De figuris in libris $1PERI\ EU(RE/SEWN
- Edition reference
- De figuris in libris περὶ εὑρέσεων et περὶ ἰδεῶν, ed. Walz, op. cit., vol. 3, 704–711.
- CTS identifier
urn:cts:greekLit:tlg5024.tlg021.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
706
ἧκε δ' ἀποῤῥήξας κεφαλὴν ὄρεος μεγάλοιο.
<Συγκριτικόν·> ἐκ τοῦ Σωπάτρου· δεινὸν ἀποτυγ-
χάνειν βάλλοντας Ἕλληνας, ἀλλὰ τοὺς τραυματίας γίνε-
σθαι χαλεπώτερον· λυπηρὸν, ὑπ' ἀριστέως τιτρώσκε-
σθαι, ἀλλ' ἔτι δεινότερον τὸ καὶ τοὺς ἀσθενεῖς καθ'
ἡμῶν ἐντρυφᾷν.
Ἰστέον, ὡς μέλλοντες τῶν παρὰ Ἑρμογένει ἰδεῶν
τὰ σχήματα τοῦ λόγου διεξιέναι, κατὰ τάξιν αὐτὰ ἐκ-
θησόμεθα, ὡς ἐκεῖνος ἐξέθετο.
707
<Σχῆμα τὸ κατ' ὀρθότητα·> „Θουκυδίδης Ἀθη-
ναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Ἀθηναίων καὶ Λακε-
δαιμονίων.“
3
707
<Κατ' ἄθροισιν εἰς μερισμόν·> τῶν μὲν ἱερῶν
χρημάτων τοὺς θεοὺς, τῶν ὁσίων δὲ τοὺς οἰχομένους
ἀποστερεῖ.
<Ἀπαρίθμησις,>
ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες,
Ἄργος τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη.
<Σχῆμα ὅταν τις ἑαυτὸν ἐρωτᾷ·> ”τίνος οὖν
ἕνεκα ταῦτα λέγω· ἑνὸς μὲν, ὦ Ἀθηναῖοι, μάλιστα καὶ
πρώτου, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ
μου, θαυμάζῃ.”
<Ἐπανάληψις·> „πρώτου μὲν οὖν καὶ μάλιστα,
οὗπερ ἕνεκα ταῦτα διεξῆλθον· δευτέρου δὲ τίνος; καὶ
οὐδὲν ἐλάττονος ἢ τούτου.“
<Ἐπίκρισις·> καὶ οὐδεὶς πώποτε ἀντεῖπε, μὴ οὐ
καλῶς ἔχειν αὐτούς· εἰκότως.
<Σχῆμα τὸ εἰς τὴν ἑαυτοῦ γνώμην ἀναφέ-
ρειν τι τῶν ῥηθησομένων,> οἶμαι γὰρ οὐδὲν οὕτω
τοῖς δημοκρατουμένοις πρέπειν, ὡς περὶ τὸ δίκαιον σπου-
δάζειν.
<Προστακτικόν·> ”τῆς Ἀριστογείτονος κρίσεως
ἀναμνησθέντες ἐγκαλύψασθε.” καὶ, „ἀλλ' ἴθι νῦν με-
τὰ λαὸν Ἀχαιῶν.“
<Τὸ κατ' ἐρώτησιν ἐλεγκτικόν·> ”εἶτα Ὀλύν-
θιοι μὲν ἴσασι τὸ μέλλον προορᾷν· ὑμεῖς δὲ ὄντες Ἀ-
θηναῖοι ταὐτὸ τοῦτο οὐχὶ φυλάξεσθε.”
<Τὸ κατὰ ἀποστροφήν·> „ἀλλὰ τί ἐχρῆν, Αἰ-
708
σχίνη, τὴν πόλιν ποιεῖν, ἀρχὴν καὶ τυραννίδα τῶν
Ἑλλήνων ὁρῶσαν ἑαυτῷ κατασκευαζόμενον Φίλιππον.“
<Τὸ κατ' ἐρώτησιν·>
πῶς τίς τοι πρόφρων ἔπεσι πείθηται Ἀχαιῶν;
καὶ
τί δὲ λαὸν ἀνήγαγε ἐνθάδ' ἀγείρας;
<Δεικτικόν·> οὐ λέγω, ἀλλ' ἔγωγε οἶμαί μοι προσ-
ήκειν ἀμφοτέροις ὑμῖν ἐπιδεῖξαι· ἄλλως·
ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων.
<Ἀναίρεσις·> ”οὐ λίθοις ἐτείχισα τὴν πόλιν, οὐδὲ
πλίνθοις ἐγώ· ἀλλὰ τὸν ἐμὸν τειχισμὸν ἐὰν βούλῃ
σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις καὶ συμμάχους.”
<Ἀπόστασις·> „αὕτη τῶν περὶ Θήβας ἐγένετο
πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. Τοῦτο τὸ
ψήφισμα,“ καὶ τὰ ἑξῆς.
<Τὸ κατὰ προτίμησιν, ὃ καὶ κατὰ ἀπαρί-
θμησιν λέγεται·> ”οἷον ἐγὼ δὲ ὑμῖν, ὦ Ἀθηναῖοι,
βούλομαι πρῶτον μὲν περὶ ὧν Φίλιππος ἐπέσταλκε, περὶ
τούτων διεξελθεῖν· ὕστερον δὲ, περὶ ὧν οἱ πρέσβεις λέ-
γουσι, καὶ ἡμεῖς λέξομεν.”
<Τὸ καθ' ὑπόθεσιν·> „εἰ μὲν τοίνυν πᾶσι ψηφι-
ούμεθα ταῦτα, λήσομεν ὡς ἔοικε μισθοφόρων ἔργον
ἀνθρώπων ποιοῦντες, τὴν ἑκάστου σωτηρίαν τούτων
δορυφοροῦντες·“ καὶ παρ' Ὁμήρῳ·
εἴπερ γάρ κ' ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε.
<Πλαγιασμός·> ”πολλῶν ὄντων καὶ μεγάλων, ἃ
τὴν ῥητορικὴν ποιεῖ.”
709
<Ἐπιτρέχον·> „ἐπειδὴ γὰρ δωροδοκεῖν ἤρξαντό τι-
νες, καὶ δι' ἀβελτερίαν οἱ πολλοὶ, μᾶλλον δὲ διὰ δυσ-
τυχίαν τούτους πιστοτέρους ἡγήσαντο τῶν ὑπὲρ αὐ-
τῶν λεγόντων.“
<Ἀπόστασις·> ”οὕτως ἀθλίως διέκειντο, ὥστε
οὐ πρότερον ἐτόλμησεν οὐδεὶς τοιούτου κακοῦ προσιόν-
τος ῥῆξαι φωνήν”.
<Τὸ κατ' ἄρσιν καὶ θέσιν·> „οὐχ ὡς τῶν ἀπο-
δωσομένων τὰ ὑμέτερα, ἀλλ' ὡς τῶν φυλαξόντων“.
<Ἐξ ἀναιρέσεως συμπλεκτικόν·> ”οὐ γὰρ μό-
νον εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτ' ἂν ἀκού-
σαντες λάβοιτε, ἀλλὰ καὶ τῆς ὑμετέρας τύχης ὑπολαμ-
βάνω”.
3
709
<Τὸ κατὰ συστροφήν·> „ὁ γὰρ οἷς ἂν ἐγὼ λη-
φθείην,“ καὶ τὰ ἐξῆς· καὶ πάλιν· ”τοῦ τ' ἐκεῖνον,
ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι”
<Παρίσωσις κατὰ συλλαβήν·> „προσήκει προ-
θύμως“ κατὰ δὲ τέλειον μέρος λόγου· ”προ-
σιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ.” Τοῦτο δὲ
ὀνομάζεται κατὰ κῶλον ἐπαναφορά· κατὰ δὲ τὸ τέλος
παρίσωσις. Κατὰ μὲν συλλαβὴν, ὃ καὶ ὁμοιοτέλευτον
λέγεται,
εὖ μέν τις δόρυ θηξάσθω· εὖ δ' ἀσπίδα θέσθω.
κατὰ δὲ τέλειον μέρος λόγου, ὅπερ καὶ ἀντιστροφὴ λέ-
710
γεται· „πράττεταί τι τῶν ὑμῖν δοκούντων συμφέρειν,
ἄφωνος Αἰσχίνης· ἀντέκρουσέ τι καὶ γέγονεν, οἷον οὐκ
ἔδει· πάρεστιν Αἰσχίνης.“
<Παρίσωσις καθ' ὅλον κῶλον·> ”τὸ λαβεῖν
οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν
τούτων ἀποδοῦναι παρανόμων γράφῃ.”
<Παρίσωσις ἐξ ἐπεμβολῆς·> „τὸ μὲν γὰρ πολλὰ
ἀπολωλεκέναι κατὰ τὸν πόλεμον, τῆς ἡμετέρας ἀμελείας
ἄν τις θείη δικαίως· τὸ δὲ μήτε πάλαι τοῦτο πεπον-
θέναι, πεφηνέναι τέ τινα ἡμῖν συμμαχίαν τούτων ἀν-
τίῤῥοπον, ἂν βουλώμεθα χρῆσθαι, τῆς παρ' ἐκείνων
εὐνοίας εὐεργέτημ' ἂν ἔγωγε θείην.“
<Παρίσωσις κατ' ἐναλλαγήν.> ”Τὸ μὲν τοίνυν
ἐν τῇ πρεσβείᾳ πρῶτον Φιλίππου μὲν κλέμμα, δω-
ροδόκημα δὲ τῶν ἀδικούντων τούτων τοιοῦτον ἐγέ-
νετο.”
3
710
<Ἐπαναστροφή·> „οὐ γὰρ δήπου Κτησιφῶντα μὲν
δύναιτ' ἂν διώκειν δι' ἐμὲ, ἐμὲ δὲ, εἴπερ ἐνόμιζεν
αὐτὸν ἐξελέγξειν, οὐκ ἂν ἐγράψατο“.
<Κλιμακωτόν·> ”οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγρα-
ψα δὲ, οὐδὲ ἔγραψα μὲν, οὐκ ἐπρέσβευσα δὲ, οὐδὲ
ἐπρέσβευσα μὲν, οὐκ ἔπεισα δέ”.
<Ὑπερβατὸν καθ' ὑπέρθεσιν·> „τὴν τοῦ διαπρά-
ξασθαι ταῦτα, ἃ μηδεὶς πώποτε ἄλλος βασιλεὺς Μα-
κεδόνων, δόξαν ἀντὶ τοῦ ζῇν ἀσφαλῶς ᾑρημένος.“
711
<Ὑπερβατὸν κατὰ παρένθεσιν·> ”τοῦ τ' ἐκεῖ-
νον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι.”
<Καινοπρεπές.> „Θετταλοὶ δὲ οὐδένα πώποτε ὅν
τινα οὔ.“ καὶ ὁ Θουκυδίδης, ”καὶ ὀλίγον ἔπρασσον
οὐδέν.”
3
711
<Πολύπτωτον·> „οὗτοι γὰρ ἡγοῦνται, τούτοις πεί-
θεσθε, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε.“
<Τὸ καθ' ὑποστροφήν·> ”ἔστι τοίνυν οὗτος ὁ πρῶ-
τος Ἀθηναίων αἰσθόμενος, Φίλιππον, ὡς τότε δημηγο-
ρῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησιν.”
<Εἰρωνεία·> „σφόδρα γε βούλεται, τοὺς Ἕλληνας
ἐλευθέρους εἶναι καὶ αὐτονόμους, ὡς δηλοῖ τὰ ἔργα.“
<Τὸ κατὰ ἀποσιώπησιν·> ”ὅσα μὲν οὖν τοὺς χο-
ρευτὰς ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας
ἠνώχλησεν, ἢ προβαλλόμενος, καὶ κελεύων ἑαυτὸν εἰς
Διονύσια χειροτονεῖν ἐπιμελητὴν, ἢ τἄλλα πάντα, ὅσα
τοιαῦτα, ἐάσω.”
<Ἐπιδιόρθωσις·> „ὡς ἔστι τῶν αἰσχρῶν, μᾶλλον
δὲ τῶν αἰσχίστων.“
{ΑΝΩΝΥΜΩΝΣΥΝΟΨΕΙΣ ΡΗΤΟΡΙΚΗΣ.I.ΤΙΣ Ο ΣΚΟΠΟΣ ΤΟΥ ΒΙΒΛΙΟΥ ΤΩΝ ΣΤΑΣΕΩΝ.} Σκοπός ἐστιν ἐν ταῖς στάσεσιν Ἑρμογένει διελεῖν τὰσυνεστῶτα ῥητορικὰ ζητήματα, ταὐτὸν δ' εἰπεῖν πολιτικὰ,εἰς κεφάλαια ὡρισμένα. Ἔστι δὲ πολιτικὸν ζήτημα ἀμ-φισβήτησις λογικὴ ἐπὶ μέρους ἐκ τῶν παρ' ἑκάστοις κει-μένων νόμων ἢ ἐθῶν περὶ τοῦ νομισθέντος δικαίου ἢκαλοῦ ἢ συμφέροντος, ἢ καὶ πάντων ἅμα, ἢ τινῶν· τὸγὰρ ὡς ἀληθῶς καὶ καθόλου καλὸν καὶ συμφέρον καὶτὰ τοιαῦτα ζητεῖν οὐ ῥητορικῆς. Στάσις τοίνυν ἐστὶνἀμφισβήτησις λογικὴ, καθ' ἣν αἱ διαιρέσεις τῶν κεφα-λαίων γίγνονται, ἢ ζήτησις πολιτικὴ, ἐφ' ἣν αἱ κατὰμέρος πίστεις ἀνάγονται. κ. τ. λ. Sequitur: πῶς ἐπιγνωσόμεθα τὰς στάσεις. Διαίρε-σις πραγματικῆς, στοχασμοῦ, μεταλήψεως, κατὰ ῥητὸνκαὶ διάνοιαν, ἀντινομίας, συλλογισμοῦ, ἀμφιβολίας, πε-ρὶ τῶν συνιστάντων τὰς στάσεις κεφαλαίων.Ὅρος ῥητορικῆς. Ῥητορική ἐστι δύναμις τεχνικὴ πιθα-