The Greek Library Author

Scholia In Euripidem

Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scientific editors
Wilhelm Dindorf
Edition reference
Scholia Graeca in Euripidis Tragoedias · Oxford · Oxford University Press · 1863
CTS identifier
urn:cts:greekLit:tlg5023.tlg016.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΥΠΟΘΕΣΙΣ ΦΟΙΝΙΣΣΩΝ.

I.

Part 1

ἘΤΕΟΚΛΗΣ παραλαβὼν τὴν τῶν Θηβῶν βασιλείαν ἀποστερεῖ τοῦ μέρους τὸν ἀδελφὸν αὐτοῦ Πολυνείκην· φυγὰς δ’ εἰς Ἄργος ἐκεῖνος παραγενόμενος ἔγημε τὴν θυγατέρα τοῦ βασιλέως Ἀδράστους κατελθεῖν εἰς τὴν πατρίδα φιλοτιμούμενος, καὶ πείσας τὸν πενθερὸν συνήθροισεν ἀξιόχρεων στρατὸν ἐπὶ Θήβας κατὰ τοῦ ἀδελφοῦ. ἡ δὲ μήτηρ Ἰοκάστη ἐποίησεν αὐτὸν ὑπόσπονδον εἰσελθεῖν εἰς τὴν πόλιν, καὶ διαλεχθῆναι πρότερον πρὸς τὸν ἀδελφὸν περὶ τῆς ἀρχῆς· δεινοπροσωπήσαντος δὲ ὑπὸ τῆς τυραννίδος τοῦ Ἐτεοκλέους ἡ μὲν Ἰοκάστη συναγαγεῖν τὰ τέκνα εἰς φιλίαν οὐκ ἠδύνατο, Πολυνείκης δὲ ὡς πρὸς πολέμιον λοιπὸν παραταξόμενος ἀνεχώρησε τῆς πόλεως. ἔχρησε δὲ ὁ Τειρεσίας νίκην ἔσεσθαι τοῖς Θηβαίοις, ἐὰν ὁ παῖς Κρέοντος Μενοικεὺς σφάγιον Ἄρει γένηται. ὁ μὲν οὖν Κρέων ἠρνήσατο ἐπιδοῦναι τῇ πόλει τὸν παῖδα, ὁ δὲ νεανίσκος ἐβούλετο καὶ τοῦ πατρὸς αὐτῷ φυγὴν μετὰ χρημάτων διδόντος ἑαυτὸν ἀπέσφαξεν. καὶ δὴ καὶ ἔπραξεν. Θηβαῖοι δὲ τοὺς ἡγεμόνας τῶν Ἀργείων ἔσφαξαν. Ἐτεοκλέους δὲ καὶ Πολυνείκους μονομαχήσαντος ἀνεῖλον ἀλλήλους. ἡ μὲν οὖν μήτηρ αὐτῶν εὑροῦσα νεκροὺς τοὺς υἱοὺς ἔσφαξεν ἑαυτὴν, ὁ δὲ ταύτης ἀδελφὸς Κρέων παρέλαβε τὴν βασιλείαν, οἱ δὲ Ἀργεῖοι νικηθέντες τῇ μάχῃ ἀνεχώρησαν. Κρέων δὲ δυσχερῶς φέρων τοὺς μὲν ὑπὸ τῇ Καδμείᾳ τῶν πολεμίων πεσόντας οὐκ ἔδωκεν εἰς ταφὴν, Πολυνείκην δὲ ἀκήδευτον ἔρριψεν, Οἰδίπουν δὲ φυγάδα τῆς πατρίδος ἀπέπεμψεν, ἐφ’ ὧν μὲν οὐ φυλάξας τὸν ἀνθρώπινον νόμον, ἐφ’ ὧν δὲ τὴν ὀργὴν λογοποιήσας, οὐδὲ παρὰ τὴν δυστυχίαν ἐλεήσας.

II. Ἀριστοφάνους γραμματικοῦ ὑπόθεσις.

Part 1

Ἡ μὲν ὑπόθεσις τοῦ δράματος ἐπιστρατεία τοῦ Πολυνείκους μετὰ τῶν Ἀργείων ἐπὶ Θήβας καὶ ἀπώλεια τῶν ἀδελφῶν Πολυνείκους καὶ Ἐτοκλέους καὶ θάνατος Ἰοκάστης. ἡ μυθοποιία κεῖται παρ’ Αἰσχύλῳ ἐν Ἑπτὰ ἐπὶ Θήβας πλὴν τῆς Ἰοκάστης. ἐδιδάχθη ἐπὶ Ναυσικράτους ἄρχοντος. δεύτερος Εὐριπίδης καθῆκε διδασκαλίαν περὶ τούτου· καὶ γὰρ ταὐτὰ ὁ Οἰνόμαος καὶ Χρύσιππος, καὶ σώζεται. ὁ χορὸς συνέστηκεν ἐκ Φοινισσῶν γυναικῶν. προλογίζει δὲ Ἰοκάστη.

ΙΙΙ.

Part 1

Περιπαθεῖς ἄγαν αἱ Φοίνισσαι τῇ τραγῳδίᾳ. ἀπώλετο γὰρ ὁ Κρέοντος υἱὸς ἀπὸ τοῦ τείχους ὑπὲρ τῆς πόλεως ἀποθανών. ἀπέθανον δὲ καὶ οἱ δύο ἀδελφοὶ ὑπ’ ἀλλήλων καὶ Ἰοκάστη, ἡ μήτηρ, ἑαυτὴν ἀνεῖλεν ἐπὶ τοῖς παισί. καὶ οἱ ἐπὶ Θήβας στρατευσάμενοι Ἀργεῖοι ἀπώλοντο· καὶ ἄταφος Πολυνείκης πρόκειται. καὶ ὁ Οἰδίπους τῆς πατρίδος ἐκβάλλεται, καὶ σὺν αὐτῷ ἡ θυγάτηρ Ἀντιγόνη. ἔστι δὲ τὸ δρᾶμα καὶ πολυπρόσωπον καὶ γνωμῶν μεστὸν πολλῶν τε καὶ καλῶν.

IV.

Part 1

Τὸ δρᾶμά ἐστι μὲν ταῖς σκηνικαῖς ὄψεσι καλὸν, ἐπεὶ καὶ παρα πληρωματικόν· ἥ τε ἀπὸ τῶν τειχέων Ἀντιγόνη θεωροῦσα μέρος οὐκ ἔστι δράματος, καὶ ὑπόσπονδος Πολυνείκης οὐδενὸς ἕνεκα παραγίνεται, ὅ τε ἐπὶ πᾶσι μετ’ ᾠδῆς ἀδολέσχου φυγαδευόμενος Οἰδίπους προσέρραπται διὰ κενῆς.

V.

Part 1

Ἁρπασθείσης Εὐρώπης ὑπὸ Διὸς γενομένου ταύρου καὶ μετακομισθείσης ἀπὸ Φοινίκης διὰ θαλάττης εἰς Κρήτην, ὁ μὲν πατὴρ αὐτῆς Ἀγήνωρ ἔπεμψε τὸν υἱὸν Κάδμον εἰς ζήτησιν τῆς κόρης, εἰπὼν, εἰ μὴ ταύτην εὑρὼν ἄξοι, μηδ’ ἂν αὐτὸν ἐπανελθεῖν οἴκαδε. Κάδμος δὲ οὐκ ἔχων ὅ τι καὶ δράσειε μόνην ἔγνω τῆς ἀπορίας λύσιν καταφυγεῖν εἰς Ἀπόλλω κἀκ τούτου γνῶναι τί δεῖ ποιεῖν. ἐλθὼν οὖν εἰς Δελφοὺς ἤρετο τοῦτον περὶ τῆς ἀδελφῆς. καὶ ὃς χρᾷ μὲν οὐδὲν αὐτῷ περὶ τῆς Εὐρώπης, λέγει δὲ ὡς ἐξελθόντα ἐκεῖθεν, ἀκολουθήσαντα βοῒ, οἷ ἂν αὕτη γε πέσῃ, κἀκεῖ κτίζειν πόλιν. ὁ δὲ πεισθεὶς τῷ χρησμῷ τὴν μὲν πρὸς τὴν πατρίδα ἐπάνοδον εἴασε, βοῦν δὲ κατὰ τύχην εὑρὼν ἡγεμόνα τῆς ὁδοῦ ἐποιήσατο. ἐλθούσης δὲ αὐτῆς ἐν ᾧ νῦν ἑστήκασι τόπῳ αἱ Θῆβαι, κἀκεῖ παραχρῆμα πεσούσης, ἔγνω τε οὗτος τὸν χρησμὸν τελεσφόρον καὶ πόλιν ἑπτάπυλον κτίζει τὰς Θήβας ὁμωνύμους τῶν ἑκατονταπύλων Αἰγυπτίων Θηβῶν, χρησάμενος ἐπιστήμονι τῆς οἰκοδομῆς καὶ ἐργάτῃ Ἀμφίονι τῷ μουσικῷ· τοῦτον γάρ φασιν ἀνακρουόμενον μέλος θέλγειν τε τῷ μέλει τοὺς λίθους καὶ ἀλλεπαλλήλως αὐτῶν τιθεμένων ἀποδεῖξαι τὰ τείχη· πύλας δὲ ἔχειν τὴν πόλιν ἑπτὰ, ἐπειδὴ καὶ οἱ τῆς λύρας τόνοι ἑπτά εἰσι. καὶ τὸ μὲν μυθῶδες τοιοῦτον· πέπλασται δὲ διὰ τὸ ἄκρως ἡρμόσθαι τὰ τείχη πρὸς ἄλληλα. ἡ γὰρ ἁρμονία μουσικῆς ἴδιον.

Κάδμος οὖν γήμας τὴν Ἀφροδίτης καὶ Ἄρεως παῖδα Ἁρμονίαν ἐγέννησε Πολύδωρον, ὁ δὲ Λάβδακον, ὁ δὲ Λάϊον. οὗτος ἀφικόμενός ποτε εἰς Ἦλιν καὶ τὸν τοῦ Πέλοπος υἱὸν Χρύσιππον ἰδὼν, ὃς ἦν ἐξ ἄλλης αὐτῷ γυναικὸς καὶ οὐκ ἐκ τῆς θυγατρὸς Οἰνομάου Ἱπποδαμείας, καὶ ἁλοὺς τούτου κατάκρας τῷ ἔρωτι, ἁρπάσας εἰς Θήβας ἤνεγκε. καὶ συνῆν αὐτῷ τὰ ἐρωτικὰ, πρῶτος ἐν ἀνθρώποις τὴν ἀρρενοφθορίαν εὑρὼν, καθὼς δὴ καὶ ὁ Ζεὺς ἐν θεοῖς τὸν Γανυμήδην ἁρπάσας. ὁ δὲ Πέλοψ μαθὼν τοῦτο κατηράσατο τῷ Λαΐῳ μηδέποτε μὲν παῖδα τεκεῖν, εἰ δ’ ἄρα καὶ συμβαίη, ὑπ’ αὐτοῦ τοῦτον ἀναιρεθήσεσθαι. διὰ ταῦτα πολὺν ἤδη χρόνον ὁ Λάϊος ἄπαις ὢν παραγίνεται εἰς Πυθίαν καὶ παίδων αἰτεῖ γονήν. καὶ ἀκούει τοιόνδε χρησμὸν, Λάϊε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς; τέξεις μὲν φίλον υἱὸν, ἀτὰρ τόδε σοι μόρος ἔσται, παιδὸς ἑοῦ χείρεσσι λιπεῖν βίον· ὣς γὰρ ἔνευσε Ζεὺς Κρονίδης, Πέλοπος στυγεραῖς ἀραῖσι πιθήσας, οὗ φίλον ἥρπασας υἱόν· ὁ δ’ ηὔξατό σοι τάδε πάντα. ὡντινῶν θεσπισμάτων τῇ τῆς γυναικὸς Ἰοκάστης ἐπιθυμίᾳ καὶ ἡδονῇ ὥσπερ ἐκλαθόμενος Λάϊος, ἢ, ὥς τινές φασι, μιᾷ τῶν ἡμερῶν βαρυνθεὶς τῷ οἴνῳ καὶ συνελθὼν τῇ αὐτοῦ γυναικὶ Οἰδίποδα σπείρει. καὶ μετὰ τὸ τεχθῆναι αὐτὸν, ἀναπεμπάσας τοὺς χρησμοὺς καὶ φόβον λαβὼν, διατορήσας τοὺς πόδας αὐτοῦ καὶ χρυσέους κρίκους διαπερονησάμενος ῥίπτει διὰ τῶν οἰκείων βουκόλων εἰς τὸ ὄρος τὸν Κιθαιρῶνα, ὡς ὑπὸ θηρίων ἐνταῦθα ἀναιρεθησόμενον. ἔτυχε δὲ κατ’ ἐκεῖνο καιροῦ καὶ τοὺς Πολύβου νομέας, βασιλέως Κορίνθου, βόσκειν ἐκεῖ· οἳ καὶ τὸ βρέφος εὑρόντες καὶ ἀνελόμενοι φέρουσι πρὸς τὴν Πολύβου γυναῖκα Μερόπην. ἦν γὰρ ἀπαιδίαν δυστυχοῦσα· καί πως πείθει τὸν ἄνδρα Πόλυβον αὐτὴ τοῦτο τεκεῖν. ἀνδρωθεὶς δὲ ὁ παῖς καί τινι τῶν ἐκεῖ συνελθὼν εἰς ἔριν, οἷα δὴ γίνεται, ὡς οὐκ εἴη Πολύβου παῖς, ὄνειδος ἔσχε παρ’ αὐτοῦ. ὅθεν ἀναστὰς ἀφικνεῖται πρὸς τὸν Ἀπόλλω πευσόμενος περὶ τούτου, καὶ ὡς ἔσται φονεὺς τοῦ πατρὸς μανθάνει, καὶ ὡς τῇ τεκούσῃ συνέσοιτο, ταυτὶ μόνα· τίνες δὲ εἶεν αὐτῷ οἱ γονεῖς σαφῶς οὐ μανθάνει. ἐπανιὼν δὲ ἐκεῖθεν ὑπήντησε τῷ Λαΐῳ, ἀφικνουμένῳ καὶ αὐτῷ πρὸς Ἀπόλλω, ἐφ’ ᾧ περὶ τοῦ ἐκτεθέντος παιδὸς γνῶναι εἰ τέθνηκε. καὶ ὁ τοῦ Λαΐου θεράπων αὐτῷ κελεύει μικρὸν ὑποχωρῆσαι τῷ βασιλεῖ. Οἰδίπους δὲ ὑπεροψίᾳ κρατούμενος καὶ τοῦτο μηδὲν ἐνεγκὼν κτείνει τε τὸν θεράποντα καὶ σὺν αὐτῷ τὸν δεσπότην, οὐκ εἰδὼς ὡς πατροκτόνος γέγονεν, ἑνὸς μόνον τῶν συνεπομένων Λαΐῳ διαφυγόντος, ὃς δὴ καὶ τὸν φόνον ὕστερον διεσάφησεν, ὥς φησι Σοφοκλῆς ἐν Οἰδίποδι τυράννῳ. τότε οὖν Οἰδίπους τοὺς τοῦ Λαΐου ἵππους λαβὼν καὶ πάντα τὰ αὐτοῦ καταλαμβάνει τὴν Κόρινθον, καὶ διδοὺς ταῦτα πάντα Πολύβῳ τροφὰς ἐκεῖθεν ἀναχωρεῖ, τὸν περὶ τῆς πατροκτονίας καὶ τῆς τῇ μητρὶ συνελεύσεως χρησμὸν δεδιώς· ᾤετο γὰρ πατέρας αὐτοῦ τῷ ὄντι Πόλυβον καὶ τὴν ἐκείνου γυναῖκα εἶναι. καὶ ἀφικνεῖται πρὸς Θήβας, αἳ δὴ καὶ ὑπὸ τῆς Σφιγγὸς ἐχειμάζοντο τότε, χρησμούς τε ῥαψῳδούσης καὶ ὅντινα βούλοιτο τῶν πολιτῶν ἁρπαζούσης καὶ διαφθειρούσης, διὰ τὸ μὴ συνιέναι σφᾶς τῶν ὑπ’ αὐτῆς λεγομένων χρησμῶν. ἐπήγαγε δὲ ταύτην ὁ Ἄρης Θηβαίοις, ἀμυνόμενος αὐτοὺς διὰ τὸν τοῦ παιδὸς δράκοντος φόνον, ὃν ὁ Κάδμος ἀνεῖλε καὶ τοὺς ὀδόντας αὐτοῦ ἔσπειρεν, ἐξ ὧν ἀνεφύησαν οἱ Γίγαντες. ἦν δὲ τέρας ἡ Σφὶγξ, πρόσωπον μὲν ἔχουσα παρθένου, στῆθος δὲ καὶ χεῖρας καὶ πόδας καὶ ὄνυχας λέοντος, οὐραῖον δὲ δράκοντος, πτερὰ δὲ ὄρνιθος, δι’ ὧν ἵπτατο. ἔτυχε δὲ εἰποῦσα τοιοῦτό τι τοῖς Θηβαίοις τότε αἴνιγμα, ὡς Ἀσκληπιάδης ἀναγράφει, Ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία μορφὴ, καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον, ὅσσ’ ἐπὶ γαῖαν ἑρπετὰ κινεῖται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον. ἀλλ’ ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα μένος γυίοισιν ἀφαυρότερον πέλει αὐτοῦ· οὗπερ ἀγνοουμένου ἐκήρυξε Κρέων ὁ ἀδελφὸς Ἰοκάστης τῆς βασιλίσσης ὡς ὅστις εὕροι τὸ αἴνιγμα, τούτῳ συνάψειν τὴν ἀδελφήν. Οἰδίπους δὲ, ὡς ἔφημεν, διάγων ἐκεῖ τότε, ἀκούσας τὰ κηρύγματα λύει τε τὸ αἴνιγμα τῆς Σφιγγὸς καὶ τὴν μητέρα οὐκ εἰδὼς εἰς γυναῖκα λαμβάνει. ἔλυσε δὲ οὕτως, ὥς φασι Κλῦθι καὶ οὐκ ἐθέλουσα, κακόπτερε Μοῦσα θανόντων, φωνῆς ἡμετέρης, σὸν τέλος ἀμπλακίης. ἄνθρωπον κατέλεξας, ὃς, ἡνίκα γαῖαν ἐφέρπει, πρῶτον ἔφυ τετράπους νήπιος ἐκ λαγόνων· γηραλέος δὲ πέλων τρίτατον πόδα βάκτρον ἐρείδει, αὐχένα φορτίζων, γήραϊ καμπτόμενος. ἀκούσασα δὲ τὴν λύσιν ἡ Σφὶγξ ἑαυτὴν ἀναιρεῖ παραχρῆμα ῥίψασα τοῦ ἀέρος. Οἰδίπους δὲ συνὼν τῇ μητρὶ καὶ παῖδας ἐξ αὐτῆς φύσας τέσσαρας, ἄρρενας μὲν Ἐτεοκλέα καὶ Πολυνείκην, θηλείας δὲ Ἀντιγόνην καὶ Ἰσμήνην, ὡς ἔγνω τὸ μίασμα ὕστερον, ἐτύφλωσεν ἑαυτόν. Ἐτεοκλῆς δὲ καὶ Πολυνείκης, θέλοντές πως ἀφανίσαι τὸ ὄνειδος, κατακλείουσιν αὐτὸν ἐν οἰκίσκῳ, ἵν’ ὑπὸ μηδενὸς θεωρούμενος εἰς λήθην ἥξοι τὸ κατ’ ἐκείνου. καὶ ὃς τοῦτο ὑπεραλγήσας ἀρᾶται τούτοις τὴν βασιλείαν σιδήρῳ μερίσαι. οἱ δὲ τὰς τοῦ πατρὸς ἀρὰς δεδιότες μηχανῶνται τοιόνδε· ἔχεσθαι τῆς ἀρχῆς ἕνα παρ’ ἕνα καὶ ταύτης παραχωρεῖν θατέρῳ θάτερον. ὁ τοίνυν Ἐτεοκλῆς, ἅτε πρῶτος ὢν τοῦ ἀδελφοῦ, καὶ πρῶτος τῆς ἀρχῆς ἥψατο, Πολυνείκης δὲ ὑπεχώρησε, καὶ τελεσθέντος ἐνιαυτοῦ ἀφίκετο πρὸς τὸν ἀδελφὸν, αἰτῶν καὶ αὐτὸς ἄρξειν ἐνιαυτόν. Ἐτεοκλῆς δὲ οὔτε ἐξέστη τῆς ἀρχῆς καὶ ἄτιμον τὸν ἀδελφὸν ἀπέπεμψεν· ὃς καὶ πλανώμενος ἦλθεν εἰς Ἄργος, καὶ τὴν τοῦ βασιλέως Ἀδράστου λαβὼν θυγατέρα πείθει τὸν κηδεστὴν συνάρασθαι τούτῳ πρὸς τὴν τῆς βασιλείας ἀνάληψιν, καὶ πλείστην ὅσην παραλαβὼν στρατιὰν ἐπιστρατεύει τῷ ἀδελφῷ. ὅπως δὲ ἡ μήτηρ ἐθέλουσα πρὸ τῆς συμπλοκῆς διαλλάξαι τοὺς παῖδας οὐδὲν ἴσχυσε, καὶ ὡς ἔχρησε Τειρεσίας, εἰ ὁ τοῦ Κρέοντος υἱὸς Μενοικεὺς ἀνέλοι ἑαυτὸν ἐπὶ τὸν τοῦ δράκοντος φωλεὸν, κρατήσειν Ἀργείων Θηβαίους, καὶ ὡς γέγονε ταῦτα, καὶ οἱ τῶν Ἀργείων ἡγεμόνες πεπτώκασι πάντες πλὴν Ἀδράστου, καὶ ὡς μονομαχήσαντες πρὸς ἀλλήλους Ἐτεοκλῆς καὶ Πολυνείκης ὑπ’ ἀλλήλων ἑκάτεροι ἀνῃρέθησαν, καὶ ὡς ἐλθοῦσα πρὸς αὐτοὺς Ἰοκάστη καὶ τεθνηκότας εὑροῦσα συναπέσφαξεν ἑαυτὴν καὶ ὡς Κρέων ἁψάμενος τῆς ἀρχῆς Ἐτεοκλῆν μὲν θάπτει, Πολυνείκην δὲ ἄταφον εἴασε, καὶ Οἰδίπουν τῆς πόλεως ἐξήλασε, πάντα ταῦτα Εὐριπίδης ἔνδον κατὰ λεπτὸν διηγεῖται.

Ἔστι δὲ τὸ παρὸν δρᾶμα τῶν ἄγαν ἐξαιρέτων, διανοίαις καὶ γνώμαις πολλαῖς καὶ καλαῖς καὶ ποικίλαις ἀνθοῦν καὶ μεταχειρίσει ἀρίστῃ, καὶ διὰ πάντων ἀκμάζον, εἰ καὶ ἀπίθανον ἔχει τὴν εἰς Θήβας Πολυνείκους εἴσοδον. ἐπιγέγραπται δὲ ἀπὸ τοῦ χοροῦ Εὐριπίδου Φοίνισσαι πρὸς ἀντιδιαστολὴν τῶν ἑπτὰ ἐπὶ Θήβας Αἰσχύλου. ταύτῃ γὰρ τῇ ὑποθέσει κἀκεῖνος χρῆται ἐν τῷ δευτέρῳ. αὐτὰς δὲ τὰς παρθένους ἐκ Φοινίκης Ἀγηνορίδαι θυσίαν τῷ Ἀπόλλωνι ἔπεμψαν, αἵτινες καὶ πρὸς Δελφοὺς ἐρχόμεναι παρέβαλον ταῖς Θήβαις διὰ τὸ καὶ τὸν Κάδμον, ὡς ἔφημεν, ἐκ Φοινίκης εἶναι. καὶ καταλαβόντος τοῦ πολέμου ἠναγκάσθησαν μένειν αὐτόθι, μέχρις ἂν ἡ μάχη λωφήσῃ.

VI.

Part 1

Χρησμὸς δοθεὶς Λαΐῳ. Λάϊε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς; δώσω τοι φίλον υἱόν· ἀτὰρ τόδε σοι μόρος ἔσται, παιδὸς ἑοῦ χείρεσσι λιπεῖν φάος. ὣς γὰρ ἔνευσε Ζεὺς Κρονίδης Πέλοπος στυγεραῖς ἀραῖσι πιθήσας, οὗ φίλον ἥρπασας υἱόν· ὁ δ’ ηὔξατό σοι τάδε πάντα.

Τὸ τῆς Σφιγγὸς αἴνιγμα. Ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνὴ, καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον ὅσσ’ ἐπὶ γαῖαν ἑρπετὰ κινεῖται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον. ἀλλ’ ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.

Λάϊος ἀπὸ Θηβῶν παραγενόμενος κατὰ τὴν ὁδὸν ἐθεάσατο Χρύσιππον τὸν υἱὸν τοῦ Πέλοπος. τούτου ἐρασθεὶς ἡξίου αὐτὸν παραγενέσθαι εἰς Θήβας σὺν αὐτῷ. τοῦ δὲ μὴ τοῦτο ποιῆσαι βουληθέντος ἥρπασεν αὐτὸν ὁ Λάϊος λάθρα τοῦ ἑαυτοῦ πατρός. ἐπὶ πολὺ δὲ αὐτοῦ θρηνοῦντος διὰ τὴν τοῦ παιδὸς ἀπώλειαν ὕστερον ἔμαθε καὶ μαθὼν κατηράσατο τῷ αὐτὸν ἀνελόντι μὴ παιδοποιῆσαι· εἰ δὲ τοῦτο γένηται, ὑπὸ τοῦ τικτομένου ἀναιρεθῆναι.

ΔΗΜΗΤΡΙΟΥ ΤΡΙΚΛΙΝΟΥ ΠΕΡΙ ΜΕΤΡΩΝ ΤΩΝ ΦΟΙΝΙΣΣΩΝ.

Part 1

1.-87. Ἡ ΕΙΣΘΕΣΙΣ τοῦ δράματος ἐκ μονοστροφικῆς ἐστι περιόδου. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι πζ′, ὧν τελευταῖος τὸν αὐτὸν ἀεὶ δυστυχῆ καθεστάναι. ἐπὶ τῷ τέλει δὲ κορωνίς.

Part 1

88.-102. Σύστημα προκαταστατικὸν τῶν ἑξῆς ἀλλοιοστρόφων συστημάτων, στίχων ἰαμβικῶν τριμέτρων ιε′. ἐπὶ τῷ τέλει παράγραφος.

Part 1

103. 104. Τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, ἀνομοιόστροφα κυρίως, διὰ τὸ μὴ εἶναι κατὰ σχέσιν. καὶ εἰσὶ τῆς παρούσης στροφῆς τὰ κῶλα γ′. τὸ α′ παιωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παιώνων τετάρτων δύο καὶ σπονδείου. τὸ β′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, Γλυκώνειον ἐξ ἀντισπάστου καὶ διιάμβου. τὸ γ′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. ἐπὶ τῷ τέλει παράγραφος.

Part 1

105.-107. Κατὰ περικοπὴν ἴαμβοι γ′, εἶτα παράγραφος.

Part 1

108.-110. Ἡ δευτέρα αὕτη στροφὴ κώλων ἐστὶ γ′. τὸ α′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον Γλυκώνειον, ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου α′. τὸ β′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ γ′ τροχαϊκὸν πενθημιμερὲς, τοῦ α′ ποδὸς χορείου· εἰ δὲ βούλει, παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος δ′ καὶ σπονδείου. ἐπὶ τῷ τέλει παράγραφος.

Part 1

111. 112. Κατὰ περικοπὴν ἴαμβοι β′, εἶτα παράγραφος. Bar.

Part 1

113.-116. Ἡ τρίτη αὕτη στροφὴ κώλων ἐστὶ δ′. τὸ α′ δακτυλικὸν πενθημιμερές· εἰ δὲ βούλει, χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ σπονδείου. τὸ β′ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος α′ καὶ δακτύλου. τὸ γ′ προσοδιακὸν τρίμετρον καταληκτικὸν ἐκ χοριάμβου, ἰωνικοῦ ἀπὸ μείζονος καὶ κρητικοῦ. τὸ δ′ δακτυλικὸν πενθημιμερές· εἰ δὲ βούλει, χοριαμβικὸν καθαρὸν ἡμιόλιον. ἐπὶ τῷ τέλει παράγραφος.

Part 1

117. Κατὰ περικοπὴν ἴαμβοι β′, εἶτα παράγραφος. Bar.

Part 1

123. Κατὰ περικοπὴν ἴαμβοι δ′, εἶτα παράγραφος. Bar.

Part 1

127.-130. Ἡ πέμπτη αὕτη στροφὴ κώλων ἐστὶ ε′. τὸ α′ ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ὑπερκατάληκτον ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος, παίωνος β′ καὶ συλλαβῆς. τὸ β′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ γ′ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ δ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ε′ ἀναπαιστικὸν δίμετρον ἀκαταλήκτον· εἰ δὲ βούλει, προσοδιακὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου καὶ σπονδείου. ἐπὶ τῷ τέλει παράγραφος.

Part 1

131.-134. Κατὰ περικοπὴν ἴαμβοι δ′, εἶτα παράγραφος. B.

Part 1

135. Ἡ ἕκτη αὕτη στροφὴ κώλων ἐστὶ δ′. τὸ α′ δακτυλικὸν τετράμετρον, ἤτοι δίμοιρον ἔπους· τὰ γὰρ δ′ δίμοιρα τῶν ἕξ. τὸ β′ ὅμοιον ἑφθημιμερές. τὸ γ′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ′ καὶ ἰάμβου. τὸ δ′ ἴαμβος τρίμετρος. ἐπὶ τῷ τέλει παράγραφος.

Part 1

145.-149. Ἡ ἑβδόμη αὕτη στροφὴ κώλων ἐστὶ ε′. τὸ α′ ἴαμβος τρίμετρος. τὸ β′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον εἰς δισύλλαβον. τὸ γ′ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον. τὸ δ′ ὅμοιον τῷ πρώτῳ. τὸ ε′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον· εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάσσονος ἡμιόλιον ἐξ ἰωνικοῦ καὶ ἰάμβου. ἐπὶ τῷ τέλει παράγραφος.

Part 1

151.-153. Ἡ ὀγδόη αὕτη στροφὴ κώλων ἐστὶ δ′. τὸ α′ δακτυλικὸν τετράμετρον, ἤτοι δίμοιρον ἔπους. τὸ β′ ὅμοιον πενθημιμερές· εἰ δὲ βούλει τὸ ι′ βραχὺ, ἔστω παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος α′ καὶ ἀναπαίστου. τὸ γ′ ὅμοιον τῷ α′, καταληκτικὸν εἰς δισύλλαβον. τὸ δ′ προσοδιακὸν τρίμετρον βραχυκατάληκτον ἐκ χοριάμβου, παίωνος δ′ ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ σπονδείου. ἐπὶ τῷ τέλει παράγραφος. Bar.

Part 1

154. 155. Κατὰ περικοπὴν ἴαμβοι β′, εἶτα παράγραφος. Bar.

Part 1

156.-158. Ἡ ἐνάτη αὕτη στροφὴ κώλων ἐστὶ δ′. τὸ α′ χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ ἰάμβου· εἰ δὲ βούλει, τροχαϊκὸν πενθημιμερὲς, δακτύλου ἀρχομένου. τὸ β′ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος δ′ καὶ δακτύλου, ἢ κρητικοῦ διὰ τὴν ἀδιάφορον. τὸ γ′ ὅμοιον ἡμιόλιον. τὸ δ′ ἴαμβος τρίμετρος. ἐπὶ τῷ τέλει παράγραφος.

Part 1

159.-162. Κατὰ περικοπὴν ἴαμβοι δ′, εἶτα παράγραφος. Bar.

Part 1

163.-169. Ἡ δεκάτη αὕτη στροφὴ ἑτέρως μέν ἐστιν ἐσχηματισμένη, ὡς ἄνω τεθέντος τοῦ προσώπου, κώλων δέ ἐστιν η′. τὸ α′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ β′ ὅμοιον καταληκτικὸν εἰς δισύλλαβον. τὸ γ′ ὅμοιον πενθημιμερὲς ἐκ δύο προκελευσματικῶν, ἤτοι γ′ τριβραχέων. τὸ δ′ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ, τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β′ καὶ ἰάμβου. τὸ ε′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον ἐξ ἰάμβου καὶ ἀναπαίστου καὶ δύο χορείων· εἰ δὲ βούλει, ἰωνικὸν τρίμετρον καταληκτικὸν ἐκ παιώνων δευτέρου καὶ πρώτου, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ χορείου. τὸ ϛ′ τροχαϊκὸν τρίμετρον ὑπερκατάληκτον Στησιχόρειον. τὸ ζ′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ δύο ἀντισπάστων καὶ ἰάμβου. τὸ η′ ὅμοιον ἡμιόλιον. ἐπὶ τῷ τέλει παράγραφος.

Part 1

170.-174. Κατὰ περικοπὴν ἴαμβοι ε′, εἶτα παράγραφος. Bar.

Part 1

175.-179. Ἡ ἑνδεκάτη αὕτη στροφὴ ἑτέρως μέν ἐστιν ἐσχη ματισμένη κατὰ τὸ τέλος, κώλων δέ ἐστιν ἕξ. τὸ α′ δακτυλικὸν ἑφθημιμερές. τὸ β′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ ἐπιτρίτου α′. τὸ γ′ ὅμοιον καταληκτικόν· εἰ δὲ βούλει, δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ δ′ ὅμοιον ἐκ χοριάμβου καὶ ἀμφιβραχέος· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερές. τὸ ε′ ἰωνικὸν ἀπὸ μείζονος ἡμιόλιον· εἰ δὲ βούλει, ἰαμβικὸν πενθημιμερὲς, τοῦ β′ ποδὸς ἀναπαίστου. τὸ ϛ′ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος δ′ καὶ βακχείου. ἐπὶ τῷ τέλει παράγραφος.

Part 1

180.-182. Σύστημα κατὰ περικοπὴν ἴαμβοι γ′, εἶτα παράγράφος. τὸ παρὸν σύστημα ἄλλως ἐστὶν ἐσχηματισμένον, ὡς ἄνω τιθέντος τοῦ προσώπου. οὕτω δὲ χρὴ τὸν δεύτερον στίχον γράφειν, ὡς διωρθώθη παρ’ ἡμῶν, ἵν’ ᾖ τέλειος ἴαμβος, καὶ μὴ τὸ Καπανεὺς μόνον κείμενον εἴη, ὡς πολλαχοῦ εὕρηται. Bar.

Part 1

183.-192. Ἡ δωδεκάτη αὕτη στροφὴ κώλων ἐστὶ ιδ′. τὸ α′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος β′ καὶ ἰωνικοῦ. τὸ β′ ἰωνικὸν ἡμιόλιον ἐκ παίωνος δ′ καὶ σπονδείου· εἰ δὲ βούλει, ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ γ′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἰαμβικῆς συζυγίας, ἤτοι διιάμβου, ἀντισπάστου καὶ πυρριχίου, ἢ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ δ′ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος β′ ἀντὶ ἰωνικοῦ καὶ χοριάμβου. τὸ ε′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ϛ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ′ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐκ χοριάμβου, ἐπιτρίτου γ′ καὶ τροχαίου. τὸ η′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ὃ καλεῖται Σαπφικὸν, ἢ Ἱππωνάκτειον, ἐξ ἐπιτρίτου τετάρτου καὶ τρίτου καὶ συλλαβῆς. τὸ θ′ χοριαμβικὸν τρίμετρον καταληκτικὸν ἐξ ἐπιτρίτου πρώτου, χοριάμβου καὶ ἀμφιβραχέος. τὸ ι′ προσοδιακὸν τρίμετρον βραχυκατάληκτον. τὸ ια′ χοριαμβικὸν ἐκ χοριάμβου καὶ ἀναπαίστου· εἰ δὲ βούλει, δακτυλικὸν πενθημιμερές. τὸ ιβ′ χοριαμβικὸν ἐκ δύο χοριάμβων, καὶ πυρριχίου, ἢ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ ιγ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ ιδ′ ὅμοιον ἡμιόλιον· εἰ δὲ βούλει, δακτυλικὸν ὅμοιον τῷ ιβ′. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, δηλοῦσαι ὡς τέλος ἔσχε τὰ ἀνομοιόστροφα.

Part 1

193.-201. Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς ἐν ἐκθέσει στίχων ἰαμβικῶν τριμέτρων θ′. ἐπὶ τῷ τέλει κορωνὶς διὰ τὸ εἰσέρχεσθαι τὸν χορὸν καὶ ὑποχωρεῖν τοὺς ὑποκριτάς.

Part 1

202.-238. Τὰ παρόντα εἴδη ἑτέρως εἰσὶν ἐσχηματισμένα· τὰ μὲν γάρ εἰσι μονοστροφικὰ [καὶ μερικὰ] κατὰ σχέσιν ἄτακτα, καὶ συστηματικὰ ἐξ ἀνομοίων κατὰ περιορισμοὺς ἀνίσους. εἰσὶ δὲ τὰ κατὰ σχέσιν μιᾶς στροφῆς. εἰσὶ γοῦν τῆς μονοστρόφου στροφῆς τὰ κῶλα λϛ′. τὸ α′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου πεντασυλλάβου, διαλελυμένης τῆς πρώτης μακρᾶς εἰς δύο βραχείας, καὶ διιάμβου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος τετάρτου καὶ τρίτου, ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, καὶ συλλαβῆς. τὸ β′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον· εἰ δὲ βούλει, περίοδος ἐκ τροχαϊκῆς καὶ ἰαμβικῆς συζυγίας. τὸ γ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν, Φερεκράτειον, ἐξ ἐπιτρίτου τετάρτου καὶ βακχείου. τὸ δ’ ὅμοιον ἐκ δισπονδείου καὶ βακχείου. τὸ ε′ ἰωνικὸν ἀπ’ ἐλάττονος τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος τετάρτου καὶ τρίτου καὶ ἰάμβου· εἰ δὲ βούλει, ἀναπαιστικὸν ἑφθημιμερὲς ἐκ χορείου καὶ δακτύλων. τὸ ϛ′ ἰωνικὸν δίμετρον καταληκτικὸν ἐκ διτροχαίου καὶ βακχείου. τὸ ζ′ ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου καὶ τρίτου, ἢ ἰωνικοῦ, διὰ τὴν ἀδιάφορον. τὸ η′ προσοδιακὸν τρίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ ἀπ’ ἐλάσσονος, χοριάμβου καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ θ′ ἀναπαιστικὸν δίμετρον ὑπερκατάληκτον, τοῦ τετάρτου ποδὸς χορείου. τὸ ι′ ὅμοιον δίμετρον ἀκατάληκτον, τοῦ δευτέρου ποδὸς ἰάμβου. τὸ ια′ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ἐκ διάμβου, ἐπιτρίτου τετάρτου καὶ ἀμφιβάρχεος. τὸ ιβ′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ὑπερκατάληκτον ἐξ ἰωνικοῦ, ἐπιτρίτου τετάρτου καὶ συλλαβῆς. τὸ ιγ′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου καὶ διιάμβου. τὸ ιδ′ ὅμοιον τῷ γ′. τὸ ιε′ ὅμοιον ἐξ ἐπιτρίτου τρίτου καὶ ἀναπαίστου· εἰ δὲ βούλει, ἰαμβικὸν δίμετρον βραχυκατάληκτον, τοῦ τρίτου ποδὸς ἀναπαίστου. τὸ ιϛ′ ὅμοιον τῷ α′. τὸ ιζ′ ὅμοιον τῷ γ′. τὸ ιη′ δακτυλικὸν τετράμετρον, ἤτοι δίμοιρον ἔπους. ἔστι δὲ ἀκέφαλον, διὰ τὸ ἐκ βραχείας ἄρχεσθαι. τὸ ιθ′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ κ′ ὅμοιον τῷ α′. τὸ κα′ ὅμοιον κατὰ πάντα. τὸ κβ′ ὅμοιον τῷ ιγ′. τὸ κγ′ ὅμοιον τῷ γ′. τὸ κδ′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου πρώτου καὶ διιάμβου καὶ συλλαβῆς. τὸ κε′ ὅμοιον τῷ α′. τὸ κϛ′ ὅμοιον τῷ γ′. τὸ κζ′ προσοδιακὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου, χοριάμβου καὶ σπονδείου. τὸ κη′ χοριαμβικὸν μονόμετρον ὑπερκατάληκτον· εἰ δὲ βούλει, ἀναπαιστικὴ βάσις. τὸ κθ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου καὶ διτροχαίου. τὸ λ′ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, καὶ διτροχαίου. τὸ λα′ ὅμοιον ἐκ δισπονδείου καὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος κατὰ συνίζησιν. τὸ λβ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ δευτέρου ποδὸς πεντασυλλάβου διὰ τὴν ἀδιάφορον. τὸ λγ′ ὅμοιον τῷ λα′, ἐξ ἐπιτρίτου πρώτου καὶ ἰωνικοῦ κατὰ συνίζησιν. τὸ λδ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ διιάμβου καὶ χοριάμβου διὰ τὴν ἀδιάφορον. τὸ λε′ ὅμοιον τῷ ιη′. τὸ δὲ λϛ′ ἰωνικὸν ἀπὸ μείζονος ἡμιόλιον ἐξ ἰωνικοῦ καὶ τροχαίου· εἰ δὲ βούλει, ἀναπαιστικὸν πενθημιμερές. ταῦτά ἐστι τῆς μονοστρόφου στροφῆς τὰ κῶλα.

Part 1

239.–260. Τῆς δὲ κατὰ σχέσιν στροφῆς εἰσιν ια′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. εἰσὶ δὲ τὸ μὲν θ′ καὶ τὸ ια′ τροχαϊκὰ δίμετρα καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ, ἃ καλεῖται κυρίως Εὐριπίδεια, ἢ ληκύθια, τὸ δὲ ι′ ὅμοιον τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. τὸ μέντοι τῆς ἀντιστροφῆς ἔνατον κῶλον οὐ καλῶς ἔχον διωρθώθη παρ’ ἡμῶν, καὶ ἔχει τὸν δ′ καὶ τὸν β′ πόδα χορείους. ἐχρήσατο δὲ τῷ τροχαϊκῷ ἐνταῦθα μέτρῳ διὰ τὸ τοὺς πολεμίους καὶ σφοδρῶς ἐπελθεῖν ὁρμαῖς καὶ συνεχέσι δρόμοις τὰ ἐκτὸς ληΐζεσθαι διὸ καὶ τὸ θούριος μολὼν Ἄρης ἔφη. ἐπὶ ταῖς ἀποθέσεσι τῆς μονο στρόφου στροφῆς τῶν συστημάτων καὶ ἐπὶ τῷ ϛ′ τῆς κατά σχέσιν στροφῆς παράγραφος, ἐπὶ δὲ τῷ τῆς ἀντιστροφῆς κορωνίς.

Ἰστέον δὲ ὅτι τῷ τοιούτῳ χρῶνται οἱ ποιηταὶ σχηματισμῷ ἐν τοῖς χοροῖς, τὰ μὲν μονοστρόφως καὶ κατὰ συστήματα ἐκφέροντες, τὰ δὲ κατὰ σχέσιν, ὅτε διηγηματικὸν ποιοῦσι τὸν λόγον. τούτου τοῦ σχήματός ἐστι παρὰ μὲν Σοφοκλεῖ τὸ Τελαμώνιε παῖ τῆς ἀμφιῥυτοῦ Σαλαμῖνος ἐν Αἴαντι, παρὰ δὲ Αἰσχύλῳ ἐν ἑπτὰ ἐπὶ Θήβαις τὸ θρέομαι φοβερὰ μεγάλ’ ἄχη. ἐν δ’ Ἀγαμέμνονι ὀνομαζομένῳ δράματι αὐτοῦ τὸ δέκατον μὲν ἔτος τόδ’, ἐπεὶ Πριάμου μέγας ἀντίδικος Μενέλαος ἄναξ. Bar.

Part 1

291.–300. Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων καὶ κώλων ι′. ὁ α′ καὶ ὁ β′ ἴαμβοι τρίμετροι. τὸ γ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ πρώτου ποδὸς χορείου. τὸ δ′ ἰαμβικὸν τρίμετρον καταληκτικόν. τὸ ε′ ἐκ διιάμβου, ἐπιτρίτου δευτέρου καὶ βακχείου. τὸ ϛ′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, ἐκ δύο ἀντισπάστων, τοῦ πρώτου καθαροῦ, τοῦ δευτέρου ἑξαβράχεος. τὸ ζ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον, τοῦ πρώτου ποδὸς χορείου. τὸ η′ ἀντισπαστικὸν δίμετρον, ὅμοιον τῷ ϛ′, ἐξ ἀντισπάστου καὶ διτροχαίου. τὸ θ′. . . ἐκ παίωνος τρίτου καὶ ἰωνικοῦ, διὰ τὴν ἀδιάφορον. τὸ ι′ ἀσυνάρτητον ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκῆς πενθημιμεροῦς. ἐπὶ τῷ τέλει παράγραφος.

Part 1

301.–354. Τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, μονόστροφα καὶ μετρικὰ ἄτακτα καὶ συστηματικὰ ἐξ ἀνομοίων κατὰ περιορισμοὺς ἀνίσους. ἔστιν οὖν ἡ παροῦσα στροφὴ κώλων νη′. τὸ α′ ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ β′ ἰαμβικὸν ῾εφθημιμερές. τὸ γ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου καὶ χοριάμβου· εἰ δὲ βούλει ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ δ′ ἰωνικὸν ἡμιόλιον, ἐξ ἐπιτρίτου τρίτου καὶ ἰωνικοῦ ἡμίσεος· εἰ δὲ βούλει, ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ε′ ἰαμβικὴ βάσις. τὸ ϛ′ ἴαμβος τρίμετρος, ὅμοιος τῷ α′. τὸ ζ′ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον ἐκ διιάμβου, παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, καὶ συλλαβῆς· εἰ δὲ βούλει, περίοδος ἐξ ἰαμβικῆς καὶ τροχαϊκῆς συζυγίας. ἔχει δὲ ἡ τροχαϊκὴ συζυγία τὸν πρῶτον πόδα χορεῖον. τὸ η′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον, ἢ ληκύθιον. τὸ θ′ ἰαμβικὸν ἑφθημιμερές. τὸ ι′ χοριαμβικὸν τρίμετρον καταληκτικὸν ἐκ διτροχαίου, χοριάμβου καὶ βακχείου· εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάττονος. τὸ γὰρ κῦ καὶ βραχὺ παρ’ Ὁμήρῳ εὕρηται κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης. τὸ ια′ ἰωνικὸν ἀπ’ ἐλάττονος τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ, ἐπιτρίτου τρίτου καὶ ἰάμβου. τὸ ιβ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιγ′ ἰαμβικὸν τρίμετρον ὅμοιον τῷ α′. τὸ ιδ′ καὶ ιε′, ὅμοια τῷ β′ ἰαμβικά. τὸ ιϛ′ τροχαῖκὸν, ὅμοιον τῷ η′, τοῦ πρώτου ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ καὶ διιάμβου. τὸ ιζ′ ἰαμβικὸν, ὅμοιον τῷ β′. τὸ ιη′ ἰωνικὸν, ὅμοιον τῷ ιϛ′, ἐκ παίωνος τετάρτου καὶ διτροχαίου. τὸ ιθ′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου τρίτου. τὸ κ′ ἰαμβικὴ βάσις, ὅμοιον τῷ ε′. τὸ κα′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἀντισπάστου, ἐπιτρίτου πεντασυλλάβου καὶ ἰάμβου, διὰ τὸ ἀδιάφορον· εἰ δὲ βούλει, καταληκτικὸν ἐξ ἀντισπάστου, παίωνος πρώτου καὶ δακτύλου. τὸ κβ′ ἰωνικὸν τρίμετρον καταληκτικὸν ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, διιάμβου καὶ μολοσσοῦ. τὸ κγ′ καὶ κδ′ τροχαϊκὰ ἰθυφαλλικά. τὸ κε′ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου, ἀντισπάστου καὶ διιάμβου. τὸ κϛ′ ὅμοιον, ἐξ ἀντισπάστου πεντασυλλάβου καὶ διιάμβου καὶ ἐπιτρίτου τρίτου. τὸ κζ′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· εἰ δὲ βούλει, ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἀντισπάστου, ἐπιτρίτου πρώτου καὶ τροχαίου. τὸ κη′ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος δευτέρου ἀντὶ ἰωνικοῦ, καὶ χοριάμβου. τὸ κθ′ ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος δευτέρου ἀντὶ ἰωνικοῦ καὶ διιάμβου. τὸ λ′ ἴαμβος τρίμετρος. τὸ λα′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου καὶ κρητικοῦ, ἤτοι ἀμφιμάκρου. τὸ λβ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, ἴαμβον ἔχον τὸν τέταρτον πόδα. ἔοικε δὲ εἶναι καὶ τοῦτο Στησιχόρειον σὺν τῷ Πινδαρικῷ ἔθει. τὸ λγ′ ἰωνικὸν δίμετρον καταληκτικὸν, ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ δακτύλου. τὸ λδ′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν ἐξ ἰωνικοῦ, διτροχαίου καὶ κρητικοῦ. τὸ λε′ ἰαμβικὸν ὅμοιον τῷ ιβ′. τὸ λϛ′ ὅμοιον. τὸ λζ′ ὅμοιον τῷ λα′. τὸ λη′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου πεντασυλλάβου καὶ ἑτέρου καθαροῦ διὰ τὴν κοινὴν, ἢ ἐπιτρίτου τρίτου. τὸ λθ′ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ ἐπιτρίτου τρίτου. τὸ μ′ ἴαμβος τρίμετρος, ὅμοιος τῷ α′. τὸ μα′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον· λείπεται γὰρ ὅλου ποδὸς εἰς τὸ εἶναι τρίμετρον. τὸ μβ′, τὸ μγ′ καὶ τὸ μδ′ καὶ τὸ με′ ἰαμβικὰ, ὅμοια τῷ ιβ′. τὸ μϛ′ ὅμοιον ἑφθημιμερές. τὸ μζ′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἀντισπάστου, ἐπιτρίτου πεντασυλλάβου καὶ ἰάμβου. τὸ μη′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος τετάρτου καὶ ἰάμβου· εἰ δὲ βούλει, τροχαϊκὸν πενθημιμερὲς, τοῦ πρώτου ποδὸς χορείου. τὸ μθ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου δευτέρου καὶ χοριάμβου πεντασυλλάβου. τὸ ν′ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου, ἀντισπάστου καὶ ἐπιτρίτου πρώτου· εἰ δὲ βούλει, ἰωνικὸν τρίμετρον καταληκτικὸν ἐκ διτροχαίου πεντασυλλάβου, ἰωνικοῦ ἀπὸ μείζονος καὶ μολοσσοῦ. τὸ να′ χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ ἰάμβου. τὸ νβ′ τροχαϊκὸν ἑφθημιμερὲς, τοῦ πρώτου ποδὸς χορείου, ἤτοι τριβράχεος. τὸ νγ′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἐπιτρίτου πρώτου καὶ τρίτου καὶ σπονδείου. τὸ νδ′ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος δευτέρου ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, χοριάμβου καὶ συλλαβῆς· εἰ δὲ βούλει, ἀναπαιστικὸν ἑφθημιμερὲς, ἰάμβου ἀρχομένου. τὸ νε′ δακτυλικὸν τετράμετρον ἤτοι δίμοιρον ἔπους. τὸ νϛ′ δακτυλικὸν πενθημιμερές· εἰ δὲ βούλει, χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ νζ′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ νη′ ἰωνικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου, δευτέρου, καὶ διιάμβου. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει τῆς στροφῆς κορωνίς.

Part 1

355.–587. Αἱ περίοδοι αὗται στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων σγλ′, ὧν ὁ τελευταῖος καὶ ξύμβασίν τιν’ Οἰδίπου τέκνοις δότε. ἐπὶ δὲ τῷ τέλει ὁμοίως παράγραφος· οὐ γὰρ ἐξῆλθον οἱ ὑποκριταί. Bar.

Part 1

588.-637. Τροχαϊκοὶ στίχοι τετράμετροι ν′, ὧν τελευταῖος ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον. ἐπὶ τῷ τέλει κορωνίς. ἐχρήσατο δὲ ἐνταῦθα τῷ τροχαϊκῷ μέτρῳ διὰ τὸ μετὰ ὀργῆς καὶ ὁρμῆς τινος καὶ σπουδῆς εἰσιέναι τὸν Ἐτεοκλέα. Bar.

Part 1

638.-675. Τὰ τοιαῦτα εἴδη τοῦ χοροῦ καλεῖται ἐπῳδικὰ, ὡς εἴρηται. εἰσὶ δὲ τὰ παρόντα τριὰς ἐπῳδική. τὰ κῶλα δὲ τῆς μὲν στροφῆς κ′, καὶ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος α′ ἀντὶ ἰωνικοῦ καὶ διιάμβου· εἰ δὲ βούλει, τροχαϊκὸν ἑφθημιμερὲς, τοῦ δευτέρου ποδὸς χορείου. ἐχρήσατο τῷ τοιούτῳ μέτρῳ ἐνταῦθα διὰ τὴν τοῦ Κάδμου κίνησιν. τὸ β′ ὅμοιον ἱωνικὸν ἀπ’ ἐλάττονος ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ, καὶ διιάμβου· εἰ δὲ βούλει, τροχαϊκὸν ἑφθημιμερὲς, τοῦ πρώτου ποδὸς χορείου. τὸ γ′ ὅμοιον τῷ α′ δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος πρώτου, ἀντὶ ἰωνικοῦ, ἐπιτρίτου τρίτου καὶ συλλαβῆς· εἰ δὲ βούλει, τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ δευτέρου ποδὸς ἀναπαίστου. τὸ δ′ ὅμοιον τῷ β′, δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ, διιάμβου καὶ συλλαβῆς. τὸ ε′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον χορεῖον ἔχει τὸν πρῶτον πόδα. τὸ ϛ′ ὅμοιον τῷ β′. τὸ ζ′ ἰωνικὸν ἀπὸ μείζονος, ὅμοιον τῷ α′, ἐξ ἰωνικοῦ πεντασυλλάβου καὶ διτροχαίου. τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς τὸν μὲν πρῶτον ἔχει πόδα διτροχαῖον, τὸν δὲ δεύτερον ἐπίτριτον τρίτον. τὸ η′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον ἐκ τροχαίου καὶ χορείων. τὸ θ′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ ι′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ια′ τροχαϊκὸν καθαρὸν πενθημιμερές. τὸ ιβ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ πρώτου ποδὸς χορείου. τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον καθαρόν ἐστι. τὸ ιγ′ καὶ ιδ′ τροχαϊκὸν Εὐριπίδειον. τὸ ιε′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ τρίτου ποδὸς χορείου. τὸ ιϛ′ ὅμοιον καθαρὸν ἰαμβικόν. τὸ ιζ′ ἴαμβος καθαρὸς τρίμετρος. τὸ ιη′ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἰθυφαλλικόν. τὸ ιθ′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον ἐκ διτροχαίου καὶ ἐπιτρίτου τετάρτου. τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον ἐπίτριτον τρίτον ἔχει τὸν δεύτερον πόδα. τὸ κ′ τροχαϊκὸν ἰθυφαλλικόν. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος.

Part 1

676.-689. Τῆς ἐπῳδῆς ταύτης τὰ κῶλα ιϛ′. τὸ α′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ β′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ γ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ πρώτου ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ, διιάμβου καὶ συλλαβῆς. τὸ δ′ τροχαϊκὸν πενθημιμερὲς ἐκ χορείων δύο καὶ συλλαβῆς. τὸ ε′ ὅμοιον τροχαϊκὸν πενθημιμερὲς καθαρόν. τὸ ϛ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν Φερεκράτειον, ἐξ ἀντισπάστου καὶ κρητικοῦ· εἰ δὲ βούλει, τροχαϊκὸν ἑφθημιμερὲς, ἰάμβου ἀρχομένου. τὸ ζ′, τὸ η′, τὸ θ′, τὸ ι′, ὅμοια τῷ α′, τροχαϊκὰ Εὐριπίδεια. τὸ ια′ ὅμοιον τῷ ε′. τὸ ιβ′ ἰαμβικὸν πενθημιμερές. τὸ ιγ′ ἰαμβικὸν ὅμοιον τῷ β′. τὸ ιδ’ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον. τὸ ιε′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον καθαρόν. τὸ ιϛ′ τροχαϊκὸν Εὐριπίδειον, ὅμοιον τῷ α′. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος.

Part 1

690.-783. Αἱ συστηματικαὶ αὗται περίοδοι καὶ οἱ ἑξῆς ἀμοιβαῖοι στίχοι ἰαμβικοί εἰσι τρίμετροι ἀκατάληκτοι κδ′, ὧν τελευταῖος προσευξόμεσθα τήνδε διασῶσαι πόλιν. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.

Part 1

784.-817. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται τριὰς ἐπῳδικὴ, ὡς εἴρηται. οὕτω δὲ χρὴ γράφειν τά τε κῶλα καὶ τοὺς στίχους ὡς διωρθώθη παρ’ ἐμοῦ· ἀτάκτως γὰρ ἦσαν καὶ ἀναρμόστως ἐν τοῖς ἀντιγράφοις κείμενα, καὶ πολύν μοι παρέσχον πόνον εἰς τάξιν ταῦτα καὶ ἁρμονίαν μετενεγκεῖν. τὰ μὲν γὰρ ἦσαν δακτυλικὰ, τὰ δὲ ἀναπαιστικὰ κῶλα, οὐ μὴν δὲ καὶ κατὰ λόγον κείμενα. ἀλλ’ εἴ τις ὀρθῶς λογίζοιτο, καλῶς ἂν εὕρῃ ταῦτα διορθωθέντα. ἔστι τοίνυν τῆς στροφῆς τὰ κῶλα καὶ οἱ στίχοι ιζ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τὰ πάντα μέντοι δακτυλικά. τὸ α′ τετράμετρον ἀκατάληκτον· κατὰ γὰρ μονοποδίαν μετρεῖται τὰ δακτυλικά. ὁ β′ καὶ ὁ γ′ καὶ ὁ δ′ ἑξάμετροι. τὸ ε′ ὅμοιον τῷ α′. ὁ ϛ′, ὁ ζ′, ὁ η′ καὶ ὁ θ′ πάλιν ἑξάμετροι. τὸ ι′ ὅμοιον τῷ α′. τὸ ια′ ἑξάμετρον, τὸ ιβ′ δίμετρον, τὸ ιγ′, τὸ ιδ′, τὸ ιε′ καὶ τὸ ιϛ′ ὅμοια τῷ α′. τὸ ιζ′ ἑφθημιμερές. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος.

Part 1

834.-1018. Αἱ ἑξῆς αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρπ′, ὧν τελευταῖος πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.

Part 1

1019-1066. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται, ὡς εἴρηται, κατὰ σχέσιν· ἔστι δὲ τὸ ᾆσμα στροφῆς μιᾶς, εἰσὶ δὲ τὰ κῶλα τῆς στροφῆς κδ’, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ ά σύνθετον, ἤτοι ἀσυνάρτητον, ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκοῦ διμέτρου ἀκαταλήκτου. ἥνωσε δὲ ταῦτα ἐνταῦθα, ὡς ἐμοὶ δοκεῖ, δυοῖν ἕνεκα, κινήσεώς φημι καὶ στάσεως· ὡς μὲν γὰρ ἐξ ὄρους φοιτώσης τῆς Σφιγγὸς, τῷ τροχαϊκῷ ἐχρήσατο μέτρῳ, ὡς δ’ ἐν τοῖς τείχεσι καθημένης καὶ φθεγγομένης, ὅπερ στάσεώς ἐστι, τῷ ἰαμβικῷ· καὶ ἐν τοῖς ἑξῆς δὲ τούτοις τοῖς μέτροις διῃρημένως ἐχρήσατο. τὸ β′ τροχαϊκὸν ἰθυφαλλικὸν, ἤτοι δίμετρον βραχυκατάληκτον. τὸ γ′ ἀντισπαστικὸν ἡμιόλιον ἐκ δισπονδείου καὶ ἡμίσεος ἀντισπάστου, ἤτοι ἰάμβου. τὸ δ’ ἰαμβικὸν καθαρὸν δίμετρον ἀκατάληκτον. τὸ ε′ σύνθετον ἐκ δύο τροχαϊκῶν πενθημιμερῶν· εἰ δὲ βούλει, ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐκ διτροχαίου, ἐπιτρίτου τρίτου καὶ ἰάμβου, ἢ πυρριχίου. τὸ ϛ′ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον ἐκ διτροχαίου, ἐπιτρίτου τετάρτου καὶ συλλαβῆς. τὸ ζ′ ὅμοιον, ἐξ ἐπιτρίτων πρώτου καὶ τετάρτου καὶ συλλαβῆς. τὸ ή ἰαμβικὸν ἑφθημιμερές. τὸ θ′ καὶ ί ἰθυφαλλικὰ, τοῦ πρώτου ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὰ δίμετρα καταληκτικὰ ἐκ παίωνος τετάρτου καὶ ἀμφιβράχεος. τὸ ιά τροχαϊκὸν δίμετρον ἀκατάληκτον ἐκ δ’ χορείων. τὸ ιβ’ ὅμοιον ἑφθημιμερὲς Εὐριπίδειον, τοῦ πρώτου καὶ δευτέρου ποδὸς χορείου. τὸ ιγ′ τροχαϊκὸν ἰθυφαλλικὸν καθαρόν. τὸ ιδ′ καὶ ιέ ἰαμβικὰ ὅμοια τῷ δ’. τὸ ις′ ὅμοιον τῷ ιγ′. τὸ ιζ′ καὶ ιή ὅμοια τῷ δ’ ἰαμβικά. ἐλλιπῆ δὲ ὄντα τὰ κῶλα πρὸς τὰ τῆς ἀντιστροφῆς ἀνεπληρώθη παρ’ ἐμοῦ ὁμοίαις λέξεσι. τὸ ιθ′ τροχαϊκὸν καθαρὸν δίμετρον ἀκατάληκτον. τὸ κ′ τροχαϊκὸν ἑφθημιμερὲς τοῦ πρώτου ποδὸς χορείου. τὸ κά ἰθυφαλλικόν. τὸ κβ′ ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου τετάρτου καὶ παίωνος πρώτου. τὸ τῆς στροφῆς δὲ κῶλον πεντασύλλαβον ἔχει τὸν ἐπίτριτον. τὸ κγ′ ἰωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος δευτέρου καὶ κρητικοῦ. τὸ τῆς στροφῆς δὲ κῶλον ἐν μὲν τῷ πρώτῳ ποδὶ συνίζησιν ἔχει, ἐν δὲ τῷ δευτέρῳ ἀντὶ τοῦ κρητικοῦ ἀμφίβραχυν. τὸ κδ’ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνὶς μόνη.

Part 1

1067.-1282. Αἱ ἑξῆς αὗται περίδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων σιέ, ὧν τελευταῖος θανοῦσα δ’ αὐτοῖς συνθανοῦσα κείσομαι. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.

Part 1

1283.-1307. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται, ὡς εἴρηται, κατὰ σχέσιν. ἔστι δὲ τὸ παρὸν ᾆσμα μιᾶς στροφῆς, τὰ κῶλα δὲ τῆς μὲν στροφῆς ιέ, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ ά…

Part 1

13…

The complete text is available when the reading interface loads.