The Greek Library Catalogue

Anonymous

Commentarium in librum $1PERI\ I)DEW=N

Edition reference
Commentarium in librum περὶ ἰδεῶν, ed. Walz, op. cit., vol. 7.2, 861–1087.
CTS identifier
urn:cts:greekLit:tlg5024.tlg020.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

7

862

τῶν διαβολῶν αὖθις τὸν σκοπὸν ἀκριβῶς κατὰ τὴν ἐπι-

στημονικὴν παραδίδωσι γνῶσιν. Τοῦτο δὲ κατὰ τὸν

Ἑρμίνου λόγον καὶ ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ἑρμηνείας

φαίνεται πεποιηκὼς, προθέμενος γὰρ θέσθαι, τί ὄνομα

καὶ ῥῆμα, τί δὲ ἀπόφασις καὶ κατάφασις καὶ ἀπό-

863

φανσις καὶ λόγος, εἰς ἕτερα μετετράπη, τὸ χρήσιμον

ἐκ τῆς μεταβολῆς ἐμφαίνειν βουλόμενος. ἀλλ' εἰ μὲν ὁ

φιλόσοφος ἐξέστη τοῦ προκειμένου κατὰ τὸν Ἑρμίνου

λόγον οὐκ ἔχω λέγειν· ἐπιφέρουσι γάρ τινες τὴν Ἀλεξάν-

δρου καὶ Πορφυρίου λύσιν, ἥτις ἐστὶ καὶ ἀκριβὴς, πλὴν

φαίνεται καὶ αὐτὸς περὶ ἄλλων τινῶν πρότερον διαλα-

βὼν, εἶθ' οὕτως ὁρισάμενος τὸ ὄνομα καὶ τὸ ῥῆμα, πε-

ρὶ ὧν ἐν ἀρχῇ τῆς πραγματείας λέγειν προέθετο, τὸν

αὐτὸν τοίνυν καὶ ὁ τεχνικὸς τρόπον διὰ μὲν τοὺς ἀντιλέ-

γοντας δοξαστικῶς προέταξε τὸν σκοπόν· μετὰ δὲ τὴν

τοῦ χρησίμου γνῶσιν ἀκριβῶς αὐτὸν παραδίδωσι· καὶ

τοῦτο σαφῶς ἐξ αὐτῆς τῆς λέξεώς ἐστιν ἰδεῖν, ὅπως μὲν

ἐν ἀρχῇ δοξαστικῶς μόνον προστίθησι τὸν σκοπὸν, ὅπως

δὲ πάλιν ἐπάγει τὸ χρήσιμον καὶ τὸν περὶ αὐτοῦ πλατύ-

νει λόγον. πῆ μὲν κατὰ τὸ θεωρεῖν, πῆ δὲ κατὰ τὸ δη-

μιουργεῖν· εἴτε γὰρ θέλοις, φησὶν, εἰδέναι κρίνειν τοὺς

τῶν ἀρχαίων χαρακτῆρας καὶ νεωτέρων μὴ μόνον καλῶς

ἂν ἔχοιεν, ἀλλ' ἤδη που καὶ τὴν ἐπὶ θατέρου γνῶσιν,

εἴτε βούλοιο δημιουργεῖν καὶ λόγου ἐργάτης γενέσθαι,

μὴ τῶν τυχόντων, ἀλλὰ παραπλησίων τοῖς τῶν ἀρχαίων,

τό γε τῆς ἐπιστήμης ταύτης ἀναγκαιότατον, εἰ μέλλοι μὴ

σφόδρα τοῦ ἀκριβοῦς τις ἀπενεχθήσεσθαι·

γʹ. Ὡς ἓν ἀνθ' ἑνὸς εἰπεῖν τοιοῦτόν ἐστιν, ὁποῖαί

τινές εἰσιν καὶ ὅπως γίνονται, οἷον ἡ σεμνότης τοιάδε

ἐστὶ καὶ οὕτως ἔχουσα καὶ ἐκ τῶνδε καὶ ἐκ τῶνδε τοῦ

λόγου μερῶν συνίσταται. ἄλλως· ὅτι οὕτως δεῖ ἔχειν

ἑκάστην, εἰ μέλλοι τεχνικῶς συγκεῖσθαι· τὴν γάρ τοι

864

σαφήνειαν φέρε ἁπλουστάτην εἶναι δεῖ. ὅπως δὲ γίνεται

διὰ τῆς καθαρότητος καὶ εὐκρινείας. ἄλλως· ὅποι ποτὲ

ἔχουσι, πότερον ἀκριβῶς καὶ ἐντέχνως ἢ οὔ.

δʹ. Ἐκ ποίων, φησὶ, τόπων, καὶ τίνα τὰ χαρακτηρί-

ζοντα ἑκάστου τούτων; οἷον, ὅτι ἡ σαφήνεια φέρε ἁπλου-

στάτη ἐστὶ κατά τε λέξιν καὶ νόημα οὐδὲν ἔχουσα περι-

σκελές τε καὶ ἐμπερίβολον. γίνεται δὲ διὰ τῆς καθαρό-

τητος καὶ εὐκρινείας, τὸ ὅπη τε ἔχουσι καὶ ὅπως γίνον-

ται, καὶ οὐδὲν ἕτερον σημαίνει, ἢ τὰ κατὰ μέρος καὶ

τὰς μίξεις αὐτῶν, ὥστε τὸ μὲν ὅλον ἀπαγγεῖλαι καὶ τοῖς

περὶ τὴν τέχνην δεινοῖς οὐχ οἷόν τε διὰ τὴν παρεπομένην

ἀνάγκην, ἀλλ' ἐκεῖνο φραζέτω τις ἡμῖν, εἰ τὸ κατὰ

μέρος καὶ τὰ ποιοῦντα τὸ ὅλον δύναταί τις καταλαβεῖν

ἄνευ τέχνης καὶ τῆς ὑποκειμένης πραγματείας.

εʹ. Τὸ ἑξῆς, καὶ γὰρ οὐκ ἄνευ τῆς περὶ ταῦτα ἐπιστή-

μης ἤγουν τῶν ἰδεῶν γένοιτ' ἂν τὸ εἰδέναι τὰ τῶν ἄλ-

λων κρίνειν, εἴτε καλῶς ἂν ἔχοι εἴτε μὴ, εἴτε τινὸς ἀρ-

χαίου εἴτε νεωτέρου· εὐλόγως δὲ σφόδρα τὸ ἀκριβῶς

προστέθεικεν, ἐνδέχεται γὰρ καλῶς μὲν ἔχειν τόνδε τινὰ

τὸν λόγον τῷ τῆς συνθήκης ἤτοι τῆς συνθέσεως κάλλει

διαπρέποντα, μὴ μέντοι πρὸς ἀκρίβειαν εἰργάσθαι· τῆς

τέχνης.

Ϛʹ. Γενναίους φησὶ λόγους τοὺς μὴ χαμαιπετεῖς

μηδὲ εἰκῆ συγκειμένους καὶ εὐκαταφρονήτους.

865

ζʹ. Καλῶς τὸ μὴ πόῤῥω· οὐ γὰρ οἷόν τε τὸν κρίνον-

τα πρὸς ἀκρίβειαν πᾶσαν τῶν τε τοῦ δέοντος ἐννοιῶν

καὶ τῆς τοιᾶσδε τῶν ὀνομάτων στοχάζεσθαι συνθέσεως.

πολλὰ γὰρ τοιῶσδε παρὰ τῶν ἀρχαίων εἰρημένα πο-

λυτρόπως οἱ μετ' αὐτοὺς ἐξεδέξαντο, διόπερ ἀκριβῶς

πρόσκειται τὸ <μὴ σφόδρα·> ἀγαπητὸν γὰρ ἐγγὺς βα-

λόντα φανῆναι τῆς ὀρθῆς κρίσεως.

ηʹ. Διονύσιος μὲν ἐν τῷ πρώτῳ περὶ μιμήσεως

ὁρίζεται τὴν μίμησιν οὕτως· „μίμησίς ἐστιν ἐνέργεια διὰ

τῶν θεωρημάτων ἐκματτομένη τὸ παράδειγμα.“ ὡς δὲ οἱ

μεταγενέστεροι λέγουσιν, λόγος ἢ πρᾶξις ὁμοίωσιν

εὖ ἔχουσαν τοῦ παραδείγματος περιέχουσα· ζῆλος δέ ἐστιν

ἐνέργεια ψυχῆς πρὸς θαῦμα τοῦ δοκοῦντος εἶναι καλοῦ

κινουμένη· ὁ δὲ νοῦς· ὁ πρὸς τοὺς ἀρχαίους ζῆλος, φη-

σὶν, τουτέστιν ἡ μίμησις, μετὰ ψιλῆς δὲ ἐμπειρίας τῆς

ἄνευ τέχνης γινομένης τουτέστιν ἀναγνώσεως μόνης· κα-

λῶς δὲ τὴν ἐμπειρίαν ἄλογον τριβὴν εἶπε, τὸ μὲν γὰρ

866

ὅτι γινώσκει, τὸ δὲ ὅτι παντελῶς ἀμαθής ἐστιν, οὗ-

περ ὁ κατὰ τὴν τέχνην εὑρίσκει λόγος· καὶ γὰρ ὁ

θεῖος Πλάτων φησίν· ἐγὼ γὰρ τέχνην οὐ καλῶ, ὃ ἂν

ᾖ ἄλογον πρᾶγμα.

θʹ. Εἰ δυσχερῶς αἱ γενναῖαι φύσεις, ὅταν ἀτεχνεῖς

ὦσι, τυγχάνουσι τοῦ σκοποῦ τοῦ ὀρθοῦ, κἂν πολλά-

κις ἀντιλάβωνται τῆς αἰσθήσεως, τί δράσουσιν οἱ νωθεῖς

καὶ πείρᾳ μόνον καταλαβόντες τὴν αἴσθησιν· πλὴν ἵνα

καί τι μᾶλλον ἐπιῤῥώσωμεν τὰς ἀντιθέσεις αὐτῶν, συγ-

χωρήσωμεν μὴ πείρᾳ καταλαβεῖν τὴν αἴσθησιν, ἀλλ' ἐμ-

πειρίᾳ, καὶ πάλιν αὖ μηδὲ ἐμποδίζεσθαι παρὰ τῆς

φύσεως. ἦν γὰρ ἐνστῆναι τῷ βουλομένῳ πρὸς αὐτὸ τοῦ-

το, καὶ λέγειν ὡς ἐπισφαλές ἐστι τὸ τὴν αἴσθησιν ἐκ

πρώτης ὄψεως τῇ πείρᾳ λαβεῖν, κἂν ᾖ βεβλαμμένη πα-

ρὰ τῆς φύσεως· ἀλλὰ ταῦτα συγχωροῦμεν· ἔστω κατα-

λαβεῖν ἐμπειρίᾳ τὴν αἴσθησιν, καὶ μηδὲν εἶναι τὸ βλά-

πτον αὐτὴν, ἀλλ' οὐδὲν ὁ τοιοῦτος διενέγκοι χωρὶς τέχνης

ἀλόγως φερόμενος τῶν τῇ πείρᾳ καταλαβόντων τὴν αἴ-

σθησιν καὶ βλαπτομένων παρὰ τῆς φύσεως· τοὐναντίον

γὰρ αὐτὸν σφάλλοι, φησὶ, τὰ τῆς φύσεως πλεονεκτήμα-

τα, καὶ ἑξῆς· καὶ ἁπλῶς εἰπεῖν ὅσον συμβάλλεται φύσις,

ὅταν ἔχῃ τὸν λόγον ῥυθμίζοντα καὶ κυβερνῶσαν τὴν τέ-

χνην, τοσοῦτον βλάπτει χωρὶς τούτων προσγινομένη,

περιγίνεται γὰρ οὐδὲν τῶν χρησίμων τῷ νομίζοντι

867

χωρὶς ἐπιστήμης προὔχειν, ἀλλὰ πάσχει ταὐτὸν τοῖς ἀλό-

γοις. καθάπερ γὰρ ἵππος ταχὺς ἄνευ τοῦ διοικοῦν-

τος ἀτάκτως φερόμενος θεῖ μὲν ταχέως, ἀλλὰ σφαλερῶς

καὶ τὴν μέσην ἀφεὶς ὁδὸν καὶ τετριμμένην εἰς ἀβά-

τους καὶ κρημνώδεις ἀφίησι τόπους, οὕτω καὶ ἡ γενναία

φύσις χωρὶς λόγου καὶ τέχνης ὅποι καὶ τύχοι φέρεται πε-

πλανημένη τῆδε κἀκεῖσε, καὶ μηδὲν δυναμένη τῶν προση-

κόντων ποιεῖν· ἀλλ' οὐδὲν πρὸς ἔπος φασί· μένει γὰρ

τὸ διαπορηθὲν, καὶ περιττὸν τὸ πονεῖν περὶ τὴν ὑποκει-

μένην πραγματείαν, φασὶν, ὅπου γε τὸ τέλειον αἰσθήσει

καὶ μόνῃ καταλαμβάνεται, καὶ τοῦτο μὲν ἀληθῶς· οὐδὲν

γὰρ ἔχει πλέον ὁ τὴν τέχνην ἠσκημένος τοῦ μὴ οὕτως

ἔχοντος περὶ τὴν τελείαν κατάληψιν· ἄμφω γὰρ τὸ ὅλον

αἰσθήσει γινώσκουσιν· ἀλλ' ὁ μὲν ἀναλόγως ἔχει περὶ τὰ

τοιαῦτα, καὶ τὴν περὶ ταῦτα διοίκησιν ἀγνοεῖ, διὸ καὶ

τὴν ἀρχὴν οὐκ ἐφικνεῖται τοῦ δέοντος, ὁ δὲ περὶ τὰ κα-

τὰ μέρος ἐμπείρως ἔχων ὃ δ' ἂν βουληθείη μετὰ λόγου

καὶ τέχνης ποιεῖ καὶ τὴν ἀρχὴν οὐ διαμαρτάνει τοῦ

προσήκοντος· καὶ τοῦτο δῆλον ἡμῖν ὁ τεχνικὸς ἐν ἀρχῇ

τῆς πραγματείας πεποίηκε· τὰ γὰρ ποιοῦντα, φησὶ, τὰς

ἰδέας καὶ κατὰ μέρος σπουδή μοι διδάσκειν καὶ τὰς μίξεις

αὐτῶν ὁρᾷν.

ιαʹ. Ἀπορήσειεν ἄν τις, διὰ τί τὰ παρὰ τῆς φύ-

σεως ἀγαθὰ ἐν ἄλλοις ὠνόμασεν· ἐν ἡμῖν γὰρ δηλονότι

καὶ ἡ φύσις καὶ τὰ παρὰ τῆς φύσεως δῶρα, ὅπως ἂν

ἕκαστα διακείμενα τυγχάνοι. φαμὲν οὖν, ὅτι ἐν ἄλλοις

εἶπε τὰ τῆς φύσεως, διότι οὐκ ἐν ἡμῖν προηγουμένως τὸ

κῦρος αὐτῶν· οὐ γὰρ ἂν ἑκών τις ἕλοιτο τὴν νωθῆ τε

καὶ ἀπρονόητον ἑκάστων φύσιν, ἢ τὴν ὀξεῖαν καὶ πρὸς

868

πάντα χωρεῖν ἕτοιμον, ἀλλὰ δῆλον, ὅτι ἥ τε παρὰ τῶν

προτέρων βίων ἀξία καὶ ἡ τοιάδε τῶν προτέρων ἕξις,

ἄλλα τε πρὸς τούτοις αἴτια θεῖά τε καὶ ἀνθρώπινα χο-

ρηγὰ τῆς διαφόρου φύσεως ἑκάστῳ τυγχάνει. διὸ τὰ μὲν

παρὰ τῆς φύσεως ἐν ἄλλοις εἶπεν, ἐφ' ἡμῖν δὲ τὰ τῆς

μαθήσεως· προαίρεσις γὰρ καὶ ὁρμὴ βελτίστη, τῆς

φύσεως ὑπουργούσης, τῶν καλλίστων ἁπάντων ἡμῖν πρυ-

τανεύονται τὰς μαθήσεις· ἔτι γε μὴν καὶ Διονύσιος πρὸς

τῷ τέλει τοῦ τετάρτου βιβλίου τῶν περὶ μιμήσεως προ-

αιρέσεώς τε καὶ δυνάμεώς φησι τὴν κυριωτάτην εἶναι

μοῖραν ἐν τῇ φύσει, ἣν οὐκ ἐφ' ἡμῖν εἶναι, οἵαν ἀξι-

869

οῦμεν ἔχειν· τῆς δὲ προαιρέσεως οὐδὲν μέρος ἐστὶν, οὗ

μὴ τὴν ἐξουσίαν ἡμεῖς ἔχομεν· καὶ ἔοικεν ὁ τεχνογράφος

ἐπιμελῶς ἐκείνοις ἐντετυχηκὼς καὶ αὐτὸς οὐκ ἐφ' ἡμῖν

ὠνομακέναι τὴν φύσιν.

ιβʹ. Ἐκ τοῦ κατὰ σοφιστῶν Ἰσοκράτους ἔγνωμεν,

ὅτι τῆς ῥητορικῆς τὸ μέν ἐστι διδακτὸν, τὸ δὲ ἀδίδα-

κτον, οἷον ἡ περί τι ἐπιτηδειότης προσοῦσά τινι ἐκ φύ-

σεως, οὐκ ἂν γάρ τις ἐκ μιμήσεως τοῦτο προσλάβοι, εἰ

μὴ τῷ διδασκάλῳ παραπλησίως ἔχοι φύσεως, τὸ χαριέν-

τως λέγειν τυχὸν ἢ τὸ συντόμως, περὶ ὧν φησιν ὁ Ἰσο-

κράτης δεῖν τὸν διδάσκαλον παράδειγμα ἑαυτὸν καθι-

στάναι· φασὶ γὰρ οἱ φιλόσοφοι πρὸς τὸ ἦθος τῆς ψυ-

χῆς μεταμορφοῦσθαι καὶ χαρακτηρίζεσθαι τοὺς λόγους·

οἷον εἰ τραχὺς τὸ ἦθος, καὶ ὁ λόγος τοιοῦτος· εἰ χαρίεις,

καὶ ὁ λόγος τοιοῦτος. τοῦτο οὖν οὐ διδακτὸν, ἀλλὰ φυσικόν.

ιγʹ. Ἀναγκαία, φησὶ, τῶν ἰδεῶν ἡ γνῶσις καὶ τῷ λέ-

γοντι καὶ τῷ κρίνοντι· πολὺ δὲ μᾶλλον ἀναγκαιοτέρα τῷ

ἀμφότερα ἐπιτηδεύοντι, καὶ τὸ λέγειν καὶ τὸ κρίνειν.

ιεʹ. Ἱκανῶς παραστήσας τὸ χρήσιμον καὶ δείξας ἀν-

αγκαιότατον τὸν περὶ τῶν ἰδεῶν λόγον καὶ τοῖς ἐργάζε-

σθαι ταῦτα καὶ τοῖς εἰδέναι κρίνειν βουλομένοις ἐπὶ τὴν

κοινὴν ἀνατρέχει δόξαν, καί φησιν, μὴ δεῖν θαυμάζειν,

εἰ μὴ ῥᾴδιον αὐτὸν μηδ' οἷον ἁπλῆς τινος πραγματείας

ὄντα εὑρίσκομεν· ἐπεὶ μηδὲ ἄλλο τι τῶν χρηστῶν ἐκ τοῦ

ῥᾴστου πέφυκε περιγίνεσθαι, εἰ δὲ χαλεπὰ τὰ καλὰ, πό-

σον μᾶλλον ὁ λόγος, καθ' ὃν καὶ μόνον τῶν ἀλόγων δι-

ενηνόχαμεν.

ιϚʹ. Εἰ γὰρ ἐν θνητοῖς τοῦτο μόνον λογικὸν, εἰ-

870

κότως αὐτῷ καὶ ἡ τοῦ λόγου ἄσκησις πάντων ἐστὶν ἁρ-

μοδιωτέρα, ἑκάστου γὰρ κατὰ φύσιν πρὸς τὴν οἰκείαν

ἐπείγεται σωτηρίαν, σώζει δὲ ἕκαστον ἡ τελειότης· ἑκάστου

δὲ ἀνθρώπου τελειότης οὐδὲν ἕτερον ἢ λόγος· πάντων ἄρα

κρείττων ἀνθρώποις ἡ περὶ λόγους ἄσκησις.

ιζʹ. Τῶν ἰδεῶν λέγει, καλεῖται γὰρ τὰ αὐτὰ εἴδη

καὶ ἰδέαι, ὡς ἐν τῷ περὶ στάσεων· εἴδους γὰρ ἕνεκα προ-

βλημάτων ἀντὶ τοῦ ἰδέας.

ιηʹ. Εἰ γὰρ ἐν θνητοῖς, φησὶ, μόνος ὁ ἄνθρωπος

λογικὸς, καὶ ἡ τοῦ λόγου ἄσκησις πάντων αὐτῷ ἄρα ἐστὶν

ἁρμοδιώτερον.

ιθʹ. Εἰ γὰρ καὶ ἐκ πλειόνων, φησὶν, ἰδεῶν κ. τ. λ.

προσηγορίας. ἐκ τούτων δὲ ἁ-

πάντων κατασκευάσας τὸ χρήσιμον καὶ τὰς τῶν ἀντιλε-

γόντων διαβολὰς ἀρκούντως ἐκκαθάρας ὑπ' αὐτὸν ἔρχε-

ται τὸν σκοπὸν, ἔνθα καὶ ζήτησιν ἀπ' αὐτῆς τῆς λέξεως

ἀναφαίνεται· τί δή ποτε τὰ πρῶτα τοῦ σκοποῦ κατὰ

ἀναίρεσιν λαβὼν ἐπήγαγεν κατὰ θέσιν τὰ ἑπόμενα. καὶ

μὴν τοὐναντίον ἔδει ποιεῖν, καὶ τὴν μὲν οἰκείαν προ-

αίρεσιν κατὰ θέσιν ἐμφαίνειν, ἐκεῖνα δὲ τιθέναι κατὰ

ἀναίρεσιν, περὶ ὧν διδάσκειν οὐκ ἤθελεν. ἀλλ' ἴσως καὶ

κατ' αὐτὸ τοῦτο θαυμάσαις ἂν αὐτὸν, εἰ καὶ μὴ τὴν

ὀρθῶς ἔχουσαν λάβοις ἐξήγησιν. καὶ γὰρ διὰ τοὺς πρὸ

αὐτοῦ κακῶς μεταχειρισαμένους τὸν περὶ τῶν ἰδεῶν λό-

γον κατὰ ἀναίρεσιν εὐθὺς ἔλαβε τὸν σκοπὸν, ἐντεῦθεν

ἡμῖν παραστῆσαι βουλόμενος, ὅτι τὴν μὲν ἐκείνων φεύ-

γειν κακίαν οἱ τῶν καθόλου βραχέα φροντίσαντες τὴν

871

πᾶσαν ἔθεντο σπουδὴν ἑνὸς ἑκάστου διδάσκειν τοὺς τύ-

πους, ὃ τὴν ἀρχὴν ὁ τεχνικὸς ἀποσειόμενός φησι, μὴ

περὶ τῆς Πλάτωνος ἰδέας ἢ Δημοσθένους ἢ τοῦ δεῖνος

εἶναι τὸν λόγον, ἀλλ' ἕκαστον αὐτὸ πρότερον δεῖξαι, τί

σεμνότης καὶ πῶς γίνεται, καὶ ποία ἡ τραχύτης καὶ τὰ

λοιπὰ τῶν λόγων εἴδη· καὶ οὗτος μὲν ὁ λόγος οὐ πόῤῥω

τῆς ἀληθείας· λέγει γὰρ παρακατιὼν, ὡς οὐδεὶς τῶν πα-

λαιοτέρων ἀκριβές τι περὶ τούτων φαίνεται πραγματευ-

σάμενος, ὅσοι δὲ καὶ προσήψαντο, τεταραγμένως· ἀλλὰ

καὶ οὗτος μὲν, καθὰ δεδηλώκαμεν, ὁ λόγος ἐφάπτεται

τῆς ἀληθείας, πλὴν ῥηθήσεται καὶ ἕτερος κατά γε τὴν

ἐμὴν κρίσιν τοῦ προλεχθέντος ἐῤῥωμενέστερος, ἀνεῖλε γὰρ

εὐθὺς ἐκ τοῦ σκοποῦ τὰ παρὰ τοῖς πολλοῖς γνώριμα καὶ

ὧν ἀντιλαμβάνεται πρῶτον ἡ αἴσθησις, οὐ γὰρ περὶ τῆς

Πλάτωνος ἢ Δημοσθενικῆς ἢ τοῦ δεῖνός φησιν ἰδέας ἡ-

μῖν, ἀλλὰ διδάξει, τί σεμνότης, καὶ τί ἀφέλεια, καὶ νῦν

μὲν ἐκ τοῦ παρατυχόντος τίθησιν τὰ παραδείγματα, τὴν

γὰρ τάξιν καὶ τὴν ἀκολουθίαν ἐπ' αὐτῆς φυλάττει τῆς

διδασκαλίας.

κʹ. Πρὸς τῷ τέλει τοῦ περὶ ἰδεῶν ἐν τῷ δευτέρῳ

βιβλίῳ, ἐν ᾧ περὶ τῶν χαρακτήρων ἑκάστου τῶν ἀρχαίων

διαλαμβάνεται, καὶ ἰδίᾳ περὶ ἑκάστου τῶν ἀρίστων

ῥητόρων τε καὶ συγγραφέων διεξέρχεται.

καʹ. Πῶς, φησὶν, ἃ νῦν ἀπηγόρευσε, περὶ τούτων

μικρὸν ὕστερον ἐπαγγέλλεται λέγειν· καὶ τοῦτο δοκεῖ πως

εἶναι τῶν ἀλύτων· εἰ μή τις πρὸς τὸν τρόπον ἀποβλέψει

τῆς διδασκαλίας· ὁ μὲν γὰρ σκοπὸς αὐτῷ περὶ τῆς ἁπλῶς

σεμνότητος εἰπεῖν, ὁ δὲ τῆς διδασκαλίας καταναγκάζει

τρόπος εἰς τύπον ἀρχαῖον κατενεχθῆναι· οὐ γὰρ ἂν οὕ-

τως ὁ περὶ τῆς σεμνότητος σταίη λόγος διὰ κενῆς, διὸ καὶ

872

περὶ τούτων διδάσκειν ἐπαγγέλλεται· καὶ τοῦτο μὲν ἐν-

τεῦθεν ἀπελυσάμεθα.

κβʹ. Ὁποῖον μὲν, ὅτι μεγέθους τῷ λόγῳ περι-

ποιητικὴ, ὅπως δὲ γίνεται, διὰ ποίων ἐννοιῶν, μεθό-

δων, λέξεων, σχημάτων καὶ τῶν λοιπῶν. Ἰστέον δὲ, ὅτι

ἄλλο μὲν εἶδος, καὶ ἄλλο ἰδέα, ὡς ἄνω ἔφαμεν· τοῖς δὲ

ὀνόμασι διαφόρως κέχρηται, ποτὲ μὲν εἴδη τὰς ἰδέας κα-

λῶν, ποτὲ δὲ ἰδέας τὰ εἴδη· ἰδέαι δὲ λόγων αἱ γενικώτα-

ταί εἰσιν ἑπτά· σαφήνεια, μέγεθος, κάλλος, γοργότης,

ἦθος, ἀλήθεια, δεινότης· αἱ δὲ τρεῖς διαιροῦνται εἰς

ἑτέρας δώδεκα, ὡς εἶναι τὰς πάσας ἑκκαίδεκα· ἑκάστη δὲ

τούτων εἰς ὀκτὼ διαιρεῖται, ἔννοιαν, μέθοδον, λέξιν,

σχῆμα, κῶλον, συνθήκην, ἀνάπαυσιν, ῥυθμόν.

κγʹ. Ἰστέον, ὅτι ἡ σεμνότης καὶ ἡ τραχύτης καὶ ἡ

ἀφέλεια, ὧν ἐνταῦθα μέμνηται, γενικαὶ οὔκ εἰσιν ἰδέαι·

ἀλλ' εἰς ἕτερον ἀνάγονται, ὡς αὐτὸς ὑποκατιὼν διδάξει·

ἡ μὲν γὰρ σεμνότης καὶ ἡ τραχύτης ἀνάγονται ὑπὸ τὴν

ἰδέαν, ἣ καλεῖται μέγεθος, ἡ δὲ ἀφέλεια ὑπὸ τὸ

ἦθος.

κδʹ. Τοῦτο δοκεῖ πως εἶναι τῶν ἀπόρων· αὐτὸς γὰρ

873

τοῖς ἑαυτοῦ, φασὶ, περιπετὴς γίνεται λόγοις, καὶ οἷς ἐγ-

καλεῖ τοῖς πρὸ αὐτοῦ, τούτοις ἐπὶ τοῦ παρόντος φαίνεται

χρώμενος· λέγει γὰρ ἕνεκα τῶν κατ' ἄνδρα εὐδοκιμούν-

των ταύτης δεῖσθαι τῆς πραγματείας· ἔπειτα συντρέχει

πάλιν αὐτοῖς πανταχῆ τἀναντία τῆς οἰκείας προαιρέσεως

ἀποφηνάμενος. καὶ πρῶτον μὲν ἔφη περὶ Πλάτωνος ἢ

Δημοσθένους, μὴ εἶναι ἰδέας τὸν λόγον· ἔπειτα καὶ περὶ

αὐτῶν τούτων, φησὶν, ἐν ὑστέρῳ λελέξεται, καὶ τὸ μὲν

ἐκ τοῦ τρόπου τῆς διδασκαλίας ἀπελυσάμεθα, τῶν κατ'

ἄνδρα εὐδοκιμούντων εἶναι τὴν ὑποκειμένην πραγματείαν,

καὶ αὐτὸς ἀνεῖλε τῶν προλαβόντων καταμεμψάμενος, οἳ

περὶ ταῦτα τὴν πᾶσαν ἐσχήκασι σπουδὴν, τῶν καθόλου

βραχέα φροντίσαντες. ἀλλ' ὅρα μήπω δύο σκοποὺς εἶναι

βούλεται, καὶ μηδεὶς πρὸς τὸ λεχθὲν ἑκὼν ταράξει·

τί γὰρ τὸ κωλύον δύο πραγμάτων ὑποκειμένων εἶναι το-

σαῦτα καὶ τὰ τέλη· οὐ γὰρ ἑνὸς πράγματος εἶναι δύο τέλη

λέγων, μήποτ' εἰς τοσοῦτον μανείην· ἀλλὰ τὸν μὲν ἕνα

σκοπὸν εἶναί φημι περὶ τῶν ὅλων, τὸν δ' ἕτερον περὶ τῶν

κατ' ἄνδρα ποιούντων· ὃς ὑποβέβηκε τῷ προτέρῳ καὶ

πρὸς αὐτὸν ἀφορᾷ, περὶ οὗ καὶ ἡ πᾶσα τῆς πραγματείας

ἀνήκει διοίκησις· ὅταν οὖν λέγῃ περὶ σεμνότητος καὶ τρα-

χύτητος, περὶ τῶν τοιούτων σχημάτων τὰς καθόλου ἰδέας

διδάσκει, ὅταν δὲ τοὺς κατ' ἄνδρα περὶ τῶν τελῶν·

τῶν δὲ πρὸ αὐτοῦ φαίνεται καταμεμψάμενος, ὡς κα-

κῶς τὴν τῶν ποιούντων πραγματευσαμένους μεταχείρι-

σιν· εἰ δέ τις ἡμᾶς μὴ λέγειν τἀληθὲς, ἀλλὰ φενακί-

ζειν ἐκ τούτων ὑπολαμβάνει τῶν λόγων, εἰς μνήμην ἔλ-

θοι τῶν προλαβόντων· οὐ γὰρ μόνον πρὸς τὸ θεω-

874

ρεῖν, ἀλλ' ἤδη που καὶ πρὸς τὸ δημιουργεῖν χρησιμώτα-

τον ἔφαμεν τὸν περὶ τῶν ἰδεῶν λόγον· ἐργαζόμεθα δὲ καὶ

κρίνομεν τοὺς τελείους δηλονότι χαρακτῆρας, ὥστε δύο

σκοπῶν εὑρισκομένων καὶ τοῦ μὲν φερομένου πρὸς τὰ

τέλη, τοῦ δὲ πρὸς τὰ ποιοῦντα προσηκόντως ὁ τεχνικὸς

πρὸς ἑκάτερον ἀποδέδωκεν· ἔστι μὲν γὰρ ὁ πᾶς αὐτῷ

σκοπὸς περὶ τῶν ποιούντων διαλαβεῖν, ἀλλ' ἐπεὶ τὸ

τέλος οὐκ ἐν τούτοις ὑπέφηνε καὶ τὸ μὴ πάνυ σπουδα-

ζόμενον περιέλαβεν· ὃ κατορθοῦνται ἐκ τῆς περὶ τῶν ποι-

ούντων ἐπιστήμης.

κζʹ. Τὸ μὲν τοῦ τοιούτου τοῦ Δημοσθενικοῦ λό-

γου φησὶ, μέρη δὲ βουλευτικὸν, πανηγυρικὸν ἢ μι-

κτὸν, τὰ ἐν προοιμίοις ἢ ἀντιθέσεσιν ἢ διηγήσεσιν

εἰρημένα, εἶδος δὲ δικανικὸν, συμβουλευτικὸν, πανηγυρι-

κὸν, ἢ μικτόν.

κηʹ. Τοῦ τοιούτου τοῦ Δημοσθένους λόγου ἀνάγκη,

φησὶ, τό τε ὅλον εἶδος σκοπεῖν, οἷον ὅτι δικανικὸς ὁ περὶ

τοῦ στεφάνου λόγος ὢν, πανηγυρικῆς ἐστιν ἰδέας καὶ τὰ

μέρη· μέρη δέ ἐστι σεμνότης, λαμπρότης· ἐξ ὧν ὁ λόγος

συνέστηκεν.

κθʹ. Τὸ μὲν ὅθεν ἐκ ποίων εἰδῶν κεκίνηται τῆς

875

ῥητορικῆς, τὸ δὲ ἐξ ὧν ποίαις τισὶν ἰδέαις κέκραται· τὸ

δὲ ὁποῖον ἠθικὸν ἢ πραγματικὸν, ἢ παθητικὸν, καὶ

δι' οὗ τοιοῦτον· ἀντὶ τῶν τίνων μιγέντων ἢ κραθέντων

ὁ παθητικὸς ἢ ἠθικὸς γέγονε λόγος.

λαʹ. Ἀντὶ τοῦ ἁρμόττων μᾶλλον ποιηταῖς, εἰσὶ γὰρ

ἰδέαι, αἷς ἐάν τις ἐπὶ πολὺ χρήσεται, ποιητικότερον ἐρ-

γάζεται τὸν λόγον· εἰ γὰρ καὶ μὴ μεταχρῆται, ἀλλ' ἥ γε

καὶ διάνοια καὶ ὁ χαρακτὴρ ποιητικὸς, καὶ ἐπειδή εἰσιν

ἰδέαι λέξεις ἀπαιτοῦσαι ποιητικὰς, ὡς ἡ γλυκύτης.

λγʹ. Μηδεὶς, φησὶν, ἐπιτιμήσῃ μήτε τῇ μεθόδῳ ταύ-

τῃ, μήτε τῇ κρίσει, πρὶν ἅπασιν ὁμιλήσῃ τοῖς ῥη-

θησομένοις· ἐκεῖσε γὰρ σαφῶς καὶ τὸν τρόπον οἴσεται

τῆς διδασκαλίας, ὃν ἐπὶ τοῦ παρόντος λέγειν ἀδύνατον·

πῶς γὰρ οἷόν τε τὴν πᾶσαν τοῦ βίου δύναμιν ἐν τῇ

προθεωρίᾳ μαθεῖν· διὸ περὶ μὲν τοῦ τρόπου τῆς διδα-

σκαλίας ἐν τοῖς ἐφεξῆς ὑπερέθετο, καθὰ καὶ Δημοσθέ-

νης ἐν τῷ περὶ στεφάνου πεποίηκεν· εὐθὺς γὰρ ἐν τοῖς

προοιμίοις εὔνουν ἑαυτὸν εἶναι φήσας, οὐχ ὅσα ποιεῖ τὴν

εὔνοιαν διεξῆλθε· τάχα γὰρ τὸν πάντα λόγον εἰς τοῦτο

κατανάλωσε, τῆς πολιτείας μεμνημένος, καὶ ὅσα περὶ

τὴν πόλιν ἐξειργάσατο, καὶ πολλὴν εὐθὺς ἐκ τῆς εἰσβο-

λῆς τοῦ βιβλίου τοῖς ἐντυγχάνουσιν ἐνέβαλε σπουδήν·

δῆλον γὰρ, ὡς προθύμως ἀνθέξονται τῆς πραγματείας,

ἅτε μηδὲν ἐχούσης κατὰ τὴν τοῦ γράψαντος ἐπαγγελίαν

876

εἰ σαφὲς ἢ τὴν ἀρχὴν ἀνευκρίνητον· τὸν αὐτὸν οὖν τρό-

πον καὶ ὁ τεχνικὸς ὑπερέθετο μὲν ἐν τοῖς ἐφεξῆς περὶ

τοῦ τρόπου τῆς διδασκαλίας· ἓν δὲ μόνον ἔλαβε, λέγω

δὴ τὴν εὐκρίνειαν, ὅπως ἐκ ταύτης ἐφελκύσεται τοὺς

ἀκροατάς.

λδʹ. Ἀσύντακτον εἶναι δοκεῖ τοῦτο· δεῖ οὖν τὸ ὅτι

νοεῖν αἰτιολογικὸν οὕτως· ὁ τοίνυν Δημοσθένης, ἐπειδὴ

τὸ κεφάλαιον ἦν τῶν πολιτικῶν λόγων ἠκριβωκὼς, τουτ-

έστι τὸ καταποικίλλειν τὸν λόγον, καὶ μιγνύναι τὰ

εἴδη, τὸ μὲν ὅπως ἐμίγνυ καὶ συνέπλεκεν οὐ χαλεπόν

ἐστιν εὑρεῖν· ἐξ οἵων μέντοι ἀρχῶν προϊὼν τοιούτους ἀπ-

ειργάζετο τοὺς λόγους, τοῦτο δυσχερὲς εὑρεῖν, ἄμεινον

δὲ καθ' ὑπέρβατον συντάξαι· τὸ μὲν τοίνυν εὑρεῖν, ὡς

ὁ Δημοσθένης ἠκριβωκὼς, ὅ τί περ ἦν κεφάλαιον τῶν

πολιτικῶν λόγων, διὰ πάντων ἥκει ταῖς μίξεσι, τάχα ἂν

οὐ τῶν σφόδρα γένοιτο χαλεπῶν· μίγνυσι δὲ παντα-

877

χοῦ εἴδη, ὡς ἐν τοῖς Φιλιππικοῖς κατηγορεῖ τῶν προδο-

τῶν, καὶ ψέγει τὸν Φίλιππον, ἐγκωμιάζει δὲ τοὺς προ-

γόνους, ὡς ἐν τῷ τρίτῳ τῶν Ὀλυνθιακῶν.

λϚʹ. Μετὰ τὸν τρόπον τῆς διδασκαλίας συνίστησι τὸ

παράδειγμα καί φησι κεφάλαιον εἶναι τῶν πολιτικῶν λό-

γων τὸν Δημοσθένην. καὶ λίαν ἠκριβωκέναι τὴν περὶ

τούτων διοίκησιν, ἀλλ' ὅτι μὲν διὰ πάντων ἥκει παντα-

χοῦ ταῖς μίξεσι, καὶ συμβουλεύων μὲν οὐ πάντη χωρίζει

τοῦ δικανικοῦ τε καὶ πανηγυρικοῦ τὸν λόγον αὐτοῦ, καὶ

πάλιν αὖ ἐπὶ τῶν ἄλλων οὐκ ἀφίσταται τῶν λοιπῶν· τά-

χα ἂν οὐ τῶν σφόδρα, φησὶ, γένει χαλεπῶν τοῖς οὐχ ἁ-

πλῶς αὐτὸν μετιοῦσιν· δι' ἣν δὲ αἰτίαν τὰ ποιοῦντα

μιγνύμενα διαφόρως ἀλλοιοτέρους ποιεῖ τοὺς λόγους, χα-

λεπὸν οὐ μόνον εὑρεῖν, ἀλλὰ καὶ εὑρόντα εἰπεῖν καὶ δεῖ-

ξαί τι σαφὲς περὶ αὐτῶν· ἐπεί τοι καὶ τὴν ἔκλειψιν τῆς

σελήνης καὶ ὁ τυχὼν, εἰ βούλοιτο, μόνον θεάσεται· τί δὲ

τὸ αἴτιον καὶ πόθεν ἐγένετο ἐπιστήμονος εὑρεῖν καὶ δι-

δάξαι σαφῶς· ὅτι δὲ παγχάλεπον καὶ τὸ ἐπινοῆσαι καὶ

τὸ εὑρεθὲν εἰπεῖν καὶ παραστῆσαι μετὰ εὐκρινείας, δεδη-

λώκασιν οἱ πρὸ αὐτοῦ μηδὲν ἀκριβὲς περὶ τούτων πραγ-

ματευσάμενοι.

λζʹ. Στοιχείοις, οἷον ἀρχαίοις τύποις ἀπὸ μεταφο-

ρᾶς τῶν τεσσάρων στοιχείων, πυρὸς, ἀερὸς, γῆς, ὕδατος,

ἐξ ὧν πᾶν σῶμα συνίσταται.

878

λθʹ. Καλῶς τὸ ἀκριβές. Οἶδε γὰρ καὶ Βασιλι-

κὸν γεγραφότα πρὸ αὐτοῦ περὶ ἰδεῶν, οὐ μέντοι σὺν εὐ-

κρινείᾳ καὶ τάξει τῇ ἀρίστῃ, ᾗπερ διαφερόντως αὐτὸς

φαίνεται κεχρημένος.

μʹ. Πρῶτον μὲν, φησὶν, ὀλίγοι τετολμήκασιν ἐπὶ τὴν

τοιαύτην ἐλθεῖν ἐγχείρησιν, ὅσοι δὲ καὶ προσήψαντο,

συγκεχυμένως τοῦτο πεποιήκασι καὶ τοσοῦτον ἀπέχουσι

τοῦ διδάσκειν ἑτέρους, ὥστε τὴν ἀρχὴν ἑαυτοῖς ἀπιστοῦ-

σιν, εἰ δεόντως ὅλως εἰρήκασιν.

μαʹ. Τῷ εἰπεῖν ἥψαντο ἐσήμανεν, ὅτι οὐ τελείως εἰρή-

κασιν· οὐ γὰρ ἀφώρισαν καὶ ἐπεσημήναντο, ὅτι τότε

τὸ σχῆμα σεμνότητος τυχόν ἐστιν ἢ ἄλλης ἰδέας, ἄλλ'

ἀναμὶξ πάντα τεθείκασιν ἀτάκτως.

μβʹ. Εἰς τοὺς ὑπομνηματίσαντας τῶν Δημοσθε-

νικῶν λόγων ἐνίους ἀποτείνεται καὶ τὰς περὶ αὐτῶν

θεωρίας φιλοτιμότερον ἐπεξεργασαμένους Βασιλικόν τε

καὶ Ζήνωνα καὶ τοὺς ὁμοίους.

μγʹ. Τινὲς, φησὶν, περὶ τῶν Δημοσθένους λόγων

γράψαντες οὐ περὶ σεμνότητος καὶ τῶν ἄλλων ἰδεῶν κα-

θολικῶς διελέχθησαν, ἀλλὰ περὶ τῶν παρ' αὐτῷ σχη-

μάτων ἐθεώρησαν, ἃ μέρη εἰσὶν ἀναγόμενα εἰς τὰς ἰδέας·

ἑκάστης γὰρ ἰδέας ἴδιά ἐστιν σχήματα.

μδʹ. Οἱ ἐπιτυχόντες, φησὶν, εἰς αὐτοὺς, καὶ δόξαντές

τι λέγειν, εἰς τὸ κατὰ μέρος κατεγένοντο τῶν καθ-

879

όλου βραχέα φροντίσαντες, οἷον περὶ σεμνότητος ἀφε-

λείας.

μεʹ. Μεταφορικὴ ἡ λέξις οὖσα, κυριώτατα γὰρ

καὶ πρώτως ἐπὶ τῶν τοῦ κόσμου στοιχείων εἴρηται, δευ-

τέρως δὲ ἐπὶ τῶν γραμμάτων, ἐκεῖνά τε γὰρ ἀρχὴ παν-

τὸς τοῦ σωματικοῦ καὶ ταῦτα συλλαβῶν καὶ λέξεων· εἰ-

κότως οὖν καὶ τὰς ἰδέας στοιχεῖα καὶ ἀρχὰς τοῦ ἀ-

ρίστου τῶν πολιτικῶν λόγων φησίν.

μζʹ. Τὸ ὁποῖα, οἵαν ἔχει φύσιν ἑκάστη τῶν ἰδεῶν,

γλυκεῖαν, αὐστηρὰν, ἀφελῆ, δεινὴν, τὸ δὲ ὅπως γίνεται,

διὰ ποίων κατασκευάζεται τόπων, τὸ δὲ τί δύναται, τί

τὸ ἀπὸ τῆς μίξεως τῶνδε ἢ τῶνδε τῶν ἰδεῶν ἀποτέ-

λεσμα.

μηʹ. Σκοπός ἐστιν τῷ τεχνικῷ ἁπάσας καθ' ἑαυτὰς

880

πρότερον παραστῆσαι τὰς ἰδέας, ὁπόσαι τέ εἰσι καὶ

ὁποῖαι καὶ ὅπως γίνονται, τὸν δὲ Δημοσθενικὸν χάριν

παραδείγματος ἔλαβε τύπον· οὐδὲ γάρ τις οὕτω φαίνε-

ται διαποικίλας τὸν λόγον.

νʹ. Οὐκ ἰδία, φησὶν, ἑκάστη τῶν ἰδεῶν ἐπιτετή-

δευται καὶ μεμελέτηται παρὰ τῷ ῥήτορι, ἀλλ' ἡ πασῶν

ἅμα ἀκριβεστάτη καὶ ἐν τῷ δέοντι παρ' αὐτῷ μίξις τὸν

κάλλιστον τῶν πολιτικῶν ἀπεργάζεται λόγων· ὅθεν καὶ

Διονύσιος ἐν τῷ πρώτῳ χαρακτήρων κράτιστον εἶναί φη-

σιν ἐν πολιτικοῖς λόγοις τὸν Δημοσθενικόν.

ναʹ. Ἄρχεται μετὰ τὴν ἐκκάθαρσιν τῶν λυπούντων

ἀποφαντικῶς τῆς διδασκαλίας· τοῦτο γὰρ ἀνδρὸς μάλα

τεχνίτου, τὸ μηδαμῶς κατὰ τοὺς προειρημένους ἀπιστεῖν

ἑαυτῷ περὶ ὧν ἂν βούληται λέγειν· ὅρα γὰρ, ὅπως ἀξι-

ωματικῶς μηδὲν ἐνδοιάσας προέθετο μὲν κατὰ τὸν πρῶ-

τον σκοπὸν, τὸν πολιτικὸν καὶ τέλειον λόγον, ὃν κατ'

881

ἐξαίρετον ἐκάλεσε Δημοσθενικόν· ἔπειτα διὰ τὴν ἀνάγ-

κην ἐπὶ τὰ ποιοῦντα κατέφυγεν, ἃ δεῖ λαμβάνειν, ὡς

ἓν καὶ μὴ κατὰ παράθεσιν, ἀλλὰ συμπεπλεγμένα καὶ

δι' ἀλλήλων ἥκοντα· τοιοῦτος γὰρ ὁ Δημοσθενικὸς λόγος.

νβʹ. Αἱ μὲν γὰρ ἑνὶ τῶν ὀκτὼ μερῶν ἀλλήλαις κοι-

νωνοῦσιν, αἱ δὲ πλείοσιν, ὡς ἡ καθαρότης τῇ εὐκρινείᾳ,

λέξει, κώλοις, συνθήκῃ κοινωνεῖ· καὶ ἡ τραχύτης τῇ σφο-

δρότητι κατὰ πλείονα.

νγʹ. Τοῦτό φησιν, ὅτι εὑρίσκονται ἰδέαι κοινωνοῦ-

σαι ἀλλήλαις, κατὰ ἔννοιαν τυχὸν μόνην, ἢ καὶ σχῆμα

μόνον· αἱ δὲ καὶ κατὰ ἔννοιαν καὶ κατὰ σχῆμα· κατὰ

ἔννοιαν μὲν κοινωνεῖ τραχύτης τῇ ἀκμῇ· αἱ γὰρ ἐπιτιμή-

σεις, ὡς αὐτός φησιν, οὖσαι τραχύτητος ἴδιαι, ποιοῦσι

καὶ τὴν ἀκμὴν, ὅτε καὶ κώλῳ καὶ σχήματι μακρῷ καὶ

λαμπρῷ ἐξαγγελθεῖεν αἱ ἔννοιαι· κατὰ σχῆμα δὲ κοινω-

νεῖ, φησὶν, ἀφέλεια τῇ καθαρότητι, οἷον ”Σαννίων

ἐστὶ δή πού τις” καὶ τὰ ἑξῆς· καὶ γὰρ καθαρὸν τοῦτο

καὶ ἀφελές· κατὰ ἔννοιαν δὲ καὶ κατὰ σχῆμα κοινωνεῖ ἡ

ἀκμὴ τῇ σφοδρότητι.

νδʹ. Ὃ λέγει τοιοῦτόν ἐστιν· ἡ καθαρότης τῇ σεμ-

νότητι κοινωνεῖ σχήμασι, κώλοις, ἀναπαύσει, τοῖς δὲ

κεχώρισται· ὥστε τὰ μέρη τὰ ὀκτὼ διαφορὰς καλεῖ·

λέγει οὖν, ὅτι κατὰ ἓν μέρος ἢ δύο μέρη κοινωνεῖ ἰδέα,

τοῖς δὲ ἄλλοις κεχώρισται, ὥστε τὰ μέρη τὰ ὀκτὼ δια-

882

φορὰς καλεῖ, ὡς μικρὸν ὕστερον εἰσόμεθα· ἢ οὕτως κα-

τὰ διαφοράν τινα· ἐπειδὴ τὴν τραχύτητα λέγει τυχὸν

κοινωνεῖν σφοδρότητι κατὰ ἔννοιαν, οὐ μέντοι καθάπαξ·

ἡ μὲν γὰρ κατὰ μειζόνων γίνεται προσώπων, ἡ δὲ σφο-

δρότης κατὰ ἐλαττόνων· κοινωνοῦσα οὖν κατὰ διαφοράν

τινα, ἐννοίᾳ, μεθόδῳ, κεχώρισται σχήμασι, κώλοις.

νεʹ. Ἔνια γὰρ τῶν παρακολουθημάτων, εἰ τύχοι ταύ-

της τῆς ἰδέας, καὶ ἕτερα παρέπεται· καὶ κατὰ τοῦτο

συμφερομένη διέστηκεν ἑτέροις τρόποις, ὡς προϊόντες ἀ-

ποδείξομεν, καὶ συμβαίνει κατὰ διαφορὰν αὐτὰς κοινω-

νεῖν· οἷς γὰρ, εἰ τύχοι, συμφέρεται μιᾷ τῶν ἰδεῶν, τού-

τοις ἀπὸ τῆς ἑτέρας χωρίζεται.

νϚʹ. Περὶ μὲν τῶν ἰδιωμάτων ἑκάστης ἰδέας ἐπὶ τοῦ

παρόντος ὑπερέθετο λέγειν, ἀναγκαῖον ἡγησάμενος περὶ

τῶν κοινῶν πρῶτον εἰπεῖν, ἐξ ὧν πᾶς πέφυκε γίνεσθαι

λόγος· τάχα γὰρ ἂν ἡ τούτων διδασκαλία συντελέσει

πρὸς ῥᾳδίαν τῶν κατὰ μέρος κατάληψιν· ὅτε καὶ τὰς

ὑποβεβηκυίας τισὶ τῶν προειρημένων ἰδεῶν προθέντες,

ἐξ ὧν πεφύκασι γίνεσθαι, λέγοιμεν, ὥστε προλαμβάνειν

δεῖ τὴν τῶν κοινῶν διδασκαλίαν· εὐμαρέστερον γάρ πως

ὁ ταῦτα καταλαβὼν παρακολουθήσει τοῖς ὑπολοίποις.

αʹ. Αἱ μὲν γὰρ τῶν ἰδεῶν μονοειδεῖς ἔχουσι τὰς

ἐννοίας, ὡς ἡ καθαρότης, αἱ δὲ καὶ μέχρι τριῶν καὶ

τεττάρων προέρχονται τόπων, ὡς ἡ σεμνότης καὶ εἴ τι-

νες ἕτεραι ταύτῃ ὅμοιαι, ὡς αἱ ἱστορικαί· καὶ γὰρ αὗ-

ται διὰ τὸν χρόνον πλησιάζουσι ταῖς μυθικαῖς, ὡς καὶ

Θουκυδίδης φησί· καὶ ὅσαι τὰ ταῖς αἰσθήσεσιν ἡδέα

ἐκφράζουσιν, ὄψει, ἀκοῇ, ὀσφρήσει, γεύσει, ἁφῇ, ὡς

Ὅμηρος·

883

Τοῖσι δ' ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,

Λωτόν τ' ἐρσήεντα ἰδὲ κρόκον ἠδ' ὑάκινθον,

καὶ Σαπφὼ

Ἀμφὶ δ' ὕδωρ

Ψυχρὸν κελαδεῖ δι' ὄσδων

Μαλίνων,

καὶ

Οἷον τὸ γλυκύμαλον ἐρεύθεται ἄκρῳ ἐπ' ὄσδῳ,

Ἄκρον ἐπ' ἀκροτάτῳ, λελάθοντο δὲ μαλοδροπῆες.

Οὐ μὰν ἐκλελάθοντ', ἀλλ' οὐκ ἐδύναντ' ἐφικέσθαι.

καὶ Θεόκριτος

Ἁδὺ δὲ τοῦ θέρεος παρ' ὕδωρ ῥέον αἰθριοκοιτῇν.

καὶ

Ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.

βʹ. Ἡ ἔννοια ἐνεργοῦσα ποιήσει τὴν μέθοδον· ἡ

γὰρ ἔννοια ἀναλογοῦσα τῇ ψυχῇ, ὅταν μὲν ἠρεμῇ καὶ

μένῃ καθ' ἑαυτὴν, οὐδὲν ἀποτελεῖ· κινουμένη δὲ ποιεῖ

τι, καὶ τοῦτο καλεῖται μέθοδος· ἡ περὶ τὴν ἔννοιαν, καὶ

οὐ μόνον ἡ ἔννοια ψυχῆς τάξιν ἐπέχει, καὶ ἡ μέθοδος

τῆς κινήσεως, ἀλλ' ἰδία καὶ ἡ λέξις τοῦ σώματος· ὥσπερ

γὰρ οὐ δυνατὸν ἐνεργεῖν τὴν ψυχὴν ἄνευ σώματος, οὕ-

τως καὶ τὴν ἔννοιαν οὐχ οἷόν τε χωρὶς λέξεως· ἀναλο-

884

γεῖ γὰρ ἡ λέξις τῷ σώματι, καὶ ὥσπερ ἐν τῷ σώματί

εἰσιν αἱ μορφαὶ, οὕτως ἐν τῇ λέξει τὰ σχήματα· καὶ δὴ

πάσας τὰς τοῦ σώματος ἰδιότητας εὕροις ἂν ἐπὶ τῆς λέ-

ξεως, ὥσπερ καὶ τὰς τῆς ψυχῆς ἐπὶ τῆς ἐννοίας· ἔστι

μὲν γὰρ αὐτῇ σχήματα, καθάπερ ἐπὶ τῶν σωμάτων αἱ

μορφαὶ, μαὶ μακρὰ καὶ βραχέα κῶλα, τάξιν τοῦ μεγέ-

θους ἐπέχοντα, καὶ σύνθεσις ὁμωνύμως κ. τ. λ.

Οὕτως κατὰ πάντα παραπλήσιος

ὢν ὁ περὶ τῶν ἰδεῶν λόγος τῷ προτεθέντι πολλα-

χῶς ὑφ' ἡμῶν παραδείγματι τούτῳ μόνον διέστηκε, τῷ

μὴ κατ' ἀνάγκην ἐκ τῆς λέξεως συγκαθέλκεσθαι τὴν

διάνοιαν, ὥσπερ ἐκ τοῦ σώματος τὴν ψυχήν· αὕτη γὰρ

πάντα ποιεῖ τῇ ἰδίᾳ βουλήσει καταδουλοῦσα τὸ σῶμα·

ἐπειδὰν δὲ μὴ δυνηθῇ, συγκαταφέρεται καὶ αὕτη πρὸς

τὴν ἐκείνου κρᾶσιν· πρόδηλον γὰρ, ὡς τὸ ἡττώμενον

κυβερνᾶται τῇ βουλήσει τοῦ κρατήσαντος, καὶ πολλαὶ

μὲν αἱρέσεις φέρονται φιλοσόφων πρὸς τὸν τῆς ψυχῆς

καὶ τοῦ σώματος λόγον· οἱ μὲν γὰρ Στωϊκοὶ λέγουσι

μὴ εἶναι ψυχὴν, ἀλλ' ἐκ τῆς κράσεως τῶν στοιχείων

ἀποτελεῖσθαι τὴν γένεσιν· ὅταν μὲν γὰρ πλεονάσῃ τὸ

θερμὸν, ποιεῖ τὸν λέοντα, ὅθεν, φασὶ, καὶ θυμικός

ἐστιν· ὅταν δὲ κατὰ λόγον καὶ σχεδὸν ἐξ ἴσου συνέλθῃ,

ποιεῖ τὸν ἄνθρωπον· ταύτης τῆς δόξης προστάτης ἐγέ-

νετο καὶ Γαληνός· ἕτερον δὲ πάλιν ἄλλας τερατολογίας

καὶ λήρους εἰρήκασιν· τὸ γὰρ τοιόνδε σῶμα, φασὶ, πρὸς

τὴν οἰκείαν κατασκευὴν τοιαύτην ἐπιλεξάμενον λαμβάνει

καὶ τὴν ψυχήν· οἱ δὲ περὶ Πλάτωνα τῆς προτέρας

δόξης εἰσὶν, ἣν καὶ προτεθείκαμεν, καὶ δοκεῖ μᾶλλον

ἔχειν καλῶς· ἡ γὰρ ψυχὴ τὴν ἀρχὴν ἐνοικήσασα τῷ σώ-

885

ματι βιάζεται μὲν αὐτὸ δουλαγωγεῖν· ἐκνικηθεῖσα δὲ

καταφέρεται καὶ μοχθηρὰν ἀναλαμβάνει προαίρεσιν· ἐπὶ

δὲ τῆς ἐννοίας οὐχ οὕτως, ἀλλὰ πρὸς τὴν ἰδίαν αὐτῇ

βούλησιν οὕτω ποιεῖται τὴν πᾶσαν τοῦ λόγου μεταχεί-

ρισιν.

γʹ. Σύνθεσίς ἐστιν ἡ τῶν λέξεων ἁρμονία· ἀνάπαυ-

σις δὲ ἡ πλήρωσις καὶ τὸ ἀπαρτίσαι τὴν διάνοιαν, ὅπερ

ἐν τῇ ἀναγνώσει ἐστὶν ἡ στιγμή· ῥυθμὸς δέ ἐστιν ἡ ποιὰ

ἀπήχησις· ἵνα δὲ σαφέστερον διαλάβωμεν, ἔννοια μέν

ἐστιν ἐκεῖνο αὐτὸ τὸ νόημα, τὸ ὁρμηθὲν ἀπὸ τῆς ψυ-

χῆς, τυχὸν τὸ διανοηθῆναι Ἑρμογένη ἐκθέσθαι, τί ἐστι

φύσις ἑκάστης τῶν τρισκαίδεκα στάσεων· μέθοδος ἡ

ἐπεξεργασία καὶ μεταχείρισις τοῦ τοιοῦδε νοήματος, καὶ

πρὸς τὸ τοιόνδε ἢ τοιόνδε ἐπινόημα μετάβασις καὶ ὑπαλ-

886

λαγή· λόγος δέ ἐστιν εἴτουν ἡ λέξις, αἱ συλλαβαὶ, αἱ πε-

ριπλεκόμεναι τῇ τε πρώτῃ ἐννοίᾳ, τῇ τε ταύτης μεθόδῳ

καὶ τοιᾷδε μεταχειρίσει· σχῆμα δὲ τοῦτό ἐστιν ἐν λέξει,

ὅπερ ἐν τῇ ἐννοίᾳ μέθοδος· ἐκείνη γὰρ τὴν ἔννοιαν τοι-

άνδε παρίστησιν ἐν τῇ μεταχειρίσει, καὶ τοῦτο τὴν λέξιν

τοιάνδε ἢ τοιάνδε ποιεῖ ἀμειβομένην κατὰ πνεῦμα τυ-

χὸν ἐκφέρεσθαι ἢ κατὰ ἀντίθετον ἢ κατὰ περίοδον. κῶ-

λον δὲ καὶ κόμμα τί ἐστι, πολλάκις μὲν ἔμαθες, ἀλλὰ

μὴν καὶ ἐν τῷ περὶ πνεύματος, ὅπερ ἐστὶ τέταρτον κε-

φάλαιον τοῦ τετάρτου τόμου τῶν περὶ εὑρέσεως· συνθή-

κη δέ ἐστιν ἡ ποιὰ σύνθεσις καὶ ἁρμολογία τοῦ λόγου·

ἀνάπαυσις δέ ἐστιν ἡ κατάληξις τοῦ λόγου ἤτουν τῶν

κώλων ἢ κομμάτων, οἷς ἐκφέρεται. Ῥυθμὸς δέ ἐστιν

ὁ ποιὸς κ. τ. λ.

εʹ. Ἐπεὶ τὸ λεγόμενον ἔδοξεν ἀσαφὲς εἶναι, βούλεται

διὰ παραδείγματος αὐτὸ σαφηνίσαι· οὐ γὰρ ἕτερος ὑπε-

λείπετο τρόπος αὐτῷ πρὸς ἀπόδειξιν τοῦ τε πράγματος

ἀγνοουμένου καὶ τοῦ ὀνόματος· ἔτι δὲ καὶ κωλύοντος

ἑτέρου λόγου τὰ παρακολουθήματα λαβεῖν πρὸς τὸ παρα-

στῆσαι τοῦ ζητουμένου τὴν φύσιν· τάχα γὰρ ἐνταῦθα

τὴν πᾶσαν πραγματείαν κατηνάλωσεν, εἴπερ ὅλως ἐκ τού-

των ἐπεχείρησε διασαφηνίσαι τὸ λεχθέν· τὴν γὰρ πᾶσαν

περὶ ταῦτα ποιεῖται σπουδήν· εἰ δ' ἐκ τῶν παρακολουθη-

μάτων οὐκ ἠδύνατο τοῦτο ποιεῖν, ἀλλὰ μὴν οὐδὲ ἐκ τοῦ

ὀνόματος· ὅταν γὰρ ἀγνοῆται τὸ πρᾶγμα, περὶ οὗ ὁ λό-

γος, ἀμφισβητηθήσεται δηλαδὴ καὶ τὸ ὄνομα. τί λοι-

πὸν, ἢ καταφυγεῖν ἐπὶ τὰς παραδειγματικὰς πίστεις;

καὶ δὴ λαβὼν τὴν γλυκύτητα μέρος οὖσαν τοῦ παντὸς

λόγου, παρίστησιν ἡμῖν ἐκ ταύτης τὸ προειρημένον, ἀλλ'

οὐκ οἶδα, πῶ ἂν καλέσοιμεν παράδειγμα τὸ μήτε ὅμοιον

ὁμοίῳ μήτε γνώριμον γνωρίμῳ ἢ ἀγνοουμένῳ· καὶ

887

γὰρ καὶ μερικὸν ὂν ἐκ τοῦ ζητουμένου ληφθὲν ἐτέθη

πρὸς ἀπόδειξιν, καὶ αὐτὸ τὴν ἀρχὴν ἀμφισβητούμενον

ὂν, οὐκοῦν δεῖγμα μᾶλλον καὶ οὐ παράδειγμα τὸ τοιοῦ-

τον, ἅ τε ἐξ αὐτοῦ τοῦ ὑποκειμένου ληφθέν· ἀλλὰ νῦν

ἢ καταχρηστικῶς οὕτως ἐκάλεσεν, ἢ κατὰ ἕτερον ἴσως

λόγον· εἰδὼς γὰρ μάλιστα περὶ τοῦτο καταφερομένους

ἡμᾶς, ἐχρήσατο τῷ ὀνόματι τοῦ παραδείγματος· ἐπεί

τοι καὶ τὴν γλυκύτητα διὰ μόνον τοῦτο τέθεικε· μυθι-

κὴ γὰρ οὖσα μᾶλλον καὶ συγγενὴς κατά τι τῇ ποιητικῇ

προκαλεῖται τοὺς ἐντυγχάνοντας, προθυμότερον αὐτῆς

ἀντιλαμβάνεσθαι διὰ τὸ ἡδὺ καὶ τὸ ἀνειμένον τῆς συν-

θήκης· φιλεῖ γὰρ ἔχειν μάλιστα τάς τε ἐννοίας μυ-

θικὰς καὶ ἀφελεῖς, ὡς ἐν τῷ περὶ αὐτῆς δειχθήσεται

λόγῳ.

Ϛʹ. Ὡς Δημοσθένης ἐν πολλοῖς τῶν ἰδιωτικῶν ἀπ'

αὐτῶν ψιλῶν ἀρχόμενος τῶν πραγμάτων, καὶ ἐν τῷ κα-

τὰ Σπουδίου. κ. τ. λ.

Καὶ ὡς ἐν τῷ πρώτῳ Φιλιππικῶν τὸν περὶ τῶν θεωρι-

κῶν λόγον οὐ προηγουμένως, ἀλλὰ μετὰ ταῦτα ἐκίνη-

σεν, ὑποβάλλων μετὰ τὸ εἰπεῖν περὶ χρημάτων καὶ ἄλ-

λων τινῶν. ἰστέον δέ; ὅτι τὸ σὺν ἀφηγήσει συνεξιέναι

καὶ προηγουμένως, ἀλλὰ μὴ ἐξ ὑποβολῆς ἤ πως ἑτέρως,

οὐ περὶ τῆς καθόλου μεθόδου ἔφη ὁ Ἑρμογένης· ἦ γὰρ

οὐ ψευδὴς μόνον, ἀλλὰ καὶ ἠλίθιος ἔδοξεν ἂν ὁ λόγος

αὐτῶν, ἀλλὰ μέθοδον εἶπε τὰ τοιαῦτα μόνης τῆς ἐννοίας

888

τῆς γλυκύτητος, ὅ ἐστιν ἀληθές τε καὶ ἀκριβὲς, ὁμοίως

δὲ καὶ λέξις καὶ τὰ λοιπὰ μόρια μόνης ἴσθι τὸν τεχνι-

κὸν λέγειν τῆς γλυκύτητος, οὐ τὰ καθόλου.

ζʹ. Μέθοδον καλεῖ τὸ τῆς ἐννοίας σχῆμα· προηγου-

μένως δὲ εἴποι ἄν τις, ὅταν αὐτὸ τὸ πρᾶγμα ψιλὸν

ἀφηγῆται καὶ ἀπ' αὐτοῦ ἄρχηται, μηδὲν ἔξωθεν ἐφελ-

κόμενος, ὡς ἐν τῷ κατὰ Κόνωνος, „ὑβρισθεὶς, ὦ ἄν-

δρες, καὶ παθὼν ὑπὸ Κόνωνος τοιαῦτα·“ καὶ ἐν τῷ πρὸς

Σπουδίαν. ”ἀδελφὰς ἔχομεν, ὦ ἄνδρες, γυναῖκας ἐγὼ

καὶ Σπουδίας οὑτωσί·” τοῦτο γάρ ἐστι προηγουμένως,

ἐπειδὴ ὁ περὶ τοῦ ὑποκειμένου πράγματος λόγος προη-

γεῖται καὶ ἐν ἀρχῇ τέτακται· ἄλλ' οὐχ ἕπεταί τινι τῶν

ἔξωθεν· ὑποβολὴ δέ ἐστιν, ὅταν ἕτερόν τι προτάξαντες

ὑποβάλλωμεν καὶ ἐπενέγκωμεν, ὃ βουλόμεθα, ὡς ἐν πρώ-

τῳ Φιλιππικῶν Δημοσθένης τὸν περὶ θεωρικῶν λόγον

οὐ προηγουμένως, ἀλλὰ μετὰ ταῦτα ἐκίνησεν, ὑποβαλὼν

μετὰ τὸ εἰπεῖν περὶ χρημάτων καὶ ἄλλων τινῶν.

ηʹ. Λέξις δριμεῖά ἐστιν ἡ μὴ κυρίως μὲν ἐπί

τινος κειμένη, κατὰ δέ τινα μεταφορὰν ἐναργῶς δοκοῦ-

σα τοῦ προκειμένου ἅπτεσθαι, ὡς παρὰ Ξενοφῶντι

μὲν ἐν κυνηγετικῷ ἡ φιλανθρωπία ἐπὶ κοινῶν κειμένη

διὰ τὸ σφόδρα φιλοσύνηθες τοῦ ζώου, παρὰ δὲ Εὐρι-

πίδῃ ἡ φιλανδρία ἐπὶ ψόγου πρὸς Ἑρμιόνην ὑπ' Ἀνδρο-

μάχης εἰρημένη·

Μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι,

Ζήτει παρελθεῖν.

889

καὶ παρὰ τῶν νεωτέρων τινὶ, τὸ ἱπποδάμοιο χαλινοῦ,

ἐναργέστατα ἐπὶ τοῦ χαλινοῦ εἰρημένον, καὶ παρὰ Δημο-

σθένει· „ἐγὼ δὲ οὐ δέδοικα, εἰ ζῇ ἢ τέθνηκε Φίλιππος,

ἀλλ' εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν

καὶ τιμωρεῖσθαι.“

θʹ. Λέξις δριμεῖά ἐστιν ἡ ὥσπερ ἐμφαντικὴ καὶ νοῦν

δηλοῦσα ἕτερον, παρ' ὃν σημαίνει, ὡς ἐν τῇ Εὐριπίδου

Ἀνδρομάχῃ,

Μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι,

Ζήτει παρελθεῖν.

οὐ γὰρ σημαίνει ἡ λέξις τὸ τὸν ἄνδρα φιλεῖν, ἀλλὰ τὴν

ἀκολασίαν καὶ τὸ μοιχεύεσθαι.

ιʹ. Δριμεῖα λέξις ἐστὶν, οἷον τὸ φίλανδρος· τοῦτο

γὰρ ἐν μὲν τῇ συνηθείᾳ τὴν σώφρονα δηλοῖ, παρὰ δὲ

Εὐριπίδῃ τὴν διαβεβλημένην· ἡ γὰρ δριμεῖα λέξις τὰ ἐν

τῇ συνηθείᾳ λεγόμενα θέλει μετατρέπειν ἐπὶ ἑτέρων ση-

μαινομένων, κυρίως μέντοι λεγομένων, ὡς ἔχει παρὰ Ξε-

νοφῶντι φιλάνθρωποι κύνες.

ιαʹ. Διῃρημένη μὲν, ὡς τὸ, κατὰ μῆρ' ἐκάη,

καὶ, κατὰ ταῦρον ἐδηδὼς, καὶ, διά τε σκόλοπας καὶ

τάφρον ἔβησαν· πλατεῖα δὲ, ὡς τὸ, βοόωσι, Πηληϊάδεω.

ιβʹ. Διαίρεσίς ἐστιν, ὅταν λέξις περισπωμένη εἰς δύο

διαιρῆται, πυλῶν πυλέων· ἐν δὲ τῷ περὶ σεμνότητος πλα-

τεῖαν εἶναι λέγει λέξιν ὁ τεχνικὸς τὴν διὰ τοῦ α̅ καὶ η̅

καὶ ω̅. διανοίγει γὰρ τὸ στόμα ἡ ταῦτα ἔχουσα λέξις

890

καὶ ὄγκον ποιεῖ καὶ πλείονα χρόνον ἐπέχει· οὐ βούλεται

οὖν τὴν ἐκ τούτων συνισταμένην ἁρμόττειν γλυκύτητα,

ἀλλὰ τὴν διὰ μακρῶν μὲν συλλαβῶν, οὐ μέντοι φύσει,

ἀλλὰ θέσει, ὡς ἔχει τὸ Πάτροκλε, τὸ γὰρ α̅ μακρὸν γί-

νεται διὰ τοῦ τ̅ καὶ ρ̅. τὸ δὲ ο̅ διὰ τοῦ κ̅ καὶ λ̅.

ιγʹ. Ἁρμόττει, φησὶ, ταύτῃ καὶ ἡ ποιητικὴ λέξις πλὴν

τῆς διῃρημένης, τῆς βοόωσι καὶ τῆς φύσει πλατείας, ὡς

ἔχει τὸ Πηληϊάδεω.

ιδʹ. <Χωρὶς ἐπεμβολῆς,> ἤγουν μεταξυλογίας·

ἐπεμβολὴ γάρ ἐστι τὸ μεταξὺ τῆς ἀκολουθίας τοῦ διηγή-

ματος ἔξωθέν τι ἐπεμβάλλειν, οἷον κ. τ. λ.

ιεʹ. Ἔστι μὲν ἱκανὸς σφόδρα ὁ λόγος ὁ περὶ κόμ-

ματος καὶ κώλου καὶ περιόδου, ἀναγκαῖον δὲ διὰ τὸ

τοῖς λεγομένοις δύνασθαι παρακολουθεῖν βραχέα περὶ

αὐτῶν εἰπεῖν· ὡς γὰρ πρὸς εἰδότας ὁ τεχνογράφος δια-

λέγεται· ἔστι τοίνυν κόμμα μὲν λόγος διάνοιαν δηλῶν

ἐν δύο ἢ τρισὶ λέξεσιν, ὡς τὸ, μηδὲν ἄγαν, γνῶθι σαὐ-

τὸν, τὸ δὲ τέλειον κόμμα ἐπῳδῷ μετρεῖται, ὃς ἔχει συλ-

λαβὰς ὀκτώ· κῶλον δέ ἐστι μόριον λόγου συγκείμενον

891

ἐξ ὀνομάτων πλειόνων, τελειοῦν τὴν ἐπὶ μέρους διά-

νοιαν, ὡς τὸ ”ἀντὶ πολλῶν, ὦ Ἀθηναῖοι·” μέτρον δὲ

αὐτοῦ ἑκκαίδεκα συλλαβαί· τὸ δὲ σχοινοτενὲς καὶ μέχρι

εἴκοσι προέρχεται συλλαβῶν· περίοδος δέ ἐστι μόριον συγ-

κείμενον ἐκ κώλων δύο ἢ καὶ πλειόνων, ἀρχὴν ἔχον καὶ

κατάληξιν τελειοῦσαν τὴν διάνοιαν, ὡς τὸ, „ἄνδρες

δικασταὶ, μάλιστα μὲν ἕνεκα τοῦ νομίζειν συμφέρειν τῇ

πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα

τοῦ Χαβρίου ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ,

συνερεῖν.“

ιϚʹ. <Ἡ κεχηνυῖα> καὶ συγκρουσμῶν πλήρης· εἰ γὰρ

πάντη διεστηκυῖαν λάβωμεν, διεσπασμένη εὑρεθήσεται

καὶ ἄῤῥυθμος.

ιζʹ. Διεστηκυῖά ἐστιν ἡ λελυμένη καὶ κεχηνυῖα· κε-

χηνέναι δέ φαμεν λέξιν, ὅταν μὴ συμφώνοις συμφώνοις συμπλέκη-

ται τὰ φωνήεντα· οὐ τοσοῦτον οὖν αὕτη θέλγει, ὡς ἡ

κεκραμένη φωνήεσι καὶ συμφώνοις· τινὲς δὲ καὶ τὴν συγ-

κρουσμὸν συμφώνων ἔχουσαν ἀλλοτρίαν γλυκύτητος ὡς

ἀπόκροτον εἶναί φασιν.

ιηʹ. Βάσεις λέγει τοὺς μετρικοὺς πόδας, οἷς ἐπι-

βέβηκεν ὁ λόγος, ὥσπερ τὰ ζῶα τοῖς ποσί· βάσις δέ

892

ἐστιν ἡ σύνταξις τῶν ποδῶν· τὸ μὲν γὰρ ἡρωϊκὸν κατὰ

πόδας μετρεῖται, ἐπειδὴ ἐξ ἰσοχρόνων ποδῶν συνέστηκε,

δακτύλου τυχὸν καὶ σπονδείου.

ιθʹ. Ἀνάπαυσις μέν ἐστιν ἡ κατάληξις τῶν κώ-

λων, βεβηκυῖα δὲ ἡ εἰς πλείους καταλήγουσα μετὰ τὸ πλη-

ροῦν τὴν διάνοιαν καὶ τὸ πλὴν αὐτὸς αὐτῷ.

κʹ. Ἀπὸ γὰρ τῆς τοιᾶσδε συνθήκης τῆς λέξεως καὶ

τῆς καταλήξεως τῶν κώλων ὁ τοιόσδε συνίσταται ῥυθμός·

ῥυθμὸς δέ ἐστι χρόνος διῃρημένος ὑπὸ λέξεως ἢ κινή-

σεως κατά τινα τάξιν ὡρισμένην λόγῳ, ὡς δὲ Ἀριστόξε-

νος καὶ Ἡφαιστίων φασὶ, χρόνων τάξις· χρόνος δέ ἐστι

μόριον ποδὸς ἢ φωνῆς μέτρον ἐλάχιστον, ἢ μέτρον τι

893

κινήσεως, καὶ ὥσπερ ἐκ χειρῶν τυχὸν καὶ ποδῶν μερῶν

ὄντων καὶ τῶν ἄλλων ὁ ἄνθρωπος συνίσταται, ὅς ἐστιν

εἶδος, οὕτως ἐκ συνθήκης καὶ ἀναπαύσεως γίνεται ὁ

ῥυθμός, ἐκ μερῶν ὄντων ἐκείνων, αὐτὸς ὥσπερ εἶδος

ὤν· διαιρεῖται δὲ εἰς ἄρσιν καὶ θέσιν· καὶ ὁ μὲν Διονύ-

σιος τὸ βάθος αὐτοῦ διερευνήσας ἐκ τῶν λέξεων λέγει

γίνεσθαι τὸν ῥυθμόν· ὁ δὲ τεχνικὸς παρακολουθῶν τῇ

τε συνθήκῃ καὶ τῇ ἀναπαύσει ἄλλο τι λέγει ὄντα παρὰ

ταῦτα. δεῖ δὲ, καθὰ δεδηλώκαμεν, τὴν βάσιν εἶναι στα-

θερὰν, εἰ καὶ οἱ περὶ Διονύσιον οὐ μόνον τὴν βάσιν

εἶναι θέλουσιν, ἀλλὰ καὶ πᾶσαν συλλαβήν· δι' ἣν δὲ αἰ-

τίαν ὁ τεχνικὸς τὴν βάσιν εἰς μακρὰν βούλεται κατα-

λήγειν, ἐν τῷ περὶ ἀναπαύσεως λελέξεται λόγῳ.

καʹ. Ἰστέον, ὅτι οἱ ἄλλοι τεχνογράφοι τρία φασὶν,

οὐχὶ ὀκτὼ, γνώμην, οἷον τὸν νοῦν, σχῆμα, τουτέστι τὸν

τύπον τοῦ λόγου, ἀπαγγελίαν, δι' ἧς ἀπαγγέλλεται τὰ

πράγματα.

κβʹ. Ἀντὶ τοῦ ταῦτά εἰσι πᾶσαι αἱ ἰδέαι· διὰ τού-

894

των, φησὶ, τῶν λεχθέντων ἅπαντα εἴδη τῶν λόγων θεω-

ρεῖται καὶ γίνεται, φημὶ δὴ ἐννοίας, μεθόδου, λέξεως

καὶ ἑξῆς· δοκοῦσι δέ πως εἶναι ταῦτα…

The complete text is available when the reading interface loads.