The Greek Library Author

Anonymous

Scholia in Iliadem

Authority group
Scholia In Homerum (catalogue association; authorship remains anonymous)
Edition reference
Scholia in Iliadem (scholia vetera et recentiora e cod. Genevensi gr. 44), ed. J. Nicole, Les scolies genevoises de l'Iliade, vol. 1, Geneva: Georg, 1891 (repr. Hildesheim: Olms, 1966): 3–222.
CTS identifier
urn:cts:greekLit:tlg5026.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

106

[μάντι κακῶν] δυσκαταπαύστως ἔχουσι πρὸς τὰς κατηγορίας

οἱ ὀργιζόμενοι, καὶ τὰ αὐτὰ ἐπαναπολοῦσιν, ὡς μὴ κατ' ἀξίαν εἰρηκότες.

106bis

[κρήγυον] οἱονεὶ 〈τῷ〉 κῆρι ἡδὺ ὄν.

108

[οὐδέτι—οὐδ' ἐτέλεσσας] 〈λοιδορεῖ αὐτὸν ὅτι χρηστά

τινα〉 εἰπὼν, 〈οὐκ εἰς ἀγαθὸν〉 τελευτᾷ.

Κάλχας ὁ μάντις ἐξεφώνησε μὴ δύνασθαι—τῷ γράψαντι

τὰ Τρωϊκά.

194

[κολεοῖο] παρὰ τὸ κοῖλος εἶναι.

195

* 〈ὡς〉 ἐκ τοῦ οὐρανοῦ, φησὶν, παρεγένετο—ἐξέθο-

ρεν ἡ θεὸς σὺν ὅπλοις

197

* [οὐρανόθεν] τὰ εἰς θ̅ε̅ν̅ ἐπιρρήματα, τὰ 〈τῷ〉 ο̅ παραληγό-

μενα, παροξύνονται, οἷον ἡλιόθεν αἰνόθεν, πλὴν τοῦ ἔκτοθεν πάντοθεν

ἄλλοθεν ἑκάστοθεν οἴκοθεν, καὶ τῶν ἀπὸ προθέσεων, ὡς τὸ ἔνδοθεν

ἄποθεν, οἷς συνέδραμε τὸ πάροιθεν ἐκ τοῦ πάρος.

197bis

[ξανθῆς] διὰ τοῦ ξανθῆς τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος

παρίστησιν· οἱ γὰρ ξανθόκομοι τοιοῦτοι.

198

οἴῳ φαινομένη] τοὺς γὰρ—ὁρώντων διὰ τοῦτο μόνῳ

τῷ Ἀχιλλεῖ φαίνεται.

198bis

* [φαινομένη] οἱ μὲν 〈ἀντὶ τοῦ〉 φανησομένη, οἱ δὲ ἐν ὑπερβατῷ,

καὶ γράφουσι φαινομένην. πολλὴ δὲ ἡ φαντασία ὅτι καὶ ἐνεργείας

ἐδέησε τῇ θεῷ.

198ter

* [οἴῳ φαινομένη] ὅτι ἐν ὅλῳ τῷ γένει τῶν ἀνθρώπων μόνοι

οὗτοι ἐκέχρηντο ἐν συντυχίᾳ τῷ οἰκείῳ δαίμονι Ἀχιλλεὺς καὶ Σωκράτης

οὕτως ὡς ὅτι καὶ ὁ Σωκράτης ἔλεγεν· «εἶπέ μοι τὸ δαιμόνιον.»

198quat

οὔτις ὁρῆτο] Δωρικὸν, οὐκ Ἰωνικόν.

199

* [ἔγνω] ἀπὸ τοῦ γνώω· οὐ γὰρ εὕρηται ἐν χρήσει τῶν εἰς μ̅ι̅

τὰ τῆς γ̅ συζυγίας, πλῆν τοῦ δίδωμι· ὁ δεύτερος ἀόριστος ἔγνων.

200

* [φάανθεν] Αἰολικῶς ἀντὶ τοῦ ἐφάνθησαν ἐφαάνθησαν, πλεο-

νασμῷ τοῦ α̅, καὶ φάανθεν, Ἰωνικῶς κατὰ τὴν ἄρχουσαν καὶ Αἰολικῶς

κατὰ τὴν λήγουσαν.

202

* [αἰγιόχοιο] ἀπὸ τοῦ αἰγίς καὶ τοῦ ἔχω. αἰγίς δὲ ἀπὸ τοῦ

ἀΐσσω τοῦ ὁρμῶ· ἀπὸ γὰρ τοῦ συστροφὴν ἀνέμων ποιεῖν κινουμένη

εἴρηται. καὶ καταιγίδες αἱ τῶν ἀνέμων σφοδραὶ πνοιαί.

203

[ἢ ἵνα ὕβριν ἴδῃ] ὑψοῖ διὰ τοῦτο τὴν ὕβριν, 〈ὡς καὶ〉 θεοὺς

κινήσασαν εἰς θέαν.

205

* [τάχ' ἂν] πρὸ τῶν λόγων ἐνδέδωκε τῇ παρουσίᾳ αὐτῆς.

207-211

* ὅτι Ὅμηρος κεφαλαιωδῶς 〈πρῶτον〉 λέγων, ἔπειτα κατὰ

μέρος ἔρχεται, καὶ ὅτι δεῖ κατὰ μέρος ἰᾶσθαι τοὺς θυμαίνοντας.

211

[ἔπεσιν μὲν ὀνείδισον] ὡς ἰατρὸς οἶνον ἀπαγορεύων ὕδωρ δίδωσιν,

οὕτως διὰ τὸ τοῦ μείζονος ἐκτρέπειν τὸ ὀλίγον συγχωρεῖ, ὡς 〈καὶ〉

Ἡσίοδος· «〈τοῦ τε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις〉» (Opera 33)

ἢ τῷ ὑπομνῆσαι τῶν εὐεργεσιῶν, φησὶ, ὡς ἀχάριστον αἰτιῶ.

212

[τὸ δὲ καὶ τετελεσμένον ἔσται] ὁ μὲν ὡς ἄνθρωπος «ὀΐω» φη-

σὶν (v. 204), ἡ δὲ ὡς θεὰ διαβεβαιοῦται.

213

ἀναφώνησις ὁ τρόπος. περισσὸς 〈ὁ «δέ»〉.

[καὶ ποτέ τοι τρὶς τόσσα] 〈τουτέστι πολλά·〉 οὐ γὰρ τριπλάσιον

〈τῷ Ἀχιλλεῖ〉 παρεσχέθη παρ' Ἀγαμέμνονος, ἀλλὰ σὺν τῇ Βρισηΐδι

πολλὰ ἄλλα, ὡς αὐτός φησιν ἐν τῇ ῥαψῳδίᾳ

[τρὶς] ἐπίρρημα ἀριθμητικόν. γράφεται δὲ διὰ τοῦ 〈ι̅· τὰ γὰρ〉 εἰς

ι̅ς̅ ἐπιρρήματα διὰ τοῦ ι̅ γράφεται, οἷον δίς τρίς, ἐν δὲ τῇ συνθέσει

ἀποβάλλει τὸ σ̅· τρίμηνος, τριπλάσιος, πλὴν τοῦ τρίσφ〈υλλος〉. ὁ δὲ

τρεῖς ἀριθμὸς γράφεται διὰ διφθόγγου, 〈φησὶν〉 Ἡρωδιανὸς, ἵνα μὴ

συνεμπέσῃ τῷ ἐπιρρήματι. ἀλλ' οὐ καλῶς λέγει· πολλὰ γάρ ἐστι τὰ

συνεμπίπτοντα. ἔστιν οὖν εἰπεῖν 〈ὅτι〉 πᾶς ἀριθμὸς ἐντὸς τῶν χιλίων

ἔχει στοιχεῖόν 〈τι〉 τῶν ἐντὸς τῆς δεκάδος· ὁ εἷς ἔχει τὸ ε̅, ὁ δύο τὸ δ̅,

ὁ τέτταρες τὸ ε̅. καὶ τούτῳ ὁ ὀκτὼ δοκεῖ ἀν〈τιλέγειν〉, ἀλλ' ἔστιν εἰπεῖν

ὅτι δυνάμει ἔχει ἐντὸς τῆς δεκάδος στοιχεῖον ἀπὸ τοῦ δύο ἄγειν· ὀκτὼ

γὰρ γίνεται παρὰ τὸ δύο 〈ἄγειν〉· δύο γὰρ τετράδας ἄγει. τὸ δὲ ἄγω

δύο ἔχει στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδος. ἐν δὲ τῇ συνθέσει ἀπο-

βάλλει τὸ ε̅· τρισκαιδέκατος· ἐπειδὴ οὐδέποτε 〈τὰ〉 τὸ στοιχεῖον κ̅ ἐν

συλλαβῇ 〈ἔχ〉οντα ἔχουσι τὴν ε̅ι̅ δίφθογγον πρότερον, οἷον βασιλίσκος

〈Ἡρακλ〉ίσκος.

216

* χρὴ] τὸ χρὴ ὀξυτονούμενον μὲν 〈καὶ〉 ἐν τῇ συντάξει βαρυ-

νόμενον—τούτῳ τί χρή«.

222

* [μετὰ δαίμονας ἄλλους] ἤτοι δαήμονας· ἔμπειροι γὰρ—

θνητῶν ἀνθρώπων.

223

ἀταρτηροῖς] ἀπὸ τοῦ ἀτηρός, καὶ πλεονασμῷ τοῦ τα̅ρ, ὡς τὸ

ἐπιτάρροθος, 〈ἀταρτηρός〉.

225

κραδίην] καρδίαν· τὸ δὲ πάθος τῆς λέξεως μετάθεσις. καὶ

κραδίη δὲ ἐλέχθη ἀπὸ τοῦ κραδαίνεσθαι καὶ πάλλεσθαι ἀεὶ τὸ τῆς

καρδίας σπλάγχνον.

225bis

* [ἐλάφοιο] λέγεται ἡ ἔλαφος χολὴν οὐκ ἔχειν τῷ ἥπατι περι-

κειμένην.

227

* ἰέναι] τρία σημαίνει· τὸ πέμπω τὸ πορεύομαι καὶ τὸ ἐφίεμαι.

228

* [τὸ δέ τοι κὴρ εἴδεται εἶναι] τοῦτο, φησὶ, τὸ ἐν πολέμῳ ἢ λόχῳ

εὑρεθῆναι, ὡς θάνατος μισητόν σοι φαίνεται.

229

* [ἦ] περισπᾶται ὡς ἀρκτικὸν καὶ ἀντὶ τοῦ δή—

εὐρύν.

229-230

* Ἀχαιῶν δῶρ' ἀποαιρεῖσθαι] ἃ δωροῦνται οἱ Ἀχαιοί,

〈ὡς τὸ〉 »δόσαν δέ μοι υἷες Ἀχαιῶν« (v. 162)

231

* [δημοβόρος βασιλεὺς] κινητικὰ ταῦτα τοῦ πλήθους· μεγίστη

γὰρ—τὰ κοινά.

* [δημοβόρος βασιλεὺς] θέλει κινῆσαι κατ' αὐτοῦ τὸ πλῆθος.

231bis

[οὐτιδανοῖσιν] παρασύνθετα οὐτιδανός οὐτιδανή, μηδαμινός

μηδαμινή· γέγονε δὲ παρὰ τὸ οὔτις οὔτιδος, συγκείμενον ἀπὸ τῆς οὔ

καὶ τοῦ τίς. τὸ δὲ μηδαμινός ἀπὸ τοῦ μηδαμός, ὅπερ σύγκειται ἀπὸ τῆς

μή ἀπαγορεύσεως καὶ τοῦ δαμός.

232

[νῦν ὕστατα λωβήσαιο] ὑστάτην ἂν ταύτην τὴν ὕβριν εἰργάσω

φονευθεὶς ἐν αὐτῇ.

233

[ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι] ἐπόμνυσθαί ἐστι τὸ ὑπισχνούμενον

ὀμόσαι, ἀπομνύναι δὲ, τὸ ἀποφάσκειν.

233bis

[ὅρκος] παρὰ τὸ εἵργω τὸ κωλύω ὅργος καὶ ὅρκος· ἐπιθετικὸς γὰρ

τῶν παραβαινόντων· ἢ παρὰ τὸ ἐπαρκεῖν καὶ βοηθεῖν· ὡς γὰρ βοηθή-

ματι αὐτῷ χρῶνται οἱ δικαζόμενοι· ἄρκος καὶ ὅρκος, καὶ ὅρκιος· ἢ παρὰ

τὸ ὅρος, πλεονασμῷ τοῦ κ̅, ὅρκος· οἱ γὰρ ὀμνύντες ὁρίζονται καὶ ὁμο-

λογοῦσι. δασύνεται 〈δὲ〉 ἐν τῇ συναλοιφῇ.

234

[ναὶ μὰ τόδε σκῆπτρον] ἰστέον ὅτι διὰ τοῦ σκήπτρου—

θεόν.

διὰ τί ὁ Ἀχιλλεὺς σκῆπτρον ἔχει; λέγομεν ὅτι εἰ καὶ πάντων Ἑλλή-

νων οὐκ ἐβασίλευε, τῶν μέντοι Μυρμιδόνων ἦρχεν.

[ὁ δὲ] κἀνθάδε δύο μέρη λόγου εἰσὶν ὡς κἂν τῷ· »ὁ δέ τοι νημερτὲς

ἐνίψει« (Od. XI, 148) »ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω« (Od. XI, 149)

242

* διὰ τί τὸν Ἕκτορα—ἐκ τούτου δὲ λέγει περὶ τοῦ

Ἕκτορος· »ὑφ' Ἕκτορος ἀνδροφόνοιο.«

[ἀνδροφόνοιο] πρὸς ἔκπληξιν τοῦ Ἀγαμέμνονος ἀνδροφόνον καλεῖ τὸν

Ἕκτορα.

* [ἀνδροφόνοιο] ἐν ᾧ δέ τις μέγας, ἐκ τούτου ἐπαινεῖ καὶ ἐκ τοῦ

ἐναντίου ψέγει, ὡς ὅταν καὶ τὴν Πατροκλέους θηλύτητα, ἐν κακῷ δὲ

ἀγριότητα.

* [ἀνδροφόνοιο] εἴωθε γὰρ τηρεῖν τὰ ἐπίθετα εὐστόχως.

243

[θνήσκοντες] ἐκ τοῦ θνῶ, θνήσω θνήσκω· ἔχει δὲ καὶ τὸ ι̅

προσγεγραμμένον ἀλόγως.

245

[ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ] προσέρρηξε τῇ γῇ διὰ τὴν ὀργήν.

* [γαίῃ] ἡ διάλεκτος Δωριέων.

246

* [χρυσείοις ἥλοισι] κόσμου χάριν χρυσοῖ ἧλοι.

248

[ἀνόρουσεν] πῶς τῷ ἀνόρουσεν ἐπὶ τοῦ Νέστορος ὁ ποιητὴς

τοῦ ἤδη 〈γεγηρακότος ἐχρ〉ήσατο· ἐπὶ νέων γὰρ εἰκὸς τὸ τοιοῦτον

λέγεσθαι; καὶ ῥητέον ὅτι τὸ προνοητικὸν τῶν ὁμοφύλων νεανικὴν αὐτῷ

περιτίθησι κίνησιν. καὶ ἄλλως ῥητέον ὅτι εἴωθεν—πρὸς τὰ

λεγόμενα. De καὶ ῥητέον à κίνησιν

249

[ῥέεν αὐδή] διὰ τὸ »ῥέεν« τὸ ῥητορικὸν ἐμφαίνει τοῦ Νέστορος.

250

* [δύο μὲν γενεαὶ] ἰστέον ὅτι οἱ παλαιοὶ τὰς γενεὰς ἐψήφιζον

ἕως ἐτῶν λ̅· δύο οὖν γενεαὶ ἑξήκοντα ἔτη· τελεία γὰρ ἡ λ̅ πρὸς γένε-

σιν ἡλικία. οἱ μὲν 〈οὖν〉 συντεχθέντες αὐτῷ—σύνεστι τῇ

γυναικί.

[μερόπων ἀνθρώπων] τῶν μεριζομένην εἰς συλλαβὰς ἐχόντων τὴν

φωνὴν καὶ ἔναρθρον.

* [μερόπων] ἀπὸ Μέροπος—ἐχόντων

251

[ἅμα] τὸ ἅμα ἐπὶ καιροῦ λαμβάνεται, τὸ δὲ ὁμοῦ ἐπὶ τοῦ τόπου.

254

[ὢ πόποι] τὸ ὢ πόποι εἰ μέν ἐστι σχετλιαστικὸν, ὅ ἐστι 〈λυπῆς〉

δηλωτικὸν, βαρύνεται, 〈εἰ δὲ〉 περισπᾶται, σημαίνει τοὺς θεούς· πόποι

γὰρ παρὰ τοῖς Πέρ〈σ〉αις ἐλέγοντο οἱ θεοί·

[ὢ πόποι] λειπόμενοι οἱ γέροντες δυνάμει τῷ σχετλιάζειν ἐμφαίνουσι

τὴν ἑαυτῶν προθυμίαν, καὶ μονονουχὶ τὴν Ἑλλάδα πᾶσαν ἐν αὑτοῖς

ἐλεεῖν φασιν.

254bis

[ὢ πόποι] ὅταν τὸ πρᾶγμα—ἀρξάμενος

257

[μαρναμένοιιν] ἀποβολῇ νοῦ σ̅· ἔστι δὲ παρὰ τὸ μαραίνω. τὸ

δὲ ῥῆμα ποιητικὸν, καὶ οὐ δεῖ βιάζεσθαι τὴν κίνησιν αὐτοῦ.

259

* [ἀλλὰ πίθεσθ' ἄμφω—ἐμεῖο] πιθανῶς πρὸ τῆς

ἐμπειρίας τὸν χρόνον προβάλλεται ἀνεπίφθονον καὶ προσακτικὸν ὄντα·

προσδοκῶν γάρ τις γηρᾶν πείσεται γέρουσι· δεῖ οὖν πεισθῆναι τὸν

Ἀχιλλέα Ἀγαμέμνονι ὡς νεώτερον.

* [νεωτέρω] δυϊκοῦ ἀριθμοῦ. οὐκ ἔστι δὲ συγκριτικὸν, ἀλλὰ 〈τοῦ〉

τύπου συγκριτικοῦ. ἔστι δὲ παρὰ τὸ νέος, τοῦτο παρὰ τὸ νέω τὸ πορεύ-

ομαι.

260

[ἤδη] 〈τοῦτο〉 ἀορίστως τὸν χρόνον δηλοῖ· 〈ἐπὶ〉 μὲν γὰρ

παρῳχημένου· »ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν«· ἐπὶ δὲ ἐνεστῶτος· »ἤδη

γάρ μοι τόδ' 〈ἐει〉κοστὸν ἔτος ἐστὶ« (Il. XXIV, 765)· ἐπὶ δὲ μέλλοντος·

»ἤδη λοίγια ἔργα τάδ' ἔσσεται« (Il. I, 573).

260bis

* ἀρείοσιν] ἐκ τοῦ Ἀρεύς Ἀρέος ἄρειος καὶ ἀρείων.

261

* [ὡμίλησα] τοῦτο ἀορίστου πρώτου· ὁμιλῶ 〈ἐκ〉 τοῦ ὅμιλος,

τοῦτο δὲ παρὰ τὸ ὁμοῦ εἰ〈λεῖ〉σθαι, καὶ ὤφειλε γράφεσθαι διὰ διφθόγ-

γου, ἀλλ' ἐπειδὴ τὰ διὰ τοῦ 〈ιλος〉 ἀρσενικὰ, μὴ ὄντα 〈ἀπὸ ὀνομάτων

ἐχόντων τὴν ε̅ι̅ δίφθογγον, διὰ τοῦ ι̅ βραχέος γράφεται, οἷον Τρωΐλος,

Ζωΐλος, χωρὶς τοῦ Νεῖλος〉, ἀπὸ δὲ ὀνομάτων ἐχόντων τὴν ε̅ι̅ δίφθογγον

γιν〈όμενα, διὰ ταύτης γρά〈φονται, ὡς δειλός, κροκόδειλος, 〈χεῖ〉λος,

ἀγκυλόχειλος, τὸ ὅμιλος, 〈ἀπὸ τοῦ εἰλεῖσθαι ῥήματος γινόμενον〉, τὸ ι̅

μακρὸν ἔχει.

261bis

[ἀθέριζον] ἐφιλονείκουν. ἀθερίζω παρὰ τοὺς ἀθέρας τῶν 〈στα-

χύ〉ων, οἳ οὐδὲν συντελοῦντες ἐν τῷ ἀνέμῳ δίδονται.

264

* [Ἐξάδιον] τὸ ε̅ δὲ πρὸ τοῦ ξ 〈δα〉σύνεται, ἀλλ' ἐψιλώθη,

〈ἐπ〉εὶ διαφόρως τὸ ὄνομα λέγεται· 〈Ξά〉διος καὶ Ἐξάδιος, ὡς Ὀβρια-

ρέως καὶ Βριαρέως, καὶ Ὀϊλεύς καὶ Ἰλεύς.

268

* φηρσὶν] Ἀττικῶς θηρσίν, κατὰ με〈ταβολ〉ὴν τοῦ θ̅ εἰς φ̅, ὡς

τὸ θλᾶν φλᾶν. κυρίως δὲ θῆρες λέγονται οἱ λέοντες καὶ οἱ σύ〈αγρ〉οι,

καὶ οἱ τούτους λαμβάνοντες λέγονται θηρευτῆρες, καταχρηστικῶς δὲ καὶ

ἐπὶ τῶν λοιπῶν.

268bis

* [φηρσὶν] Ἰξίων ὁ Φλεγύου παῖς—ἐπὶ τροχοῦ

σιδηροῦ.

268ter

[ἀπόλεσσαν] οὗτοι ἀπώλεσαν 〈τὰ〉 θηρία, ἢ αὐτοὺς ἀπώλεσαν

〈ἐκεῖνα〉. Αἰολικῶς δὲ τὸ φηρσίν.

272

* [βροτοί] παρὰ τὸ μείρω τὸ μερίζω μορτός, καὶ ὑπερβιβασμῷ

τοῦ ρ̅ μροτός, καὶ ἐπειδὴ οὐδέποτε τὸ μ̅ τοῦ ρ̅ προηγεῖται, οὔτε κατὰ

σύλληψιν οὔτε κατὰ διάστασιν, πλεονάζει τὸ β̅, καὶ γίνεται βροτός.

273

* [ξύνιεν] Αἰολικῶς ξυνίεσαν.

275

* [μήτε σὺ τόνδ' ἀγαθός περ ἐών] προκαταστέλλει τὸν θυμὸν

—σαυτοῦ ποιεῖν

276

[πρῶτα] 〈πρῶτα καὶ πρῶτον〉 ἐπιρρήμα〈τα〉, τὸ δὲ πρώτως ἐπὶ

τοῦ ἐξόχως.

277

[ἤθελε] οὐδέποτε παρὰ τῷ ποιητῇ εὕρηται δισύλλαβος 〈ἡ〉 τοῦ

θέλω κλίσις, ὥστε ἐπὶ τοῦ »μήτε σὺ 〈Πη〉λείδ' ἤθελε«, τῷ λό〈γῳ〉

τῆς συναλοιφῆς, εἰς τὸ η̅ τίθεμεν τὴν ὀξ〈εῖαν〉.

279

[σκηπτοῦχος βασιλεύς] ἔστι δὲ ὁ τρόπος ἀντι〈σή〉κωσις. συν-

τέμνει 〈δὲ τὴν παραίνεσιν. ἐθὰς〉 δὲ ἦν καὶ ἀπ' αὐτοῦ ἄρ〈χειν〉.

* πῶς τοῦτο ὁ Νέστωρ εἴρηκεν· —καταθύμιος θεῷ, οὐδὲ

ὁ βιαζόμενος τὴν ἀρχὴν θελητὸς θεῷ, ὡς παραχρώμενος—

καὶ ἀφροντιστοῦντος τοῦ τοιούτου.

280

* [καρτερός] τὰ εἰς τερος τρισύλλαβα βαρύνεται, 〈οἷον〉

σφέτερος〉 πρότερος κύντερος—ἡ παραγωγὴ, οὐ διὰ τοῦ

τερος.

286

* [μοῖραν] μοῖρα ἀπὸ τοῦ μείρω, τὸ μερίζω. σημαίνει δὲ ἡ λέξις

τρία· τό τε προσῆκον καὶ τὸ εἱμαρμένον καὶ τὰ ἐπὶ τῆς διανεμήσεως.

289

[πᾶσι δὲ σημαίνειν] 〈ἴδι〉ον τῶν θυμουμένων—

ἀρχὰς πλείους ἀποφαινόμενον.

[ὑποβλήδην] σύμβολον θυμοῦ τὸ μὴ—κατηγορίας.

293

[δειλός τε καὶ οὐτιδανὸς] μέγιστον δὲ ὄνειδος οἴεται τὴν δειλίαν.

τὸ δὲ οὐτιδανός ἀπὸ τοῦ οὔτις οὔτι.

298

[χερσὶ μὲν] ἵνα μὴ δόξῃ ἀκρατὴς 〈εἶν〉αι, τῶν μὲν ἄλλων

χρη〈μάτων〉 οὔ φησι παραχω〈ρήσειν〉, τὴν δὲ γυναῖκα ἀποδοῦναι. τὸ

δὲ »μαχήσομαι« ὁ Ἀρίσταρχος μαχήσομαι γράφει, ὁ Ἡρα〈κλέων δὲ〉

μαχέσσομαι.

299

[οὔτε τῳ] τὸ τω σημαίνει πέντε—τῷ σε καὶ οὐ

δύναμαι·» ἔστι γὰρ 〈ἀντὶ τοῦ〉 διό· ὅταν μέντοι ἄρθρον σημαίνῃ ἑνικὸν,

μόνης δοτικῆς ἐστι πτώσεως καὶ περισπᾶται, δυϊκὸν δὲ καὶ εὐθείας καὶ

αἰτιατικῆς βαρύνεται· «τὼ Αἴαντε».

301

* [ἀέκοντος] μετοχή· παρὰ τὸ ἕκω τὸ θέλω, ἡ μετοχὴ ἑκών

ὀξυνομένη, καὶ σεσημείωται ἐν τῇ συνθέσει ἀναβιβάζουσα τὸν τόνον

τὸν ὀφειλόμενον ἀέκων, καὶ κατὰ κρᾶσιν ἄκων.

302

[εἰ δ' ἄγε μὴν πείρησαι] εἰ δὲ βούλει, ἄγε μὴν, δοκίμασον.

304

* [ὣς τώγ'] ὁ τρόπος παραγραφή—χρῆται

305

[ἀνστήτην] ἀναστήτην, καὶ συγκοπῇ ἀνστήτην, ὡς τὸ ἀνασχε-

θέειν ἀνσχεθέειν

306

[ἐΐσας] τὰς πορευτικὰς, παρὰ τὸ ἴω.

307

[σύν τε Μενοιτιάδῃ] κεχώρικε τὸν Πάτροκλον τῶν ἄλλων αὑτοῦ

φίλων κατ' ἐξοχήν.

* [ὑγρὰ κέλευθα] ἰστέον ὅτι τὰ «ὑγρὰ κέλευθα» κατὰ μεταπλασμὸν

γένους ἐστίν· ἀντὶ γὰρ θηλυκῶν τὰ οὐδέτερα εἶπεν· γίνεται γὰρ—

καὶ τὸ «ὑγρὰ κέλευθα»

314

* [λύματα] 〈φύσει γὰρ〉 τὸ ὕδωρ τῆς θαλάσσης καθάρσιόν

ἐστιν.

[βάλλον] 〈Ἰα〉κῶς τὸ βάλλον.

317

[κνίση δ' οὐρανὸν ἷκεν] κνίσσα τέσσαρα σημαίνει· τὸ λίπος τὸ

ἐπίπλουν τὸ κρέας καὶ τὴν ἀναθυμίασιν. παρὰ τὸ κνίσω. ὑπ' ὄψιν

δ' ἤγαγεν—«κνίση δ' οὐρανὸν ἷκεν ἑλισσομένη».

318

* [πένοντο] παρατατικοῦ τρίτον πρόσωπον τῶν πληθυντικῶν,

Ἰωνικῶς καὶ ποιητικῶς. τὸ θέμα πένω, τὸ δηλοῦν τὸ ἐνεργῶ καὶ κάμνω,

ἀφ' οὗ πόνος, καὶ πλεονασμῷ τοῦ τ πόντος, καθὸ πεπόνηται τὸ τῶν ἀν-

θρώπων γένος περὶ τὸν πλοῦν· πόνῳ οὖν ἐπώνυμος καλεῖται ὁ πόντος.

οὕτως Φιλόξενος. ὁ δὲ Ἡρωδιανὸς λέγει ὅταν παρὰ τὸ πνέω πνόντος, καὶ

ἐκβολῇ τοῦ ἑνὸς ν̅ πόντος, ἀφ' οὗ αἱ πνοαί.

321

[ὀτρηρὼ] ὀτρηρὸς ὁ μὴ ἀναμένων παρά τινος ὀτρυνθῆναι, ἀλλὰ

δι' ἑαυτοῦ παροτρυνόμενος ἅπαντα ποιεῖν. γέγονε 〈δὲ〉 παρὰ τὸ τρέω,

ὃ σημαίνει τὸ φοβοῦμαι, ὄνομα ῥηματικὸν τρεερός· ὡς φαίνω φανερός,

καὶ τήκω τακερός, σφάλλω σφαλερός, οὕτω καὶ παρὰ τὸ τρέω τρεερός,

καὶ κράσει τῶν βʹ ε̅ εἰς η̅ τρηρός, ὁ δειλός, οὗ παρώνυμον τρήρων,

καὶ μετὰ τοῦ στερητικοῦ α̅ ἀτρηρός, τουτέστιν ὁ δραστικός.

324-325

* οὕτως συντακτέον· 〈εἰ〉 δέ κε μὴ δώῃσιν, ἐγὼ δέ κεν αὐ-

τὸς ἕλωμαι σὺν πλεόνεσσιν, ὅπερ αὐτῷ φρικτὸν ἔσται.

329

[νηῒ μελαίνῃ] διὰ τῆς μελαίνης—δηλοῖ.

330

[τὼ μὲν] ὁ Ταλθύβιος καὶ ὁ Εὐρυβάτης.

331

* αἰδομένω] παρὰ τὸ αἴδω. οἶδε δὲ καὶ τὸ αἰδῶ· «ἀλλήλους

τ' αἰδεῖσθε» (Il. V, 550) «οὐδέ τί ς' αἰδέσεται» (Il. XXIV, 234) «ἄλλους

τ' αἰδέσθητε» (Od. II, 65), καὶ τὸ ὄνομα αἰδήμων.

* [αἰδομένω] τὸ αἰδῶ παρὰ τὸ αἴδω, τοῦτο παρὰ τὸ ἴδω, καὶ 〈μετὰ〉

τοῦ στερητικοῦ α̅ ἀΐδω, καὶ κατὰ συναίρεσιν αἴδω.

332

[μιν] ἐγώ σύ ἴ, καὶ πλεονασμῷ τοῦ μ̅ μί, ἐπεὶ δὲ τὸ ν̅ ἐφελ-

κυστικόν ἐστιν ἐν τοῖς τρίτοις προσώποις, προσθέσει τοῦ ν̅ μίν.

334

Διὸς ἄγγελοι] οἱ κήρυκες, ἢ ὅτι τὰς ἑορτὰς—βεβλη-

μένου λίθου.

335

* [ὔμμες] ψιλωτέον τὸ «ὔμμες» ὡς Αἰολικόν· «αἴ κ' ὔμμιν ὑπέρ-

σχῃ». (Il. VI, 247)

337

[Πατρόκλεις] Πατροκλῆς ἡ εὐθεία.

[διογενὲς Πατρόκλεις] ἐξαίρει πάλιν—πιστεύειν τὰς γυ-

ναῖκας.

338

[μάρτυροι] Ἰακῶς τὸ «μάρτυροι».

ἀπὸ] ἄποθεν.

341

* [χρειὼ] ὡς Κλειώ· «καὶ 〈γὰρ〉 χρειοῖ ἀναγκαίῃ» (Il. VIII, 57)

χρέω χρειῶ χρειᾷς χρειᾷ χρεία,

343

πρόσσω 〈καὶ ὀπίσσω〉] δεῖ γὰρ 〈τὸν ὅλως ἔχοντα γνῶσιν〉 μὴ

τὰ παρόντα μόνα σκοπεῖν, ἀλλὰ καὶ τὰ μέλλοντα· λείπει οὖν τοῖς ἐπιρρή-

μασι τὸ τά. μέγιστον δὲ τοῦτο καὶ οὐδαμινῷ ἀνθρώπῳ πρὸς κατηγορίαν

ἡ ἀπρονοησία, ὥς πού φησι· «νήπιοι—φρονέοντες». (Od. XXI,

85)

* [νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω] τὸ παρὸν καὶ τὸ μέλλον τὴν

ἀρχὴν καὶ τὴν ἔκ〈βασ〉ιν τοῦ πράγματος ἢ τῆς στρατείας προσκοπῆσαι

καὶ ἐπινοῆσαι.

348

* ἀέκουσα] ἔστι γὰρ φίλανδρος, ὡς τὸ πρόσωπον αὐτῆς δηλοῖ

—καταλέλοιπεν.

349

* ἄφαρ] ἐπίρρημα μεσότητος.

* δακρύσας] φιλότιμος ὢν ἀνιᾶται ἐπὶ τῇ Βρισηΐδι· παλαιᾶς τε 〈γὰρ〉

στέρεται συνηθείας καὶ τὸ γύναιον ἴσως αἰχμαλωτιζόμενον ἐλεεῖ.

350

πολιῆς] ἀπὸ μεταφορᾶς. τῆς πολιᾶς, κατὰ τρόπον τοῦ α̅ εἰς η̅.

351

* [χεῖρας ὀρεγνύς] καὶ ἐπὶ Πολυφήμου—τινὲς δὲ

γράφουσιν «ἀνασχών».

355

* [εὐρυκρείων] ποιητικὸν ἐπίθετον.

366

* ᾠχόμεθα] ὁ τρόπος ἀνακεφαλαίωσις—καλέσασαν

τὸν ἑκατόγχειρον.

* [Θήβην] ἰστέον ὅτι τρεῖς Θῆβαί εἰσιν· αἱ Ὑποπλάκιοι—

ἐν τῇ I.

383

οὐ πάντα σαφῶς ἀπαγγέλλει, ἵνα μὴ ἑαυτὸν ὑπαίτιον τιθῇ.

395

[πολλάκι—ἄκουσα] ἐπεὶ ἐν τῇ θαλάσσῃ ὁ Πηλεὺς

οὐκ ἐδύνατο κατοικεῖν.

396-397

* ὅτι διαθρύπτονται πρὸς τοὺς ἄνδρας αἱ γυναῖκες 〈ἐάν τι〉

πράξωσι θαυμαστὸν, καὶ ὅτι 〈οὐ〉 κατέλειψεν Ἀχιλλέα.

397

[κελαινεφέϊ] παρὰ τὸ μελαίνοντα τὸν ἀέρα νείφειν αὐτόν.

399

Ζεὺς μὲν οὖν ἐστιν ἡ ἄκρατος θερμασία, ἡ τοῦ ζῆν καὶ εἶναι

ἡμᾶς αἰτία, Ποσειδῶν δὲ τὸ ὕδωρ, Ἥρα δὲ ὁ ἀὴρ, Ἀθηνῆ δὲ ἡ γῆ,

Βριάρεως δὲ ὁ ἥλιος. τοῦ ἡλίου τοίνυν—ἐξυγραίνεσθαι

πλέον. τῆς χειμερινῆς οὖν καταστάσεως κατακρατησάσης, συμβαίνει τὸ

ψυχρὸν ἐπικρατέστερον εἶναι τοῦ θερμοῦ. ἀλλ' ἡ θεία πρόνοια, ἣ Θέ-

τις ἐστὶ, ἐπανάγουσα πάλιν τὸν ἥλιον ἐπὶ τὰ βόρεια φαίνεται ὥσ-

περ βοηθοῦσα τῷ Διί. ἑκατόγχειρον δὲ τοῦτόν φησιν, ὅτι πάντα

τρέφει καὶ αὔξει. ἔστι δὲ καὶ τοῦ πατρὸς αὐτοῦ ἀμείνων, τοῦ Διός.

403

* [ὃν Βριάρεων] τῶν διωνύμων—Σκάμανδρον.

407

[παρέζεο] ἕζεο διαλύσει.

407bis

[καὶ λαβὲ γούνων] κεφαλῆς μὲν ἐπιλαμβανόμεθα, ἐπεὶ ἡγεμο-

νικόν· τῆς δεξιᾶς δὲ, ὅτι πρακτικόν· γονάτων δὲ, ὅτι δι' αὐτῶν ἐπικλᾶται

τὸ σῶμα, ἐπικλᾶν οἰωνιζόμενοι τὴν ψυχὴν τοῖς λόγοις.

414

[ὤ μοι] οὐκ εὐθὺς τὴν διακονίαν ὑπισχνεῖται, προολοφύρεται δὲ

εἰδυῖα πρόξενον αὐτῷ θανάτου εἶναι τὴν αἴτησιν.

417

* λέγεται τὴν Θέτιν—μία τῶν Κυκλάδων νήσων.

417bis

[ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων] εἰ ταῦτα ὁ ποιητής φησι

περὶ Ἀχιλλέως, περὶ τῶν ἄλλων τί ἂν εἴποιμεν;

420

* [ἀγάννιφον] τινὲς ἐπὶ τοῦ οὐρανοῦ, τοῦ ἄγαν νίφοντος, ὡς βριή-

πυον· τὰ ὄρη γὰρ νιφόεντα καλεῖ, ὡς Τήλεφος.

* [αἴ κε πίθηται] διὰ τὸ ἄδικα μέλλειν αὐτὴν αἰτεῖν.

421

[νῦν] τὸ νῦν ἀντὶ τοῦ δή—οὐκ εὖ. καλῶς δὲ λόγῳ

μὲν χαρίζεται αὐτῷ, ἔργῳ δὲ ἀναβάλλεται.

423

ἐς Ὠκεανὸν] ἡ εἰς ἀντὶ τοῦ πρός.

* [ἀμύμονας Αἰθιοπῆας]. εὐσεβῶς δέ φησι 〈μηδὲ τῶν〉 πόρρω ἀν-

θρώπων ἀμελεῖν τοὺς θεούς· δισσοὶ δέ εἰσιν οἱ Αἰθίοπες—

Αἰθιοπῆας. 〈ἔθνος〉 δὲ τοῦτο. ἔστι δὲ 〈«Αἰθιοπῆας»〉 ὡς «ἡνιοχῆας»

427

[ὀΐω] ὡς ἀμφίβολον—τὸ ἀντιπαθὲς τῆς Ἥρας.

428

* ἀπεβήσατο] παρατατικοῦ παθητικοῦ τῶν εἰς μι 〈δευτέρας συ-

ζυγίας〉· τὸ θέμα βῶ, βίβημι παραγωγόν· ὁ μέλλων βήσω, καὶ τῇ

τῶν χρόνων ἐναλλαγῇ μέλλοντος εἰς ἐνεστῶτα βήσομαι, καὶ τὸ τρίτον

τοῦ παρατατικοῦ ἐβήσετο.

432

* [λιμένος πολυβενθέος] λιμὴν μὲν τὸ πᾶν, ὅρμος δὲ 〈τὸ〉 πρὸς

τῇ γῇ.

* [ὑφέντες] οὕτως γὰρ γράφει Ζηνόδοτος, οἱ δὲ ἄλλοι ἐφέντες.

436

* [ἐκ δ' εὐνὰς] λέγει τὰ σίδηρα—ἔμμεναι εὐνάς«.

πολλὴν δὲ ἔχει ἡδονὴν—τὸ δὲ σχῆμα ἐπα-

νάληψις

443

* Φοίβῳ τε] ......

* [παῖδά τε σοὶ ἀγέμεν] ὡς ἀντιδιαστελλόμενον—καὶ διὰ

τὸν »τέ«.

445

* [πολύστονα] στένω στόνος πολύστονος.

448

* [ἑξείης] τῷ ἑξείης οἶμαι τὴν εἰ δίφθογγον πεπλεονακέναι, ὡς

ἐν τῷ φατειός, ἀδελφειός.

449

[χερνίψαντο] ἰστέον δὲ ὅτι πρὸ τοῦ δείπνου τὰς χεῖρας ἔνιπτον,

ἐπεὶ θύειν ἔμελλον, μετὰ δὲ τὸ δεῖπνον οὐκέτι, διὰ τὸ ἅψασθαι τῶν

θυσιῶν.

* [χερνίψαντο] δεῖ γὰρ τὸν προσιόντα—αὑτὸν θεῷ· ἀπὸ

δὲ χερός γενικῆς.

449bis

[οὐλοχύτας] οὐλαί κριθαί εἰσι μετὰ ἁλῶν μεμιγμέναι, ἃς ἐπέ-

χεον τοῖς ἱερουργουμένοις ζῴοις πρὸ τοῦ θύεσθαι, ἤτοι πολυπληθείας

χάριν, 〈ἢ〉 μνήμην ποιούμενοι τῆς ἀρχαίας βρώσεως· ὡς γάρ φησιν ὁ

Θεόφραστος, πρὶν ἢ μάθωσιν οἱ ἄνθρωποι ἀλεῖν τὸν Δημητριακὸν

καρπὸν, οὕτως αὐτὰς ὁλοκλήρους ἤσθιον πρώην· ὅθεν καὶ οὔλας αὐτάς

φησιν Ὅμηρος.

459

[αὐέρυσαν] εἰς τοὐπίσω—κάτω εἰς γῆν.

* [αὐέρυσαν] τὸ αὖ τὸ πάλιν δηλοῖ .... ἀέρυσαν, καὶ πλεονασ-

μῷ τοῦ υ̅ αὐέρυσαν.

464

[μῆρα] τὰ μῆρα ἀπὸ τοῦ μηρία κατὰ συγκοπήν. ἐγεύοντο δὲ

τῶν ἐντοσθίων δηλοῦντες ὡς ἐκ ψυχικῆς σπουδῆς ἐποίουν τὰς θυσίας.

465

[τἄλλα] τὸ »τἄλλα« τινὲς μὲν κατὰ συναλοιφὴν λέγουσιν, ὡς

τἄργα. Ἡρωδιανὸς δὲ τὸν τέ—Ὁμηρικῷ ἔθει.

466

* [ὤπτησάν τε περιφραδέως] ὅτι καὶ ἐμπειρίας δεῖ τοῖς ὀπτῶσιν·

ὀπτᾶν γὰρ εἴρηται διὰ τὸ πυκνότερον τὸν ὀπτῶντα ἐποπτεύειν.

469

* [ἐξ ἔρον ἕντο] τὸ μὲν ἔρος ὡς Αἰολικὸν—ἕμην

ἔσο ἕντο, καὶ ταῦτα μὲν καὶ πλεονασμὸν ὑπομένουσι τοῦ ι. λέγουσι δὲ

τὸ μὲν ἔρος ἐπὶ πάντων λέγεσθαι, τὸ δὲ ἔρως ἐπὶ μόνων τῶν ἀφροδισίων,

ὅ ἐστιν ἀπίθανον· Πίνδαρος γοῦν· »καὶ γὰρ ἑτέροις ἑτέρων 〈ἔρως〉

ἔκνιζε φρένας« (Pyth. X, 60).

469bis

* [ἐδητύος] ἐδῶ, τὸ σημαινόμενον τὸ τρώγω, πρώτης συζυγίας

τῶν περισπωμένων, ἐδέσω καὶ ἐδήσω κατ' ἔκτασιν, ἤδεκα ἤδεσμαι,

ὅθεν ἔδεσμα, ἐδηστύς ἐκτάσει, καὶ ἐκθλίψει ἐδητύς ἐδητύος.

473

[παιήονα] παιήων ὕμνος ἐπὶ καταπαύσει λοιμοῦ ᾀδόμενος παρὰ

τὸ παύω.

473bis

* [καλὸν ἀείδοντες παιήονα] πέντε αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαί

—οἷον Ἀχιλλεὺς εὕρηται ᾄδων· »ἄειδε δ' ἄρα κλέα

ἀνδρῶν« (Il. IX, 189). —θρηνητικὸν, ὅπερ ἐπὶ γυναικῶν

μᾶλλον τάσσεται· »ἀπ' αἰῶνος νέος ὤλεο« (Il. XXIV. 725), 〈καὶ〉

ὑπορχηματικὸν .......

477

* ῥοδοδάκτυλος] συνεκδοχή. ἀπὸ μέρους τὸ ὅλον. ῥοδοδάκτυλος

δὲ ἡ πολὺ τοῦ φωτὸς ἔχουσα, κροκόπεπλος δὲ ἡ πολὺ τοῦ σκότους

ἔχουσα.

479

[ἴκμενον] ἀπὸ τοῦ ἰκμάς· ἰκμάδος γὰρ ὑδάτων ἀτμιζομένης

ἄνεμος γίνεται. διὸ ψιλωτέον—ὁ ἄνεμος.

482

[στείρης] στεῖρα ἡ τρόπις, παρὰ τὸ στερεὰ εἶναι μᾶλλον τῶν

ἄλλων σανίδων, ἢ παρὰ τὸ στερεοῦν τὰ ἄλλα ξύλα.

486

[ἕρματα] δασύνεται· τὰ γὰρ βραχέα πρὸ τοῦ ρ̅ ἐπαγόμενα

τὸ μ̅ δασύνεται, πλὴν τοῦ ἄρμενος.

490

[ποθέεσκε] ἡ γὰρ ἀργία τοῖς πρακτικοῖς φθορά ἐστιν.

497

[Ὄλυμπον] Ὄλυμπος ὁ οὐρανὸς, ὁλολαμπής τις ὤν.

497bis

ἠερίη] διδάσκει διὰ τούτου ὁ ποιητὴς τὸν τῶν ἐντεύξεων καιρόν·

ἥσυχος γὰρ καὶ νηφάλιος ὁ ἑωθινὸς καιρός.

498

εὐρύοπα] ἢ τὸν μεγαλόφωνον, ἢ τὸν βροντοποιὸν, ἢ τὸν μεγα-

λόφθαλμον, ἤτοι τὸν πάντα ἐφορῶντα.

499

[πολυδειράδος] ἀρσενικὸν τὸ »πολυδειράδος.«

501

[ἀνθερεῶνος] ἀνθερεών ἐστιν ὁ ὑπὸ τὸ γένειον τόπος, παρὰ τὴν

ἐξάνθησιν τῶν τριχῶν.

511

[τὴν δ' οὔ τι προσέφη] διδάσκει ἐνταῦθα ὅτι μετ' ἐπισκέψεως

δεῖ τὰς ὑποσχέσεις καὶ τὰς ἀποκρίσεις ποιεῖσθαι, ὅπου καὶ ὁ Ζεὺς

σκέπτεται.

* [νεφεληγερέτα] τὰ εἰς ετης γίνονται 〈ἀπὸ〉 ῥημάτων καὶ παροξύ-

τονά 〈ἐστιν〉· ἀπὸ τοῦ γείνω γενέτης, ἀγείρω ἀγερέτης καὶ νεφεληγε-

ρέτης.

515

[ἐπεὶ οὔ τοι ἔπι δέος] τουτέστιν ἐπειδὴ οὐ φοβῇ τῶν θεῶν τινα

〈ἀρνήσασθαι καὶ συγκαταθέσθαι〉. τοῦτο δὲ δυσωπητικὸν—

χαριεῖται.

518-519

* [ἐχθοδοπῆσαι] ἔχθος ὄχθος ὀχθῶ. τὸ δὲ ὅλον· ὁπόταν με

ἡ Ἥρα, ὑπονοήσασά σοι χάριν παρέχειν βουλόμενον, παροξύνῃ χρωμένη

λόγοις ἐριστικοῖς.

518

* [Ἥρῃ] Ἀρίσταρχος κατ' εὐθεῖαν, οὐ δοτικὴν, ἵν' ᾖ· »ὅταν μ'

ἐρέθῃσιν Ἥρη, ἐχθοδοπῆσαί μ' ἐφήσεις«.

518bis

[Ἥρῃ] τὸ Ἥρη, 〈εἰ〉 μὲν ἄνω ἡ στιγμὴ, σὺν τῷ ι 〈γράφεται〉,

εἰ δὲ τοῖς ἑξῆς 〈συνάπτεται〉, χωρὶς τοῦ ι.

522

[μή σε] αἱ πᾶσαι »μή τι«, ὡς· »μή τι φόβονδ' ἀγόρευε« (Il. V, 252)

»μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε«. (Il. VII, 235).

524

κεφαλῇ κατανεύσομαι] τὸ λογιστικὸν ἐν τῇ κεφαλῇ—

ἐπιθυμητικὸν περὶ ἧπαρ.

526

[οὐ γὰρ ἐμὸν παλινάγρετον] τρεῖς αἰτίαι δι' ἃς οὐ πληροῖ τις

τὰς ὑποσχέσεις· ἢ γὰρ μετανοήσας, ὃ δηλοῖ τὸ »παλινάγρετον«, ἢ πα-

ραλογισάμενος, ὃ δηλοῖ τὸ »οὐδ' ἀπατηλόν«, ἢ θελήσας μὲν, μὴ δυνη-

θεὶς δὲ, ὃ δηλοῖ τὸ »ἀτελεύτητον«.

526-527

* [οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλὸν οὐδ' ἀτελεύ-

τητον] εἰς τὸ τέκμωρ στίζουσιν οἱ πολλοὶ συνάπτοντες τοῖς ἄνω, ἔνιοι δὲ

ἐφεξῆς ἀναγιγνώσκουσι στίζοντες εἰς τὸ »μέγιστον«, καὶ ἀνάγνωσμα

ποιοῦσιν οὐχ Ὁμηρικὸν μὲν, ἀναγκαῖον δὲ, ἐπειδὴ τὸ ἐμὸν κτητικόν ἐστιν,

αἱ δὲ κτητικαὶ ἀντωνυμίαι μετὰ τῶν κτημάτων συνάπτονται.

528

* [ὀφρύσι] συνεκδοχικῶς καὶ ἀπὸ μέρους φησὶ τὴν κεφαλήν· εὐθὺς

γὰρ ἐπάγει, »ἀμβρόσιαι δ' ἄρα—κρατὸς ἀπ' ἀθανάτοιο«.

532

* [ἆλτο] τὸ ἆλτο ψιλοῦται· τὸ γὰρ α̅—ψιλοῦται· πρὸς

τὴν θάλασσαν δὲ κατῄει, οὐ πρὸς τὸν παῖδα, ἵνα μὴ ὑπόνοιαν δοίη τῇ

Ἥρᾳ.

537

* [συμφράσσατο] φράζω τὸ γινώσκω καὶ διανοοῦμαι.

538

[ἀργυρόπεζα] ἀπὸ μέρους ὅλη καλή· πέζα γὰρ ὁ ποῦς.

539

[αὐτίκα κερτομίοισι] γυναικεῖα ἀμφότερα, τό τε 〈ὑπο〉νοῆσαν

καὶ τὸ μὴ ἐπισχεῖν τὸν χόλον.

[κερτομίοισι] νῦν τοῖς τὸ κέαρ, τουτέστι τὴν ψυχὴν, τέμνουσι καὶ λυ-

ποῦσιν, ἵν' ᾖ λυπηροῖς.

540

[δολομῆτα] τὰ εἰς η̅ς̅ βαρύτονα τῷ η̅ παραληγόμενα καὶ εἰς α̅

τὴν κλητικὴν ἔχοντα προπερισπᾶται· ἀγκυλομῆτα δολομῆτα πεδῆτα·

πλὴν τοῦ ἀκάκητα.

541

[ἀπὸ νόσφιν ἐόντα] συνήθης ἡ φράσις ἀπὸ δοτικῆς εἰς αἰτιατι-

κὴν ἔρχεσθαι, ὡς τὸ »σφῶϊν μέν τ' ἐπέοικε μετὰ πρώτοισιν ἐόντας«

(Il. IV, 341), ἀντὶ τοῦ ἐοῦσιν.

542

* [οὐδέ τι πώ μοι] δυσχεραίνουσιν αἱ γυναῖκες—οἱ ἄνδρες.

546

[χαλεποί] Ἰωνικῶς χαλέπτω τὸ κακῶ, καὶ χαλεπτός 〈καὶ χαλε-

πός〉. ἐνιότε δὲ καὶ ἀντὶ τοῦ »χαλεπὰ τὰ καλά«, 〈ἀδύνατα τὰ καλά κεῖ-

ται. ἡ δὲ παροιμία ἀπὸ Περιάνδρου τοῦ Κορινθίου δημοτικοῦ πρότερον

ὄντος, ὕστερον δὲ τυραννήσαντος, ὃ πυθόμενος〉 ὁ Σόλων ἔφη· »χαλε-

πὰ τὰ καλά«. μέμνηται καὶ ὁ Πλάτων.

552

[ποῖον τὸν μῦθον ἔειπες;] Ἀττικῶς προσελθόντος τοῦ ἄρθρου

τῷ πύσματι.

554

[ἅσς' ἐθέλῃσθα] τὸ ἄττα ὅταν μὲν δηλοῖ τὸ τινά, ὥσπερ καὶ

τὸ ἄσσα ὅταν δηλοῖ τὸ ὅσα, ψιλοῦται καὶ διὰ δύο τ̅ ἐκφέρεται, ὅταν

δὲ δηλοῖ τὸ ἅτινα, δασύνεται καὶ δι' ἑνὸς τ̅, ὡς δύο μέρη λόγου.

554bis

[εὔκηλος] ἡ ε̅υ̅ πρὸ συμφώνου ψιλοῦται, πλὴν τοῦ εὕδω, εὕρω·

τὸ γὰρ εὗσεν ἐκ τοῦ εὕω.

557

* [ἠερίη] οἱ 〈ὁποιασ〉δηποτοῦν τυχεῖν χρείας ἐλπίζοντες ἐν ὄρ-

θρῳ τελοῦσι τὴν ὁδὸν διὰ τὸ ἄγνωστον ἢ διὰ τὸ εὐέλπιστον.

561

οἴεαι] ἀπὸ τοῦ οἴῃ· δύο διαιρέσεις.

563

* ῥίγιον ἔσται] ἡ γὰρ ἄγνοια—τὰ ἀποθύμια γινώσ-

κειν.

567

[ἀάπτους] τὰς ἰσχυρὰς, ὧν οὐδεὶς ἅψασθαι δύναται.

567bis

* [ἰόνθ'] ἐκ τοῦ ἴω.

* [ἀάπτους] Ἡρωδιανὸς παρὰ τὸ ἰάπτω, κατὰ παράλειψιν τοῦ ι ἄπ-

τους, καὶ 〈πλεονασμῷ τοῦ α̅〉, ἀάπτους, ἢ ἃς οὐδεὶς βλάψαι δύναται, ἢ

τὰς μεγάλως βλάπτουσας. οἱ δὲ, ἀπτοήτους· αἱ πᾶσαι δὲ ἀέπτους εἶχον.

569

[καθῆστο] 〈παρὰ τὸ ἕζω〉 τὸ κάθημαι· ὁ παρακείμενος παθη-

τικὸς ἧσμαι, ὁ ὑπερσυντελικὸς ἥσμην ἧσο καὶ ἧστο καὶ καθῆστο· οἱ

γὰρ δισύλλαβοι παρακείμενοι καὶ ὑπερσυντελικοὶ ἐν τῇ συνθέσει φυ-

λάττουσι τὸν τόνον, ὡς τὸ ἦγμαι, κατῆγμαι.

570

διασταλτέον ἐπὶ τὸ »Διός«.

572

* [λευκωλένῳ Ἥρῃ] ἄμεινον· »τετιημένῃ ἦτορ«.

575

κολῳὸν] ἀπὸ τοῦ κολοιός.

* [κολῳὸν] Φιλόξενος 〈παρὰ τὸ〉 κλῶ, ὅθεν τὸ κλάζω, κατὰ παραγω-

γὴν, καὶ οὐ προσγράφει το ι.

576

* [ἦδος] Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ φησὶν ὅτι »τὸ ἦδος βού-

λονταί τινες δασύνειν· ἐκρίναμεν δὲ ὥστε μᾶλλον ψιλοῦν, ἐπεὶ τὰ εἰς

ο̅ς̅ λήγοντα οὐδέτερα δισύλλαβα, ἀρχόμενα ἀπὸ φύσει μακρᾶς, θέλει

ψιλοῦσθαι, οἷον αἶσχος εὖχος εἶδος οὔδε«.

576bis

* ἦδος] ψιλωτέον ὡς τροχαϊκὸν τῶν εἰς ο̅ς̅ ληγόντων.

* [ἦδος] ἦδος δὲ ἐκ τοῦ ἥδω τοῦ εὐφραίνομαι, ἡδύς, ἡδύνω.

* [ἦδος] κατὰ μετασχηματισμόν ἐστι τὸ ἦδος· τὸ ἡδονὴ γὰρ δασυνό-

μενον μετασχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον, ὥσπερ τὸ ἡμέρα εἰς

〈τὸ〉 ἦμαρ ψιλούμενον. καὶ τὸ ἅμα δασύνομεν, τὸ δὲ ἄμυδις ψιλοῦμεν.

οὕτως Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ.

577

* [παράφημι] 〈τὸ φημί〉 καὶ τὸ εἰμί καὶ τὸ εἶμι ἐν τῇ συνθέσει

τὸν τόνον ἀναπέμπουσιν.

584

[ἀναΐξας] γέλωτα κινεῖ—τιθέμενον.

[δέπας] δέπας δὲ τὸ ποτήριον, οἱονεὶ δέχας τι ὄν.

586

* [τέτλαθι μῆτερ ἐμὴ] ὅτε κατεπράϋνε τὸν θυμὸν, τότε τὴν πα-

ραίνεσιν ἐπάγει.

590

[ἤδη γάρ με] 〈εἰς〉 ἀπόδειξιν—λέγει.

591

* [βηλοῦ] ἀπὸ τοῦ βεβηκέναι τοὺς θεοὺς ἐπ' αὐτῷ καὶ τοὺς

ἀστέρας 〈κεῖθι βαίνειν〉.

* [βηλοῦ] τινὲς δὲ κατὰ Χαλδαίους—βατῆρα λέγειν.

ἐκ τοῦ βῶ βήσω βηλός.

596

κύπελλον] οἱονεὶ χύπελλον, ὅθι ὁ πηλὸς ἤτοι ὁ οἶνος χεῖται.

600

[Ἥφαιστον] δασύνεται τὸ Ἥφαιστος, ἀπὸ τοῦ ἅπτω γινόμενον

603

τέσσαρες τέχναι τοῦ Ἀπόλλωνος· τοξικὴ μουσικὴ ἰατρικὴ μαν-

τική.

603bis

* ὁ λόγος· ὥσπερ τῆς εὐωχίας—παρὰ μέρος ᾖδον.

606

* [οἱ μὲν κακκείοντες ἔβαν] πρῶτος Ὅμηρος—ἴδιον

οἶκον ἔχειν. ὅ ἐστι τῶν ἀστέρων· θεοὶ γὰρ καὶ

αὐτοὶ διὰ τὸ θέον καὶ ὀξὺ τῆς ἐνεργείας αὐτῶν.

607

[ἧχι] χωρὶς τοῦ ι κελεύει γράφειν ὁ Διονύσιος.

607bis

* [ἀμφιγυήεις] ἀμφιγυήεις ἀμφιγυήεντος· τὰ εἰς ε̅ι̅ς̅ λήγοντα ἀρ-

σενικὰ διὰ τοῦ εντος κλίνεται, οἷον ἐρώεις ἐρώεντος, φθογγήεις φθογ-

γήεντος. εἴρηται δὲ ἀπὸ τοῦ γῶ γύω γῦον γῦς ἀμφιγῦς, 〈καὶ〉 κατὰ

παραγωγὴν ἀμφιγυήεις.

611

[ἔνθα καθεῦδ' ἀναβάς] ἔνθ' ἀνέβη καθευδήσων. διδάσκει 〈δὲ〉

διὰ τούτου ὁ ποιητὴς μὴ χωρίζεσθαι—ἐν κοίτῃ.

[καθεῦδε] 〈προ〉περισπαστέον τὸ »καθεῦδε«, ὥστε μὴ προστακτι-

κὸν εἶναι, ἀλλ' ὁριστικὸν ἐνεργητικόν. ἐφύλαξεν ἡ σύνθεσις τὸν τόνον.

[χρυσόθρονος Ἥρη] χρυσόθρονος δὲ Ἥρα· τὰ γὰρ πρὸς τῷ αἰθέρι

μέρη τοῦ ἀέρος γειτνιῶντα τῷ ἡλίῳ πυρώδη ἐστίν· καὶ μὴν καὶ ὁ ποιη-

τὴς ἀλληγορῶν τὸν χρυσὸν λαμβάνει ἀντὶ τοῦ πυρός.

2

1

* [ῥα] ἔστι σύνδεσμος ἀναπληρωματικός.

* [ἄλλοι] τινὲς »ὦλλοι« γράφουσιν ὡς Ζηνόδοτος· ἐλλείπει δὲ τοῖς ἄρ-

θροις ὁ ποιητής. διδάσκει δὲ ὅτι καὶ θεοῖς—τὰς ὑποσχέσεις

πληροῦν.

2

* Ζητεῖται διὰ ποίαν αἰτίαν ἐν τῇ Α φησίν· »ἔνθα καθεῦδ' ἀνα-

βάς« (611), ἐν δὲ 〈τῇ〉 Β· »Δία ῥ' οὐκ ἔχε νήδυμος ὕπνος«. ῥητέον

οὖν 〈ὅτι〉 οὐ πάντως ἐκοιμᾶτο, ἀλλὰ κατὰ τὸ σιωπώμενον ἀνεπαύετο,

ἢ ὅτι ἐπ' ὀλίγον ἐκοιμήθη, καὶ οὐ διὰ πάσης 〈τῆς〉 νυκτὸς ὡς οἱ ἄλλοι,

μεριμνῶν· Θέτις γὰρ αὐτὸν παρεκέλευσεν ὑπὲρ τοῦ υἱοῦ λέγουσα· »Ζεῦ

πάτερ, εἴποτε δή σε μετ' ἀθανάτοισιν ὄνησα« (Il. I, 503), καὶ τὰ ἑξῆς.

2bis

[νήδυμος] ἀνώδυνός τις ὢν, ἢ ὁ μὴ δύνων. εἰ τάχα δὲ καὶ ἐν τῇ

Α εἶπε κοιμᾶσθαι τὸν Δία, ἐνταῦθα δ' οὔ· ἀλλ' ἐκάθευδε μὲν, φησὶν,

ἐπ' ὀλίγον 〈δέ〉. διδάσκει δὲ καὶ τοὺς βασιλέας καὶ τοὺς ἄρχοντας

καὶ ἐν ταῖς νυξὶ φροντίζειν τοῦ λαοῦ τοῦ ὑπ' αὐτούς.

* νήδυμος] οὐ παρὰ τὸ ἡδύς· λέξει γὰρ—ἢ ὁ ἀνώδυνος·

τούτου χάριν εἴρητο νήδυμος. ὅτι δὲ καὶ μετὰ τοῦ ν̅ φησί· »νήδυμος

ἀμφιχυθείς«.

3

* μερμήριζε] εἰς μέρη ἐμερίζετο καὶ εἰς διανοίας. διάνοια μέν

ἐστιν ἡ ἑδραία, μέριμνα δὲ ἡ μεριζομένη.

4

* [τιμήσειε] τοῦτο εὐκτικὸν, τὸ δὲ ἑξῆς ὑποτακτικὸν—

μέχρι τῶν νηῶν.

6

Ὄνειρε] Ὄνειρος, ὅραμα, φάσμα, χρησμός, ἐνύπνιον· ὄνειρος

μὲν ὁ ἄλλως 〈μέν〉 πως ὁρασθείς, ἄλλως δέ πως συμβάς· ὅραμα δὲ τὸ

συμβὰν ὡς ἑωράθη· φάσμα δὲ ὅπερ εἴωθε συμβαίνειν τοῖς φροντί-

ζουσι· χρησμὸς δὲ ἡ θεία φημή· ἐνύπνιον δὲ τὸ ἀλλόκοτά τινα ὁρᾶν.

7

[μιν] ἐπὶ μὲν τοῦ αὐτόν, καθὼς ἐνταῦθα, ἐπὶ δὲ τοῦ αὐτήν· »καί

μιν ἔτις' ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη« (Od. VII, 67), τὴν Ἀρήτην,

ἐπὶ δὲ τοῦ αὐτό· »νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ἐν παλάμῃς φορέουσι«

(Il. I. 237), τὸ σκῆπτρον.

8

[βάσκ' ἴθι] ταυτολογία· ἄπιθι, πορεύθητι.

9

* ἀσύνδετος καὶ βασιλικὸς ὁ λόγος.

10

πάντα μάλ' ἀτρεκέως] διδάσκει τοὺς ἀγγέλους μὴ πλείονα λέ-

γειν καὶ περιεργάζεσθαι τῶν ἀκουομένων.

12

ζητεῖται διὰ ποίαν αἰτίαν ψευδόμενον 〈τὸν Δία〉 εἰσάγει ὁ ποιη-

τὴς κατὰ τὴν 〈ἐπαγγε〉λίαν τῆς Ἰλίου πορθήσεως. τὸν Δία φαμὲν ὅτι

οὐ ψεύδεται, ἀλλ' Ἀγαμέμνων πεπλάνηται· ὁ μὲν γὰρ ἔφη· »θωρῆξαί

ἑ κέλευε καρηκομόωντας Ἀχαιοὺς πανσυδίῃ«, ὁ δὲ τὸ μέγιστον μέρος

παραλιπὼν, τὴν Ἀχιλλέως συμμαχίαν, εἰκότως τῆς ἐλπίδος ἐσφάλη,

μὴ νοήσας τὰς τοῦ θεοῦ φωνάς.

12bis

οὐ ψευδὴς ὁ ὄνειρος· ὁ μὲν γὰρ πανσυδίῃ κελεύει ἐξιέναι εἰς τὸν

πόλεμον, ὁ δὲ Ἀχιλλεὺς μετὰ τῶν ὑπ' αὐτὸν οὐκ ἐξῄει, ὥστε οὐ πάν-

τες ἐξῄεσαν.

12ter

* [πανσυδίῃ] ἐν δοτικῇ. διὰ τοῦ ν̅, ὡς ἀνστήτην, κατὰ Ἀρί-

σταρχον.

* πανσυδίῃ] Δωρικῶς.

* [νῦν] τὸ νῦν λαμβάνεται καὶ ἐπὶ ἀκαριαίου καιροῦ καὶ ἐπὶ πλείστου.

* τὸ νῦν 〈τοὺς〉 γʹ χρόνους δηλοῖ—ἀνάξει.» ἀληθεύει

δηλονότι 〈ὁ〉 Ὄνειρος.

* [εὐρυάγυιαν] εὐρυάγυια.

20

* ζητεῖται διὰ ποίαν αἰτίαν ὁ Ὄνειρος μάλιστα τῷ Νέστορι ὁμοι-

οῦται. ἐροῦμεν ὅτι μάλιστα αὐτὸν ἐτίμα ὁ Ἀγαμέμνων· φησὶ γοῦν·

«τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν» (Il. II. 372). ἢ ὅτι

σύμβουλος ἦν τῶν Ἑλλήνων. ἵνα οὖν ταχέως πείσῃ τὸν Ἀγαμέμνονα

τούτῳ αὑτὸν εἴκασεν.

27

* [σοῦ] ἀντιδιαστολὴ πρὸς Ἀχιλλέα, ἢ ὅτι πρόκειται τοῦ ῥήμα-

τος ἡ ἀντωνυμία.

34

* [ὕπνος ἀνήῃ] διαίρεσις. καὶ Πλάτων—ὁ ὕπνος.

41

[ὀμφὴ] θεία φήμη, οἱονεὶ ἡ τὸ ὂν φαίνουσα.

* [ἀμφέχυτο] ἐμφαντικὸν δὲ τὸ «ἀμφέχυτο» πρὸς τὸ μηδὲν αὐτῆς

ἐπιλελῆσθαι.

* [θείη δέ μιν ἀμφέχυτ' ὀμφή] λέγει ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνεί-

ρου φωνήν.

42

[χιτῶνα] χιτών παρὰ τὸ περικεχύσθαι ὅλῳ τῷ σώματι. ἰστέον

δὲ ὅτι—πέπλον.

43

νηγάτεον] οἱονεὶ νεήγατον, νεωστὶ γεγονότα.

* νηγάτεον] ὥσπερ παρὰ τὸ τείνομαι τατός γίνεται, οὕτως καὶ παρὰ

τὸ γείνομαι γατός, καὶ νεήγατος, καὶ ὑπερθέσει τοῦ ε̅ νηγάτεος. νηγά-

τεον δὲ ἢ ἀγέννητον, ἢ λεπτόν, ἢ νεήγατον τὸ νεωστὶ γεγονός. δηλοῖ δὲ

ὁ χιτὼν παρ' αὐτῷ καὶ τὸν σιδηροῦν.

[μέγα βάλλετο φᾶρος] μέγα δὲ ἱμάτιον ὅτι μέγας ἦν. πρεπώδης δὲ

〈ἡ〉 στολὴ τῷ ἐπὶ βουλὴν ἐξιόντι· ἡνίκα δὲ ἐπὶ πόλεμον, ὄμματα καὶ κε-

φαλήν· ἡνίκα δ' ἐπὶ ἐπισκοπὴν, τὴν λεοντῆν. τὸ δὲ φᾶρος καὶ ἐπὶ γυ-

ναικῶν.

44

* [πέδιλα] παρὰ τὸ—περιτίθεσθαι, ἢ παρὰ τὴν

ἕλην—θερμαίνοντα.

45

* [ξίφος] σπάθη, παρὰ τὸ σπᾶσθαι αὐτὴν τῆς θήκης.

* [προσεβήσετο] ἀπὸ μέλλοντος μετήχθη εἰς παρεληλυθότα· ἔστι

παρατατικὸς παθητικός.

* [Ὄλυμπον] αἱ γὰρ ἀκρώρειαι πρῶτον φωτίζονται.

53

* [ἵζε] τὸ ἵζε ἡ κοινὴ συστέλλει—βασιλεῖς λέγων.

γέγονε δὲ τοῦτο παρὰ τὸ ἕζω ἵζω. τὸ ἕζω παρὰ

τὸ ἕω τὸ κάθημαι.

[γερόντων] γέροντας τοὺς γερασμίους ἐνταῦθά φησι διδάσκων ὅτι

δεῖ—τοῖς ἤθεσιν.

56

[ἐνύπνιον] τὸ ἐνύπνιον ἐπίρρημα ἀντὶ τοῦ ἐνυπνίως.

58

* [φυήν τ' ἄγχιστα] ἴσως τὸ ἐξ εἴδους καὶ ψυχῆς φυὴν καλεῖ.

73

* [πειρήσομαι] ἀπόπειραν—ἢ ἀνάγκῃ.

74

[πολυκλήϊσι] τὰ ἔχοντα τὸ η εἰς ι μακροκατάληκτα ἐν τῇ συν-

θέσει ἀναδίδωσι τὸν τόνον.

* ἐξ οὗ πολυκώποις—καθέδραι.

* διὰ τί ἀστρατηγικῶς φεύγειν τοῖς ὄχλοις προστάσσει Ἀγαμέμνων;

ῥητέον ὅτι τῇ μεταγωγῇ τῶν πραγμάτων νεωτέρας τὰς ψυχὰς ποιῆσαι

ἐβουλήθη, ὅπως ἐπιθυμίᾳ τῶν πατρίδων ἐπιτέμωνται τὸν χρόνον τοῦ

πολέμου.

75

* [ὑμεῖς—ἐρητύειν ἐπέεσσιν] μισεῖ γὰρ τοὺς ῥιψο-

κινδύνους στρατηγοὺς ὁ στρατός.

76

* [τοῖσι δ' ἀνέστη] ἔθος ἦν τὸ παλαιὸν ὀρθοὺς δημηγορεῖν.

80-82

* διὰ τί κόλακα τὸν Νέστορα παρεισάγει Ἀγαμέμνονος λέ-

γοντα· «εἰ μέν τις τὸν ὄνειρον—εὔχεται εἶναι»; ῥητέον

οὖν ὅτι φιλοσοφικῷ ἐνθυμήματι χρῆται πιστεύσας τῷ ὀνείρῳ, ὁποῖόν τι

Μένανδρος ἐπεφώνησεν εἰπών·

ἃ γὰρ μεθ' ἡμέραν τις ὑπερεσπούδασεν,

καὶ ταῦτα νύκτωρ 〈εἶδεν〉.

εἰδὼς δὲ ἐνθυμούμενον τὰ τοῦ πολέμου τὸν Ἀγαμέμνονα εἰκότως εἴ-

ρηκεν ἀληθῆ τὸν ὄνειρον εἶναι.

82

* [νῦν δ' ἴδεν ὃς μέγ' ἄριστος] ἀληθῆ γὰρ δοκεῖ ὅσα θεοὶ, φη-

σὶ, ἀξιολόγους ἄνδρας διδάσκουσι λέγειν.

* οἷς γὰρ οἰκεῖον τὸ μεριμνᾶν, τούτοις—οὐκ ἂν ψεύ-

σαιτο.

86

[σκηπτοῦχοι βασιλῆες] καὶ γέροντες γὰρ καὶ ἱερεῖς ἐσκηπτρο-

φόρουν.

96

* [ἐννέα δὲ—κήρυκες] οἱ τῶν ἐννέα γερόντων—

Στέντωρ.

101

[τὸ μὲν Ἥφαιστος κάμε τεύχων] ὅπερ ὁ Ἥφαιστος ἔτευξε κα-

μών. ἔστι δὲ ἀντιστροφή.

102

* [Ἥφαιστος μὲν] ὁ τρόπος κλίμαξ.

104

* Ἑρμείας] ἀλόγως διὰ τῆς ει διφθόγγου γράφεται· γίνονται

γὰρ τοιαῦται παραγωγαὶ διὰ τοῦ ι̅α̅ς̅ καὶ ε̅α̅ς̅. καὶ εἰ μὲν διὰ τοῦ ι̅α̅ς̅,

διὰ τοῦ ι μόνου γράφεται, εἰ δὲ εὑρεθῇ ἔχοντα τὴν ει δίφθογγον,

κατὰ πλεονασμὸν τοῦ ι ἐστὶ, πλὴν τοῦ παρείας· ἐκ γὰρ τοῦ παρειά

ἔχει τὴν ει δίφθογγον· γέγονεν οὖν ἀπὸ 〈τοῦ〉 ἐρέω Ἑρέας καὶ Ἑρμέας

πλεονασμῷ τοῦ μ̅, ὡς ἐν τῷ μάλευρον, μοχλός, χερμάδιον, τέκμωρ,

ἀχυρμίαι, μεῖραξ, μία, ἀκμή, 〈καὶ〉 ἐρίζω ἐριζαίνω ἐριδαίνω καὶ

ἐριδμαίνω, καὶ 〈σκύζω σκυζαίνω σκυδαίνω καὶ〉 σκυδμαίνω· «Ἥρη,

μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν» (Il. XXIV, 65), 〈καὶ〉 ἀμβροσίη.

διὰ δὲ τοῦ α̅ παρὰ τῷ ποιητῇ 〈Ἑρμείας καὶ〉 Αἰνείας καὶ Αὐγείας.

* [ἄναξ] ἀντὶ τοῦ θεός.

* [Θυέστ'] ἀντὶ τοῦ Θυέστης ἢ ἀντὶ τοῦ Θυέστα, ἵνα ᾖ Θυέστα ἡ

εὐθεῖα. μεταπλασμὸς δὲ τοῦτο καλεῖται ὡς τὸ «μητίετα Ζεύς.»

χρῶνται δὲ αὐτῷ κατ' ἐξουσίαν οἱ ποιηταί. καίτοι τὸ α̅ οὐκ ἔστι κατα-

ληκτικὸν ἀρσενικοῦ ὀνόματος. ἢ νοήσωμεν ὅτι κτητικὴν ἀντὶ εὐθείας

εἶπε; πολλάκις γὰρ καὶ τοῦτο ποιεῖ.

107

* [λεῖπε φορῆναι] μέγα πρὸς ἀρχὴν παρασκευὴ πολυχρόνιος

καὶ παλαιὸν τροφῆς ἀξίωμα.

114

* [κακὴν ἀπάτην] ἔστι γὰρ—βουλεύεσθαι.

117

* [πολλάων πολίων] ἄδηλον εἴτε καθολικῶς—δεῖξαι

τοῦ θεοῦ.

118

* [τοῦ γὰρ κράτος] Πυθαγόρας φησὶ—τίς οὖν ἂν

εἴην ἐγὼ;

122

* [ἀνδράσι παυροτέροισι] οἱ μὲν γὰρ Τρῶες—δεκα-

τέσσαρας.

125

λέξασθαι] ἀπὸ κοινοῦ τὸ «ἐθέλοιμεν».

129

* [πλέας] ἀπὸ τῆς πλέες εὐθείας.

131

* [ἐγχέσπαλοι] ἔσειον δὲ αὐτὰ πρὸ τῆς ἀφέσεως, μήποτ' ἄρα

εἶεν κλασθέντα. οἱ τὰ δόρατα

πάλλοντες.

132

* [οἵ με μέγα πλάζουσι] ἀπείργουσι τῆς πολλῆς—

τὸ κοινόν.

[οὐκ εἰῶσι] ἡ δὲ διάλεκτος τοῦ «οὐκ εἰῶσι» Ἰάς.

* [ποτιδέγμεναι] προσθεὶς δὲ τὸ «ποτιδέγμεναι», ὀρθῶς καὶ κατ' ἐπι-

κράτησιν τοῦ θηλυκοῦ πεπλεόνακεν εἰπὼν οὕτως καὶ οὐ ποτιδέγμενοι.

144

* [κύματα μακρὰ] παραβολὴ τὸ σχῆμα—ἐναργεσ-

τέραν.

145

* [πόντου Ἰκαρίοιο] κεκλημένου οὕτως ἀπὸ Ἰκάρου—

Καλλίμαχος ἐν Αἰτίοις

157

* [αἰγιόχοιο] αἰγίς—Εὐφορίων

* [αἰγιόχοιο] 〈παρὰ δὲ τὸ αἴξ καὶ τὸ ὀχή. ὀχὴ δὲ τὸ εὐωχία〉

ἐλλείψει τοῦ ε̅ ὡς πολλάκις, καὶ δίχα τοῦ υ̅ ὡς τέχνη, 〈καὶ συστολῇ

τοῦ ω̅〉.

159

* [νῶτα θαλάσσης] ἰστέον ὅτι οὐδετέρως—τὸν νῶ-

τον.

158-159

[οὕτω δὴ—φεύξονται] οὕτως ἀδόξως εἰς φυγὴν

τραπήσονται. ἐκ τοῦ φεύγω.

161

* [Ἀργείην] ἐκ τοῦ Ἄργος Ἀργεία καὶ Ἰωνικῶς 〈Ἀργείη〉.

Ἀργείην τὴν Πελοποννησιακήν.

163

* [ἀλλ' ἴθι νῦν] οὐκ ἄτοπος καὶ τοῖς ἐνδόξοις ἡ χρειώδης ὑπη-

ρεσία.

164

ἀγανοῖς] πρᾳοῖς καὶ ὑπάγεσθαι δυναμένοις.

170

[ἐϋσσέλμοιο] σέλματα αἱ σανίδες.

171

[ἐπεί μιν ἄχος] ἄχος ἐστὶν ἡ ἄφωνος ἀνία.

173

* [διογενὲς Λαερτιάδη] τὸ σχῆμα—προσαγορεύεται.

175

πεσόντες] οὐκ ἐμβάντες, 〈ὅ ἐστι σύμβολον〉 ἀτάκτου φυγῆς.

181

[ἀμφιελίσσας] ἀμφοτέρωθεν ταῖς κώπαις ἐλαυνομένας ἢ εἰς

ἑκάτερα μέρη στρεφομένας.

183

[βῆ δὲ θέειν] ἀφείλετο τὴν ἀπόκρισιν ἡ ἔπειξις τοῦ καιροῦ.

[ἀπὸ δὲ χλαῖναν βάλε] ἀπεδύσατο τὴν χλανίδα διὰ τὸ μὴ ἐμποδί-

ζεσθαι ἐν τῷ τρέχειν, ἢ ἵνα μὴ δοκῇ ἐναντίος εἶναι τῷ βασιλεῖ τὸ

σκῆπτρον φέρων καὶ τὴν στολὴν ἐφειμένος. λαμβάνει δὲ τὸ σκῆπτρον,

ἵνα δοκῇ σὺν τῇ τοῦ βασιλέως γνώμῃ τούτους κωλύειν.

184

[κῆρυξ Εὐρυβάτης] ἕτερος δὲ ἦν οὗτος ὁ Εὐρυβάτης καὶ ἕτε-

ρος ὁ ἄνωθεν εἰρημένος τοῦ Ἀγαμέμνονος· οὗτος γὰρ δοῦλος ἦν αὐτῷ.

Ἰθακήσιος] ἕκαστος γὰρ τῶν βασιλέων εἶχεν ἰδίους κήρυκας.

186

* [ἄφθιτον αἰεί] ποιητικῶς τοῦτο πέπλασται· τὸ μὲν ἀθάνατον

ἐπὶ τῶν ἐμψύχων οἱ φιλόσοφοι τάσσουσι, τὸ δὲ ἄφθιτον ἐπὶ ἀψύχων.

190

* [δαιμόνιε] τὸ δαιμόνιε ποτὲ μὲν δηλοῖ τὸν ἀγαθὸν, ποτὲ δὲ

τὸν φαῦλον.

* αὕτη ἡ λέξις τῶν μέσων ἐστὶ—ἀνθρώπου.

191

* αὐτός] ἀντὶ τοῦ σύ.

194

* [ἐν βουλῇ δ' οὐ πάντες] μετρίως ἵνα μὴ καταισχύνῃ—

μὴ οὐκ ἠκούσαμεν;

195

* [μήτι] τὸ δὲ «μήτι» διστακτικόν ἐστιν.

196

* [θυμός] ὁ θυμὸς παρὰ τῷ ποιητῇ σημαίνει εʹ· τὴν ὀργὴν, ὡς

τὸ «θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων», ἢ τὴν ψυχὴν, ὡς

ὅταν εἴπῃ· «μελιηδέα θυμὸν ἀπηύρα» (Il. X. 495. Od. XI. 203)· τὴν

ἐπιθυμίαν, ὡς τὸ «ᾧ θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὐνῇ» (Od. V. 126)·

τὸ ἐπιλογισμὸν, ὡς τὸ «ἕτερος δέ με θυμὸς ἀνῆκε» (Od. IX. 302), καὶ

τὴν ὁμόνοιαν, ὡς τὸ «ἀλλ' ἕνα θυμὸν ἔχοντες νόῳ καὶ ἐπίφρονα βουλήν».

(Od. III. 128.)

199

* [τῷ σκήπτρῳ ἐλάσασκε] οἱ γὰρ θρασεῖς κολακευόμενοι ἐπαί-

ρονται. πῶς οὖν δημοχαριστὴς 〈κατὰ τοὺς τραγικοὺς〉 Ὀδυσσεύς;

200

* [ἀτρέμας—ἄκουε] ἵνα ἐκεῖνοι τούτων ἀκούοιεν καὶ

ἔκδηλος ἡ βουλὴ γένηται.

201

* [σέο] ὀρθοτονητέον τὴν «σέο.»

204

* [οὐκ ἀγαθὸν] οὕτως γοῦν ἡ Περσῶν ἀρχὴ—ἀφ'

οὗ φθορά.

205

[ἀγκυλομήτεω] τρία δηλοῖ τὸ ἀγκύλον παρὰ τῷ ποιητῇ· τὸ

σκολιόν—ὡς τὸ «ἀγκύλον ἅρμα.»

* ἀγκυλομήτης ὁ Κρόνος ἐκλήθη—ὥς φησι καὶ ἡ Δη-

μώ, ἢ ὁ ἐν…

212

*…

The complete text is available when the reading interface loads.