The Greek Library Author

Scholia In Homerum

Scholia in Iliadum

Scientific editors
Wilhelm Dindorf, Ernst Maas
Edition reference
Scholia Graeca In Homeri Iliadem · Oxford · Clarendon · 1875-1888
CTS identifier
urn:cts:greekLit:tlg5026.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Volume 1

ARISTONICI ΠΕΡΙ ΑΡΙΣΤΑΡΧΟΥ ΣΗΜΕΙΩΝ ΙΛΙΑΔΟΣ PRAEFATIONIS FRAGMENTUM*.

. . .ἦ τὸ ἔφη· ὁ δὲ τοῦτο μὴ νοήσας, ἀλλὰ λαβὼν πάλιν τὸ φη ἀντὶ τοῦ ως ὑπέταξεν ἐκ περισσοῦ (Il. 14, 500.) πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα. σημειοῦται δὲ πρὸς τὸν αὐτὸν ἀπεριστίκτῳ διπλῇ τὰς ὁμωνυμίας ἁπάσας, ὅτι οὐ νοήσας τὸ τοιοῦτον ἔγραψεν ὁτὲ μὲν Πυλαιμένεα, ὁτὲ δὲ Κυλαιμένεα. πρὸς μὲν δὴ Ζηνόδοτον αὐτῷ ἡ παράθεσις τῆς περιεστιγμένης διπλῆς πρὸς ἑκάστην γραφὴν ἀκριβέστερον θεωρεῖ- ται. τὸν δὲ ὀβελὸν ἔλαβεν ἐκ τῆς Ζηνοδότου διορθώσεως· παρετίθει *Fragmentum hoc servatum γράφει φὴ κύματα. οὐδέποτε δέ Ὄμη- est in codicis Veneti A. folio oe- ρος τὸ φή ἀντὶ τοῦ ὡς τέταχεν. tavo. Aristonici esse manifestum Monuit Cobetus p. 34. est et planissime docuit Cobetus in 7. τὰς ὁμωνυμίας] Conf. schol. Mnemosyne nova vol. 1 p. 28 — Aristonici ad Il. 2, 837 ἐσημειοῦτο 34. Nam quum marginibus textus δὲ ὁ Ἀρίσταρχος τὰς ὁμωνυμίας πρὸς Homerici σημεῖα Aristarchi appo- τὰ περὶ Πυλαιμένους. Pylaemenes sita essent, in scholiis vero expo- memoratur Il. 2, 851. 5, 576. et situm esset cur Aristurchus ad 13, 643. loco tertio Ζenodotus quemque locum singula σημεῖα Κυλαιμένεος legit, de quo videnda addiderit, Aristonicus de ipsis ση- quae dixit Eustathius p. 953. μείοις in universum, et quae esset 11. τὸν δὲ ὀβελὸν—] Ex scholio eorum ratio et usus, in ampliore Aristonici ad Odyss. 3, 71 vide- exposuit Praefatione, cuius nunc mus Aristophanem iisdem σημείοις breve tantum superest fragmen- quibus Aristarchum usum esse, tum. ὀβελοῖς sive ὀβελίσκοις et ἀστερί- 4. ἦ] Videtur ᾖ esse, pendens σκοις. Zenodotum ea primum haud dubie ab ἵνα, quod praeces- reperisse suspicor, unde Aristo- serat. phanem, deinde et Aristarchum πάλιν] πάλιν dicit, quia Ζenodo- sumsisse, ut diserte Aristonicus tus eundem errorem commiserat dicit τὸν δὲ ὀβελὸν ἔλαβεν ἐκ τῆς in versu Iliadis 2, 144, ubi Ari- Ζηνοδότου διορθώσεως. COBET. p. stonicus annotavit ὅτι Ζηνόδοτος 33. δὲ αὐτὸν τοῖς ἐκβαλλομένοις ἐκ τῆς ποιήσεως στίχοις ὡς τοῖς νεκροῖς τῶν ἀνθρώπων. τῆς δὲ ἀθετήσεως διττὸς αὐτῷ ὁ λόγος. ὁ μὲν γάρ ἐστι σημαίνων ὅτι οὐχ Ὁμήρου τὸ ἔπος, ὡς ἐλέγετο ἐπὶ τοῦ (Od. 11, 603.) τέρπεται ἐν θαλίῃ καὶ ἔχει καλλίσφυρον Ἥβην. ἀδύνατον γὰρ τὴν διηνεκῶς παρθένον παραδεδομένην γεγαμῆσθαι. ὁ δὲ αἰτίαν ἐπιφέρει ὡς τῶν ποιημάτων ἐν τῇ τάξει διημαρτημένων. ὅταν δʼ ὁ Ἀγαμέμνων λέγῃ πρὸς τὸν Ἀχιλλέα (Il. 1, 177.) αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε, ἐνταῦθα ἠθετῆσθαί φησι, χάριν τοῦ βασιλέως ὀφείλοντος. εἰ τοιοῦ- τός ἐστιν ἐν πολέμῳ ὁ κατʼ ἐπικουρίαν ἥκων. διόπερ ἐπὶ μὲν τοῦ λε- γομένου ὑπʼ Ἀγαμέμνονος ὀβελὸς παρακείσεται καὶ πρὸς τούτῳ ἀστερίσκος· δηλοῖ δὲ τοῦτο, ὅπου ἂν ᾖ κείμενος σὺν τῷ ὀβελῷ, ὅτι Ὁμήρου μέν ἐστι, φαύλως δʼ ἐνταῦθα κεῖται. ἔστι δὲ καὶ ἕτερος τρόπος τῆς ἀθετήσεως, ὅταν τοῖς αὐτοῖς στίχοις πολλάκις χρῆται, ὁτὲ μὲν οἰκείοις περιτιθεὶς προσώποις τὰ λεγόμενα, ὁτὲ δὲ οὒ, ὡς ἔγει τὰ τοῦ Κύκλωπος τοῦ ἀνημερωτάτου ῥήματα ὑπὸ τοῦ συνετω- τάτου Νέστορος λεγόμενα πρὸς Τηλέμαχον· (Od. 3, 73. 9, 253.) ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα; ἡ τι κατὰ πρῆξιν, ἢ μαψιδίως ἀλάλησθε, οἷά τε ληῖστῆρες, ὑπεὶρ ἅλα, τοίτʼ ἀλόωνται ψυχὰς παρθέμενοι. ταῦτα γὰρ ἥρμοζεν ὑπὸ τοῦ Κύκλωπος Ὀδυσσεῖ εἰρῆσθαι, οὐχ ὑπὸ Νέστορος Τηλεμάχῳ . . . . . . . .

ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.

1. ΜΗΝΙΝ ἄειδε] ζητοῦσι διὰ τί ἀπὸ τῆς μήνιδος ἤρξατο, οὕτως δυσφήμου ὀνόματος. διὰ δύο ταῦτα, πρῶτον μὲν, ἵνʼ ἐκ τοῦ πάθους ἀποκαθαρεύσῃ τὸ τοιοῦτο μόριον τῆς ψυχῆς, καὶ προσεκτι- κωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦ μεγέθους ποιήσῃ, καὶ προεθίσῃ φέρειν γενναίως ἡμᾶς τὰ πάθη, μέλλων πολέμους ἀπαγγέλλειν· δεύτερον δὲ, ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήσῃ. ἐπεὶ δὲ ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας, εἰκότως οὐ κατα- τρέχει, ἀξιοπιστότερον ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷ ἐκείνων ἐπαίνῳ.

ἤρξατο μὲν ἀπὸ μήνιδος, ἐπείπερ αὕτη τοῖς πρακτικοῖς ὑπόθεσις γέγονεν. ἄλλως τε καὶ τραγῳδίαις τραγικὸν ἐξεῦρε προοίμιον· καὶ γὰρ προσεκτικοὺς ἡμᾶς ἡ τῶν ἀτυχημάτων διήγησις ἐργάζεται, Scholia in textu asterisco notata sunt intermarginalia, de quibus in Praefatione p. vii dictum est. Scripturae in annotationibus asteriscis notatae ex aliis scholiorum codicibus sunt petitae, ex quibus codicis Veneti 454, quem littera A designamus, scholia vel corrigi vel defecta restitui possunt: de quo in Annotationibus voluminis ultimi plura dicentur. Vitiorum orthographicorum correctiones vel ex aliis codicibus sumtus vel ab editoribus factas non fuit operae pretium ad suos sin- gulas revocare auctores, quum talia a quovis emendari possint, exceptis gravioribus nonnullis, quarum auctores indicavimus. 4. Rubrica in A. ερ α, i. e. vior Zenodoto tribuitur in Veneto ἐρώτησις ἀπόκρισις. B; de quo v. Duentzer. p. 27. Scholia ab ζητοῦσι vel ζτεῖται vel 6. *ἀποκαθαρεύσῃ (alii * ἀποκα- simplici διὰ τί incipientia pleraque θαριεύσῃ)] ἀποκαταρρεύσῃ omnia Porphyrii sunt, pauca ali- 7. *προεθίσῃ] προσεθίζῃ orum, de quo dixi in Praef. p. 9. * δεύτερον δέ] δέ om. xiii, xiv. Primae quaestionis διὰ 11. ἀξιοπιστότερον] *ἀξιόπιστος τί ἀπὸ τῆς μήνιδος ἢρξατο solutio bre- (praestat ἀξιοπιστότερος) ὤν. καὶ ὡς ἄριστος ἰατρὸς πρῶτον ἀναστέλλων τὰ νοσήματα τῆς ψυχῆς ὕστερον τὴν ἴασιν ἐπάγει. Ἑλληνικὸν δὲ τὸ πρὸς τέλει τὰς ἡδονὰς ἐπάγειν. ἰστέον δὲ ὅτι ὥσπερ ἐπὶ συκῆς πρῶτον μέν ἐστιν ὄλυνθος, εἶτα φήληξ, σῦκον, ἰσχὰς, οὕτω πρῶτον ὀργὴ, θυμὸς, χόλος, κότος, μῆνις. ὅμως ὁ ποιητὴς ὡς συνωνύμοις ὀνόμασιν ἐπὶ Ἀχιλλέως χρῆται. “ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν” (192)· “οὐδʼ ὄθομαι κοτέοντος” (180)· “αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος” (488).

μῆνιν] παρὰ τὸ μένω μῆνις ὡς ἔνος ἦνις. οἱ δὲ περὶ Γλαύκωνα τὸν Ταρσέα ἠξίουν ὀξύνειν τὸ ὄνομα, οὐκ ὀρθῶς.

διὰ τί εὐθὺς ἀπὸ τῶν τελευταίων τοῦ πολέμου ἤρξατο; καί φα- μεν ὅτι ἅπας μὲν ὁ χρόνος ὁ πρὸ τοῦ δεκάτου ἔτους οὐκ ἔσχεν οὕτω σννεχεῖς τὰς μάχας, διὰ τὸ καὶ τοὺς Τρῶας αὐτοὺς φόβῳ τοῦ Ἀχιλ- λέως ἐντὸς κατακεκλεῖσθαι τοῦ τείχους· τὸ δὲ δέκατον ἔτος πλείονας ἔσχε τὰς πράξεις καὶ τοὺς πολέμους ἰσοπάλους, τοῦ Ἀχιλλέως ὀργιζομένου· ὁ δὲ ποιητὴς οἰκονομικῶς κἀν τούτῳ ἤρξατο μὲν ἀπὸ τῶν τελευταίων, διὰ δὲ τῶν σποράδην αὐτῷ λεχθέντων περιέλαβε καὶ τὰ πρὸ τούτου πραχθέντα.

ἄειδε] ὅτι κατὰ τὴν ποιητικὴν ἤτοι ἄδειαν ἢ συνήθειαν λαμβάνει τὰ προστακτικὰ ἀντὶ εὐκτικῶν· καὶ γὰρ Ἡσίοδός φησι “δεῦτε δὴ ἐννέπετε” (O. 2), καὶ Πίνδαρος “μαντεύεο Μοῦσα” (fr. 118), καὶ Ἀντίμαχος ὁ Κολοφώνιος “ἐννέπετε Κρονίδαο Διὸς μεγάλοιο θύγατρες.” δεύτερον δὲ, ὅτι οὐ κατὰ ἀλήθειαν ταῖς Μούσαις ἐπι- τάσσουσιν, ἀλλʼ ἑαυτοῖς.

θεά] οὕτως εἴωθε τὴν Μοῦσαν καλεῖν. ἀμέλει καὶ ἐν Ὀδυσσείᾳ “ἄνδρα μοι ἔννεπε Μοῦσα.”

Ἀχιλῆος] οὕτως ἀναγνωστέον διὰ τοῦ ἑνὸς λ, καὶ διὰ τὸ μέτρον καὶ διὰ τὸ ἄχος (ὅ ἐστι λύπην) ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν. οἱ δὲ παρὰ τὸ μὴ θιγεῖν χείλεσι θηλῆς· ὅλως γὰρ οὐ μετέσχε γάλακτος.

*ὁ Κοτιαεὺς Ἀχιλῆος· διὰ τὸ μέτρον ἓν λ γράφεται καὶ τὸ Κάμανδρος ἀντὶ τοῦ Σκάμανδρος γράφεται.

2. μυρία] τινὲς θρηνητικὰ, παρὰ τὸ μυριᾶσθαι· καὶ ἐπίθετον αὐτὸ τῶν ἀλγέων ἤκουσαν, ἐφʼ οἷς μυριᾶσθαι καὶ τὸ κλαῦσαι. οὐδὲν δὲ ἄτοπον εἰ παρὰ Μουσῶν ταῦτα ἐρωτᾷ· φρόνησις μὲν γάρ ἐστιν ἡ πάντων εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις.

ἱστορία. Ξοῦθος ὁ Αἰόλου παῖς, ἀγαγόμενος Κρέουσαν τὴν Ἐρε- χθέως θυγατέρα, ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἴωνα καὶ Ἀχαιόν· ὧν ὁ μὲν Ἴων ᾤκησεν Ἀθήνας, ὁ δὲ Ἀχαιὸς φόνον ἐμφύλιον δράσας παρεγένετο εἰς Θεσσαλίαν, καὶ κυριεύσας τῆς χώρας τοὺς ὑποτε- ταγμένους ἀφʼ ἑαυτοῦ προσηγόρευσεν Ἀχαιούς. Ἕλληνες δὲ κοινῶς πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν, ἀπὸ Ἕλληνος τοῦ Διός. πρῶ- τοι οὖν οὕτως ἐλέγοντο οἱ ἐν Θεσσαλίᾳ ἄνθρωποι, καὶ οὗτοι οὐ πάντες, ἀλλὰ μόνοι οἱ ἐν Ἑλλάδι τῇ πόλει. ἔπειτα μεγάλα δυναστευθέντος τοῦ Ἕλληνος καὶ τῶν τούτου παίδων, ἀπʼ αὐτοῦ πάντες ἐκλήθησαν Ἕλληνες.

3. * πολλὰς δʼ ἰφθίμους ψυχάς] ὅτι κακῶς τινὲς μεταγράφουσι “πολλὰς δʼ ἰφθίμους κεφαλάς,” ἵνα περιφραστικῶς τοὺς ἀνδρείους καὶ ἀγαθοὺς λέγῃ ἰφθίμους κεφαλάς.

4, 5. ὅτι Ζηνόδοτος τοὺς δύο ἀθετεῖ. γίνεται δὲ τὸ προοίμιον κόλον. καὶ πρὸς τὰς ψυχὰς ἀντιδιέσταλκε τὸ αὐτοὺς δέ ἐπὶ τῶν σωμάτων. ἥρωας δέ φασι κληθῆναι ἀπὸ τῆς ἀρετῆς, ἢ ἀπὸ τοῦ ἀέρος, ὥς φησιν Ἡσίοδος “ἠέρα ἑσσάμενοι” (O. 124). ἢ· ἀπὸ τῆς ἐράσεως, τουτέστι τῆς μίξεως τῶν θεῶν· οἱ γὰρ θεοὶ θνηταῖς γυναιξὶ συνερχόμενοι ἐποίουν γένος τὸ τῶν ἡρώων. ἢ ἀπὸ τῆς ἔρας. ἔρα δὲ γῆ κατὰ διάλεκτον, ἐκ δὲ τῆς γῆς ἐπλάσθη τὸ γένος τῶν ἀνθρώ- πων.

5. Διὸς δʼ ἐτελείετο βουλή] τινὲς σὺν τῷ ῑ κατὰ δοτικὴν, οἷον τῇ βουλῇ τοῦ Διὸς ἐτελειοῦτο.

5, 6. Διὸς δʼ ἐτελείετο βουλὴ, ἐξ οὖ δὴ τὰ πρῶτα] Ἀρίσταρχος συνάπτει, ἵνα μὴ προοῦσά τις φαίνηται βουλὴ καθʼ Ἑλλήνων, ἀλλʼ ἀφʼ οὗ χρόνον ἐγένετο ἡ μῆνις, ἵνα μὴ τὰ παρὰ τοῖς νεωτέροις πλά- σματα δεξώμεθα.

ἱστορία. Διὸς βουλὴν οἱ μὲν τὴν εἱμαρμένην ἀπέδοσαν, ἄλλοι δὲ ἐξεδέξαντο δρῦν ἱερὰν μαντικὴν τοῦ Διὸς ἐν Δωδωναίῳ ὄρει τῆς Θε- σπρωτίας, ὡς αὐτὸς Ὅμηρος λέγει ἐν Ὀδυσσείᾳ (14, 327.) “τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο Διὸς βου- λὴν ἐπακούσαι.” ἄλλοι δʼ ἀπὸ ἱστορίας τινὸς εἶπον εἰρηκέναι τὸν Ὅμηρον. φασὶ γὰρ τὴν γῆν βαρουμένην ὑπʼ ἀνθρώπων πολυπληθίας, μηδεμιᾶς ἀνθρώπων οὔσης εὐσεβείας, αἰτῆσαι τὸν Δία κουφισθῆναι τοῦ ἄχθους· τὸν δὲ Δία πρῶτον μὲν εὐθὺς ποιῆσαι τὸν Θηβαϊκὸν πόλεμον, διʼ οὗ πολλοὺς πάνυ ἀπώλεσεν· ὕστερον δὲ πάλιν συμβούλῳ τῷ Μώμῳ χρησάμενος, ἣν Διὸς βουλὴν Ὅμηρός φησιν, ἐπειδὴ οἷός τε ἦν κεραυνοῖς ἢ κατακλυσμοῖς πάντας διαφθείρειν. ὅπερ τοῦ Μώ- μου κωλύσαντος, ὑποθεμένου δὲ αὐτῷ τὴν Θέτιδος θνητογαμίαν καὶ θυγατέρος καλῆς γένναν, ἐξ ὧν ἀμφοτέρων πόλεμος Ἕλλησί τε καὶ βαρβάροις ἐγένετο, ἀφʼ οὗ χρόνου συνέβη κονφισθῆναι τὴν γῆν, πολ- λῶν ἀναιρεθέντων. ἡ δὲ ἱστορία παρὰ Στασίνῳ τῷ τὰ Κύπρια πεποι- ηκότι, εἰπόντι οὕτως ἦν ὅτε μυρία φῦλα κατὰ χθόνα πλαζόμενʼ ἀνδρῶν . . . ἐβάρυνεβαθυστέρνου πλάτος αἴης. Ζεὺς δὲ ἰδὼν ἐλέησε καὶ ἐν πυκιναῖς πραπίδεσσι σύνθετο κουφίσσαι βάρεος παμβώτορα γαῖαν 4. *προοῦσα] παροῦσα ἐβάρυνε addidit Bossonadius. βαθυστέρνου legitur in Nic. Lo- 7. ἱα rubrica. 8. Θεσπρωτίας] θεσπροτίας ënsis Epiphyll. 4, 3 in Gruteri 14. *τὸν Θηβαϊκὸν] τὸν om. Lampade vol. 5, 2, p. 401.] 17. διαφθείρειν] *διαφθεῖραι βαρυστέρνου A. Minus probabiliter 22. *εἰπόντι] εἰπόντος alii εὐρυστέρνου. Adiectivi βαθυ- 23. Criticorum de hoc fragmen. στέρνου exempla v. in Thes. vol. 2. to coniecturas enumeravit Welck. P. 38. in libro de Cyclo epico vol. 2 p. 509 25. πυκιναῖς] πυκινῆς Schneidew. πλαζόμενʼ ἀνδρῶν Barnesius] πλα. 26. κουφίσσαι βάρεος παμβώτορα ζόμενα, omisso ἀνδρῶν. γαῖαν Schneidewinus] κουφίσαι παμ- 24. . . .] ἐκπάγλως supplet Schnei βώτορα γαίης (* γαῖαν) ἀνων (i. e. ἀν- dewinus Philol. vol. 6. p. 591. θρώπων). ῥιπίσσαι τε πόνου μεγάλην ἔριν Ἰλιακοῖο, ὄφρα κενώσειεν θανάτῳ βάρος· οἱ δʼ ἐνὶ Τροίῃ ἥρωες κτείνοντο· Διὸς δʼ ἐτελείετο βουλή. καὶ τὰ μὲν παρὰ τοῖς νεωτέροις ἱστορούμενα περὶ τῆς τοῦ Διὸς βουλῆς ἐστὶ τάδε. ἡμεῖς δέ φαμεν, κατὰ τὴν Ἀριστάρχειον καἰ Ἀριστοφάνους δόξαν, τῆς Θέτιδος εἶναι βουλὴν, ἣν ἐν τοῖς ἑξῆς φησι λιτανεύουσαν τὸν Δία ἐκδικῆσαι τὴν τοῦ παιδὸς ἀτιμίαν, καθάπερ ἐν τῷ προοιμίῳ.

7. Ἀτρείδης τε ἄναξ] ἱστορία. Ἀγαμέμνων κατὰ μὲν Ὅμηρον Ἀτρέως τοῦ Πέλοπος, μητρὸς δὲ Ἀερόπης, κατὰ δὲ Ἡσίοδον Πλει- σθένους, τὸ γένος Μυκηναῖος, ὃς ἤγαγε ναῦς εἰς Ἴλιον. ἐκπορθήσας δὲ τὴν Ἴλιον καὶ ὑποστρέψας οἴκαδε ἀναιρεῖται ὑπὸ Αἰγίσθου τοῦ Θυέστου δόλῳ ἐπὶ εὐωχίας· οὗτος γὰρ παρὰ τὸν καιρὸν τῆς ἀποδη- μίας ἐμοίχευε τὴν Ἀγαμέμνονος γυναῖκα Κλυταιμνήστραν. κατὰ δὲ τοὺς τραγικοὺς, αὐτὴν τὴν Κλυταιμνήστραν ἀνελεῖν αὐτὸν χιτῶνι μὴ ἔχοντι διέκδυσιν τραχήλου. ἔσχε δʼ ἐξ αὐτῆς υἱὸν μὲν Ὀρέστην. καὶ θυγατέρας τέσσαρας, Λαοδίκην, Χρυσόθεμιν, Ἰφιγένειαν καὶ Ἠλέκτραν.

8. *σφωε] ὅτι Ζηνόδοτος σφῶι ἔγραφεν.

*ξυνέηκε] δασύνεται τὸ ξυνέηκε.

9. Λητοῦς καὶ Διὸς υἱός] ἱστορία. Ζεὺς ἐοασθεὶς Λητοῦς τῆς Κοίου θυγατρὸς, ἑνὸς τῶν Τιτάνων, καὶ Φοίβης, ἔγκυον αὐτὴν ἐποί- ησεν· ἥτις δεκαμηνιαίου χρόνου διαγενομένου παρεγένετο διὰ θαλάσ- σης εἰς Ἀστερίαν τὴν νῆσον, μίαν οὖσαν τῶν Κυκλάδων· ἐκεῖσέ τε 1. ῥιπίσαι τε πόνου Schneide- de Ζenodoti aliorumque scriptura winus] ῥιπίσαι τε πολέμου τίς τʼ ἄρ (vel τάρ) σφωῖ, quam im- 2. *θανάτῳ] θανάτ (i. e. θανάτου) probat, et recte quidem: v. Duen- * οἱ δʼ ἐνὶ] οἱ δὲ (δὲ per com- tzer. Ζenod. p. 57 et Cobet. Mnem. pendium expresso) ἐν nov. vol. 2 p. 188. Aristonici 5. Ἀριστάρχειον] * Ἀριστάρχου ad hunc versum annotatio excidit 6. Ἀριστοφάνους] * ἀριστοφάνειον ex A, servata vero est ad 10, *ἣν ἐν] ἐν om. 546, ubi eodem quo hic modo 9. Rubrica ἱα. erravit Zenodotus quum σφῶῖ 15. *χιτῶνι μὴ ἔχοντι] χῖτν μὴ (sive ἐγκλιτικῶς σφωϊ) pro σφωε scriberet. ἔχον (i. e. χιτῶνα μὴ ἔχοντα) 19. σφῶ] σφῶῖυ A. Correctum 21. Rubrica ἱσ ex Apollon. de constr. p. 167. et de 22. *Κοίου] κύου pronom. p. 115. qui pluribus dixit 24. * Ἀστερίαν] ἀστέριον ἐλθοῦσα, καὶ ἁψαμένη δύο φυτῶν, ἐλαίας καὶ φοίνικος, διδύμους ἀπε- κύησε παῖδας, Ἄρτεμιν καὶ Ἀπόλλωνα. καὶ τὴν νῆσον ἐκάλεσε Δῆ- λον, ὅτι ἐξ ἀδήλου βάσεως ἐρριζώθη.

11. *διὰ τὴν τάξιν τοῦ ἄρθρου, τὸν ἀρητῆρα Χρύσην.

12—16. *οὐ καλῶς γὰρ ἐν τοῖς ἑξῆς μετετέθησαν.

13. *εἰ μὲν εἶεν θεοσεβεῖς, τὸ στέμμα, εἰ δὲ φιλοχρήματοι, τὰ ἄποινα, εἰ δὲ οἰκτίρμονες, τὸ γῆρας αἰδεσθήσονται.

14. *στέμματʼ] ὅτι ἔθος αὐτῷ πληθυντικῶς ἀντὶ τοῦ ἑνικῶς λέγειν.

στέμματʼ ἔχων ἐν χερσίν] ἱστορία. Λάδωνος τοῦ ἐν Ἀρκαθίᾳ ποταμοῦ Δάφνη ὑπῆρχε θυγάτηρ εὐπρεπεστάτη. ἐρασθεὶς δʼ αὐτῆς Ἀπόλλων καὶ βουλόμενος συγγενέσθαι ἐδίωκε. καταλαμβανομένης δʼ αὐτῆς ὑπὸ τοῦ θεοῦ, φασὶν εὔξασθαι τῇ μητρὶ τῇ Γῇ χάσματι αὐτὴν δεχθῆναι. γενομένου δὲ τούτου, καὶ τῆς Γῆς ἀναδούσης ὁμώνυμον φυτὸν, Ἀπόλλων θεασάμενος ἐξεπλάγη. καὶ τὸ μὲν δένδρον ἀπὸ τῆς παρθένου δάφνην προσηγόρευσεν ὁμωνύμως, λαβὼν δὲ τῶν κλάδων αὐτὸς ἐστέψατο.

15. * Ἀτρείδα] ὅτι τινὲς Ἀτρείδας.

18. εὖ δʼ οἴπαδʼ ἱκέσθαι] διὰ τί ὁ Χρύσης κατὰ τῶν οἰκείων ηὔχετο λέγομεν ὅτι πρῶτον μὲν ἔδει κολακεύειν τὸν τύραννον, καὶ ταῦτα λέγειν ἅπερ ἐπεθύμει δρᾶσαι· δεύτερον δὲ ὅτι διὰ τοὺς Τρῶας ἀπολωλέκει τὴν θυγατέρα· ὅθεν εὐλόγως κέχρηται ταῖς ἀραῖς κατʼ αὐτῶν.

19. * ἱκέσθαι] μέσος ἀόριστος δεύτερος· διὸ παροξύνεται.

20. *ἀπαρέμφατον ἀντὶ προστακτικοῦ.

21. άζόμενοι] δασύνεται· διὸ τὸ σημεῖον.

ἑκηβόλον Ἀπόλλωνα] ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς τοξικῆς εἶναι, τὸν θεὸν παρεισάγει ἀξιοῦντα αὐτοὺς δέξασθαι, διὰ δὲ τοῦ ἑκηβόλου εἰς μνήμην ἄξων τῶν τόξων ἐκφοβεῖ αὐτούς.

22. Ἀχαιοί] ἰστέον ὅτι τὸ παλαιὸν ἡ Πελοπόννησος εἰς έ διῃρεῖτο μοίρας, Ἀργολικὴν, Πυλικὴν, Λακωνικὴν, Μεσσηνιακήν. ἰστέον δὲ ὅτι ἡ Πελοπόννησος τὸ ἀρχαῖον Αἰγιάλεια ἐκαλεῖτο, ἀπὸ Αἰγιαλέως τοῦ υἱοῦ Ἰνάχου τοῦ ἐν Ἄργει ποταμοῦ καὶ Μελίας τῆς Ὠκεανοῦ. ὕστερον δὲ Ἀπία πάλιν ἐκλήθη, ἀπὸ Ἄπιδος τοῦ Φορω- νέως παιδός· εἶθ᾿ οὕτως Ἀργος, ἀπὸ Ἄργου τοῦ πανόπτου· τελευταῖον δὲ πάντων Πελοπόννησος, ἀπὸ τοῦ κρατῆσαι τῆς χώρας τὸν Ταντά- λου υἱὸν Πέλοπα.

24. * ἀλλ᾿ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε] ὅτι Ζηνόδοτος γρά- φει ἀλλʼ οὐκ Ἀτρείδεω Ἀγαμέμνονος. ὁ δὲ ποιητὴς δοτικὴν ἀντὶ γενικῆς παραλαμβάνει.

ἀρχικὸν τὸ μὴ ἐπιτρέπειν τοῖς ἀρχομένοις τὰς κρίσεις, ἄλλων τε οὐκ ἐπεκηρυκεύσατο, ἀλλὰ τὸ τοῦ βασιλέως γέρας ᾔτει παρὰ τῶν ἀρχομένων. μή σε, γέρον, κοίλῃσι] μετὰ σπουδῆς ὁ Ἀγαμέμνων ἀπε- λαύνει τὸν Χρύσην, εἰδὼς ὅτι παρὼν δυσωπεῖ τοὺς Ἕλληνας. καὶ οὐ τοῦτο δὲ λέγει ὅτι γηράσασαν αὐτὴν τότε ἀποδώσει, ἀλλʼ ὅτι πρότε- ρον γηράσει ἢ ἐκείνῳ ἀποδοθήσεται.

*κιχείω] ὅτι ἀντὶ τοῦ κιχείοιμι.

27. δηθύνοντα] ἓν μέρος λόγου. χρονίζοντα, βραδύνοντα.

28. μή νύ τοι οὐ χραίσμῃ] ἀναιρεῖ τὴν ἐλπίδα. καὶ ἔστι, μή- ποτε καὶ αὐτὸς ὁ θεὸς οὐκ ἀνεξόμενος τῆς σῆς ἀναιδείας περιόψεταί σε. ἢ ὡς πορθούμενον περιεῖδε πάντως καὶ φονευόμενον.

29, 30, 31. τὴν δʼ ἐγὼ οὐ λύσω] ἀθετοῦνται, ὅτι ἀναλύουσι τὴν. ἐπίτασιν τοῦ νοῦ καὶ τὴν ἀπειλήν. ἠσμένισε γὰρ καὶ ὁ Χρύσης εἰπούσης αὐτῆς τῷ βασιλεῖ. ἀπρεπὲς δὲ καὶ τὸ τὸν Ἀγαμέμνονα τοιαῦτα λέγειν.

30. * ἡμετέρῳ —πάτρης] καθʼ ἑαυτὸ τοῦτο προφερόμεθα· καὶ γὰρ ἐμφαντικντερον.

Ἄργεϊ] διῃρημένως.

κατʼ ὀλίγον αὔξων τὰ τῆς διαστάσεως λυπεῖ τὸν γέροντα· ἔστι γὰρ, ὥς που τὸ περὶ αὐτοῦ ἐπίγραμμα δηλοῖ, βασιλεὺς γὰρ ἀγαθὸς, κρατερὸς δʼ αἰχμητής (Il. 3, 179). διὸ παρὰ μὲν τῶν ὑπηκόων ὑβρί- ζεται, τοῖς δὲ πολεμίοις λίαν ἐστὶν ἀπηνὴς, ὡς Ἀδράστῳ καὶ τοῖς Ἀντιμάχον παισίν.

32. *σαώτερος] ὅτι τὸ σαώτερος ἀντὶ τοῦ ἁπλοῦ.

34. *ἀκέων] ὅτι Ζηνόδοτος διὰ τοῦ χ.

πολυφλοίσβοιο] ὀνοματοποιία.

36. * Ἀπόλλωνι] ἐπὶ τῷ διχρόνῳ δεῖ ἐκτείνειν.

37. κλῦθι] Λαμψακηνῶν.

*ἀμφιβέβηκας] ὅτι κατὰ μεταφορὰν ἐκ τῶν τετραπόδων ὑπερ- μαχεῖς.

38. Κίλλλαν τε ζαθέην] ἱστορία. Πέλοψ ὁ Ταντάλου καὶ . . . . . κατὰ μισθὸν παιδικῆς ὥρας λαβὼν παρὰ Ποσειδῶνος ἵππους ἀδα- μάστους σὺν τῷ ὀχήματι, ἔσπευσεν εἰς Πῖσαν τῆς Πελοποννήσου ἐπὶ τὸν Ἱπποδαμείας γάμον, τὸν μνηστηροκτόνον αὐτῆς πατέρα Οἰνόμαον καταγωνίσασθαι ἐπιθυμῶν. γενομένῳ δὲ αὐτῷ περὶ Λέσβον Κίλλος ὁ ἡνίοχος τελευτᾷ τὸν βίον, ὃς καὶ καθʼ ὕπνον ἐπιστὰς τῷ Πέλοπι σφόδρα ὀδυνηρῶς ἐπʼ αὐτῷ ἔχοντι ἀπωδύρετό τε τὴν ἑαυτοῦ ἀπώλειαν καὶ περὶ κηδείας ἠξίου. διόπερ ἀναστὰς ἐξερυπάρου τὸ εἴδωλον διὰ πυρὸς, εἶδʼ οὕτως ἔθαψε τὴν τέφραν ἐπιφανῶς τοῦ Κίλ- λου, ἠρίον ἐπʼ αὐτῷ ἐγείρας, καὶ πρὸς τῷ ἠρίῳ αὐτοῦ ἐδείματο ἱερὸν, 1. Loemma om. (–)esse insigniendam, ut fere con- 4. κατʼ ὀλίγον—] In A lemma stanter in huiusmodi syllabis fac- praescriptum μή νύ τοι οὺ χραίσμῃ. tum est in textu codicis A. 5. * ἐπίγραμμα δηλοῦ] ἐπιγράφον 13. Λαμψακηνῶν] Huiusmodi de γράμμα δηλοῦν. Librarii error, qui dialecto observationes plurimae in codice suo scriptum viderat sunt inter glossemata interlinea- ἐπιγρ. δἣ. βασιλεὺς γὰρ (γὰρ compendio ex- 16. Rubrica ἱσ. pressum)] Immo βασιλεύς τ᾿ —κρα- Ταντάλου καὶ . . . . . . . . . κατὰ Bekkerus] Ταντάλου κάτω (*Ταντά- τερός τʼ. 9. τοῦ addidit Bekk. λου κατὰ) 12. ἐπὶ τῷ διχρόνῳ δεῖ ἐκτείνειν] 18. * Πλοποννήσου] λέσβου Hoc est nominis Ἀπόλλωνι litte- 21. * ὁ ἡνίοχος] ὁ om. ram primam syllabae longae nota 22. * ἐπʼ αὐτῷ] ἐπαυτὸ Κιλλαίου Ἀπόλλωνος προσαγορεύσας διὰ τὸ αἰφνιδίως τὸν Κίλλον ἀποθανεῖν. οὐ μὴν ἀλλὰ καὶ πόλιν κτίσας Κίλλαν ὠνόμασεν. ὁ μέν- τοι Κίλλος καὶ μετὰ θάνατον τῷ Πέλοπι δοκεῖ συλλαβέσθαι, ὅπως περιγένηται τοῦ Οἰνομάου περὶ τὸν δρόμον. ἡ ἱστορία παρὰ Θεο- πόμπῳ.

Τενέδοιό τε] καὶ τῆς Τενέδου. ἱστορία. ἡ δὲ Τένεδος νῆσός ἐστι πρὸ τῆς Τροίας κειμένη. οὔπω δὲ πρότερον τοῦτο εἶχε τὸ ὄνομα· καὶ γὰρ οὐδὲ Κύνῳ τῷ Ποσειδῶνος Τέννης ἦν καὶ Λευκοθέα· Λευκόφρυν δὲ αὐτὴν οἱ πρὶν ὠνόμαζον. ἐπειδὴ δὲ ἄρα τῷ Κύκνῳ ἐγεννήθη ὁ Τέννης καὶ ἡ Λευκοθέα, καὶ ἡ μὲν μήτηρ αὐτῶν οὐκέτι ἦν, ἐπέγημε δʼ ὁ Κύκνος Φυλονόμην ἢ ὡς ἔνιοι Πολύβοιαν, ἡ Φυλονόμη (καὶ γὰρ εἰς ἄνδρας ἐτέλει ἤδη ὁ Τέννης) ἐρασθεῖσα αὐτοῦ λόγους περὶ συνου- σίας ἠνέγκατο πρὸς αὐτόν. τοῦ δὲ τὰ πρὸς τὴν φύσιν δίκαια τηρή- σαντος, κατηγορήσατο πρός τὸν πατέρα αὐτοῦ ὅτι ἐθελήκοι αὐτὴν βιάσασθαι. ὁ δὲ πιστεύσας τῇ κατηγορίᾳ, συλλαβὼν τὸν παῖδα ἐνέβαλεν εἰς λάρνακα καὶ ἔρριψεν εἰς τὴν ὑποκειμένην θάλασσαν. ὃν διὰ σωφροσύνην καὶ διὰ τὸ εἶναι υἱωνὸν ἔσωσεν ὁ Ποσειδῶν· τὴν γὰρ λάρνακα προσενεχθῆναι τῇ Λευκόφρυι νήσῳ ἐποίησεν. ἣν οἱ ἐπιχώ- ριοι θεασάμενοι, καὶ ἀφελόντες τὸ ἐπίθημα, μαθόντες τε τὸ γεγονός, οὐ μόνον ἑαυτῶν βασιλέα κατεστήσαντο, ἀλλὰ καὶ ἀπʼ αὐτοῦ Τένεδον τὴν νῆσον προσηγόρευσαν.

39. Σμινθεῦ] ἐπίθετον Ἀπόλλωνος· Σμίνθος γὰρ τόπος τῆς Τρῳά- δος, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος ἀπὸ αἰτίας τῆσδε. ἐν Χρύσῃ, πόλει τῆς Μυσίας, Κρῖνίς τις ἱερεὺς ἦν τοῦ κεῖθι Ἀπόλλωνος. τούτῳ ὀργισθεὶς ὁ θεὸς ἔπεμψεν αὐτοῦ τοῖς ἀγροῖς μύας, οἵτινες τοὺς καρποὺς ἐλυμαί- νοντο. βουληθεὶς δέ ποτε ὁ θεὸς αὐτῷ καταλλαγῆναι, πρὸς Ὄρδην τὸν ἀρχιβουκόλον αὐτοῦ παρεγένετο, παῤ ᾧ ξενισθεὶς ὁ θεὸς ὑπέσχετο τῶν κακῶν ἀπαλλάξειν, καὶ δὴ παραχρῆμα τοξεύσας τοὺς μῦς διέφθειρεν. ἀπαλλασσόμενος οὖν ἐνετείλατο τὴν ἐπιφάνειαν αὐτοῦ 1. * Κιλλαίου] κιλλέου * υἱωνὸν] οἰωνὸν 6. Rubrica ἱσ. Proximum δὲ 18. * οἱ ἐπιχώριοι] om. delendum. Neque enim haec co- 20. *ἑαυτῶν] ἑαυτ haerent cum glossemate καὶ τῆς βασιλέα] *βασιλέα τὸν Τέννην Τενέδου. 24. *ἦν] om. 8. *τῷ] τοῦ 25. *μύας] μυῖ hic et infra. 10. *καὶ ἡ] καὶ om. 28. *τῶν κακῶν] τὸ κακὸν 14. ἐθελήκοι] *πεθελήκοι 29. * ἐπιφάνειαν] ἐπιφανίαν 17. εἶναι] *εἶναι αὐτῷ δηλῶσαι τῷ Κρίνιδι. οὗ γενομένου ὁ Κρῖνις ἱερὸν ἱδρύσατο τῷ θεῷ, Σμινθέα αὐτὸν προσαγορεύσας, ἐπειδὴ κατὰ τὴν ἐγχώριον αὐτῶν διάλεκτον οἱ μύες σμίνθοι καλοῦνται. ἡ ἱστορία παρὰ Πολέμωνι.

ἄλλοι δὲ οὕτως, ὅτι Κρῆτες ἀποικίαν στέλλοντες χρησμὸν ἔλαβον παρὰ τοῦ Ἀπόλλωνος, ὅπου αὐτοῖς ἐναντιωθῶσι γηγενεῖς—ἔλεγε δὲ περὶ μυῶν—, ἐκεῖ κτίσαι τὴν πόλιν. οἱ δὲ ἀπέστειλαν τοὺς ἀποί- κους. ἐλθόντων δὲ εἰς τὸν Ἑλλήσποντον, καὶ νυκτὸς ἐπιγενομένης, μύες ἔκοψαν αὐτῶν τοὺς τελαμῶνας τῶν ὅπλων. πρωὶ δὲ ἀναστάντες καὶ θεασάμενοι τοῦτο, σοφισάμενοί τε καθʼ ἑαυτοὺς, ἔκτισαν ἐκεῖ πόλιν, ἥντινα ἐκάλεσαν Σμινθίαν· οἱ γὰρ Κρῆτες τοὺς μύας σμίνθους καλοῦσιν. ἐκ τούτου καὶ Ἀπόλλων Σμίνθιος, διὰ τὸ ὑπερασπίζειν αὐτῆς.

*ἐπι νηὸν ἔρεψα] ὅτι παρέλκει ἡ ἐπί.

ἔρεψα] παρὰ τὸ ἐρέφω, ὅθεν καὶ εἰραφιώτης ὁ Διόνυσος λέγεται· ἐστέφετο γὰρ κισσῷ. ἢ ἀπὸ τοῦ ἐρράφθαι αὐτὸν τῷ μηρῷ τοῦ Διός· ἢ παρὰ τὸ ἐρίφῳ αὐτὸν συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι.

41. *ἢ δʼ αἰγῶν] ὅτι περιττὸς ὁ δέ συνήθως αὐτῷ.

*τόδε] Ἀρίσταρχος δύο μέρη λόγου τὸ τὸ δέ, Ἡρωδιανὸς ἕν.

42. *τίσειαν] ὅτι Ζηνόδοτος τίσαιεν.

ἱστορία. Δαναοὶ] Ἕλληνες, οὕτως. Βῆλος ὁ Ἀγήνορος μὲν ἀδελ- φὸς, υἱὸς δὲ Ποσειδῶνος καὶ Λιβύης, ἀφʼ ἧς ἡ χώρα ὠνόμασται Λιβύη, βασιλεύων Αἰγυπτίων γαμεῖ Ἀγχινόην τὴν Μείλου θυγατέρα,. καὶ αὐτῷ γίνονται παῖδες δίδυμοι, Αἴγυπτος καὶ Δαναός. καὶ Δα- ναὸν μὲν Βῆλος ἐν Λιβύῃ κατοικίζει, Αἴγυπτον δὲ ἐν Ἀραβίᾳ· ὅς καταστρεψάμενος τὴν τῶν Μελαμποδιδῶν χώραν ἀφʼ ἑαυτοῦ ὠνόμασεν Αἴγυπτον. γίνονται δὲ ἐκ πολλῶν γυναικῶν Αἰγύπτῳ μὲν πεντή- 3. *σμίνθοι] σμίνθιοι τῷ “τὸ δέ τοι ξεινήιον ἔσται” (Od. 4. ἄλλοι] Novum incipit scholion 9, 370), ἴνα ᾖ δύο μέρη λόγου. Πτολεμαῖος (Ascalonita) δὲ ἒν cum rubrica ἱσ. 6. *ἀπέστειλαν] ἀπέλυσαν ποιῶν ἐπὶ τὸ τό τίθησι τὴν ὀξεῖαν. 7. *ἐλθόντων] ἐλθόντες ἐπείσθη δἐ ἡ παράδοσις Ἀριστάρχῳ. 18. ἡ δʼ] Sic A, non ἠδʼ. 20. τίσαιεν Heynius] τίσειεν 19. τὸ τὸ δέ] Prius τὸ delevit 21. Rubrica ἱσ. Vill. Scholion in A in brevius 23. *Νείλου] νήλου contractum integrum servarunt 25. * ἐν] om. alii codices, τὸ δέ μοι: Ἡρωδιανὸς 26. Μελαμποδιδῶν] * Μελαμπόδων ἔν. Ἀρίσταρχος ὀξύνει τὸ δέ, ὁμοίως κοντα παῖδες, Δαναῷ δὲ θυγατέρες πεντήκοντα. στασιασάντων δὲ αὐτῶν πρὸς ἀλλήλους περὶ τῆς ἀρχῆς, ὕστερον Δαναὸς τοὺς τοῦ Αἰγύπτου παῖδας, πλὴν ἑνὸς ἢ δυεῖν, διὰ τῶν θυγατέρων ἀνεῖλε δεδοικὼς, καθότι καὶ ἐκ χρησμοῦ ἠκηκόει, ὅτι φονευθήσεται ὑφʼ ἑνὸς αὐτῶν. καὶ ὑποθεμένης Ἀθηνᾶς αὐτῷ, ναῦν πρῶτος κατεσκεύασε τὴν κληθεῖσαν ὡς ἀπὸ τοῦ ἀριθμοῦ τῶν θυγατέρων αὐτοῦ πεντηκόν- τορον, ἐν τὰς κόρας ἐνθέμενος ἔφυγε. προσσχὼν δὲ Ῥόδῳ τὸ τῆς Λινδίας Ἀθηνᾶς ἄγαλμα ἱδρύσατο. ἐντεῦθεν δὲ ἧκεν εἰς Ἄργος, καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσιν Ἑλλάνωρ ὁ τότε βασιλεύων· αὐτὸς δὲ κρατήσας τῆς χώρας ἀφʼ ἑαυτοῦ τοὺς ἐνοικοῦντας Δαναοὺς ὠνόμασεν. ἱστορεῖ Ἀπολλοδωρος ἐν β΄.

44. *Οὐλύμποιο καρήνων] ὅτι ὄρος ὁ Ὄλυμπος· τὰ γὰρ κάρηνα ἐπὶ ὄρους.

45. ἀμφηρεφέα] κοινή ἐστιν, οὐκ ἔκτασις.

46, 47. *ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν, οὐ καλῶς.

49. *βιοῖο] Ἀριστάρχειος ὁ τόνος. παρὰ τὴν βίαν.

50. διὰ τί ἀπὸ τῶν κυνῶν καὶ τῶν ἡμιόνων ὁ λοιμὸς ἤρξατο, ἀπὸ τῶν Ἑλλήνων δὲ οὐ, οὐδὲ ἀπʼ ἄλλου ζώου τινός; καὶ οἱ μὲν ῥητορικῶς λύοντές φασιν ὅτι φιλάνθρωπον ὂν τὸ θεῖον ἐβούλετο παιδεῦσαι τοὺς Ἕλληνας καὶ μὴ παντάπασιν ἀπολέσαι, καὶ διὰ τοῦτο πρότερον ἀπό τοιούτων ζώων ἤρξατο, μετάνοιαν τοῖς ἁμαρτήσασι διδούς. οἱ δὲ ἀληθέστερον καὶ φιλοσοφώτερον λύοντές φασιν ὅτι ἅπας μὲν λοιμὸς ἀπὸ ἐκφλογώσεως γίνεται, γῆθεν ἀναφερόμενος ἐξ ἀναθυμιάσεως. διὸ καὶ τὸν Ἀπόλλωνά φασιν αἴτιον εἶναι τῆς τοιαύτης ἀσθενείας, ἐπεὶ ὁ αὐτὸς εἶναι λέγεται τῷ ἡλίῳ τῷ καταφλέγοντι τὴν γῆν. ἐκ δὲ τῆς γῆς γιγνομένης τῆς νόσου, ἀναγκαῖον τοὺς κύνας πρώτους ᾐσθῆσθαι τῆς βλάβης, ὅτι τε καὶ αἰσθητικώτερά ἐστι τὰ ἄλογα ζῶα φύσει τῶν ἀνθρώπων καὶ ὅτι κάτω νεύουσι πρὸς τὴν γῆν καὶ ἀνιχνεύουσι. τοὺς δὲ ἡμιόνους οὐ διὰ τὸ κάτω νεύειν, ἀλλὰ τῷ ἐκ διαφόρων σωμάτων εἰληχέναι τὴν γένεσιν· παντελῶς γὰρ εὐδιάφθαρτον 3. * πλήν ἑνὸς—ἀνεῖλε] om. p. 198, 27. 9. Ἑλλάνωρ] Recte Γελάνωρ apud 17. Scholion in exteriore mar- Apollod. 2, 1, 4. gine scriptum duabus columnis. 11. ἐν β΄] Post hoc schol on 22. *λύοντες] λέγοντες sequitur in A scholion versus 50 25. *τῷ ἡλίῳ] τῷ om. οὐρῆες—εὐπαθέστερα. 27. καὶ] Delendum. 16. Ἀριστάρχειος] ἀρισταρ 28. *τήν γῆν] τῆι γῆι βίαν] βίαν τῆς τάσεως Etym. M. 29. * τῷ] τὸ τὸ τοιοῦτο. τῆς δεκάτης δὲ ἡμέρας γεγενῆσθαι φανερὸν τὸ νοσῶδες, εὐλόγως· κατʼ αὐτὸν δὲ τὸν ποιητὴν τὸ θεώρημα δεῖ λύειν. τῇ δεκάτῃ φαίνεται τὸ νοσῶδες, τοῦ ἀέρος ἐν ταύτῃ πάντως καθισταμένου, ὥσπερ καὶ αὐτὸς ὁ ποιητὴς δεδήλωκεν. ἡ Ἥρα, φησὶν, ἐπὶ φρεσὶ θῆκε τῷ Ἀχιλλεῖ. Ἀχιλλεὺς γὰρ Χείρωνος ὢν μαθητὴς, καὶ τὴν ἰατρικὴν τέχνην σοφὸς, ἐκ τῆς καταστάσεως τοῦ ἀέρος ἐπέγνω γινόμενον τὸ κακόν. τὸ γὰρ τῆς Ἥρας ὄνομα παρὰ τὸν ἀέρα πεποίηται, ἐπεὶ τίνος ἕνεκα Νέστωρ ἢ Ὀδυσσεὺς ἢ Μενέλαος, οὐδενὸς ἔλαττον τῶν Ἑλλήνων φροντίζοντες, οὐ ζητοῦσιν, ἀλλὰ μόνος τῇ δεκάτῃ δʼ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς;

Φιλάνθρωπος ὢν ὁ θεὸς πρῶτον τὰς ἡμιόνους καὶ τοὺς κύνας καὶ τὰ ἄλογα ζῶα ἀναιρεῖ, ἵνα διὰ τούτων εἰς δέος ἀγαγὼν τοὺς Ἕλληνας ἐπὶ τὸ εὐσεβεῖν παρασκευάσῃ. ἢ ὅτι αἱ ἡμίονοι καὶ οἱ κύνες τὴν αἴσθησιν τῆς ὀσφρήσεως ἐνεργεστέραν ἔχουσιν. οἱ μὲν γὰρ κύνες ἀπὸ τῆς ὀσφρήσεως τῶν ἰχνῶν ἐν αἰσθήσει τῶν θηρίων γίνονται, αἱ δὲ ἡμίονοι πολλάκις ἀπολειφθεῖσαι ἀνθρώπων ἀπὸ τῆς ὀσφρήσεως καὶ τὰς ὁδοὺς ἀνευρίσκουσιν.

*ὅτι οὐκ ὀρθῶς τινὲς οὐρῆας τοὺς φύλακας· ἀντιδιαστέλλει γὰρ διὰ τοῦ αὐτοῖσι.

οὐρῆες μὲν πρῶτον] οὐρῆες λέγονται διὰ τὸ ἄγονον, ὡς οὔρια ὠὰ καλοῦμεν. εὐπαθῆ δὲ τὰ ζῶα ταῦτα καὶ εὐάλωτα ὑπὸ νόσου· σύμμικτος γὰρ οὖσα ἡ φύσις αὐτῶν, καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν, οὐ μεγάλης εἰς τὸ φθείρεσθαι δεῖται ἀνάγκης, οὐδὲ ἀντέχει μέχρι πολλοῦ βλαπτομένη. οἱ δὲ κύνες καθαροῦ δέονται τοῦ ἀέρος, ὀξυτέρᾳ τῇ ὀσφρήσει χρώμενοι. ἀργοὺς δὲ ἀκουστέον τοὺς λευκοὺς, ὅτι ἀσθενέστερά ἐστι τὰ τοιαῦτα σώματα τῶν ἐναντίως ἐχόντων, ἀραιότερα ὄντα καὶ εὐπαθέστερα.

51. αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος] διαφέρει ὁ αὐτάρ τοῦ δέ, ὅτι ὁ μὲν αὐτάρ προτάσσεται, ὁ δὲ δέ ὑποτάσσεται.

ἐχεπευκές] ἔχον πικρίαν· ἀπὸ τῆς πεύκης ἡ μεταφορά. καὶ γὰρ ἡ πεύκη κοπεῖσα οὐκ ἀνίησι βλαστὸν καὶ τὸ δάκρυον αὐτῆς ἐστι πικρόν.

*ἐχεπευκές] ὅτι μεταφορικῶς ἀπὸ τῆς πεύκης.

52. βάλλʼ] ἐτίτρωσκε.

πυραὶ νεκύων καίοντο θαμειαί] πῶς, φασὶν, ὁ ποιητὴς ἐναντία ἑαυτῷ λέγει, προειπὼν γὰρ “αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν” νῦν ἐπάγει “αἰεὶ δὲ πυραὶ νεκύων.” ἐροῦμεν δὲ ὅτι ὁ λοιμὸς ηὖξε τὴν μῆνιν, ἡ μῆνις δὲ τὰς μετὰ ταῦτα μάχας· καὶ οἱ ἐν ταύταις πίπτοντες ἑλώρια κυνῶν ἐγίνοντο, οἱ δὲ ὑπὸ τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο.

αἰεὶ δὲ πυραὶ νεκύων] τὸ παλαιὸν τὰ σώματα τῶν θνησκόντων πρότερον ἐκαίετο διὰ τὸ ἀπέριττα γίνεσθαι, εἶθʼ οὕτως ἐθάπτετο ὑπὸ γῆν. ἡ δὲ αἰτία τοῦ καίεσθαι τὰ σώματα παρὰ τοῖς Ἕλλησιν αὕτη· πρῶτος, φασὶν, οὕτως ἐτάφη Ἀργεῖος ὁ Λικυμνίου διʼ ἀνάγκην ὑπὸ Ἡρακλέους. συναγαγόντος γὰρ, φασὶ, στρατιὰν ἐπὶ Ἴλιον Ἡρακλέους, διὰ τὸ τὸν Λαομέδοντα παρὰ σύνταξιν ποιῆσαι Ἡρακλεῖ σώσαντι τοῦ κήτους τὴν θυγατέρα αὐτοῦ Ἡσιόνην, καὶ μὴ δοῦναι τοὺς ἵππους οὓς ὑποσχόμενος ἦν αὐτῷ ὑπὲρ τῆς τοσαύτης εὐεργεσίας, ἐπεζήτει καὶ τὸν Ἀργεῖον ὡσανεὶ οἰκεῖον. Λικύμνιον δέ φασι τὸν πατέρα Ἀργείου, φοβούμενον ὅτι καὶ τὸν πρότερον αὐτοῦ υἱὸν ὀνόματι Οἰωνὸν ἀποστείλας εἰς Λακεδαίμονα μεθʼ Ἡρακλέους ἀπέβαλεν, οὐ βούλεσθαι προίεσθαι τοῦτον, ἕως Ἡρακλῆς ὤμοσεν ἀπάξειν πάλιν αὐτόν. τότε δʼ οὖν συμπεσούσης τῷ Ἀργείῳ τῆς τοῦ βίου τελευτῆς, διαπορηθεὶς ὁ Ἡρακλῆς πῶς ἂν ἐπιτελέσοι τὸν ὅρκον, ἔκαυσεν αὐτὸν, καὶ πρῶτόν φασι τοῦτον τοιαύτης ἐπιμελείας τυχεῖν. ἡ ἱστορία παρὰ Ἄνδρωνι.

53. ἐννῆμαρ] ἐχρῆν τὸ ἐννῆμαρ προπαροξύνειν, ὡς παρʼ οὐδέτερον 1. ἔχον] ἔς (i. e. ἔχων). seriem scriptum in ima pagina, 5. ἐτίτρωσκε glossema est. διπλῆ manu eadem qua scholia inter- huic versui praescripta indicio est marginalia. excidisse Aristonici scholion, quo 15, 16. *φασὶν] φησὶν Aristarchi observatio de usu verbi 19. * τοσαύτης] τοιαύτης βάλλειν pro τιτρώσκειν, saepius in 20. * δέ] om. scholiis repetita, memorata fuerat. 23. * ὤμοσεν] ὄμωσεν 6. * φασὶν] φησὶν 24. *συμπεσούσης] συμπετρούσης 10. * ὑπὸ] ἀπὸ 12. αἰεὶ δέ—] Hoc scholion extra 26. * ἡ ἱστορία παρὰ Ἄνδρωνι] om. σνγκείμενον. ἀλλʼ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ σύνθεσις· οὐδὲν γὰρ τῶν εἰς αρ συνετέθη οὐδετέρων.

κῆλα] νῦν τὰ βέλη· διὸ καὶ τὸ σημεῖον.

56. *κήδετο γὰρ Δαναῶν] εὐλόγως ἐφρόντιζε τῶν Ἑλλήνων ἡ Ἤρα, ὅτι τὸ Ἄργος ὅλον ἱερὸν αὐτῆς, ἄλλως τε καὶ ἦν ὑβρισθεῖσα ὑπὸ Ἀλεξάνδρου, ὡς καὶ ἡ Ἀθηνᾶ, ἐν τῇ τοῦ μήλου κρίσει. ἤθελεν οὖν σώζεσθαι τοὺς Ἕλληνας, ἵνα γένωνται τοῖς Τρωσὶν ὄλεθρος.

*ὁρᾶτο] ὅτι Ζηνόδοτος ὁρῆτο γράφει· ἀγνοεῖ δὲ ὅτι Δωρικὸν γίνεται.

58. τοῖσι δʼ ἀνιστάμενος] τὸ γὰρ παλαιὸν, κἂν βασιλεὺς ἦν κἂν ἄλλης οἱοσδήποτε τύχης λαμπρᾶς, ἐδημηγόρει δὲ, ὀρθὸς ἵστατο.

*μετέφη] διὰ τὴν μετά.

59. Ἀτρείδη, νῦν ἄμμε] μετὰ τὸ Ἀτρείδη δεῖ στίζειν, ἐπεὶ αἱ προσαγορευτικαὶ τῶν περιόδων αὐτοτελεῖς εἰσίν.

παλιμπλαγχθέντας] εἰς τοὐπίσω πλανηθέντας ἀπελθεῖν, μάτην ἐπανακάμψειν εἰς τὰ οἰκεῖα, ἐάν περ δὴ ὅλως τὸν θάνατον ὑπεκφύ- γοιμεν. οὐκ ἐκ ῥήματος δὲ ἡ σύνθεσις τῆς μετοχῆς, ἀλλὰ σνντέθειται διὰ τὸ ἂψ ἀπονοστήσειν.

* πρὸς τὴν τῶν νεωτέρων ἱστορίαν, ὅτι ἐντεῦθεν τὴν κατὰ Μυσίαν ἱστορίαν ἔπλασαν.

Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας] οἱ νεώτεροι ποιηταὶ ἐντεῦθεν σημειοῦνται ἱστοροῦντες τὰ περὶ τὴν Μυσίαν τὸν τρόπον τοῦτον. ἐν Τροίᾳ πλέοντες οἱ Ἕλληνες Μυσίᾳ προσίσχουσιν, καὶ ἀγνοοῦντες αὐτὴν ἐπόρθουν, Τροίαν εἶναι νομίζοντες. Τήλεφος δὲ ὁ Ἡροκλέους καὶ Αὔγης τῆς Ἀλέου παῖς, βασιλεύων Μυσῶν καὶ ἰδῶν τὴν χώραν λεηλατονμένην, τοὺς Μυσοὺς καθοπλίσας, ἐπὶ τὰς ναῦς τοὺς Ἕλληνας συνδιώξας πολλοὺς ἀπέκτεινεν. ὁρμή- σαντος δὲ ἐπʼ αὐτὸν Ἀχιλλέως οὐ μείνας ἐδιώκετο· ἐν δὲ τῷ τρέχειν ἐμπλακεὶς ἀμπέλου κλήματι τὸν μηρόν τιτρώσκεται, νεμε- σήσαντος αὐτῷ Διονύσου, ὅτι ἄρα ὑπὸ τούτου τῶν τιμῶν ἀφῄρητο. 3. * διὸ καὶ τὸ σημεῖον] ο, καὶ σημεῖ. madvertit Cobetus, qui τὴν μετά Similiter supra p. 8, 26. scripsit pro τὸν με. 4. Iemma om. 16. * δή] δεῖ 11. * ὀρθὸς] ὀρθῶς 19. ἐντεῦθεν Bekkerus] ἔνθεν 12. Addidi lemma μετέφη. In 20. ἱστορίαν] ἐφόρμισιν (vel simile A ante διὰ est signum non infre- quid) Friedl. quens in A pro διπλῆ, ut ani- οἱ δὲ Ἕλληνες ὑπέστρεψαν εἰς τὸ Ἄργος· Τήλεφος δὲ ἀνίατον ἔχων τὸ τραῦμα, εἰπόντος θεοῦ μηδένα δύνασθαι αὐτὸν θεραπεῦσαι ἢ τὸν τρώσαντα, ἦλθεν εἰς Ἄργος, καὶ πίστιν δοὺς μὴ ἐπικουρή- σειν Τρωσὶν ἐθεραπεύθη ὑπʼ Ἀχιλλέως, καὶ αὐτὸς ἔδειξε τὸν ἐπὶ Τροίαν πλοῦν. ταῦτα οἱ νεώτεροι· ὁ δὲ ποιητὴς λέγει Κάλχαντα ὑφηγήσασθαι τὸν ἐπὶ Ἴλιον πλοῦν.

60. εἴ κεν] ὅτι Ζηνόδοτος οἵ κεν γράφει, οὐ καλῶς· καλὴ γὰρ ἡ ἀπόγνωσις τῆς σωτηρίας.

61. εἰ δὴ] ἀντὶ τοῦ καὶ γάρ.

62. μάντιν ἐρείομεν, ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον] μέχρι τοῦ ἐρείομεν διασταλτέον, εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον, ἵνα γενικὸν μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτως Ἡωδιανός. καὶ ὁ Νικάνωρ δὲ οὕτως λέγει.

ἔστι γένος τι ἡ μαντικὴ, διαιρουμένη εἰς εἴδη τρία, εἰς οἰω- νοσκοπίαν, εἰς ἀεροσκοπίαν καὶ τὴν διὰ τῶν ὀνειράτων μαντείαν. Ἡρωδιανὸς τελείαν δίδωσι, καὶ κοινὸν τὸ μάντιν. ὁ δὲ Πορφύριος τὸν διʼ οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ὀνειροπόλον δὲ τὸν ὀνειροκρίτην.

63. ἀλλ’ ἄγε δή τινα μάντιν] ἡ διπλῆ, ὅτι μάντις γενικῶς, ἱερεὺς δὲ καὶ ὀνειροπόλος εἰδικῶς, εἴδη μάντεων. Ζηνόδοτος δὲ ἠθέτηκεν αὐτόν. μήποτε δὲ ὀνειροκρίτην ὑπείληφεν, οὐκ ὀρθῶς.

καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν] τοῦ τι ἐστὶν συναλοιφὴ, καὶ γάρ τι ὄναρ· οὐ γὰρ πᾶν λέγει ἀληθὲς, ἐπεί φησιν οὐ πάντας εἶναι τοὺς ὀνείρους ἀληθεῖς· “αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι.” (Od. 19, 563.)

65. εἴ ταρ] οὕτως ὀξεῖα εἰς τὸν εἴ· τὸ γὰρ τάρ ἐστιν ἐγκλιτικὸς σύνδεσμος ἐπιφερόμενος. καὶ οὐ δεῖ ἀπόστροφον βάλλειν εἰς τὸ τ οὐ γάρ ἐστιν ὁ τέ σύνδεσμος· ἐπεφέρετο γὰρ ἂν ἕτερος τέ.

*εὐχωλιῆς] ὅτι ἐλλείπει ἡ περί.

ἑκατόμβης] ἢ τῆς ἀπὸ ἑκατὸν βοῶν, ἢ ἀπὸ ἑκατὸν βημάτων, ὅ ἐστιν κέ ζώων.

6…

The complete text is available when the reading interface loads.