The Greek Library Catalogue

Anonymous

Commentarium in librum $1PERI\ STA/SEWN

Edition reference
Commentarium in librum περὶ στάσεων, ed. Walz, op. cit., vol. 7.1, 104–696.
CTS identifier
urn:cts:greekLit:tlg5024.tlg018.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

7

107

φθέντα ἐξ ἀρχῆς“· δοκεῖ γὰρ ταῦτα ὥσπερ ἐναντία εἶναι

ἀλλήλοις· ποιοῦμεν γὰρ τὰ μὴ ὄντα, καταλαμβάνομεν

δὲ τὰ ἤδη προϋφεστῶτα· φήσαιμεν δ' ἂν, ὅτι τὰ πρά-

γματα φύσει ἐστὶ καὶ πρὸ τοῦ καταληφθῆναι ἐν ἡμῖν·

ἐπειδὰν δὲ καταληφθῇ ὑφ' ἡμῶν, τότε γίνεται ὡς πρὸς

τὴν ἡμετέραν γνῶσιν ἢ τεχνικὴν ἢ ἐμπειρικήν. καλῶς

οὖν πρὸς μὲν τὸ εἶναι τὴν ῥητορικὴν φύσει εἶπε τὸ κα-

ταληφθέντα ἐξ ἀρχῆς· πρὸς δὲ τὸ τέχνην αὐτὴν εἶναι

τὸ ποιεῖ, τοῦτο δὲ ἴσον τῷ ἐγκαταλήψεων.

Ϛʹ. Κατάληψις δέ ἐστιν ἐπὶ μὲν τῶν ἐπιστημῶν ἡ

ἐκ τῶν καθόλου γνῶσις, ἐπὶ δὲ τῶν τεχνῶν ἡ ἐξ αἰσθή-

σεως γνῶσις, οἷον ἐν χειμῶνι γυμνός τις ὢν καὶ ῥιγώ-

σας, εἶτα περιβαλλόμενος καὶ θαλφθεὶς ἔγνω ἐκ τῆς

αἰσθήσεως, ὅτι χρήσιμος ἡ περιβολή. οὕτω πᾶσαι αἱ περὶ

τὸν βίον εὕρηνται τέχναι ἐξ αἰσθήσεως, ὅτι χρειώδεις,

παρασχοῦσαι τὴν κατάληψιν. οὕτω καὶ τὰ τῆς ῥητορι-

κῆς, οἱ γὰρ παλαιοὶ ἐγνωκότες, ὅτι φιλότιμον ζῶον ὁ ἄν-

θρωπος, καὶ κολακείαις ὑπάγεται, τὰ προοίμια ἐφεῦρον,

παρακαλοῦντες τοὺς δικαστὰς ἐπὶ τὸ ὑπακούειν αὐτοῖς·

εὗρον δὲ καὶ διήγησιν καὶ τὰ λοιπὰ μέρη τοῦ πολιτικοῦ

λόγου δι' αἰτίας, ἃς ἐν ταῖς εὑρέσεσι μάθῃς.

ζʹ. Ἢ ἀφ' οὗπερ ἡ τῶν ἀνθρώπων φύσις ὑπέστη,

ἵνα ἅμα τοῖς ἀνθρώποις αὐτὴν ἀποδείξῃ, ὡς καὶ Πλά-

των ὅτι τὸ λογικὸν συνεφύη τοῖς ἀνθρώποις, ἢ ὃ καὶ

ἄμεινον, ἀφ' οὗ ἄνθρωποι τέχνας κοσμεῖν ἤρξαντο καὶ

διὰ λόγου ταύτας μετῆλθον.

108

ηʹ. Οὐ περιττὸν τὸ δηλαδὴ οὐδὲ ῥυθμοῦ μόνον χάριν

καὶ κόσμου παραληφθὲν, ἀλλ' ἐπίῤῥημα βεβαιώσεως

ὂν μετὰ πληροφορίας τὸ πάγιον ἐμφαίνει τῆς καταλή-

ψεως.

θʹ. Μετὰ γὰρ τὴν γνῶσιν καὶ κατάληψιν χρεία καὶ

τῆς ἐν τῷ γυμνάζεσθαι διατριβῆς. ὅτι χρὴ δὲ πρὸς τῇ

εὑρέσει καὶ γυμνασίαν ἀσκεῖν, ἐδήλωσε Δημοσθένης·

εἰς μὲν γὰρ τὸ δικανικὸν καὶ τὸ συμβουλευτικὸν ἄμαχος

ἦν ὁ ἀνὴρ, ἐπειδὴ τούτοις συνεγυμνάσατο, περὶ δὲ τὸ

πανηγυρικὸν ἄτονος ἐδόκει καὶ ἀνίσχυρος διὰ τὸ μὴ

πεῖραν καὶ τριβὴν ἐν τούτοις λαβεῖν.

ιʹ. Τὸ σαφῆ προσέθηκε φανερῶς πρὸς Πλάτωνα καὶ

τοὺς λοιποὺς φιλοσόφους ἀποτεινόμενος, ὡσπερεὶ ἔλεγεν,

ὅτι ἡ γεωμετρία καὶ ἡ ἀστρονομία ἄδηλον εἰ ὠφελεῖ·

ἡ δὲ ῥητορικὴ δῆλον· ἡ τέχνη οὖν δῆλον, ὡς οὐ ματαιο-

τεχνία, οἷα ἡ ὀρχηστικὴ, οὐδὲ κακοτεχνία, οἷα ἡ φαρμα-

κεία. ὅρα δὲ ὡς ὁ μὲν ὅρος τῆς καθόλου τέχνης ψιλῶς

ἔχει πρός τι τέλος εὔχρηστον· οὗτος δὲ ἐπιτείνας σαφῆ,

εἶπε, τὴν ὠφέλειαν παρεχόμενα.

ιαʹ. Λιὰ τούτων τῶν ῥημάτων τὰ εἴδη ἐνέφαινε τῆς

ῥητορικῆς τρία ὄντα κατὰ μίμησιν τῶν τῆς ψυχῆς δυνά-

μεων, λογιστικοῦ τέ φημι καὶ θυμικοῦ καὶ ἐπιθυμη-

τικοῦ. ἐκ μὲν γὰρ τοῦ λογιστικοῦ τὸ συμβουλευτικὸν εἶ-

δος πρόεισιν, ἐκ δὲ τοῦ θυμικοῦ τὸ δικανικὸν, ἐκ δὲ τοῦ

ἐπιθυμητικοῦ τὸ πανηγυρικόν· εἰ γὰρ καὶ πάντα ἐν πᾶ-

σιν, ἀλλ' ἑκάστῳ τῆς ψυχῆς μέρει μᾶλλον οἰκεῖον τὸ

109

ἀποδεδομένον εἶδος πρὸς ἕκαστον. εἰπὼν οὖν κἀν ταῖς

βουλαῖς τὸ συμβουλευτικὸν εἶδος ἐνέφηνε. κἀν τοῖς δικα-

στηρίοις δὲ εἰπὼν τὸ δικανικὸν ἐνεδείξατο. διὰ δὲ τοῦ

πανταχοῦ τὸ πανηγυρικὸν, πανταχοῦ γὰρ τὸ τοιοῦτον

συνανακέχυται εἶδος· καὶ δῆλον ἀπὸ τοῦ τέλους· τέλος

γὰρ τοῦ πανηγυρικοῦ τὸ καλὸν, ὃ κἀν τοῖς τῶν ἄλλων

εἰδῶν συναναφαίνεται τέλεσι, τῷ τε συμφέροντι, ὃ τέ-

λος ἐστὶ τοῦ συμβουλευτικοῦ, τῷ τε δικαίῳ, ὃ τέλος ἐστὶ

τοῦ δικανικοῦ. λέγεται γὰρ καλὸν τό τε συμφέρον καὶ

δίκαιον. τὸ δὲ καλὸν οὐκ ἂν ῥηθείη πάντως οὔτε συμφέ-

ρον οὔτε μὴν δίκαιον. οὐ γὰρ ἀντιστρέφει· τὸ γὰρ κάλ-

λος καλὸν μὲν, τοῖς δὲ πολλοῖς οὐ συμφέρον. ἀλλ' οὐδ'

ἂν δίκαιον λέγοιτο. Τινὲς δέ φασι, μὴ δηλοῦσθαι διὰ

τοῦ πανταχοῦ τὸ πανηγυρικόν. περὶ γὰρ τῶν στάσεων

ὁ λόγος τῷ ῥήτορι. τὸ δὲ πανηγυρικὸν ἀστασίαστον. ἀλ-

λὰ πρῶτον μὲν περιττῶς ἂν δόξῃ κεῖσθαι τὸ πανταχοῦ.

ἔπειτα οὐδὲ ἀστασίαστον ἀεὶ τὸ πανηγυρικὸν, ἀλλ' ἔστιν ὅτε

καὶ αὐτὸ στασιάζεται. ὥσπερ ἐπὶ τοῦ πολιτικοῦ, περὶ

οὗ φησὶν ἐν τῷ περὶ ἰδεῶν λόγῳ ὁ Ἑρμογένης, ἔνθα καὶ

πρόβλημα τὸ περὶ Ἀλκιβιάδου προτίθησι λέγων, Ἀλκιβιά-

δης λαχὼν δᾳδουχεῖν δοκιμάζεται· καὶ ἐξαίρων οὖν τὸ

πανηγυρικὸν τὸ πανταχοῦ εἶπε, καὶ ὅτι βουλευόμεθα μὲν

ἐν βουλευτηρίοις μόνοις, δικαζόμεθα δὲ ἐν δικαστη-

ρίοις, πανηγυρίζομεν δὲ πανταχοῦ· προτέθεικε δὲ τὸ συμ-

βουλευτικὸν τοῦ δικανικοῦ διὰ τὸ τιμιώτερον καὶ πᾶσιν ἁρ-

μόζειν καὶ δικαζομένοις καὶ μὴ, καὶ πανηγυρίζουσι καὶ οὐχί.

ιβʹ. Ἔθος τῷ ῥήτορι μᾶλλον δὲ καὶ πᾶσι τοῖς ῥή-

110

τορσιν, ἴδιον δὲ τῆς τέχνης αὐτῆς τὸ ἀεὶ ἐξαίρειν τὸ νῦν

εἰς ἔπαινον προτιθέμενον. Κἀνταῦθα τοίνυν τοῦτο ποι-

εῖ· ἐν δὲ τῷ περὶ εὑρέσεως βιβλίῳ γενόμενος ἐκεῖνο πάλιν

ἐξαίρει, κἀν τῷ περὶ ἰδεῶν δὲ ὡσαύτως. τεσσάρων δὲ τρό-

πων διδασκαλικῶν ὄντων, διαιρετικοῦ, ἀναλυτικοῦ, ὁρι-

στικοῦ, καὶ ἀποδεικτικοῦ, περὶ μόνου τοῦ διαιρετικοῦ καὶ

τοῦ ἀποδεικτικοῦ ἐμνημόνευσεν, ὡς ἐν τῷ διαιρετικῷ καὶ

τοῦ ἀναλυτικοῦ ἀναφαινομένου κατὰ τὸ ἔμπαλιν, κἀν τῷ

ἀποδεικτικῷ τοῦ ὁριστικοῦ. ἃ γὰρ ἡ ἀπόδειξις τινὶ προ-

σόντα ἐξ ἀνάγκης δεικνύει, ταῦτα ὡς ἕν τι πάντα ὁ

ὅρος κατηγορεῖ τοῦ αὐτοῦ. εἰπὼν δὲ μέγιστον εἶναι τὸ

περὶ διαιρέσεως καὶ ἀποδείξεως, ἐπειδὴ κἀν ταῖς εὑρέσεσι

κἀν ταῖς ἰδέαις διαιρεῖ τε καὶ ἀποδείκνυσιν, ἐπανέλαβε

τὸν λόγον, ἵνα σαφηνίσῃ τὸ λεγόμενον καὶ δείξῃ περὶ

ποίας αὐτῷ πρόκειται διαιρέσεως λέγειν καὶ ἀποδείξεως,

καί φησι, λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη.

ιγʹ. Ἡ διαίρεσις ἑξαχῶς λέγεται· ἢ ἀπὸ γένους εἰς εἴδη,

ὥσπερ τοῦ ζώου εἰς λογικὸν καὶ ἄλογον, καὶ ἀπὸ εἴδους

εἰς ὅλον, οἷον τοῦ καθόλου ἀνθρώπου εἰς τὰ ἄτομα, τυ-

χὸν Δημοσθένη καὶ Πλάτωνα, ἢ ἀπὸ ὅλου εἰς μέρη, Σω-

κράτους εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας, ἢ ἀπὸ ὁμω-

νύμου φωνῆς εἰς διάφορα σημαινόμενα, ὡς φέρε εἰπεῖν

Αἴας ὁ Ὀϊλέως καὶ Αἴας ὁ Τελαμώνιος, καὶ κύων χερ-

σαῖος καὶ κύων θαλάσσιος. ἢ ἀπὸ οὐσίας εἰς συμβεβη-

κότα. τοῦ ἀνθρώπου τὸ μὲν λευκὸν, τὸ δὲ μέλαν, ὁ Σκύ-

θης τυχὸν καὶ ὁ Αἰθίοψ· ἢ ἀπὸ συμβεβηκότος εἰς οὐ-

σίαν, ὡς ἐὰν εἴπῃς, τοῦ λευκοῦ τὸ μὲν ψιμύθιον, τὸ δὲ

111

κύκνος. ἔστι δὲ ἡ διαίρεσις αὕτη· ὡς ἀπὸ ὅλου εἰς μέρη.

ταύτῃ δὲ τῇ διαιρέσει, λέγω δὴ τῇ ἀπὸ τοῦ ὅλου εἰς μέ-

ρη σημειωτέον, ὅτι ἐπὶ μόνης διδασκαλίας χρώμεθα.

ιδʹ. Τινὲς γένος λέγουσι τὴν λογικὴν ἐπιστήμην, εἴδη

δὲ ταύτης ἰατρικὴν, ἀριθμητικὴν, ῥητορικήν. ὅλα δὲ

συμβουλευτικὸν, δικανικὸν, πανηγυρικὸν, μέρη δὲ προτρο-

πὴν, ἀποτροπὴν καὶ τὰ ἑξῆς· ἔνιοι δὲ γένος μὲν τὴν

ῥητορικὴν, εἴδη δὲ συμβουλευτικὸν, ὅλον δὲ τὸν λόγον,

μέρη δὲ προοίμια, διηγήσεις, ἀγῶνας καὶ ἐπιλόγους. ἔχει

δὲ οὐχ οὕτως· οὐ γὰρ ἂν εἶπε γενῶν εἰς εἴδη, ἀλλὰ γέ-

νους, οὐδ' αὖ ὅλων εἰς μέρη, ἀλλ' ἀπὸ τοῦ ὅλου· μνη-

μονεύσας δὲ πλειόνων γενῶν καὶ ὅλων ἔδειξεν, ὡς περὶ

τῶν ἐν ταῖς ἰδέαις γενῶν ἐπὶ τὰ τούτων εἴδη αὐτῶν ἡ

διαίρεσις, καὶ ἡ ἀπὸ τῶν ὑποκειμένων τοῖς εἴδεσιν ὅλων

ἐπὶ τὰ μέρη· ὥσπερ γὰρ τὸ ζῶον γένος ὂν διαιρεῖται

εἰς εἴδη, ἄνθρωπον καὶ βοῦν· τῷ δὲ ἀνθρώπῳ, εἴδει ὄντι,

ὑπόκεινται οἱ καθ' ἕκαστον ἄνθρωποι, Σωκράτης, Πλά-

των. οἳ λέγονται ὅλα, ταῦτα δὲ τὰ ὅλα διαιρεῖται

εἰς μέρη, χεῖρας καὶ πόδας, οὕτω καὶ τὰ γένη τῶν ἰδεῶν

διαιροῦνται εἰς εἴδη, οἷς ὑπόκεινται ὅλα, ἃ διαιροῦν-

ται εἰς μέρη. ἡ γὰρ σαφήνεια γένος οὖσα διαιρεῖται εἰς

εἴδη, εὐκρίνειαν καὶ καθαρότητα, αἷς ὑπόκεινται ὅλα,

ἔννοια, μέθοδος, καὶ τὰ λοιπὰ, ἅπερ διαιρεῖται εἰς μέρη

καὶ διαφόρους μεθόδους. τῶν τοίνυν ἰδεῶν ἀποδιαστέλ-

λων τὰς στάσεις φησί· λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν

εἰς εἴδη, καὶ ἀπὸ τῶν ὅλων εἰς μέρη· ἀπὸ δὲ τῶν εὑρέ-

112

σεων αὐτὰς οὐ διέστειλεν, ὅτι ὁ περὶ τῶν στάσεων

λόγος ὁ αὐτός ἐστι σχεδὸν τῷ περὶ εὑρέσεως.

ιεʹ. Ἵνα μὴ δοκῇ διὰ τὸ ἄχρηστον τοῦ πράγματος τὴν

περὶ τούτου καταλελοιπέναι ζήτησιν, διὰ τοῦτο κἀκεῖνα

ἐγκωμιάζει. οἶδε γὰρ ὡς ἐπιστήμην καὶ τὰς περὶ αὐτῶν

τεχνολογίας πολλῆς ἐξετάσεως δεομένας, κἀντεῦθεν δὲ δῆ-

λον, ὡς μόνας τὰς ἰδέας διεῖλεν ἀπὸ τῶν στάσεων· οὐ

γὰρ εἶπε, μικρὰ μὲν γὰρ οὐδὲ ταῦτα ῥητορικῆς μέρη,

ἀλλὰ μέρος, δηλῶν ὡς περὶ ἑνὸς μέρους αὐτῷ τῶν ἰδεῶν

ἡ διαστολή.

ιϚʹ. Ἐκ πάντων τὸ περὶ ἰδεῶν διαστείλασθαι τὸν

Ἑρμογένη συνάγεται, τὸ γὰρ εἰπεῖν, ἀλλ' οὐ περὶ τού-

των νυνὶ, δείκνυσιν αὐτὸν μέλλειν καὶ περὶ τῶν δια-

στελλομένων ἐρεῖν. Φαίνεται δὲ περὶ τῶν ἰδεῶν εἰς τὸ

μετέπειτα λέγων, ἀλλ' οὐ διαίρεσιν ἡμῖν τοιαύτην, οἵαν

τινὲς ἔφασαν, παραδιδούς.

ιζʹ. Πολιτικὰ ζητήματα καλεῖ πάντα τὰ ὑπὸ τὰς ιγʹ

ἀναγόμενα στάσεις. πολιτικὸν δὲ ζήτημα τὸ ῥητορικὸν

πρὸς ἀντιδιαστολὴν τῶν φιλοσόφων καὶ τῶν λοιπῶν. ἐπεί

ἐστι πολλὰ ζητήματα, ἅπερ μή ἐστι πολιτικὰ, οἷον τὰ

περὶ γεωμετρίας καὶ ἀστρονομίας καὶ ὅσα τοιαῦτα, περὶ

ἐκείνης, φησὶν, ὁ λόγος γινέσθω τῆς διαιρέσεως τῶν πο-

λιτικῶν ζητημάτων εἰς τὰ λεγόμενα κεφάλαια, πολιτικὸν

ζήτημα λέγων τὴν στάσιν, πολιτικὸν μὲν, ὅτι πρὸς σύστα-

113

σιν τῆς πολιτείας ὁρᾷ τὸ στασιαζόμενον, ζήτημα δὲ, διὰ

τὸ ἀμφιῤῥεπὲς καὶ τὸ παρ' ἑκατέρων τῶν μερῶν ζητεῖ-

σθαι καὶ ἐξετάζεσθαι. λεγόμενα δέ φησι τὰ ὀνομαζόμενα,

τὰ οὕτω παρὰ τοῖς ἀρχαίοις καλούμενα. ἐκλήθησαν δὲ

κεφάλαια ἐκ μεταφορᾶς τῆς κεφαλῆς· ὡς γὰρ ἐκείνη πε-

ριεκτική ἐστι τῶν αἰσθήσεων, ἐν μέρει γὰρ καὶ τὴν ἀρχὴν

περιέχει, οὕτω καὶ τὸ ῥητορικὸν κεφάλαιον, τυχὸν βούλη-

σις ἢ δύναμις, περιεκτικόν ἐστι τούτων τῶν πέντε ἐπι-

χειρημάτων, ἐργασιῶν, ἐνθυμημάτων, ἐπενθυμημάτων

καὶ πλαστῶν. ὑπάλληλα γὰρ ταῦτα τοῖς κεφαλαίοις

ἀρχῇ τινι ὄντι καὶ ῥίζῃ.

ιηʹ. Διὰ μὲν τοῦ ὁ αὐτὸς τὴν κοινωνίαν ἔδειξεν, διὰ

δὲ τοῦ σχεδὸν τὴν διαφοράν. κοινωνεῖ μὲν γὰρ, ἐπειδὴ

τὸ περὶ εὑρέσεως, περὶ τῶν ἐνθυμημάτων καὶ τῶν παρα-

δειγμάτων ἐστὶν, ἐξ ὧν συνίστανται οἱ ῥητορικοὶ λόγοι.

ἡ γὰρ εὕρεσις ἔκθεσις τόπων ἐστὶν, ἐξ ὧν δεῖ λαμβά-

νειν τὰ πολιτικὰ ἐνθυμήματα καὶ παραδείγματα, καὶ τὰ

κεφάλαια δὲ ἐξ ἐνθυμημάτων συνίστανται καὶ παραδει-

γμάτων. Κοινωνεῖ μὲν οὖν τοῦτο τὸ βιβλίον τῷ περὶ

εὑρέσεως τούτῳ τῷ λόγῳ, διαφέρει δὲ αὐτοῦ, καθὸ τὸ

μὲν περὶ εὑρέσεως ἀναπληροῖ. τὸ δὲ περὶ τῶν στάσεων

δύο ἢ τρεῖς ἔχει τόπους, ἐξ ὧν ἐστι λαβεῖν τὰ παραδεί-

γματα καὶ τὰ ἐνθυμήματα.

ιθʹ. Τί δέ ποτε εἰπὼν σχεδὸν καὶ δείξας, ὅτι ἔν τισι

διαλλάττει, ἐπήγαγε, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑ-

ρέσεως, ἐν οἷς διαφέρουσιν ἀλλήλων, ἐδήλωσεν· οὐ γὰρ

ὅσα ἄν τις εἴποι μελετῶν, ταῦτα εἰς τὸν χαρακτηρισμὸν

τῶν κεφαλαίων εἶπεν ὁ τεχνικός.

κʹ. Ῥητέον εἰκότως· ἐπεὶ γὰρ περὶ αὐτοῦ πᾶς ὁ λό-

γος, δεῖ τὴν φύσιν αὐτοῦ τί ποτέ ἐστιν, ἐξεπίστασθαι,

114

ἵνα μὴ περὶ οὗ ζητοῦμεν ἀγνοοῦντες ὅπη τύχῃ περιφερώ-

μεθα.

καʹ. Πᾶς ὅρος ἐκ γένους συνίσταται καὶ διαφορῶν.

Ἰδοὺ γοῦν ἐνταῦθα γένος μὲν ἡ ἀμφισβήτησις, ἥτις ἐστὶ

ζήτησις· εἶτα ἐπειδὴ εἰσὶν ἀμφισβητήσεις πρακτικαὶ, ὥσ-

περ ἐπὶ τῶν πυκτῶν, ἐπάγει διαφορὰν λογικὴν, ἵνα ἐκ

τῶν ἔργων γινομένων ἀποστήσῃ τὸν ὅρον. ἐπειδὴ δὲ ζη-

τήσεις εἰσὶ καὶ ἄλλαι λογικαὶ, οἷον φιλόσοφοι, ἐπάγει τὸ

ἐπὶ μέρους· ὁ μὲν γὰρ φιλόσοφος τὸ καθόλου ζητεῖ, εἰ

σφαιροειδὴς ὁ οὐρανὸς, ὁ δὲ ῥήτωρ μερικὸν δίκαιον· εἰ

δέ τις φήσει, καὶ μὴν οἱ ῥήτορες πολλάκις τῷ καθόλου

χρῶνται, ὡς Δημοσθένης ῥήτωρ ὢν πολλαχοῦ τῷ λόγῳ

φαίνεται καθολικοῖς χρώμενος ἐπιχειρήμασιν· οἷον „πέ-

ρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνα-

τος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ”· καὶ πά-

λιν ἐν Φιλιππικοῖς· ”οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀδικοῦντα

καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτή-

σασθαι“, πρὸς τοῦτο ἐροῦμεν, ὅτι ταῦτα πρὸς κατα-

115

σκευὴν ἑτέρων ἔλαβεν· οὐ γὰρ σκοπὸς ἦν τῲ ῥήτορι,

οὔτε περὶ ψυχῆς εἰπεῖν, εἰ ἀθάνατος, ἀλλ' ὅτι πολε-

μοῦσιν ἐν Χαιρωνείᾳ ἐλυσιτέλει· οὔτε μὴν δεῖξαι, ὅτι

κακὸν ἡ ἐπιορκία καὶ τὸ ψεῦδος, ἀλλ' ὅτι συμφέρει πό-

λεμον ἄρασθαι πρὸς τὸν Φίλιππον· ἴσμεν δὲ ὅτι τὸ ἕνε-

κα ἄλλου παραλαμβανόμενον οὐ πέφυκε χαρακτηρίζειν

τὴν ὑπόθεσιν, οὐκοῦν διὰ τὸ μερικὸν εἰς πίστιν παρέλα-

βε καὶ χρείαν τὸν καθόλου λόγον· ὥστε ὀρθῶς εἶπεν

ἐπὶ μέρους.

κβʹ. Ἑρμηνεύει οὖν ὁ Ἑρμογένης, τί ποτέ ἐστι τὸ πολι-

τικὸν ζήτημα, λέγων ὅτι μάχη ἐστὶ καὶ στάσις· τοῦτο

γὰρ δηλοῖ ἡ ἀμφισβήτησις ἐν λόγῳ κειμένη περὶ τῶν

μερικῶν πραγμάτων, ἐκ τῶν νόμων ἢ τῶν ἐθῶν τῶν παρ'

ἑκάστῳ ἔθνει κειμένων· ἡ δὲ μάχη αὕτη ἡ περὶ τῶν

μερικῶν πραγμάτων ὑπὲρ τοῦ νομισθέντος δικαίου γίνε-

ται, τουτέστι τοῦ δόξαντος παρ' αὐτοῖς καὶ νομοθετηθέν-

τος δικαίου, ἢ ὑπὲρ τοῦ καλοῦ ἢ ὑπὲρ τοῦ συμφέ-

ροντος, ἢ ὑπὲρ τούτων τῶν εἰρημένων, ὅταν συμπεπλε-

γμένον ἢ τὸ πρόβλημα, ἢ ὑπέρ τινων· εἴρηκε δὲ τοῦ νο-

μισθέντος δικαίου, διότι οὐ ζητεῖ ἡ ῥητορικὴ τὸ ἀλη-

θινὸν δίκαιον, οὐδὲ τὸ καθόλου καλὸν, οὐδὲ τὸ τελείως

συμφέρον, ἀλλ' ὅπερ ἀγαπᾷ ἕκαστον ἔθνος καὶ ἑκάστη

πολιτεία, οἷον ἔχουσιν οἱ Λακεδαιμόνιοι νόμον, ἵνα διώ-

κωσι τοὺς ξένους· τοῦτο οὖν τὸ νόμιμον πῶς λεχθήσε-

ται ἀληθινὸν δίκαιον, ὠμότατον ὄν· ἀλλὰ διὰ τὸν κεί-

μενον νόμον ἐν τοῖς Λακεδαιμονίοις ἐπαινεῖται ἡ ξενη-

λασία καὶ δικαία νομίζεται· ὁμοίως καὶ οἱ Ἀθηναῖοι

νόμον ἔχουσι τὸ ἀπαιτεῖν τοὺς ξένους ἐνοίκιον, καὶ ἐπαι-

νοῦσιν αὐτό· τοῦτο δὲ οὐκ ἔστι δίκαιον ἀληθινὸν, οὐ-

δὲ καθόλου καλὸν, ἀλλὰ ἐν τοῖς Ἀθηναίοις καλὸν καὶ

116

δίκαιον ἔδοξεν· ὁ οὖν ῥήτωρ, ὅταν ἐπὶ τῶν Ἀθηναίων

δικάζηται ἢ ἐπὶ τῶν Λακεδαιμονίων, οὐχ ὁρᾷ τὸ ὄντως

καλὸν καὶ δίκαιον, ἀλλὰ τὸ ἀρέσκον τοῖς τοιούτοις

ἔθνεσιν.

κγʹ. Ὅταν συμπεπλεγμένος ὁ λόγος ᾖ, πάντα εὑρί-

σκονται, οἷος ὁ περὶ τοῦ στεφάνου· ἐν αὐτῷ γὰρ τὰ

τρία εἴδη εὑρίσκονται. Τέλος μὲν γὰρ αὐτοῦ τὸ δίκαι-

ον, ὅπερ ἐστὶ τοῦ δικανικοῦ· κατασκευάζεται δὲ τῷ πα-

νηγυρικῷ· στάσεως ἐστὶ πραγματικῆς, ἥπερ ἐστὶ τοῦ

συμφέροντος· τὸ δὲ συμφέρον τέλος τοῦ συμβουλευτικοῦ·

πολλάκις δὲ εὑρίσκομεν καὶ δύο μόνα εἴδη ἐν τῷ λόγῳ,

ὡς ἔχει ὁ πρὸς Λεπτίνην· στάσεως γὰρ ὢν πραγματικῆς

ἔχει τὸ συμφέρον, ὅπερ ἐστὶ τοῦ συμβουλευτικοῦ. Τέλος

δὲ ἔχει τὸ δίκαιον, ὅπερ ἐστὶ τοῦ δικανικοῦ· ὅτε δὲ μο-

νοειδὴς ὁ λόγος ἐστὶν, ἓν τούτων ἔχει, ἢ τὸ καλὸν ἢ τὸ

συμφέρον, ἢ τὸ δίκαιον· τὸ δίκαιον μὲν, ἐὰν δικανι-

κὸς ᾖ, τὸ καλὸν δὲ, ἐὰν πανηγυρικὸς, τὸ δὲ συμφέρον,

ἐὰν συμβουλευτικός· ὅτι δὲ καὶ τὸ πανηγυρικὸν ἐνίοτε

στασιάζεται, ἐκεῖθεν δῆλον· νόμος τὸν μέλλοντα δᾳδου-

χεῖν δοκιμάζεσθαι, Ἀλκιβιάδης λαχὼν δᾳδουχεῖν δοκιμά-

ζεται· ἐνταῦθα γὰρ πᾶν τὸ ζήτημα διὰ τῶν ἐγκωμια-

στικῶν διεξελθεῖν ἀνάγκη.

κδʹ. Ὡς τελείως ἔχοντα τῷ ὅρῳ σεμνῶς καὶ ἀξιω-

ματικῶς τὴν ἐκ τοῦ ἐναντίου ἐπάγει ἀπόφασιν, ἥκιστα

ῥητορικῇ προσέχειν ἀποφαινόμενος τὴν περὶ τῶν ἀλη-

θῶς ὄντων καὶ καθόλου ζήτησιν· φιλοσοφίας γὰρ ἴδια

τὰ τοιαῦτα.

κεʹ. Προσθεὶς τὸ ταύτην ἐχώρισεν αὐτὴν ἐκ τῶν

ἄλλων τῶν μὴ ῥητορικῶν ἀμφισβητήσεων· εἰκότως δὲ

προσέθηκε τὸ ἀνάγκη· πάντως γὰρ δεῖ τὸ μὲν πράττειν,

117

τὸ δὲ ὑπό τινος πράττεσθαι· οἷον ὁ δεῖνα τόδε ποιήσας

κρίνεται.

κϚ. Μετὰ τὸν ὅρον τοῦ ζητήματος ἀκολούθως καὶ τὸν

περὶ τῆς ὕλης ὅρον διαλαμβάνει· ὥσπερ γὰρ ὕλη τοῦ

λόγου παρὰ τοῖς γραμματικοῖς ὅλα τὰ μέρη, οὕτω καὶ

τῶν ζητημάτων ὕλη πέφυκε τά τε πρόσωπα καὶ τὰ πρά-

γματα· τὸ δὲ ἀνάγκη προσθεὶς πρὸς Μινουκιανὸν ἀπο-

τείνεται· αὐτὸς γὰρ βούλεται ζήτημα γίνεσθαι ἐλλιπὲς,

πῆ μὲν προσώπου, πῆ δὲ πράγματος.

κζʹ. Ἠλίθιον εἶναι δοκεῖ τὸ λεγόμενον· τούτων γὰρ

δεῖ λέγειν διαφορὰν, ὧν κοινωνίαν ἴσμεν τινά· νῦν δ'

ὥσπερ ἂν εἰ ἔλεγε λίθου καὶ ἀνθρώπου διαφοράν·

πολὺ γὰρ ἀλλήλων κεχώρισται πρᾶγμα καὶ πρόσωπον·

ἀλλ' οὐ τοῦτο λέγει· ἀλλὰ προσώπων πρὸς πρόσωπα,

καὶ πραγμάτων πρὸς πράγματα· οὐχ ἁπλῶς δὲ εἶπε δια-

φορὰ, ἀλλὰ προσέθηκε τὸ πλείστη· πῶς γὰρ οὐ πολλὴ

διαφορὰ τῶν κυρίων παρὰ τὰ κοινὰ, καὶ πάλιν τῶν κοι-

νῶν παρὰ ἄλληλα.

κηʹ. Τὴν μάχην φησὶ ταύτην τῶν στάσεων ἣν εἴπο-

μεν περὶ δύο ταῦτα ἀνάγκῃ γίνεσθαι, πρόσωπά τε

καὶ πράγματα· πρόσωπα μὲν ὡς Αἰσχίνης, Περικλῆς·

πράγματα δὲ πάντα τὰ γινόμενα, μοιχεῖαι, φόνοι, ὕβρεις

καὶ τὰ λοιπά.

κθʹ. Ἀναγκαίως· εἰ γὰρ περὶ πράγματα καὶ πρόσω-

πόν ἐστι τὸ ζητούμενον, ὁ τὰς τούτων διαφορὰς μαθὼν

δηλονότι κἀκείνοις ῥᾳδίως ἐπιβάλλειν δυνήσεται· καὶ τῶν

κεφαλαίων εἴσεται τὴν διαίρεσιν.

118

λʹ. Οὐ γὰρ πάντα δύναται διαιρεῖσθαι· τὰ γοῦν ἰσά-

ζοντα οὐχ οἷόν τε διαιρεθῆναι· οἷον νέοι πλούσιοι ἐκ

τῶν ἀλλήλων οἰκιῶν ἐξιόντες ὡραίας ἔχοντες γυναῖκας

κρίνουσιν ἀλλήλους μοιχείας· ἐνταῦθα γὰρ ἐπειδὴ καὶ τὸ

πρόσωπον καὶ τὸ πρᾶγμα· ἰσάζει, οὐ δυνατὸν ποιήσα-

σθαι διαίρεσιν, ἐπεὶ μηδὲ συνέστηκεν.

λαʹ. Τῶν γὰρ πραγμάτων τὰ μὲν ὁμολογούμενα

καὶ μὴ ἔχοντα ἀντίῤῥησιν, οὐ κρίνεται· οἷον ἐφωράθη

τις φονεύων τινὸ, οὐκ ἔχει ποιότητα οὔτε τὸ πρόσωπον·

ὁμολογεῖται γὰρ ὁ φόνος καὶ οὐκ ἔχει κρίσιν, οὐδὲ ἐξ-

έτασιν, ἀλλὰ κοινὸς γίνεται τόπος. ἐπὶ δὲ τῶν προσώ-

πων τὸ ἐναντίον ἐξέτασιν ἔχει καὶ ἰσχὺν καὶ κρίσιν, ὅσα

ὡμολόγηται· τὰ δὲ μὴ ὡμολογημένα οὐ κρίνεται, ὥσπερ

τὸ τίς·

λβʹ. Τῶν προσώπων, φησὶ, τῶν ἐξεταζομένων καὶ πο-

λυπραγμονουμένων τὰ μέν εἰσιν ἰσχυρότερα εἰς τὸ πι-

θανῶς εἰπεῖν, τὰ δὲ ἐλάττονα εἰς αὐτὸ τοῦτο· τὰ γὰρ

ὡρισμένα καὶ γνώριμα καὶ κύρια πιθανώτερα τῶν ἄλ-

λων· δῆλος γὰρ ὁ Δημοσθένης, ὅτι φιλόπολις καὶ πι-

θανός ἐστιν, ἐὰν λέγῃ ὅτι γινόμεθα κατὰ τοῦ Φιλίπ-

που· πόθεν δὲ ἔχουσι τὴν εὐπορίαν τὰ κύρια ἀπὸ τῶν

ἐγκωμιαστικῶν τόπων, οἷον γένους, ἀνατροφῆς, παιδείας

καὶ τῶν τοιούτων· τὸ δὲ ὡρισμένα ἐνταῦθα τὸ γνώρι-

μα καὶ ἐπίσημα δηλοῖ· οὐδὲν γὰρ ὠφελεῖ τὸ κύριον,

Πέτρος, ἐὰν μὴ εἰδῶ ἀπὸ ἱστορίας ἢ πράξεως αὐτοῦ

τίς ἐστιν.

λγʹ. Εἰκότως τῶν προσώπων προτέραν ἐποιήσατο

τὴν τῶν πραγμάτων διδασκαλίαν, δεῖ γὰρ προϋπάρ-

119

χειν τὸ πράττειν, εἶθ' οὕτως εἶναι τὸ πραττόμενον, τὴν

δὲ τῶν προσώπων διαίρεσιν ποιεῖται πρῶτον εἰς τὰ ἐξε-

ταζόμενα καὶ εἰς τὰ ἀνεξέταστα· ἔπειτα τῶν ἀνεξετά-

στων μενόντων ἀδιαιρέτων, τὰ ἐξεταζόμενα διαιρεῖ εἰς

κύρια καὶ κοινά· τὰ δὲ κοινὰ πάλιν διαιρεῖ κατὰ τοὺς

ἐγκειμένους τρόπους ἐν τῷ ῥητῷ· ἰστέον δὲ, ὅτι ἐν πά-

σαις μὲν ταῖς στάσεσιν ἔστιν ἡ τῶν προσώπων ποιότης

ἀναγκαία· ἐν δὲ τῷ στοχασμῷ πλέον· ἐνταῦθα γὰρ καὶ

τῆς ποιότητος αὐτῆς εἰς ἀπόδειξιν δεόμεθα· ἰσχυρὰ δὲ

καλεῖ τὰ ὡρισμένα οὐχ ἁπλῶς, ἀλλὰ τὰ πλείονα τὴν εὐ-

πορίαν παρεχόμενα. ἔστι δὲ ταῦτα τὰ κύρια· οἷον ὁ

Περικλῆς, ὁ Δημοσθένης· ἐνταῦθα γὰρ τῆς τῶν προσ-

ώπων διαιρέσεως ἄρχεται καὶ φυλάττει ἐπὶ πάντων τὴν

τάξιν, προέταξε τοίνυν εἰκότως τὰ κύρια· πρῶτον μὲν

ὅτι καὶ τὰ ἄλλα πρὸς γυμνασίαν τούτου λαμβάνομεν·

προγυμναζόμεθα γὰρ ἐν ταῖς μελέταις, ἵνα ἐπὶ ταῖς

ἀληθείαις δυνώμεθα λέγειν· ἔπειτα καὶ ὁ αὐτὸς Ἑρ-

μογένης φησὶν, ἐπειδὴ τῷ κυρίῳ ἀκολουθεῖ τὰ ἄλλα·

εἰ γὰρ λάβοι τις Δημοσθένην καὶ πολιτευόμενον ἔλαβε

καὶ πατέρα καὶ στρατιώτην τυχεῖν καὶ πολλὰ ἕτερα, ἃ

καὶ καθ' αὑτὰ ἐμπίπτοντα τοῖς ζητήμασι κρίσιν ἐπιδέ-

χεται, τρίτον δὲ, ὃ καὶ ἄμεινον, ὅτι πλείονα παρέχει

120

τὴν εὐπορίαν ἡμῖν τὰ κύρια· παρέχει δὲ ἢ ἐκ τῆς ἡμε-

τέρας αὐτῶν γνώσεως ἢ ἐκ τῆς ἱστορίας, οἷον τὴν μὲν

Περικλέους ἴσμεν ποιότητα ἐκ τῆς ἱστορίας, τὴν δὲ τοῦ

δεῖνος ἀνθρώπου ἐκ τῆς ἡμετέρας γνώσεως.

λδʹ. Πρός τι λέγονται τὰ πρόσωπα, ὅσα λεγόμενα συν-

εμφαίνεται, ὅτι καὶ δεσπότης ἐστὶ τοῦ δούλου καὶ πα-

τὴρ τοῦ υἱοῦ· πῶς γὰρ λεχθήσεται υἱὸς ὁ πατέρα μὴ

σχὼν, ἢ δοῦλος ὁ μὴ ἔχων δεσπότην; τὰ τοιαῦτα οὖν

οἱ ἀρχαῖοι ἐκάλεσαν πρός τι· λέγει οὖν, ὅτι ταῦτα τὰ

πρός τι οὐκ ἔχει δύναμιν οἵαν ἔχουσι τὰ ὡρισμένα καὶ

κύρια, δευτέραν δὲ τῇ τάξει καὶ ὑποπίπτουσαν· ἐκεῖνα

μὲν γὰρ γνώριμα ὄντα καὶ ἀπὸ τοῦ βίου ἔχουσι τὰ ἐγ-

κωμιαστικὰ πάντα εἰς ἐξέτασιν· ταῦτα δὲ οἷον τὸ υἱὸς

καὶ δοῦλος ἀπὸ τοῦ βίου μὴ ὄντα γνώριμα, ἀπὸ μό-

νης τῆς τοιᾶσδε σχέσεως ἐξετάζεται· οἷον ὅταν εἴπωμεν,

ὅτι υἱὸς παρίσταται νεοσφαγεῖ σώματι πατρὸς ἐπ' ἐρη-

μίας, ἢ δοῦλος δεσπότου σώματι, ἀπὸ τῆς περὶ τὴν σχέ-

σιν τοιᾶσδε ποιότητος ἕκαστον τῶν προσώπων τὴν ἐξ-

έτασιν δέχεται.

λεʹ. Εἰκότως ταῦτα δευτέραν εἴληφε τάξιν· τῶν μὲν

γὰρ κυρίων ἥττονά εἰσι, τῶν δὲ μετὰ ταῦτα ἰσχυρότερα·

εἰ γὰρ καὶ μὴ ἐν ταῖς ἱστορίαις αὐτῶν ἔχομεν τὴν ποι-

ότητα, ἀλλ' οὐ δέδωκεν ἡμῖν ἡ φύσις κοινὴν περὶ αὐ-

τῶν ἀναπλάσασθαι ποιότητα, καὶ πάντες τοιαύτην τινὰ

περὶ αὐτῶν ὑπόληψιν ἔχομεν· περὶ πατέρων, ὅτι χρη-

στοὶ καὶ φιλόστοργοι, καὶ τὰ καθήκοντα βουλεύσασθαι

διὰ τὴν ἡλικίαν δεινοί. Καὶ περὶ τῶν λοιπῶν ὁμοίως,

περὶ υἱῶν λέγω καὶ δούλων· περὶ ἑκάστου γὰρ κοινὴν

ὑπόνοιαν εἰλήφαμεν· ταῦτα οὖν πλείστην μὲν ὕλην ὑπὲρ

τὰ λοιπὰ πάντα παρέχεται· λείπεται δὲ ὅμως τῶν ὡρι-

σμένων· ἐκεῖνα μὲν γὰρ πεπηγυῖαν καὶ βεβαίαν ἔχει τὴν

121

ποιότητα· τὰ δὲ πρός τι οὐ πάντως· εἰ γὰρ καὶ χρη-

στὸν τῶν πατέρων τὸ πρόσωπον, ἀλλ' εὑρήσομέν τινας

ἔλαττον φροντίσαντας τῆς φύσεως, λέγω δὴ τὰ πρός τι·

οἷον πατὴρ, ἀδελφὸς, τὰ δὲ τῶν τρόπων, οἷον ἄσωτος,

μοιχὸς, καὶ τὰ μὲν διπλᾶ ἐστιν ἑτέρου πάντως συνεπι-

νοουμένου, οἷον τῷ πατρὶ συνεπινοουμένου τοῦ υἱοῦ· τὰ

δὲ οὐχ οὕτως ἔχει· ζητοῦσι δὲ τοῦτο, πῶς τὸ τοῦ μοιχοῦ

πρόσωπον ἐν τοῖς διαβεβλημένοις τέταχε· διαβεβλημένα

γὰρ, φησὶ, καλεῖται τὰ μισούμενα, οὐχὶ τὰ κολαζόμενα·

ὁ δὲ μοιχὸς τῶν κολαζομένων ἐστί· φαμὲν οὖν πρὸς τοῦ-

το, ὡς ὁ ῥήτωρ οὐ περὶ τοῦ ὁμολογουμένου μοιχοῦ ζη-

τεῖ, ἀλλὰ περὶ τοῦ ἀμφιβαλλομένου· ὁ δὲ μὴ ὁμολογού-

μενος μοιχὸς οὐ κολάζεται.

λϚʹ. Τρίτην τάξιν ἔχει τὰ διαβεβλημένα· ἐπειδὴ

τρόπων ἐστὶ κακία· δεύτερον δὲ τῆς φύσεως ὁ τρόπος·

ταῦτα δὲ ἀσθενέστερα κατὰ τὴν ὕλην τῶν προτετα-

γμένων ἐστίν· ἐκεῖνα μὲν γὰρ παραλαμβάνομεν πρὸς

ἀπόδειξιν καὶ ἀγῶνα, ταῦτα δὲ πρὸς καταδρομὴν μόνον·

ὃ γὰρ δύναται ἐν τοῖς προτέροις ἡ ἀπόδειξις, τοῦτο συν-

τελεῖ πρὸς ταῦτα ἡ τῶν δικαστῶν πρόληψις· προμεμί-

σηται γὰρ τὸ πρόσωπον, καὶ αὐτὰ δὲ τοσαύτην ἔχει τὴν

εὐπορίαν, ὡς καὶ ζήτημα συγκροτεῖν ἕκαστον αὐτῶν καθ'

ἑαυτὸ λαμβανόμενον· ὡς ἔχει ἐκεῖνο τὸ πρόβλημα·

ἀσώτου πατὴρ ἀφανὴς γέγονε, καὶ κρίνεται φόνου· ἐν-

ταῦθα τὸ πρόσωπον πολλὴν παρέχει τὴν εὐπορίαν· δια-

βεβλημένα δὲ καλεῖ τὰ διὰ τὴν φαυλότητα τοῦ τρόπου

μισούμενα· οὐ γὰρ ἐν ψιλῇ μόνον διαβολῇ ὑπάρχει τὰ

τοιαῦτα, ἀλλὰ καὶ μεμίσηται· ἰστέον δὲ, ὅτι ταῦτα οὐ

πρὸς ἀπόδειξιν συντελεῖ, ἀλλὰ πρὸς καταδρομήν· καὶ

ἔστιν ἐπιλογικά· διὰ τί δὲ μετὰ τῶν διαβεβλημένων

τοὺς μοιχοὺς ἔταξε, δῆλον γὰρ ὅτι μοιχὸς εἰς δικαστή-

122

ριον οὐκ εἰσέρχεται· αὐτίκα γὰρ, εἴ τις φαίη ἐν ζητήματι,

ὅτι μοιχός τις εὑρεθεὶς ἐπὶ γυναικὶ κρίνεται, ἀσύστατον·

καί τινές φασιν, ὅτι μοιχὸν ἐνταῦθα τὸν μοιχικὸν ἄν-

δρα τὸν τρόπον, μήπω δὲ εἰς ἔλεγχον ἐλθόντα φησίν·

οὐ τοῦτο δὲ μόνον, ἀλλὰ δεῖ καὶ τοῦτο νοεῖν, ὅτι μοι-

χὸν λέγει οὐ διὰ μοιχείαν κρινόμενον, ἀλλ' ἐφ' ἑτέρῳ

πράγματι, ὡς ἐπὶ τοῦ ἀριστέως μοιχοῦ τοῦ ἀναθέντος

τὰ ὅπλα εἰς τὸ ἱερὸν καὶ ἀσεβείας κρινομένου· ἐνταῦθα

γὰρ ἡ μοιχεία εἰσῆλθεν εἰς δικαστήριον οὐ κρίσιν ὑπέχου-

σα, ἀλλὰ διὰ τὴν ἀσέβειαν ἐξεταζομένη· τὸ γὰρ ζητού-

μενον, εἰ ἠσέβηκεν ἢ μὴ, νόμῳ τῶν ἀριστέων τὴ πανο-

πλίαν ἀναθείς· καὶ θαυμαστὸν οὐδέν· ἐν πολλοῖς γὰρ

καὶ ἡ μοιχεία εὑρίσκεται τεκμήριον γιγνομένη, ὡς ἐπὶ

τοῦδε τοῦ ζητήματος· προσῆλθέ τις μνώμενος κόρην· εἶ-

πεν ἡ μήτηρ, αὐτὴν θᾶττον ἀποθανεῖν, ἢ πρὸς γά-

μον ἐκείνῳ δοθῆναι, καὶ εὕρηται ἡ κόρη ἐπὶ σημείοις

φαρμάκων ἀνῃρημένη· ἀνέκρινεν ὁ πατὴρ τὰς θεραπαί-

νας, ἐν οἷς περὶ μὲν τῶν φαρμάκων οὐδὲν ἀκήκοεν· μοι-

χείαν δὲ ἤκουσεν ἀπὸ τοῦ μνηστῆρος πρὸς τὴν γυναῖκα,

καὶ κρίνει αὐτὴν φόνου· ἐνταῦθα γὰρ μοιχεία εἰς ση-

μεῖον τοῦ φόνου παραλαμβάνεται, ἥτις καὶ αὐτὴ τοῖς τε

τῶν θεραπαινίδων λόγοις καὶ τοῖς τῆς γυναικὸς ῥήμασι

κατασκευάζεται.

λζʹ. Τὰ ἐξ ἡμετέρας ἐπιτηδεύσεως ὄντα πάντα ἢ μι-

σεῖται καὶ καλεῖται διαβεβλημένα, ἢ καὶ γελᾶται καὶ

123

καλεῖται ἠθικὰ, ἢ ψιλὴν μόνην ἔμφασιν παρέχει, τουτ-

έστιν οὐδὲ μισεῖται οὐδὲ καταγελᾶται, ὡς ἔχει τὸ φιλό-

σοφος καὶ στρατηγὸς, ἅπερ τὴν ὑστάτην τάξιν ἀπείλη-

φεν· εἰκότως δὲ τέτακται τὰ διαβεβλημένα πρὸ τῶν ἠθι-

κῶν· τὰ μὲν γὰρ μισεῖται, ὡς ἔφαμεν, καὶ διὰ τοῦτο

κινδυνεύει, τὰ δὲ καταγελᾶται· ὅσῳ τοίνυν μεῖζον τὸ κιν-

δυνεύειν τοῦ καταγελᾶσθαι, τοσούτῳ ἰσχυρότερά ἐστι τὰ

διαβεβλημένα τῶν ἠθικῶν.

ληʹ. Κατὰ μικρὸν ὑπερβαίνει τῆς ὕλης ἀσθενούσης, δη-

λονότι ἐκεῖνα μὲν γὰρ πρὸς καταδρομὴν λέγεται, τού-

τοις δὲ πρὸς ὑπόκρισιν μόνον κεχρήμεθα. Τίνος δὲ ἕνε-

κεν ταῦτα μόνα ἠθικὰ καλεῖ, καίτοι τοῦ ἤθους καὶ

ἐν τοῖς ὡρισμένοις ὄντος, καὶ ἐν τοῖς πρός τι, καὶ ἐν

τοῖς διαβεβλημένοις; φαμὲν οὖν ὅτι κυρίως ἠθικὰ ταῦτα

προσηγόρευσεν· ἅμα γὰρ τῷ ὀνόματι καὶ τὸ ἦθος συν-

εισάγει· ἀλλὰ πρὸς τοῦτο δύναιτ' ἄν τις εἰπεῖν, ὅτι καὶ

τοῖς ὡρισμένοις τοῖς πρός τι καὶ τοῖς διαβεβλημένοις καὶ

τὸ ἦθος ἅμα τῷ λέγεσθαι συνεισάγεται· λέγομεν οὖν,

ὅτι τὰ τοιαῦτα τῶν ζητημάτων κωμῳδίας τρόπον ἐπ-

έχει καὶ οὐδὲν ἀγωνιστικὸν συνεισάγεται· οἷον γεωρ-

γὸς μυριζομένην τὴν γυναῖκα ἀπέπεμψεν· ἐνταῦθα γὰρ

εὐπορίαν τινὰ ἀπὸ μόνου τοῦ ἤθους λαμβάνομεν.

λθʹ. Προσηγορίας καλεῖ τὰ προσηγορικὰ ὀνόμα-

τα· ἰστέον δὲ, ὡς ταῦτα τὰ κατὰ συμπλοκὴν ἐκ τύχης

ἐστὶ καὶ ἐξ ἡλικίας· οἷον νέος πλούσιος, πένης, πρεσβύ-

της· τέτακται δὲ εἰκότως μετὰ τὰ ἄλλα, ὅτι καθ' ἑαυτὰ

μὲν λεγόμενα ἀσθενέστατά ἐστι καὶ σύστασιν οὐ ποιεῖ,

ὁμοῦ δὲ γινόμενα συνίσταται· ὅσῳ οὖν τὰ μὲν ἄλλα καθ'

ἑαυτὰ λέγεται, καὶ σύστασιν ποιεῖ, ταῦτα δὲ δύο ὄντα

124

ἑνὸς χρείαν ἀποτελεῖ, τοσούτῳ ἀσθενέστερα ἐκείνων

καθέστηκεν.

μʹ. Καινήν τινα διδασκαλίαν ἐνταῦθα ὁ τεχνικὸς

ἡμῖν παραδίδωσι· περὶ γὰρ προσώπων προθέμενος λέγειν,

περὶ πράγματος ἡμῖν διαλέγεται. ὅθεν καὶ σφάλλεσθαι

τοῖς πολλοῖς, μᾶλλον δὲ πᾶσι σχεδὸν ἔδοξεν. ὁ δὲ βα-

θυτέραν τινὰ καὶ γλαφυρὰν ἡμῖν διδασκαλίαν ἐνταῦθα

ἀνακαλύπτων ἔλαθε τοὺς πολλούς· ἐπεὶ γάρ εἰσί τινα

μεταξὺ προσώπων τε καὶ πραγμάτων, ἤγουν ῥημάτων

καὶ ὀνομάτων, οἷον αἱ μετοχαὶ μετέχουσαι καὶ προσώ-

που καὶ πράγματος, τουτέστι καὶ ῥήματος καὶ ὀνόμα-

τος, καθά φησι καὶ ὁ γραμματικὸς, μετοχή ἐστι λέξις

μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῶν ὀνομάτων ἰδιότη-

τος, διδάξαι ἡμᾶς ὁ τεχνικὸς καὶ περὶ τούτων βουλόμε-

νος, καὶ τίσιν ἄρα ταύτας συντάττειν χρεὼν, τοῖς προ-

σώποις ἢ τοῖς πράγμασιν, οὕτω τὸν λόγον μεθώδευσε·

τὰ μὲν γὰρ πράγματα διὰ ῥημάτων σημαίνεται, τὰ δὲ

πρόσωπα δι' ὀνομάτων· αἱ δὲ μετοχαὶ οὔτε ῥήματά εἰ-

σιν, οὔτε ὀνόματα· τίσιν οὖν ταῦτα συντάξομεν; ἀλλ'

ἴσως ἔροιτό τις, τί οὖν αἱ μετοχαὶ τῶν προσηγορικῶν

διαφέρουσι; οἷον ὁ κλέπτων τοῦ κλέπτου τί διαλλάττει;

ἢ ὁ μοιχεύων τοῦ μοιχοῦ ἢ ὁ κολακεύων τοῦ κόλακος

ἢ καὶ αὐτὸς ὁ καλλωπιζόμενος τοῦ καλλωπιστοῦ; διαφέ-

ρει, ὅτι αἱ μὲν μετοχαὶ ἐνέργειαν ἢ πάθος κατὰ ῥῆμα

παριστῶσι, τὰ προσηγορικὰ δὲ οἷον ὁ κλέπτης, ὁ μοιχὸς

καὶ τὰ τοιαῦτα ποιότητα μόνην, ἀπὸ τῆς προλαβούσης

ἐγγενομένην ἕξεως· διὰ τοῦτο ὁ μὲν καλλωπιστὴς τῶν

προσώπων ἐστὶν, ὥσπερ δὴ καὶ ὁ κλέπτης καὶ ὁ μοιχὸς

καὶ ὁ κόλαξ· ὁ δὲ καλλωπιζόμενος πρᾶγμά ἐστιν οὐ ῥη-

ματικῶς, ἀλλὰ μετοχικῶς ἐξενηνεγμένον, καὶ ὡς μετέχον καὶ

τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομάτων ἰδιότητος, ἐν τῇ

125

τῶν προσώπων τάξει μᾶλλον ἐμνημονεύθη, ὅτι τὰ πρό-

σωπα τῶν πραγμάτων πρότερα, καὶ προσώπων χωρὶς οὐκ

ἂν γένοιτο πράγματα· πράγματα γὰρ ἐνταῦθα τὰς

πράξεις καὶ τὰς ἐνεργείας τὰς διὰ τῶν προσώπων ἐνερ-

γουμένας, οὐ τὰς ὕλας φαμέν. Διὰ ταῦτα τοῖς προσώ-

ποις τὰ μετοχικῶς ἑρμηνευόμενα τῶν πραγμάτων ὁ ῥή-

τωρ συνέταξεν· οἷα τῶν μετοχῶν ἐν μεταιχμίῳ ῥημάτων

καὶ ὀνομάτων, ἤγουν προσώπων τε καὶ πραγμάτων,

κειμένων καὶ τῶν προσώπων ὡς προτέρων προϋφηρπα-

κότων αὐτάς· ἔνθεν καὶ στάσις τὸ ἐξ αὐτῶν ἐστι καὶ

τῶν προσώπων ἀποτελούμενον, οἷα μετεχουσῶν καὶ τοῦ

ῥήματος ἤγουν τοῦ πράγματος καὶ τοῖς προσώποις διὰ

τὰς εἰρημένας αἰτίας συγκατετάγησαν· ὃ καί τισιν

ἀγνοηθὲν αἰτίαν προσῆψε τῷ τεχνικῷ ἀγνοήματος,

οὐκ ὂν ἀγνόημα, ἀλλὰ βαθύτερον νόημα, καὶ βαθυτέρας

καταλλήλως τῆς ἑρμηνείας ἀξιωθέν· καὶ τί, φησὶ, δια-

φέρει ἡ ἐνταῦθα τοῦ πράγματος μετὰ τοῦ προσώπου

συμπλοκὴ τῆς μετὰ τῶν ἄλλων προσώπων ἑνώσεως,

ὅταν συμπλακέντα στάσιν ἀποτελῶσι, κἀκεῖ γὰρ προσώ-

που καὶ πράγματος ὁρᾶται συνάφεια; ὅτι ἡ μὲν ἐνταῦ-

θα συμπλοκὴ οἷον κρᾶσίς τίς ἐστι καὶ προσφυὴς ἀνα-

πλοκὴ καὶ ἀνάχυσις τῆς συνεμφαινομένης τῷ πράγματι,

κατὰ μετουσίαν, ὡς εἴρηται, ὀνομαστικοῦ, ἤτοι προσω-

πικῆς ποιότητος, συνδεούσης καὶ συγκιρνώσης τῷ προσώ-

πῳ τὸ πρᾶγμα, ἡ δὲ μετὰ τῶν ἄλλων προσώπων τοῦ

πράγματος συνάφεια κατὰ μίξιν συντίθεται, θετικὴν

οἱονεί τινα ἔχουσα τὴν ἕνωσιν καὶ οὐ φυσικὴν τὴν ἀνά-

κρασιν.

μαʹ. Ταῦτα εἰκότως τὴν ὑστάτην τάξιν ἀπείληφε· τῶν

γὰρ ἄλλων τὰ μὲν καθ' ἑαυτὰ ἴσχυε, τὰ δὲ τῇ πρὸς

ἕτερον συμπλοκῇ· ταῦτα δὲ καθ' ἑαυτὰ ἀσθενέστατα

126

τῶν ἄλλων ὑπάρχει, καὶ συμπλοκῆς ἑτέρου τινὸς καθέ-

στηκεν ἄμοιρα.

μβʹ. Διελὼν τὴν τοῦ προσώπου ποιότητα ἐδίδαξεν, ὡς

οὐκ ἀναγκαῖον ἰδίᾳ ἑκάστην ἐξετάζεσθαι, ἀλλ' ἔστιν ὅτε

καὶ πλείονες ποιότητες εὑρίσκονται κατὰ ταὐτὸν καὶ ἀφορ-

μαί· καὶ τοῦτο διὰ τοῦ παραδείγματος ἐσήμανεν.

μγʹ. Παράδειγμα τοῦτο τῆς κατὰ πλείονα συνεμπτώ-

σεως· ἓν γὰρ πρόσωπον ὁ Δημοσθένης κύριον καὶ ὡρι-

σμένον· καὶ τῆς πρώτης ὂν τάξεως, καὶ ἴδε ὅσα κατὰ

ταὐτὸ συνεμπέπτωκε· πατὴρ, ὃ τῆς δευτέρας ἐστὶ τά-

ξεως, ῥήτωρ, πρεσβευτὴς, στρατιώτης, ἃ τῆς ἑβδόμης

τάξεώς εἰσι· καὶ εἰς ταὐτὸν ἅπαντα συνελήλυθε καὶ συν-

έδραμε.

μδʹ. Ζητεῖται δὲ διὰ τί, εἴπερ τἄλλα τῷ κυρίῳ παρ-

είπετο, οὐ περὶ τῶν κυρίων μόνων διέλαβεν· ἀλλὰ καὶ

τῶν λοιπῶν ἐξέτασιν ἐποιήσατο· φαμὲν οὖν πρὸς τοῦτο,

ὅπερ καὶ αὐτὸς ὁ τεχνικὸς, ὅτι οὐ δύναταί τις γνῶναι

τῶν διπλῶν τὴν δύναμιν, μὴ πρότερον μαθὼν τὴν

τῶν ἁπλῶν· οὕτω τοίνυν οὐχ οἷόν τε ἦν ἐπὶ τοῦ κυρίου

εἰδέναι τὴν τῶν ἐμπιπτόντων δύναμιν, εἰ μὴ πρότερον

ἕκαστον ἰδίᾳ ἐξήτασεν.

μεʹ. Εἰ περιέχει τὰ κύρια καὶ ἕτερα πρόσωπα, ἀναγ-

καῖον, περὶ ἑκάστου προσώπου πρῶτον διαγνῶναι τὴν

δύναμιν καὶ τὴν ποιότητα· ὡς ἂν δὲ ὁ καιρὸς διδῷ,

φησὶ, τουτέστιν ἡ ὕλη καὶ ἡ περίστασις καὶ ἡ μέ-

θοδος πρὸς τὴν τῶν βίων ἐξέτασιν τῶν παρὰ ποιηταῖς

τε καὶ ῥήτορσιν.

μϚʹ. Ἐγκωμιαστικοὺς λέγει τόπους, γένος, ἀνατρο-

φὴν, ἐπιτήδευμα, πράξεις· ἰστέον δὲ, ὡς μόνον ἐπὶ τῶν

κυρίων χρώμεθα τοῖς ἐγκωμιαστικοῖς, οὐκέτι δὲ καὶ ἐπὶ

127

τῶν ἄλλων· οὐ γὰρ δύναταί τις πρὸς γένος εἰπεῖν ἢ

ἀνατροφὴν, ὥστε ἐπὶ τῶν κυρίων μόνων ἰσχύει τὸ δεῖν

χρῆσθαι πολλάκις τοῖς ἐγκωμιαστικοῖς. τὸ δὲ τοῖς ἐμ-

πίπτουσιν, οὐ τοῖς εὑρισκομένοις φησίν· οὐδὲ γὰρ πάν-

τως ἐξετάζειν ἕκαστα συμφέρει τῶν εὑρισκομένων, ἀλλὰ

ἀντὶ τούτων τοῖς κατεπείγουσι καὶ συμφέρουσι δεῖ

χρῆσθαι, τῶν δὲ ἄλλων οὐ μεμνῆσθαι.

μζʹ. Ἐγκωμιαστικοὺς λέγομεν τόπους, οἷς χρώμεθα

ἐπὶ ἐπαίνου καὶ ἐπὶ ψόγου· οὐ γὰρ μόνον ἐπὶ ἐπαίνου·

τὸ γὰρ ἐγκώμιον διαιρεῖται εἰς ἐγκώμιον καὶ ψόγον· τοῖς

δ' αὐτοῖς κεφαλαίοις καὶ ἐπαινοῦμεν καὶ ψέγομεν.

μθʹ. Τουτέστι τὸ τίς· θεραπεύομεν δὲ αὐτὸ τρόποις

τίσιν; καὶ λογισμὸν ἀποδιδόντες ὧν λέγομεν· ἢ ἐξ

ἐγκωμίου τοῦ εἰπόντος, ὡς ἔχει τό· „ὡς δὲ ἐγώ τινος

ἤκουσα ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι·” ἢ ἐξ ἐπι-

κρίσεως ἡμετέρας. ”καὶ μὰ Δι' οὐδὲν ἄπιστον·“

ἐπειδὴ γὰρ αὐτὸ καθ' ἑαυτό τις οὐδεμίαν ἔχει ποιότητα,

καὶ πίστιν τινὰ ἐντεῦθεν πρὸς τὸν ἀκροατὴν οὐ δυνάμε-

θα ποιήσασθαι, θεραπεύομεν αὐτὸ τοῖς εἰρημένοις τρό-

ποις.

νʹ. Πληρώσας τὸν περὶ τῶν ἐξεταζομένων προσώπων

λόγον, λέγει νῦν καὶ ποῖα τὰ ἀνεξέταστα, ἅ φησιν

εἶναι τὸ τίς, καὶ τὰ δι' ὅλου ἰσάζοντα· τὸ μὲν γὰρ τίς

ἄγνωστον οὐδεμίαν παρέξει τῷ λέγοντι ἀφορμὴν εἰς τὸ

κακῶς ἐρεῖν ἢ καλῶς τι περὶ αὐτοῦ· τὰ δὲ δι' ὅλου ἰσά-

128

ζοντα παρέξει μέν, ἀλλ' ὅσα ἂν εἴποις κατὰ σαυτοῦ,

ἔσῃ ταῦτα κατηγορῶν· διὰ τοῦτο ἀναγκαῖον τὸ σιωπᾷν.

ναʹ. Τούτῳ εἰκότως τὴν πρώτην ἀπένειμε τάξιν·

διαβεβαιούμεθα γὰρ ἐνταῦθα ὑπὲρ τῆς ἡμῶν αὐτῶν

γνώμης, ὡς αὐτοὶ πεπραχότες· ἐν δὲ τοῖς λοιποῖς στο-

χαζόμεθα τῆς τῶν πεπραχότων γνώμης· οὐ γὰρ δυνάμε-

θα διϊσχυρίζεσθαι, ἐπείτοι ὑπόνοιαν καθ' ἡμῶν αὐτῶν

παρέχομεν τοῦ εἰδέναι τὰ τῶν ἐχθρῶν ἀκριβῶς. διὰ τοῦ-

το ἐν μὲν τῷ πρώτῳ ζητήματι ἢ μίαν ἐροῦμεν ἀπολο-

γίαν ἢ πολλὰς οὐκ ἐναντιουμένας ἀλλήλαις, ἐν δὲ τῷ δευ-

τέρῳ καὶ πολλὰς ἐροῦμεν, καὶ ἀναιρετικὰς ἀλλήλων ἅτε

δὴ στοχαζόμενοι.

{Cap. II.

Περὶ προσώπων μὴ ἐξεταζομένων.}

νβ. Καὶ τούτῳ εὐλόγως τὴν δευτέραν ἀπένειμεν

τάξιν· ἰσχυρότερον γάρ ἐστι τοῦ μετ' αὐτό· τὸ γὰρ

ἄντικρυς εἰς αὐτοὺς ἀναφερόμενον τοῦ μὴ ἄντικρυς

ἀναφερομένου πῶς οὐ καθέστηκεν ἰσχυρότερον;

νγʹ. Δευτέραν ἔλαχε τάξιν ταῦτα, διότι πεπλανημέ-

νους ἐπιδέχεται τοὺς λογισμούς. ὧν γὰρ ἄλλοι πεπράχα-

σι, πῶς ἂν ὡρισμένας ἀποδοίημεν αἰτίας;

Διανύσας τὴν τῶν προσώπων ἐξέτασιν μέτεισιν ἐπὶ

τὴν τῶν πραγμάτων· ἡ δὲ αἰτία εἴρηται, δι' ἣν τὴν τῶν

προσώπων ἐξέτασιν προτέραν ἐποιήσατο· διαιρεῖ τοίνυν

τὰ πράγματα κατὰ τρεῖς διαφορὰς, ἢ ἐφ' οἷς αὐτὸς ὁ

πράξας κρίνεται, ἢ ἐφ' οἷς ἑτέρου πράξαντος ἄντικρυς

εἰς αὐτὸν ἀναφέρεται τὸ πραχθέν, ἢ ἐφ' οἷς ἑτέρου πρά-

129

ξαντος οὐκ ἄντικρυς ἀναφέρεται τὸ πραχθὲν εἰς αὐτόν·

τὰς μὲν οὖν δύο τὰς πρώτας διαφορὰς ἅπαντες παρα-

δέχονται, τὴν δὲ τρίτην μόνος εἰσήνεγκεν Ἑρμογένης, ἣν

καλεῖ μεταξὺ, περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν· ἰστέον δὲ,

ὥς τινες κατὰ ἕνδεκα τρόπους διαιροῦσι τὰ πράγματα·

φασὶ γὰρ, ὅτι ἢ ἐφ' οἷς εἶπέ τις κρίνεται, ἢ ἐφ' οἷς

δέον εἰπεῖν, οὐκ εἶπεν· ἢ ἐφ' οἷς ἑτέρου εἰπόντος ἄντι-

κρυς εἰς αὐτὸν ἀναφέρεται, ἢ ἐφ' οἷς ἑτέρου εἰπόντος

οὐκ ἄντικρυς ἀναφέρεται εἰς αὐτόν· καὶ πάλιν ἢ ἐφ' οἷς

ἔπραξέ τις ἢ ἐφ' οἷς δέον πρᾶξαι, ἢ ἐφ' οἷς ἑτέρου

πράξαντος ἄντικρυς ἀναφέρεται εἰς αὐτὸν, ἢ ἐφ' οἷς

ἑτέρου πράξαντος οὐκ ἄντικρυς ἀναφέρεται εἰς αὐτόν.

ἢ ἐκ πάθους, οἷον νέος πλούσιος συνεχῶς εἰς τὴν ἀκρό-

πολιν ἀφορῶν ἐδάκρυε, καὶ κρίνεται τυραννίδος ἐπιθέ-

σεως· ἢ ἐφ' οἷς κέκτηται· παρὰ Δημοσθένει εὑρέθη ἡ

εἰκὼν Φιλίππου καὶ κρίνεται προδοσίας· ἑνδεκάτη διαφο-

ρὰ, φασὶν, ἡ τοῦ συμβουλευτικοῦ εἴδους, μηδὲ μίαν ἔχου-

σα κοινωνίαν πρὸς τὰς εἰρημένας. Γελοιοτάτη δὲ ἡ

τοιαύτη διαίρεσις· ἀνάγεται γὰρ ἅπαντα ὑπὸ τὰς ἐκτε-

θείσας τῷ τεχνογράφῳ τρεῖς διαφοράς· εἴτε γὰρ ἐν λό-

γοις εἴη τὰ ζητούμενα, εἴτε ἐν πράξεσι, πράγματα κα-

λεῖται· ὅσα γὰρ μὴ πρόσωπα, ταῦτα πράγματα ὀνομά-

ζομεν· ταῦτά φασι παραλελοιπέναι τὸν τεχνικὸν οἱ τῆς

τῶν πραγμάτων ἀπολελειμμένοι διαιρέσεως· ἐκεῖνα γὰρ,

καθὰ μεμαθήκαμεν, δεῖ πράγματα καλεῖν, τὰ τὴν ἀφορ-

μὴν τῆς κατηγορίας παρέχοντα, καὶ τὰ ἐν τῇ ὑποθέσει

130

εὑρισκόμενα, καὶ πρὸς πίστιν φερόμενα τοῦ ἐγκλήματος·

ταῦτα δὲ πάντα ἐν λόγοις καὶ ἐν ἔργοις ζητεῖται, καὶ

πρὸς ἀπόδειξιν φέρεται τοῦ ἐγκλήματος· ἡ δὲ περὶ τοῦ

συμβουλευτικοῦ ζήτησις οὐκ ἀπόβλητος· τὴν γὰρ συμ-

βουλὴν, φασὶν, ὑπ' οὐδεμίαν ἐστὶν ἀνάγειν τῶν

εἰρημένων τῷ τεχνογράφῳ διαφορῶν· οἷον τὸ δεῖν βοη-

θεῖν Ὀλυνθίοις ὑπὸ ποίαν ἄν τις τῶν εἰρημένων ἀνάγοι

διαφοράν; ἀλλ' ἐκεῖνό γε ἐχρῆν εἰδέναι, ὡς ἕτερόν ἐστι

τὸ πιστούμενον καὶ ἕτερα τὰ πιστωτικά· πιστούμενον

γάρ ἐστιν αὐτὸ τὸ ζητούμενον, πιστωτικὰ δὲ τὰ πρὸς

πίστιν λαμβανόμενα τοῦ ζητουμένου, ἅπερ καλεῖται

πράγματα· οὕτως οὖν τὸ μὲν δεῖ βοηθεῖν Ὀλυνθίοις

ἐστὶ τὸ ζητούμενον, ὅσα δὲ πρὸς πίστιν τούτου παρα-

λαμβάνεται, καλεῖται πράγματα, καὶ πάντως ὑπὸ τὰς

προειρημένας τῶν πραγμάτων διαφορὰς ἀνάγεται.

Ἑβδοματικὴν τὴν τῶν προσώπων διδάξας διαφορὰν,

τρίτην τὴν τῶν πραγμάτων ἡμῖν παραδίδωσιν· ἢ

ὅταν αὐτὸς ὁ κρινόμενος ποιήσῃ, ἢ ὅταν ἕτερος παρὰ

τὸν κρινόμενον, ἢ ὅταν αὐτός τε καὶ ἕτερος, ἃ μεταξὺ

τῶν προειρημένων ἐκάλεσε καὶ πρώτης δυνάμεως μὲν εἶ-

ναί φησιν, ὅταν ἀφ' ὧν τις αὐτὸς πεποίηκε κρίνηται, καὶ

εἰκότως· ἰσχυρότερον γὰρ εἰς κατηγορίαν τὸ ἐκ τῶν οἰ-

κείων ἔργων καὶ πράξεων διελέγχεσθαι· καὶ παράδει-

γμα τίθησι τὸν τὸ νεοσφαγὲς σῶμα θάπτοντα· οὐκ αὐ-

τὸς πλάσας, ἀλλ' ἐκ τῶν παλαιῶν εἰληφώς· τὸ γὰρ εἰ-

πεῖν ὡς ὁ θάπτων, τοῦτο αἰνιττομένου ἐστί· δευ-

τέρας δὲ δυνάμεως, ὅταν ἑτέρου πράξαντος ἄντικρυς εἰς

τὸν κρινόμενον τὸ γεγονὸς ἀναφέρηται· οἷον τρισαρι-

στέως εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ προδοσίας κρίνε-

ται· ἀλλαχοῦ γὰρ οὐχί. εἰς αὐτὸν δὲ τὸν τρισαριστέα

131

τὸ γενόμενον φέρεται, ἐφ' ᾧ καὶ κρίνεται· τελευταίας

δὲ καὶ τρίτης δυνάμεως τὰ μεταξὺ τῶν εἰρημένων ὠνό-

μασεν, ὅταν ἀφ' ὧν τε αὐτὸς ὁ κρινόμενος καὶ ἕτερός

τις ἔπραξε τὰ τῆς ἐξετάσεως γίνηται. Ὁ δὲ Ἑρμογένης

τὰ μὲν ὑφ' ἑτέρου πεπραγμένα ἐν τῷ παραδείγματι τέ-

θεικε, τὰ δὲ ὑπ' αὐτοῦ τοῦ κρινομένου παρέλιπεν·

ἐν δὲ τῷ εἰπεῖν, ἃ μεταξὺ τούτων ἐστὶ, κἀκεῖνα ἐνέφηνε.

μεταξὺ γὰρ τὸ ἑκατέρων ἐξηρτῆσθαι καὶ μετέχειν ἑκατέ-

ρων ἐστὶν, ἀλλὰ καὶ τῷ φάναι, διὰ δὲ τἄλλα ἐνδέχεται

καὶ τοῦτο ἐξετασθῆναι, ὡς ἀναφερόμενον· τῷ δὲ εἰπεῖν

τἄλλα τοῦτο ᾐνίξατο· δόξειε δ' ἄν τις ἴσως μηδὲν δια-

φέρειν τῆς πρώτης τάξεως τὰ πεπραγμένα τῷ Ἀρχιδάμῳ,

οἷον ὅτι μὴ τοὺς καρποὺς τοῦ Περικλέους ἐδῄωσε·

τοῦτο γὰρ τὸ ὑπ' αὐτοῦ πεπραγμένον· ὁ γὰρ αὐτός ἐστι

καὶ πεπραχὼς καὶ κρινόμενος. ὥστε οὐδὲν τῆς πρώτης

τάξεως διενήνοχε, καί φαμεν, ὡς εἰ μὲν, ἐξ ὧν ὁ Ἀρ-

χίδαμος ἔπραξεν, ἐκρίνετο, εἶχε λόγον· νῦν δὲ οὐκ ἐξ αὐ-

τῶν· οὐ γὰρ προδοσίας κρίνεται, ὡς τοὺς καρποὺς μὴ

δῃώσας, ἀλλὰ δώρων φεύγει· ὅπερ ἀνοίκειον μὲν αὐ-

τῷ, οἰκειότατον δὲ πρὸς τὰ τῷ Περικλεῖ γεγραμμένα· τὰ

δ' οὖν ὑπὸ τοῦ Ἀρχιδάμου γινόμενα εἰς οὐδὲν ἄλλο τῷ

ζητουμένῳ συμβάλλεται, ἢ ὅσον εἰς αὐτὸν ἀναφέρειν τὸν

Ἀρχίδαμον τὸ ὑπὸ τοῦ Περικλέους γραφέν· τοῦτο δὲ

δηλοῖ τὸ „διὰ δὲ τἄλλα καὶ τοῦτο ἐνδέχεται ἐξετασθῆ-

ναι.”

νδʹ. Τὸ μεταξὺ λέγεται διχῶς, εἴτε ἐπὶ τόπου, ἢ τὸ

132

μέσον δύο τινῶν· μέσον δέ ἐστι τὸ κοινωνοῦν ἀμφοτέροις·

ζητοῦσιν οὖν τινες, πῶς εἶπεν ἐνταῦθα τὸ μεταξύ· ὅτι

μὲν γὰρ οὐκ ἐπὶ τόπου ἐχρήσατο δῆλον· περὶ πραγμά-

των γὰρ ὁ λόγος αὐτῷ. ἀλλ' οὐδὲ μέσον τῶν προκει-

μένων καθεστὼς φαίνεται, καθὸ οὐδὲ κοινωνίαν ἔχει πρὸς

αὐτά. πῶς γὰρ κοινωνεῖ, φασὶ, τὸ ὑφ' ἑτέρου πεπρα-

γμένον καὶ μὴ ἄντικρυς εἰς ἡμᾶς ἀναφερόμενον τῷ ὑφ'

ἡμῶν…

ἡμᾶς…

ὥστε…

The complete text is available when the reading interface loads.