The Greek Library Catalogue

Anonymous

Excerpta e prolegomenis in librum $1PERI\ STA/SEWN

Edition reference
Excerpta e prolegomenis in librum περὶ στάσεων (e cod. Paris. 3032, fol. 143r–149r), ed. Rabe, op. cit., 228–237.
CTS identifier
urn:cts:greekLit:tlg5024.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

14

233

Ὅτι ὁ Πλάτων ἐριστικῶς ὁρίζεται τὴν χρηστὴν παρα-

σκευὴν ἤγουν τὴν ἀρετήν, ἥτις ὁρᾶται περὶ ψυχὴν καὶ

σῶμα. καὶ τὸ μὲν περὶ ψυχὴν μέρος ἐκάλεσεν πολιτι-

κήν, τὸ δὲ περὶ τὸ σῶμα εἴασεν. διαιρεῖ δὲ τὸ περὶ ψυ-

χὴν μέρος εἰς νομοθετικὴν καὶ δικαστικήν, τὸ δὲ περὶ

τὸ σῶμα εἰς γυμναστικὴν καὶ ἰατρικήν. πλὴν 〈τὴν〉

ἀντικειμένην ταύτῃ κακίαν λέγει φαύλην παρασκευήν,

ἥτις μιμεῖται τὴν χρηστὴν παρασκευὴν καὶ ὁρᾶται καὶ

αὐτὴ περὶ ψυχὴν καὶ σῶμα. καὶ τὸ περὶ ψυχὴν μέρος

διαιρεῖται εἰς σοφιστικὴν καὶ ῥητορικήν, τὸ δὲ περὶ τὸ

σῶμα διαιρεῖται εἰς κομμωτικὴν καὶ μαγειρικήν, ἀλλ'

οὐ ποιεῖ ταύτην τὴν ῥητορικὴν τὴν ἀπὸ τῆς φαύλης

παρασκευῆς.

Ὅτι τὸ ταὐτὸν γίνεται κατὰ τέσσαρας τρό-

πους· ἀπὸ ὕλης, ἀπὸ εἴδους, ἀπὸ ὀργάνου, ἀπὸ τοῦ

τέλους. Ὅτι τὸ ὅμοιον κατά τι ἐλλείπει, τὸ δὲ ταὐτὸ

οὐδαμῶς.

Ὅτι ἔνδοξα λήμματα τὰς ὁμολογουμένας φησὶ προ-

τάσεις.

Ῥητορική ἐστι κατὰ Ἀριστείδην σοφία δύναμιν ἐν

λόγοις ἔχουσα.

Ὅτι ὁ Πλάτων τρεῖς φησι ῥητορικάς, ἀλη-

θευτικήν, κολακευτικήν, μικτήν.

Συλλογισμός ἐστι 〈λόγος〉, ἐν ᾧ τεθέντων

234

τινῶν ἕτερόν τι ἐξ ἀνάγκης ἕπεται 〈παρὰ〉 τὰ προτε-

θέντα.

Ἐπαγωγή ἐστι λόγος ἐκ τῶν μερικῶν τὰ καθόλου

πιστούμενος.

Ἐνθύμημά ἐστιν ἀτελὴς συλλογισμός· τελείοις γὰρ

τούτοις χρῆσθαι οἱ ῥήτορες οὐ δύνανται· τοῦτο γὰρ

ποιοῦντες δοκοῦσί τινι κακίᾳ καὶ δεινότητι καταναγκά-

ζειν 〈ἀλλ' οὐ〉 πείθειν τοὺς ἀκροατάς, ἀεὶ δὲ μονολημ-

μάτους ἢ διλημμάτους φέρουσι τοὺς συλλογισμοὺς οἱ

ῥήτορες οὐκ ἐπάγοντες τὸ συμπέρασμα.

Παράδειγμα δέ ἐστιν ἡ τοῦ ὁμοίου παράθεσις.

Ῥητορική ἐστι κατὰ Ἑρμαγόραν τέχνη περὶ λόγου

δύναμιν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πεί-

θειν.

Ὅτι ἀπὸ τριῶν τὸ εἶδος χαρακτηρίζεται, ἀπὸ τόπου

καὶ προσώπου καὶ τέλους. καὶ εἶδος λέγεται αὐτὸς ὁ

σκοπὸς τοῦ ῥήτορος· ἰδέα λέγεται, οἷον 〈εἰ〉 ληφθῇ ἢ

τὸ πανηγυρικὸν ἢ τὸ δικανικὸν ἢ τὸ συμβουλευτικὸν

οὐχ ὥσπερ σκοπὸς τοῦ ῥήτορος ἀλλὰ πρὸς κατασκευὴν

τοῦ σκοποῦ ὡς ὕλη. δεῖ οὖν λέγειν, ὅτι εἶδος εἴδει οὐκ

ἐμπίπτει ἀλλ' ἰδέα ἐν εἴδει· τὸ γὰρ ἐμπῖπτον οὐ χαρα-

κτηρίζεται τοῖς τρισὶν ἐκείνοις. ἰδέαν δὲ λέγομεν νῦν

〈οὐ〉 τὴν περὶ τὴν σύνθεσιν τῶν λέξεων καὶ φράσιν

καταγινομένην (ἐκείνη γὰρ ἑπταχῶς λέγεται), ἀλλὰ ταύ-

την, καθ' ἣν ἕτερον εἶδος κατασκευάζεται ἀπὸ ὕλης

ἑτέρας.

Ὅτι συμπροῆλθε τῇ ψυχῇ τοῦ ἀνθρώπου ἡ ῥητορική·

τὸ γὰρ συμβουλευτικὸν ἀπονέμουσι τῷ λογικῷ, τὸ δὲ

δικανικὸν τῷ θυμικῷ, τὸ δὲ πανηγυρικὸν τῷ ἐπιθυμη-

235

τικῷ. Θυμὸς κατὰ Ἀριστοτέλην ζέσις τοῦ περὶ τὴν

καρδίαν αἵματος δι' ὄρεξιν ἀντιλυπήσεως.

Ὅτι ὁ Ἀριστοτέλης διαιρεῖ τὴν ῥητορικὴν οὕτως· ὁ

ἀκροατὴς ἢ θεωρός ἐστι καὶ ποιεῖ τὸ πανηγυρικόν, ἢ

κριτής· καὶ εἰ κριτής, ἢ περὶ παρεληλυθότων καὶ ποιεῖ

τὸ δικανικὸν ἢ περὶ μελλόντων καὶ ποιεῖ τὸ συμβου-

λευτικόν.

Ἔργα ῥήτορος γʹ· νόησις, εὕρεσις, διά-

θεσις.

Ὅτι ὁ Πλάτων δύο ψυχογονίαι φησὶν εἰσὶν ἐν τῷ

Τιμαίῳ καὶ δύο σωματογονίαι, καὶ τὴν μὲν μίαν ψυχο-

γονίαν καὶ σωματογονίαν καλεῖ ἄνθρωπον, 〈τὸν〉 μι-

κρὸν κόσμον, τὴν δὲ ἄλλην τοῦτο τὸ πᾶν, τουτέστι τὸν

μέγαν κόσμον.

Ὅτι τὸ δικανικὸν εἶδος τελείως στασιάζεται, τὸ δὲ

πανηγυρικὸν τελείως οὐ στασιάζεται, τὸ δὲ συμβουλευ-

τικὸν καὶ στασιάζεται καὶ οὐ στασιάζεται· τοῦτο γὰρ

διαιρεῖται εἰς παραίνεσιν καὶ ὁμωνύμως τῷ γένει πάλιν

εἰς συμβουλευτικόν, καὶ τὸ μὲν συμβουλευτικὸν στασιά-

ζεται, τὸ δὲ παραινετικὸν οὐ στασιάζεται.

Ὅτι τῆς νοήσεως στοιχεῖά εἰσι δʹ· πρῶτον

τὸ διακρίνειν τὸ προταθὲν πρόβλημα, εἰ ἔστι τῆς ῥητο-

ρικῆς· καὶ δεύτερον εἰ στασιάζεται ἢ οὐ στασιάζεται,

εἰ συνίσταται ἢ οὐ συνίσταται τὸ ζήτημα· τρίτον ζη-

τοῦμεν, ὑπὸ ποῖον εἶδος ἀνάγεται· τέταρτον ὑπὸ ποίαν

στάσιν ἀνάγεται.

236

Εὕρεσις δέ ἐστιν ἐπίνοια τῶν πιθανῶς προσ-

όντων τοῖς προκειμένοις προβλήμασιν ὀνομάτων τε

καὶ νοημάτων. Ὅτι νοήματά εἰσιν ἐνθυμηματικὰ καὶ

παραδειγματικὰ καὶ τούτοις ἀδιαφόρως κέχρηνται οἱ

ῥήτορες, τὸ ἓν πρῶτον τοῦ ἑτέρου, ὡς δἂν λάχῃ. περὶ

δὲ τὰς λέξεις καταγίνεται ἡ εὕρεσις πρὸς τὸ εὑρεῖν ἐπι-

τηδείας λέξεις καὶ πεποιημένας πρὸς τὸ πρόσωπον τὸ

ὑποκείμενον.

Ὅτι ἡ διάθεσις διττή· ὁρᾶται γὰρ περὶ

λέξιν καὶ περὶ νόημα. καὶ περὶ λέξεως μὲν Ἑρμογένης

λέγει ἐν τῷ Περὶ ἰδεῶν καὶ Διονύσιος ἐν τῷ Περὶ συνθέ-

σεως ὀνομάτων. τὸ δὲ περὶ τὸ νόημα πάλιν διττόν ἐστι,

τεχνικὸν καὶ οἰκονομικόν· καὶ τεχνικὸν μέν ἐστιν ἡ

ἀπὸ τῶν τεχνικῶν παραδιδομένη μετὰ λόγου τινὸς τά-

ξις τῶν κεφαλαίων, οἰκονομικὸν δέ ἐστι τάξις ἄτακτος,

ἁρμονία ἡ πρὸς τὸ οἰκεῖον συμφέρον τοῦ ῥήτορος γινο-

μένη, οἷον ὅταν προτάξῃ ὁ ῥήτωρ τὸ ἔσχατον κεφάλαιον

τοῦ πρώτου διὰ τὸ συμφέρον.

Τινὲς δὲ προστιθέασιν ἕτερα δύο ἔργα τοῦ

ῥήτορος, τὴν μνήμην καὶ τὴν ὑπόκρισιν.

Ὅτι οὐ περὶ πάσης ῥητορικῆς διαλαμβάνει ὁ Ἑρμο-

γένης ἀλλὰ μόνον τῆς στασιαζομένης· στασιάζεται δὲ τὸ

δικανικὸν εἶδος καὶ μέρος τοῦ συμβουλευτικοῦ. Ὅτι κατὰ

Εὐστάθιον πάντα τὰ εἴδη τῆς ῥητορικῆς στασιάζεται,

ἀλλὰ τὰ μὲν ἐνεργείᾳ, τὰ δὲ δυνάμει. Ὅτι τὸ δυνάμει

κατὰ τοὺς φιλοσόφους ἐν εἴδει θεωρούμενον εἰς ἐνέργειαν

πάλιν ἔρχεται, ἀλλ' οὐ πᾶν δυνάμει εἰς ἐνέργειαν ἔρχε-

ται, ἀλλ' ἐπὶ τῶν ἐνδεχομένων, ὡς ἐπὶ τῶν τεχνητῶν.

237

Ὅτι ἑκάστη τέχνη τοὺς μὲν κανόνας καὶ τὰς μεθό-

δους ἔχει καθολικούς, τὰ δὲ ἐνεργήματα καὶ τὰ ἀποτε-

λέσματα μερικά. Ὅτι πᾶς λόγος ἔχει δύναμιν καὶ

ἡδύτητα· καὶ ἡ μὲν δύναμις ὁρᾶται περὶ τὰ ἐνθυμήματα,

ἡ δὲ ἡδύτης περὶ τὴν φράσιν. Τὰ μὲν γὰρ εἴδη 〈τὰ〉

κατὰ μέρος ἐνεργήματα καὶ τοὺς λόγους περιέχουσι

τῶν ῥητόρων, τοῖς δὲ λόγοις καὶ τοῖς ἀποτελέσμασι

χρησιμεύει τὸ παρὸν σύγγραμμα ὡς τεχνικόν.

Ὅτι τὸ παρὸν σύγγραμμα ὑπὸ τὸ καθόλου τεχνικὸν

τῆς ῥητορικῆς ἀνάγεται.

Ὅτι τρισὶν κέχρηται ὁ Ἑρμογένης ἐν τῷ 〈παρόντι〉

διδασκαλικοῖς τρόποις, διαιρετικῷ, συνθετικῷ, ὅ ἐστιν

ὁριστικῷ, καὶ ἀναλυτικῷ. ὅτι ἐν τῷ ὁρίζεσθαι τὰς στά-

σεις τῷ συνθετικῷ κέχρηται, τῇ δὲ ἀναλύσει, ὅτε ἀνα-

λύει τὸ πρόβλημα εἰς πρόσωπον καὶ πρᾶγμα, μὴ βου-

λόμενος ‘ὑπερβάθμιον πόδα τεῖναι’.

Ὅτι ὁ λόγος ζῴῳ ἔοικεν.

Ὅτι κανών ἐστιν Ἀριστοτελικὸς ἀπὸ σαφῶν ἄρχεσθαι·

καὶ Πίνδαρός φησιν ‘παντὸς ἀρχομένους πρόσωπον χρὴ

θέμεναι τηλαυγές’.

Ὅτι ἐμπειρίαν ἔφη ὁ Πλάτων τὴν ῥητορικήν.

{ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΣΤΑΣΕΩΝ} Εἰ καὶ δόξειεν ἄν τινι παράδοξον τὸ ἐπάγγελμα παν-τὸς ὑπεξελεῖν ἁμαρτήματος τὸν τεχνικόν, ὑπισχνούμεθατοῦτο πάντως, Παύλου τοῦ πάνυ δόντος ἡμῖν ἀποφαί-νεσθαι. οἱ μὲν γὰρ πολλοὶ τῶν σοφιστῶν οὐδὲ ὀνομά-ζειν ἀνέχονται ἄνδρα τοσοῦτον ἐν τέχνῃ διενεγκόντα·τῶν δὲ ὑπομνηματισάντων οἳ μὲν εἰκῇ τῶν ὀρθῶς ἐχόν-των ἐπιλαμβάνονται, οἳ δὲ πρὸς τὰς κατηγορίας οὐκἀπηντήκασιν. ἡμεῖς δέ, εἴπερ τὰ τοῦ πάντα ἀρίστουδυνηθείημεν ἀκριβῶς ἀποσῴζειν, τά τε κατηγορούμενατοῦ δοκοῦντος ἀπολύσομεν ἁμαρτήματος καὶ διασαφεῖνἑξῆς ἅπαντα πειρασόμεθα. «ἡ μὲν οὖν ὑπόσχεσις οὕτωμεγάλη»· ἁπτώμεθα δὲ ἤδη τῆς ἁρμοττούσης τῷ βι-βλίῳ προθεωρίας. Τοὺς μέλλοντας περὶ διαιρέσεως λέγειν ῥητορικῆςὥσπερ ἐπὶ πασῶν τῶν τεχνῶν τρία ταῦτα δεῖ πρῶτονεἰδέναι· εἰ ἔστιν ὅλως ῥητορική, δεύτερον ὅ τί ποτέἐστιν, εἶτα ὁποῖόν τί ἐστι. Καὶ πρῶτόν γε ζητητέον, εἰ