Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
- Scientific editors
- Wilhelm Dindorf
- Edition reference
- Scholia Graeca in Euripidis Tragoedias · Oxford · Oxford University Press · 1863
- CTS identifier
urn:cts:greekLit:tlg5023.tlg015.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΥΠΟΘΕΣΙΣ ΟΡΕΣΤΟΣ
I.
ὈΡΕΣΤΗΣ τὸν φόνον τοῦ πατρὸς μεταπορευόμενος ἀνεῖλεν Αἴγισθον καὶ Κλυταιμνήστραν. μητροκτονῆσαι δὲ τολμήσας παραχρῆμα τὴν δίκην ἔδωκεν ἐμμανὴς γενόμενος. Τυνδάρεω δὲ, τοῦ πατρὸς τῆς ἀνῃρημένης, κατηγορήσαντος κατ’ αὐτοῦ ἔμελλον κοινὴν Ἀργεῖοι ψῆφον ἐκφέρεσθαι περὶ τοῦ τί δεῖ παθεῖν τὸν ἀσεβήσαντα. κατὰ τύχην δὲ Μενέλαος ἐκ πλάνης ὑποστρέψας ἐκ τῆς νυκτὸς μὲν Ἑλένην εἰσαπέστειλε, μεθ’ ἡμέραν δ’ αὐτὸς ἦλθε. καὶ παρακαλούμενος ὑπὸ Ὀρέστου βοηθῆσαι αὐτῷ ἀντιλέγοντα Τυνδάρεων μᾶλλον ηὐλαβήθη. λεχθέντων δὲ λόγων ἐν τοῖς ὄχλοις ἐπηνέχθη τὸ πλῆθος ἀποκτείνειν Ὀρέστην. ...... ἐπαγγειλάμενος αὐτὸν εἰς τὸν βίον προΐεσθαι. συνὼν δὲ τούτοις ὁ Πυλάδης, ὁ φίλος αὐτοῦ, συνεβούλευσε πρῶτον Μενελάου τιμωρίαν λαβεῖν, Ἑλένην ἀποκτείναντας. αὐτοὶ μὲν οὖν ἐπὶ τούτοις ἐλθόντες διεψεύσθησαν τῆς ἐλπίδος, θεῶν τὴν Ἑλένην ἁρπασάντων· Ἠλέκτρα δὲ Ἑρμιόνην ἐπιφανεῖσαν ἔδωκεν εἰς χεῖρας αὐτοῖς, οἱ δὲ ταύτην φονεύειν ἔμελλον. ἐπιφανεὶς δὲ Μενέλαος καὶ βλέπων ἑαυτὸν ἅμα γυναικὸς καὶ τέκνου στερούμενον ὑπὸ αὐτῶν ἐπεβάλετο τὰ βασίλεια πορθεῖν. οἱ δὲ φθάσαντες ὑφάψειν ἠπείλησαν. ἐπιφανεὶς δὲ ὁ Ἀπόλλων Ἑλένην μὲν ἔφησεν εἰς θεοὺς διακομίζειν, Ὀρέστῃ δὲ Ἑρμιόνην ἐπέταξε λαβεῖν, Πυλάδῃ δὲ Ἠλέκτραν συνοικίσαι, καθαρθέντι δὲ τοῦ φόνου Ἄργους ἄρχειν.
II.Ἀριστοφάνους γραμματικοῦ ὑπόθεσις.
Ὀρέστης διὰ τὴν τῆς μητρὸς σφαγὴν, ἅμα καὶ ὑπὸ τῶν Ἐρινύων δειματούμενος, καὶ ὑπὸ τῶν Ἀργείων κατακριθεὶς θανάτῳ, μέλλων φονεύειν Ἑλένην καὶ Ἑρμιόνην, ἀνθ’ ὧν Μενέλαος παρὼν οὐκ ἐβοήθησεν, διεκωλύθη ὑπὸ Ἀπόλλωνος. παρ’ οὐδετέρῳ δὲ κεῖται ἡ μυθοποιία. ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Ἄργει· ὁ δὲ χορὸς συνέστηκεν ἐκ γυναικῶν Ἀργείων ἡλικιωτίδων Ἠλέκτρας, αἳ καὶ παραγίνονται ὑπὲρ τῆς τοῦ Ὀρέστου πυνθανόμεναι συμφορᾶς. προλογίζει δὲ Ἠλέκτρα. τὸ δὲ δρᾶμα κωμικωτέραν ἔχει τὴν καταστροφήν.
Ἡ δὲ διασκευὴ τοῦ δράματός ἐστι τοιαύτη· πρὸς τὰ τοῦ Ἀγαμέμνονος βασίλεια ὑπόκειται Ὀρέστης κάμνων καὶ κείμενος ὑπὸ μανίας ἐπὶ κλινιδίου, ᾧ προσκαθέζεται πρὸς τοῖς ποσὶν Ἠλέκτρα. διαπορεῖται δὲ τί δήποτε οὐ πρὸς τῇ κεφαλῇ καθέζεται. οὕτω δὲ μᾶλλον ἐδόκει τὸν ἀδελφὸν τημελεῖν, πλησιαίτερον οὕτω προσκαθεζομένη. ἔοικεν οὖν διὰ τὸν χορὸν ὁ ποιητὴς διασκευάσαι. διηγέρθη γὰρ ἂν Ὀρέστης ἄρτι καὶ μόλις καταδαρθεὶς, πλησιαίτερον αὐτῷ τῶν κατὰ τὸν χορὸν γυναικῶν παρισταμένων. ἔστι δὲ ὑπονοῆσαι τοῦτο ἐξ ὧν φησιν Ἠλέκτρα τῷ χορᾷ σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλης. πιθανὸν οὖν ταύτην εἶναι τὴν πρόφασιν τῆς τοιαύτης διαθέσεως.
Τὸ δρᾶμα τῶν ἐπὶ σκηνῆς εὐδοκιμούντων, χείριστον δὲ τοῖς ἤθεσι. πλὴν γὰρ Πυλάδου πάντες φαῦλοι ἦσαν.
ΙΙΙ.
Ἐνταῦθα ὁ Εὐριπίδης ἀπὸ τῆς μέσης ὑποθέσεως ἄρχεται· παρέλιπε γὰρ τὴν τοῦ Ὀρέστου ἀνατροφὴν, ὅπως ἀνετρέφετο παρὰ τοῦ παιδαγωγοῦ εἰς τὸν Στροφίου οἶκον, τοῦ πατρὸς τοῦ Πυλάδου· φίλος γὰρ ἦν τοῦ Ἀγαμέμνονος ὁ Στρόφιος· καὶ ὅπως μηχανήσαντες ἀπῆλθον εἰς τὴν Κλυταιμνήστραν ὅ τε Ὀρέστης καὶ Πυλάδης καὶ παιδαγωγὸς φέροντες ταύτῃ καὶ κιβώτιον πεπληρωμένον τῆς κόνεως τοῦ Ὀρέστου. μέμνηται δὲ τούτου ὁ Σοφοκλῆς καὶ οὗτος ἐν ἑτέρῳ δράματι.
Ἔθος τοῖς τραγικοῖς τὸ ἐν προοιμίῳ ὡς ἐν ὀλίγῳ παραδηλοῦν τοῦ ὅλου δράματος τὴν ἔννοιαν, ὡς καὶ ἐνταῦθα ποιεῖ ὁ Εὐριπίδης καὶ πανταχοῦ. τὸ δὲ δρᾶμα τῆς Ἑκάβης καὶ τοῦ παρόντος δράματος τὸ τέλος ἀπὸ πένθους ἄρχονται καὶ λήγουσιν εἰς χαράν.
IV.
Ὅτε κατὰ τῶν Τρώων ἡ Ἑλλὰς ὥρμησεν, Ἀγαμέμνων στρατηγὸς ᾑρέθη παντὸς τοῦ στόλου, ἄτε προέχειν τῶν ἄλλων δοκῶν ἀρχῆς τε μεγέθει καὶ πλήθει νεῶν· ἑκατὸν γὰρ ναῦς εἰς τὴν τοῦ στόλου συντελείαν εἰσέφερε. καὶ ὃς μέλλων ἀνάγεσθαι καταλείπει τῶν οἴκοι πραγμάτων αὐτοῦ ἐπιμελητὴν καὶ προστάτην Αἴγισθον. ἐπεὶ δὲ πολὺς ἠνύετο χρόνος καὶ Ἀγαμέμνων οὐκέτ’ ἐπανῄει, οἷα δὴ πολλὰ γίνεται, συνῆλθεν ἀθέσμως Αἴγισθος Κλυταιμνήστρᾳ τῇ τοῦ Ἀγαμέμνονος γυναικί. μαθόντες δὲ Κλυταιμνήστρα καὶ Αἴγισθος τήν τε Τροίαν ἁλοῦσαν καὶ Ἀγαμέμνονα μετὰ τῶν ἄλλων οἴκαδε πλέοντα, βουλεύονται τοῦτον τῆς οἰκίας ἐπειλημμένον ἀποκτενεῖν, ἵνα μὴ τούτῳ γνωσθέντος τοῦ σφῶν πονηρεύματος αὐτοὶ παραδοθεῖεν θανάτῳ· ὃ δὴ καὶ ἤνυσαν. καὶ ἐπανελθόντα τὸν Ἀγαμέμνονα ἀποκτείνουσι· χιτῶνα γὰρ μὴ διεξόδους κεφαλῆς καὶ χειρῶν ἔχοντα μετὰ τὸ λουτρὸν ἐνδιδύσκουσι καὶ ἐν τῷ πελέκει τοῦτον φονεύουσι. μεταξὺ γοῦν τοῦ Ἀγαμεμνονείου φόνου Ἠλέκτρα τὸν ἀδελφὸν Ὀρέστην, ἵνα μὴ καὶ οὗτος ἀναιρεθείη, κλέψασα καί τινι δοῦσα παιδαγωγῷ εἰς Φωκίδα παρὰ Στρόφιον πέμπει, φίλον καὶ συγγενῇ τοῦ πατρὸς αὐτῆς τυγχάνοντα. Ὀρέστης δὲ εἰς ἄνδρας ἥκων, παραλαβὼν Πυλάδην τὸν παῖδα Στροφίου, ἐφ’ ᾧ μετ’ αὐτοῦ Αἴγισθον καὶ Κλυταιμνήστραν τιμωρήσαιτο, καταλαμβάνει λάθρα τὸ Ἄργος. καὶ χρησμὸν παρὰ τοῦ Πυθίου δεξάμενος τοῦτο ποιεῖν, πρῶτον μὲν ἔρχεται πρὸς τὸν τοῦ πατρὸς τάφον καὶ θύει, εἶτά τι μηχανᾶται τοιόνδε· τὸν γὰρ παιδαγωγὸν, ᾧ παρὰ τῆς Ἠλέκτρας πάλαι πιστευθεὶς ἧκεν, ὡς ἔφημεν, εἰς τὴν Φωκίδα, τοῦτον προπέμπει εἰς Αἴγισθον καὶ Κλυταιμνήστραν λέγοντα ὡς Ὀρέστης ἐν Πυθικοῖς ἄθλοις ἀνῃρέθη καὶ νῦν ἄνδρες τὰ τούτου ὀστᾶ ἐν κιβωτίῳ κομίζουσιν, ἵνα πατρέων γοῦν τάφων τύχῃ. ὑπαχθέντες δὲ τῇ τοιαύτῃ ἀπάτῃ Κλυταιμνήστρα καὶ Αἴγισθος, ἵνα μὴ μακρολογῶ, ἀναιροῦνται ὑπὸ Ὀρέστου καὶ Πυλάδου, πρώτη μὲν Κλυταιμνήστρα, ὕστερος δὲ Αἴγισθος. μητροκτονήσας τοίνυν Ὀρέστης Ἐριννύσι παραχρῆμα τὴν δίκην ἔδωκε μανείς. Μενέλαος δὲ ἐκ Τροίας ἐλθὼν, ὕστερος γὰρ Ἀγαμέμνονος ἐπανῆκε, καὶ τῷ Ναυπλίῳ λιμένι προσσχὼν, νυκτὸς μὲν Ἑλένην εἰσπέμπει πρὸς Μυκήνας, μεθ’ ἡμέραν δὲ αὐτὸς εἰσῄει, καὶ τὸν Ὀρέστην μεμηνότα εὑρὼν, παρακαλεῖται μὲν ὑπὸ Ὀρέστου καὶ Ἠλέκτρας σῶσαι αὐτούς. ὁ γὰρ τῆς Κλυταιμνήστρας πατὴρ Τυνδάρεως πάντας Ἀργείους κατ’ αὐτῶν ἐκίνησεν, ἵνα τούτους ὡς μητροκτόνους ἀνέλοιεν. ὡς δὲ τὸν Τυνδάρεων ἀντιλέγοντα εὗρε, καὶ ἅμα καὶ αὐτὸς ὑπολογιζόμενος ὡς εἰ Ὀρέστης ἀναιρεθείη, βασιλεὺς αὐτὸς ἔσται τοῦ Ἄργους, οὐκ ἤθελεν Ὀρέστῃ τε καὶ τῇ ἀδελφῇ συμμαχεῖν, ἀλλὰ τὸ τῶν Ἀργείων πλῆθος ἔλεγεν εὐλαβεῖσθαι. πρῶτον μὲν οὖν Ὀρέστης καὶ Τυνδάρεως διελέχθησαν πρὸς ἀλλήλους, ὁ μὲν ὡς οὐ δικαίως ἀνείλετο Κλυταιμνήστραν δεικνὺς, Ὀρέστης δὲ ὡς καὶ μάλα δικαίως, εἰ καὶ μυριάκις αὐτὴν ἔδει τεθνάναι. ἔπειτα ἐκκλησίας ἐν ἀκροπόλει Μυκηνῶν γενομένης καὶ συνιόντων τῶν προὐχόντων ἐν Ἄργει, Ὀρέστης ὑπὸ Πυλάδου φοράδην ἐκεῖσε κομίζεται. λόγων δὲ πολλῶν γινομένων, καὶ τῶν μὲν βοηθούντων Ὀρέστῃ, τῶν δὲ ἐναντιουμένων, τέλος ἐνίκησαν οἱ κακοί. καὶ κατακρίνεται Ὀρέστης αὐτός τε καὶ ἡ ἀδελφὴ λίθοις βληθέντες ἀποθανεῖν. Ὀρέστης δὲ ἐπηγγείλατο πρὸς τὸ πλῆθος αὐτοχειρίᾳ ἑαυτὸν καὶ τὴν ἀδελφὴν ἀποσφάξαι. καὶ ὁ φίλος Πυλάδης καὶ παρὰ τὴν συμφορὰν φίλος ἔμεινε καὶ κοινωνεῖν αὐτῷ τῆς τελευτῆς ἠξίωσε προθυμότατα. ἐπεὶ δὲ σφίσι τοῦτο παθεῖν προὔκειτο, συμβουλεύει Πυλάδης Μενέλεω πρῶτον τιμωρίαν λαβεῖν, λέγων ὡς οὐ δεῖ τοῦτον τρυφᾶν ἡμῶν ἀπιόντων. ὅθεν εἰσελθόντες εἴσω τῶν βασιλείων, Ἑλένης δῆθεν δεησόμενοι, ἵνα μὴ περιίδῃ σφᾶς ὀλλυμένους, ἀλλὰ χεῖρα ὀρέξῃ καὶ Μενέλεων καὶ ἄκοντα πρὸς σωτηρίαν κινήσῃ, ἐπεὶ ταύτην φονεύειν ἔμελλον, ταύτης μὲν ἥμαρτον, ὑπὸ Ἀπόλλωνος ἁρπασθείσης κελεύσει Διὸς, Ἑρμιόνην δὲ συλλαμβάνουσιν ἐκ τοῦ τῆς Κλυταιμνήστρας τάφου ἐπανήκουσαν· πρώην γὰρ αὐτὴν Ἑλένη πεπόμφει τῇ ἀδελφῇ θύσουσαν. λαβόντες δὲ Ἑρμιόνην καὶ ἔνδοθεν τὰς τῶν βασιλείων ἀσφαλίσαντες πύλας ἀνῆλθον έν μετεώρῳ τῶν βασιλείων ἔχοντές τε τὴν Ἑρμιόνην καὶ ξίφος πρὸς τῇ δέρῃ αὐτῆς, καὶ μέλλοντες μετὰ τὴν ταύτης διαχείρισιν, ἄν μὴ σφᾶς Μενέλεως σώσῃ καὶ τοὺς δόμους ὑφάψειν πυρί. Μενέλεως μὲν ὑπὸ τούτων Ἑλένην τεθνάναι μαθὼν, ἵνα κἂν σώσῃ τὴν παῖδα ἐλθὼν, ἤρξατο πορθεῖν τὰ βασίλεια, ἐπιφανεὶς δὲ Ἀπόλλων διήλλαξε τούτους, Ἑλένην μὲν εἰς οὐρανοὺς φήσας διακομίσαι, Μενέλεων δὲ ἑτέραν λαβεῖν κελεύσας γυναῖκα, Ὀρέστῃ δὲ Ἑρμιόνην συνάψαι μετὰ τὴν τοῦ φόνου κάθαρσιν· ἧς Ἀθήνησιν ἔτυχε, μετὰ Ἐριννύων εἰς Ἄρειον πάγον κριθεὶς, ὅτε καὶ καταδικασθῆναι μέλλοντα ὑπὸ πάντων θεῶν Ἀθηνᾶ ψῆφον βαλοῦσα νικῆσαι τοῦτον ἐποίησε. καὶ οὕτως Ὀρέστης ὕστερον Ἑρμιόνην γυναῖκα λαμβάνει κατὰ τὸ τοῦ Ἀπόλλωνος θέσπισμα, καὶ Ἄργους κρατεῖ, Πυλάδῃ δὲ Ἠλέκτραν δίδωσι, τὴν καὶ πρότερον ὑπ’ αὐτοῦ κατεγγυηθεῖσαν τούτῳ. ἰστέον δὲ ὅτι πᾶσα τραγωδίᾳ σύμφωνον ἔχει καὶ τὸ τέλος· ἐκ λύπης γὰρ ἄρχεται καὶ εἰς λύπην τελευτᾷ· τὸ παρὸν δὲ δρᾶμά ἐστιν ἐκ τραγικοῦ κωμικόν· λήγει γὰρ εἰς τὰς παρ’ Ἀπόλλωνος διαλλαγὰς ἐκ συμφορῶν εἰς εὐθυμίαν κατηντηκός· ἡ δὲ κωμῳδία γέλωσι καὶ εὐφροσύναις ἐνύφανται.
ΔΗΜΗΤΡΙΟΥ ΤΡΙΚΛΙΝΟΥ ΠΕΡΙ ΜΕΤΡΩΝ ΤΟΥ ΟΡΕΣΤΟΥ
Part 1
1.―139. Ἡ ΕΙΣΘΕΣΙΣ τοῦ δράματος ἐκ μονοστροφικῆς ἐστι περιόδου, οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρλη′. ὧν τελευταῖος τόνδ’ ἐξεγεῖραι συμφορὰ γενήσεται. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
Part 1
140.―165. Τὰ τοιαῦτα εἴδη καλεῖται ἀλλοιόστροφα· εἰσὶ δὲ καὶ κατὰ σχέσιν. τῆς παρούσης οὖν στροφῆς τὰ κῶλα ιγ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐφεξῆς γὰρ κεῖται ἡνωμένη, καὶ οὐκ ἐκ διαστήματος. τὸ α′ ἀσυνάρτητον ἐκ τροχαϊκοῦ ἰθυφαλλικοῦ καὶ ἰαμβικῆς βάσεως, ἐχούσης τὸν α′ πόδα ἀνάπαιστον. τὸ β′ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον. τὸ γ′ καὶ δ’ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ’ καὶ ἰάμβου. τὸ ε′ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ϛ′ ὅμοιον δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου α′ καὶ παίωνος γ′ καὶ συλλαβῆς. ἐν τῷ τῆς ἀντιστροφῆς κώλῳ ἀντίσπαστον ἔχει καὶ ἰωνικὸν ἀπ’ ἐλάττονος. τὸ ζ′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν, ἐξ ἰωνικοῦ, διιάμβου καὶ μολοττοῦ, ἢ κρητικοῦ. τὸ δέ γε τῆς ἀντιστροφῆς κῶλον πεντασύλλαβον ἔχει διίαμβον. τὸ η′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος δ’ καὶ ἰωνικοῦ καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ θ’ ἰαμβικὸν ἑφθημιμερὲς καθαρόν. τὸ ι′ ὅμοιον, δίμετρον ἀκατάληκτον ἐκ χορείων. τὸ ια′ ὅμοιον δίμετρον ἀκατάληκτον ἐξ ὁμοίων ποδῶν. τὸ ιβ’ ὅμοιον δίμετρον βραχυκατάληκτον ἐξ ὁμοίων ποδῶν. τὸ ιγ′ ἰωνικὸν τρίμετρον καταληκτικὸν ἐκ παίωνος δ’, διιάμβου καὶ κρητικοῦ, ἢ δακτύλου. ἐπὶ τῷ τέλει ἀμφοτέρων παράγραφος.
Part 1
154.ἴαμβος χρὴ εἶναι οὗτος ὁ στίχος, ὡς καὶ ὁ τῆς στροφῆς, διὸ οὕτως ἐγράφη παρ’ ἡμῶν ποίαν τύχαν, ποίαν δὲ συμφοράν. καὶ ἔστι τὸ ποι τὸ δεύτερον κοινὴ συλλαβὴ, διὸ καὶ τὸ παρ’ ἡμῶν ἐπινοηθὲν ἐπὶ ταῖς κοιναῖς συλλαβαῖς ἐπετέθη σημεῖον, ὡς καὶ ἐ τοῖς ἄλλοις τοῖς τοιούτοις.
Part 1
166.―173. Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς μὲν τῷ πρὸς τὰς στροφὰς, ὁμοιομερὲς δὲ τῷ μετὰ τὴν ἑξῆς κειμένην στροφὴν συστήματι, οὗ ἡ ἀρχὴ θρόει τίς κακῶν. ἔστι δὲ κώλων ή. τὸ α′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἀντισπάστου, ἐπιτρίτου β′ καὶ ἰάμβου. τὸ β′ ἰαμβικὸν ἑφθημιμερές. τὸ γ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν, Φερεκράτειον, ἐξ ἀντισπάστου καὶ κρητικοῦ· ἐνταῦθα δὲ τὸ κρητικὸν ἔχει τετρασύλλαβον. τὸ δ’ ἰαμβικὸν ἑφθημιμερὲς, ὅμοιον τῷ β′. τὸ ε′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ϛ′ ἐκ χορείων, ὅμοιον τῷ α′. τὸ ζ′ παιωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος δ′ καὶ κρητικοῦ. τὸ η′ τροχαϊκὸν ἰθυφαλλικόν. εἰ δὲ βούλει, ἀντισπαστικὸν ἡμιόλιον. ἐπὶ τῷ τέλει παράγραφος.
Part 1
174.―186. Ἡ δευτέρα αὕτη στροφὴ κώλων ἐστὶ ιγ′. τὸ α′ τροχαϊκὸν πενθημιμερὲς ἐκ δύο χορείων· εἰ δὲ βούλει, ἰαμβικόν. τὸ β′ καὶ γ′ παιωνικὰ ἡμιόλια, ἐκ παιώνων δ′ καὶ ἰάμβων. τὸ δ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον ἐκ χορείων· εἰ δὲ βούλει, ὅμοιον τῷ α′, καὶ τῆς ἐκεῖ μακρᾶς διαλελυμένης ἐν τούτῳ. τὸ ε′ ὅμοιον τῷ β′. τὸ ϛ′ παιωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παιώνων πρώτων β′, τοῦ β′ πενταβράχεος, καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ ζ′ καὶ τὸ η′ ὅμοια τῷ β′ καὶ γ′. τὸ θ′ παιωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος β′ καὶ α′. τὸ ί ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον ἐκ β′ ἀναπαίστων καὶ ἰάμβου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος γ′ καὶ διιάμβου. τὸ ια′ δακτυλικὸν ἑφθημιμερές. τὸ ιβ′ τροχαϊκὸν, ἢ ἰαμβικὸν ἐκ τριῶν χορείων καὶ συλλαβῆς. τὸ ιγ′ ἴωνικὸν ἀπὸ μείζονος τρίμετρον ἀκατάληκτον, ἐκ παίωνος α′ ἀντὶ ἰωνικοῦ, διτροχαίου καὶ ἐπιτρίτου διὰ τὴν ἀδιάφορον, ἢ ἰωνικοῦ. ἐπὶ τῷ τέλει παράγραφος, καὶ διπλῆ ἔσω καὶ ἔξω νενευκυῖα, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, δηλοῦσα ἔχειν ἀνταπόδοσιν.
Part 1
182. οὐχί: οὔμενουν χρὴ γράφειν ἐνταῦθα, ἢ οὐδαμῶς· ἁρμόξει γὰρ ἀμφότερα τῷ μέτρῳ, τὸ δὲ οὐχί ἐλλιπές ἐστιν.
Part 1
187.―194. Τὸ παρὸν σύστημα ὅμοιόν ἐστι τῷ τῆς προειρημένης στροφῆς συστήματι, οὗ ἡ ἀρχὴ ὁρᾷς ἐν πέπλοις. καὶ τούτῳ γὰρ κῶλα ὁμοίως ἐστὶν η′. ἐπὶ τῷ τέλει παράγραφος.
Part 1
189. 190. οὐδὲ γὰρ πόθον ἔχει βορᾶς. πρόδηλος ἆρ’ ὁ πότμος: ἴσχει πόθον, χρὴ γράφειν, οὐ πόθον ἔχει· οὕτω γὰρ ἔχει πρὸς τὸ τοῦ πρώτου συστήματος κῶλον οἰκείως. καὶ τὸ ἄρα δὲ ἐνταῦθα, εἰ καὶ συμπερασματικόν ἐστιν, ἀλλ’ οὖν ἀντὶ μακροῦ λαμβάνεται παρὰ τοῖς ποιηταῖς, ὡς καὶ τὸ ἀπορηματικὸν ἐνίοτε ἀντὶ βραχέος. διὸ τοῦτο μὲν περισπᾶται ἀντιστρόφως, ἐκεῖνο δὲ ὀξύνεται.
Part 1
194. Δίκα ἐνταῦθα γράφε, μὴ δίκαια· οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς.
Part 1
195.―207. Ἡ ἀντιστροφὴ αὕτη τῆς β′ στροφῆς, ἧς ἡ ἀρχὴ πότνια πότνια νύξ καὶ αὐτὴ κώλων ἐστὶν ὁμοίων ἐκείνῃ καὶ ἰσομέτρων ιγ′, ἐν μέντοι τῷ ϛ′ κώλῳ πεντασυλλάβους ἔχει τοὺς δύο παίωνας· ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ τελευταίου κώλου, ἡ δὲ κατὰ τὸ τέλος, ἀμφότεραι μὲν ἔξω νενευκυῖαι, δηλοῦσαι ὅτι τέλος ἔσχε τὰ ἀποδιδόμενα, ἤτοι τὰ ἀνταποδιδόμενα, ἐν τῷ ιβ′ κώλῳ.
Part 1
208.―315. Αἱ ἑξῆς αὗται ἀμοιβαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρή, ὧν τελευταῖος κάματος βροτοῖσιν ἀπορία τε γίνεται. μετὰ μέντοι τὸν ξζ′ στίχον καὶ τὸν ξθ′ κῶλα δύο μονόμετρα βραχυκατάληκτα. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
Part 1
316.―331. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται κατὰ σχέσιν, ὡς εἴρηται. ἔστι δὲ τὸ ᾆσμα μιᾶς στροφῆς, εἰσὶ δὲ τὰ κῶλα τῆς στροφῆς ιϛ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον, ἤτοι κώλου τμῆμα. τὸ β′ παιωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παιώνων δ’ δύο. τὸ γ′ ὅμοιον ἡμιόλιον ἐκ παίωνος δ’ καὶ ἰάμβου. τὸ δ’ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου, παίωνος α′ καὶ κρητικοῦ διὰ τὴν ἀδιάφορον. τὸ ε′ καὶ τὸ γ′ κατὰ πάντα ὅμοια. τὸ ϛ′ ὅμοιον τῷ δ’. τὸ ζ′ χοριαμβικὸν τρίμετρον καταληκτικὸν ἐκ χοριάμβου, ἐπιτρίτου α′ καὶ κρητικοῦ διὰ τὴν ἀδιάφορον. τὸ τῆς ἀντιστροφῆς δὲ κῶλον πεντασύλλαβον ἔχει τὸν ἐπίτριτον. τὸ η′ ἀσυνάρτητον ἐκ παιωνικῶν ἡμιολίων δύο συγκείμενον. ἕκαστον δὲ ἐκ παίωνός ἐστι δ’ καὶ ἰάμβου. τὸ θ′ καὶ ί κατὰ πάντα ὅμοια. τὸ ιά ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου α′, παίωνος α′ καὶ συλλαβῆς· εἰ δὲ βούλει, ἀκατάληκτον. τὸ ιβ′ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ μολοσσοῦ. τὸ δέ γε τῆς ἀντιστροφῆς κῶλον ἐπίτριτον ἔχει γ′ ἀντὶ χριάμβου. τὸ ιγ′ ἐξ ἐπιτρίτον γ′ καὶ α′ καὶ συλλαβῆς. τὸ δ’ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, τῶν β′ πρώτων ποδῶν χορείων. τὸ ιε′ παιωνικὸν τρίμετρον ἀκατάληκτον, ἐκ παιώνων δ’ δύο. τοῦ β′ ἐνταῦθα μὲν πεντασυλλάβου, ἐν δὲ τῷ τῆς ἀντιστροφῆς κώλῳ ἑξασυλλάβου, καὶ κρητικοῦ διὰ τὴν ἀδιάφορον. τὸ ιϛ′ ἰωνικὸν ἀπ’ ἐλάττονος τρίμετρον καταληκτικὸν ἐκ παίωνος δ’ ἀντὶ ἰωνικοῦ, διιάμβου καὶ κρητικοῦ. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς.
Part 1
323. Τινύμεναι διὰ τὸ μέτρον ἓν ν′ ὀφείλεις γράφειν. οὕτω γὰρ ἔχει πρὸς τὸ κῶλον τῆς ἀντιστροφῆς οἰκείως.
Part 1
348.―355. Τοῦτο οὐκ ἔστιν ἐπῳδὸς, ὡς ἄν τις ἴσως οἰηθείη διὰ τὸ κεῖσθαι μετὰ τὴν στροφὴν καὶ ἀντιστροφὴν, ἀλλὰ καλεῖται σύστημα ἐπιφθεγματικὸν, ὡς προσφθεγγόμενον τὸν Μενέλαον προσιόντα. αἱ μὲν γὰρ ἐπῳδοὶ οὐκ εἰσὶ μονοειδοῦς μέτρου, ἀλλὰ διάφοροι, τοῦτο δὲ μονοειδοῦς· κώλων γάρ ἐστιν ἀναπαιστικῶν η′, ὧν τὸ γ′ καὶ τὸ ϛ′ μονόμετρα, ἤτοι ἀναπαιστικὴ βάσις, τὰ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ η′ καταληκτικὸν, ἤτοι ἑφθημιμερὲς, ὃ καλεῖται παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος.
Part 1
356.―728. Αἱ ἑξῆς αὗται περίοδοι τριμέτρων ἀκαταλήκτων εἰσὶν τοα′, ὧν τελευταῖος κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
Part 1
523. ἀμυνῶ: οὐ χρὴ γράφειν ἀμύνω ἐπὶ ἐνεστῶτος, μοκρὰ γάρ ἐστιν ἐπὶ τοῦ ἐνεστῶτος τὰ διὰ υνω ῥήματα· ἀλλ’ ἀμυνῶ ἐπὶ μέλλοντος. οὕτω γὰρ ἁρμόζεται τῶ μέτρῳ. ὁ γὰρ μέλλων τῆς ε′ συζυγίας τῶν βαρυτόνων τὰ ἀμετάβολα, φησὶ, τηρεῖ μετὰ συστολῆς τῆς παραληγούσης, καὶ περισπωμένου τοῦ τόνου.
Part 1
729.―806. Ἁρμιδίως ἐνταῦθα τῷ τροχαϊκῷ ἐχρήσατο μέτρῳ πρὸς σπουδὴν τοῦ ὑποκριτοῦ· εἰσὶ γὰρ οἱ ἐντεῦθεν στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ οη′, ὧν τελευταῖος μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος. ἐπὶ τῷ τέλει κορωνίς.
Part 1
807.―830. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται ἐπῳδικὰ, ὡς εἴρηται. ἔστι δὲ τὰ παρόντα τριὰς ἐπῳδικὴ, καὶ εἰσὶ τῆς στροφῆς τὰ κῶλα ιβ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ διτροχαίου πεντασυλλάβου καὶ χοριάμβου· εἰ δὲ βούλει, ἰωνικὸν, ἢ παιωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παιώνων δύο α′ καὶ β′ καὶ συλλαβῆς. τὸ β′ καὶ τὸ γ′ ὅμοια κατὰ πάντα. τὸ δὲ δ’ ἰωνικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος δ’, ἰωνικοῦ ἀπὸ μείζονος καὶ ἐπιτρίτου β′. τὸ ε′ ἐπιχοριαμβικὸν τρίμετρον ἀκατάληκτον, καλούμενον Εὐπολίδειον, ἑκατέρωθεν ἔχον ἰαμβικὰς συζυγίας, μέσον δὲ τὸν χορίαμβον, καὶ ἔστι τῶν πολυσχηματίστων. τὸ ϛ′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος δ’, ἰωνικοῦ καὶ τροχαίου. ἔχει δὲ ἐνταῦθα τὸν ἰωνικὸν πεντασύλλαβον. τὸ ζ′ ἀναπαιστικὸν πενθημιμερές. ἐνταῦθα δὲ καὶ δάκτυλον ἔχει τὸν α′ πόδα. τὸ η′ ὅμοιον ἑφθημιμερές. εἰ δὲ ἐν τοῖς κώλοις ἀναρμόστως οἱ πόδες κεῖνται, οὐ θαῦμα· τοῦ αὐτοῦ γὰρ μέτρου εἰσὶν ἀμφότεροι, ὅ τε δάκτυλος καὶ ὁ ἀνάπαιστος. τὸ θ′ προσοδιακὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ χοριάμβου διὰ τὴν ἀδιάφορον. ἐνταῦθα δὲ πεντασύλλαβον ἔχει τὸν ἰωνικόν. τὸ ί ἰωνικὸν ἀπ’ ἐλάττονος τρίμετρον βραχυκατάληκτον ἐξ ἐπιτρίτου γ′ ἀντὶ ἰωνικοῦ, καὶ σπονδείου. τὸ ια′ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ β′ ποδὸς ἀναπαίστου· εἰ δὲ βούλει, ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον, ἐκ παίωνος β′ καὶ ἐπιτρίτου β′. τὸ ιβ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος.
Part 1
823. ἀσέβεια μεγάλη: ἀσέβεια ποικίλη γράφε, μὴ μεγάλη, ἵν’ οἰκείως ἔχῃ τὸ κῶλον πρὸς τὸ τῆς στροφῆς. αὕτη ἡ κατασκευὴ πρὸς τὸ οὐ καλὸν διὰ μέσου ῥηθέντος. Bar. 74.
Part 1
829. τιμῶν χάριν: τίνων χάριν γράφειν δεῖ καὶ μὴ τιμῶν. τοῦτο μὲν γὰρ μακρὸν ἔχει τὸ ί, ἐκεῖνο δὲ βραχύ. καὶ μὴ ἐσαεί, ἀλλ’ ἐσαιεί· οὕτω γὰρ ἔχει τὰ κῶλα οἰκείως πρὸς τὰ τῆς στροφῆς. Bar. 74.
Part 1
832.―844. Τῆς ἐπῳδοῦ ταύτης τὰ κῶλά ἐστι ιγ′. τὸ α′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, ἐκ δύο δακτύλων καὶ δύο ἀναπαίστων, τοῦ β′ διαλελυμένου καὶ γεγονότος προκελευσματικοῦ, ἤτοι τετραβράχεος. τὸ β′ ἀναπαιστικὴ βάσις, ἤτοι μονόμετρον. εἰ δὲ βούλει, ἰωνικὸν ἀπὸ μείζονος μονόμετρον ὑπερκατάληκτον. τὸ γ′ ἀσυνάρτητον ἐκ δακτυλικοῦ διμέτρου καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ. εἰ δὲ βούλει, ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν, ἐξ ἐπιτρίτου τετάρτου, διιάμβου καὶ βακχείου. τὸ δ’ τροχαϊκὸν ἰθυφαλλικὸν, τοῦ γ′ ποδὸς ἀναπαίστου. εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάσσονος, ἐκ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β′ καὶ ἀναπαίστου. καὶ ἔστιν ἑφθημιμερές. τὸ ε′ ὅμοιον ἰωνικὸν ἐξ ἐπιτρίτου α′ καὶ ἀναπαίστου. τὸ ϛ′ παιωνικὸν δίμετρον ὑπερκατάληκτον ἐκ παιώνων πρώτων δύο καὶ συλλαβῆς. τὸ ζ′ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ η′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον, τοῦ α′ ποδὸς ἀναπαίστου. εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάττονος ἑφθημιμερὲς ἐκ παίωνος γ′ ἀντὶ ἰωνικοῦ καὶ μολοσσοῦ. τὸ θ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον διὰ τὴν ἀδιάφορον. τὸ ί ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου β′ πεντασυλλάβου καὶ χοριάμβου, τὸ ια′ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐκ χοριάμβου, ἰωνικοῦ ἀπὸ μείζονος καὶ συλλαβῆς. τὸ ιβ′ τροχαϊκὸν ἑφθημιμερὲς, τῶν πρώτων δύο ποδῶν χορείων. τὸ ιγ′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου, διιάμβου καὶ συλλαβῆς. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος· ταῦτα γάρ ἐστι σημεῖα τοῦ τέλους τῆς ἐπῳδοῦ.
Part 1
844.―959. Αὗται αἱ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ριγ′. ὧν τελευταῖος ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
Part 1
960―970. Τὰ τοιαῦτα εἴδη καλεῖται κατὰ σχέσιν, ὡς εἴρηται, καὶ εἰσὶ τῆς παρούσης στροφῆς τὰ κῶλα ια′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ ἴαμβος τρίμετρος ἀκατάληκτος καθαρός. τὸ β′ ὅμοιον, ἐπιμεμιγμένον χορείοις. τὸ γ′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ δ′ ὅμοιον τῷ β′. τὸ ε′ ἀσυνάρτητον, ἐκ β′ τροχαϊκῶν πενθημιμερῶν. τὸ ϛ′ ἴαμβος τρίμετρος. τὸ ζ′ ὅμοιον, ἐπιμεμιγμένον καὶ ἑτέροις ποσί. τὸ η′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ θ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου, τοῦ β′ ἀναπαίστου. τὸ ί τροχαϊκὸν ἑφθημιμερὲς, ὃ καλεῖται Εὐριπίδειον, ἢ ληκύθιον. τὸ ια′ ἀσυνάρτητον ἐξ ἰαμβικῆς βάσεως, καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ. ἐπὶ τῷ τέλει ἀμφοτέρων παράγραφος.
Part 1
973.οὕτω χρὴ γράφειν καὶ τὰ παρόντα κῶλα, ἵν’ εἴη πρὸς τὰ μέτρα ὀρθά· καὶ ὁ οἶκος ὁ πάλαι διὰ τὰς εὐδαιμονίας ζηλωτὸς ὢν βέβηκε καὶ οἴχεται. καὶ τὸν ἄλλον στίχον πολύστονά τε δὴ καὶ πολύπονα, ἵν’ εἴη ἴαμβος, ὡς ὁ τῆς στροφῆς. ἐλλιπὴς γὰρ ἦν, διὸ καὶ διωρθώθη παρ’ ἡμῶν, καὶ οἶμαι ὡς καλῶς.
Part 1
982.―1012. Μετὰ τὴν κατὰ σχέσιν στροφὴν ἑτέραν τίθησιν ἀπολελυμένην στροφήν· εἰσὶ γὰρ τὰ παρόντα εἴδη μονόστροφα καὶ συστηματικὰ κατὰ περιορισμοὺς ἀνίσους, καὶ μετρικὰ ἄτακτα. τὰ κῶλα πάντα λζ′. τὸ α′ περίοδος ἐξ ἰαμβικῆς καὶ τροχαϊκῆς βάσεως. τὸ β′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον καθαρόν. τὸ γ′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ δ’ ἐπιωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παίωνος δ’, ἰωνικοῦ ἀπὸ μείζονος κατὰ συνίζησιν καὶ ἰάμβου. τὸ ε′ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ϛ′ ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου α′, παίωνος δ’ ἀντὶ ἰωνικοῦ καὶ συλλαβῆς. τὸ ζ′ ὅμοιον τῷ β′. τὸ η′ ὅμοιον ἐκ χορείων δι’ ὅλου. τὸ θ′ ἰαμβικὴ βάσις. τὸ ί τροχαϊκὸν ἰθυφαλλικόν. τὸ ια′ ἀσυνάρτητον ἐξ ἀναπαιστικῆς βάσεως καὶ ἰαμβικοῦ διμέτρου βραχυκαταλήκτου· εἰ δὲ βούλει, χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ σπονδείου, διιάμβου καὶ σπονδείου αὖθις. τὸ ιβ′ ὅμοιον τῷ β′. τὸ ιγ′ ὅμοιον ἑφθημιμερὲς, τοῦ β′ ποδὸς χορείου. τὸ ιδ’ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος, διιάμβου καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ ιε′ ὅμοιον τῷ ιγ′, καθαρὸν ἰαμβικόν. τὸ ιϛ′ ἀσυνάρτητον ἐκ δύο τροχαϊκῶν ἑφθημιμερῶν· εἰ δὲ βούλει, ἐξ ἰθυφαλλικῶν καὶ ἰαμβικῆς βάσεως. τὸ ιζ′ τροχαϊκὸν πενθημιμερές. τὸ ιη′ ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος α′, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β′· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ α′ ποδὸς δακτύλου. τὸ ιθ′ ὅμοιον τῷ β′. τὸ κ′ ὅμοιον τῷ γ′. τὸ κα′ ἴαμβος τρίμετρος. τὸ κβ′ ὅμοιον τῷ ιέ. τὸ κγ′ ὅμοιον κατὰ πάντα τῷ η′. τὸ κδ’ ἀναπαιστικὸν πενθημιμερές. τὸ κε′ τροχαϊκὸν τρίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου, ὃ καλεῖται Στησιχόρειον, ἔχον τὸ Πινδαρικὸν ἔθος, ἴαμβον δηλονότι τὸν τελευταῖον πόδα. τὸ κϛ′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, τοῦ α′ ποδὸς χορείου. τὸ κζ′ ὅμοιον καθαρὸν ἰαμβικόν. τὸ κη′ ὅμοιον τῷ κδ′. τὸ κθ′ δακτυλικὸν τετράμετρον· κατὰ γὰρ μονοποδίαν μετρεῖται τὰ δακτυλικὰ, ὡς εἴρηται. τὸ λ′ ὅμοιον. τὸ λα′ ἀναπαιστικὴ βάσις· εἰ δὲ βούλει, δακτυλικὸν τρίμετρον. τὸ λβ′ ὅμοιον καταληκτικὸν, ἤτοι ἑφθημιμερές. τὸ λγ′ ἀναπαιστικὴ βάσις. τὸ λα′, εἰ καὶ ἀναπαιστικὴ βάσις ἐγράφη, ἀλλ’ οὐκ ἔστιν· ἔστι γὰρ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. ὡσαύτως καὶ τὸ λγ′ δακτυλικὸν τρίμετρον. τὸ λδ′ ὅμοιον, δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς ἔχοντος συνίζησιν τῶν δύο βραχέων εἰς βραχὺ, ἵνα ἀνάπαιστος γένηται. τὸ λε′ ὅμοιον καθαρόν. τὸ λϛ′ ὅμοιον τῷ γ′ Εὐριπίδειον. τὸ λζ′ ὅμοιον κατὰ πάντα τῷ ιε′, οἵου βούλει μέτρου. ἐπὶ ταῖς ἀποθέσεσι τῶν συστημάτων παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
Part 1
1013―1017. Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς, κώλων ἀναπαιστικῶν ἕξ. ὧν τὸ δ’ μονόμετρον, τὰ δὲ λοιπὰ δ′ δίμετρα ἀκατάληκτα, τὸ δὲ ϛ′ καταληκτικὸν, ἤτοι ἑφθημιμερὲς παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος.
Part 1
1018―1245. Καὶ αἱ ἑξῆς αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων σκη′, ὧν τελευταῖος ἢ ζῆν ἅπασιν ἢ θανεῖν ὀφείλεται. μετὰ δὲ τὸν λδ ′ καὶ τὸν ρλζ′ τμῆμα κώλον τὸ φεῦ. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
Part 1
1248―1250. Τὰ ἑξῆς ταῦτα εἴδη καλεῖται καὶ, ὡς εἴρηται, ἀλλοιόστροφα· εἰσὶ δὲ κατὰ σχέσιν. τῆς παρούσης οὖν στροφῆς τὰ κῶλα εἰσὶ ε′. τὸ α′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν ἐκ παίωνος β′ ἀντὶ ἰωνικοῦ καὶ κρητικοῦ. τὸ β′ ὅμοιον τρίμετρον ἀκατάληκτον ἐκ παίωνος β′, ἰωνικοῦ πεντασυλλάβου καὶ ἐπιτρίτου α′. τὸ γ′ ὅμοιον τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος δ′ ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, διιάμβου καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ δ′ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ δύο παιώνων δ′. τὸ ε′ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος καὶ διιάμβου. ἐπὶ τῷ τέλει παράγραφος καὶ δύο διπλαῖ διὰ τὴν ἀνταπόδοσιν, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. Bar. 74
Part 1
1251. 1252. Σύστημα κατὰ περικοπὴν στίχων ἰαμβικῶν β′. ἐπὶ τῷ τέλει παράγραφος.
Part 1
1248. 1249. τίνα θροεῖς λόγον, σὺ πότνια: οὕτω χρὴ γράφειν τόδε τὸ κῶλον· οὕτω γὰρ ἔχει οἰκείως πρὸς τὸ κῶλον τῆς ἀντιστροφῆς· εἰ δὲ ἄλλως γράψεις, οὐχ ἁρμόσει τῷ μέτρῳ. Bar. 74.
Part 1
1253―1257. Ἡ β′ αὕτη στροφὴ κώλων ἐστὶ ε′. τὸ α′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τῶν δύο πρώτων ποδῶν χορείων. τὸ β′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ′ καὶ ἰάμβου. τὸ γ′ ἰωνικὸν ἀκατάληκτον τρίμετρον ἐκ παιώνων β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ δ’ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ β′ καὶ γ′ ποδὸς ἀναπαίστου· εἰ δὲ βούλει, προσοδιακὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος β′, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ χοριάμβου καὶ συλλαβῆς. τὸ ε′ ὅμοιον ἀντεστραμμένον πρῶτον ἔχον τὸν χορίαμβον· εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερές. εἶτα παράγραφος καὶ β′ διπλαῖ.
Part 1
1258. 1259. Σύστημα κατὰ περικοπὴν στίχων ἰαμβικῶν τριῶν. ἐπὶ τῷ τέλει παράγραφος.
Part 1
1261.―1265. Ἡ γ′ αὕτη στροφὴ κώλων ἐστὶν ε′. τὸ α′ καὶ β′ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος δ′ καὶ ἰάμβου. τὸ γ′ ἰαμβικὸν καθαρὸν ἑφθημιμέρες. τὸ δ’ ἀναπαιστικὴ βάσις, εἰ δὲ βούλει, ἰωνικὸν ἀπὸ μείζονος, μονόμετρον ὑπερκατάληκτον. τὸ ε′ ὅμοιον τῷ α′. ἐπὶ τῷ τέλει παράγραφος καὶ δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἐκτὸς νενευκυῖα, ἡ δὲ κατὰ τὸ τέλος, ἐντὸς νενευκυῖα.
Part 1
1266.―1270. Ἡ ἀντιστροφὴ αὕτη τῆς α′ ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ Μυκηνίδες ὦ φίλαι. κώλων γάρ ἐστι καὶ αὕτη ε′ ἰσομέτρων ἐκείνοις. τὸ μέντοι α′ κῶλον τετρασύλλαβον ἔχει τὸν κρητικόν. τὸ δὲ β′ οὐ καλῶς εἶχε· διὸ καὶ ἀντιγέγραπται παρ’ ἐμοῦ, καὶ ἔχει νῦν ὀρθῶς. ἐπὶ τῷ τέλει παράγραφος.
Part 1
1271. 1272. Κατὰ περικοπὴν ἴαμβοι β′ τρίμετροι. ἐπὶ τῷ τέλει παράγραφος. Bar. 74.
Part 1
1273―1277. Ἡ ἀντιστροφὴ αὕτη τῆς β′ ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ τί δέ με τόδε χρέος. κώλων γάρ ἐστι καὶ αὕτη ἰσομέτρων ἐκείνῃ ε′. ἐπὶ τῷ τέλει παράγραφος.
Part 1
1278.―1280. Κατὰ περικοπὴν ἴαμβοι τρίμετροι γ′. ἐπὶ τῷ τέλει παράγραφος. Bar. 74.
Part 1
1281.―1285. Ἡ ἀντιστροφὴ αὕτη τῆς τρίτης ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ δόχμια νῦν κόρας. καὶ αὕτη γὰρ κώλων ἐστὶν ὁμοίων ἐκείνῃ ε′, ἐν μέντοι τῷ ε′ κώλῳ ἀντὶ ἰάμβου ἔχει σπονδεῖον· ἀδιάφοροι γάρ εἰσιν αἱ καταλήξεις τῶν κώλων καὶ ὁ παρατέλευτος πούς· ἔνθα γὰρ ἰαμβικὴ κεῖται συζυγία, ἐναλλάττουσι τοὺς χρόνους, καὶ ἀντὶ διιάμβου ἐπιτιθέασιν ἐπίτριτον, ὃς σύγκειται ἐκ σπονδείου καὶ ἰάμβου, ἢ ἐξ ἰάμβου καὶ σπονδείου. ἔστι δὲ ὅτε κεῖται καὶ δισπόν δειον. ἐπὶ τῷ τέλει τῆς παρούσης ἀντιστροφῆς παράγραφος.
Part 1
1288.―1290. Τὰ ἑξῆς ταῦτα εἴδη καλεῖται κυρίως ἀνομοιόστροφα, διὰ τὸ μὴ εἶναι κατὰ σχέσιν. ἔστι γοῦν τῆς παρούσης στροφῆς τὰ κῶλα δ′. τὸ α′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ′ καὶ σπονδείου. τὸ β′ ἰωνικὸν ἀπ’ ἐλάσσονος ἡμιόλιον ἐξ ἰωνικοῦ καὶ σπονδείου. τὸ γ′ καὶ δ′ ὅμοια τῷ πρώτῳ. ἐπὶ τῷ τέλει παράγραφος.
Part 1
1291. 1292. Κατὰ περικοπὴν στίχοι β′ ἰαμβικοί. ἐπὶ τῷ τέλει παράγραφος. Bar. 74.
1295. a. b. Ἡ στροφὴ αὕτη κώλων ἐστὶ β′. τὸ α′ ἀντισπαστικὸν ἡμιόλιον ἐξ ἀντισπάστου καὶ τροχαίου. τὸ β′ ἰαμβικὸν καθαρὸν πενθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος.
Part 1
1296.―1298. Κατὰ περικοπὴν στίχοι ἰαμβικοὶ γ′. ἐπὶ τῷ τέλει παράγραφος.
Part 1
1299.―1300. Ἡ στροφὴ αὕτη κώλων ἐστὶ β′. τὸ α′ δακτυλικὸν τετράμετρον. τὸ β′ ἀσυνάρτητον ἐκ δακτυλικῆς διποδίας καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ. ἐπὶ τῷ τέλει παράγραφος.
Part 1
1302―1310. Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς κώλων η′. τὸ α′ δακτυλικὸν τετράμετρον καθαρόν. τὸ β′ καὶ γ′ καὶ τὸ δ′ καὶ ε′ ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα· ἔχει δὲ τὸ γ′ τὸν β′ πόδα προκελευσματικὸν, ἤτοι τετράβραχυν, τὸ δὲ ε′ τὸν β′ πόδα χορεῖον. τὸ ϛ′ ἰαμβικὸν ἑφθημιμερὲς ἐκ χορείων. τὸ ζ′ ὅμοιον. τὸ η′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος.
Part 1
1311.―1360. Αἱ ἑξῆς αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων μή, ὧν τελευταῖος τὰς μὲν γὰρ οἶδα συμφορὰς, τὰς δ’ οὐ σαφῶς. μετὰ δὲ τὸν μβ′ κῶλα τρία. τὸ α′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον ἀκατάληκτον ἐξ ἰαμβικῆς συζυγίας καὶ παιώνων β′ ἀντὶ ἰωνικοῦ. τὸ β′ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον καθαρόν. τὸ γ′ ἰωνικὸν ἐξ ἰωνικοῦ ἀπὸ ἐλάττονος, διιάμβου καὶ δακτύλου. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος καὶ ἐπὶ τῷ τέλει κορωνίς.
Part 1
1361.―1368. Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς κώλων καὶ στίχων θ′. τὸ α′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ’ καὶ ἰάμβου. τὸ β′ ὅμοιον δίμετρον ὑπερκατάληκτον, ἐκ παιώνων β′ δύο καὶ συλλαβῆς· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ β′ ποδὸς χορείου, τοῦ δὲ γ′ δακτύλου. τὸ γ′ ἀναπαιστικὸν δίμετρον ὑπερκατάληκτον. τὸ δ’ ἰαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ τριῶν χορείων καὶ πυρριχίου, ἢ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ ε′ τροχαϊκὸν πενθημιμερές· εἰ δὲ βούλει, ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου δ′ καὶ συλλαβῆς. τὸ ζ′, η′, θ′ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι. ἐπὶ τῷ τέλει παράγραφος.
Part 1
1369.―1379. Τὰ τοιαῦτα εἴδη καλεῖται μονοστροφικὰ καὶ μετρικὰ ἄτακτα. εἰσὶ δὲ καὶ ἀνομοιόστροφα· οὐ γὰρ ἔχει σχέσιν πρὸς τὸ ἑξῆς. τὰ δὲ κῶλα τῆς παρούσης στροφῆς εἰσὶν ια′. τὸ α′ ἰωνικὸν τρίμετρον ἀκατάληκτον ἐκ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου δ′, παίωνος β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ διτροχαίου. τὸ β′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γ′ ἰαμβικὸν τρίμετρον καταληκτικόν. τὸ δ′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ ε′ δακτυλικὸν τρίμετρον ἐκ σπονδείων. τὸ ϛ′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ ζ′ ὅμοιον ἔφθημιμερές. τὸ η′ ὅμοιον δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου, τοῦ δὲ τελευταίου ἀδιαφόρου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος δ′ καὶ β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος καὶ συλλαβῆς. τὸ θ′ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ γ′ ποδὸς χορείου. τὸ ι′ τροχαϊκὸν ἑφθημιμερές. τὸ ια′ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου καὶ δακτύλου. ἐπὶ τῷ τέλει παράγραφος. ἐν εἰσθέσει στίχος ἴαμβος τρίμετρος.
Part 1
1381.―1392. Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστι κώλων ιε′. τὸ α′ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ β′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου. τὸ γ′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν ἐξ ἰωνικοῦ καὶ χορείου, ἢ ἀναπαιστικοῦ διὰ τὴν ἀδιάφορον. τὸ δ′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ ε′ ὅμοιον τῷ β′, τροχαϊκὸν καθαρόν. τὸ ϛ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου καὶ κρητικοῦ. εἰ δὲ βούλει, τροχαϊκὸν ὅμοιον τῷ δ′, ἰάμβου ἀρχομένου. τὸ ζ′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν ἐκ παίωνος δ′, ἰωνικοῦ καὶ ἀμφιβραχέος, ἢ βακχείου διὰ τὴν ἀδιάφορον. τὸ η′ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ διιάμβου καὶ χοριάμβου. τὸ θ′ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ γ′ ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου γ′, καὶ παίωνος δ′. τὸ ι′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ’ καὶ σπονδείου. τὸ ια′ τροχαϊκὸν ὅμοιον τῷ ε′. τὸ ιβ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιγ′ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παιώνων δ′ δύο. τὸ ιδ′ δακτυλικὸν τετράμετρον καθαρόν. τὸ ιε′ ὅμοιον ἑφθημιμερὲς, ὃ καλεῖται λογαοιδικὸν, διὰ τὸ ἔχειν ἐπὶ τῷ τέλει τροχαϊκὴν συζυγίαν. ἐπὶ τῷ τέλει παράγραφος, ἐν εἰσθέσει δὲ στίχοι ἴαμβοι τρίμετροι β′, εἶτα παράγραφος.
Part 1
1395.―1424. Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστι κώλων λβ′. τὸ α′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· εἰ δὲ βούλει, ἀσυνάρτητον ἐκ δακτυλικῆς καὶ ἀναπαιστικῆς βάσεως. τὸ β′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γ′ ἰαμβικὸν πενθημιμερὲς, τοῦ α′ ποδὸς χορείου. τὸ δ′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, ἔχον συνίζησιν κατὰ τὸν α′ πόδα. τὸ ε′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου, τοῦ δ′ ἀναπαίστου. τὸ ϛ′ τροχαϊκὸν τρίμετρον ὑπερκατάληκτον. τὸ ζ′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ η′ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον, ἔχον κατὰ τὸν ε′ πόδα συνίζησιν. τὸ θ′ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ ι′ ὅμοιον δίμετρον ἀκατάληκτον, τοῦ δ′ ποδὸς χορείου, ἢ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ ια′ ὅμοιον καθαρόν. τὸ ιβ′ ὅμοιον. τὸ ιγ′ ἀσυνάρτητον ἐξ ἀναπαιστικῆς βάσεως, ἢ δακτυλικῆς (δύο γάρ εἰσι σπονδεῖοι) καὶ ἰαμβικοῦ πενθημιμεροῦς. τὸ ιδ′ ἰαμβικὴ βάσις, ἤτοι μονόμετρον. τὸ ιε′ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον τὸ ιϛ′ ὅμοιον δίμετρον ὑπερκατάληκτον. τὸ ιζ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιη′ ὅμοιον, δίμετρον καταληκτικὸν, ἤτοι ἑφθημιμερές. τὸ ιθ′ ὅμοιον τρίμετρον καταληκτικὸν, τοῦ δ’ ποδὸς χορείου· ἴαμβος γάρ ἐστι τρίμετρος ἐλλιπὴς μιᾷ συλλαβῇ. τὸ κ′ ὅμοιον τῷ ιϛ′. τὸ κα′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ τριῶν χορείων καὶ ἰάμβου. τὸ κβ′ ὅμοιον ἐκ δύο χορείων καὶ ἀναπαίστου καὶ ἰάμβου, ἢ πυρριχίου διὰ τὴν ἀδιάφορον. τὸ κγ′ ὅμοιον ἐκ δ′ χορείων. τὸ κδ′ δακτυλικὸν δίμετρον· εἰ δὲ βούλει, χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ κε′ ὅμοιον τῷ ιη′. τὸ κϛ′ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον καθαρόν. τὸ κζ′, τὸ κη′, τὸ κθ′, τὸ λ′, τὸ λα′, καὶ τὸ λβ′ ὅμοιά εἰσι κατὰ πάντα, καὶ εἰσὶν ἰωνικὰ ἡμιόλια, ἐκ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β′, ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, καὶ ἰάμβου, πλὴν τὸ μὲν κζ′ κῶλον ἀντὶ ἰάμβου ἔχει πυρρίχιον διὰ τὴν ἀδιάφορον, τὸ δὲ λα′ χορεῖον. ἐπὶ τῷ τέλει παράγραφος, καὶ ἐν εἰσθέσει στίχος ἴαμβος τρίμετρος.
Part 1
1426.―1451. Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστι κώλων λα′. τὸ α′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ β′ καὶ τὸ γ′ καὶ τὸ δ′ ὅμοια δίμετρα καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ. τὸ ε′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ ϛ′ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος α′, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ χοριάμβου. τὸ ζ′ ὅμοιον τῷ ε′ ἰθυφαλλικόν. τὸ η′ προσοδιακὸν, ἐναντίον τῷ προρρηθέντι, ἐκ χοριάμβου καὶ παίωνος δ′, ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος. εὕρηται γὰρ καὶ παρὰ Πινδάρῳ τὸ προσοδιακὸν καὶ ἀπ’ ἐλάττονος συγκείμενον, καὶ οὐ μόνον ἀπὸ μείζονος. τὸ θ′ ὅμοιον τῷ β′· εἰ δὲ βούλει, προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, χοριάμβου καὶ συλλαβῆς. τὸ ι′ ὅμοιον τῷ ϛ′ ἐκ παίωνος β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ χοριάμβου· εἰ δὲ βούλει, ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον, ἐξ ἰάμβου ἀρχόμενον. τὸ ια′ ἀναπαιστικὴ βάσις. τὸ ιβ′ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος δ’ καὶ χορείου, ἢ ἀναπαίστου διὰ τὴν ἀδιάφορον· εἰ δὲ βούλει, τροχαϊκὸν πενθημιμερὲς ἐκ τροχαίου καὶ δύο βραχέων ἀντὶ μιᾶς μακρᾶς. τὸ ιγ′ δακτυλικὸν πενθημιμερές· εἰ δὲ βούλει, χοριαμβικὸν ἡμιόλιον, ἢ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιδ′ ἰωνικὸν ἡμιόλιον ἐκ παίωνος β′, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ σπονδείου. εἴη ἂν καὶ ἰαμβικὸν πενθημιμερὲς, τοῦ β′ ποδὸς ἀναπαίστου. τὸ ιε′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ τριῶν χορείων. τὸ ιϛ′ ὅμοιον. τὸ ιζ′, ιη′, ιθ′ ἐξ ἐπιτρίτου α′ καὶ ἰάμβου. τὸ κ′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου καὶ κρητικοῦ. τὸ κα′ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον καθαρόν. τὸ κβ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον καθαρόν. τὸ κγ′ ὅμοιον δίμετρον καταληκτικὸν Εὐριπίδειον, τοῦ α′ ποδὸς χορείου. τὸ κδ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. οὕτω γάρ μοι δοκεῖ ταῦτα βέλτιον εἶναι γράφειν. τὸ γὰρ κακὸς Φωκεύς μόνον ἀδιάγνωστόν ἐστι τίνος ἂν εἴη μέτρου, εἰ καὶ δοκεῖ ἀντισπαστικόν. τὸ κε′ ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ κϛ′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, συνίζησιν ἔχον ἐν τῷ α′ ποδί· εἰ δὲ βούλει, ἔστω ὁ β′ ἀνάπαιστος. τὸ κζ′ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον. τὸ κη′ καὶ τὸ κθ′ τροχαϊκὰ καὶ ἰθυφαλλικά. τὸ λ′ τροχαϊκὸν πενθημιμερές.…
Part 1
14…
The complete text is available when the reading interface loads.