Commentarium in librum $1PERI\ EU(RE/SEWS
- Edition reference
- Commentarium in librum περὶ εὑρέσεως, ed. Walz, op. cit., vol. 7.2, 697–860.
- CTS identifier
urn:cts:greekLit:tlg5024.tlg019.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
7
699
τούτοις· τὸ μὲν κεφάλαιον ὡρισμένον ἐστὶ καὶ ἀεὶ φυ-
λαττόμενον, οἷον ἐπὶ τῆς πραγματικῆς δίκαιον καὶ
συμφέρον καὶ νόμιμον. ταῦτα πάντα ἐν ἑκάστῃ στάσει
πραγματικῇ ἐμπεσεῖται, καὶ πᾶς μεταχειριζόμενος χρήσε-
ται, ἡ δὲ εὕρεσις ἀόριστος καὶ πρὸς τὴν ἑκάστου φαν-
τασίαν ἐγγινομένη· διὸ οὐ πάντες χρήσονται τῇ αὐτῇ,
ἀλλὰ πολλοὶ μὲν εὐπορωτέρᾳ, οἱ δὲ στενωτέρᾳ, πρὸς
τὴν φύσιν μετρούμενοι. ἔτι τὰ μὲν κεφάλαια περιέχει τὴν
εὕρεσιν. ἡ δὲ ταῦτα οὒ, ἀλλὰ περιέχεται· καὶ τὸ πάν-
των μέγιστον, ὅτι τὰ μὲν κεφάλαια ἀπὸ τῶν ἀγώνων
ἀρχόμενα εἰς τοὺς ἀγῶνας καταλήγει, ἡ δὲ εὕρεσις καὶ
τῇ παρεκβάσει, καὶ τοῖς ἄλλοις μέρεσι τοῦ λόγου πεπλή-
ρωται. Πρὸς δὲ τὸ ἐν τῷ περὶ στάσεων τῷ τεχνικῷ
λεχθέν φαμεν, ὅτι ἐκεῖ ὁ τεχνογράφος ἔοικεν ἀντιπίπτον-
τος λόγῳ κεχρῆσθαι· ἐπειδὴ γὰρ σκοπὸν προὔθετο
700
περὶ διαιρέσεως πολιτικῶν ζητημάτων λέγειν, ἤμελλε δὲ
καί τινα τῆς εὑρέσεως προσθεῖναι τῷ λόγῳ, ἵνα μὴ τῷ
σκοπῷ δοκῇ μαχόμενα διαπράττεσθαι, ἐπεσημήνατο φή-
σας, ἐξ ἀνάγκης τοῦτο παρακολουθεῖν· ἔπειτα καὶ τῆς
ἰδίας σαφηνείας ἤγουν ἀκριβείας ὁ τεχνογράφος ἀντιποι-
ούμενος, ἀπορῶν δὲ τῶν κεφαλαίων ἑκάστου ἰδικὸν
ὅρον ἀποδιδόναι· ἐπὶ γὰρ τῶν μερικῶν ἐκλείπουσιν οἱ
ὅροι· βουλόμενος τοῦτο σαφηνίσαι διὰ τῆς εὑρέσεως
τὸ δι' ὅρων ἀδυνατῆσαν ποιεῖ. οἷον τῆς στοχαστι-
κῆς ζητήσεως κεφάλαιά ἐστι τάδε, παραγραφικὸν, ἐλέγχων
ἀπαίτησις, βούλησις καὶ τὰ λοιπά. Ἐν τῷ λέγειν οὖν
περὶ βουλήσεως καὶ τὰς μεθόδους τοῦ κεφαλαίου παρα-
διδόναι ἀνάγκη περιπίπτειν καὶ τροφὴν καὶ ὅσα τοιαῦ-
τα, καὶ ἴσως τις ἀπορήσειε, τί δήποτε εἰπὼν σχεδὸν καὶ
διδάξας, ὅτι ἔν τισι διαλλάττει, ἐπήγαγε· πλὴν ὅσον
οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως· φαμὲν οὖν, ὅτι τοῦ-
το παρίστησι τοῦ τεχνικοῦ τὴν ἀκρίβειαν· εἰπὼν γὰρ τὸ
σχεδὸν ὑπόνοιαν τοῦ μὴ διαλλάττειν παρέσχετο, τῷ δὲ
προσθεῖναι, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως,
ἐν οἷς διαφέρει ἀλλήλων ἐδήλωσεν.
εʹ. <Τοῖς ἐκ τῶν ὑπολήψεων καλουμένοις·>
Πρῶτον καὶ κάλλιστον προοίμιον τὸ ἐξ ὑπολήψεων, καὶ
γὰρ αὐτὸς προϊὼν ἐρεῖ, τῶν ἐξ ὑπολήψεως ἡ ἀρετὴ παν-
ταχοῦ φαίνεται.
Ϛʹ. <Διελὼν ἐκθήσομαι.> Ἑκάστου προοίμιον θέ-
λων εἰπεῖν εὕρεσιν ἐν μέρει διαιρῶν αὐτά.
701
ζʹ. <Ἢ κρίνομεν ἢ βουλευόμεθα.> Ἐν προβλή-
μασι λέγει, ἀντὶ τοῦ· ἐν ζητήμασι τοῖς ἐξεταζομένοις· οὐ
τὸ πανηγυρικὸν δὲ ἐκβαλεῖν βουλόμενος τοῦ περὶ προοι-
μίου ταῦτά φησιν· παραλαμβάνει δὲ καὶ τοῦτο· κρίσιν
γὰρ γενικῷ λόγῳ καὶ τὴν ἀγαθοῦ καὶ κακοῦ ἐπίσκεψιν
δηλοῖ, ᾗτινι καὶ τὴν ἐν πανηγυρικῷ λόγῳ μέτιμεν μετα-
χείρισιν. πρόβλημα δὲ καλεῖ, ὃ ἀνωτέρω εἶπεν ὑπόθεσιν,
ὡς τοῦτο· παρίστατό τις ἐπ' ἐρημίας νεοσφαγεῖ σώματι,
βαστάζων ξίφος ᾑμαγμένον, καὶ φεύγει φόνου.
ηʹ. <Τῶν ἔξωθεν ἐμφαινομένων.> Ἔξωθεν ἐμ-
φαινόμενοί εἰσιν οἱ ἔξω τούτων πάντων, οἷον οἱ πολέ-
μιοι· ἐμφαίνονται δὲ πολλάκις μὲν ἓν, πολλάκις δὲ πλείο-
να, ἢ ἓν πρᾶγμα ἢ ἓν πρόσωπον, ἢ πολλὰ πρόσωπα, ἢ
πολλὰ πράγματα.
702
θʹ. <Πρῶτον μὲν οὖν.> Οἱ δικασταὶ ἤτοι εὐμε-
νεῖς εἰσιν, ἢ οὐ, ἢ οὐδέτερον· ἂν μὲν οὖν εὐμενεῖς ὦσιν
ἡμῖν κ. τ. λ.
ιβʹ. <Ὁρῶν ὑμᾶς ὦ ἄνδρες Ἀθηναῖοι.> Ἀπὸ
τῶν δικαζόντων τὸ πρῶτον προοίμιον· γράφει δὲ τὰ προ-
οίμια ἀπὸ τῶν δικαζόντων, οἵτινές εἰσιν οἱ κριταὶ, ἀπὸ
τῶν κατηγόρων, οἵτινές εἰσιν οἱ διώκοντες, ἀπὸ τῶν ἀπο-
λογουμένων, οἵτινές εἰσιν οἱ φεύγοντες, ἀπὸ τῶν ἐχόντων
αὐτὰ τὰ πράγματα καὶ τὰ ἐγκλήματα.
ιγʹ. <Εἰ δὲ φαῦλον εἴη τὸ πρᾶγμα·> Ὡς ἐπὶ
φόνου ἁπλῶς, χαλεπὸν γὰρ καὶ ἀκοῦσαι τοῦτο, καὶ πρὸς
θυμὸν ἐπίφορον παρασκευάσαι. Οἶκτός γε μὴν οἷς τὰ
ἀνήκεστα συμβέβηκε πεπονθέναι παρακολουθεῖ, ἤτοι
703
ἐχθροῦ τινος ἐπηρείᾳ, ἢ ἄλλως φύσεως ἀνάγκῃ. Χαλε-
παίνουσι τοιγαροῦν οἱ ἀκροαταὶ τοῖς δεδρακόσιν, οἰκτεί-
ρουσι τοὺς πεπονθότας, πάσχει δέ τις, ὡς ἔφαμεν, ἢ πονη-
ροῦ τινος ἐπιβεβουλευκότος, ὡς ἐφ' οὗ τὴν οἰκίαν ἐμ-
πρησθῆναι ὑπὸ τοῦ γείτονος ὑπῆρξεν, ἢ φύσεως νόμῳ,
πατρός τινος ἢ υἱοῦ ἢ ἄλλου τῶν προσηκόντων ἀπογε-
γονότων. Οἶκτος δὲ καὶ ὀργὴ καὶ ἔλεος τοῖς ὅμοια τῷ
προκειμένῳ ὑποδείγματι πεπονθόσι παρέπεται, καὶ
ἐπὶ μὲν τῶν ἐξ ἐπιβουλῆς πεπονθότων κατηγορία ἐνίστα-
ται, ἐπὶ δὲ τῶν φύσεως νόμῳ, ἐπιτάφιοι, μονῳδίαι
καὶ εἴ τι ἄλλο τοιοῦτον ἡ τέχνη δέδωκεν ἐξευρίσκειν
ἀνθρώποις.
ιζʹ. <Καὶ προοιμίου δριμύτης πρότασις.> Τὸ
ἀναγκαῖόν ἐστι τὸ δριμύ· δριμύτητα δὲ προοιμίου τὴν
πρότασιν ἐκάλεσεν, αὐτὸ γάρ ἐστι τὸ δρῶν καὶ συνεκτι-
704
κώτατον προοιμίου παντός· καὶ αὐτοῦ μὴ δοθέντος
οὐδὲν τῶν λοιπῶν ἔσται·
<Εὐσταθίου·> Ἐκ τοῦ κατηγορικοῦ τὸ τρίτον
προοίμιον ἔχει τὴν ἀρχήν· ἔστι δὲ ἀπὸ τῆς δόξης, ἣν οὐ
φθονεῖν δείκνυσι τὸ προοίμιον, ἀπὸ τοῦ κατηγόρου λαμ-
βάνοντα τὴν βασκανίαν ἀποκρούεσθαι· φαίνεται γὰρ οὐ
διὰ τὴν ἀλήθειαν, ἀλλὰ διὰ τὸν φθόνον κινεῖσθαι ὁ
λαλῶν, ὃ καλόν ἐστιν, ἀποκρούσασθαι, καὶ ἔπειτα εἰπεῖν
εἰς τὸ τοῖς πολλοῖς νομιζόμενον μὴ οὕτως ἔχειν· φθο-
νοῦνται δὲ ἢ δόξα ἢ πλοῦτος.
705
ιθʹ. <Ὅτι αἰσχρὸν ἀπεχθάνεσθαι κοινῷ εὐ-
εργέτῃ·> καὶ τοῦτο τοῦ δικανικοῦ τὸ προοίμιον· ἀρνη-
τέον δὲ τὴν ἔχθραν ἐπὶ προοιμίου, ὅτε ἐστὶ πρόσωπον ἢ
πλούσιον ἢ ἔνδοξον, ἢ ἐπαινούμενον, ἤγουν χρηστὸν ἢ
ὠμὸν, ἐξουσιάζον δέ.
κʹ. <Οὐκ ἔχθρας ἕνεκεν, ὦ ἄνδρες Ἀθηναῖοι.>
Τοῦ συμβουλευτικοῦ τὸ προοίμιόν ἐστι· ἐκφεύγειν δὲ τὸ
δοκεῖν δι' ἔχθραν λέγειν· τὸ γὰρ πρόσωπον τῶν ἄγαν
ἐνδόξων καὶ δείκνυσι τὸ εὐδοκιμοῦσιν ἀντιλέγειν οὐ κα-
λὸν, ὡς φροντίζων δὲ τοῦ προσώπου λέγει.
καʹ. <Οὐκ ἀπεχθανόμενος ἰδίᾳ τῷ πλουσίῳ.>
Καὶ τοῦτο τὸ προοίμιον δικανικὸν, γίνεται δὲ πρὸς
πρόσωπον ὠμὸν καὶ ἔνδοξον. Δείκνυσι δὲ ἑαυτὸν ὁ προ-
οιμιαζόμενος οὐ διὰ τὸ ἀπεχθάνεσθαι λέγειν, ἀλλὰ τοῖς
νόμοις καὶ τῇ πόλει βοηθῶν, φησὶ, λέγω, καὶ τοῦ
κοινοῦ συμφέροντος ἕνεκα, καὶ ὅλως εἰπεῖν, ὡς παραιτού-
μενος τὰς ἰδίας ἔχθρας ταῦτα προβάλλεται.
706
κβʹ. <Ὅπερ Εὐκτήμιον, ὦ ἄνδρες δικασταί.>
Ὁ Εὐκτήμων λόγον ἐποίησε κατ' Ἀνδροτίωνος, ἀδικηθεὶς
ὑπ' αὐτοῦ, καὶ Δημοσθένης κατὰ Ἀνδροτίωνος τὰ
ὅμοια πεπονθὼς, καὶ τοῦτο δὲ τὸ προοίμιον δικανικὸν,
707
καὶ ὁμολογοῦν τὴν ἔχθραν· προαδικηθεὶς γὰρ ἀμύ-
νεται.
κγʹ. <Πλὴν εἰ μὴ πιθανῶς λέγοιμεν.> Καὶ
τοῦτο δικανικὸν τὸ προοίμιον, ἀρχόμενον ἀπὸ τοῦ ὑπερ-
απολογουμένου, ἤγουν τοῦ ἐντολέως· ἐπειδὴ ὕποπτός
ἐστι δωροδοκεῖσθαι ὑπό τινος, παραιτεῖται τὸ κέρδος
καὶ ἀρνεῖται· πιθανὸν δὲ δῶρον τοῦτο προβάλλεται τὴν
σωτηρίαν τῶν βοηθουμένων.
κδʹ. <Οἷον φιλεῖν αὐτοὺς ἀδελφούς.> Καὶ τοῦ-
το δικανικὸν τὸ προοίμιον ἔχον τὴν ἀρχὴν ἀπὸ τοῦ
ἀπολογουμένου αὐτοῦ· ὁμολογεῖ δὲ τὴν εὔνοιαν ὅλως
φανερῶς. Δίδωσι γὰρ ἡ ὑπόθεσις, ὁμολογεῖ δὲ ἢ διὰ
γένος· χρὴ γὰρ ὑπὲρ συγγενῶν λέγειν, ἢ διὰ κοινοὺς
εὐεργέτας λέγων τις ἢ ὅλως τὸ ὑπὲρ προσηκόντων λαλεῖν·
ἀνεπίφθονος γὰρ τότε φαίνεται ὁ λέγων, ὡς μὴ
φθονῶν τῷ κατηγορουμένῳ ἢ μισῶν αὐτὸν, ἀλλὰ διὰ τὸ
προσῆκον λαλῶν.
κεʹ. <Ὡς ἂν οἷός τε ὦ συνερεῖν.> Οὐ θέλει γὰρ,
ἵνα λυθῇ ἡ ἀτέλεια τοῦ Χαβρίου· ἀποθανόντος γὰρ τοῦ
Χαβρίου ἐσύρετο διδόναι ὁ υἱὸς αὐτοῦ· ὁ Δημοσθένης
δὲ λέγει, ἵνα ἔχῃ τὴν ἀτέλειαν.
κϚʹ. <Οἷον οὐκ ἀγνοῶ μέν.> Καὶ τοῦτο δικανικὸν,
ἀπὸ τοῦ ἔχοντος τὰ ἐγκλήματα ἡ ἀρχὴ τοῦ προοιμίου·
708
γίνονται δὲ ἐν τούτοις προοίμια τέσσαρα, τὸ διαλῦσαι
τὰς χρηστὰς ὑπολήψεις, τὸ διαλῦσαι τὰς φαύλας, τὸ
βεβαιῶσαι τὰς φαύλας, τὸ βεβαιῶσαι τὰς χρηστάς.
κζʹ. <Ὅτι μὲν οὐκ ἄλλος τις.> Ἀπὸ τοῦ ἀπολογου-
μένου τὸ προοίμιον· ἡ δὲ ἀπολογία ὑπὲρ τῆς τὸ
ἔγκλημα ἐχούσης γυναικὸς, τῆς νίκης δὲ τὴν γυναῖκα
αἰτίαν φησὶ, διὰ τὸ φοβηθέντας τοὺς υἱοὺς, μὴ αὐτοὺς
ἀνέλῃ, ἀριστέας ἀναφανῆναι· βεβαιοῖ δὲ τὸ προοίμιον
τὰς χρηστὰς ὑπολήψεις, τὰς δὲ φαύλας διαλύει.
κηʹ. Καὶ γὰρ συμβουλεύοντες λέγομεν, ποιῶμεν
τόδε, ὡς ἂν μὴ τὰ τοῖς ἐχθροῖς δι' εὐχῆς ἐπισπα-
σώμεθα κακὰ, καὶ πάλιν, ποιῶμεν τόδε, ὡς ἂν τοὺς
φιλικῶς ἡμῖν διακειμένους εὐφραίνωμεν· ὡσαύτως καὶ
ἐπαινοῦντές φαμεν, ὡς ὁ τοῦ προκειμένου ἔπαινος
πολλοὺς ἐπὶ τὸν ὅμοιον ζῆλον παρακαλέσει, καὶ εὐφρα-
νεῖ μὲν ἀγγέλους καὶ πάντας τοὺς ἀρετὴν ἐπασκοῦν-
τας, δαίμονας δὲ λυπήσει καὶ καταισχυνεῖ.
709
κθʹ. Τοῦτο τὸ προοίμιον ἀπὸ τῶν ἔξωθεν ἐμφαινο-
μένων προσώπων ἄρχεται, οὐκ ἄξιον λέγον, ἃ δοκεῖ τοῖς
πολεμίοις, ἡμᾶς ποιεῖν· ἔστι δὲ συμβουλευτικόν.
{Cap. II.
Περὶ τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων.}
αʹ. <Ὧν μέλλει λέγειν·> μαθήματα δὲ ἔφαμεν καὶ
ἀνωτέρω, ὅτι τὰς ὑποθέσεις καλεῖ, ἀφ' ὧν καὶ αἱ προ-
τάσεις εὑρίσκονται. Σημείωσαι δὲ, ὅτι οὐκ ἀεὶ ἐν τοῖς
ἐξ ὑποδιαιρέσεως ἡ πρότασις τοῦ προοιμίου ἀπὸ τῆς ἐμ-
πιπτούσης τῶν ἐξ ὑποδιαιρέσεως διαφορῶν γίνεται.
710
Τὰ ἐξ ὑποδιαιρέσεως, φησὶ, προοίμια οὐκ ἐν πᾶσι
τοῖς προβλήμασιν εὑρίσκεται, οὐδ' εἰ εὑρεθείη ἐν προβλή-
μασιν, ὅλα διόλου εὑρίσκεται, ἀλλὰ μέρη αὐτῶν συνανα-
μεμιγμένα τοῖς ἐξ ὑπολήψεως· ἐκείνων γὰρ ἡ ἀρετὴ καὶ
ἰσχὺς ἐν πᾶσιν εὑρίσκεται.
βʹ. Τὰ δυνάμενα τέμνειν, ἀπὸ μεταφορᾶς τῶν μα-
χαιρῶν, αἱ τεθηγμέναι μᾶλλον τέμνουσιν· εὔθηκτα οὖν
ἀντὶ τοῦ τμητικοῦ, ἐνεργοῦς, δραστικοῦ· ἄλλοι δὲ εὔ-
θικτά φασι διὰ τοῦ ι̅ γράφεσθαι στοιχείου, οἱονεὶ
εὐαφῆ καὶ πολλὴν ἐπιφαίνοντα τὴν εὐτυχίαν τοῦ καταλ-
λήλως καὶ ἁρμοδίως τῇ ὑποθέσει προάγεσθαι καὶ μηδὲν
ἄστοχον πάσχειν, καὶ ἀποτευκτικὸν, ἀλλ' εὔθετον τῷ
λόγῳ τὴν ἐπαφὴν παρεχόμενα.
γʹ. Ὅτι καὶ ἐν τοῖς περὶ τῶν ἐξ ὑποδιαιρέσεως
ὑπόληψις φαίνεται, ὡς ἀνωτέρω ἐδηλώσαμεν.
δʹ. Ἀθρόον ἐνταῦθα οὐ τὸ σημαῖνον τὸ ἓν, ἀλλὰ
711
δύο, ἢ τὸ λαμβανόμενον οὐκ ἐπὶ χρόνου ἑνὸς, ἀλλ' ἐπὶ
ἐνεστῶτος καὶ μέλλοντος, ἢ ἐπὶ παρῳχημένου καὶ μέλ-
λοντος· τοῦτο δὲ οὕτως καλεῖται· οὐ γὰρ λεπτολογῶν τὸ
ἀδίκημα κατὰ μέρος εἰσάγει, ὡς ἐφ' ὧν προεῖπον, ἀλλ'
ὅλον αὐτὸ ἀθρόον λαβὼν πρὸς τὸ μέλλον μόνον ὑποδιαι-
ρεῖ· πῶς δ' ἂν ἠδύνατο τὸ ἀδίκημα ὑποδιαιρεῖν, εἰ οὕ-
τως ἔλεγεν· εἰ γὰρ οἱ πατέρες τούτου μόνου τοῦ γένους
712
ἐτυράννουν, εἰ μέχρι τῶν υἱέων, τὰ τῆς πονηρᾶς ταύτης
ἀπέληγεν ἐπιθυμίας, οὐχ οὕτως δεινόν· νῦν δὲ ἀϊδιότητι
ὑποβέβληται, τῇ τοῦ γένους διαδοχῇ συμπαρατεινομένου
τοῦ λυπηροῦ, καὶ ἐπὶ τοῦ ταριχομικτοῦντος, εἰ γὰρ ζώσῃ
ἐμίγνυτο, εἰ κἂν μικρὸν γοῦν ἐμπέσῃ, εἶχεν ἂν τὸ πραχθὲν
συγγνώμην.
{Cap. IV.
Περὶ τῶν ἀπὸ καιροῦ προοιμίων.}
Τὸ ἀπὸ καιροῦ καὶ ἀπὸ τῶν λοιπῶν περιστατικῶν
λαμβάνεται· ἔχει δὲ ὑπερβολὴν δυνάμεως περὶ τὸ ἐξ ὑπο-
λήψεως, ἐπειδὴ ἐκεῖνα πολλάκις εὐνοίας ἢ κέρδους ἢ
φθόνου ὑπόνοιαν δίδωσιν.
713
{Cap. V.
Περὶ παντὸς προοιμίου καὶ ἐκ πόσων μερῶν
συνέστηκεν.}
αʹ. Πᾶν προοίμιον σύγκειται ἐκ τεσσάρων, ἐκ προ-
τάσεως, ἐκ κατασκευῆς, ἐξ ἀποδόσεως, ἤγουν ἀξιώ-
σεως, ἐκ βάσεως, ἣ συνάγει τὴν πρότασιν· καὶ πρῶτα
μὲν ἐν προοιμίοις πρότασις γίνεται· ἐπακολουθεῖ τῇ προ-
τάσει κατασκευή· ἀπὸ τῆς κατασκευῆς ἀπόδοσις, ἥτις
ἐστὶν ἀξίωσις, ἐκ τῆς ἀξιώσεως ἡ βάσις γίνεται, ἥτις
συνάγει τὴν πρότασιν καὶ τὴν ἀπόφασιν, ἤγουν τὴν
ἀξίωσιν, ἡ δὲ πρότασις ἐκ τῶν ὑποθέσεων ἀεὶ ἤτοι τῆς
ὕλης τοῦ προκειμένου ζητήματος γίνεται, ἃ καὶ μαθή-
ματα Ἑρμογένης καλεῖ, ὡς αὐτῶν ἡμᾶς διδασκόντων,
ὅπως χρὴ τὴν τοῦ προοιμίου ποιήσασθαι πρότασιν, περὶ
ὧν καὶ αὐτὸς φθάνει διδάξας. Σημείωσαι δὲ, ὅτι τὸ
προοίμιον ἔχει τὰ τέσσαρα ταῦτα· τὸ δὲ τέταρτον ἐνίοτε
ἐκλείπει, τὰ δὲ τρία ἤτοι δυνάμει ἢ ἐνεργείᾳ πάντως
714
ἐμφαίνεται· καὶ ἡ μὲν πρότασις προδήλως ἐκ τοῦ ἐπι-
χειρήματος γίνεται, ἡ δὲ κατασκευὴ τῆς αἰτίας ἐπὶ τὸ
πλεῖστον γίνεται· ἡ δὲ ἀξίωσις σκόπει πῶς διώνυμός
ἐστι, καὶ ποτὲ μὲν ἀπόδοσις λέγεται, ποτὲ δὲ ἀξίωσις.
Ἀλλὰ τί δεῖται φέρε ἀπόδοσις ἀξιώσεως; καὶ λέγομεν
ὅτι ἡ ἀξίωσις δεῖται τοῦ βοηθήσοντος, ἀξίωσις γάρ ἐστιν
ἡ ἱκετεία, ἡ δὲ ἀπόδοσις τὸ προσῆκον κελεύει γίνεσθαι·
πολὺ δὲ διέστηκε τὸ δεῖσθαι τοῦ κελεύειν· ὁ γὰρ λέ-
γων, ὑμᾶς δὲ προσήκει πρόνοιαν τῆς ὑμετέρας εὐδοξίας
ποιουμένους, ὡς ἐκ τοῦ δικαίου προερχόμενος κελεύει· ὡς
καὶ τὸ, ἔστι δὲ οὐκ ἄξιον ποιεῖν ἃ δοκεῖ τοῖς πολεμίοις·
ὁ δὲ λέγων συμβουλεύσων παρελήλυθεν, ἀποδιδόναι τὴν
πόλιν, ἣν ἔσωσαν αὐτοὶ, καὶ ὁ ἀξιῶν τόδε γενέσθαι οὐ
κελεύει, ἀλλ' ἀξιοῖ δεόμενος· διὸ ταῦτα κυρίως ἀξιώσεις
λέγονται· ἡ δὲ βάσις, δι' ἣν αἰτίαν λείπει τε πολλάκις
καὶ προτίθεται, λεκτέον· γίνεται γὰρ ὡς αἰτία τῆς ἀπο-
δόσεως, ὡς αὐτὸς ὁ τεχνικός φησιν· ἐὰν δὲ προστι-
θῶμεν καὶ τὴν αἰτίαν τῆς ἀποδόσεως, πανηγυρικωτέρα
715
γίνεται ἡ βάσις καὶ ἐπιὼν λέγει, εἰ βούλει δὲ πρόσθες
καὶ τὴν τῆς ἀξιώσεως αἰτίαν, τουτέστιν αὐτὸ τὸ πρᾶγμα
γυμνόν· τὸ δὲ, δι' ἣν αἰτίαν βάσιν, καὶ οὐ φανερῶς
τῆς ἀξιώσεως αἰτίαν λέγει τὸν τόπον, ἤδη λεκτέον·
βάσιν τοίνυν αὐτὸν καλεῖ ἀπὸ τοῦ κυριωτέρου· ἐπεὶ γὰρ
ἐν αὐτῷ ἀποκαταλήγει καὶ εἰς αὐτὸν καταπαύεται τὸ
προοίμιον, εἰκότως βάσιν αὐτὸν ἐκάλεσεν, ὑπόκρισιν δὲ
προοιμίου, τὸ μετρίαν καὶ ἀτάραχον καὶ τοῖς ὑποκει-
μένοις ἁρμόζουσαν πράγμασι κατάστασιν παρέχεσθαι τὸν
ῥήτορα.
βʹ. Τοῦτο πάνυ ἀκριβῶς εἶπε, τὰ γὰρ ἐπιφωνή-
ματα κ. τ. λ. οὐ γάρ τι
κατεπείγει συντομίας φροντίζειν, καὶ τῆς περὶ τὰ λεγό-
μενα δεινότητος· οὐδὲ τὸ μέν τι αὐτῶν λέγοντα ἐρεῖν,
τὸ δὲ τῇ τοῦ δικαίου παραχωρεῖν κρίσει· μόνης δὲ τῆς
ἡδονῆς τῶν ἀκουόντων φροντίζειν, ἣ γένοιτ' ἂν ἀπὸ
τῶν τοιούτων. Ἐπὶ δὲ τοῦ δικανικοῦ πρὸς ὕδωρ τοῦ λό-
γου γινομένου ἱκανὸν καὶ τὰ καιριώτερα εἰπόντα μετρῆ-
σαι τῷ τοῦ κρουνοῦ ῥεύματι, ἄλλως τε καὶ οὐκ
ἀποφαίνεσθαι τὸν δικαζόμενον χρὴ, ἀλλὰ συνάγειν μὲν
ὑπὲρ ἑαυτοῦ τὸν λόγον, μὴ μέντοι καὶ ἀποφαίνεσθαι,
ἀλλὰ τούτου παραχωρεῖν τοῖς δικασταῖς, ἀποφαινό-
716
μενος γὰρ εἰς ὀργὴν αὐτοὺς κινήσει· τὸ γὰρ εἰπεῖν ὅτι
δι' ὧν ἀναγκαζόμεναι δυστυχοῦσιν ἀπαιδίαν αἱ νῆσοι,
ὅπερ ἐστὶν ἡ βάσις, ὁρισμός ἐστιν, ὁ δὲ ὁρισμὸς ἀπο-
φάσει ἔοικεν.
γʹ. Ἀπ' ἀρχῆς ἄχρι τέλους καλεῖται ἡ ἐν συντόμῳ
ἀπαγγελία τοῦ σκοποῦ, οἷον κατατρέχει Χεῤῥόννησον.
δʹ. Ἡ ἑρμηνεία ἐν δυσὶ τούτοις κ. τ. λ.
τὸν δὲ καιρὸν ἑκάστου ἐδήλωσεν ὁ τεχνι-
κός. Δεῖ δὲ, ὡς φθάνομεν εἰπόντες, πάσας τὰς ἐμφαν-
τικὰς λέξεις καὶ πᾶσαν τοιαύτην περιέργειαν ἐκφεύγειν
ἐν προοιμίοις, καὶ εὔκολα ταῦτα καὶ ἀνειμένα ποιεῖν τῇ
συνθέσει, καὶ πολὺ τὸ φιλάνθρωπον ἐπιφαίνοντα·
717
τοῦτο δ' ἂν συμβαίνῃ, ἐὰν τὰ σχήματα τῆς λέξεως μὴ
χαλεπὰ μηδὲ δεινότερα ποιῶμεν, ἀλλὰ μέτρια καὶ εὔ-
κολα· καὶ τὸ μέλος πρᾷον· τοὺς δὲ ῥυθμοὺς βεβηκό-
τας· ταῦτα δὲ περὶ τῶν παθητικῶν εἴπομεν προοιμίων
μόνον, πολιτικὰ δὲ τὰ κ. τ. λ.
εὐκόλοις δὲ εἶπεν ὁ τεχνικὸς ἀντὶ τοῦ σαφέ-
σιν, οὐ γὰρ κῶλα λέγει, προεῖπε γὰρ, ὅτι συνεστραμ-
μένα δεῖ εἶναι· ἡ δὲ συστροφὴ διὰ τῶν βραχυτέρων φι-
λεῖ γίνεσθαι κώλων, περιβολὴ δὲ αὐτάρκης εἶπε, δηλῶν
ὅτι εἰσὶ καὶ ἀφ' ἑτέρων κατασκευαὶ, οἷον ἀπὸ τῶν περι-
στατικῶν τῶν ἄλλων, ἀλλ' αὗται τοῖς ἀπ' ἀρχῆς ἄχρι
τέλους ἁρμόσουσιν, ὡς ἐπίπαν αὐξητικῶς κατασκευαζο-
μένοις, οὐ προοιμίοις, οἷς σπερματικῶς καὶ ὅσον παρα-
δηλῶσαι τὴν ἰσχὺν τοῦ λόγου οὐχὶ κατασκευάσαι τὰ
κεφάλαια πρόθεσις, πλὴν εἰ μή που σπανίως τοῦτο
συμπέσοι, καὶ γὰρ οὐκ ἔστι, φησὶ, μικρὰ, ὥστε λα-
θεῖν, οὐδὲ μέτρια, ὥστε μὴ γνωσθῆναι· χρὴ δὲ γινώ-
σκειν, ὅτι κατασκευὴ μέν ἐστι τὸ ταῖς αἰτίαις ἀληθῆ δει-
κνύναι τὴν πρότασιν· διασκευὴ δὲ τὸ διὰ τοῦ τρόπου
αὔξειν καὶ πολλαπλασιάζειν τὸ ὁμολογούμενον καὶ
718
οἱονεὶ διαζωγραφεῖν αὐτὸ καὶ ἐκφράζειν· καὶ ὥσπερ
ὑπ' ὄψιν ἄγειν τοῖς ἀκροαταῖς, ὡς ἔχει τὸ, „ἦν ἰδεῖν
οὖν, κράτιστε, τὴν Βυζαντίδα καὶ τὰ ἑξῆς.
ζʹ. Εἴρηται ἀνωτέρω τὴν βάσιν συνάγειν τήν τε
πρότασιν· πῶς οὖν τοῦτο ποιεῖ, ἐντεῦθέν ἐστιν ἑλεῖν.
Ἔστιν ἡ πρότασις αὕτη· οἷα κακὰ πάσχουσιν οἱ νη-
σιῶται προφάσει τῶν φόρων, οὐδένα ὑμῶν λέληθε·
τοῦτο μέχρι τῆς ἀποδόσεως ἀσαφές· διὰ μὲν γὰρ τοὺς
φόρους κακά φησι πάσχειν τοὺς νησιώτας, ποῖα δὲ, μέχρι
τῆς βάσεως ἄδηλα· ἀλλ' ἐπειδὴ αὕτη ἐκ τῶν ἀπ' ἀρχῆς
ἄχρι τέλους γενομένη, καὶ τὴν αἰτίαν προστίθησι τῶν
κακῶν, εἰκότως τὴν πρότασιν συνάπτειν λέγεται τῇ ἀξιώ-
σει· ἔστι γὰρ ἡ ἀξίωσις τῶν φόρων μὲν ἄνεσιν τοῖς νη-
σιώταις προμηθουμένη· οὐ μέντοι καὶ δι' ἥντινα οὐδ'
αὕτη προστιθεῖσα τὴν αἰτίαν· τῆς δὲ βάσεως τοῦτο ποι-
ούσης καὶ ταύτῃ ἀμφοτέρας ὁριζούσης, εὖ μάλα καὶ
καταλλήλως συνάπτειν αὐτὰς εἴρηκεν· ἑνὶ γὰρ λόγῳ
ταῦτα κἀκείνην σαφῆ καθίστησι· τὸ γὰρ ἐκ τοῦ δα-
σμοῦ κακὸν ὁποῖόν ἐστιν, ὃ καὶ ἡ πρότασις καὶ ἡ ἀξίωσις
περιφέρει, μόνη ἐσαφήνισεν αὕτη, τῷ τοῦ γένους ὀλέθρῳ
τὴν τοιαύτην πρόσοδον μηνύσασα τοῖς Ἀθηναίοις τοὺς
νησιώτας προσελθεῖν.
719
Ἐὰν μὲν ἐπὶ κριτὰς ἀναφέρωμεν, κρεῖττον λέγειν αὐ-
τὴν ἀξίωσιν· ἀξιοῖ γὰρ τοὺς ἀκούοντας πρόνοιαν ποιή-
σασθαι· ἐὰν δὲ οὐκ ἐπὶ κριτὰς, ἀλλ' ἐπὶ αὐτὸ τὸ δί-
καιον, οἷον χρὴ δὲ, ἐπεὶ τοῦτο γίνεται, εἰκότα καὶ νό-
μιμα διανοεῖν καὶ ἐγχειρεῖν, ἵνα μὴ ἀπαιδίαν αἱ νῆσοι
δυστυχῶσιν διὰ τούτων, δι' οὓς οὕτω κακῶς τὰ φίλτατα
ἀπεμπολοῦσιν, τότε βάσις λέγεται.
{ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΠΕΡΙ ΕΥΡΕΣΕΩΣ.
Cap. I.
Περὶ καταστάσεως, ἤγουν διηγήσεως.}
αʹ. Μετὰ τοὺς τόπους κ. τ. λ.
καὶ διὰ τί ὁ τεχνικὸς ἐπιγράψας περὶ καταστάσεως οὐκ
ἀπήρξατο ἐξ αὐτῆς, κατάστασίς ἐστιν, ἀλλὰ διήγησις;
720
καὶ λέγομεν, ὡς ταὐτὸν γινώσκων τὴν κατάστασιν τῇ
διηγήσει, ἀντὶ τοῦ εἰπεῖν κατάστασίς ἐστιν, εἶπε διήγη-
σίς ἐστιν, καὶ γὰρ ὑποκατιὼν λέγει· τὴν γὰρ προκατά-
στασιν τῆς διηγήσεως τὴν καὶ προδιήγησιν λεγομένην
ἄξιον ἐξετάσαι πόθεν ληφθήσεται· φιλοσύντομος γὰρ ὢν
ὁ τεχνικὸς, μὴ θέλων ταὐτὸ λέγειν, λέγων τί ἐστι κατά-
στασις καὶ τί διήγησις, καὶ ὅτι ἀδιάφορον καὶ ταὐτὸν,
ἐπιγράψας περὶ καταστάσεως ἀπήρξατο ἐκ διηγήσεως, ὡς
ὁ ἐπιγράψας περὶ στοιχείου καὶ ἀπαρξάμενος οὐ τί ἐστι
στοιχεῖον, ἀλλὰ γράμματά ἐστιν εἴκοσι τέσσαρα· ταῦτα
τοίνυν σαφῆ βουλόμενος ἡμῖν παραστῆσαι παραδείγμασι
κέχρηται τοῖς ἐκ τοῦ συμβουλευτικοῦ εἴδους τῆς ῥητορι-
κῆς, πρῶτον μὲν περὶ μετοικιῶν καὶ μονῶν καὶ τῆς ἐν
τούτοις εὑρέσεως, δεύτερον περὶ νόμου εἰσφορᾶς καὶ μέν-
τοι καὶ λύσεως, τρίτον περὶ πολέμου καὶ εἰρήνης· εἶθ'
οὕτως πως πλατύνεται διήγησις· πέμπτον, πόσοι τρό-
ποι διηγήσεως· ἕκτον, περὶ ἀκμῆς διηγήσεως, ὧν τὴν
διαίρεσιν ὡς οἷον τε ὑποκατιόντες ποιήσομεν. σημαίνει
δὲ, ὅτι ἡ προκατάστασις τῶν μετοικιῶν καὶ τῶν ἐπιμο-
νῶν ἀπὸ τῆς κτίσεως τῶν πόλεων καὶ οἰκήσεως τῶν χω-
ρῶν λαμβάνεται· ὧν οὐδέν ἐστι πρεσβύτερον, ἡ δὲ κα-
τάστασις ἤτοι διήγησις ἐκ τοῦ ἐνεστῶτος χρόνου· καὶ
ὅτι ἡ προκατάστασις τῆς εἰσφορᾶς καὶ λύσεως τοῦ νό-
μου ἐκ τῆς γραφῆς καὶ ἐκ θέσεως αὐτοῦ λαμβάνονται,
ὧν οὐδὲν πρεσβύτερον, ἡ δὲ διήγησις ἐκ τῶν ἄρτι ἐκ τοῦ
νόμου ἐπισυμβαινόντων. καὶ ὅτι ἡ προκατάστασις τοῦ
κινεῖν πόλεμον, τὰ πρεσβύτερα κακὰ ὑπάρχουσι τῶν
ὑπεναντίων, καὶ ὅτι ἐξ ἀρχῆς ἐπεβούλευον ἡμῖν· ἡ δὲ
διήγησις ἐκ τῶν ἄρτι ὑπ' αὐτῶν ἢ λαληθέντων ἢ πρα-
χθέντων· ὁμοίως καὶ περὶ εἰρήνης.
721
βʹ. Ἰστέον, ὅτι προκατάστασίς ἐστι λόγος ἐν βραχεῖ
τὰ ἐν τῇ καταστάσει μηνύων περιεχόμενα. ὡς δὲ Ἀψίνης
φησὶν ἐν τῇ περὶ τῶν μερῶν τοῦ λόγου τοῦ πολιτικοῦ
τέχνῃ, ἔφοδος πρὸς τὰς ἀποδείξεις, οἷον ἐν τῷ κατὰ Μει-
δίου. βούλομαι δὲ ἕκαστον ἀπ' ἀρχῆς ὧν πέπονθα ἐπι-
δείξας καὶ περὶ τῶν πληγῶν εἰπεῖν, ἃς τὸ τελευταῖον
προσέτεινέ μοι, ἓν γὰρ οὐδέν ἐστιν, ἐφ' ᾧ τῶν πεπρα-
γμένων οὐ δίκαιος ὢν ἀπολωλέναι φαίνεται. Κατάστα-
σις δέ ἐστι λόγος πρὸς τὸ τοῦ πράγματος συμφέρον κα-
θιστὰς τὴν διήγησιν, καὶ τὰ ἀντιπίπτοντα προαναιρῶν
τῆς τῶν ἀκουόντων ἐννοίας· διαφέρει δὲ διηγήσεως, ὅτι
ἡ μὲν ψιλὴν ἔκθεσιν ἔχει τῶν πραγμάτων, ἡ δὲ τῶν τε
πρὸ τοῦ πράγματος ἔνια παραλαμβάνει, καὶ τῶν μετὰ
τὸ πρᾶγμα, καὶ αὐτὸ τὸ πρᾶγμα, οὐ πάντως ὡς γέ-
γονεν, ἀλλ' ὡς ἂν αὐτῷ δοκῇ συμφέρον ἀφηγεῖται, τὰ
μὲν ὅτι μάλιστα συστέλλουσα, τὰ δὲ πλατύνουσα, ἔνια
δὲ καὶ πρὸς τὸ μεῖζον ἐξαίρουσα· καὶ γὰρ Ἰσοκράτης φη-
σὶν ἐν τῇ τέχνῃ, ὡς ἐν τῇ διηγήσει λεκτέον τό τε πρᾶ-
γμα καὶ τὰ μετὰ τὸ πρᾶγμα καὶ τὰς διανοίας, αἷς
ἑκάτερος τῶν ἀγωνιζομένων χρώμενος τόδε τι πέπραχε.
Καταστάσεως δὴ τρόπους Ἀψίνης φησὶ δώδεκα· ἢ γὰρ
τὴν ἑαυτῶν διάνοιαν ἐξετάζομεν, ἢ τὴν τῶν ἀκουόντων,
ἢ ἀντιπίπτον ἀναιροῦμεν, ἢ προσυστάσει χρώμεθα, ἢ
προδιαβολῇ, ἢ προδιορισμῷ, ἢ ἀντεξετάσει τῶν προ-
722
τέρων καὶ τῶν νῦν. ἢ τὸ πρῶτον κεφάλαιον καταστα-
τικῶς εἰσάγομεν, τουτέστιν ἀφηγηματικῶς καὶ ἀνηπλω-
μένως, ἢ μέρος κεφαλαίου ἀπολαβόντες εἰσάγομεν κατα-
στατικῶς, ἢ τρόπους παρεισφέρομεν, τοῦτο γὰρ μά-
λιστα ἐν τοῖς ἐσχηματισμένοις ἁρμόσει τῶν ζητημάτων,
ἢ ἐπαγγελίᾳ χρώμενοι τὴν κατάστασιν ἐργασόμεθα· πε-
ρὶ διηγήσεως δὲ προθέμενος εἰπεῖν ὁ τεχνικὸς περὶ προ-
καταστάσεως διαλαμβάνει· μέρος γὰρ καὶ αὕτη τῆς
διηγήσεως καὶ πρεσβύτερον, καὶ ὥσπερ κεφάλαιον τοῦ
παντὸς λόγου τούτου τοῦ μέρους· διά τοι τοῦτο οὐδὲ
καθ' αὑτὸ ἠξίωται ἐπισκέψεως, σύνεστι γὰρ τῇ διηγήσει,
οὐχ ὥσπερ τὸ προοίμιον, τοῦτο γὰρ οὐ τῆς διηγήσεως,
ἀλλὰ τοῦ παντὸς μέρος λόγου· διὸ δὴ καὶ ὁ περὶ αὐτοῦ
λόγος ἀποκέκριται τῆς διηγήσεως, ἡ μέντοι προκατά-
στασις οὔ· οὐδὲ γὰρ κατ' ἰδίαν ἐπιγραφὴν, ὥσπερ
τὸ προοίμιον τὴν οἰκείαν ὑπόθεσιν περιλαμβάνει, ἀλλὰ
τῆς διηγήσεώς ἐστι κατασκευαστικὸν μόριον, ὥσπερ προ-
οιμίου ἡ κατασκευὴ καὶ ἡ ἀξίωσις· οὐκ ἐχρῆν δὲ τὸ κυ-
ριώτερον καὶ περιέχον παρωσάμενον περὶ τοῦ μέρους προ-
τεῖναι τὴν ἐπαγγελίαν τῆς διδασκαλίας· συγχέοντος γὰρ
τοῦτο τὴν διδασκαλίαν καὶ ἀγνοοῦντος τὴν εἰς τὰ κυριώ-
τερα μέρη τομήν· εὐτελέστερον δὲ τὸν περὶ διηγήματος
λόγον ποιούμενος, ἀλλ' οὐχ ὡς ἐν προγυμνάσματι περὶ
προκαταστάσεως πρῶτον ποιεῖται τὴν διδασκαλίαν.
Τὸ φαίνεται ἀντὶ τοῦ φανερὰ καὶ δήλη καθίσταται·
τί δέ ἐστι, φησὶ, διήγησις; οὐδὲν ἄλλο ἢ πλατυσμὸς τῆς
ὑποκειμένης ὑποθέσεως· πῶς δὲ πλατύνεται, ἐγὼ, φησὶν
723
Ἑρμογένης, διδάξω. ἐκθήσομαι γὰρ τοὺς τρόπους σαφῶς,
δι' ὧν πλατυνεῖς τὸ ὑποκείμενον πρᾶγμα καὶ μέντοι καὶ
ἐξέθετο κατὰ τὴν ὑπόσχεσιν ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ τοῦ
παρόντος τόμου, ἐν ᾧ περὶ διηγήσεως κάλλιστα καὶ ὑψη-
λότατα διαλέγεται. Πολὺν ἀνάλωσε λόγον κ. τ. λ.
γʹ. Ἡ σύνταξις, καὶ εἰ ὁμοίως ἐν πᾶσι προβλήμασιν
ἡ αὐτὴ εὕρεσις προκαταστάσεως γίνεται, ἢ καθ' ἕκαστον
εἶδος ζητήματος ἰδία τις γίνεται.
{Cap. II.
Περὶ μετοικιῶν καὶ τῆς ἐν τούτοις εὑρέσεως.}
αʹ. <Οἱ περὶ μετοικίας βουλευόμενοι·> Ζητή-
σεως ἄξιον, τί δήποτε ὁ Ἑρμογένης τὸν περὶ τῶν στά-
724
σεων ποιούμενος λόγον καὶ τὴν κατ' ἐκείνας ἐπαγγειλά-
μενος εὕρεσιν ἐνταῦθα διδάξαι οὐ περὶ τῶν ἀγωνιστικῶν
πρῶτον διέλαβε στάσεων, ἀλλὰ περὶ πραγματικῆς, ἥτις
οὐ τοῦ δικανικοῦ μέρους, ἀλλὰ τοῦ συμβουλευτικοῦ, τίς
οὖν ἡ αἰτία ἐροῦμεν, ὡς ἐν μὲν τῷ περὶ τῶν στάσεων κ. τ. λ.
{Cap. III.
Περὶ νόμων εἰσφορᾶς καὶ θέσεως ἢ διαθέσεως.}
αʹ. Νόμος ἦν ἄνευ πανσελήνου μὴ ἐξέρχεσθαι εἰς
πόλεμον, ἐπολέμησαν Ἀθηναίοις καὶ ἐνίκησαν μὴ
725
οὔσης πανσελήνου. καὶ λέγει τις λύεσθαι τὸν νόμον πα-
ρὰ Λακεδαιμονίοις.
{Cap. V.
Περὶ διηγήσεως.}
αʹ. Πλατύνεται τοίνυν ἡ διήγησις ἐκ τοῦ ἕκαστον
τῶν λεγομένων τρισὶ καὶ τετράσι κώλοις καὶ πλείοσι πολ-
λάκις ἐκφέρεσθαι, ὅπερ λέγεται ἑρμηνεία· ἑρμηνεία γάρ
ἐστι τὸ πολλάκις τὴν αὐτὴν ἔννοιαν ποικίλοις καὶ δια-
φόροις ὀνόμασι μεταποιεῖν τοῖς κώλοις, ὅπερ καὶ κόσμον
ἐμποιεῖ τοῦ λόγου καὶ τὴν δύναμιν τρέφει τοῦ ῥήτορος·
αὐξάνεται δὲ καὶ μηκύνεται ἡ διήγησις ἐκ πέντε τούτων.
ἐκ τοῦ πεπραγμένου καὶ τῆς αἰτίας αὐτοῦ, ἐκ τοῦ παρα-
λειφθέντος καὶ τῆς αἰτίας αὐτοῦ, ἤτοι διὰ τί παρελείφθη
τὸ παραλειφθὲν καὶ οὐ γέγονεν, ὥσπερ καὶ ἐπὶ τοῦ
726
πραχθέντος, διὰ τί γέγονεν καὶ ἐκ τῶν λογισμῶν. ἡνίκα
οὖν τῆς διηγήσεως πλάτος λέγει, οὐχ ἁπλῶς λέγει, ἀλλὰ
τῶν μερῶν αὐτῆς λέγει τὴν αὔξησιν τῶν προλεχθέντων
πέντε. ἡνίκα δὲ λέγει μῆκος, αὐτὰ τὰ μέρη αἰνίττεται,
ἐπεὶ πῶς ἐν ἀρχῇ εἰπὼν, ὅπως πλατύνεται διήγησις, ἐπή-
γαγεν αὐτὸ κατιὼν οὕτω; πρῶτον μὲν οὖν οὕτω μηκύνε-
ται ἐξ ἑρμηνείας, ἢ δῆλον ὡς τῶν μερῶν τιθεμένων μὲν
μηκύνεται ἡ διήγησις, ἑνὸς δὲ ἑκάστου αὐτῶν ἑρμηνευο-
μένου διαφόροις καὶ ποικίλοις ὀνόμασι τεσσάρων καὶ
πέντε κώλων πλατύνεται, καὶ διὰ τῆς διαιρέσεως σα-
φέστερον αὐτὸ δείξομεν· ἔστω δὲ παράδειγμα ὁ στρατη-
γὸς ὁ μὴ ἀνοίξας τὰς πύλας· αʹ. τὸ πραχθὲν, βʹ. ἡ αἰ-
τία τῶν πραχθέντων, γʹ. τὸ παραλειφθὲν, δʹ. ἡ αἰτία
τοῦ παραλειφθέντος, εʹ. ἡ προδιήγησις τοῦ λογισμοῦ,
Ϛʹ. οἱ λογισμοί. Τὸ πραχθὲν ἡμεῖς ἐνστάντος τοῦ πο-
λέμου καὶ καταῤῥαγείσης τῆς μάχης καὶ κινηθείσης
ἡμῖν πρὸς τοὺς ἐχθροὺς φιλονεικίας τοῦτον στρατηγεῖν
ἠξιώσαμεν. καὶ τὸ ἀξίωμα τῆς πόλεως ἐπιστεύσαμεν· ἡ
αἰτία τοῦ πραχθέντος, οὐχ ὡς μὰ τὴν ἀλήθειαν προ-
δώσοντος αὐτοῦ τὴν πόλιν καὶ τοὺς ἐχθροὺς ἀγαπήσον-
τος, ἀλλ' ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πρα-
γμάτων. ἡ αἰτία τοῦ παραλειφθέντος, δύσνους γὰρ ἦν
περὶ τὴν πόλιν καὶ ἄδικος πάνυ, ἀλλὰ καὶ αἴτιος ἡμῖν
ἥττης ἐγένετο· τὸ παραλειφθὲν, ὁ δὲ ταῦτα πιστευθεὶς
οὔτε ἐστρατήγει καλῶς οὔτε ἐξηγεῖτο τῶν πραγμάτων·
ἡ προδιήγησις τοῦ λογισμοῦ, ἐπεὶ δὲ ὁ θεὸς καλῶς ποιῶν
727
καὶ κηδόμενος τῶν τῆς πόλεως πραγμάτων καὶ ἐπανορ-
θούμενος τὰ τῆς πόλεως πταίσματα κατὰ νοῦν ἐποίη-
σε, ῥῆξαι τὰ δεσμὰ καὶ φυγεῖν δυνηθῆναι καὶ σωθῆναι
πρὸς ἡμᾶς· οἱ λογισμοὶ, ἐνταῦθα ὁ στρατηγὸς ἐλογίσα-
το, εἰ μὲν ἀνοίξει τὰς πύλας σωθῆναί τε παρασκευάσει
τοὺς τριακοσίους, καὶ οὐδὲν ὄφελος αὐτῷ τῆς προδοσίας
ἔσται· καὶ τῆς ἥττης ἡμῖν ἀπαντήσει παραμυθία, εἰ δὲ
μὴ ἀνοίξειεν, ὡς πληρώσει τε τὴν ἐπιθυμίαν καὶ πάν-
τες τεθνήξονται καὶ εἰς στενὸν κομιδῇ περιστήσεται τὰ
ἡμέτερα· ἀλλ' οὐ πάντα κυρίως κῶλα, ἴσως δέ τις ἀπο-
ρήσει, πῶς τοῦ τεχνικοῦ ἐν τῷ παραδείγματι τιθέντος
πρῶτον τὸ παραλειφθὲν, οἷον ἔστω δὲ ὁ στρατηγὸς ὁ
μὴ ἀνοίξας τὰς πύλας, ἀπὸ τοῦ παραλειφθέντος πρῶτον,
ἡμεῖς γὰρ ἐνστάντος τοῦ πολέμου καὶ καταῤῥαγείσης
μάχης καὶ κινηθείσης ἡμῖν πρὸς τοὺς ἐχθροὺς φιλονει-
κίας, ἄλλον μὲν οὐδένα τῶν πάντων στρατηγὸν ἐχειρο-
τονήσαμεν, οὐδὲ ἐπεστήσαμεν τοῖς πράγμασιν, οὐδὲ τὸ
στρατόπεδον ἐπιστεύσαμεν, νῦν ἐν τῇ διαιρέσει τὸ πρα-
χθὲν ἐπετάγη αὐτῷ· φαμὲν οὖν, ὡς ἐπί τινων μακρῶν
διηγήσεων οὐχ ἅπαξ εὑρίσκεται τὸ παραλειφθὲν, ἀλλὰ
καὶ δὶς εἰ τύχοι καὶ τρὶς ὁμοίως. καὶ τὸ πραχθὲν, διὸ
βουλόμενοι δεῖξαι ποσαχῶς τίθεται καὶ τί ἐστι, τεθείκα-
μεν αὐτὸ, ὡς ἂν παραδειγματικῶς κείμενον ἐμφαίνοιτο
τοῖς μανθάνειν ὀφείλουσιν, καὶ αὐτοὶ ὁσάκις ἂν εὑρίσκω-
σιν αὐτὸ κείμενον, γνωρίζωσιν αὐτό. ἀλλὰ καὶ χρῆσθαι
αὐτῷ δύναιντο· τούτῳ οὖν τῷ τρόπῳ ἅπαξ ἐτέθη παρ'
ἡμῶν ἐν τῇ διαιρέσει· ὅτι δὲ καὶ ὁ τεχνικὸς τὸ αὐτὸ ἐνό-
ησεν, ὅρα πῶς μνημονεύσας πρῶτον τοῦ παραλειφθέντος
εἶτα τοῦ πραχθέντος, τρίτης δὲ τῆς αἰτίας τοῦ πραχθέν-
τος οὐκ ὠνόμασεν αὐτὸ ὁ τεχνικὸς, ὡς ἤδη ἑτέρου παρ'
728
αὐτοῦ καὶ προτεθέντος καὶ τεχνολογηθέντος. Ὅρα γὰρ,
τί φησιν· εἶτα ἡ αἰτία τοῦ πραχθέντος οὐχ ὡς μὰ τὴν
ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν, παραλειφθέν
ἐστιν. ὁμοίως καὶ τοὺς ἐχθροὺς ἀγαπήσοντος· ἀλλ' ὡς
εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων· ἐν-
ταῦθα γὰρ ἐν τῇ αἰτίᾳ τοῦ πραχθέντος, ὥς φησιν ὁ
τεχνικὸς, οὐκ ἔστι μόνον τοῦ πραχθέντος ἡ αἰτία, ἀλλὰ
καὶ τοῦ παραλειφθέντος. τὸ γὰρ εἰπεῖν οὐχ ὡς μὰ τὴν
ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν, παραλειφθέν
ἐστιν, ὁμοίως καὶ τοὺς ἐχθροὺς ἀγαπήσοντος· τὸ δὲ, ἀλλ'
ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων
τὸ πραχθέν ἐστι. τίς γὰρ εἴποι τὸ οὐχ ὡς μὰ τὴν ἀλή-
θειαν προδώσοντος αὐτοῦ πραχθέν ἐστι καὶ οὐ παρα-
λειφθὲν, ἐπεὶ ταὐτὸν ἔσται τὸ προδοῦναι τὴν πόλιν καὶ
τὸ εὐνοϊκῶς προστησομένου τῶν πραγμάτων, ὅπερ οὐδεὶς
ἂν ὁμολογήσειεν. ὅθεν μετὰ τὴν συμπλήρωσιν τούτων
φησὶ καὶ παρατηρητέον, ὅτι τὰ πραττόμενα καὶ τὰ πα-
ραλειπόμενα καὶ τὰς αἰτίας τῶν πραττομένων καὶ παρα-
λειπόμενα καὶ τὰς αἰτίας τῶν παραλειπομένων καὶ τοὺς
λογισμοὺς, οὐκ εἶπε τὸ παραλειφθὲν πρῶτον, εἶτα τὸ
πραττόμενον, εἶτα τὴν αἰτίαν τοῦ πραττομένου καὶ πά-
λιν τὸ παραλειφθὲν, διὰ τὸ ἀρκεῖσθαι ἅπαξ ὀνομάσαντα
τὸ παραλειφθὲν τὴν αὐτοῦ φύσιν διδάξαι. διὰ τοῦτο καὶ
ἡμεῖς ἅπαξ αὐτοῦ μνήμην ἐποιησάμεθα προτάξαντές τε
τὸ πραχθὲν καὶ ἅπαξ τεθεικότες τὸ παραλειφθέν· καὶ
διὰ τί ἑπτὰ εὑρισκομένων ἐν τῇ διηγήσει παραλειφθέν-
τος καὶ ἐναντίου, καὶ αἰτίας τοῦ ἐναντίου, πραχθέν-
τος καὶ αἰτίας τοῦ πραχθέντος καὶ λογισμοῦ, πέντε τι-
νῶν ἐμνημόνευσεν ὁ τεχνικὸς καὶ οὐχὶ τῶν ἑπτά· λέγο-
μεν οὖν, ὅτι ὡς καθολικὸν ὄνομα ἤτοι γενικὸν θεὶς τὸ
729
λειφθὲν συμπεριέλαβεν ἐν ἑαυτῷ καὶ τὸ ἐναντίον, τὸ
γὰρ παραλειφθὲν ἔχει ἐν ἑαυτῷ τοῦ προσδοκηθέντος τὸ
ἐναντίον· τὸ μὲν γὰρ πραχθὲν ἄτμητον ὡς ἕν τι ση-
μεῖον, τὸ δὲ παραλειφθὲν δύο σημαίνει, σημαίνει γὰρ
τὴν στέρησιν ἁπλῶς τοῦ μὴ πραχθέντος, σημαίνει καὶ τὸ
ἐναντίον τοῦ πραχθέντος· καὶ ἵνα ἐκ παραδείγματος σα-
φέστερον γένηται τὸ λεγόμενον, τῷ τοῦ τεχνικοῦ χρήσο-
μαι παραδείγματι· ὅρα γὰρ αὐτὸ, φησὶ, τὸ πραχθέν· τοῦ-
τον δὲ στρατηγεῖν ἠξιώσαμεν, καὶ τὸ ἀξίωμα τῆς πό-
λεως ἐπιστεύσαμεν, καὶ πᾶσαν τὴν δύναμιν ἔχειν καὶ
πράττειν ὅπως καὶ θελήσειεν, ἐπετάξαμεν· εἶτα ἐπά-
γει τὴν αἰτίαν τοῦ πραχθέντος, οὐχ ὡς μὰ τὴν ἀλή-
θειαν προδώσοντος αὐτοῦ τὴν πόλιν, καὶ τοὺς ἐχθροὺς
ἀγαπήσοντος, ἀλλ' ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμε-
τέρων πραγμάτων· ἐν τούτοις τοῖς τρισὶ κώλοις τριῶν
τινων ἐμνημόνευσεν, παραλειφθέντος, ὅπερ ἐστὶν, οὐχ
ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν, καὶ
τοῦ ἐναντίου, ὅπερ ἐστὶν, οὐχ ὡς τοὺς ἐχθροὺς ἀγα-
πήσοντος, τοῦτο γὰρ ἐναντίον ἐστὶ τοῦ ἐπαγομένου ἤτοι
τοῦ πραχθέντος, ἀλλ' ὡς εὐνοϊκῶς προστησομένου τῶν
ἡμετέρων πραγμάτων· ὅπερ ἐστὶ τὸ πραχθέν· τὸ γὰρ εὐ-
νοϊκῶς προΐστασθαι τῶν ἰδίων τοὺς ἐχθροὺς ἀγαπήσον-
τος ἐναντίον ἐστί· φιλοσύντομος οὖν ὑπάρχων ὁ τεχνι-
κὸς διδασκαλικώτερον λόγον ἐκτιθέμενος, διὰ τοῦ παρα-
λειφθέντος ὀνόματος ἐσήμανε τό τε παραλειφθὲν καὶ
τὸ ἐναντίον.
βʹ. Διήγησίς ἐστιν ἔκθεσις πραγμάτων γεγονότων ἢ
ὡς γεγονότων, καὶ ἡ μέν ἐστι γενικὴ, ἡ δὲ εἰδική· καὶ
γενικὴ μὲν διήγησις ἀπαγγελία πραγμάτων γεγονότων, ἢ
ὄντων ἢ μελλόντων, ἡ δὲ εἰδικὴ ἀπαγγελία πραγμάτων
γεγενημένων ἢ ὄντων ἐπὶ κριτοῦ, ὑπὲρ ὧν δεῖ φέρειν τὰς
ἀποδείξεις. ἰστέον δὲ, ὅτι φανερῶν ὄντων τῶν πραγμάτων,
730
περιττὸν τὸ διηγεῖσθαι, ὅπερ φασὶν ἐν δευτερολογίαις
εὑρίσκεσθαι, ἢ ὅταν ἄδοξα τὰ πράγματα ᾖ· ἡ δὲ τάξις
τῆς διηγήσεως οὐκ ἀεὶ μετὰ τὰ προοίμια, ἀλλ' ἔσθ' ὅτε
καὶ μετὰ τὰς πίστεις καὶ ἐν τοῖς ἐπιλόγοις, ὡς Αἰσχίνης
ἐν τῷ κατὰ Τιμάρχου καὶ Δημοσθένης ἐν τῷ κατὰ
Μειδίου.
γʹ. Ὁ γὰρ ἐν εὐπεριγράπτῳ καὶ συντόμῳ λόγῳ
πλατυνόμενος δῆλον ὅτι δι' ἑτέρων καὶ ἑτέρων λέξεων
πλατυνθήσεται· τὸ μὲν γὰρ ἀπερίγραπτον καὶ ἀόρι-
στον μῆκος τοῦ λόγου καὶ τὰς αὐτὰς ἐπιδέχεται λέξεις
καὶ μέρη τοῦ λόγου διάφορα. τὸ δὲ εὐπερίγραπτον
καὶ ὡρισμένον, ὥσπερ καὶ ἡ τῆς διηγήσεως ἐν τρισὶ καὶ
τέτρασι κώλοις περιγραφὴ οὐκέτι, ὥστε εἰκότως ἡ ἐξ αὐ-
τοῦ γενομένη εὐπορία τῶν λέξεων τροφὴ καὶ αὔξησις
γίνεται τοῦ ῥήτορος. Περιγραφὴν δὲ λέγει τὴν σύντο-
μον διάνοιαν. αὕτη γὰρ καὶ μόνη ποικίλως ἑρμηνευθεῖ-
σα ἐκόσμησέ τε τὴν φράσιν καὶ δόξαν ἀκμῆς τῷ ῥή-
731
τορι παρέσχεν· αἱ δὲ διεξοδικώτεραι οὔ. διαφόρως γὰρ
ἑρμηνευθεῖσαι αὗται ἐπίλογοι ἢ δευτερολογίαι ἔσονται.
δʹ. Παραλειφθέντα ταῦτα λέγει, ἐπεὶ μὴ ἐπρά-
χθη, οὐδὲ γὰρ ἄλλος τῶν πραγμάτων ἐπιστατεῖν προκε-
χείρισται, ἢ οὗτος ὁ στρατηγὸς, ὥστε τὸ ἄλλον ἐπιστῆ-
σαι παραλειφθέν. εἰκότως οὖν ταύτην τὴν ἐργασίαν
ἐκ τῶν παραλειφθέντων καλεῖσθαι παρεσκεύασεν.
εʹ. Ὁμοίως καὶ τοῦτο ἐκ τῶν παραλειφθέντων λέγε-
ται. ἐξὸν γὰρ καλῶς τῶν πραγμάτων ἐξηγεῖσθαι τὸν
στρατηγὸν παραλέλειπται· εἴργασται δ' αὐτῷ τὰ ἐναν-
τία τούτων.
Ϛʹ. Πόσοι τρόποι διηγήσεων; τρεῖς, ἁπλοῦς ὁ ἀπὸ
πολλῶν καὶ ποικίλων καὶ ἱκανῶν καὶ βαρούντων τοὺς ἀν-
τιδίκους, ἡμῖν δὲ βοηθούντων πραγμάτων· ἐγκατάσκευος,
ὁ ταῖς αἰτίαις κατασκευαζόμενος, ἐνδιάσκευος, ὁ ἐκ προσώ-
που διασκευαζόμενος, ἁπλοῦς ὁ ἀπὸ δυνατῶν πραγμάτων
καὶ πολλῶν, ὅταν γὰρ ᾖ τὰ πράγματα πολλὰ καὶ ποικί-
λα καὶ ἱκανὰ, ἢ καὶ βαρῇ τοὺς ἀντιδίκους, ἡμῖν δὲ βοη-
732
θῇ, ἁπλῇ χρησόμεθα τῇ διηγήσει· οὐ δεῖται γὰρ ἰσχυ-
ρῶν λόγων τὸ αὐτομάτως ἰσχυρὸν πρᾶγμα, ὡς ἐν τῷ
κατὰ Κόνωνος αἰκίας· ”ἐξήλθομεν εἰς Πάνακτον ἔτος του-
τὶ τρίτον, καὶ μεθ' ἡμῶν ἐσκήνωσαν οἱ Ἀρίστωνος υἱεῖς
καὶ προσούρουν τε ἡμῖν καὶ τὰς ἀμίδας κατεῤῥήγνυον·“
οὐ γὰρ εἶχε μᾶλλον δεινῶσαι τῷ λόγῳ, ἢ τὰ πράγματα
λέγων αὐτὰ ὁ ῥήτωρ ψιλὰ, ἃ ἔπραττον ἐκεῖνοι. ἐγκατά-
σκευος, ἡ ἔχουσα αἰτίας· ὅταν γὰρ σύντομος καὶ πολι-
τικὴ ᾖ διήγησις, τῷ ἐγκατασκεύῳ χρησόμεθα τρόπῳ.
ταῖς αἰτίαις κατασκευάζοντες αὐτὴν, ἵνα γένηται ῥητορι-
κωτέρα τῇ προσθήκῃ τῶν αἰτιῶν, εἰς τὴν κατασκευὴν
βοηθουμένη· οἷον ὡς ἡ κατὰ Ἀριστοκράτους. φάσκων
γὰρ Χεῤῥόνησον κινδυνεύειν τῇ πόλει, τὰς αἰτίας λέ-
γει δι' ἃς ἐσώζετο, καὶ τὰς αἰτίας ἐξ ὧν ἀπολεῖται ἔστι
γὰρ τοῦτο· „τελευτήσαντος Κότυος Βηρισάδην καὶ
Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθ' ἑνὸς Θρᾴκης
γενέσθαι βασιλέας· συμβέβηκε γὰρ ἐκ τούτου αὑτοῖς
μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δὲ ὑπέρχεσθαι
καὶ θεραπεύειν·” ἐνδιάσκευος ἡ τροπική· ὅταν δὲ ᾖ σύν-
τομος καὶ φαιδροτέρα, τῷ ἐνδιασκεύῳ χρησόμεθα τρό-
πῳ, μὴ φειδόμενοι μηδὲ τῶν ἀπὸ τοῦ τρόπου κατασκευ-
ῶν· ἐνδιάσκευος γάρ τοι διὰ τοῦτο κέκληται, ὅτι τοῖς
ἀπὸ τῆς διασκευῆς μέρεσι βοηθεῖται, οἷον ὡς ἐν τῷ τῆς
παραπρεσβείας Δημοσθένης, θέαμα δεινὸν, ὦ ἄνδρες
733
Ἀθηναῖοι, καὶ ἐλεεινόν· ὅτε γὰρ ἐπορευόμεθα εἰς Δελ-
φοὺς, ἐξ ἀνάγκης ἦν ὁρᾷν ταῦτα, οἰκίας κατεσκαμμένας
τείχη περιῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια
δὲ καὶ παιδάρια ὀλίγα, καὶ πρεσβύτας ἀνθρώπους οἰ-
κτρούς·“ δεῖ δὲ εἰδέναι, ὅτι περὶ πλάτους καὶ μήκους
πρῶτον ἡμᾶς διδάξας ὁ τεχνικὸς τῆς διηγήσεως ὕστερον
τοὺς τρόπους αὐτῆς ἡμῖν ἐξέθετο. φύσει γὰρ ἡ ποσότης
προῆκται τῆς ποιότητος. εἰ γὰρ μὴ δέξεται ὄγκον τὸ σῶ-
μα, οὐκ ἂν ποιωθείη, καὶ γενήσεται τυχὸν λευκὸν ἢ μέ-
λαν, ὑγρὸν ἢ ξηρὸν, θερμὸν ἢ ψυχρόν· ποῦ γὰρ
ἂν σχοίη τὴν ὕπαρξιν, ὄγκου μὴ ὄντος, ὅθεν καὶ ὁ Ἀρι-
στοτέλης ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ τὸ ποσὸν
τοῦ ποιοῦ προέταξε. δεῖ τοίνυν ἐκ μεταφορᾶς τοῦ σώμα-
τος καὶ τὴν περὶ διηγήσεως διδασκαλίαν τεκμήρασθαι·
δοθέντος τοίνυν τοῦ ὄγκου τῆς διηγήσεως ἤτοι πλάτους
καὶ μήκους διὰ τοῦ πραχθέντος καὶ τῆς αὐτοῦ αἰτίας,
ὁμοίως τοῦ παραλειφθέντος καὶ τῆς τούτου αἰτίας, εἶτα
τῶν λογισμῶν, καὶ τούτων ἑκάστου ἐν τρισὶ καὶ τέτρασι
κώλοις, ἢ καὶ πλείοσι λεχθέντων, ἀκόλουθον ἦν καὶ χρω-
ματίσαι αὐτὴν διὰ τῶν τρόπων καὶ διαφόρους ποιότητας
δοῦναι ἀναλογούσας ταῖς σωματικαῖς κράσεσιν, ὡς ἂν τὸ
τέλος ἀπενέγκαιτο μηδενὸς λειπομένου τῶν ἐν τοῖς σώ-
μασι τελειωτικῶν· οὕτως τοίνυν τῆς διηγήσεως φανείσης
διά τε τοῦ ὄγκου καὶ τῶν προσεπιγινομένων ποιοτήτων,
ἔδει αὐτὸν καὶ ἀκμῆς ἐπιμνησθῆναι, ὡς μὴ μόνον ἁ-
πλῶς μέγεθος φανῆναι τὴν διήγησιν πεποιωμένην ἔχου-
σαν, ἀλλὰ καὶ αὔξησιν ἀναλογοῦσαν τῇ τῶν σωμάτων
αὐξήσει· ὥσπερ γὰρ αὐτὰ ἐν τῇ γεννήσει μὲν ὑπάρχουσι
734
τῇ ἑαυτῶν φύσει κατὰ τὸ μέγεθος κατάλληλα, δεχόμενα
δὲ πλείστην αὔξησιν ἢ καὶ τὴν τελειότητα τῆς προσθή-
κης εἰληφότα, λέγω μὲν τῆς αὐξήσεως, ἀλλάττει δὲ
τὰς ποιότητας ἢ ἧττον ψυχρὰ ἢ μᾶλλον ξηρὰ γινόμενα,
τὸν αὐτὸν τρόπον καὶ ἡ διήγησις αὐξηθεῖσα διὰ τῶν
προῤῥηθέντων πέντε, εἰ χρὴ λέγειν, ἢ μέτρων ἢ εἰδῶν, ἢ
ὡς ἄν τις αὐτὰ κατονομάσοι, καὶ ἑκάστου αὐτῶν ἐν τρι-
σὶν καὶ τέτρασιν ἢ καὶ πλείοσι κώλοις λεχθέντος, ὀφεί-
λει ἀκμὴν δέξασθαι, ἥτις τριχῶς γίνεται, ἤτοι τοῦ πρά-
γματος αὐτοῦ, ἢ τῆς αὐξήσεως ἢ τῆς αἰτίας τῆς ἀξιώ-
σεως· ἐπεσκεμμένος δέ τις σκοπείτω τὸ παράδειγμα σώ-
ματός τε καὶ λόγου, ὡς οὐκ ἐν πᾶσι τὴν ἀναλογίαν φυ-
λαττόντων πρὸς ἄλληλα, ἀλλ' ὅσον τὸ μὲν λόγος, τὸ δὲ
οὐσία, διαφόρους ποιότητας μετὰ τὸν ὄγκον καὶ τὴν
ποσότητα δεχομένων, πλείστην δὲ διαφορὰν κατὰ τὴν
αὔξησιν ἐχόντων, καὶ μὴ παραλλάσσοντος τὰς ἐν τοῖς
μέρεσι ποιότητας τοῦ σώματος κατὰ τὴν ὁμοιότητα τῆς
διηγήσεως.
ζʹ. Διττὸν τὸ σημαινόμενον τῆς διηγήσεως, τὸ
μὲν κοινὸν, τὸ δὲ ἀντιδιαστελλόμενον τῇ διασκευῇ, καὶ
τὸ μὲν κοινὸν, δηλονότι οἱ τρεῖς τρόποι τῆς διηγήσεώς
εἰσι, κατὰ δὲ τὸ εἰδικὸν ἡ ἐνδιάσκευος οὐκέτι, καὶ ὁ
τρόπος δὲ ὡσαύτως διττὸν ἔχει τὸ σημαινόμενον.
ηʹ. Ἀντὶ τοῦ ἁπλῆ καὶ ἀποίκιλος καὶ ἀσθενὴς,
τοιοῦτον γὰρ τὸ σύντομον καὶ εὐτελὲς, ὃ καὶ εὔζωνον
καλοῦσιν καὶ μὴ ἀφ' ἑαυτῆς ἔχουσα τὸ ἰσχύειν, ἀλλὰ
τῆς ἀπὸ τῶν αἰτιῶν καὶ τῶν τρόπων ἀποδείξεως δεο-
μένη. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ πολιτική.
θ. Ἀντὶ τοῦ ἐπακτικωτέρα καὶ πρὸς πάθος ἐπα-
735
γωγοτέρα, τουτέστι πάθος ἐμποιῆσαι δυναμένη χα-
ρᾶς, φόβου, λύπης, ὀργῆς, τῶν τοιούτων.
ιʹ. Ἀμὶς στάμνος ἐν ᾧ οὐροῦσι, τοῦτο δὲ Σοφο-
κλῆς ἐν Πανδώρᾳ ἐνουρήθραν καλεῖ, Αἰσχύλος δὲ
οὐράνην.
ιαʹ. Ἡ τοῦ πράγματος αὐτοῦ, διαφόροις καὶ ποικί-
λοις κώλοις λεγομένου, οἷον συλλαβὼν ὁ πατὴρ τὸν υἱὸν
ἔπαιεν, ἐτίτρωσκεν, ὁμοῦ τῇ γυναικὶ ἐφόνευσεν ὡς ἀλλο-
τρίους, ὡς ἐχθροὺς, ὡς ἔκ τινος τῶν πολεμίων γεγονό-
τας· ἢ τῆς ἀξιώσεως διαφόροις καὶ ποικίλοις κώλοις λε-
γομένης, οἷον τίς οὐκ ἀγανακτεῖ; τίς οὐκ ὀργίζεται; τίς
οὐ χαλεπαίνει τοῖς γεγενημένοις; τίς οὐκ ἀπαιτεῖ τὴν
προσήκουσαν δίκην; ἢ τῆς αἰτίας τῆς ἀξιώσεως διαφό-
ροις καὶ ποικίλοις κώλοις λεγομένης, δι' ὃν πεπλήρωται
μιασμάτων ἡ οἰκία, δι' ὃν ἄθεσμοι φόνοι, δι' ὃν ἀσε-
736
βεῖς σφαγαὶ, δι' ὃν ὅλον γένος ἔῤῥιπται πεφονευμένον,
παρ' οὗ ἥκιστά τις ἂν προσεδόκησεν.
{ΤΟΜΟΣ ΤΡΙΤΟΣ ΠΕΡΙ ΕΥΡΕΣΕΩΣ.}
Ἄξιόν ἐστι ζητῆσαι, τί δήποτε πέντε κεφαλαίων
μνημονεύσας, ὧν τὸ πρῶτόν ἐστιν εἰσαγωγὴ τῶν κεφα-
λαίων οὐκ ἀπ' αὐτοῦ τὴν ἀρχὴν ἐποιήσατο, ἀλλ' ἐκ προ-
κατασκευῆς, ἧς μνήμην οὐκ ἐποιήσατο. καὶ λέγομεν,
ὅτι βουλόμενος διδάξαι πῶς εἰσάγονται τὰ κεφάλαια
προδιδάξας ἐν τῷ πρώτῳ τόμῳ προοιμίων, ἐν δὲ τῷ δευ-
τέρῳ ἐφεξῆς περὶ προκαταστάσεως, εἶτα περὶ καταστά-
σεως, ἥ ἐστι διήγησις, καὶ πῶς πλατύνεται καὶ μηκύ-
νεται, εἶτα καὶ τρόπων διηγηματικῶν καὶ ἀκμῆς τῆς
διηγήσεως, ἐν τῷ τρίτῳ βουλόμενος διδάξαι κ.…
δ…
The complete text is available when the reading interface loads.