Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
- Scientific editors
- Wilhelm Dindorf
- Edition reference
- Scholia Graeca in Euripidis tragoedias · Oxford · Oxford University Press · 1863
- CTS identifier
urn:cts:greekLit:tlg5023.tlg014.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΕΚΑΒΗ
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΕΚΑΒΗΣ. I.
ΜΕΤΑ τὴν Ἰλίου πολιορκίαν οἱ μὲν Ἕλληνες εἰς τὴν ἀντιπέραν Τρῳάδος Χερρόνησον καθωρμίσθησαν· Ἀχιλλεὺς δὲ νυκτὸς ὁραθεὶς σφαγῆναι ἠξίου μίαν τῶν Πριάμου θυγατέρων. οἱ μὲν οὖν Ἕλληνες τιμῶντες τὸν ἥρωα Πολυξένην ἀποσπάσαντες Ἑκάβης ἐσφαγίασαν· Πολυμήστωρ δὲ ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἕνα τῶν Πριαμιδῶν Πολύδωρον κατέσφαξεν. εἰλήφει δὲ τοῦτον παρὰ τοῦ Πριάμου ὁ Πολυμήστωρ εἰς παρακαταθήκην μετὰ χρημάτων. ἀλούσης δὲ τῆς πόλεως κατασχεῖν αὐτοῦ βουλόμενος τὸν πλοῦτον φονεύειν ὥρμησεν, καὶ φιλίας δυστυχοῦς ὠλιγώρησεν. ἐκριφέντος δὲ τοῦ σώματος εἰς τὴν θάλασσαν τὸ κλυδώνιον πρὸς τὰς τῶν αἰχμαλωτίδων σκηνὰς αὐτὸν ἐξέβαλεν. Ἑκάβη δὲ τὸν νεκρὸν θεασαμένη ἐπέγνω· κοινωσαμένη δὲ τὴν γνώμην Ἀγαμέμνονι Πολυμήστορα σὺν τοῖς παισὶν αὐτοῦ ὡς ἑαυτὴν μετεπέμψατο, κρύπτουσα τὸ γεγονὸς, ὡς ἵνα θησαυροὺς ἐν Ἰλίῳ μηνύσῃ αὐτῷ· παραγενομένου δὲ τοὺς μὲν υἱοὺς κατέσφαξεν, αὐτόν δὲ τῶν ὀφθαλμῶν ἐστέρησεν. ἐπὶ δὲ τῶν Ἑλλήνων λέγουσα τὸν 2. Ὑποθεσις in A.B. nulla est. 6. σφαγῆναι] σφάγιον Marc. 468. Quod primo loco posui Argumentum 11. κατασχεῖν— ὥρμησεν] κατασχεῖν ex Paris. 2712. primum edidit τὸν χρυσὸν βουλόμενος τοῦ φονεύειν Brunckius. Legitur etiam, etsi τὸν παῖδα ὥρμησεν Marcianus 468. nulla cum memorabili scripturae 12. ἐκριφέντος] ἐκριφθέντος Fl. 9. 18. diversitate in Gu. (i. e. Guelferbytano), 15. ὡς ἑαυτὴν—κρύπτουσα] πρὸς Veneto Marciano 468., αὐτὴν—κρύψασα Marc. 468. Florentinis 9, 18, 33., Havniensi 16. ἵνα addidi ex Gu. Fl. 9. 18. 3549. aliisque. Est grammatici 17. παραγενομένου] παραγενομένῳ recentis. Par. 2712. et Gu. 4. εἰς τὴν ἀντιπέραν] εἰς ἀντιπέραν 18. τῶν ὀφθαλμῶν] τῆς ὁράσεως Fl. 9. 18. εἰς τὰ ἀντίπερα Fl. 33. Marc. 468. κατήγορον ἐνίκησεν. ἐκρίθη γὰρ οὐκ ἄρχειν ὠμότητος, ἀλλʼ ἀμύνασθαι τὸν κατάρξαντα.
II.
Μετὰ τὴν Τροίας ἅλωσιν ἄραντες οἱ Ἕλληνες καθωρμίσθησαν ἐν τῇ ἀντιπέραν Χερρονήσῳ τῆς Θράκης, ἦς Πολυμήστωρ ἦρχεν· οὗ δὴ καὶ κενοτάφιον ἔχωσαν Ἀχιλλεῖ ἐν Τροίᾳ ταφέντι. διατρίψαντες δὲ ἐκεῖ ἡμέρας δή τινας, ἐφʼ ᾧ τὰ αὐτῶν εὗ διαθήσονται, ἐπεὶ ἀναχθήσεσθαι ἔμελλον, φανὲν τὸ τοῦ Ἀχιλλέως εἴδωλον ἐπὶ τοῦ τάφου ἐπέσχε τοὺς Ἀχαιοὺς τῆς ἀναγωγῆς, αἰτοῦν γέρας αὑτῷ δοθῆναι τὴν παῖδα Πριάμου Πολυξένην, τὴν καὶ πρότερον κατεγγυηθεῖσαν αὐτῷ ὑπὸ τοῦ πατρὸς, διʼ ἣν καὶ ὑπὸ Πάριδος καὶ Δηϊφόβου τοξευθεὶς ὄλωλεν, ὅτε τὰς ἐγγύας πρὸς τοῦτον πληροῦν ἔμελλε Πρίαμος. Ἕλληνες μὲν οὖν ὧν εὗ ἔπαθον ὑπʼ αὐτοῦ μεμνημένοι καὶ τιμῶντες τὴν ἀρετὴν τοῦ ἀνδρὸς ἐψηφίσαντο σφάξαι τὴν Πολυξένην ἐπὶ τῷ τάφῳ τοῦ ἥρωος. ἔπεμψαν δὲ τὸν τοῦ Λαέρτου Ὀδυσσέα πρὸς τὴν μητέρα αὐτῆς Ἑκάβην, ὡς ἂν τήν τε παρθένον λάβῃ καὶ τῷ ποικίλῳ τῶν λόγων, τοιοῦτος γὰρ ἦν ὁ ἀνὴρ, πείσῃ Ἑκάβην μὴ δυσχερῶς σχεῖν ἐπὶ τῇ τῆς παιδὸς ἀφαιρέσει. ἐλθὼν οὖν Ὀδυσσεὺς, τήν τε κόρην συναιρομένην εὗρεν αὐτῷ τῆς σπουδῆς, καὶ πείθουσαν τὴν μητέρα ὡς τὸ τεθνήξεσθαι μᾶλλον αὐτῇ προσῆκον ἢ τὸ ζῆν παῤ ἀξίαν. σφαγείσης δὲ τῆς παρθένου Ἑκάβη θεράπαιναν αὑτῆς ἔπεμψε παρὰ τὰς ἀκτὰς, ἐφʼ ᾧ ὕδωρ ἐκεῖθεν κομίσαι πρὸς λουτρὸν Πολυξένης. εὗρε δὲ Πολύδωρον ἐκεῖ κείμενον· ἀλοῦσαν γὰρ ὡς ἔγνω τὴν Τροίαν Πολυμήστωρ, σφάξας αὐτὸν ἔρριψεν εἰς τὴν θάλασσαν, ὡς ἂν αὐτὸς ἔχῃ τὸν χρυσὸν, ὃν πρὸς αὐτὸν μετὰ τοῦ παιδὸς Πολυδώρου πρώην Πρίαμος ἔπεμψε λάθρα, ἐπειδὴ ἑώρα τὸ Ἴλιον πρὸς κίνδυνον 4. Hanc ὑπόθεσιν, Thoma Magistro codicibus pluribus, quos memorari dignam, primum edidit Aldus, operae pretium non est, vel iisdem subjectam Vitae Euripidis ab verbisperscripta vel compendifacta, Thoma scriptae, praescripto ἡ ὑπόθεσις ut in Havniensi. θεσις τοῦ δράματος οὕτως ἔχει. Legitur 9. αὐτῷ Barnesius pro αὐτῶ. tur cum eodem lemmate in B. (i. e. 15. τοῦ λαέρτου B. τοῦ om. Ald. codice Parisino 2713.) in parte codicis 17. ἦν om. B. dicis ab manu seculi quinti decimi 18. τῆς om. B. scripta, aliisque ejusdem aetatis 20. τὸ τεθνήξεσθαι B. τὸ om. Ald. ἤδη χωροῦν. ἦν δὲ ὁ χρυσὸς οὗτος πολὺς ἄγαν, καὶ ἱκανὸς ὀρθῶσαι καὶ αὖθις τὸ γένος τοῦ Πριάμου. ὁ δὲ Πολυμήστωρ τῶν ἄγαν φίλων Πριάμου. ὡς οὖν τοῦτον εὗρεν ἡ δούλη κείμενον ἐπʼ ἀκταῖς, ἀνελομένη καὶ τῷ πέπλῳ εἱλίξασα κομίζει πρὸς τὴν Ἑκάβην, καὶ ἣ τὸν τῆς Πολυξένης νεκρὸν, πρὶν ἐκκεκαλύφθαι τοῦτον, εἶναι νομίσασα, ἐπειδὴ ἔγνω Πολύδωρον, ἀθλίως τε ἔσχε, καὶ ὅπως ἀμυνεῖται τὸν Πολυμήστορα, μηχανᾶται τοιόνδε· κοινωσαμένη πρότερον τὴν περὶ τούτου γνώμην Ἀγαμέμνονι πέμπει τὴν αὑτῆς δούλην ὡς Πολυμήστορα, αὐτόν τε καὶ τὰ τέκνα πρὸς αὑτὴν μετακαλουμένη ἐφʼ ᾧ περί τινος ἀναγκαίου πρὸς αὐτὸν κοινώσασθαι. οὗτος μὲν οὖν ἀγνοῶν ὅτι Πολύδωρος εὕρηται παρὰ τὰς ἀκτὰς, καὶ ἅμα καί τισιν ἐλπίσιν ὑποκλαπεὶς μετὰ τῶν παίδων πρὸς αὐτὴν ἀφικνεῖται. Ἑκάβη δὲ πρὸς αὐτὸν τούτου χάριν ἔφη κεκληκέναι, ἵνα χρνσοῦ θησαυροὺς κεκρυμμένους ὑπʼ αὐτῆς ἐν Ἰλίῳ μηνύσῃ. εἰσάγει δὲ καὶ τῆς σκηνῆς ἔνδον εἰποῦσα, ὡς ἂν καὶ ἕτεῤ ἄττα αὐτῷ δώσει χρήματα, μεθʼ ὧν ἐξῆλθε τῆς Τροίας. ἐκέκρυπτο δὲ εἴσω πλεῖστος γυναικῶν ὄχλος· σὺν αἷς τοῦτον εἰσελθόντα Ἑκάβη ὀφθαλμῶν τε στερεῖ καὶ τὰ τέκνα αὐτοῦ ἀποσφάττει. δικάσαντος δὲ αὐτοὺς τοῦ Ἀγαμέμνονος ὕστερον, καὶ τοῦ Πολυμήστορος πολλὰ περὶ τῆς σφαγῆς Πολυδώρου διαπλασαμένου, Ἑκάβη περιεγένετο, ἐλέγξασα αὐτὸν ὡς τοῦ χρυσοῦ χάριν, καὶ οὐχ ὧν προὔτεινε, τὸν παῖδα ἀνεῖλε, σύμψηφον σχοῦσα καὶ Ἀγαμέμνονα.
Ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν τῇ ἀντιπέραν τῆς Τροίας Χερρονήσῳ· ὁ δὲ χορὸς συνέστηκεν ἐκ γυναικῶν αἰχμαλωτίδων Τρῳάδων, συμμαχησασῶν τῇ Ἑκάβῃ.
III.
Στίχοι πολιτικοὶ τοῦ Τζέτζου.
Πολύδωρον Ἑκάβης τε καὶ τοῦ Πριάμου παῖδα ὁ Πολυμήσ τωρ ἔκτεινεν ὁ τῶν Θρᾳκῶν κατάρχων, ἀφʼ οὗ τὴν Τροίαν ἔμαθεν Ἕλλησι πορθηθῆναι, καὶ κτείνας εἰς τὴν θάλασσαν ἔρριψε τὴν ἐκεῖσε, καίπερ λαβών παρὰ πατρὸς ὅπως αὐτὸν φυλάσσοι. Ἑκάβης αἰχμαλώτου δὲ οὔσης ἐν Χερρονήσῳ, ἐκεῖ γὰρ καὶ τὸ στράτευμα ὑπῆρχε τῶν Ἑλλήνων, ὄναρ φανεὶς Πολύδωρος τῇ σφῇ μητρὶ Ἑκάβῃ. ὅπως αὐτὸν ἀπέκτεινεν ὁ Πολυμήστωρ λέγει, καὶ τὰ λοιπὰ δὲ σύμπαντα λεπτομερεῖ τῷ λόγῳ. οὕτω κατʼ ἔπος λέγει δὲ διὰ τοῦ Εὐριπίδου, ἥκω νεκρῶν κευθμῶνα τε καὶ πύλας ἀρεὶς σκότος, ἔκτοτε τοῖς φυγοῦσι δὲ δεινοῖς ἐξ ἀρρωστίας, ὡς ἐγερθεὶς ἐκ τῶν νεκρῶν λέγομεν τὰ τοιαῦτα· τοῖς μὴ μαθοῦσι γράφομεν, οὐ τοῖς μαθοῦσι ταῦτα.
Τοῦ Χορτασμένου.
Κἀντεῦθεν ᾂν κατίδοι τις τοῦ ζωτικοῦ τὴν φύσιν καὶ τὴν σπουδὴν τὴν ἄμετρον, ἣν ἔχει περὶ λόγους· τοῦ γὰρ βιβλίου τουτουὶ μηδενὸς στερουμένου, μηδʼ ἐνδεῶς τυγχάνοντος ὧνπερ προσῆκεν ἔχειν, τὸν Εὐριπίδην τὸν σοφὸν ποιητικῆς τὸ κλέος, ὁ δʼ ὥσπερ οὐκ ἀρκούμενος τοῖς ὧδε γεγραμμένοις, καὶ τοὺς παρόντας τουτουσὶ γραμματικοῦ τοὶ Τζέτζου στίχους προσέθηκεν αὐτῷ μηδόλως ἀμελήσας, μηδʼ ἀνασχόμενος εἰπεῖν τινὰ τῶν περὶ λόγους, ὡς ἄρα τούτου κάλλιον ἐκτήσατο βιβλίον.
IV.
Ἐπειδὴ περὶ τοῦ εἰδώλου προεθέμεθα εἰπεῖν, τοῦτο δὲ τὸ ὄνομα γλώσσαις μὲν ἁπάσαις προβέβληται, οὐδέπω δὲ σεσαφήνισται, ἀλλʼ ἔστιν οὗ καὶ διαφόροις ἐννοίαις ἐκφέρεται, χρεὼν εἰπεῖν τί ποτε τοῦτό ἐστι καὶ πόθεν εἴληφε τὴν συνθήκην. πῆ μὲν γὰρ εἴδωλα τῶν σωμάτων φαμὲν τὰς ψυχὰς, καὶ ῥήτορα εἰδωλοποιὸν ὀνομάζομεν τὸν ταῖς ἀπελθούσαις τῶν σωμάτων ψυχαῖς λόγους περιτιθέμενον. φιλόσοφοι δὲ ξύμπαντες τὰ χείρονα εἴδωλα τῶν κρειττόνων φασίν. οὕτω γὰρ κἀπὶ τῆς συνηθείας ἔστιν εἰδεῖν· οὗτος μὲν γὰρ ὁ χαλκοῦς ἀνδριὰς Ἡρακλέους εἴδωλον, ὅδε δὲ Θησέως· καὶ ἡ χαλκῆ λύκαινα, ἡ τοὺς μαστοὺς ὑποτιθεῖσα τοῖς βρέφεσι, ποιήματα μὲν παλαιᾶς ἐργασίας, εἴδωλα δὲ ἀληθείας, καθʼ ἣν Ῥῆμος καὶ Ῥώμυλος ὑπὸ τοῦ Φαιστύλου ῥιφέντες ἐπὶ τὴν ἀκτὴν τῆς ζώσης λυκαίνης τοὺς μαστοὺς εἵλκυσαν. τίς οὖν ὁ τῆς διαφορᾶς λόγος: ἐγὼ γοῦν φημι λογισάμενος καὶ ἐκτιθέμενος ὡς ἡ ψυχὴ οὐ πέφυκεν εἴδωλον, ἀλλὰ τὸ σῶμα τῆς ψυχῆς, ὡς χεῖρον κρείττονος· ἐπεὶ δὲ αἱ ψυχαὶ φανταζόμεναι σωματικοῖς τυποῦνται μορφώμασι πρὸς τὴν τῶν ὁρώντων δύναμιν, ἀσαφέσι μέντοι καὶ συγκεχυμένοις, καὶ τὸ ὅλον σκιώδεσι, διὰ ταῦτα λέγονται τῶν σωμάτων εἴδωλα· σῶμα μὲν γὰρ καὶ τὸ σχῆμα ὄρθιον καὶ τὴν ἁφὴν στερρὸν καὶ ἀντιτυπὲς, καὶ τὸ χρῶμα ἔνι λευκὸν καὶ βαρὺ καὶ γεῶδες καὶ ἀέρι μὴ ἐποχούμενον, ἡ δὲ τοῦ Πολυδώρου ψυχὴ οὐχ οὕτω τῇ Ἑκάβῃ ἐφαίνετο, ἀλλὰ ζοφερὸν καὶ σκιᾷ παρόμοιον καὶ δυσείκαστον· 2. Moschopuli περὶ τοῦ εἰδώλου seculi quinti decimi scripta, post disputatio, Hecubae, in qua Polydori. Tzetzae versus supra appositos, εἴοωλον in scenam producitur, tos, cum lemmate περὶ τοῦ εἰδώλου. praefixa in codicibus Byzantinis Pars postrema inde ab verbis τῶν multis legitur, primum edita ab σωμάτων μὲν Πλάταν usque ad ἐπεφημίσθη Aldo post Moschopuli Vitam Euripidis: μἱσθη εἴκασμα legitur etiam in codice unde inscriptum ei est dice Guelferbvtano in initio scholiorum τοῦ αὐτοῦ τερὶ εἰδώλου. Inscriptio ab liorum ad Hecubam. me posita ex codice sumta est 112. ὅδε δὲ B. et Dresd. ὁ δὲ Ald. Dresdensi (D. 22.) de quo dixi ad 14. Ῥῦμος Musgr. pro Ῥῶμος. Scholia in Sophoclem vol. 2. p. 15. μαστοὺς] μαζοὺς Dresd. 408. Habet etiam codex Parisinus. 21. ὄρθιον B. Dresd. ὄρθριον Ald. (B.) 2713. in parte ab manu 22. καὶ βαρὺ] καὶ om. B. διὰ γοῦν τὴν τοιαύτην μορφὴν, τὴν ἀσαφῆ καὶ συγκεχυμένην, εἴδωλά φασιν οἱ σοφοὶ τὰς ψυχὰς τῶν σωμάτων· καὶ Πλάτων γοῦν ἐν τῷ Φαίδωνι τὰ ἐν τοῖς τάφοις φαινόμενα σκιοειδῆ φαντάσματα ψυχὰς φιλοσωμάτους ὠνόμασεν, ὡς μηδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν πρὸς τὸ καθαρὸν ἀνιούσας φῶς, ἀλλ᾿ ἔτι τῶν σωμάτων ἐχομένας, ἃ δὴ διὰ τὰς ἀνδραποδώδεις ἠγαπήκασιν ἡδονάς· διὰ ταῦτα μὲν οὖν εἴδωλον σωμάτων ἡ ψυχὴ, αὗθις δὲ σῶμα ψυχῆς εἴδωλον, ὅτιπερ ὃ τούτῳ ὀφθαλμὸς, ἐκείνῃ ὁ νοῦς· καὶ ὃ τούτῳ ἁφὴ, ἐκείνῃ πάλιν ἐξεταστική· καλλίων δὲ νοῦς ὀφθαλμοῦ καὶ νοερὰ ζήτησις δυνάμεως ἁπτικῆς· διὰ ταῦτα πάλιν εἴδωλον τὸ σῶμα τῆς ψυχῆς. τὸ δὲ ὄνομα τοῦτο ὁ Χριστιανῶν ἐμυσάχθη θεσμὸς, ὅτι δὴ τοῖς Ἑλληνικοῖς θεοῖς ἐπεφημίσθη εἴκασμα.
ΔΗΜΗΤΡΙΟΥ ΤΡΙΚΛΙΝΙΟΥ ΠΕΡΙ ΜΕΤΡΩΝ ΕΚΑΒΗΣ.
1.—58. Ἡ εἴσθεσις τοῦ δράματος ἄρχεται ἐκ μονοστροφικῆς περιόδου· οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι νή, ὧν ὁ τελευταῖος “φθείρει θεῶν τις τῆς πάροιθʼ εὐπραξίας.” ἐπὶ τῷ τέλει κορωνίς.
59.—99. Τὰ τοιαῦτα εἴδη καλεῖται συστήματα ἐξ ὁμοίων κατὰ περιορισμοὺς ἀνίσους. σύστημα δέ ἐστιν, ὡς Ἡφαιστίων φησὶ, μέτρων συναγωγὴ ἤτοι δύο, ἢ πλειόνων, ἢ ὁμοίων, ἢ ἀνομοίων. ἔστι δὲ τὸ μέτρον ἀναπαιστικὸν, Λακωνικὸν καλούμενον διὰ τὸ τὸν Λάκωνα Ἀλκμᾶνα τούτῳ πρῶτον χρήσασθαι. εἰσὶ δὲ τὰ μὲν τῶν κώλων δίμετρα ἀκατάληκτα, τὰ δὲ τῶν ἀποθέσεων καταληκτικὰ δίμετρα, ἤτοι ἑφθημιμερῆ. ἢ μέτρον καλεῖται παροιμιακὸν, διὰ τὸ πολλὰς παροιμίας τούτῳ τῷ μέτρῳ γεγράφθαι. τὸ μέντοι ιϚ΄ κῶλον, τὸ 9. Ἡφαιστίων] Cap. 4. p. 119. loco altero alatis scholiasta ed. Gaisf. secundae. ab Morello memoratus adscriberet, 10. Λακωνικὸν] Hoc nomen Hephaestio παρακλητικὰ ἐκ τῶν Τυρταίου, et Tzetza c. 8. p. 50. tetrametris Histor. 1, 696. eos Tyrtaeo tribueret, tribuit anapaesticis qui spondeum praeeunte, ut ait, Dione ante catalexin habeant, cujus hoc Chrysostomo, etsi ab hoc sine nomine affert exemplum, ἄγετʼ, ὦ Σπάρτας poetae sunt appositi. ἔνοπλοι κοῦροι, ποτὶ τὰν Ἄρεος κίνασιν, 13. πολλὰς παροιμίας] Proverbia quem versum Alcmanis esse conjecit metro paroemiaco scripta collegit Valckenarius apud Santen. ad Meinekius in Appendice ad Theocritum Terent. Maur. p. 79., alii Tyrtaeo critum p. 454.—469. tribuunt, collatis versibus quos ex 14. ιϚ΄] ις B. (ut mox λδον et Λακωνικοῖς ἐμβατηρίοις attulit Dio λϚ pariterque in scholio v. 100.) Chrys. vol. 1. p. 92. ἄγετ᾿ ὦ Σπάρτας ἑκκαιδέκατον I. qui numeros modo εὐάνδρου | κοῦροι πατέρων πολιητᾶν plene scriptos exhibet modo literis etc. quos Tyrtaei esse colligi potest expressos. De quo semel monemus. ex iis quae Dio ib. p. 82. de vesibus Hic autem vitiosum est ιϚ΄, etsi incerta Tyrtaei ὑπὸ φάλαγγος ἐνόπλου est correctio, quum nesciamus cantatis dixit: unde factum ut versibus quomodo dactylos, qui in hoc λδ΄ καὶ τὸ λϚ΄ μονόμετρά ἐστιν ἀκατάληκτα, ὃ καὶ ἀναπαιστικὴ ὀνομάζεται βάσις, τὰ δὲ πάντα κῶλα τοῦ συστήματος εἰσὶ λή, ὧν τελευταῖον “πέμψατε, δαίμονες, ἱκετεύω.” ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ τῷ τέλει κορωνίς. B.I.
93. Οὕτω δὲ χρὴ γράφειν καὶ ταῦτα τὰ κῶλα, ἵνʼ ᾖ δίμετρα, ὡς τὰ πολλά. ἐν γὰρ τοῖς ἀναπαιστικοῖς μονόμετρα μόνον διὰ μέσου εὕρηται, οὐ μὴν καὶ δίμετρα καταληκτικὰ, ἀλλʼ ἐν μόναις ταῖς ἀποθέσεσι. διὰ τοῦτο οὖν οὕτως ὠρθώθη παῤ ἡμῶν· εἰ δέ τις μέμφοιτο τὰς προθέσεις, ἀλλ᾿ ἴστω ὡς οὐκ ἂν ἔχοι τις ἄλλως ταυτὶ διορθώσασθαι.
100.—154. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται συστήματα ἐξ ὁμοίων κατὰ περιορισμοὺς ἀνίσους, ὡς εἴρηται. ἔστι δὲ καὶ τοῦτο τὸ μέτρον ἀναπαιστικὸν, Λακωνικὸν καλούμενον. εἰσὶ δὲ τὰ μὲν τῶν κώλων δίμετρα ἀκατάληκτα, τὰ δὲ τῶν ἀποθέσεων καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ, ὃ μέτρον καλεῖται παροιμιακὸν, ὡς εἴρηται. τὸ μέντοι ιϚ΄ κῶλον, τὸ κε, τὸ μ΄, τὸ ν΄ καὶ τὸ νε΄ μονόμετρά εἰσιν ἀκατάληκτα. τὰ δὲ πάντα κῶλα τοῦ συστήματος νϚ΄, ὧν τὸ τελευταῖον “δειρῆς νασμῷ μελαναυγεῖ.” ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
155.—177. Σύστημα κατὰ περικοπὴν ὁμοιομερές· ἐξ ὁμοίων γάρ σύγκειται ἀναπαιστικῶν κώλων. ἔστι δὲ καὶ τοῦτο κατὰ περιορισμοὺς ἀνίσους. τὰ δὲ κῶλα πάντα αὐτοῦ κγ΄, ὧν τελευταῖον “σᾶς ψυχᾶς ἀίω φάμαν.” εἰσὶ δὲ τὰ μὲν δίμετρα ἀκατάληκτα, τὰ δὲ τῶν carmine anapaestis sunt interpositi, τράπωμαι. erroremanifesto. Kingius in versus vei breviores vel longiores inseruit scholio v. 93. post verba diviserit Triclinius. Monometros καὶ τόδε ὃ μέλλω εἰπεῖν φόβημά ἐστιν, λδ΄ et λϚ΄ manifestum est dici verba nec dubitandum quin ad κῶλα pertineat v. 95. φάντασμʼ Ἀχιλέως et v. 97. verbis οἰκτρῶς καὶ τόδε μοι δεῖμα τινὰ Τρωϊάδων. In praecedentibus inita, etsi nescimus quomodo Triclinius duo reperiuntur monometri, v. 83. haec in ordinem redigere ἔσται τι νέον et v. 86. φρίσσει, ταρβεῖ, sit conatus. eo loco positi ut manifestum sit 6. πολλά] Temere ing. λοιπά. numerum denarium, quem praebet Nam τὰ πολλὰ dicit Triclinius quia ἑκκαιδέκατου vel ιϚ΄, in vicenarium versus hujus carminis non omnes esse mutandum. Itaque corrigendum sunt anapaestici. videtur, τὸ μέντοι κγ΄ καὶ κϚ΄ 15. τὸ μέντοι—καὶ τὸ νε΄] Versus κῶλον— dicit qui sunt in editione nostra 5. Οὕτω δὲ χρὴ—] Haec annotatio 115. 124. 139. 149. 153. in l. adjuncta est scholio v. 88. 16. εἰσιν] ἐστιν B. post verba οἷον τίς γένωμαι καὶ πῆ ἀποθέσεων καταληκτικά. τὸ μέντοι ζ΄ κῶλον καὶ τὸ ιζ΄ μονόμετρά ἐστιν ἀκατάληκτα, τὸ δὲ ιε΄ τροχαϊκὸν ἰθυφαλλικόν. τίθενται γὰρ καὶ τά τοιαῦτα συστήματα ἐν μέσῳ τῶν ἀναπαιστικῶν. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, καὶ ἐπὶ τῷ τέλει ὡσαύτως. B.I.
163. ποίαν—: οὕτω δὲ χρὴ γράφειν ταῦτα τὰ κῶλα καὶ τὰ ἑξῆς ὡς διωρθώθη παῤ ἡμῶν, ἵνʼ ἔχῃ πρὸς μέτρον ὀρθῶς.
178.—215. Σύστημα ἕτερον κατὰ περικοπὴν ἀμοιβαῖον, ὁμοιομερές· ἐξ ὁμοίων γὰρ σύγκειται ἀναπαιστικῶν κώλων. εἰσὶ δὲ πάντα τὰ κῶλα λθ΄, ὧν τελευταῖον “κρείσσων συντυχίʼ ἐκύρησεν.” εἰσὶ δὲ τὰ μὲν δίμετρα ἀκατάληκτα, τὰ δὲ τῶν ἀποθέσεων καταληκτικά. τὸ δὲ δ΄ καὶ τὸ ια΄, τὸ ιδ΄, τὸ ιϚ΄. τὸ κζ΄, καὶ τὸ λγ΄ μονόμετρα καὶ πενθημιμερῆ· τὸ μέντοι ε΄ τροχαικόν ἐστι πενθημιμερές καὶ τὸ λδ΄ ὁμοίως ἑφθημιμερές. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς· τέλος γὰρ ἔχει τὰ ἀναπαιστικά. B.I.
200. λώβαν: οἱ γράφοντες “λώβαν ἐχθίσταν” ἀγνοοῦσι τὰ μέτρα· σὺ δὲ μαθὼν μὴ γράφε τοῦτο· δίμετρον γὰρ ὀφείλει εἶναι τὸ κῶλον, ὡς καὶ τὰ λοιπά· διὸ καὶ ἐξεβλήθη παῤ ἐμοῦ.
216—437. Αἱ περίοδοι αὗται πᾶσαι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων σκη΄, ὧν τελευταῖος “αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.” ἐπὶ τῷ τέλει μὲν τῶν ἀποθέσεων παράγραφος, ἐπὶ τῷ τέλει δὲ πάντων τῶν στίχων κορωνὶς, ἐξιόντων τῶν ὑποκριτῶν.
444.—465. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται κατὰ σχέσιν. κατὰ σχέσιν δέ ἐστιν, ὡς Ἡφαιστίων φησὶν, ὅσα δουλεύων ὁ ποιητὴς ἀνταποδόσει καὶ ἀνακυκλήσει γράφει. εἰσὶ δὲ τὰ παρόντα δύο στροφαί. τῆς μὲν οὖν προτέρας στροφῆς τὰ κῶλα ια΄, καὶ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἀντισπαστικὸν δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερὲς Φερεκράτειον, ἐξ ἐπιτρίτου α΄ καὶ βακχείου. τὸ β΄ ὅμοιον δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου δ΄, διιάμβου καὶ συλλαβῆς ἀδιαφόρου. τὸ γ΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ 2. ἰθυφαλλικὸν] φαλικὸν I. Kingius. 5. οὕτω δὲ—] Praecedit in I. 23. Ἡφαστίων] C. 7. p. 122. scholion τοῦτο λέγει—ἐπικαλέσεται. 24. ἀνταποδόσει] ἀνταποδώσει I. 9. συντυχι᾿] ξυντυχί᾿ B. Correctum ex Heph. 19. σκη΄] Immo σκϚ΄. ib. γράφει additum ex Heph. 22. κατὰ σχέσιν. κατὰ σχέσιν δέ] 25. προτέρας στροφῆς—ἀντιστροφῆς] κατάσχεσις. κατάσχεσις δέ I. Correxit V. 444.—454. et 455.—465. ἰωνικοῦ ἀπὸ μείζονος, τροχαϊκῆς συζυγίας, ἤτοι διτροχαίου, καὶ ἰωνικοῦ ἡμίσεως· ἐν μέντοι τῷ τῆς στροφῆς κώλῳ παίωνα β΄ ἔχει ἀντὶ ἰωνικοῦ. τὸ δ΄ δίμετρον ὑπερκατάληκτον· καλεῖται δὲ περίοδος διὰ τὸ συγκεῖσθαι ἐκ τροχαϊκῆς καὶ ἰαμβικῆς συζυγίας· ἔστι δε τῶν ἀσυναρτήτων. τὸ ε΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ τροχαϊκῆς συζυγίας, ἤτοι διτροχαίου. τὸ Ϛ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ ἰωνικὸν ὅμοιον τῷ ε΄. τὸ η΄ ὅμοιον δίμετρον καταληκτικὸν, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β΄, καὶ συλλαβῆς μιᾶς. τὸ θ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς, ἐκ χοριάμβου καὶ ἀναπαίστου, ἤτοι τριβραχέος διὰ τὴν ἀδιάφορον. τὸ ι΄ χοριαμβικὸν ὅμοιον ἡμιόλιον, ἐκ χοριάμβου, ἤγουν ἐπιτρίτου β΄, καὶ τροχαίου διὰ τὴν ἀδιάφορον. τὸ ια΄ τροχαϊκὸν ἰθυφαλλικόν. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος μόνη.
454. πεδία λιπαίνειν: οὐ χρὴ “πεδία λιπαίνειν” γράφειν, ἀλλὰ “τὰς γύας,” ἵν᾿ ἦ τροχαικὸν τὸ κῶλον, ὡς καὶ τῆς ἀντιστροφῆς. Bar. 74.
466.—483. Τῆς β΄ ταύτης στροφῆς τὰ κῶλα θ΄ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἰωνικὸν δίμετρον καταληκτικὸν ἑφθημιμερὲς, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ κρητικοῦ ἤτοι ἀμφιμάκρου, τὸ β΄ ὅμοιον κατὰ πάντα. τὸ γ΄ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, Γλυκώνειον καλούμενον, ἐξ ἐπιτρίτου δʼ καὶ ἰαμβικῆς συζυγίας, ἤτοι διιάμβου. τὸ δʼ δίμετρον ἀκατάληκτον, προσῳδιακὸν καλούμενον, ἀσυνάρτητον ἐκ χοριάμβου καὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος. τὸ ε΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ δισπονδείου. τὸ χοριαμβικὸν δίμετρον καταληκτικὸν, ἐκ χοριάμβου καὶ βακχείου. τὸ ζ΄ ὅμοιον, ἐξ ἐπιτρίτου γ΄, ἢ δισπονδείου, καὶ ἀναπαίστου· δύναται δὲ εἶναι καὶ ἀντισπαστικόν. τὸ η΄ ἀντισπαστικὸν 9. χοριαμβικὸν] Syllabas dicit (v. in stropha haud dubie scripserat 453.) —στῶν ὑδάτων πατέρα. φασὶν Ἀπιδανὸν πεδον (vel γύας) 12. τὸ ια΄] Versum dicit 454. λιπαίνειν, in antistropha, χρυσᾶν ἄμπυκα γύας λιπαίνειν. Nam sic Tri. πυκα τόξα τʼ εὐλογήσω, versu hendecasyllabo. pro πεδία λιπαίνειν correxit, syllabo. ut apparet ex annotatione proxima, 22. Γλυκώνειον scripsi pro Γλυκώνιον. feminino τὰς γύας more Byzantino νιον. Recta forma servata ad Phoen. indocte pro τοὺς γύας posito. Euripides 103. et alibi. Mox προσοδιακὸν I. δίμετρον, καταληκτικόν. τὸ θ΄ δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου δ΄, εἰ δὲ βούλει, δισπονδείου, καὶ χοριάμβου. ἔχει δὲ τὸ τῆς ἀντιστροφῆς κῶλον τὸν πρῶτον πόδα πεντασύλλαβον. ἐπὶ μὲν τῷ τέλει τῆς στροφῆς κορωνὶς, δηλοῦσα τέλος σχεῖν τὰς τοῦ χοροῦ ᾠδὰς καὶ στροφάς.
484. —628. Αἱ περίοδοι αὗται πᾶσαι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρμέ, ὧν ὁ τελευταῖος “ὅτῳ κατʼ ἦμαρ τνγχάνει μηδὲν κακόν.” ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ τῷ τέλει κορωνὶς, ἐξιόντων τῶν ὑποκριτῶν.
629. —646. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται ἐπῳδικά. ἐπῳδικὰ δέ ἐστιν, ὡς Ἡφαιστίων φησὶν, ἐν οἷς ὁμοίοις ἀνόμοιόν τι ἐπιφέρεται· ἐπʼ ἔλαττον μέντοι τοῦ τῶν τριῶν ἀριθμοῦ, ἤτοι στροφῆς, ἀντιστροφῆς καὶ ἐπῳδοῦ, οὐκ ἂν γένοιτο τὸ τοιοῦτον, ἐπὶ πλεῖον δὲ οὐδὲν κωλύει ἐκτείνεσθαι· γίνεται δὲ, ὥσπερ τριὰς ἐπῳδικὴ, οὕτω καὶ τετρὰς καὶ πεντὰς καὶ ἐπὶ πλεῖον. ἔστι δὲ τὰ παρόντα τριὰς ἐπῳδικὴ, καὶ εἰσὶ τῆς μὲν στροφῆς τὰ κῶλα θ΄ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἀντισπαστικὸν ἡμιόλιον ἐξ ἐπιτρίτου α΄ καὶ ἰάμβου. τὸ β΄ ὅμοιον ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου α΄, διιάμβου καὶ συλλαβῆς. τὸ γ΄ ὅμοιον ἐξ ἐπιτρίτου δʼ καὶ διιάμβου καὶ συλλαβῆς. τὸ δʼ δίμετρον ἀκατάληκτον πολυσχημάτιστον, πριάπειον καλούμενον, ἐξ ἀντισπάστου καὶ χοριάμβου. τὸ ε΄ τροχαϊκὸν, διὰ τὸ ἑξῆς, πενθημιμερὲς, ἐκ δύο χορείων, ἤτοι τριβραχέων, καὶ συλλαβῆς. τὸ Ϛ΄ τροχαϊκὸν ἰθυφαλλικὸν, ἤτοι δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος τρίτου, διιάμβου καὶ συλλαβῆς· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερὲς ἐκ δύο ἀναπαίστων καὶ ἰάμβου καὶ συλλαβῆς. τὸ η΄ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ θ΄ χοριαμβικὸν ἡμιόλιον, 1. δίμετρον—δισπονδείου ap. Κing. 23. δίμετρον βραχυκατάληκτον. τὸ δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου δʼ, ζ΄ Kingius. δίμετρον ὑπερκατάληκτον ε'i δὲ βούλει σπονδείου I. ἐκ παίωνος τρίτου, διιάμβου καὶ σύλλαβῆς᾿ πεντασύλλαβον] Decepit Triclinium βῆς· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερὲς scriptura vitiosa θεράπαιναν ἐκ δύο ἀναπαίστων καὶ ἰάμβου· εἰ δὲ (v. 482.) pro θεράπναν. βούλει, ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. 4. σχεῖν] ἔχειν ap. King. τὸ ζ΄ I. 11. Ἡφαιστίων] C. 8. p. 125. 26. ἰάμβου—τὸ θ΄ Kingius. ἰάμβου, 12. μέντοι] μὲν King. εἰ δὲ βούλει ἀναπαιστικὸν δίμετρον 19. ἐπιτριτου δ΄ King. δ΄ om. I βραχυκατάληκτον. τὸ θ΄ I. εἰ δὲ βούλει, δακτυλικὸν πενθημιμερές. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.
647.—656. Τοῦτο καλεῖται ἐπῳδὸς, διὰ τὸ ἐπᾴδεσθαι τῇ τε στροφῇ καὶ τῇ ἀντιστροφῇ, ἤγουν μετὰ τὴν στροφὴν ᾄδεσθαι. ἰστέον δὲ ὅτι τὴν μὲν στροφὴν κινούμενοι πρὸς τὰ δεξιὰ οἱ χορευταὶ ᾖδον, τὴν δὲ ἀντιστροφὴν πρὸς τὰ ἀριστερὰ, τὴν δὲ ἐπῳδὸν ἱστάμενοι ᾖδον. ἐδήλου δὲ, ὥς φασιν, ἡ μὲν στροφὴ τὴν οὐρανοῦ ἐκ τῶν ἑῴων πρὸς τὰ δυτικὰ μέρη κίνησιν, ἡ δὲ ἀντιστροφὴ τὴν τῶν πλανητῶν, ὡς ἀπὸ δυσμῶν πρὸς ἕω γινομένην, ἡ δὲ ἐπῳδὸς τὴν τῆς γῆς στάσιν, ἱσταμένων τῶν χορευτῶν ᾀδομένων. ἔστι δὲ τῆς παρούσης τὰ κῶλα ια΄. τὸ α΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ ἰωνικοῦ, τροχαικῆς συζυγίας, ἤτοι διτροχαίου, καὶ ἰάμβου. τὸ β΄ ἀναπαιστικὸν μονόμετρον. τὸ γ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δʼ δακτυλικὸν, ἢ ἀναπαιστικὸν πενθημιμερές. τὸ ε΄ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παιώνων δευτέρων δύο. τὸ Ϛ΄ τροχαϊκὸν πενθημιμερές. τὸ ζ΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ τοῦ ἰωνικοῦ ἀπʼ ἐλάττονος, ἰαμβικῆς συζυγίας, ἤτοι διιάμβου, καὶ συλλαβῆς. τὸ η΄ ἐπιχοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐκ διιάμβου, χοριάμβου καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ θ΄ τροχαϊκὸν ἰθυφαλλικὸν, ἤτοι δίμετρον βραχυκατάληκτον. τὸ ι΄ ἰωνικὸν ἡμιόλιον, εἰ δὲ βούλει, παιωνικὸν ἐκ παίωνος β΄ καὶ δύο συλλαβῶν. τὸ ια΄ ὅμοιον, δίμετρον καταληκτικὸν, ἐκ παίωνος δʼ καὶ βακχείου· εἰ δὲ βούλει, τροχαϊκὸν ἰθυφαλλικὸν, τοῦ α΄ ποδὸς χορείου. ἐπὶ τῷ τέλει κορωνὶς, εἶτα παράγραφος. ταῦτα γὰρ τοῦ τέλους τῆς ἐπῳδοῦ σημεῖα.
688.—692. Τὰ τοιαῦτα εἴδη καλεῖται ἀνομοιόστροφα. ἀνομοιόστροφα δέ εἰσιν, ὡς Ἡφαιστίων φησὶν, ὅσα πάντως διαιρεῖται, ἢ κατὰ πρόσωπον ἀμοιβαῖον, ἢ χοροῦ πρὸς ὑποκριτὴν ἀπόκρισιν. καὶ διαιρεῖται εἰς δύο, ἢ εἰς πλείονα. εἰ μὲν οὖν εἰς δύο διαιρεῖται, καλεῖται ἑτερόστροφον, εἰ δὲ εἰς πλείω, ἀλλοιόστροφον. εἰσὶν οὖν τὰ παρόντα ἀλλοιόστροφα. τῆς πρώτης δὲ στροφῆς ταύτης τὰ κῶλα Ϛ΄. 9. γινομένην] κινομένων Kingius. I. Voluit κινουμένων, quod posuit 20. ἤτοι addidit King. Musgr. 27. Ἡφαιστίων] C. 9. p. 130. 13. ἰαμβικὸν King. ἰωνικὸν I. 31. πρώτης Κing. δευτέρας Ι. 19. καὶ ἰάμβου Κing. καὶ διιάμβου τὸ α΄ στίχος ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ β΄ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος πεντασυλλάβου καὶ ἰάμβου· διαιροῦνται γὰρ αἱ μακραὶ τῶν τοιούτων ποδῶν εἰς δύο βραχείας. τὸ γ΄ ὅμοιον καθαρὸν, ἐκ παίωνος δʼ καὶ ἰάμβου. τὸ δʼ ὅμοιον, δίμετρον καταληκτικὸν, ἐκ παίωνος α΄ καὶ δακτύλου. τὸ ε΄ τροχαϊκὸν ἀκατάληκτον. τὸ Ϛ΄ ὅμοιον τροχαϊκὸν ἑφθημιμερές. οὕτω διῃρημένα χρὴ ταῦτα τὰ κῶλα, καὶ τὰ ἑξῆς, ὡς ἡμῖν διήρηται, ἵνʼ εὐχερῶς καὶ τίνος εἴη μέτρου ἔχωμεν γνῶναι· ἐπὶ τῷ τέλει παράγραφος.
693.— 696. Δευτέρα αὕτη στροφὴ κώλων ἐστὶ δ΄. τὸ α΄ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. τὸ β΄ καὶ γ΄ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος δ΄ καὶ σπονδείου. τὸ δ΄ δακτυλικὸν πενθημιμερές.
697. —701. Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων τριῶν καὶ κώλου, ὃ τρίτον κείμενον δακτυλικόν ἐστι πενθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος.
702.—708. Ἡ τρίτη αὕτη στροφὴ κώλων ἐστὶ ζ΄. τὸ α΄ τροχαϊκὸν μονόμετρον. τὸ β΄ ὅμοιον ὑπερκατάληκτον ἐκ χορείων. τὸ γ΄ ὅμοιον ἑφθημιμερὲς καθαρόν. τὸ δ΄ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ ε΄ παιωνικὸν δίμετρον, ἐκ παίωνος α΄ καὶ παλιμβακχείου. τὸ ἀναπαιστκὸν ἑφθημιμερὲς, τοῦ β΄ ποδὸς δακτύλου. τὸ ζ΄ παιωνικὸν δίμετρον, ἐκ παίωνος α΄ καὶ κρητικοῦ. ἐπὶ τῷ τέλει παράγραφος.
710. —711. Ἡ δʼ αὕτη στροφὴ κώλων ἐστὶ δ΄, ὧν τὸ α΄ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος δʼ καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ β΄ ὅμοιον δίμετρον ἀκατάληκτον, ἐκ παίωνος α΄ καὶ κρητικοῦ. τὸ γ΄ καὶ τὸ δʼ ὅμοιον τῷ πρώτῳ. ἐπὶ τῷ τέλει παράγραφος.
716. —720. Ἡ ε΄ αὕτη στροφὴ κώλων ἐστὶν ἕξ. τὸ α΄ παιωνικὸν 4. παίωνος δ΄ King. παίωνος δὲ I. scriptus legitur. Kingius, qui scholion 7. μέτρου ἔχωμεν Barn. μέτρον ἔχομεν I. totum ex cod. se correxisse ait, pro τὸ Ϛ΄ ἀναπαιστικὸν ἑφθημιμερὲς scripsit χομεν I. 16. ὑπερκατάληκτον King. ἑφθημιμερές τὸ Ϛ΄ τροχαϊκὸν ἰθυφαλλικόν, εἰσεῖδον (nam sic codices) in εἶδον mutato, I. ib. τό γ΄] Versum dicit ὀμμάτων ita ut quintus versus esset ἐμῶν ὄψιν, non offensus syllaba ante μελανόπτερον, ἃν εἶδον, sextus ἀμφὶ σʼ, catalexin longa, quae brevis esse ὦ τέκνον, οὐκέτ᾿ · deberet. Nihilo peritius verba 23. ἐκ παίωνος α΄ King. pro ἐκ proxima οὔ με παρέβα φάσμα pro παίωνος δ΄. Metri dochmiaci ignarus versu ithyphallico habet. Triclinius Θρηΐκιος legit ut est in 18. τὸ Ϛ΄—δακτύλου Haec non codicibus, quum Θρῄκιος scribere conveniunt versui ut nunc in libris deberet. ἡμιόλιον, ἐκ παίωνος α΄ καὶ σπονδείου. τὸ β΄ χοριαμβικὸν ἡμιόλιον καθαρόν. τὸ γ΄ ὅμοιον τῷ α΄ ἐκ παίωνος δʼ καὶ ἰάμβου. τὸ δ΄ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ε΄ ὅμοιον τῷ τρίτῳ. τὸ Ϛ΄ ὅμοιον τῷ δ΄. οὕτω χρὴ γράφειν καὶ ταῦτα ὡς διῄρηται καὶ τὰ ἄνω, ἵνʼ εἴη καὶ τὰ μέτρα εὔγνωστα. ἐπὶ τῷ τέλει παράγραφος.
721. —904. Αἱ ἑξῆς αὗται συστηματικαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρξδ΄, ὧν τελευταῖος “κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.” μετὰ τὸν ρμγ΄ κώλου τμῆμα τὸ φεῦ. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, καὶ ἐπὶ τῷ τέλει κορωνίς.
905. —922. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται ἐπῳδικά. ἔστι δὲ τὰ παρόντα πεντὰς ἐπῳδική, ἤτοι στροφὴ καὶ ἀντιστροφή, καὶ πάλιν στροφὴ καὶ ἀντιστροφὴ καὶ ἐπῳδός. εἰσὶν οὖν τῆς α΄ στροφῆς τὰ κῶλα θ΄ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ τοῦ ἰωνικοῦ καὶ διιάμβον. τὸ β΄ τροχαϊκὸν ἑφθημιμερὲς, ὃ καλεῖται Εὐριπίδειον, ἢ ληκύθιον. τὸ γ΄ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ χοριάμβου καὶ δισπονδείου· εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερές. τὸ δʼ προσῳδιακὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, χοριάμβου καὶ συλλαβῆς. τὸ ε΄ ἀναπαιστικὸν πενθημιμερές. τὸ Ϛ΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος, διιάμβου καὶ συλλαβῆς. τὸ αὐτὸ δύναται καὶ ἰαμβικὸν εἶναι ἑφθημιμερὲς, τῶν πρώτων ποδῶν ἀναπαίστων. τὸ ζ΄ ἰωνικὸν δίμετρον καταληκτικὸν, ἤτοι ἑφθημιμέρες, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ κρητικοῦ, ἤτοι ἀμφιμάκρου. τὸ η΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον καθαρὸν, ἐξ ἐπιτρίτου δ΄, διιάμβου καὶ συλλαβῆς. τὸ θʼ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον καθαρὸν, ἐξ ἀντισπάστου, διιάμβου καὶ συλλαβῆς. ἐπὶ τῷ τέλει τῆς στροφῆς παράγραφος.
923.—932. Τῆς β΄ ταυτησὶ στροφῆς τὰ κῶλα ι΄ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ β΄ καὶ γ΄ ποδὸς χορείου. τὸ β΄ ὅμοιον καθαρὸν, ὃ καλεῖται Ἀνακρεόντειον. 1. Addirdi α΄ post ἐκ παίωνος. Tertiam ρνζ΄. adjectivi κατάρατε syllabam B. τὸν—κώλου τμῆμα scripsi pro pro brevi habuit. τῶν—κώλων τλῆμα. Sic κώλου τμῆμα 2. Addidi δ᾿ post παίωνος. dixit ad Orest. 316. 1018. 6. συστηματικαὶ Barnes. συστικαί 17. προσῳδιακὸν] προσοδιακὸν I. I. 20. ἐκ παίωνος King. καὶ παίωνος I. 7. ρξδ΄—ρμγ΄ scripsi pro ρϚη΄ — 25. ἀντισπαστικὸν addidit King. τὸ γ΄ ὅμοιον πενθημιμερές. τὸ δʼ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἢ ἐπιωνικὸν ἐξ ἐπιτρίτου γ΄, ἰωνικοῦ ἀπʼ ἐλάττονος καὶ συλλαβῆς. τὸ ε΄ ἀσυνάρτητον ἐξ ἀναπαιστικῆς βάσεως καὶ ἰαμβικοῦ πενθημιμεροῦς. τὸ Ϛ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ τριῶν χορείων καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ ζ΄ ὅμοιον καθαρὸν ἰαμβικοῦ. τὸ η΄ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἐπιτρίτου β΄ καὶ α΄ καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ θ΄ χοριαμβικὸν τρίμετρον καταληκτικὸν ἐκ β΄ χοριάμβων καὶ ἀναπαίστου· εἰ δὲ βούλει, ἀναπαιστικὸν δίμετρον. τὸ ι΄ ἰαμβικὸν ἑφθημιμερὶς καθαρόν. ἐπὶ τῷ τέλει τῆς ἀντιστροφῆς παράγραφος.
942.—952. Τῆς ἐπῳδοῦ ταύτης τὰ κῶλα ι. τὸ πρῶτον ἐπιωνικὸν τρίμετρον καταληκτικὸν, ἐξ ἐπιτρίτου γ΄, ἰωνικοῦ ἀπὸ μείζονος καὶ δακτύλου. τὸ β΄ ἀντισπαστικὸν ἡμιόλιον ἐξ ἐπιτρίτου δʼ καὶ σπονδείου· εἰ δὲ βούλει. τροχαϊκὸν ἰθυφαλλικόν. τὸ γ΄ χοριαμβικόν δίμετρον καταληκτικὸν, ἐκ χοριάμβου καὶ ἀναπαίστου. τὸ δ΄ ἰαμβικὸν πενθημιμερές. τὸ ε΄ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον, ἐκ σπονδείων λαὶ τροχαίων. τὸ Ϛ΄ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ΄ ἐπιχοριαμβικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου δ΄, χοριάμβου καὶ συλλαβῆς. τὸ η΄ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ β΄ καὶ γ΄ ποδὸς χορείου. τὸ θ΄ παιωνικὸν ἡμόλιον, ἐκ παίωνος δ΄ καὶ δύο συλλαβῶν. τὸ ι΄ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ χοριάμβου, ἐπιτρίτου α΄ καὶ τροχαίου. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος.
953. —1022. Αἱ περίοδοι αὗται στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ο΄, ὧν τελευταῖος “ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ᾤκισας γόνον.” ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
1024. —1034. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται μονοστροφικά. μονοστροφικὰ δέ εἰσιν, ὡς Ἡφαιστίων φησὶν, ὁπόσα ὑπό μιᾶς στροφῆς καταμετρεῖται. εἰσὶ δὲ τῆς παρούσης στροφῆς τὰ κῶλα ιβ΄. τὸ α΄ ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ β΄ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος δ΄ καὶ ἰάμβου. οὕτω δὲ χρὴ γράφειν τὰ κῶλα, ὡς ὑφʼ ἡμῶν διῃρέθη, ἵνʼ ἔχωμεν γνῶναι τίνος εἰσὶ μέτρου. τὸ γ΄ ἀντισπαστικὸν ἡμιόλιον, ἐξ ἐπιτρίτου γ΄ καὶ ἰάμβου. τὸ δʼ ὅμοιον τῷ β΄. 13. δʼ King. τρίτου ἢ δ΄ I. finem scholii rejecit King. correcto 27. Ἡφαιστίων] C. 8. p. 125. quod in I. est μέτρα. 30. οὕτω —μέτρου] Haec aptius in τὸ ε΄ ὅμοιον τῷ γ΄, ἐξ ἐπιτρίτου δευτέρου καὶ ἰάμβου. τὸ Ϛ΄ καθαρὸν ἀντισπαστικὸν ἡμιόλιον. τὸ ζ΄ ὅμοιον τῷ β΄. τὸ η΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἀντισπάστου, ἐπιτρίτου δ΄ καὶ συλλαβῆς. τὸ θ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ α΄ καὶ β΄ ποδὸς χορείου. τὸ ι΄ ἴαμβος τρίμετρος. τὸ ια΄ παιωνικὸν τρίμετρον ἀκατάληκτον, ἐκ παιώνων δ΄ δύο καὶ κρητικοῦ. τὸ ιβ΄ ὅμοιον κατὰ πάντα. ἐπὶ τῷ τέλει παράγραφος μόνη.
1035.—1055. Σύστημα κατὰ περικοπὴν ἀμοιβαίων στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων κα. ἐπὶ τῷ τέλει παράγραφος.
1056. —1084. Τὰ τοιαῦτα εἴδη καλεῖται μονοστροφικὰ, ὡς εἴρηται· καλεῖται δὲ καὶ μετρικὰ ἄτακτα, διότι μέτρῳ μὲν γέγραπται, οὔτε δὲ ὁμοιότητα ἔχει πρὸς ἄλληλα οὔτε ἀνακύκλησιν. εἰσὶ τὰ παρόντα καὶ συστηματικὰ κατὰ περιορισμοὺς ἀνίσους, τὰ κῶλα δὲ πάντα λγ΄. τὸ α΄ μονόμετρον χοριαμβικόν. τὸ β΄ ὅμοιον δίμετρον καταληκτικὸν, εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερὲς ἐκ σπονδείων. τὸ γ΄ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον, ἐκ παίωνος δ΄, ἀντισπάστου καὶ διιάμβου. τὸ δ΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, τοῦ α΄ ποδὸς ἑξασυλλάβου. τὸ ε΄ δακτυλικὸν ἑξάμετρον καταληκτικὸν εἰς συλλαβὴν ἐκ σπονδείων. τὸ Ϛ΄ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ΄ ἐπιχοριαμβινὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παίωνος α΄, χοριάμβου καὶ β΄ συλλαβῶν ἀδιαφόρων. καλεῖται δὲ καὶ προσῳδιακὸν, τὸν παίωνα ἔχον ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος. τὸ η΄ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου γ΄ καὶ ἰάμβου. τὸ θ΄ ὅμοιον ἐκ παίωνος α΄ καὶ ἐπιτρίτου δ΄ καὶ ἰάμβου· εἰ δὲ βούλει, ἔστω ἰωνικόν· ὁ γὰρ παίων οἰκεῖος μᾶλλον τοῖς ἰωνικοῖς. τὸ ι΄ ἰωνικὸν ἀπὸ μείζονος μονόμετρον ὑπερκατάληκτον, ἤτοι πενθημιμερές· εἰ δὲ βούλει, ἀναπαιστικὴ βάσις. τὸ ια΄ χοριαμβικὸν 1. τὸ ς΄ King. τὸ ς΄ ὅμοιον I. ἐκ μολοσσῶν. 5. ἀκατάληκτον] καταληκτόν King. 22. προσῳδιακὸν scripsi pro προσωδικόν. 12. ἀνακύκλοσιν (sic) I. Restitui Recta forma alibi non raro ἀνακύκλησιν, ut supra dixit ad v. 444. servata. προσοδικὸν I. p. 216, 6. 14. ὅμοιον δίμετρον καταληκτικόν ib. τὸ η΄ ἀντισπαστικὸν King. τὸ η΄ Haec verba cum proximis εἰ δὲ βούλει ὅμοιον ἐκ παίωνος τρίτου α΄, καὶ ἐπιτρίτου delevit King. non animadvetens ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου τρίτου καὶ Triclinium de choriambis in molossos ἰάμβου, εἰ δὲ βούλει, ἀντισπαστικὸν I. contractis somniasse. Fortasse 24. παίωνος α΄ King. παίωνος τρίτου igitur post δίμετροι addendum α΄ I. ἡμιόλιον, ἐκ χοριάμβου καὶ ἰάμβου. τὸ ιβ΄ ὅμοιον δίμετρον καταληκτικὸν, ἐκ χοριάμβου καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ ιγ΄ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ ἰωνικοῦ, τροχαϊκῆς συζυγίας καὶ συλλαβῆς ἀδιαφόρου. τὸ ιδ΄ χυριαμβικὸν, ὅμοιον τῷ ια΄ εἰ δὲ βούλει, καὶ δακτυλικὸν πενθημιμερὲς Ἀρχιλόχειον. τὸ ιε΄ δακτυλικὸν τρίμετρον. τὸ ιϚ΄ προσῳδιακὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου. τὸ ιζ χοριαμβικὸν μονόμετρον ὑπερκατάληκτον καθαρόν· εἰ δὲ βούλει, καὶ δακτυλικὸν δίμετρον ἀκατάληκτον. τό ιη΄ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος α΄ καὶ σπονδείου. τὸ ιθ΄ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου δ΄ καὶ δισπονδείου· εἰ δὲ βούλει, τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ κ΄ ἀντισπαστικόν τρίμετρον καταληκτικὸν ἐξ ἐπιτρίτων δ΄ δύο καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ κα΄ χοριαμβικὸν ἡμιόλιον καθαρόν. τὸ κβ΄ δίμετρον ἀντισπαστικόν καταληκτικὸν Φερεκράτειον, ἐξ ἀντισπάστου καὶ κρητικοῦ, ἤτοι ἀμφιμάκρου. τὸ κγ΄ ἰαμβικὴ βάσις, ἤτοι μονόμετρον. τὸ κδ΄ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ κε ὅμοιον. τὸ κϚ΄ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ γ΄ ποδὸς χορείου. τὸ κζ΄ ἰωνικὸν ἀπʼ ἐλάττονος καὶ κρητικοῦ. τὸ κη΄ δακτυλικὸν ἑφθημιμερὲς ἐκ σπονδείων. τὸ κθ΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου β΄, ἀντισπάστου καὶ συλλαβῆς. τὸ λ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ λα΄ ἰωνικὸν ἀπʼ ἐλάττονος ἡμιόλιον. τὸ λβ΄ ἰαμβικὸν δίμετρον, βραχυκατάληκτον. τὸ λγ΄ ὅμοιον. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ὁμοίως καὶ ἐπὶ τῷ τέλει.
1088.—1106. Καὶ τὰ τοιαῦτα κῶλα ὅμοιά ἐστι τοῖς εἰρημένοις, μονοστροφικὰ καὶ μετρικὰ ἄτακτα. εἰσὶ δὲ τὰ κῶλα τῆς ὄλης στροφῆς κβ΄. τὸ α΄ ἰαμβικὸν μονόμετρον. τὸ β΄ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν, ἐξ ἐπιτρίτου α΄ καὶ ἰωνικοῦ ἀπὸ μείζονος. τὸ γ΄ προσῳδιακὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, 3. ἐκ παἱωνος—ἀδιαφόρου King. ἐξ Bar. μονόμετρον. τρίμετρον καταληκτικὸν ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου I. ἐξ ἐπιτρίτου α΄ καὶ ἰωνικοῦ ἀπὸ…
1107.—12…
The complete text is available when the reading interface loads.