων κοινά: ἡ κοινὴ γνώμη τῶν Ἀργείων συντείνει, ἤγουν σπεύδει, σφάξ⟨αι σε⟩ πρὸς τὸν τύμβον τὸν ⟨τοῦ υἱοῦ⟩ τοῦ Πηλέως, ἤγουν τοῦ Ἀχιλλέως. τὸ γὰρ Πηλείδα γέννᾳ ἀντὶ γενικῆς λαμβάνεται, ἵνα πρὸς τὸν τύμβον τοῦ γεννήματος . . .: — A

Part 3

† ἄλλως: σφάξαι σ’ Ἀργείων κοινά: ἡ πάντων ψῆφος καὶ γνώμη συμφωνεῖ τοῦ σε ἀποθανεῖν ἐν τῷ τύμβῳ τῷ τοῦ Πηλέως υἱῷ, τῷ Ἀχιλλεῖ: — A

Part 1

ἀντὶ τοῦ βουλή: — MgAg

Part 1

τῷ Πηλέως παιδὶ Ἀχιλλεῖ. ἢ ἀντὶ τοῦ Πηλέως, πατρωνυμικὸν ἀντὶ πρωτοτύπου: — M

Part 1

γράφεται παῖ: — Mg

Part 2

† ἀντὶ τοῦ πῶς πῶς· ἡ δὲ παλιλλογία ⟨τὸ σπου⟩δαῖον τῆς…

Part 1

ἀφθόν…

The complete text is available when the reading interface loads.