Excerpta e prolegomenis in librum $1PERI\ STA/SEWN
- Edition reference
- Excerpta e prolegomenis in librum περὶ στάσεων (e cod. Paris. 3032, fol. 60r–62r), ed. Rabe, op. cit., 296–300.
- CTS identifier
urn:cts:greekLit:tlg5024.tlg006.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ψεῦδος παρὰ τὴν ἀντικειμένην ἀλήθειαν τὴν ἐπὶ βλάβῃτῶν ἀκουόντων ὑπάρχουσαν. οὐ θαυμαστὸν δέ, εἰ φα-μὲν εἶναι τὸ λυσιτελές· καὶ Πλάτων γὰρ ὁμολογεῖ τοῦτοδιὰ τοιούτου παραδείγματος λέγων ‘παρεκατέθετό τιςἑταίρῳ τινὶ [μετὰ] ξίφος, εἶτα μετὰ ταῦτα μανεὶς ἀπῄ-τει τὸ ξίφος, ὃ δὲ μηδὲν ἔλεγεν εἰληφέναι διὰ τὸ μὴ λα-βόντα τὸν δεδωκότα τὸ ξίφος κακόν τι διαπράξασθαι’.τοῦτο τὸ ψεῦδος καὶ Πλάτων καὶ ἡ ἀλήθεια λυσιτελὲςεἶναί φασι καὶ ἐπαινούμενον· ὡς πολλάκις καὶ τὸ ὑβρί-ζειν, καθὼς Ἰωάννης ὁ Χρυσόστομος. Ἰστέον, ὅτι ὁ συρισμὸς παρὰ τοῖς παλαιοῖς ἐπὶ κακῷἐλαμβάνετο. ἀπελθὼν οὖν ὁ Δημοσθένης ἐσκέψατο τὸνπαρόντα 〈λόγον〉, κατηγορῶν αὐτοῦ δημοσίων ἀδικη-μάτων· ἐν ᾧ καὶ διαβάλλει τὸν Μειδίαν ὡς κλέψανταἀπὸ τῶν χρυσῶν στεφάνων ἐκ τοῦ χρυσοχόου. Τί διαφέρει εἶδος ἰδέας; καὶ ἔστιν εἰπεῖν τῷ τὸ μὲνδι' ἑαυτὸ εἶναι, τὴν δὲ ἰδέαν διὰ τὸ εἶδος· εἶδος γάρ ἐστινὁ σκοπός, ἰδέα δὲ ἡ φράσις. Ὑπόκρισίς ἐστι φωνῆς καὶ σχήματος πιθανὴ διά-θεσις, πρέπουσα τῷ ὑποκειμένῳ προσώπῳ καὶ πράγ-ματι. Δεῖ γὰρ εἰς τὰ πράγματα λόγους μὲν πρῶτονεὑρεῖν, ἔπειτα τάξαι, τρίτον ἑρμηνεῦσαι, τέταρτον μνη-μονεῦσαι, πέμπτον ὑποκρίνασθαι. τὸ γὰρ τεχνικὸν εἶ-δος τῆς ῥητορικῆς μέρη ἔχει πέντε· εὕρεσιν, οἰκονο-μίαν, φράσιν, μνήμην καὶ ὑπόκρισιν. Εὕρεσίς ἐστιν ἐπίνοια οἰκείων λόγων τῷ ὑποκειμέ-νῳ πράγματι. Οἰκονομία ἐστὶν ἔντεχνος ἐπίκρισις τῶν εὑρεθέντων. Φράσις ἐστὶν ἀπαγγελία τῶν εὑρεθέντων καὶ διαταχ-θέντων μετὰ τῆς προσηκούσης ἑρμηνείας. Μνήμη ἐστὶν ἐπανάληψις καὶ κατοχὴ μεθοδικὴ διὰτύπων καὶ ἰδιωμάτων τῶν προεπινοηθέντων καὶ δια-τυπωθέντων πραγμάτων καὶ ῥημάτων.{ΕΚ ΔΙΑΦΟΡΩΝ ΤΙΝΑ ΧΡΗΣΙΜΑ} Ὅτι ὅρος λόγου οὗτος ‘ἔννοια κεκριμένη καὶ γνώ-μης ἀνθρώπου μήνυσις’. γένος ἡ ἔννοια· πάντα γὰρ〈τὰ〉 ζῷα ἔννοιαν ἔχει. διαφορὰ τὸ κεκριμένη· οὐ γὰρκαὶ τὰ ἄλογα κεκριμένην ἔχει ἔννοιαν. Ἔργον δὲ λόγουἡ μετ' αἰτίας πρᾶξις καὶ ἡ προφορὰ τῶν ἐννοιῶν. Ὅτι Λυσίᾳ μεμελέτηται ἰατρικὸν πρόβλημα παρά-δοξον ῥητορικῶς μεθοδευθὲν περὶ τοῦ ἀμβλωθριδίου, ἐνᾧ Ἀντιγένης κατηγορεῖ τῆς ἑαυτοῦ γυναικὸς φόνου ἀμβλω-σάσης ἑκουσίως, φάσκων ὡς ἐξήμβλωκε καὶ κεκώλυ-κεν αὐτὸν πατέρα κληθῆναι παιδός. Ὅτι ἐπιστήμης ἴδιον τὸ μὴ μεταπίπτειν, οὐ μέντοικαὶ τέχνης· τέχνη γὰρ μεταπίπτειν οἶδε τοῖς περιστα-τικοῖς καὶ βιάζεσθαι. αὐτίκα ὁ Δημοσθένης τὴν τῶνἐλέγχων ἀπαίτησιν καὶ τὴν 〈τοῦ〉 παραγραφικοῦ ἐξέ-τασιν ἐν τῷ Κατ' Αἰσχίνου λόγῳ τελευταίας ἔταξε, τῆςτέχνης ταῦτα πρῶτα εἰδυίας κεφάλαια—ἐξ οὗ δὴ καὶοὐδὲ ἐπιστήμη δύναται εἶναι—, ἀλλὰ πρὸς τούτοις καὶπαραλιμπάνει τινὰ τῶν εἰωθότων. ταύτῃ πολλοὶ παρὰτοῖς παλαιοῖς ἀπροοιμίαστοι λόγοι πρὸς τὴν χρείαν οὕ-τω λεχθέντες. ἀλλὰ καὶ ἐν τῷ Περὶ στεφάνου Δημοσθέ-νης δύο μόνοις τῆς πραγματικῆς κέχρηται κεφαλαίοιςοὕτω τοῦ καιροῦ συγχωροῦντος· ὧν οὐδὲν ἐπιστήμηἔχει, ἀλλὰ καὶ ἐν Λακεδαίμονι καὶ Ἀθήναις καὶ πολέ-μου ὄντος καὶ εἰρήνης ἀεὶ τὰ αὐτὰ 〈περὶ τῶν αὐτῶν〉ἔγνωκέ τε καὶ προφέρει, οἷον ὅτι σφαιροειδὴς ὁ οὐρα-νός, ὅτι κέντρου λόγον ἐπέχει ἡ γῆ καὶ εἴ τι τοιοῦτονἕτερον. ἐν οἷς μέντοι οὐκ ἀλόγως τέχνη τοῖς περιστατι-κοῖς ἀμείβει τινὰ τῶν ἑαυτῆς ἢ παραλείπει, ἀλλὰ μετ'αἰτίας, ἐκφεύγει τὴν ἐμπειρίαν, ἀλόγως ταύτης τὸ ἑαυ-τῆς μετερχομένης, ὡσαύτως καὶ ῥητορική. —Ὅτιἐμπειρίαν τινὲς ἐβουλήθησαν τὴν ῥητορικὴν εἶναι, ὧνἐστι καὶ Πλάτων φάσκων στοχαστικὴν αὐτὴν εἶναι τῆςτῶν ἀκροατῶν ἐπιθυμίας, καὶ ἐκμιμουμένην τοὺς φθά-σαντας τῶν ῥητόρων· καὶ γὰρ ἐκ τοῦ ἑωρακέναι τινὰἐκ διαβολῆς ὀργὴν κεκινηκότα τῶν ἀκροατῶν καὶ ἐκτοῦ ἐλεεινολογεῖσθαι ἀφεθέντα χρῶνται καὶ αὐτοὶ τοῖςαὐτοῖς ἐν τοῖς ὁμοίοις καιροῖς καὶ πράγμασιν. οὐχ οὕ-τως δὲ τοῦτο ἔχει· οὐ γὰρ καὶ ἀλόγως τὸ ἑαυτῆς οὕτωῥητορικὴ μετέρχεται, ὡς διὰ πολλῶν ἤδη δεδήλωται. Ὅτι καὶ τὸ δικανικὸν παρὰ θεοῖς ἦν· καὶ δῆλον ἀφ'ὧν Ἄρης καὶ Ποσειδῶν ἐν Ἀρείῳ πάγῳ δι' Ἁλιρρόθιονἐδικάσαντο. Ὅτι τοῖς περιστατικοῖς χρῆται ῥητορικὴ οὕτως· προσ-ώπῳ, οἷον πρὸς Ἀθηναίους ἢ Λακεδαιμονίους· οὐ γὰρτοῖς αὐτοῖς λόγοις ἐν ἀμφοτέροις χρήσεται. τόπῳ, οἷονἐν δικαστηρίῳ ἢ βουλευτηρίῳ. χρόνῳ, ἐν χειμῶνι ἢθέρει. αἰτίᾳ, διὰ τὸν πόλεμον ἢ τὴν εἰρήνην ἢ τὴν εὐπο-ρίαν ἢ ἀπορίαν. τρόπῳ, οἷον ναυμαχίᾳ ἢ πεζομαχίᾳ χρὴτοὺς πολεμίους ἀμύνασθαι. Ὅτι σκοπὸς τοῦ βιβλίου περὶ διαιρέσεως πολιτικῶνζητημάτων εἰπεῖν καὶ πρὸς τὴν τούτων μάθησιν ἡμᾶςἀναγαγεῖν. Τὸ δὲ χρήσιμον τοῦτο ἂν εἴη τὸ τὰ πολλὰ τῆς ῥητο-ρικῆς προβλήματα περιορίζειν καὶ οὐκ ἐᾶν εἰς ἀπέραν-τον τοὺς λόγους ἐκφέρεσθαι· ὥσπερ καὶ αἱ παρὰ Ἀρι-στοτέλει κατηγορίαι εἰς δέκα τὰ γενικώτατα τὸ πλῆ-θος τῶν προβλημάτων συνέστειλαν· πᾶν γάρ, ὃ ἄν τιςεἴποι, ὑπὸ μίαν τοῦτο τῶν κατηγοριῶν ἐμπεσεῖται. ἄλλωςτε δὲ καὶ ἄνευ τοῦ βιβλίου τούτου οὐκ ἔστι λόγον παλαιὸνδιελεῖν, ἀλλ' οὐδὲ νέον. Τὸ δὲ γνήσιον ἤδη προείληπται καὶ ἄλλοις εἰρημέ-νον. Ἡ δὲ τάξις αὕτη· τρεῖς εἰσιν αἱ συνεκτικώταται Τέχ-ναι ῥητορικαί, ἃς καὶ αὐτὸς Ἑρμογένης συνέγραψεν, ἥτε τῶν Προγυμνασμάτων καὶ ἡ τῶν Στάσεων αὕτηκαὶ ἡ Περὶ τῶν ἰδεῶν. μέσην οὖν ἡ προκειμένη βίβλοςτάξιν ἔχει, εἰκότως· μετὰ γὰρ τὴν τῶν μερικῶν διδα-σκαλίαν, ἅ ἐστι τὰ προγυμνάσματα, ἔδει καὶ περὶ τε-λεωτέρων διαλεχθῆναι. τρίτην δὲ τὸ Περὶ ἰδεῶν ἔχειτάξιν· δεῖ γὰρ πρότερον μαθεῖν, πῶς συνίσταται τὰ πο-λιτικὰ ζητήματα καὶ κατὰ τίνα τρόπον ἕκαστα διαιρή-σομεν, ὅπερ τὸ παρὸν διδάσκει βιβλίον, εἶτα περὶ τῆςφράσεως καὶ τοῦ χαρακτῆρος διαλεχθῆναι. δύο γὰρ ὄν-των τῶν τὴν ῥητορικὴν κοσμούντων, δυνατοῦ καὶ ἡδέος,τὸ μὲν δυνατὸν διὰ τῆς παρούσης μανθάνομεν πραγμα-τείας, τὸ δὲ ἡδὺ διὰ τοῦ Περὶ ἰδεῶν· διδάσκει γὰρ ἐκεῖνοποικίλλειν τὴν φράσιν ταῖς τῶν σχημάτων διαφοραῖς, ὃτὴν ἡδονὴν ποιεῖ, ἀλλ' οὐχὶ μονοειδῶς ἐκφέροντας προσ-κορῆ τὸν λόγον ποιεῖν. Τρόπῳ δὲ παντοίῳ διδασκαλίας χρῆται· ἐν μὲν γὰρτῷ λέγειν περὶ διαιρέσεως τῷ διαιρετικῷ, οἷον ὅτι ‘περὶτῆσδε τῆς διαιρέσεως ποιοῦμαι τὸν λόγον, ἀλλ' οὐ〈περὶ〉 τῆσδε’· ἐν δὲ τῷ 〈τὸν〉 ὅρον ἀποδιδόναι τοῦ πο-λιτικοῦ ζητήματος τῷ συνθετικῷ· τῷ δὲ ἀναλυτικῷ οὕ-τως, φησὶ γὰρ ‘τὸ πολιτικὸν ζήτημα ὕλην ἔχει τὰ πρόσ-ωπα καὶ τὰ πράγματα· τῶν δὲ προσώπων τὰ μένἐστι τοιάδε, 〈τὰ δὲ τοιάδε,〉 καὶ τῶν πραγμάτων ὁμοίως.τὰ δὲ ἔχοντα πρόσωπά τε καὶ πράγματα ζητήματατοιάδε συνέστηκεν, τὰ δὲ μὴ οὔ· ὥστε τὰ μὲν τῶν ζητη-μάτων συνέστηκε, τὰ δὲ οὔ’. ὅρα γάρ, ὅτι ἀπὸ τῶνἡμῖν πρώτων ἐπὶ τὰ τῇ φύσει πρῶτα ἀνιὼν ἤτοι τὰζητήματα, τουτέστι τὰς στάσεις, τῷ κατὰ ἀνάλυσινχρῆται. Ἐπιγέγραπται δὲ Περὶ στάσεων, ἀλλ' οὐχ ὡς τινὲςΤέχνη ῥητορική· οὐ γὰρ περὶ πάσης διδάσκει τῆς ῥητο-ρικῆς, ἀλλὰ περὶ μέρους, ὅ ἐστιν ἡ διαίρεσις τῶν στά-σεων.{ΕΤΕΡΟΥ ΕΞΗΓΗΤΟΥ ΤΑΥΤΑ} Στάσις ἐστὶ φάσις, καθ' ἣν τοῦ πρά[γματος ἀν]τι-λαμβανόμεθα, ἐν ᾧ ἐστι τὸ ζήτημα, καθ' ὅ ἐστιν ἡἀμφισβήτησις. ψέγεται δὲ οὗτος ὁ ὅρο[ς ὡς ἐνδεής. Ὁ δὲ] Μινουκιανὸς λέγει ‘στάσις ἐστὶ τὸ ἐκ 〈τῶν〉πρώτων προτάσεων συνιστάμενον ζήτημα’· καὶ οὗτοςὑπόψ[ογος ὁ ὅρος].