The Greek Library Author

Scholia In Euripidem

Scholia in Euripidis Troiades

Scientific editors
Wilhelm Dindorf
Edition reference
Scholia Graeca in Euripidis tragoedias · Oxford · Oxford University Press · 1863
CTS identifier
urn:cts:greekLit:tlg5023.tlg012.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΤΡΩΙΑΔΕΣ.

ΥΠΟΘΕΣΙΣ ΤΡΩΙΑΔΩΝ.

ΜΕΤΑ τὴν Ἰλίου πόρθησιν ἔδοξεν Ἀθηνᾷ τε καὶ Ποσειδῶνι τὸ τῶν Ἀχαιῶν στράτευμα διαφθεῖραι, τοῦ μὲν εὐνοοῦντος τῇ πόλει διὰ τὴν κτίσιν, τῆς δὲ μισησάσης τοὺς Ἕλληνας διὰ τὴν Αίσντος εἰς Κασάνδραν ὕβριν. οἱ δὲ Ἕλληνες κληρωσάμενοι περὶ τῶν αἰχμαλώτων γυναικῶν τὰς ἐν ἀξιώμασιν ἔδωκαν Ἀγαμέμνονι μὲν Κασάνδραν, Ἀνδρομάχην δὲ Νεοπτολέμῳ, Πολυξένην δὲ τῷ Ἀχιλλεῖ. ταύτην μὲν οὖν ἐπὶ τῆς τοῦ Ἀχιλλέως ταφῆς ἔσφαξαν, Ἀστυάνακτα δὲ ἀπὸ τῶν τειχῶν ἔρριψαν. Ἑλένην δὲ ὡς ἀποκτενῶν Μενέλαος ἤγαγεν, Ἀγαμέμνων δὲ τὴν χρησμῳδὸν ἐνυμφαγώγησεν. Ἑκάβη δὲ τῆς μὲν Ἑλένης κατηγορήσασα, 2. Ὑπόθεσις Τρῳάδων] Sic inscriptum Falsum est quod ἐκληρώσαντο in A. Argumentum est in Harl. esse dicitur, qui, pariter ut Neapolitanus, 5743 et Vaticano Palatino 287. κληρωσάμενοι habet. Est etiam in A. (Vaticano 909.), 8. μὲν om. Havn. et Havniensi: de quibus diximus ib. Ἀνδρομάχην δὲ] ἀνδρομάχην μὲν ad Rhesi ὑπέθεσιν. 3. τὴν om. Havn. 9. τῷ Ἀχιλλεῖ] τῷ om. Havn. ib. πόρθησιν] πόρθωσιν A. ib. ἐπὶ τῆς τοῦ ἀχιλλέως ταφῆς ib. Ποσειδῶνι] τῷ ποσειδῶνι Havn. ἔσφαξαν A. Feminino τῆς ταφῆς 4. διαφθεῖραι] διαφθαρῆναι Harl. offensus corrector aliquis scripsit 5. Αἴαντος] τοῦ αἴαντος N. ἐπὶ τοῦ τοῦ ἀχιλλέως τάφου κατέσφαξαν, 6. Κασάνδραν] Sic A.N. hic et quod est in Havn. Alius in infra, non κασσάνδραν. Harl. ἐπὶ τῆς τοῦ προειρημένου ταφῆς ib. οἱ δὲ Ἕλληνες κληρωσάμενοι περὶ ἔσφαξαν. et in Pal. ἐπὶ τῆς τοῦ εἰρημένου των αἰχμαλώτων γυναικῶν τὰς ἐν ἀξιώμασιν] ταφῆς ἔσφαξαν, cui Musurus Sic A.N. et sic Harl. quo in Ald. substituit ἐπὶ τοῦ τάφου αὐτοῦ nisi quod post γυναικῶν interpungit τοῦ ἔσφαξαν. et pergit τὰς γὰρ ἐν ἀξιώμασι. 10. τειχῶν] τειχέων Havn. Quam scripturam in Ald., haud 11. ἀποκτενῶν] ἀποκτείνων libri. dubie ex Pal., posuit Musurus, nisi Correxit Musurus in Ald. quod ἐκληρώσαντο ex conjectura, ut ib. Μενέλαος libri. Μενέλεως Ald. videtur, scripsit pro κληρωσάμενοι. τοὺς ἀναιρεθέντας δὲ κατοδυραμένη καὶ τὸν Ἀστυάνακτα κηδεύσασα πρὸς τὰς Ὀδυσσέως ἤχθη σκηνὰς, τούτῳ λατρεύειν δοθεῖσα.

ΕΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΤΡΩΙΑΔΑΣ.

1. ἭΚΩ λιπόν: ὅλος ἐστὶ τοῦ θεάτρου ὁ Εὐριπίδης, πρὸς ὃ ἀφορῶν τοὺς λόγους νῦν ὁ Ποσειδῶν ποιεῖ παρὼν ἐν τῇ ὑποθέσει. πολλαχοῦ δὲ τοιοῦτος, ὡς ἐν ταῖς Βάκχαις ὁ Διόνυσος, ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα.

6. οὔποτʼ ἐκ φρενῶν: τὸ ἑξῆς, ἐκ φρενῶν τῶν ἐμῶν. παρὰ Ὀμηρικὸν δὲ Ποσειδῶνα ταῦτα.

9. ὁ γὰρ Παρνάσσιος: Παρνάσσιον αὐτὸν εἶπε Φωκέα ὄντα διὰ τὸ τάττεσθαι Δελφοὺς ὑπὸ Φωκεῦσιν. Ὅμηρος αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον, υἱέες Ἰφίτου μεγαθύμου Ναυβολίδαο. εἶτα οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν. παῤ ὃ δὴ ἠξιοῦντο τοῦ τε ἱεροῦ καὶ τῶν αὐτόθι χρημάτων ἔχειν τὴν ἐπιμέλειαν. ἔνθεν καὶ οἱ ἱεροὶ πόλεμοι κατερράγησαν, Λακεδαιμονίων μὲν ἀποδόντων Δελφοῖς τὸ ἱερὸν μετὰ τὸ καταπολεμῆσαι Φωκέας, Ἀθηναίων δὲ ἔμπαλιν Φωκεῦσιν αὐτὸ παραδόντων, καθάπερ Θουκυδίδης φησί. καλεῖται δὲ ἱερὸς ὅτι περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δελφοῖς ἐγένετο. Φώκου δὲ τοῦ Ψαμάθης καὶ Ἀστεροδίας τῆς Δηϊονέως ἐγένετο Πανοπεὺς καὶ Κρῖσος ὁ κρισάντου, τοῦ δὲ Πανοπέως 3. ἐστὶ Cobetus. ἐπὶ A. ib. ἔχειν L. Dindorfius. εἶχον A. 5. Βάκχαις] v. 1. 18. παραδόντων N. παραδόντων αὖτις 7. παρὰ L. Dindorfius. περὶ A. A. ib. Ὁμηρικὸν] Vid. Il. 12, 17. et 19. Θουκυδίδης] 1, 112. 13 init. 20. Ἀστεροδίας] Rectam hujus 9. διὰ τὸ τάττεσθαι L. Dindorfius. nominis scripturam Ἀστεροδείας esse διατάττεσθαι A. dixi in annot. ad schol. Homeri 10. Ὅμηρος] Il. 2, 517. Odyss. p. 50, 1. 11. Σχεδίος] σχέδιος A. 21. Κρῖσος Κampmannus. κροῖσος 15. παῤ ὃ L. Dindorfius. παῤ A. ὦ A. Ἐπειός. οὗτος εἰς Τροίαν στρατεύσας τὸν δούρειον ἵππον ἐποίησεν. Ἄλλως. ὁ Φωκεὺς Παρνάσσιος εἴρηται, ἐπεὶ Δελφὸς ὢν σὺν τοῖς Φωκεῦσιν ἐτάττετο, ἢ διὰ τὸ πλησίον τῇ Φωκίδι εἶναι τὸν Παρνασσόν.

14. δούρειος ἵππος: ψυχρῶς ἠτυμολόγησε τὸν ἵππον ἀπό τῶν δοράτων· ἄμεινον γὰρ παρὰ τὰ δοῦρα πεποιῆσθαι ἤγουν τὰ ξύλα. Ὅμηρος δουράτεον, ὅ ἐστι ξύλινον.

15. ἔρημα δʼ ἄλση: ἔρημα αὐτά φησιν, ὡς τῶν θεῶν ἐκλελοιπότων τὰ ἱερά. αὐτὸς οὖν ὁ Ποσειδῶν φησι λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς.

16. πρὸς δὲ κρηπίδων βάθροις: παρὰ τοῖς βάθροις δὲ τῶν κρηπίδων τοῦ ἑρκείου Διὸς ἀντὶ τοῦ ὑπὸ τοῖς βωμοῖς τοῦ Διός. τὸν δὲ ἕρκειον Δία ἄλλοι ἱστορικοὶ ἀναγράφουσιν ἰδίαν τινὰ σχέσιν περὶ αὐτοῦ ἱστοροῦντες, τρισὶν ὀφθαλμοῖς αὐτὸν κεχρῆσθαί φασιν, ὡς οἱ περὶ Ἀγίαν καὶ Δερκύλον. πεφόνευται δὲ ὁ Πρίαμος ὑπὸ Νεοπτολέμου δικαίως, ἐπειδὴ καὶ τὸν πατέρα αὐτοῦ Ἀχιλλέα ἐλθόντα ἐπὶ τὸν γάμον τῆς Πολυξένης οἱ περὶ Ἀλέξανδρον ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ λόγχαις ἀνεῖλον.

20. δεκασπόρῳ χρόνῳ: ἀντὶ τοῦ διὰ δέκα ἐνιαυτῶν· ἔνθεν καὶ ποιὰς τοὺς ἐνιαυτοὺς ἔλεγον ἀπὸ τῆς τῶν καρπῶν ἀναδόσεως.

27. νοσεῖ τὰ τῶν θεῶν: ἀντὶ τοῦ ἐξασθενεῖ, οἷον τὰ τῶν θεῶν ἀμελούμενα ὑπὸ τῶν ἀνθρώπων.

29. βοῷ Σκάμανδρος: ἀντὶ τοῦ καταβοᾶται· ἐν τῷ αὐτὰς βοᾶν Νεοπτόλεμος καὶ ἄλλοι τινές.

31. εἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι: ἔνιοι ταῦτά φασι πρὸς χάριν εἰρῆσθαι· μηδὲν γὰρ εἰληφέναι τοὺς περὶ Ἀκάμαντα καὶ Δημοφῶντα ἐκ τῶν λαφύρων, ἀλλὰ μόνην τὴν Αἴθραν, διʼ ἣν καὶ ἀφίκοντο εἰς Ἴλιον Μενεσθέως ἡγουμένου. Λυσίμαχος δὲ τὸν τὴν Πέρσιδα πεποιηκότα φησὶ γράφειν οὕτως Θησείδαις δʼ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων ἠδὲ Μενεσθῆϊ μεγαλήτορι ποιμένι λαῶν. Ἄλλως. ταῦτα ἔνιοι πρὸς χάριν Ἀθηναίων Εὐριπίδην λέγειν· ἀγαπητὸν γὰρ εἶναι τοῖς περὶ Δημοφῶντα Αἴθραν ἀναλαβεῖν, ἦς ἕνεκα αὐτούς φασιν ἐπὶ Τροίαν ἐλθεῖν Μενεσθέως ἀφηγουμένου τῶν Ἀθηναίων.

32. ἄκληροι Τρῳάδων: γράφεται παρθένων. ὅσαι μὲν οὖν ἐκληρώθησαν ἀπεδόθησαν, ὅσαι δὲ ἀκλήρωτοι ἐξαιρέτως δοθεῖσαι τοῖς πρώτοις ἐνταῦθα τυγχάνουσιν.

36. τὴν δʼ ἀθλίαν: ἄμεινον ἦν ἀπὸ τῶν πραγμάτων παράγεσθαι ὀδυρομένην τὰ παρόντα. οὕτω γὰρ ἂν ἡ τραγῳδία τὸ πάθος εἶχε, νῦν δὲ ψυχρῶς τῷ θεάτρῳ προσδιαλέγεται.

41. ἣν δὲ παρθένον μεθῆκʼ Ἀπόλλων: ἣν οὐ διεκόρευσεν, ἀλλʼ εἴασε παρθένον· οἱ γὰρ ἐνθουσιῶντες ἐπιτετραμμένοι εἰσὶ τῇ κοινωνήσει.

44. γαμεῖ βιαίως: ἀντὶ τοῦ γαμήσει· σεσημείωται καὶ μηκέτι αὐτῆς οἰκουμένης· ὑπώπτευκε γὰρ Ἀριστοφάνης ἐκ τούτου τὸ “νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει.”

51. ἔξεστιν· αἱ γάρ: φιλονεικεῖ ὁ Ποσειδῶν σώζειν τὴν Ἴλιον, ἐπεὶ ᾠκοδόμησεν αὐτήν.

61. ἐκεῖσε πρῶτʼ ἄνελθε: ἀντὶ τοῦ ἐκεῖνον ἀνάλαβε τὸν λόγον καὶ ἀνάτρεχε εἰς τὸν περὶ Ἑλλήνων λόγον.

89. Μυκόνου: ἀκτή τις οὕτω καλουμένη. Καφηρεὺς δὲ ἀκρωτήριον Εὐβοίας, μεταξὺ Σκύρου. Νεάνθης δὲ ὁ Κυζικηνὸς Καθηρέα αὐτόν φησι πρότερον κεκλῆσθαι· εἶναι γὰρ ἐκεῖ βωμὸν εἰς ὃν Εὐβοεῖς καθαιρόμενοι ἔθυον. χρόνου δὲ προϊόντος Καφηρεὺς ἐκλήθη παραφθειράντων τῶν ἐνοικούντων τὴν λέξιν. περὶ τοῦτο δὲ οἱ πλεῖστοι τῶν Ἑλλήνων κατὰ τὸν ἀπόπλουν διεφθάρησαν. κοινὰ δὲ διὰ τῆς ἱστορίας.

96. τύμβους θʼ, ἱερά: λείπει ὁ γάρ, ἵν᾿ ᾖ τὰ γὰρ ἱερὰ τῶν τεθνηκότων ἔρημα ποιήσας αὐτὸς ὕστερον ὀλεῖται.

99. ἄνα δυσδαίμων: πρὸς ἑαυτὴν ταῦτα ἡ Ἑκάβη λέγει, ἀνάστηθι τὴν κεφαλήν σου, ὦ Ἑκάβη. ὁ δὲ λόγος, ἄνα δυσδαίμων, ὦ ἐκ θεῶν δυσδαίμων κεφαλὴ γεγονυῖα, ἀνάστηθι. ἡ δὲ πεδόθεν κεφαλὴ ἐμπαθεστέρα ἐστὶ καὶ τοῖς ὑποκειμένοις οἰκείως ἔχουσα. ἡ γὰρ Ἑκάβη ἔρριψεν ἑαυτὴν διὰ τὰς συμφορὰς ἐπὶ τοῦ ἐδάφους καὶ τούτῳ οἰκείως ἐπέλεξε τὸ “ἐπάειρε δέρην,” ὡς πεπτωκυίας αὐτῆς καὶ κεκλιμένης ἐπὶ τοῦ ἐδάφους. καὶ τὸν Πρίαμον ὁμοίως κείμενον πρὶν συνέστησεν οὕτως “πρὸς δὲ κρηπίδων βάθροις πέπτωκε Πρίαμος.” ὥστε εἰκὸς διὰ τὰ τοιαῦτα τὴν Ἑκάβην τὰς ἐπιτηδείους καθέδρας καταλιποῦσαν ἐπὶ τοῦ ἐδάφους κεῖσθαι.

101. ἀνέχου: ἀνέχου, φησὶν, ἐν εὐτελείᾳ τυγχάνουσα· οὐ γὰρ 3. πρῶτʼ] πρῶτον A. 9. περὶ] π A.N. quod etiam παρὰ 5. Μυκόνου] μυκίνου A. esse potest. ib. Καφηρεὺς Κampmannus. κά- 14. δυσδαίμων] δυσδαῖμον A. hic et φηρος A. 6. μεταξὺ] ἀντικρὺ Kampman- ib. ἀνάστηθι] ἀνάστησον dicere de- nus, nisi alius loci nomen exci bebat derit. καὶ Ἄνδρου addit Brunneman- 16. δυσδαίμων] δυσδαῖμον A. ib. πεδόθεν] παιδόθεν A. ib. Κυζικηνὸς Καθηρέα kampman- 17. ἐμπαθεστέρα] ἐμπαθέστερον A. nus. κυζικηνός:—καφήρειοί τʼ ἄκραι:. καφηρεὺς καθηρέα A. Verba Καφήρειοί ἐμπαθεστέρος N. τʼ ἄκραι (v. 90.) e lemmate illata. ib. οἰκείως] οἰκείοις A. Narrationem autem Neanthis ex 19. τούτῳ scripsi pro τοῦτο. opere περὶ τελετῶν excerptam esse 21. συνέστησεν Kampmannus. συν- probabiliter conjecit Muellerus έστηκεν A. Fragm. Histor. vol. 3. p. 11. ib. οὕτως] v. 16. τὰ παρόντα νῦν ἐστιν ἡ Τροία οὐδὲ ἡ πρὶν εὐδαιμονία, οὐδὲ νῦν βασιλεῖς ἐσμεν Τροίας.

103. μηδὲ προσίστω: ἀντὶ τοῦ μὴ ἀντικεῖσθαι τοῖς πρὸς πρῷραν κύμασιν, ὅ ἐστι, μὴ ἀνθίστασο τῷ δαίμονι τοῦ βίου, ἀλλὰ πλέε κατὰ τὸ εὐθύ· ὅταν γὰρ ἡ ναῦς πρὸς κῦμα ἢ πρὸς ἄνεμον πλέῃ, βλάπτεται. σὺ οὖν, φησὶ, πλέουσα πρὸς κῦμα μὴ ἀνθίστασο τῇ τύχῃ. τοῦτο δὲ ἐναντίον τῷ ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.

108. ὦ πολὺς ὄγκος: ὄγκον λέγει τὴν πάλαι εὐτυχίαν μεταφορικῶς· ὦ πολλὴ εὐδαιμονία τῶν προγόνων συσταλέντων.

113. ἄρθρων κλισίας: ἀντὶ τοῦ φεῦ τῆς ἀνακλίσεως τῶν μελῶν ὡς διάκειμαι.

117. ἄκανθαν: τὴν τῶν μελῶν ἄκανθαν. λέγει δὲ τοὺς νωτιαίους σφονδύλους. τοίχους δὲ τὰς πλευρὰς μεταφορικῶς εἴρηκεν. τὴν ῥάχιν οὖν ἄκανθάν φησιν. ὁ δὲ λόγος, πόθος μοί ἐστι τὴν ῥάχιν εἰλῆσαι περὶ τὰ πλευρά.

119. ἐπὶ τοὺς αἰεὶ δακρύων: ἡ ἐπί ἀντὶ τῆς διά, ὅ ἐστι βούλομαι διαδοῦναι ἐμαυτήν· κέκμηκα γὰρ διὰ τοὺς ἐλέγους καὶ τοὺς θρήνους.

120. Μοῦσα δὲ καὐτή: καὶ αὐτὴ δὲ, φησὶ, παραμυθία ἐστὶ τοῖς δυστυχοῦσι, τὰς ἑαυτῶν ἀποδύρεσθαι συμφοράς. ἔστι γὰρ καὶ μοῦσα θρηνωδίας.

122. ναῶν ὠκεῖαι: ὦ πρῷραι τῶν νηῶν, αἵτινες κώπαις ἀνὰ τὴν θάλασσαν καὶ τοὺς λιμένας μετʼ αὐλῶν βαίνουσαι τὴν πλεκτὴν τῆς Αἰγύπτου παιδείαν, ὅ ἐστι τὰ σχοινία, ἐν τοῖς κόλποις τῆς Τροίας ἐξήψασθε, τὴν Μενελάου γυναῖκα μετερχόμεναι. Ἄλλως. τὰ σχοινία, φησὶν, ἐν τῷ τῆς Τροίας λιμένι ἐξήψασθε τὰ πρυμνήσια. Αἰγύπτου δὲ παιδείαν τὰ σχοινία, καθὸ ἡ Αἴγυπτος τὴν βύβλον τρέφει. ὁ δὲ νοῦς τοιοῦτος, ὦ νῆες ἐπὶ αὐλῶν στυγνῷ παιᾶνι τὴν Τροίαν 1. οὐδὲ ἡ πρὶν] ἡ δὲ πρώην N. 13. 16. Verba τοὺς νωτιαίους et 3. πρῷραν] πρώραν A. περὶ τὰ πλευρὰ obliterata in A., ser- 7. τν] τὸ A. vata in N. 8. ἡ δʼ ἔθεεν] δὲ εὐθὺς in A. esse 19. καὐτή] Scribendum χαῦτη et videtur. δὲ εὐθεε N. Correctum ex in verbis scholiastae καὶ αὕτη. Hom. Od. 2, 249. 25. ἐξήψασθε] ἐξήρτασθε A. Cor- ib. διαπρήσσουσα] διαπρήσας A. rectum ex scholio proximo. ἐξηρ- Correctum ex Homero. τήσασθε dixit poeta v. 129. 10. συσταλέντων N. συσταλτῶν A. 28, αὐλῶν στυγνῷ] αὐλῶν στυγνῶν ut videtur. A. αὐλῷ στυγνῷ N. προσωρμίσατε. παρʼ ὅσον αὐλοῦσιν αὐλοὺς ἔχοντες εἰς τὰς ναῦς. “ἀλλʼ Ἡρακλῆς αὐλεῖ τις.”

132. Κάστορι λώβαν: τὴν γενομένην τῷ Κάστορι λώβαν καὶ τῷ Εὐρώτα δύσκλειαν, τῷ ποταμῷ Λακεδαίμονος. κοινοποιεῖ δὲ ἐπὶ πάσης Ἑλλάδος.

139. σκηναῖς ἔφεδρος Ἀγαμεμνονείαις: αὕτη μὲν ἔξω τῆς σκηνῆς ἦν, ὁ δὲ χορὸς ἔσω.

141. κουρᾷ ξυρήκει: τῇ ξυρικῇ κουρᾷ ἐκκαρθεῖσα τὴν πενθίμην κεφαλὴν, ἀντὶ τοῦ πένθιμον κεφαλὴν ἔχουσα.

147. μάτηρ δʼ ὡσεὶ πτανοῖς: καθάπερ δὲ ὄρνισιν ἡ μήτηρ ἐξάρχει τὴν πτῆσιν, οὕτως κἀγὼ κατὰ τὴν κλαγγὴν καὶ τὸν θρῆνον ἐξάρχωἐξάρχω δὲ οὐ κατὰ τὴν μολπὴν ἐκείνην, ἣν εἰώθειν εὐτυχοῦσα λέγειν.

150. σκήπτρῳ Πριάμου: τῷ σκήπτρῳ τοῦ Πριάμου ἐπερειδομένη ταῖς εὐκόμποις πληγαῖς Φρύγιαι τοῦ ἀρχεχόρον ποδὸς ἐξῆρχον τοὺς θεοὺς, ὅ ἐστιν ἀνύμνουν.

διερειδομένα: ἡ λέξις ἑκάτερον ἔχει, καὶ τὴν αὐτῆς ἀσθένειαν καὶ τὴν Πριάμου δυναστείαν.

168. ἔξω κομίζεσθʼ οἴκων: ἔξω τῶν οἴκων εὐτρεπίζεσθε, πρὸς τὸ πλεῖν στέλλεσθε ἑαυτάς. λέγει πρὸς τὰς λοιπὰς τὰς ἔσω, ἵνα τὸ ἡμιχόριον ἐξέλθῃ.

169. μὴ νῦν μοι τὰν ἐκβακχεύουσαν: ἐπειδὴ μέλλουσιν αἱ Τρῳάδες ἐξιέναι, συμβουλεύει ἡ Ἑκάβη μὴ ἐᾶν Κασάνδραν ἐξιέναι διὰ τὸ μαίνεσθαι.

171. αἰσχύναν Ἀργείοισιν: μὴ πέμψητε αὐτὴν αἰσχύνην τοῖς Ἕλλησιν, ἵνα καταισχύνωσιν αὐτὴν οἱ Ἕλληνες.

176. οἴιμρι: τὸ λοιπὸν ἡμιχόριον ἐξῆλθεν.

182. ὀρθρεύου σὰν ψυχάν: ἔπαιρε τὴν σεαυτοῦ ψυχὴν, ὁ χορέ. ἀπὸ μεταφορᾶς τῶν ὄρθρου ἐγειρομένων.

187. τίς μʼ Ἀργείων: τίς τῶν Θεσσαλῶν ποτὲ ἢ νησιωτῶν ἄξει με; ἢ Θεσσαλὸς ἢ Ἀργεῖος.

192. δειλαία νεκροῦ μορφά: ἥτις εἰμὶ δειλαία νεκροῦ μορφὴ, ἢ νεκρῶν ἄγαλμα.

193. ἄγαλμʼ, ἢ τὰν παρά τε προθύροις: ἢ θυρωρὸς ἐσομένη καὶ τὴν φυλακὴν τῶν προθύρων κατέχουσα, ἢ παίδων τροφὸς ἄγομαι. δέον, φησὶ, ταῦτα ποιῆσαι ἡ τῆς Τροίας δεσπότις.

197. ποίοις δʼ οἴκτοις: δύναται πρὸς τὴν Ἑκάβην, ἵνʼ ᾖ οὕτω, πῶς αὐταρκῶς δύνασαι τὰ κατὰ σὲ θρηνῆσαι;

199. οὐκ δαίοις ἱστοῖσι: οὐχ ὡς πρότερον ἥδον ἐν τοῖς ἱστοῖς δινεύουσα καὶ στρέφουσα τὴν κερκίδα.

201. νέατον τεκέων: ὅσῳ, φησὶ, νέα ὑπάρχουσα αἰχμάλωτος γέγονα, κρείσσους ἕξω μόχθους. καθὸ αἱ δυναταὶ ἰσχύουσαι πᾶν τὸ ἐπιτασσόμενον ποιοῦσιν· ἐὰν δὲ καὶ εὔμορφος , καὶ ὕβρισται. Ἄλλως. τὰ ὑμῶν σώματα νέα ὁρῶ πρὸς ὑπομονὴν τῶν πόνων.

203. ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνων: ἢ λέκτροις πλησιάσασα τῶν Ἑλλήνων.

204. ἔρροι νύξ: φθειρέσθω ἡ νὺξ ἡ ἐμὲ νυμφεύουσα τοῖς πολεμίοις, ὁμοίως δὲ καὶ ὁ δαίμων ἔρροι.

209. ἔλθοιμεν Θησέως εὐδαίμονα χώραν: ταῦτα ὑποθεραπεύουσα τοὺς Ἀθηναίους λέγει.

210. μὴ γὰρ δὴ δίναν: ἀπὸ κοινοῦ τὸ ἔλθοιμι. μὴ ἔλθοιμι, φησὶν, ὑπὸ τὴν δίνην τοῦ Εὐρώτου, ἥτις ἐστὶ Θεράπνη ἡ πόλις τῆς. Ἑλένης. οἰκητήριον δέ φησι τὰς Θεράπνας τῶν Διοσκούρων παρόσον 2.ἴνα] ἵνα μὴ Κampmannus. 16. δινεόουσα scripsi pro δονεόὁρθρεόου 4. σάν] Vitiose pro ὀρ- ουσα. θρεύουσαν: quod fraudi fuit scho- 18. δυναταὶ] δοῦλαι Κampmannus. liastae. ib. ἰσχύουσαι A. N., non αἰσχραὶ 5. τῶν] τοῦ A.N. οὖσαι ut Amatius. 6. τίς τῶν—ᾶξει με] τίς πρὸς τὴν 23. φθειρέσθω scripsi pro φθαρέ- τῶν—ὰξει με χώραν kampmannus. σθω. ib. ποτὲ A. πότερον N. ὑπὸ τὴν γῆν τῆς Θεράπνης εἶναι λέγονται ζῶντες, ὡς Ἀλκμάν φησιν.

214. τὰν Πηνειοῦ σεμνὰν χώραν: Πηνειοῦ χώραν τὴν Θετταλίαν. τῆς γὰρ Μακεδονίας Ὄλυμπος, ἡ δὲ Μακεδονία τῆς Θετταλίας. αἰνίττεται δὲ τὸν Νεοπτόλεμον. Καλλίμαχος “Πηνειὲ Φθιῶτα.”

218. τάδε δεύτερά μοι: ἐν δευτέρᾳ μοι τάξει τῶν καλῶν ἐστι ταῦτα τὰ κατὰ τὸν Πηνειὸν μετὰ τὴν ἱερὰν πόλιν τοῦ Θησέως.

220. καὶ τὰν Αἰτναίαν Ἡφαίστου: ὁ λόγος, καὶ τὴν Αἴτνην τὴν τοῦ Ἡφαίστου χώραν τὴν καταντικρὺ κειμένην τῆς Φοινίκης τῆς τε Καρχηδόνος, ἵνα λέγῃ τὴν Λιβυφοινίκων χώραν. μητέρα δὲ τῶν Σικελῶν ὀρέων ἀκούω ἐπὶ στεφάνοις σεμνύνεσθαι. τὴν Σικελίαν δὲ ὀρέων φησὶ μητέρα, ἐπειδὴ ὀρεινή.

221. Φοινίκας ἀντήρη χώραν: ἀντήρη Σικελίας τὴν Λιβύην εἴρηκε καὶ τὴν Καρχηδόνα, παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σικελίας ἀντικρὺ κεῖται τῆς Καρχηδόνος, εἰς ἣν ἀπῴκησαν Τύριοι. ἔστι δὲ ἡ Καρχηδὼν πόλις Λιβύης. ὀλίγῳ δὲ πρότερον τῶν Τρωικῶν Εὔδοξος ὁ Κνίδιος ἀπῳκηκέναι τοὺς Τυρίους εἰς αὐτὴν, Ἀζάρου καὶ Καρχηδόνος ἡγουμένων, ἀφʼ οὗ καὶ τὴν ὀνομασίαν ἔσχεν ἡ πόλις. τινές φασι καὶ τὴν Ῥώμην καὶ τὴν Καρχηδόνα ἐπὶ τῆς πρώτης ὀλυμπιάδος κτισθῆναι. Σοφοκλῆς δὲ ἐπὶ τῶν καιρῶν Τριπτολέμου οἰκισθῆναι τὴν Καρχηδόνα, ἐν οἷς φησι Καρχηδόνος δὲ κράσπεδ, ἣν ἀσπάζομαι. Ἄλλως. ἀντήρη Σικελίας τὴν Λιβύην φησὶ καὶ τὴν Καρχηδόνα, παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σικελίας καταντικρύ ἐστι 1. Ἀλκμάν Cobetus pro ἀλκμαίων, 20. τινές] τινὲς δέ Kampmannus. quod est in N. Nam in A. solae ib. ἐπὶ τῆς L. Dindorifius. ἀπὸ τῆς literae ἀλκ supersunt. N. ἀπρ A. 5. Καλλίμαχος] H. in Delum 112. 21. Σοφοκλῆς] In Triptolemo 11. λέγῃ τὴν Λιβυφοινίκων χώραν] fragm. 536. λέγηται λιβυηφοινίκων A.N. omisso χώ- 23. κράσπεδες (κράσπεδ cum com- ραν. Correxi ex gi. interl. φοινίκης pendio syllabae ες) ἀσπάζομαι N. τῆς καρχηδόνος, ἵνα λέγῃ τὴν τῶν λιβυ- κράσπεδ. ν ἀσπάζομαι A. unde Berg- φοινίκων χώραν. kius κράσπδʼ, ἣν ἀσπάζομαι. κράσπεδʼ 16. Τύριοι Kampmannus. τύρροι A. ἔστ᾿ B. ἀσπάζομαι Cobetus, addita et mox τυρρίους. interlocutoris nota. 18. ἀπῳκηκέναι] Infinitivus pen- 25. τοῦτο ante καταντικρὺ delevit det ab verbo φησὶ intellecto. Vid. Kampmannus. ad schol. Rhesi v. 28. Καρχηδόνος. ὁ δὲ Παρμενίσκος τὴν Σικελίαν ἀντήρη τῆς Φοινίκης φησίν.

224. τάν τʼ ἀγχιστεύουσαν: καὶ τὴν ἀγχιστεύουσαν γῆν τῷ Ἰονίῳ. κατὰ κοινοῦ τὸ “ἀκούω κηρύσσεσθαι στεφάνοις ἀρετᾶς.” τὴν Ἰταλίαν δὲ λέγει τὴν ἐγγὺς τοῦ Ἰονίου πελάγους· Ἰόνιον γὰρ πέλαγος τὸ πρὸς τὴν Ἰταλίαν.

228. Κρᾶθις: δύο εἰσὶ Κράθιδες, ὡς Ἰαρμενίσκος φησίν· ὁ μὲν ἀπὸ Πελοποννήσου τὰς πηγὰς ἔχων μέχρι Ἀρκαδίας, ὃς ἐμβάλλει τῷ Ἀλφειῷ, οὗ ἐάν τις τὸ ὕδωρ ἐπὶ πολὺν χρόνον ἀφῇ οὐ σήπεται, οὐδὲ ἐὰν ἀπʼ αὐτοῦ ἄρτοι πεφθῶσιν εὐρωτιῶσιν· ὁ δὲ ἐν Ἰταλία, οὗ νῦν μέμνηται ὁ Εὐριπίδης, ἐν ᾧ ἐάν τις λούσηται λελιπασμένος ἀνέρχεται, ὡς δοκεῖν ἠλεῖφθαι καὶ τὴν τρίχα ξανθίζειν, ὡς ἐν ὀλίγαις ἡμέραις τὸν λουόμενον ἐν αὐτῷ πυρρότριχα γίνεσθαι. ἔνιοι δέ φασι τὸν μὲν Κρᾶθιν τοῦτο μὴ ποιεῖν, τὸν δὲ ἐν Τροίᾳ βάνθον, ἀφʼ οὗ καὶ ὀνομάζεται Σκάμανδρος καλούμενος. τὸν δὲ Εὐριπίδην ἐπὶ τοῦ Κράθιδός φασι τοῦτο μετενηνοχέναι. ὁ δὲ Αἰσχρίων φησὶν ὅτι ἐν Πελοποννήσῳ ἦν Κρᾶθις καλούμενος ποταμὸς, ὃς ἐποίει τὰς κόμας ξανθὰς τῶν λουομένων. οἱ δὲ ἀκὸ Πελοποννήσου ἀποικίαν στειλάμενοι καὶ κτίσαντες Σύβαριν τὸν ἐκεῖ ποταμὸν ὠνόμασαν Κρᾶθιν. ἀπὸ οὖν τοῦ ἐν Πελοποννήσῳ ὁ Εὐριπίδης τοῦ ἐν Ἰταλίᾳ μέμνηται ὡς οὐ μόνον τὸ αὐτὸ ὄνομα ἔχοντος τῷ ἐν Ἀχαίᾳ ποταμῷ, ἀλλὰ καὶ τὴν δύναμιν.

244. τίνα πότμος εὐτυχής: τίνα τῶν Τρῳάδων πότμος εὐτυχὴς ἐκδέχεται;

250. ἢ τᾷ Λακεδαιμονίᾳ: παρόσον ἡ Κλυταιμνήστρα Τυνδάρεω, οὕτος δὲ Λακεδαιμόνιος.

258. ἱεροὺς στολμούς: τὰς τῶν στεφάνων στολὰς ώσπερ ἔνδυσιν ποιούντων αὐτῇ.

267. τί θέσμιον: τί θεσμοποιὸν, θεμιτὸν, ἢ νόμος τῶν Ἑλλήνων.

268. εὐδαιμόνιζε παῖδα σήν: αἰνίττεται ὅτι τέθνηκεν, ἢ σαφῶς εἶπεν· καὶ ἡ Ἑκάβη οὔτε ἐστέναζεν οὕτε ἀπηλλάγη. εἴτε γὰρ οἶδεν οἰκτίσασθαι περὶ θυγατρὸς εἴτε μὴ οἶδεν, ἐρωτῆσαι καὶ μαθεῖν.

275. ἐγὼ δὲ τῷ πρόσπολος: τίνι δὲ ἐγὼ ἐκληρώθην δούλη, ἡ τριτοβάμονος βάκτρου δεομένη διὰ τὸ γηραιὸν κάρα· τρίτος γὰρ ποὺς ἡ βακτηρία.

285. ὃς πάντα κεῖθεν: τὰ μὲν ἐκεῖ διαβάλλων ἐνταῦθα ἀντίπαλα τίθησιν, αὖθις δὲ ἐκεῖ πολέμια τίθησι, δῆλον ὅτι τὸ ἐνταῦθα. τοῦτο γὰρ λείπει.

296. εἶτα τὰς εἰλεγμένας: τὰς κεκληρωμένας καὶ ἐκλελεγμένας τοῖς ἄλλοις δῶ.

301. αὐτῶν τʼ ἐκπυροῦσι: καίουσι, φησὶν, ἑαυτὰς ἐξελθεῖν μέλλουσαι τῶν οἴκων. Ἄλλως. διὰ τὸ μὴ εἰθίσθαι δουλεύειν καίουσιν ἑαυτάς.

303. δυσλόφως: ἀπὸ μεταφορᾶς τῶν ὑποζυγίων.

304. μὴ τὸ ταῖσδε: μὴ διὰ τὸ πρόσφορον ἑαυταῖς φονεύουσιν ἑαυτὰς καὶ λυπήσουσι τοὺς Ἕλληνας, κἀγὼ αἴτιός εἰμι.

308. ἄνεχε, πάρεχε: ὡς πρός τινα ποιεῖται τὸν λόγον δᾳδουχοῦντα· ἀναχώρει, φησὶ, καὶ πάρεχε ὁδόν. δύναται δὲ πρὸς ἑαυτὴν λέγειν ἀντὶ τοῦ ἄνεχε καὶ φέρε.

310. ὦ Ὑμὴν Ὑμέναι’: πρὸς Ὑμέναιον ἀποτείνεται διὰ τὸ μέλλειν γαμεῖν. καθαίρω, φησὶ, τὸ ἱερὸν, οὐχ ὅτι ἐν ἱερῷ ἦν, ἀλλʼ ὅτι μαινομένη ἐν ἱερῷ ἐνόμιζεν εἶναι.

315. ἐπεὶ σὺ, μῆτερ: ἐπεὶ σὺ, μῆτερ, περὶ τὸν ἴδιον ἄνδρα, πατέρα δὲ ἐμὸν, γίνῃ καταστενάζουσα αὐτὸν καὶ οὐ ποιεῖς τὰ μητέρων (νόμιμον γάρ ἐστι τῇ μητρὶ δᾳδουχεῖν ἐν τοῖς γάμοις τῶν θυγατέρων,) ἐγὼ τοῦτο ποιήσω ἐμαυτῷ.

321. ἐς αὐγάν: ὥστε αὐγὴν καὶ αἴγλην ποιεῖν σοὶ, ὦ Ὑμέναιε· 3. θυγατρὸς et ἐρωτῆσαι, pro quibus τὸν A. θογατρ... et ἐρωτ apud Amatium 7. βακτηρία] βάκτρα N. 9. πολέμια τίθησι Kampmannus. legitur, satis clare scripta πολέμια τίθειης A. sunt in A.N. Ante ἐρωτῆσαι aliquid 17. πρόσφορον] σύμφορον N. excidisse videtur. 5. ἐκληρώθην] κληρωθῶ N. 6. τριτοβάμονος—τὸ] τριβάμονος— ib. φονεύουσιν —λυπήσουσι] Immo φονεύσωσιν—λυπήσωσι. ἢ σὺ, ὦ Ἑκάτη, διδοῦσα φῶς, ὥσπερ νόμος ἐστὶ τοῖς παρθένοις· ἔθος γὰρ εἶχον πῦρ ἀνάπτειν ἐπὶ τὸν γάμον.

323. ὦ Ἑκάτη: τὴν Ἑκάτην παρέμιξε διὰ τὸ μετʼ ὀλίγον ἀποθνήσκειν· χθονία δὲ ἡ θεός. ἢ ὅτι γαμήλιος ἡ Ἑκάτη.

325. πάλλε πόδʼ αἰθέριον: εἰς τὸν αἰθέρα χόρευε. λέγει δὲ Βακχικὰ ἐπιφθέγματα.

326. εὐὰν εὐοῖ: τὸ εὐὰν εὐοῖ Βακχικὰ ἐπιφθέγματα. εἰσὶ δὲ ἐπιρρήματα θειασμοῦ. διόρισον. τὰ δὲ θειασμοῦ, οἷον, εὖ οἷ εὖ ἄν.

330. ἀνάκτορον θυηπολῶ: ὥσπερ ἐν τῷ ἱερῷ οὖσα, οὕτως θυηπολῶ. ἢ οὕτως, ἡγοῦ σὺ τοῦ θυηπόλου.

341. βασίλεια: ταῦτά τινες τῷ Ταλθυβίῳ, τινὲς δὲ τῷ χορῷ ἐπιμερίζουσιν.

343. Ἥφαιστε, δᾳδουχεῖς: παρὰ τὸ πᾶν διαλέγεται· εἰ καὶ ἐν γάμοις δᾳδουχεῖς, ἀλλʼ οὐ νῦν ἐν εὐπραγίᾳ φαίνῃ.

350. ἐσωφρωνήκασʼ: σώφρονα πεποιήκασι, τὰ κακὰ σὲ οὐ πεπαιδεύκασιν.

351. δάκρυσί τʼ ἀνταλλάσσετε: δάκρυα, φησὶν, ἀνταλλάξατε ἀντὶ τῶν γαμηλίων χορῶν. τοῖς δὴ ταύτης γαμηλίοις μέλεσι δάκρυα ἀνταλλάξατε.

357. Ἑλένης γαμεῖ με: προμηνύει ὅτι δι᾿ αὐτὴν Ἀγαμέμνων ἀποθανεῖται, καὶ ἥδεται δοκοῦσα αὐτὸν ὥσπερ τιμωρῆσαι.

361. ἄλλατ’ ἐάσω: τινὰ, φησὶν, ἐάσω. διʼ ὧν δὲ δοκεῖ ἀποσιωπᾶν, διὰ τούτων λέγει.

366. ἔνθεος μέν: ἔνθεος μέν εἰμι καὶ ἐμμανὴς, ὅμως διὰ τὴν ἀλήθειαν ἔξω μωρίας καὶ βακχευμάτων δόξω εἶναι, ἐπειδὴ τὸ τὴν 7. εὐὰν εὐοῖ] εὖ ἂν εὖ οἷ A. in lemmate dictum accepit. Recte judicarunt et in scholio. qui aliud quid scriptum ab Euripide 15. ἐσωφρονήκασʼ] ἐσωφρόνηκα A. pide fuisse censuerunt, velut σοφὴν. et mox. πεποίηκα—πεπαίδευκᾶ. ἐσωφρονήκασ᾿ ἔθηκαν. A. in textu, et sic ceteri 21. τιμωρῆσαι Kampmannus. τιμωρῆ... quoque libri, nisi quod ἐσωφρονήκασιν A. In A. τιμωρῆσαν esse est in ed. Ald. et ἔσω φρονίκασιν videtur, in N. τιμ, literis reliquis in cod. Flor. ex quo σεσωφρονίκασιν compendio expressis. feci: Stephanus. Scholiastae interpretatio 22. ἄλλατ᾿] Sic A. etiam in postulat οὐδὲ σʼ αἰ τύχα textu: quod pro ἀλλʼ ἄττʼ accepit, —σεσωφρονίκασιν, etsi hoc fortasse aut id ipsum legit, scholiasta. Veram non legit, sed σεσωφρονήκασʼ, a metri scripturam ἀλλʼ αὔτʼ restituit correctore positum, illo sens Musgravius. ἀλήθειαν λέγειν οὐκ ἔστι μαινομένου. τοσοῦτον οὖν, φησὶν, ἔξω γενήσομαι μανίας ὡς καὶ πιστεύεσθαι.

372. τέκνων ἀδελφῷ: τὸ ἐπὶ τῆς Ἰφιγενείας εἰπὼν πληθυντικῶς λέγει τέκνων ἀντὶ τοῦ τέκνου, ἀδελφῷ δὲ τῷ Μενελάῳ.

379. τὰ δʼ οἴκοι: οἷς εἶκον· καὶ γὰρ καὶ οἱ ἐν τοῖς οἴκοις ἀπέθνησκον, μὴ ὁρῶντες τοὺς οἰκείους.

381. οὐδὲ πρὸς τάφους: τῶν γὰρ τεθνηκότων οἱ παῖδες τιμῶσι τοὺς τεθνηκότας.

393. Ἀχαιοῖς ὧν ἀπῆσαν: ὧν, τούτων, τὸ μεταξὺ τῶν οἰκιῶν ἀποθνήσκειν, αἱ ἡδοναὶ τοῖς Ἕλλησιν ἀπῆσαν· οὕτως τούτων ἐστέρηντο.

396. ἵξις ἐξεργάζεται: παρουσία, ἄφιξις. ἀνδρεῖον αὐτὸν ἀπέδειξεν. γράφεται καὶ ἦρξις, ἵνʼ ᾖ καὶ ἡ ἔρξις καὶ ἡ πρᾶξις.

397. εἰ δʼ ἦσαν οἴκοι, χρηστός: ὁ Ἕκτωρ χρηστὸς γεννηθεὶς κατεσιωπήθη ἂν, εἰ μὴ ἐστράτευσαν ἐπὶ Ἴλιον.

398. Πάρις τʼ ἔγημε: ἑτερότροπόν ἐστιν· ἐπὶ γὰρ κακῷ ἔσχε τὸ κλέος, ὥσπερ ἡ Ἑλένη. Ὅμηρος “ ὡς καὶ ὀπίσσω ἀνθρώποισι πελώμεθ᾿ ἀοίδιμοι.”

401. εἰ δʼ ἐς τόδʼ ἔλθοι: εἰ δὲ εἰς πόλεμον ἔλθοι, οὐκ αἰσχρὸν τῇ πόλει αὐτοῦ ἀποθνήσκειν.

407. μέλπεις θʼ ἅ : καὶ ταῦτα, φησὶν, ἃ εἴρηκας καλῶς, οὐ δείξεις αὐτὰ σαφῶς καλὰ καὶ ἀληθῆ.

408. εἰ μή σʼ Ἀπόλλων: μάταιός ἐστιν ὁ Τλθύβιος ἐπιπλήσσων καὶ λέγων, εἰ μὴ ἐμαίνου, ἐτιμωρήθης ἄν· πᾶς γάρ τις τοῖς μαινομένοις συμπεριφέρεται.

411. καὶ δοκήμασιν σοφά: τὰ τῷ δοκεῖν σοφά. λέγει δὲ περὶ 13. γράφεται (γράψον apud Amatium) 14. γεννηθεὶς Kampmaunus. γενναθ` καὶ ἦρξις—πρᾶξις] In marg. ... A. cod. Harl. est γρ. καὶ ἔρξις, ἵνʼ ᾖ 15. κατεσιωπήθη L. Dindorfius. ἡ ἔρξις, τουτέστιν ἡ πρᾶξις, unde corrigendum κατεσκοπήθη A. scholion est, nisi ἦρξις 16. Πάρις] ἄλλως. πάρις A. pro ἔρξις scriptum scholiastam induxit 17. Ὅμηρος] Il. 6, 358. ut ex ἡ ἔρξις contractum ib. ὀπίσσω—πελώμεθʼ] ὀπίσω—γενόμεσθ᾿ crederet. ἧξις ἀντὶ τοῦ ἄφιξις Εὐριπίδης νόμεσθʼ A. Τρῳάσιν annotavit Antiatticista 19. πόλεμον -ἀποθνήσκειν] πόλιν in Bekk. Anecd. p. 99, 4: μου ἔλθοι, οὐκ αἰσχ...... τοῦ ἀποθν... A. ἵξις per παρουσία, ἄφιξις, ἱκετεία ex. Correxit Kampmannus. plicat Hesychius. Ἀγαμέμνονος, διὰ ταύτης ἐληλυθέναι εἰς ἔρωτα. τὰ σοφὰ, φησὶ, δοκοῦντα τῶν εὐτελῶν οὐκ ἔστι κρείσσονα· οἷον Ἀγαμέμνων ὁ σοφὸς οὐ διαφέρει τινὸς τῶν εὐτελῶν.

418. καὶ Φρυγῶν ἐπαινέσεις: τὰς ὕβρεις τὰς εἰς τοὺς Ἕλληνας καὶ τοὺς ἐπαίνους τοὺς εἰς τὴν Τροίαν ὑπὸ σοῦ λελεγμένους ἐῷ ἀνέμῳ φέρεσθαι.

420. καλὸν νύμφευμα: ἐν εἰρωνείᾳ ταῦτα λέγει.

424. τί ποτʼ ἔχουσι τοὔνομα: τί ποτε αὐτοῖς ἐστι τὸ ὄνομα τοῦτο, ὥστε κοινῇ ὑπὸ πάντων ἐχθαίρεσθαι. εἰσὶ δὲ καὶ ἕτεροι κήρυλες, οἱ περὶ τὰ δεῖπνα διακονοῦντες. Ὅμηρος κήρυκες δʼ αὐτοῖσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. Ἄλλως. διὰ τί πάντες τὸ αὐτὸ ὄνομα ἔχουσιν εἰς ἀπέχθειαν ἐπιτήδειον; Ἄλλως. διὰ τί ποτε τὸ ὄνομα αὐτῶν τοιοῦτον ὥστε ὑπὸ πάντων μισεῖσθαι;

430. τἄλλα δʼ οὐκ ὀνειδιῶ: τὰ λοιπά· ἐν γὰρ Θρᾴκῃ κύων γενομένη ἀπέθανεν.

432. ὡς χρυσὸς αὐτῷ: τὰ ἐμὰ, φησὶ, καὶ τὰ τῶν Τρώων κακὰ νομίσει ποτὲ χρυσὸν εἶναι καὶ τίμια, παρὰ τὸ Ὁμηρικὸν “τρισμάκαρες Δαναοί.”

435. οὗ δὴ στενὸν δίαυλον: ὁ λόγος, ἐλεύσεται δὲ εἰς τὸν στενὸν δίαυλον τῆς πέτρας, ὅπου ἦν οἰκοῦσα ἡ Χάρυβδις, δηλονότι ἐπὶ τῆς πέτρας. δίαυλον δὲ λέγει τὸν αὐλῶνα· ἦσαν γὰρ οἱ σκόπελοι πλησίον ἀλλήλων, ὁ τῆς Σκύλλης καὶ ὁ τῆς Χαρύβδεως.

440. αἳ σάρκα φωνήεσσαν: καὶ Ὅμηρος “κρέα δʼ ἀμφʼ ὀβελοῖσι μέμυκεν.”

446. νυκτὸς, οὐκ ἐν ἡμέρᾳ: πρὸς Ἀγαμέμνονα λέγει· ἐν νυκτὶ γὰρ τέθνηκεν.

448. κἀμέ τοι νεκρὸν φάραγγες: τῷ ὕδατι τῷ χειμερινῷ ῥέουσαι, ἀπὸ τῶν ὀρῶν καταφέρουσαι, πλησίον τοῦ τάφου τοῦ Ἀγαμέμνονος κομίσουσί με· φονεύσασα γὰρ Ἀγαμέμνονα καὶ τὴν Κασάνδραν 10. Ὅμηρος] Legitur hic versus 18. Ὁμηρικόν] Od. 5, 306. Il. 9, 173. τοῖσι δὲ—αὐτίκα κήρυκες 23. Σκύλλης] σκύλης A. μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. et ter 24. Ὅμηρος] Od. 12, 395. in Odyssea (1, 146. 3, 338. 21, 28. νεκρὸν] νεκρῶν A. 270.), τοῖσι δὲ κήρυκες μὲν ὕδωρ etc. ib. ῥέουσαι—καταφέρουσαι kampmannus. 11. ἔχευαν] ἔχευον A. ῥέουσα—καταφέρουσα A. εἰς ὄρος ἔρριψεν. ὑπʼ οὐδενὸς δὲ παραδίδοται ἡ Κασάνδρα ἄταφος ἐκβεβλημένη. Ἄλλως. ὅτι ἰδικῶς ἱστορεῖ ἄταφον τὴν Κασάνδραν ἐκβεβλῆσθαι εἰς ὄρος.

451. ὦ στέφη: ὦ στέφη τοῦ Ἀπόλλωνος, ἅπερ ἐστί μοι ἀγάλματα· ἀπορρίπτει δὲ τοὺς στεφάνους.

453. σπαραγμοῖς: σπαρασσόμενοι, φησὶν, οἱ στέφανοι ἴτε ἀπʼ ἐμοῦ. ἤδη δὲ διεκορεύθη ὑπὸ τοῦ Αἴαντος, καὶ πῶς λέγει ἑαυτὴν παρθένον; φαμὲν οὖν ὅτι, ὅσον τὸ κατʼ αὐτὴν ἧκεν, παρθένος ἦν· βίᾳ γὰρ διεκορεύθη.

456. οὐκέτʼ ἂν φθάνοις: κατʼ ἐρώτησίν φησιν, οὐκέτι φθάνεις με; καὶ τοῦτο λαμβάνεις ἐπὶ τὴν ναῦν προεπειγόμενος; ἢ ἀποφαντικῶς, ἐὰν μὴ νῦν με ἄγῃ, οὐκέτι ἔσται ἐπιτήδειος ἄνεμος.

457. τριῶν Ἐρινύν: τρεῖς γάρ εἰσιν Ἐρινύες, Ἀληκτὼ, Τισιφόνη, Μέγαιρα. πεποίηται δὲ τὰ ὀνόματα.

460. οὐ μακράν: λείπει ἡ εἰς· οὐκ εἰς μακρὰν, ὅ ἐστι μετ᾿ ὀλίγον.

463. δέσποιναν ὡς ἄναυδος: ὡσ. τιν. αὐτῆς ἐπιμελοῦμεν, πρὸς ἃς ποιεῖται τὸν λόγον.

466. οὔτοι φίλα: τὰ μὴ ὄντα φίλα οὐδέποτε ἔσται φίλα· οὐκοῦν οὐχ ἥδομαι ἐπὶ τῷ ἀναστῆναι· οὐ γὰρ φίλον.

467. κεῖσθαι πεσοῦσαν: τὸ ἑξῆς, ἐᾶτέ με κεῖσθαι πεσοῦσαν.

470. ὅμως δʼ ἔχει: ὅμως δὲ παραμυθία ἐστὶ τοῖς δυστυχοῦσιν ἀνακαλεῖσθαι τοὺς θεούς.

472. πρῶτον μὲν οὖν μοι: ἡδύ μοι, φησὶ, πρῶτον τὰ ἀγαθὰ ὑμνῆσαι· ὅτε γὰρ πρῶτον εἰς τὰ καλὰ μνημονεύσω, τῶν κακῶν τότε μείζονα οἶκτον κινῶ.

487. κοὔτ᾿ ἐξ ἐκείνων: καὶ οὔτε ἐκεῖναι ἐλπίζουσιν ἐμὲ ὄψεσθαι οὔτε ἐγὼ ἐκείνας.

489. τὸ λοίσθιον δὲ θριγκός: τὸ ἔσχατον πάντων κακῶν τὸ δοῦλον εἶναι, οἱονεὶ τὸ τέλος ἐστὶ, μεταφορικῶς ἀπὸ τῶν οἰκοδομημάτων· μετὰ γὰρ τὴν οἰκοδομὴν ἐπιτίθεται θριγκὸς, ὅπερ ἐστὶ τὸ γεῖσον.

496. τὸ ἑξῆς, τρυχηρὰ πέπλων λακίσματα, ἤγουν σχίσματα.

501. ἔλυσας συμφοραῖς: τουτέστιν ἐν ἀτυχίαις ἔλυσάς σου τὴν παρθενίαν, οὐδὲ ἐν εὐτυχίαις.

506. ἄγετε τὸν ἁβρὸν δήποτʼ: τὸν ἐμὸν πόδα πρώην ἁβρὸν ὄντα, νῦν δὲ δοῦλον, ἄγετε εἰς τὴν στιβάδα καὶ εἰς τὰ πέτρινα κρήδεμνα καὶ περιβόλαια.

511. ἀμφί μοι Ἴλιον: ποίησόν με ᾆσαι ἐπικήδειον μέλος εἰς τὴν Ἴλιον, ὅ ἐστι, περὶ τῆς Ἰλίου ποίησόν με θρηνῆσαι.

516. τετραβάμονος: ἀλληγορικῶς τὸν ἵππον τὸν δούρειον, τέσσαρας βάσεις ἔχοντα· ἀπήνην γὰρ τὸν ἵππον καλεῖ.

525. τόδʼ ἱερόν: πρὸς ἑαυτοὺς δὲ, φησὶ, παρεκελεύοντο οἱ Τρῶες, τοῦτο τὸ ἱερὸν ξόανον, τὸν ἵππον, ἄγετε τῇ Ἀθηνᾷ.

532. πεύκᾳ ἐν οὐρείᾳ: ἐν τῇ οὐρείᾳ πεύκῃ· ξύλινος γὰρ ὁ ἵππος.

535. θέᾳ δώσων: καὶ ὁ Πρίαμος ἐξῆλθε τὴν βλάβην θεασόμενος.

536. καὶ χάριν ἄζυγος: καὶ χάριν ἀντὶ τοῦ τέρψιν, ἐπιτερπῶς θεασόμενος τὸν ἵππον.

ἀμβρότα: ὡς ἱππότα, ἵνʼ ᾖ ἀμβρότου πώλου.

537. κλωστοῦ δʼ : καθάπερ ναὸς σκάφος κλωστοῦ λίνου ἀμφιβόλοις, ὅ ἐστι σχοινίοις, οὕτως ἐπὶ τὸν ἵππον ἐπέβαλον.

539. φοίνιά τε πατρίδι: ἀντὶ τοῦ φονίως, ἤτοι φοινιχθέντα. τοῦτο δὲ ἀπὸ τοῦ συμβεβηκότος λέγει.

541. ἐν δὲ πόνῳ: πόνῳ διὰ τὸ κεκμηκέναι ἐν τῷ ἕλκειν, χαρᾷ διὰ τὸ ἐλπίζειν τι ἀγαθὸν ἐνηνοχέναι.

547. ἐνὶ δόμοις δὲ παμφαὲς σέλας: τὸ δὲ σέλας τοῦ πυρὸς τὴν μέλαιναν αἴγλαν δέδωκε τῷ ὕπνῳ, ὅ ἐστι τὴν μέλαιναν κατάστασιν τῷ ὕπνῳ. ἔδωκε τὸ πῦρ ἀντὶ τοῦ διεδέξατο ἡ νὺξ τὸ πῦρ· σβεσθέντος γὰρ αὐτοῦ ἐκοιμήθησαν· οἷον ἐπὶ τῶν λαμπάδων καιομένων ἐκοιμήθησαν. ἰδίως δὲ αἴγλην εἶπε τῆς νυκτὸς τὸ φῶς.

562. σφαγαὶ δʼ ἀμφιβώμιοι: ἐκ δὲ τοῦ σφάζεσθαι ἐρημία 2. οὐδὲ Kampmannus. ... δὲ A. 18. ὡς ἱππότα] Decepit scholiastam 14. Verba καὶ ὁ Πρίαμος—θεασόμενος scriptura vitiosa ἀμβρότα πώλου in A. cum scholio praecedente pro ἀμβροτοπώλου, quod restituit sunt conjuncta, cum lemmate ξεστὸν Musgravius. λόχον ἀργείων. 21. ἤτοι L. Dindorfius. ἢ τὰ A. παρηκολούθησεν, ἥτις τῇ μὲν Ἑλλάδι στέφανον ἔφερε, τῇ δὲ Τροίᾳ πένθος.

568. Ἑκάβη, λεύσσεις: ἀποθεωροῦσιν αἱ κατὰ τὸν χορὸν τὴν Ἀνδρομάχην παροδεύουσαν ἐπὶ ὀχήματος Ἑλληνικοῦ καὶ τὸν Ἀστυάνακτα αὐτῇ ἑπόμενον.

570. εἰρεσίᾳ: τῇ συζυγίᾳ. ἀπὸ μεταφορᾶς τῶν ἐρεσσόντων.

573. σκύλοις τε Φρυγῶν: τί παρακαθέζῃ τοῖς σκύλοις, ὡς καὶ σκύλων ὄντων μετʼ αὐτῆς, ἐν οἷς καὶ τὸ Ἕκτορος ὅπλον.

577. τί παιᾶν᾿ ἐμόν: ἐπειδὴ εἶκεν οἴμοι, λέγει, διὰ τί τὸν ἐμὸν θρῆνον θρηνεῖς; παιᾶνα δέ φησι κατὰ ἀντίφρασιν, ὡς τὸ ἅπας δʼ ἀνευφήμησεν οἰμωγῇ λεώς.

590. οἱ δὲ πόθοι μεγάλοι: ἃ ποθεῖτε μεγάλα ἐστὶν, ἡ μὲν Ἕκτορα, ἡ δὲ Πρίαμον.

592. δυσφροσύναις: κακοβουλίαις. καὶ ὁ Πάρις τεχθεὶς δυσφροσύναις τῶν θεῶν οὐκ ἀπώλετο.

601. δάκρυά τʼ ἐκ δακρύων: ὁ οἶκος αὐτὸς, φησὶν, ἐκ διαδοχῆς καὶ δακρύει καὶ θρηνεῖ.

614. ἄλλος τις Αἴας: τῆς σῆς θυγατρὸς φαίνεται καὶ δεύτερος Αἴας, ἐπειδὴ καὶ τότε οὗτος αὐτὴν ἐδίωξεν.

646. ὄλωλεν ὡς ὄλωλεν: ἐμοῦ ζώσης εὐτυχέστερον ἀπώλετο· τοῦ γὰρ αἰχμάλωτον δουλεύειν κρεῖσσον τὸ ἀποθανεῖν.

628. οὐ ταυτὸν, ὦ παῖ. τὸ βλέπειν: ἔθος ἐστὶ τῷ Εὐριπίδῃ τῷ βλέπειν χρῆσθαι ἀντὶ τοῦ ζῆν, ὡς καὶ ἀλλαχοῦ τὸ μὲν τέθνηκε σῶμα, τοῦτο δʼ αὖ βλέπει.

630. ὦ μῆτερ ὦ τεκοῦσα: οὐ στοχάζεται τῶν ὑποκειμένων προσώπων. καὶ γὰρ νῦν ἡ Ἀνδρομάχη τὰ αὐτὰ φιλοσοφεῖ ἅπερ καὶ ἔμπροσθεν ἡ Κασάνδρα.

636. κείνη δʼ ὁμοίως: ἡ δὲ Πολυξένη ὥσπερ μὴ ἰδοῦσα τὸ φῶς καὶ μὴ αἰσθανομένη τέθνηκεν.

638. ἐγὼ δὲ τοξεύσασα: μεταφορικῶς φησιν, ἐγὼ δὲ τοξεύσασα καὶ βαλοῦσα τὸν σκοπὸν τῆς εὐδαιμονίας κατὰ τὸ πλεῖστον τῆς τύχης ἥμαρτον. ἢ οὕτως, ἐγὼ δὲ ἐπὶ τὴν εὐδοξίαν βαλοῦσα καὶ τῆς τύχης ἐτύγχανον συγκυρούσης, ὡς καὶ παῤ Ὁμήρῳ τὸ ἁμαρτάνω ἐπὶ τοῦ συγκυρῶ τίθεται.

642. πρῶτον μὲν ἔνθα: πρῶτον μὲν κἂν ᾖ κἂν μὴ ᾖ ψόγος ταῖς γυναιξὶν, ὅμως κακῶς αὐτὰς ἀκούειν δεῖ, ὅταν μὴ μένωσιν οἴκοι.

645. τούτου παρεῖσα πόθον: τοῦ ἐξέρχεσθαι ἀπὸ τῶν οἴκων ἐάσασα τὴν ἐπιθυμίαν ἀντὶ τοῦ μὴ ἐξερχομένη.

650. ᾔδειν δʼ ἁμὲ χρή: εἰς ἃ ἐχρῆν, κἀκείνῳ ὧν ἐχρῆν τὴν νίκην ἐᾶν.

652. καὶ τῶνδε κληδών: τούτων τῶν ἔργων καὶ τῆς εὐκοσμίας ἡ κληδὼν ἐλθοῦσα εἰς τοὺς Ἕλληνας ἀπώλεσέ με.

653. ᾑρέθην: τὴν γὰρ ἀρίστην ἔκρινεν αὐτὸς λαβεῖν ὁ Νεοπτόλεμος.

655. αὐθεντῶν δόμοις: τοῖς τῶν φονέων οἴκοις· αὐθέντας γὰρ λέγουσι τοὺς ἑκουσίῳ φόνῳ μετερχομένους, καὶ αὐτοέντας τοὺς αὐτόχειρας λέγουσιν.

681. αὐτὴ μὲν οὔπω ναός: ἐγὼ μὲν οὐδέποτε εἰς νῆα εἰσέβην, γραφῇ δὲ μόνον καὶ ἀκοῇ οἶδα. εἰκάσαι δὲ βούλεται τὰ κατὰ τὴν ναῦν τοῖς ἑαυτῆς κακοῖς· ὥσπερ γὰρ οἱ ἐν νηὶ μετρίων ὄντων πόνων ἐλπίδα ἔχουσι σώζεσθαι, εἰ δὲ βία συμβῆ ἀπελπίζουσι τῆς ζωῆς, οὕτως κἀγὼ ἀπήλπισα.

703. Φρυγῶν ἀρίστου: μήποτε οὐχ ὁ Ταλθύβιος, ἀλλ᾿ ἄλλος τις ταῦτα λέγει. καὶ γὰρ οὐ λάτριν, ἀλλʼ ὀνομαστὶ Ταλθύβιον καλεῖν εἴωθεν.

781. τὰ δὲ τοιάδε: τὰ δὲ τοιαῦτα ἐπιτάγματα χρὴ ποιεῖν, ὅσοι ἀναιδεῖς εἰσι καὶ φίλοι τῇ ἀναιδείᾳ.

798. ὄχθοις ἱεροῖς: ἀπὸ τῶν…

The complete text is available when the reading interface loads.