The Greek Library Author

Anonymous

Scholia in Iliadem

Authority group
Scholia In Homerum (catalogue association; authorship remains anonymous)
Edition reference
Scholia in Iliadem (scholia recentiora Theodori Meliteniotis) (e cod. Genevensi gr. 44), ed. Nicole, op. cit., vol. 2, 3–214.
CTS identifier
urn:cts:greekLit:tlg5026.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

5

ἀνέδ〉ην καὶ τὰ μὴ ἐσθιόμενα.

βουλή] ἤγουν 〈ἡ εἱμαρμένη〉 ἐτελειοῦτο.

[βουλή] ἡ Θέτις ἐπικρατεστάτη τῶν Ἑλλήνων.

6

...... διέστησαν ...... ὁ Ἀχιλλεὺς καὶ ......

διαστίζουσιν ἢ (?) καὶ (?) ἄν ...... οἱ δύο στίχοι ἀναφ......

καὶ ἐκ τούτου ἀντιλέγουσιν ...... μετ' Ἀχιλλέως γενέσθαι ...

... Ἀγαμέμνονος ...... τὸν στίχον καὶ τὸν ἑξῆς οἱ μὲν ......

τῷ προκειμένῳ ......νόμενον ᾖ ......

[διαστήτην] διὰ τὴν στήτην, διὰ τὴν γυναῖκα.

7

[Ἀτρείδης] πατρωνυμικόν· ἀντονομασία 〈ὁ τρόπος ἀντὶ τοῦ〉 Ἀγα-

μέμνων.

δῖος] ἔξοχος· 〈δῖος δέ ἐστι〉 καὶ Ἀχιλλεὺς 〈πάντων χάριν, καὶ Ὀδυσ-

σεὺς〉 φρονήσεως, Ἀλέ〈ξανδρος δὲ καὶ Κλυται〉μνήστρα κάλ〈λους,

Εὔμαιος εὐνοίας, θάλασσα δὲ καὶ〉 Χάρυβδις μεγέθους. τὸν δὲ Ἀχιλ-

λέα καὶ διογενῆ δίχα τοῦ κυρίου· «αὐτὰρ ὁ διογενής». (Il. XXI. 17).

[δῖος] 〈δῖοι〉 οἱ ἔχοντες τὸ γένος ἀπὸ τοῦ Διός.

7bis

τρεῖς ἀρεταὶ διηγήσεως· σαφήνεια συντομία πιθανότης.

8

τίς τ' ἄρ σφωε] 〈οἱ περὶ τὸν Σιδώνιον τῇ «σφῶϊ» ἀρέσκονται, οὐ

καλῶς· ἡ γὰρ «σφῶϊ»〉 δηλοῖ δύο πτώσεις, τὸ ὑμεῖς καὶ τὸ ὑμᾶς.

ἄλλως· τίς τ' ἄρ σφωε] ἐν δὲ τῇ εἰσβολῇ τὸν λόγον ἀναρ〈τήσας φιλο-

τέχνως διηγ〉εῖται τὴν μῆνιν· τοιοῦτος δέ ἐστι, κεφαλαιωδέστερον ἐκ-

διδοὺς τὰς περιοχὰς, καὶ ἐξ ἀναστρ〈οφῆς κατὰ μέρος διηγού〉μενος.

9

[Λητοῦς καὶ Διὸς υἱὸς] εἴδη προσωποποιΐας εἰσὶ γʹ· προσωποποιΐα

ἠθοποιΐα καὶ εἰδωλοποιΐα. καὶ προσωποποιΐα μέν ἐστιν ὅταν παριστᾷς

πρόσωπόν τινος μὴ λαλοῦν, καὶ ποιῇς αὐτὸ ὅτι λαλεῖ, ὡς τὸ «Λητοῦς καὶ

Διὸς υἱός»· ἠθοποιΐα δὲ ὅταν παρεισάγῃς ἦθός τινος γεωργοῦ .....

εἰδωλοποιΐα δὲ ὅταν παριστᾷς πρόσωπον τινὸς νεκροῦ, καὶ ποιῇς αὐτὸ

ὅτι λαλεῖ, ὡς τὸ «Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών.»

(Eur. Hec. 1. 2.)

9bis

[ὁ γὰρ βασιλῆϊ χολωθεὶς] διαπορεῖται ποίῳ βασιλεῖ, τῷ Ἀχιλλεῖ

ἢ τῷ Ἀγαμέμνονι, ὃ κρεῖττον.

10

[νοῦσον] Ἰωνικῶς.

[ὀλέκοντο] Ἰωνικῶς.

11

[τὸν Χρύσην ἠτίμησεν ἀρητῆρα] ὑπερβατὸν, ἵν' ᾖ· τὸν ἀρητῆρα

Χρύσην· τὰ γὰρ ἐπιθετικώτερον συντασσόμενα κυρίοις ἢ προσηγορι-

κοῖς τὰ ἄρθρα δέχονται, εἰ μὴ 〈τὰ ῥήματα διαφόρων γν〉ώσεων κατη-

γοροίη· τότε γὰρ ἀδιάφορον τὸ ἄρθρον. —κατὰ συλλογισ-

μὸν 〈δὲ ἡ διήγησις· εἰ γὰρ θεοφι〉λεῖ τις ἀνδρὶ προσκρούων—

οὕτω κολάζεται, τί οὖν πείσεται 〈ἰδιώτης;〉.

[ἀρητῆρα] ἀρητὴρ δὲ παρὰ τὸ αἴρειν τὰς χεῖρας εἰς εὐχήν, ἢ παρὰ

τὸ ἀρέσκειν.

12

θοὰς] ταχείας, σημαίνει δὲ 〈καὶ〉 ὀξείας, ὡς ἐν ἐκείνοις· «ἔνθεν

δ' αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν». (Od. XV. 299.)

13

[λυσόμενος—ἄποινα] τὸ σχῆμα πρωθύστερον, θύγα-

τρα δὲ συγκοπή.

[ἀπερείσια] ἐκ τοῦ πέρας πέρατος γίνεται ἄπειρος καὶ ἀπειρέσιος.

13bis

[λυσόμενός τε θύγατρα] ἰστέον ὡς 〈εἰς〉 Θήβας 〈ἥκουσα ἡ Χρυ-

σηῒς πρὸς Ἰ〉φιόνην, τὴν Ἠετίω〈νος μὲν ἀδελφὴν, Ἄκτορος〉 δὲ θυγα-

τέρα, θύουσαν 〈Ἀρτέμιδι, ἥλω ὑπὸ Ἀχιλλέως〉.

13ter

[ἄποινα] ἄφοινά τινα ὄντα, τὰ ἕνεκεν φόνου διδόμενα.

13-14

[φέρων τ' ἀπερείσι' ἄποινα, στέμματ' ἔχων ἐν χερσὶν] 〈εἰ μὲν

εἶεν θεο〉σεβεῖς, τὸ στέμμα, εἰ δὲ 〈φιλοχρήμα〉τοι, τὰ ἄποινα, εἰ δὲ οἰ-

〈κτίρμονες, τὸ〉 γῆρας αἰδεσθήσονται.

[ἄποινα] τὰ δῶρα τοῦ Χρύσου· χρυσὸς ἐσθὴς καὶ χαλκός.

13quat

[ἄποινα] ἄποινα γίνεται ἐκ τοῦ ποινή, τοῦτο ἐκ τοῦ φόνος, τοῦτο

ἐκ τοῦ φένω, τὸ ἀναιρῶ, τοῦτο ἐκ τοῦ ἔνω, τὸ φονεύω, ἐξ οὗ καὶ Ἐνυ-

άλιος καὶ Ἐνύω, ἡ πολεμικὴ θεός, τοῦτο δὲ παρὰ τὸ ἔω τὸ πληρῶ·

πλεονάζει γὰρ τὸ ν̅ πολλάκις ἐν τοῖς στερητικοῖς, οἷον ἀνάξιος, ἀναίσ-

χυντος, ἀναλκής ......

13-14bis

** τρεῖς ἐνταῦθα αἰτίας ἐξηρτημένας ἀλλήλων τίθησιν.

14

** [στέμματ' ἔχων] ὡς ἐλαφρὸν 〈ὂν〉 εἶπεν «ἔχων», διότι δαφνινὸν

ἦν.

14bis

[στέμματ' ἔχων] πληθυντικῶς.

15

[χρυσέῳ] 〈ὁ στίχος ἔχει〉 τὴν καλουμένην περὶ τὸ μέτρον συνίζησιν.

15bis

[χρυσέῳ ἀνὰ σκήπτρῳ] περὶ τῇ κεχρυσωμένῃ τε καὶ βασιλικῇ

ῥάβδῳ.

15ter

** [ἀνὰ] ἡ ἀνά τὴν ἄνω σχέσιν δηλοῖ παρά τισιν, ἵνα νοῆται τὸ

στέμμα ἐξαρτᾶσθαι τοῦ σκήπτρου.

16

[Ἀτρείδα] Ἀγαμέμνονα καὶ Μενέλαον.

18

[δοῖεν] 〈ἡ〉 ἀνάγκη ποιεῖ αὐτὸν 〈καὶ τοὺς οἰκείους ἐπ〉αρᾶσθαι,

καὶ εἰκότως· 〈οὐ βουλόμενοι〉 γὰρ κολάζειν Ἀλέξανδρον 〈οἱ Τρῶες,

τ〉οῖς ἔγγιστα κακῶν πρόξε〈νοι γίνον〉ται.

[δώματα] παρὰ τὸ δομῶ δομήσω δό〈μημα καὶ〉 κατ' ἀπο〉κοπὴν δῶ-

μα· τὸ δὲ δομῶ 〈παρὰ τὸ δέ〉μω. εἰσὶ δὲ τοιαῦτα τρέποντα 〈τὸ ε̅ εἰς

ω̅〉· νέμω νωμῶ, πέτω 〈πωτῶ〉.

19

Πριάμοιο πόλιν] λεληθότων 〈πόθων〉 ὑπέμνησεν αὐτοὺς, ἵνα οἰκ-

τεί〈ρωσιν αὐτὸν〉 ὑπὲρ τῆς θυγατρὸς δεόμενον.

[Πριάμοιο] ὁ Πρίαμος τὸ πρῶτον ἐκα〈λεῖτο Ποδ〉άρκης, ἐντεῦθεν 〈δὲ〉

προσηγορεύθη 〈Πρίαμος. Ἡ〉σιόνην τὴν Λαομέδοντος θυ〈γατέρα ....

προ〉κειμένην κήτει θαλασσίῳ 〈κελεύσαντος〉 Ποσειδῶνος, μᾶλλον δὲ

Ἀπόλ〈λωνος, Ἡρακλῆς〉 περιέσωσεν ἐπὶ μισθῷ, οὐκ 〈ἀποδόντος δὲ

ἐκείνου τὰ〉 συγκείμενα, εἷλεν Ἴλιον πολέ〈μῳ, καὶ Λαο〉μέδοντα χειρω-

σάμενος, αἰχ〈μάλωτον ἔλα〉βε τὴν Ἡσιόνην. ἡ δὲ τὸν ἀ〈δελφὸν Ποδ〉άρ-

κην νήπιον ὄντα χρυσῆς 〈καλύπτρας ἧς〉 εἶχεν ἐπρίατο, καὶ εἴασεν ἐν

τῇ 〈πόλει αὐτὸν τρέφ〉ειν. ὁ δὲ ἀντὶ τοῦ Ποδάρκης ἐ〈κλήθη Πρίαμος,〉

ἡ δὲ Ἴλιος «Ἄτης λόφος» ἐκα〈λεῖτο·〉 ἐκεῖ γὰρ τὸν Κρόνον ὁ Ζεὺς ἐξ〈ε-

ναρίξαι〉 λέγεται, ὡς ὁ Λυκόφρων· «〈Ἄτης ἀπ'〉 ἄκρων βουπλανο-

〈κτίστων λόφ〉ων». (v. 30)

19bis

[ἱκέσθαι] μέσος ἀόριστος δεύτερος· διὸ παρωξύνθη.

22

[ἔνθα] 〈χρον〉ικὸν ἐπίρρημα· ἐνταῦθα.

ἄλλοι] δεισί〈δαιμον γὰρ καὶ μισοπόν〉ηρον τὸ πλῆθος.

23

[ἱερῆα] 〈ἱερέα καλοῦσιν ὡς τιμῶν〉τες, ἄποινα δὲ τὰ ἐπὶ λύτρῳ

φόνου διδόμενα, ἄφοινά τινα ὄντα.

24

[ἥνδανε] εἰκότως οὐκ ἤρκεσε τῷ Ἀγαμέμνονι· οὐ γὰρ παρὰ τοῦ

Ἀγαμέμνονος ᾔτειτο, ἀλλὰ παρὰ τῶν ἀρχομένων· «〈ἐλίσσετο πάντας

Ἀ〉χαιοὺς», ἢ μὴ ἐπικηρυκευσάμενος ἧκεν εἰς τὴν ἐκκλησίαν.

24bis

ἥνδανε] παρὰ τὸ ἥδω ἁδάνω 〈ἁνδά〉νω, σημαίνει δὲ τὸ ἀρέσκω

καὶ 〈τὸ ἐπι〉θυμῶ καὶ τὸ εὐφραίνομαι.

24ter

θυμῷ] κυρίως λέγεται θυμὸς 〈μέρος τῆς ψυχῆς〉, τρία δὲ αὐτῆς

ἐστι, καθά φησιν 〈ὁ〉 Πλάτων, μέρη· τὸ μὲν λογιστικὸν, τὸ ἐν τῇ κεφαλῇ

καθιδρυμένον· τὸ δὲ θυμικὸν, τὸ 〈ἐν τῇ καρδίᾳ〉· τὸ δὲ ἐπιθυμητικὸν, τὸ

ἐν τῷ ἥπατι, τὸ περὶ γαστέρα καὶ τὰ λοιπά. καὶ τοῦ μὲν λογιστικοῦ

ἐστιν ἀρετὴ φρόνησις, κα〈κία δὲ ἀφρο〉σύνη, τοῦ δὲ θυμικοῦ ἀρετὴ

ἀνδρεία, κακία δὲ δειλία, τοῦ δὲ ἐπιθυμητικοῦ ἀρετὴ ἐγκράτεια, κακία

δὲ 〈ἀκολασία. ὁ〉 μὲν οὖν θυμὸς παρὰ τῷ ποιητῇ 〈τὴν〉 ψυχὴν σημαίνει,

ὡς ἐν τούτῳ· «ἔνθ' 〈ὅγε τοὺς ἐνά〉ριζε, φίλον δ' ἐξαίνυτο θυμόν»

(Il. V. 155), καὶ τὰ μέρη αὐτῆς· τὸν μὲν λόγισμον· «〈ἕτε〉ρος δέ με

θυμὸς ἀνῆκε» (Od. IX, 302). τὸ δὲ θυμ〈ῶδες, ὡς ἐν τῷ〉 «σὺ δὲ

μεγαλήτορα θυμὸν ἴσχειν ἐν στ〈ήθεσσι〉· φιλοφροσύνη γὰρ ἄμεινον»

(Il. IX, 255—256)· τὸ δὲ ἐπιθυμητικὸν οὕτως· «ᾧ θυμῷ εἴξ〈ασα μίγη〉

φιλότητι καὶ εὐνῇ.» (Od. IV. 126).

24quat

[θυμῷ] 〈θυμὸς〉 ἡ ψυχή ἡ ὀργή ἡ ἐπιθυμία ὁ ἐπιλογισμὸς ἡ

ὁμόνοια.

25

ἀλλὰ κακῶς ἀφίει] ἐκ τοῦ 〈ἵημι〉, τὸ πέμπω, ἱῶ, ἵουν ἵεις 〈ἵει〉

καὶ ἀφίει. ἰστέον δὲ ὅτι τοῦ τίθημι καὶ ἵημι καὶ δίδωμι οἱ παρῳχημένοι

μᾶλλον ἀπὸ τῶν εἰς ω̅ εἰσὶν ἐν χρ〈ή〉σει ἤπερ ἀπὸ τῶν εἰς μι.

25bis

[μῦθον] μῦθος· τὸ μύω σημαίνει δύο· τὸ μανθάνω καὶ τὸ καμ-

μύω.

[ἔτελλε] τὸ τέλος πολλὰ σημαίνει· τέλος τὸ τάγμα, ποτὲ δὲ 〈τὸ〉 τοῦ

συμπεπληρωμένου πράγματος ἢ ἔργου τέλος, ποτὲ δὲ τὴν 〈τῶν〉 ἐπει-

σαγομένων ὠνίων φοιτῶσαν ταῖς πόλεσι πρόσοδον, ποτὲ δὲ τὰς ἀρχὰς

καὶ τὰ ἀξιώματα.

[ἔτελλε] ἐκ τοῦ τέλλειν, τὸ προστάσσειν.

26

μή σε γέρον] μετὰ σπουδῆς—δυσωπεῖ τοὺς Ἕλληνας

γέρον] τὰ εἰς ων βαρύτονα φυλάττει τὸ ω̅ καὶ ἐπὶ γενικῆς· Ἱέρων

Ἱέρωνος, Νέρων Νέρωνος· τὸ δὲ γέρων σεσημείωται ὡς μετοχικὸν,

κλ〈ίνεται δὲ〉 διὰ τοῦ ν̅τ̅. γέγονε δὲ παρὰ τὸ εἴρω τὸ λέγω ἔρων καὶ

γέρων· λεκτ〈ικοὶ〉 γὰρ οἱ γέροντες· ἢ παρὰ τὸ ἔρρω τὸ φ〈θεί〉ρω

〈ἔρρων〉 ἔρων καὶ γέρων, ὁ πρὸς φθορὰν ἀποβλέπων.

νηυσὶ] Ἰωνικῇ προπῇ τοῦ α̅ εἰς η̅ ναῦς ναός. δύο μόνα εἰσὶν εἰς α̅υ̅ς̅

θηλυκά· ναῦς καὶ γραῦς. κλίνονται δὲ ἀμφότερα διὰ καθαροῦ τοῦ α̅.

μετὰ συστολῆς τῆς παραληγούσης ἡ 〈γενικὴ〉 Ἀττικῶς γίγνεται νεώς,

Ἰωνικῶς νηός· γέγονε δὲ παρὰ τὸ νῶ τὸ πορεύομαι.

[κιχείω] ἀντὶ τοῦ κιχείοιμι.

27

[δηθύνοντα] ἐκ τοῦ δήν ἐπιρρήματος.

αὖτις] Ἀττικοὶ αὖτις καὶ αὖθις ἑκατέρως λέγουσιν.

28

μή νύ τοι οὐ χραίσμῃ] οὐ κατάσχῃ, ἀπείργῃ· τάχα δὲ τοῦτο

〈ὑπολαμβάνει〉· οὐκ ἐθελήσει ὁ θεὸς ἐπακούειν αὐτοῦ· ὁ γὰρ περιϊδὼν

αὐτοῦ τὴν θυγατέρα αἰχμάλωτον, πῶς 〈ἂν〉 ἀγανακτήσειεν οὐκ ἀπο-

διδομένης;

28bis

* [μή νύ τοι οὐ χραίσμῃ] 〈ἀναιρεῖ τὴν ἐλ〉πίδα, οὐχ ὡς ἀσεβὴς,

ἄλλ' 〈ἔστι〉· μήποτε ὁ θεὸς οὐκ ἀνέξεται τῆς σῆς ἀναιδείας ὥσπερ

πορθούμενον περιεῖδε πάντως καὶ φο..μενον.

[σκῆπτρον] τὸ σκήπτω σημαίνει δύο, τὸ ἐπερείδομαι καὶ τὸ 〈προφα-

σί〉ζομαι, ἐξ οὗ καὶ 〈τὸ〉 σκῆψις

29

πρίν μιν καὶ γῆρας] πρότερον 〈ἂν〉 τὸ γῆρας αὐτὴν καταλάβοι

ἢ λυθείη, ὅ ἐστι γ〈ηράσει〉 μᾶλλον παρ' ἐμοὶ ἢ λυθήσεται.

30

ἐν Ἄργει] ἰστέον ὅτι τὸ πάλαι ἡ Πελοπόννησος εἰς εʹ διῄρητο

μέρη· Ἠ〈λίδα〉 Λακωνικὴν Ἀργολικὴν Μεσσηνιακὴν Ἀρκαδικήν.

ἄλλως· ἰστέον ὅτι αἱ τοιαῦται δοτικαὶ, ἐὰν μὲν ἐπιφέρηται 〈σύμφωνον〉,

διαιροῦνται· «Διομήδεϊ Παλλὰς Ἀθήνῃ» (lI. V. 1), εἰ δὲ φωνῆεν, 〈οὔ〉·

«σῷ θάρσει, ὅτ' ἐμὸν δολιχόσκιον ἔγχος.» (Il. VI, 126), ἐὰν μὴ κατα-

λύη〈ται〉 μέτρον, οἷον· «〈χαρι〉ζομένη πόσεϊ ᾧ (H. V, 71). τινὰ δὲ καὶ

χωρὶς μέτρου παρήλλακται· »πλήθει πρόσθε βαλόντες« (Il. XXIII, 639)

»μετέπειτα 〈δὲ ἡδέϊ οἴνῳ〉« (Od. XI, 27.)

31

[ἱστὸν ἐποιχομένην] ἀπορία καὶ λύσις· αἱ πάλαι γυναῖκες ἑστῶσαι

ὕφαινον ἐπι〈πορ〉ευόμεναι τὸν ἱστόν.

32

[σαώτερος] συγκριτικὸν ἀντὶ τοῦ ἁπλοῦ

33

** [ἔδδεισε] πρὸς γέροντα ὑποπτήξαντα ἐπὶ ἀπειλαῖς καὶ πεισ-

θέντα εὖ ἔχει ῥηθῆναι τὸ »ἔδδεισε.«

34

[βῆ] 〈τὸ〉 σχῆμα ἀφαίρεσις· ἀφαίρεσις δὲ λέγεται ἡ ἐκ τῆς

ἀρχῆς ἄρσις, οἷον ἔβη βῆ, ἐκεῖνος κεῖνος. 〈λέγεται〉 δὲ ἡ ἐκ τοῦ μέσου

ἄρσις, οἷον οὐχὶ οὕτως οὐχ οὕτως, 〈συγκοπή, λέγεται δὲ ἡ ἐκ τοῦ

τέλους ἄρσις〉 ἀποκοπή, οἷον δῶμα δῶ, ὡς Ὅμηρος λέγει.

[ἀκέων] τὸ καταπεπληγμέ〈νον ἐμ〉φαίνει διὰ τῆς σιωπῆς· 〈μόνη

γὰρ λεί〉πεται τοῖς λυπουμένοις 〈ἡ ἀφω〉νία.

[θῖνα] αἰγιαλὸς ἀπὸ τοῦ θείνεσθαι, 〈τουτέστ〉ι τύπτεσθαι τῇ προσρήξει

〈τῶν〉 κυμάτων.

[ἀκέων παρὰ θῖνα.] ἄλλως· ἔστι δὲ καὶ ἀρσενικόν· »ἐκβάντες δ'

ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον 〈ἀκτ〉ήν« (Théocrite, XXII, 33.), εἰ μὴ

ἔοικε τῷ »θῆλυς 〈ἐέρ〉ση.« (Od. V, 467).

34bis

[πολυφλοίσβοιο] ὀνοματοποιΐα ὁ τρόπος.

πολυφλοίσβοιο] ῥοῖζος τῆς σαγίττας, φλοῖσβος τῆς θαλάσσης, ῥοῖβδος

ἡ ἀνέμου πνοή.

36

[τὸν ἠΰκομος τέκε Λητώ] παρεμβολή. ἡ εὔκομος, ἀπὸ μέρους

καλή.

[Λητώ] Κοίου καὶ Φοιβῆς θυγάτηρ.

[Λητώ] ἀλληγορία· ἡ λάθησις.

37

[κλῦθι] τὸ κλῶ σημαίνει τὸ κλάω, ἐξ οὗ καὶ τὸ κλαίω, παρὰ τὸ

κλᾶσθαι τὴν φωνὴν, τὸ κα〈λῶ〉, ἐξ οὗ καὶ 〈τὸ〉 κλῆρος, τὸ ἐπαινῶ, ἐξ

οὗ τὸ κλέος, τὸ φωνῶ, ἐξ οὗ καὶ κλύω καὶ κλῦμι. τὸ δὲ κλῦθι Λαμψα-

κηνῶν.

37bis

[κλῦθι] ὁ Χρύσης μάγ〈..... ἵ〉να γένηται ὁ ἥ〈λιος ἐντι〉μότερος.

37ter

[κλῦθι] ἰστέον ὅτι τὰ 〈διὰ〉 τοῦ ύω ποιοῦντα παράγωγα εἰς μ̅ι̅,

εἰ μέν εἰσιν ὑπὲρ δύο συλλαβὰς, οὐκ ἔχουσι μέλλοντας, εἰ δὲ δισσύλλα-

βοι, ποιοῦσι καὶ μέλλοντας· φῦμι φύσω ἔφυν, δῦμι δύσω ἔδυν.

[κλῦθι] ὁ Κύκλωψ υἱὸς 〈τοῦ〉 Ποσειδῶνος συμφ〈ώνῳ χρῆ〉ται ἀρᾷ.

(Od. IX, 528 sqq.)

[μευ] διαλύσει Ἰωνικῇ ἔμεο, καὶ κράσει Δωρικῇ ἐμεῦ.

ἀργυρότοξε] παρὰ τὸ ἀργός, ὃ 〈σημ〉αίνει τὸ λευκός, τοῦτο παρὰ

τὸ 〈ἀγ〉λαός, καὶ τροπῇ τοῦ ἀμετα〈βόλου〉 εἰς ἀμετάβολον καὶ ἐν ὑπερ-

βιβασμῷ ἀργός.

37quat

ἀργυρότοξε] ἀλληγορία· αἱ ἀκτῖνες τοῦ ἡλίου καθαραί.

37-38

[Χρύσην] 〈Χρ〉ύσα μὲν ἦν πόλις Τρωϊκή. 〈Κίλλαν (?) δὲ

λέγει τὴν〉 Ἀστερίαν νῆσον, 〈ἐν ᾗ ἔτεκεν ἡ Λητὼ τὴν〉 Ἄρτεμιν καὶ

τὴν Ἀπόλλωνα.

38

ἀμφιβέβηκας] τὸ μέγεθος τοῦ θεοῦ ἡ μεταφορὰ δηλοῖ ἐκ 〈τῶν

τετραπόδων, ὡς〉 περιβεβηκότος αὐτοῦ τὴν πόλιν.

[ἀμφιβέβηκας] ὑπερμαχεῖς.

38bis

[Κίλλαν] ἔστι δὲ πολίχνιον τῆς Τρῳάδος.

[Τενέδοιο] Λευκόφρυς.

[Τενέδοιο] νῆσος πρὸ τῆς Τροίας.

38ter

[Τενέδοιο] ὁ Κύκνος υἱὸς Ποσειδῶνος ......

[ἶφι] ἀπὸ τοῦ ἴς, 〈ὃ〉 σημαίνει δύναμιν.

39

Σμινθεῦ] ἐπίθετον τοῦ Ἀπόλλωνος· Σμίνθος γὰρ τόπος τῆς Τρῳ-

άδος, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος Σμινθίου.

[Σμινθεῦ] πρὸς τὸν Ἀπόλλωνα ἐπιθετικόν.

ἔρεψα] ἀντὶ τοῦ ἐστεφάνωσα· παρὰ τὸ ἐρέφω, ὅθεν καὶ εἰραφιώτης

—αὐτὸν πλέκεσθαι.

40

ἔκηα] ἐπὶ τῶν βωμῶν ἔκαυσα, τουτέστιν ἐκάρπωσα. ὁ μέλλων

καύσω, ὁ ἀόριστος ἔκαυσα καὶ Ἰωνικῶς ἔκηα.

41

ἠδ' αἰγῶν] θυσίαις ταύρων καὶ αἰγῶν ἥδεται Ἀπόλλων—

τὰ κέρατα τούτων.

[ἠδὲ] τὸ ἠδέ ἀντὶ τοῦ καί.

42

τίσειαν] τιμωρίαν δίδοιεν, παράσχοιεν.

ἄλλως· τίσειαν Δαναοὶ ἐμὰ δάκρυα] διὰ τί δὲ ὁ Χρ〈ύσης οὐ〉 κατὰ

Ἀγαμέμνονος—ἀπόδοσις δὲ τῆς κόρης, καὶ ἀποθανὼν μὲν

〈Ἀγαμέμνων〉 ἄλυπος ἦν, ζῶν δὲ βασ〈ανίζεται〉 ἅτε βασιλεὺς βλέπων

〈ἀπολλυ〉μένους τοὺς ὄχλους, ἢ ὅτι πᾶ〈σιν ἠρ〉άσατο ἀνθ' ὧν πάντες

〈ὁμοῦ γενό〉μενοι οὐκ ἐπέσχον τὴν τοῦ βα〈σιλέως ὕβριν〉. δικαίως οὖν

αὐτοὶ—ἀνδρὸς ἀπηύρα».

42bis

** [τίσειαν] ἱκέτου λόγος· δίκας λαβεῖν αἰτεῖται κατὰ τῶν πολλὰ

λυπησάντων.

43

[εὐχόμενος] τριχῶς λέγεται· εὔχομαι τὸ εὐχὰς ἀποδίδωμι, εὐχό-

μαι ἀντὶ τοῦ λέγομαι, καὶ εὔχομαι τὸ καυχῶμαι.

Φοῖβος] καθαρός, ἀμίαντος 〈ἢ μαντευ〉τικός· φοῖβον γὰρ τὸ καθα-

ρόν· 〈ἴσως〉 δὲ μαμμωνυμικῶς αὐτὸν καλεῖ ἀπὸ Φοίβ〈ης, ὡς καὶ Ἡσίο-

δος〉.

ἄλλως· φαόβιός τις ὢν, 〈τουτέστιν〉 ὁ καθαρὸν βίον ἔχων, 〈ἤγουν

τὸν〉 βιὸν ἤτοι τὸ τόξον ἔχων λαμπρόν.

44

Οὐλύμποιο] ὄρος Μακεδονίας ὁ Ὄλυμπος, τὸ σφαιροειδὲς τῆς

φ〈ύσεως〉 καὶ ὁ οὐρανός.

κῆρ] περισπωμένως μὲν τὴν ψυχὴν, ὀξυτόνως δὲ τὴν θανατηφόρον

μοῖραν 〈σημαίνει〉.

45

[ἀμφηρεφέα] κοινή ἐστιν, οὐκ ἔκτασις.

46

ἐπ' ὤμων] ὦμος καὶ νῶτος διαφέρει· ὦμος παρὰ τὸ ὦ τὸ βαστάζω,

νῶτος δὲ ἡ ῥάχις ......

47

[νυκτὶ ἐοικώς] σκότει παραπλήσιος, φοβερὸς καὶ ἀόρατος.

48

ἕζετ' ἔπειτα] τῷ εἶτα προσετέθη ἡ ἐπὶ πρόθεσις, λοιπὸν γέγονεν

ἐπίειτα, καὶ κατὰ κρᾶσιν ἔπειτα, καὶ ἀπετελέσθη σύνδεσμος.

49

δεινὴ δὲ καὶ φοβερὰ ἠχὴ ἐγένετο ἀπὸ τοῦ βιοῦ, τῆς νευρᾶς τοῦ

ἀργυροῦ τόξου.

[βιοῖο] προπερισπᾶται ἀπὸ ὀνομαστικῆς τῆς βιός ὀξυτόνου, διὰ τὴν πρὸς

τὸν βίον ἀντιδιαστολήν· ἔοικε δὲ ὑπὸ τῶν ἀρχαίων ὁμωνύμως λέγεσθαι

βιὸς τὸ τόξον 〈καὶ ἡ ζωή. Ἡρά〉κλειτος γοῦν ὁ σκοτεινός· «τῷ τόξῳ

ὄνομα μὲν βιὸς, ἔργον δὲ θάνατος». ἤτοι οὖν παρὰ τὴν βίαν τῆς τά-

σεως, 〈ἢ ὅτι〉 δι' αὐτοῦ τὰ πρὸς τὸν βίον οἱ ἀρχαῖοι 〈εἶχον〉 ἐν ταῖς θή-

ραις αὐτῷ χρώμενοι.

49bis

[βιοῖο] τῆς τοῦ τόξου νευρᾶς, παρὰ τὸ εὔβια πέμπεσθαι.

50

οὐρῆας μὲν πρῶτον] διὰ τί δὲ ἀπὸ τῶν κυνῶν—φρον-

τίζοντες οὐ ζητοῦσιν.

50bis

** [πρῶτον] ἀντὶ τοῦ πρώτους. Ἀττικὸν τὸ σχῆμα. Man. rec.

50-51

Φιλάνθρωπος ὢν ὁ θεὸς πρῶτον τὰ ἄλογα ζῷα τιμωρεῖ,

ἵνα φόβῳ παρακαλῇ τὸν Ἀγαμέμνονα 〈εἰς τὸ εὐσεβεῖν〉, εἶτα τοὺς λαούς.

καὶ οὐ τὸν Ἀγαμέμνονα διὰ πλείονας τιμω〈ρεῖ .....〉 αὐτοῦ, ὡς

ἂν ὁρῶν τὸν λαὸν αὐτοῦ φθειρόμενον λυπῆται πλειόνως.

ἀργούς] σημαίνει ἡ λέξις τὸν ἐν τῇ συνηθείᾳ ἀργόν, 〈ση〉μαίνει δὲ

πρὸς ἀντίφρασιν τὸν ταχὺν καὶ τὸν λευκόν.

51

διὰ τί ὁ Ἀπόλλων ὑπὲρ τοῦ Χρύσου οὔτε τὸν Ἀγαμέμνονα

〈οὔτε τῶν ἄλλων βασιλέων οὐδένα τιμωρεῖ; ῥητέον ὅτι εἰ Ἀγαμέμνων〉

ἢ ἄλλος τις βασιλεὺς ἀπώλετο, ᾤχοντο ἂν ἀποπλέοντες, καὶ οὐδ' ἂν

ἀπεδόθη ἡ Χρυσηῒς, σωζ〈ομένων δὲ τῶν βασιλέων, μέλλουσιν ἀπο〉δώσειν.

51bis

αὐτὰρ ἔπειτ' αὐτοῖσι] διαφέρει τὸ αὐτάρ τοῦ δέ, ὅτι ὁ μὲν

—ὑποτάσσεται.

ἐχεπευκὲς] ἔχον πικρίαν—αὐτῆς ἐστι πικρόν. Gen.

ajoute· ἤγουν πίσσα.

[ἐχεπευκὲς] μετὰ τὸ κοπῆναι τὴν κορυ〈φὴν〉 ἄλλοτε οὐ θάλλει.

52

[βάλλε] ἐτίτρωσκεν, ἐκ βολῆς ἀνῄρει.

[αἰεὶ δὲ] τότε διὰ παντός.

[αἰεὶ] 〈ἰστέον ὅτι〉 τοῦ αἰεί καὶ ἀεί φωναὶ δώδεκα· αἰεί καὶ αἰέν καὶ

〈αἰείν〉 ποιητικῶς, 〈καὶ〉 ἀεί συνεσταλμένου τοῦ α̅ καὶ 〈ἐκ〉 τεταμένου,

καὶ αἰΐ Αἰολικῶς διὰ τοῦ ι̅, 〈καὶ αἰΐν〉 παρὰ τοὶς αὐτοῖς σὺν τῷ ν̅, καὶ

ἀΐ δισυλλάβως, ἐξ οὗ καὶ τὸ ἀΐδιος, 〈καὶ〉 ἠΐ παρὰ τοῖς Βοιωτοῖς,

〈καὶ αἰή παρὰ τοῖς Ταραντινοῖς,〉 καὶ Δωρικῶς αἰές· εὕρηται δὲ καὶ

ἀέ παρὰ 〈Πει〉σάνδρῳ.

θαμειαί] συνεχεῖς. πῶς, φασὶν, ὁ ποιητὴς ἐναντία ἑαυτῷ λέγει

—φθειρόμενοι ἐκαίοντο.

ἄλλως θαμειαί] 〈θαμειός〉. γίγνεται παρὰ τὸ θαμὰ ἐπίρρημα, τὸ

συνεχῶς καὶ πυκνῶς, θαμός θαμειός θαμειαί, τὸ δὲ θαμά ἐκ τοῦ

ἅμα· σεσημείωται κατὰ τὸν τόνον. ὁ Ὠρίων· ὁ μέντοι Χάραξ, μᾶλλον

τὸ ἅμα ἐκ τοῦ θαμά.

53

διὰ τί τὸν λοιμόν φησιν ἐπὶ ἐννέα ἡμέρας κατασχεῖν τὸν στρατὸν

τῶν Ἑλλήνων; οἱ μὲν ὅτι εὐεπίφορός ἐστιν ὁ ποιητὴς ἐπὶ τὸν ἐννέα ἀριθ-

μόν· φησὶ γοῦν· «οἱ δ' ἐννέα πάντες ἀνέσταν» (Il. VII. 161) καὶ «ἐν-

νέα δέ σφεας κήρυκες» (Il. II. 96, 97), 〈ἄλλοι δὲ〉 ὅτι περὶ φθορᾶς ἀν-

θρώπων διαλέγεται, ὁ δὲ ἐννέα ἀριθμὸς τοῖς καταχθονίοις ἀνεῖται.

[ἐννῆμαρ] καθόλου μὲν τὸν περιττὸν 〈ἀριθμ〉ὸν κρείσσονα τοῦ ἀρ-

τίου νενόμικεν Ὅμηρος, ὅπερ καὶ οἱ περὶ Πυθαγόραν φιλόσοφοι μάλιστα

ἐκράτυναν, ἐπειδήπερ ἐστὶν ἀδιαίρετος ὁ περιττὸς, ἀεὶ τῆς μονάδος

αὐτοῦ περιούσης, ὁ δὲ ἄρτιος τὴν ἐνθάδε διαίρεσιν ἐπιδέχεται. 〈καὶ

ὁ〉 μὲν περιττὸς γόνιμος, ὅτι προστιθέμενος ἑαυτῷ γεννᾷ τὸν ἄρτιον, ὁ

δὲ ἄρτιος οὐδέποτε γεννᾷ τὸν περιττόν. 〈μά〉λιστα δὲ τὸν ἐννέα ἀριθ-

μὸν τέλειον ἡγεῖται· ἔστι γὰρ ἀπὸ τοῦ πρώτου περιττοῦ τετράγωνος

περιττός.

ἐννῆμαρ] ἐπίρρημα ἐννῆμαρ ἑξῆμαρ αὐτῆμαρ. οὐδὲν τῶν εἰς α̅ρ̅

συντιθεμένων 〈οὐδέτερον〉. τὸ ἦμαρ ἀεὶ μετ' ἀκλίτων.

53bis

[κῆλα] νῦν τὰ βέλη· ὁτὲ δὲ καὶ τὰ σημεῖα.

55

[Ἥρη] ἡ ψυχικὴ δύναμις, ἡ οἰκουμενικὴ φρόνησις.

[θεὰ λευκώλενος Ἥρη] καλεῖται ἀπὸ μέρους καλή. ὁ δὲ τρόπος

σωματοποιΐα. ὠλέναι δὲ αἱ χεῖρες.

[λευκώλενος Ἥρη] ἀφ' ἑνὸς δὲ μέρους ὁ ποιητὴς παρί〈στη〉σιν ὅλην.

56

κήδετο γὰρ] εὐλόγως ἐφρόντιζε—ἐν τῇ τοῦ 〈μήλου

κρίσει〉.

[ὁρᾶτο] ἑώρατο Ἰωνικῶς.

58

τοῖσι δ' ἀνιστάμενος] τὸ γὰρ παλαιὸν—τυχῆς λαμ-

πρᾶς—ἐδημηγ〈όρει ὀρθὸς ἱστά〉μενος.

[πόδας ὠκὺς] διὰ τοῦτο δηλοῖ ἡμῖν τοῦ ἥρωος τὸ εὐκίνητον.

[νῦν] ἄρτι, χρονικὸν ἐπίρρημα.

59

[ἄμμι] ἡμᾶς Αἰολικῶς.

60

[ἂψ ἀπονοστήσειν] νόστος γὰρ ἡ εἰς οἰκείους ἀποστροφὴ διὰ τὸ

τῆς πατρίδος ἡδύ.

61

* [ὁμοῦ] ἅμα χρόνον, ὁμοῦ τόπον.

[ὁμοῦ—δαμᾷ] κατὰ τὸν αὐτὸν τόπον ἥκουσιν.

63

[καὶ γάρ τ' ὄναρ] καὶ γάρ τι ὄναρ· οὐ γὰρ πᾶν λέγει ἀληθές,

ἐπεί φησιν οὐ πάντας ὀνείρους εἶναι ἀληθεῖς.

[καὶ γάρ τ' ὄναρ] μάντευμα ἀπὸ τῆς εἱμαρμένης ἢ τοῦ νοῦ.

64

[ἐχώσατο Φοῖβος] τῶν αἰφνιδίων θανάτων αἴτιόν φασι τὸν Ἀπόλ-

λωνα.

65

ἑκατόμβης] τελείας θυσίας, ἤτοι τῆς ἀπὸ ἑκατὸν βοῶν, ἢ ἀπὸ

ἑκατὸν βημάτων, ὅ ἐστιν ἐξ 〈κεʹ ζῴων〉.

[ἑκατόμβης] ἑκατὸν ἢ κεʹ βοῶν.

66

[κνίσης] λίπους, ἀφ' οὗ ἡ θυσία.

66bis

αἰγῶν 〈τε〉 τελείων] ἤτοι τὴν ἡλικίαν ὁλοκλ〈ήρ〉ων· λελωβημένον

γὰρ οὐ〈δὲ〉ν θύεται, ἀλλ' ὑγιὴς ἡ τῶν τελουμένων θυσία.

66ter

** [αἰγῶν τε τελείων] τὰς μὴ γεννησάσας τε καὶ καθαράς.

67

[ἀπὸ λοιγὸν ἀμῦναι] ὀρθοτονεῖται τὸ «ἀπό» ὡς 〈ἐν τῇ τάξει〉 ἐπι-

μένον· ὀρθοτονεῖται γὰρ 〈ἡ πρόθεσις〉 τῷ ῥήματι ἐπαγομένη.

67bis

[ἡμῖν ἄπο] χωρὶς ἡμῶν.

68

λείπει ὀρθῶς.

69

[Θεστορίδης] ὁ δὲ τρόπος πατρωνυμικὸς εἴρηται.

[ὄχ' ἄριστος] λείπει τὸ μάντις.

70

ἔστι δὲ τελείου μάντεως τὸ ἐπίστασθαι τοὺς γʹ χρόνους ἀκριβῶς.

71

[εἴσω] περισσὸν τὸ ω̅, ὅπερ λέγεται προσχηματισμός.

72

[τήν οἱ πόρε Φοῖβος Ἀπόλλων] τὰς εἰς ἄκρον εὐεξίας θεῶν δῶρά

φησιν [εἶναι.]

[Φοῖβος Ἀπόλλων] ἄνθρωπος μάντις.

73

* [ἐῢ φρονέων] πρὸς τὴν τοῦ βασιλέως ἀβελτηρίαν

74

* [διῒ φίλε] 〈διίφιλοι οἱ〉 εὐδαίμονες, οἱ γενόμενοι ἐν τῷ ἀστέρι

τοῦ Διός

75

[ἑκατηβελέταο] διὰ τὰς ἀκτῖνας ἢ τὸ τόξον.

76

[τοὶ γὰρ] ἀντὶ τοῦ δή.

[ἐγὼν] Αἰολικῶς.

[ὄμοσσον] Αἰολικὴ ἡ διάλεκτος.

78

[χολωσέμεν] Δωρικῶς.

* [χολωσέμεν] οἱ Αἰολεῖς 〈τὸ〉 φαγεῖν φαγέμεναι λέγουσι καὶ τὸ πι-

εῖν πιέμεναι.

82

[ἔχει κότον] ἔδειξε 〈τὴν〉 διαφορὰν τοῦ χόλου πρὸς τὸν κότον.

διὰ πάντων δὲ ὑποφαίνει τὸ ὕπουλον τοῦ Ἀγαμέμνονος. ἁπ〈λοῦς δὲ〉

ὁ Ἀχιλλεύς.

83

[σαώσεις] ὁ τρόπος ὑπερβολή

* [σαώσεις] Αἰολικὴ διάλυσις.

85

[θαρσήσας] ὡς ἀγαθὸς προκρίνει τὸ κοινῇ τοῦ ἰδίᾳ 〈συμφέρον-

τος〉.

ἄλλως· θεοπρόπιον] τὸ τοῖς θεοῖς 〈πρέπον〉· οὗτοι γὰρ—

τοῖς θεοῖς ἀρέσκοντα Gen. ajoute καὶ ἀνθρώποις ἄγνωστα

85bis

προθεραπεύει διὰ τὸ πλῆθος.

[οἶσθα] Αἰολικῶς.

86

* [Κάλχαν] τὰ ἀπὸ τῶν εἰς 〈α̅ς̅〉 εὐθειῶν εἰς ντος γινόμενα ἐπὶ

γενικῆς διὰ τοῦ ν̅ προφέρουσιν οἱ Ἴωνες 〈ἐπὶ κλητικῆς〉.

86bis

** [μὰ] τὸ μά ἀπωμοτικὸν, τὸ νή κατωμοτικόν.

86ter

** [οὐ μὰ] Ἀττικὸν τὸ σχῆμα· αἱ γὰρ δύο ἀποφάσεις ἀντὶ μιᾶς

λαμβάνονται.

88

[ἐμεῦ] Ἰωνικῶς.

90

[συμπάντων Δαναῶν] τὸ σχῆμα ἐξοχή.

συμπάντων] Ἀττικῶς.

92

[ἀμύμων] Αἰολικῶς.

94

** ἀρητῆρος] ἢ παρὰ τὸ ἄρς ἀρνός ἀρητήρ ἱερ〈εύει γὰρ ἄρνας〉·

ἢ παρὰ τὸ ἄρνημι τὸ μετ〈εωρίζω〉.

95

[θύγατρα] Αἰολικῶς.

[οὐκ ἀπεδέξατο] Ἀττικῶς.

96

τὸ δὲ ἐπιμέμφεται ἀπὸ κοινοῦ δεῖ λαμβάνειν

97

[λοιμοῖο βαρείας χεῖρας] κακωτικὸς γὰρ καὶ διαφθαρτικὸς ὁ λοιμός.

98

[ἑλικώπιδα] ἑλικὸν γὰρ κατὰ διάλεκτον καλεῖται τὸ μέλαν.

100

[πεπίθοιμεν] ὅμοιόν ἐστι—ἀναδιπλασιάζειν.

108

[εἶπας] Αἰολικῶς.

111

[κούρης] Ἰωνικῶς.

[κούρης] γίνεται παρὰ τὸ οὐρῶ τὸ φυλάσσω οὔρη καὶ πλεονασμῷ

τοῦ κ̅ κούρη.

113

Κλυταιμνήστρης] ἡ Κλυταιμνήστρα γυνὴ μὲν—ἀδελ-

φή. Gen. ajoute παρὰ τὸ κλυτός καὶ τὸ 〈μήστρα, πλεονασμῷ τοῦ

ν〉. τοῦτο παρὰ τὸ μήδω τὸ βουλεύομαι· ἡ ἔνδοξα βουλευομένη.

113-114

προβέβουλα κουριδίης] διὰ τί ὁ Ἀγαμέμνων—

μηδὲν πασχούσης ἐφύβριστον.

[κουριδίης] τῆς νέας κατὰ τὴν ἡλικίαν.

[ἑθεν] αὐτῆς Ἀττικῶς.

[ἑθεν] ποίου εἴδους πρωτοτύπου; οἱ μὲν νέοι ἐκ τοῦ σοῦ, κατὰ διά-

λυσιν σέο σεόθεν καὶ κατὰ συγκοπὴν καὶ ἀποβολὴν τοῦ σ̅ ἕθεν, ὁ δὲ

Ἡρωδιανὸς ἐκ τοῦ ἐμέ σέ ἕ τρίτον πρόσωπον, καὶ κατ' ἐπέκτασιν τῆς

θεν ἕθεν.

ἕθεν] ἰστέον ὅτι τὸ ἕθεν χωρὶς τοῦ κ̅ εὑρέθη, διότι ἐγκλίνεται,

τὰ δὲ ἐγκλινόμενα .... ποτε προσλαμβάνουσιν, οἷον ἤκουσέ μου,

οἰκτείρησόν με. ἄλλως δὲ αἰτία μέν ἐστιν ἡ ἄρνησις τοῦ πλεονασ-

μοῦ, ἀλλ' οὐ δύναται καταλήγειν εἰς κ̅· οὐδέποτε γὰρ λέξις Ἑλληνικὴ

εἰς ἄφωνον λήγει. δεῖ οὖν ἐπιφέρειν αὐτὸ τῇ ἑτέρᾳ λέξει. εἰ οὖν ἔλα-

βεν αὐτὸ ἕθεν, ἔμελλε φυλάττεσθαι ἐν πλεονασμῷ, καὶ οὐκέτι ἐνε-

κλίνετο.

115

οὐ δέμας οὔτε φύην] «δέμας» ὁ ποιητὴς τὸ ἔμψυχον—

σῶμ' αἰσχύνομαι.«

ἄλλως· δέμας τὸ σῶμα ζῶν, παρὰ τὸ συνδεδέσθαι, δέμας τὸ νεκρὸν,

〈παρὰ τὸ〉 δαμασθῆναι.

δέμας] γίνεται ἀπὸ τοῦ δῶ δεῖς δεῖ, ἐξ οὗ γίνεται ῥῆμα εἰς μ̅ι̅ δί-

δημι, ὁ παθητικὸς παρακείμενος δέδεμαι, καὶ ἐξ αὐτοῦ δέμας· τὸ γὰρ

σῶμα δεσμός ἐστι τῆς ψυχῆς· δεῖ δὲ γινώσκειν ὅτι ὁ ποιητὴς δέμας

εἴωθε καλεῖν τὸ ἔμψυχον, παρὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν αὐτῷ, σῶμα

δὲ τὸ ἄψυχον, ἐπεὶ σῆμά ἐστιν, ὡς τάφος τοῦ ποτὲ ζῶντος. ἐκ δὲ τοῦ δί-

δημι ὁ παρατατικὸς ἐδίδην, τὸ τρίτον ἐδίδη, καὶ ἐκβολῇ τοῦ ε̅ δίδη,

ἐξ οὗ καὶ τὸ »δίδη μόσχοισι λύγοισι«. (Il. XI. 105.)

[φυὴν] »φυὴν« καλεῖ τὸ κάλλος. ἐν δὲ 〈τούτῳ〉 τῷ στίχῳ πᾶσαν

ἀρετὴν γυναικὸς ἐσήμανεν

116

ὧς ἐθέλω] περ〈ισπᾶται〉 τὸ »ὧς«· σημαίνει γὰρ τὸ ὅμως.

[δόμεναι] Αἰολικῶς.

117

σόον] τὸ »σόον« μετὰ διαιρέσεως, ἀπὸ τοῦ σεύω σέω σόος. τὰ

ἔχοντα τὸ ε̅ ἐγκείμενον ....

ἢ ἀπολέσθαι] τὸ »ἤ« ἀντὶ τοῦ καί παρ〈είληπται〉. ἤτοι »βούλομαι

ἐγὼ τὸν λαὸν σόον ἔμμεναι καὶ ἐμὲ ἀπολέσθαι«.

119

ἀγέραστος] ἵνα μὴ δοκῇ—τὸ ἴσον αἰτεῖ.

[ἔοικεν] τὸ ὅμοιόν ἐστι, τὸ φαίνεται καὶ τὸ πρέπει.

120

λεύσσετε] τῶν εἰς σσω ληγ〈όντων τοὺς μέλλοντας〉 οἱ Αἰολεῖς

διὰ δύο σ̅, τοὺς δὲ 〈εἰς πτῶ ἐνεστῶτας καὶ οὕτως προφέ〉ρουσιν, οἷον

πέπτω πέσσω, ὄπτω ὄσ〉σω· πάρεστι γοῦν.

122

κύδιστε] παρὰ τὸ κῦδος. τοῦτο παρὰ τὸ κύω τὸ φιλῶ· τὴν γὰρ

δόξαν πάντες φιλοῦσιν.

[κύδιστε, φιλοκτεανώτατε] ἐπιπλοκὴ ψόγου καὶ ἐπαίνου.

123

[πῶς γάρ τοι] παρολκὴ περισσή.

124

[οὐ δέ τί πω] ὁ »δέ« ἀντὶ τοῦ γάρ.

ξυνήϊα] ξυνόν ξυνεῖον, ὡς κοινόν κοινεῖον, καὶ κατὰ διαίρεσιν Ἰωνι-

κὴν 〈ξυνήϊον〉. ξυνὸν δὲ τὸ κοινόν. Ἀττικὴ τοῦτο φράσις.

125

[πολίων] κοινῶς ε̅, Ἀττικῶς ι̅.

126

παλίλλογα] παρὰ τὸ λέγω τὸ συλλέγω.

ἄλλως· οὐ δίκαιόν ἐστιν εἰς τὸ αὐτὸ—διαμερισθῆναι

χρήματα.

128

ἀποτίσομεν] πιστοῦται—χρέει.

αἴ κέ ποθι Ζεὺς] ὅτι μεθ' ὑπεξαιρέσεως—τῆς τύχης.

129

[δῶσι] τὸ σ̅ι̅ ἐπέκτασις.

Τροίην] κτητικὸν, ἐκ τοῦ Τρῶς Τρῶος Τρωϊκός, καὶ ἀποβολῇ 〈τοῦ

κ̅〉 Τρώϊος, τοῦ τόνου ἀναδιδομένου, ὡς τὸ 〈Ὀλυμπι〉κός Ὀλύμπιος,

καὶ Τρώϊος Τρωΐα, Ἰωνικῶς 〈Τρωΐη, καὶ〉 συστολῇ ποιητικῇ τοῦ ω̅

εἰς ο̅ διὰ τὸ 〈μέτρον〉 καὶ ἐν συναιρέσει Τροία καὶ Τροίη.

〈ἄλλως· τὸ〉 ο̅ μικρὸν διὰ τί; κατὰ διάλυσιν Ἰωνικήν. Τροΐην 〈δὲ

τὴν Τροί〉ην· οὐ γὰρ Τρωϊκὴν ἑτέραν πόλιν 〈λέγει〉, ἀλλ' αὐτὴν τὴν

Τροίαν· οὕτως ὁ Τζέτζης.

εὐτείχεον] ταύτην λέγει »εὐ〈τείχεον« διὰ τὸ〉 ὑπὸ θεῶν τετειχίσθαι

καθ' Ὅμηρον Ποσειδῶνος καὶ Ἀπόλλωνος.

ἐξαλαπάξαι] λάπαθος εἶδος βοτάνης, ἥτις ἐστὶ 〈φάρ〉μακον κενωτι-

κὸν τῶν παθῶν. ἐκ μεταφορᾶς.

[ἐξαλαπάξαι] 〈ἐκ〉 τῆς λαπάθης τὸ ἀλαπάξαι.

131

ἀγαθός περ ἐὼν] εἰρωνεία· ὡσαύτως τὸ 〈κύδισ〉τε. ὁδὲ πέρ

ἐναντιωματικός· ἀγαθὸς 〈καίπερ ἐ〉ών.

ἄλλως· κατ' εἰρωνείαν ὁ 〈ἀγαθός〉.

[ἀγαθός] κατ' εἰρωνείαν.

[θεοείκελε] ἰστέον δὲ ὅτι εὐειδέστατος ἦν πάντων τῶν Ἑλλήνων ὁ

Ἀχιλλεὺς καὶ γυναικοπρόσωπος—ἀνήρ.

θεοείκελε] ἐκ τοῦ εἴκω τοῦ ὁμοιῶ, ὅπερ 〈γράφεται〉 διὰ διφθόγγου·

καὶ γὰρ τὸ ἔοικα παράκειται. .....ται πολλάκις ὅτι ὥσπερ

ἀπὸ τοῦ σθένω Σθένελος, πέμπω πέμπελος, ἄγω ἄγελος καὶ ἄγγελος,

〈εἴδω〉 εἴδελος καὶ εἴδωλον καὶ ἀείδελος διὰ διφθόγγου, οὕτως ἀπὸ

τοῦ εἴκω εἴκελος καὶ ἐν συνθέσει θεοείκελος. τὸ δὲ 〈ἁπλοῦν〉 διφορεῖται,

τὸ δὲ σύνθετον ἀεὶ διὰ τῆς 〈διφθόγγου〉.

132

κλέπτε] ἀντειρωνεύεται. 〈παρὰ τὴν〉 κλοπὴν τὴν ἀπατὴν λέγει.

τὸ δὲ »παρε〈λεύσεαι« ἐκ〉 μεταφορᾶς τοῦ δρόμου ἐν ᾧ ὁ παρελθὼν 〈νι-

κᾷ〉.

132bis

κλέπτε νόον ἐπεὶ—πείσεις] ἐκ μεταφορᾶς τῶν τρε-

χόντων δρομαίως.

134

[κέλεαι] Ἰωνικῶς.

135

ἀλλ' εἰ μὲν δώσουσι] οὕτω 〈τινές· »ἀλλ'〉 εἰ μὲν δώσουσι γέ-

ρας μεγάθυμοι Ἀχαιοὶ, 〈ἄξω ἑλ〉ὼν«, 〈ὡς〉 ὑπερβατόν. οἱ δὲ οὕτως·

»ἀλλ' εἰ μὲν δώσουσι γέρας μεγάθυμον Ἀχαιοὶ, ἔσται«, ὡς ἐλλειπ-

τικόν· ἴδιον γὰρ τῶν θυμουμένων τὸ μὴ πληροῦν τὸν λόγον.

[ἀλλ' εἰ μὲν δώσουσι] 〈οὐκ ἐλλιπὲς τὸ τῆς〉 φράσεως, ἀλλ' ἀρχαϊ-

κόν· Ἀριστοφάνης ἐν τῷ Πλούτῳ· (467—471)

»καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον

τὸ πρῶτον αὐτοῦ· κἂν μὲν ἀποφήνω 〈μόνην〉

〈ἀγαθῶν ἁπάντων〉 οὖσαν αἰτίαν ἐμὲ

ὑμῖν δι' ἐμέ τε ζώντας ὑμᾶς· εἰ δὲ μὴ,

ποιεῖ〈τον ἤδη τοῦθ' ὅ τι ἂν〉 ὑμῖν δοκῇ.

136

[ἄρσαντες] ὁ μὲν Ἀρίσταρχος δασύνει, ὁ δὲ Ἡρωδιανὸς ψιλοῖ.

ἀντάξιον] ποιήσαντες τὸ ἀρεστόν μοι, ὅπως ἰσοστάσιον τῆς ψυχῆς

μου γένηται.

138

[ἢ τεὸν] τὴν Βρισηΐδα.

[ἢ Αἴαντος] τὴν Τέκμησσαν τὴν Τεύθραντος θυγατέρα.

138bis

[ἢ Ὀδυσῆος] τὴν Λαοδίκην τοῦ Κύκνου θυγατέρα. ταῦτα

δὲ αἰνιγματωδῶς φησι. τὸ δὲ ὅλον ἀπετείνετο πρὸς Ἀχιλλέα.

140

[καὶ αὖτις] Ἰωνικῶς.

141

[μέλαιναν] βαθεῖαν ἢ τῇ πίσσῃ κεχρισμένην.

142

ἐπιτηδὲς] ἐκ τοῦ ἐπιτηδής ἐπιτηδέος ἐπιτη〈δέες〉 καὶ ἐπιτηδές

ἐν συγκοπῇ.

143

[καλλιπάρῃον] ἄλλως· κανών· τὰ ἀπὸ 〈τοῦ〉 κάλλος ἐν τῇ συν-

θέσει διὰ τοῦ ι̅ γράφεται, οἷον καλλίκομος καλλιγράφος, τὸ δὲ καλλι-

πάρηος Αἰολικῶς διὰ τοῦ η̅, ὡς τρέποντες τὴν ε̅ι̅ δίφθογγον εἰς η̅. τὸ δὲ

παρειά διὰ διφθόγγου.

[καλλιπάρῃον] κανών· τὰ εἰς α̅ θηλυκὰ ὀξύτονα τῷ ι̅ μόνῳ θέλουσι

παραλήγεσθαι, πλὴν τοῦ ζειά, εἶδος ὀσπρίου, 〈τοῦ〉 χειά, ὁ φωλεὸς

ὄφεων .... τὸ δὲ παρειά παρὰ τὸ παριέναι τὴν ὠχρίασιν.

[καλλιπάρῃον] ἀπὸ μέρους καλήν.

147

ὄφρ' ἥμιν] τὸ ὄφρα σημαίνει δύο· σύνδεσμον αἰτιολογικὸν, ἀντὶ

τοῦ ὅπως, καὶ χρόνου δηλωτικὸν, ὡς τὸ «ὄφρ' ἂν Ἀχαιοὶ υἱὸν ἐμὸν

τίσωσι» (Il. I, 509—510). τὸ δὲ ἥμιν πρὸ μιᾶς ἔχει τὸν τόνον καὶ

ἐγκλίνεται· ἡ γὰρ ἔγκλισις .... τῇ προηγουμένῃ λέξει, ὅτε ἐστὶν ἡ

λέξις ἤτοι μονοσύλλαβος ἢ δισύλλαβος βραχυκατάληκτος, ὡς τὸ εἰμί·

«ἄνθρωπός εἰμι» «ἄνθρωπός ἐστι», καί φημί «ἕνεκά φημι», μονο-

σύλλαβος δὲ, ὡς τὸ «ἤκουσέ μου». ὅτε δὲ σπονδειακή ἐστι, τότε τῇ

προηγουμένῃ συλλαβῇ ἀναδίδωσι τὸν τόνον, οἷον «ἐλάλησεν ἥμιν»

«ἤκουσεν ἥμων» «ἔτυψεν ἥμας».

ἑκάεργον] πόρρωθεν εἴργοντα ἢ ποι〈οῦντα καὶ〉 ἐργαζόμενον τοξό-

την.

149

[ἐπιειμένε] φιλοτέχνως δὲ 〈τὴν〉 ἰδίαν ὕβριν κεκοινοποίηται.

ἐπιειμένε] ὁ γὰρ φιλοχρήματός 〈ἐστι〉 καὶ ἀναιδής. κερδαλεόφρων

δὲ ἢ ὁ παν〈οῦργος〉, παρὰ τὸ κερδώ, ὅ ἐστιν ἀλώπηξ, ἢ ὃ φιλοχρήματος,

παρὰ τὸ ἐν κέρδει 〈ἔχειν〉 τὸν νοῦν.

149bis

[κερδαλεόφρον] ἢ περὶ κέρδη τὸν νοῦν ἔχων, τουτέστι κερδαί-

νειν φρονῶν.

κερδαλεόφρον] 〈τὰ κέρδεα〉 ἁπλᾶ μὲν μέσα, συντιθέμενα δὲ ψόγον

δηλοῖ. φυλάσσει δὲ τὸν τόνον τὰ παρὰ τὸ φρήν 〈ἐπὶ κλητικῆς, τὰ δὲ〉

ἄλλα ἀναπέμπει, πλὴν τοῦ Λακεδαίμων.

150

[πείθηται] Ἀττικῶς.

151

ἢ ὁδὸν] ὁδός σημαίνει τρία· τὸν πλοῦν, ὡς τὸ «τὴν ὁδὸν ἣν

Ἑλένη〈ν περ ἀπήγαγεν〉 εὐπατέρειαν» (Il. VI, 292.), καὶ τὴν ἐνέδραν,

ὡς τὸ «ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν», καὶ 〈τὸν νόμον〉, ὡς τὸ «μακά-

ριοι οἱ ἄμωμοι 〈ἐν ὁδῷ〉, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου». (Psalm.

CXVIII, v. 1.)

** [ἐλθέμεναι] τὸ ἐλθεῖν ἐλθέν λεγόμενον Δωρικῶς, ἐὰν πρὸ τοῦ ν

τὴν με συλλαβὴν ἔχῃ, ἐλθέμεν λέγεται, 〈ὡς〉 καὶ χολωσέμεν 〈καὶ〉

λεγέμεν, 〈εἰ δὲ〉 ἐκταθήσεται τῇ α̅ι̅ διφθόγγῳ ἐν τῷ τέλει, ἐλθέμεναι

λέγεται, ὡς καὶ χολωσέμεναι καὶ λεγέμεναι. 〈καὶ γίγνεται τὸ αὐτὸ ἐν〉

τοῖς εἰς ῆναι ἀπαρεμφάτοις, ὡς ἐν τῷ θωρηχθῆναι θωρηχθήμεναι. τὰ

δὲ εἰς ναι 〈τοῦ δευτέρου ἀορίστου, διφθόγγου μὲν〉 παραληγούσης

δέχονται τὴν με συλλαβὴν, ἀλλ' ἀποβάλλουσιν ἕνα τῶν φωνηέντων,

〈οἷον δοῦναι δόμεναι, θεῖναι θέμεναι, ἑνὸς δὲ φωνηέντος παραλήγοντος,

φυλάσσουσιν αὐτὸ πρὸ τῆς με συλλαβῆς, οἷον στῆναι στήμεναι, βῆναι

βήμεναι ....〉.

[ἐλθέμεναι] Αἰολικῶς.

152

αἰχμητάων] αἰχμητὰς τοὺς Τρῶάς φησιν πρὸς φόβον τοῦ Ἀγα-

μέμνονος.

153

[ἐπεὶ οὔτι μοι αἴτιοί εἰσιν] ὡς κοιναὶ συλλαβαὶ βραχεῖαι αἱ

δίφθογγοι αὗται 〈νομ〉ίζονται.

154

οὐ γὰρ πώποτε] τὰς αἰτίας ὑπογράφει δι' ἃς 〈φιλεῖ ὁ〉 πόλεμος

γίνεσθαι, οὐ διὰ γύναιον.

[βοῦς] Ἀττικῶς.

155

ἐν Φθίῃ] πόλις Θετταλίας παραθαλασσ〈ία〉, πατρὶς Ἀχιλλέως.

βωτιανείρῃ] δι〈ὰ τούτων ἐξ〉αίρων τὴν χάριν ἐπαινεῖ τὴν πατρίδα.

156

[ἐπεὶ ἧ] Ἀττικῶς.

157

οὔρεα] Ἰωνικῶς.

θάλασσά τε ἠχήεσσα] ἀπὸ τῆς τῶν κυμάτων κινήσεως. ὁ δὲ λόγος·

οὐδέποτε ἠδίκησαν—ἀστυγείτονα.

158

ἀλλὰ σοὶ ὦ μέγ' ἀναιδές] τοῦτο δὲ παρά τισιν οὕτως ἐπιτάσ-

σεται· «ἀλλὰ σοὶ ὁμοῦ πάντες ἠκολουθήσαμεν ὅπως χαίρῃς, ἀρνύμε-

νοι (ἀντὶ τοῦ παρέχοντες) 〈τιμὴν〉 παρὰ τῶν Τρώων τῷ Μενελέῳ

καὶ σοί.» αὕτη δὲ ἡ σύνταξίς ἐστιν ὕποπτος, ἡ δὲ κρείττων ἐστὶν αὕ-

τη· «ἀρνύμενοι (ἀντὶ τοῦ καταλλασσόμενοι) τιμωρίαν 〈Τρ〉ωσὶ χάριν

σοῦ καὶ τοῦ Μενελέω, οἱονεὶ ἐτιμώρησαν ἐκεῖνοι ἡμᾶς, τιμωροῦμεν

ἡμεῖς ἐκείνους.» τὸ δὲ «ἀρνύμενοι» ἀντὶ τοῦ καταλλασσόμενοι ἐκ τοῦ

παλαιοῦ ἐπεκράτησεν.

158bis

[ἀρνύμενοι] 〈ἐκ τοῦ ἀρνὸς καὶ τοῦ ὑμήν, τὸ δέρμα〉· καὶ γὰρ

ποιούμενοι τὰ συναλλάγματα καὶ τὰς πραγματείας διὰ 〈δερμά〉των

ἀρνῶν ἐποιοῦντο, καθὰ καὶ μέχρι τοῦ νῦν τινὰ ἔθνη διὰ δερμάτων

ποιοῦνται τὴν πραγματείαν.

160

[τῶν] τῶν Τρώων, ἢ ἡμῶν τῶν π〈ερὶ〉 σοῦ κινδυνευόντων.

οὐδ' ἀλεγίζεις] οὐδὲ λόγον 〈ἔχων〉, ὡς ἐχθρῶν σου.

[ἀλεγίζεις] Ἀττικῶς.

162

ᾧ ἔπι πολλὰ] ἐφ' ᾧ. ἀναστροφὴ ὁ τρόπος—ᾧ ἔπι,

ἐφ' ᾧ.

[ᾧ ἔπι] ἀναστροφὴ τὸ σχῆμα.

163

ἔχω] ἀντὶ τοῦ ἔσχον, ἐναργοῦς δὲ ἀπαγ[γελίας] τὰ γεγονότα

ὡς γιγνόμενα ἀπαγγέλλειν.

ὁππότε] Δωρικὸν τὸ π̅ καὶ τὸ τ̅ καὶ τὸ σ̅ καὶ τὸ δ̅ ἀναδιπλασιά-

ζειν.

ἶσον] 〈παρὰ τὸ〉 ἴσκω τὸ ὁμοιῶ, ὄνομα ῥηματικόν. τὸ δὲ ι κατὰ μὲν

τὸν ποιητὴν μακρὸν 〈προφέρε〉ται, κατὰ δὲ τοὺς πεζολόγους βραχὺ,

κατὰ δὲ τοὺς ἰαμβογράφους ἐπαμφοτερίζει, ὡς τὸ «Ἆρες Ἄρες»

(Il. V, 31, 453) καὶ τὰ ὁμοῖα.

166

ἀτὰρ ἤν ποτε] ζητεῖται πότερον τὸ «ἀτάρ» κατ' ἀποβολὴν τοῦ υ̅

〈ἐκ τοῦ αὐτάρ ἐκφέρεται, ἢ τὸ αὐτάρ ἐκ τοῦ ἀτάρ κατὰ πλεονασμὸν

τοῦ υ̅. καί φαμεν ὅτι εἰ ἦν τὸ ἀτάρ ἐκ τοῦ αὐτάρ κατ' ἀποβολὴν τοῦ υ̅〉,

ἐξέτεινεν 〈ἂν τὸ δίχρονον〉, ὡς τὸ κ〈αίω〉 κάω, ναίω νάω. ἀλλ' οὐδὲ

πάλιν τὸ αὐτάρ κατὰ πλεονασμὸν Αἰολικὸν τοῦ υ̅ ἐκ τοῦ ἀτάρ· ἐπὶ γὰρ

τῶν καθαριευόντων τοῦτο ποιοῦσιν, Ἄρεος Ἄρευος, ἢ ἐχόντων τὸ ῥ.

φαμὲν οὖν ποιητικὸν πλεονασμὸν εἶναι τοῦ υ̅ ἐν τῷ αὐτάρ.

167

ἐγὼ δ' ὀλίγον 〈τε φίλον τε]〉 〈φίλον〉 διὰ τὸ ἐξ ἰδίων—

πονεῖν.

168

ἐπὴν κεκάμω] ἀντίπτωσις· ὤφελε γὰρ εἰπεῖν· «ὑφ' οὗ καμὼν

καὶ ἱδρώσας πολεμήσω».

169

νῦν εἶμι Φθίην] νῦν οὖν πορεύομαι πρὸς τὴν ἐμὴν πόλιν Φθίαν.

ὁ δὲ νοῦς ὑπερβατόν· νῦν εἶμι Φθίηνδε—πολὺν πλοῦτον

σχεῖν.

170

κορωνίσιν] ἐπικαμπεῖς—τὸ μέλαν.

οὐδέ ς' ὀΐω] ἀντίπτωσις· «οὐδέ ς' ὀΐω ἄφενος καὶ πλοῦτον ἀφύξειν

καὶ συνάξειν ἐνθάδ' ἄτιμος ἐών» ἀντὶ τοῦ «ἐμοῦ ἀτίμου ὄντος».

ὑπερβατὸν δὲ .... «νῦν εἶμι Φθίην σὺν νηυσὶ κορωνίσι», εἶτα τὸ

«οὐδέ ς' ὀΐω».

171

ἐνθάδε 〈ἄτιμος ἐών〉] ἐνταῦθα ἀτιμαζόμενος. ἐνήλλακται δὲ

ἡ πτῶσις· ἀντὶ γὰρ γενικῆς κέχρηται ὀνομαστικῇ, ὅ ἐστι σχῆμα.

ἄφενος] κυρίως «ἄφενος» λέγεται ὁ ἀφ' ἑνὸς ἐνιαυτοῦ περιουσίαν ἔχων,

πλούσιος δὲ ὁ 〈ἀπὸ〉 πολλῶν.

ἄλλως· ὁ ποιητὴς οὐδετέρως χρῆται τῇ λέξει. τινὲς δὲ καὶ ἀρσενι-

κῶς. γίνεται δὲ ἐκ τοῦ 〈ἕνος, ὅ〉 σημαίνει τὸν ἐνιαυτὸν, ἄφενος προ-

παροξυτόνως, ἀφενός δὲ ὀξυτόνως ὁ ἄνθρωπος ὁ πλήρης, ἐκ τοῦ ἑνός,

〈τοῦτο δὲ〉 ἐκ τοῦ ἕω τοῦ πληρῶ.

173

φεῦγε μάλ' εἴ τοι] τὴν ὑποχώρησιν φυγὴν ὀνομάζει καταισχύ-

νων Ἀχιλλέα.

[θυμὸς] τὸ θυμὸς σημαίνει θʹ.

[ἔγωγε] Ἀττικῶς.

174

[εἵνεκ' ἐμεῖο] Ἀττικῶς.

175

μητίετα Ζεύς] ἀντὶ τοῦ μητιέτης ὅ ἐστι βουλευτικώτατος. Βοι-

ωτῶν καὶ Αἰολέων ὁ τοιοῦτος τῶν ὀνομάτων—ἐπὶ τῆς εὐθείας

εἰς α̅ λήγει οὕτως.

μητίετα] ἐκ τοῦ μήδω τοῦ βουλεύομαι μήσω, μῆσις καὶ τροπῇ τοῦ

σ̅ εἰς τ̅ μῆτις. ἐχρῆν δὲ παροξύνεσθαι, εἴ γε τὰ εἰς της λήγοντα βα-

ρύτονα βραχείᾳ παραληγόμενα ἀπρόσληπτα τοῦ σ̅ ἐπὶ γενικῆς καὶ

〈ἐπὶ〉 κλητικῆς παροξύνονται· οἰκέτα 〈φυλέτα〉 εὐν〈έτα. παραλόγως〉

ἄρα ἡ εὐρύοπα, δέσποτα 〈καὶ〉 μητίετα· ἔστιν οὖν εἰπεῖν ὅτι ἀπὸ τοῦ

μητίτα κατὰ πλεονασμὸν τοῦ ε̅, καὶ συστολῇ τοῦ ι̅ ἀπὸ τῆς εὐθείας

〈μητίτης〉 γέγονε μητίετα, καὶ ὁ τόνος ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ

〈τὸν〉 πλεονασμόν.

176

Διοτρεφέων] τῶν σὺν τῇ Διὸς γνώμῃ—βασιλῆες.«

[βασιλήων] Ἰὰς ἡ διάλεκτος.

177

ἀεὶ γάρ τοι] τὰ πλεονεκτήματα—σιωπηλὸν δόλιον.

πόλεμοι] εἴρηται οἱονεὶ πολύαιμός τις ὤν.

180

Μυρμιδόνεσσι] ζητεῖται πόθεν κέκληνται Μυρμίδονες. ὁ Αἰα-

κὸς τοῦ Διὸς ἦν υἱὸς καὶ ἐβασίλευεν 〈ἐν Αἰγίνῃ〉. λέγεται οὖν ὅτι θεω-

ρῶν τὴν αὑτοῦ χώραν ὀλιγανδροῦσαν ηὔξατο τῷ Διὶ, ὁ δὲ τοὺς μύρ-

μηκας ἐποίησεν ἀνθρώπους, καὶ διὰ τοῦτο Μυρμίδονες κέκληνται.

181

οὐδ' ὄθομαι] ἐπιστροφὴν ποιοῦμαι. παρὰ τὸ ὄτοβος, ὃ σημαίνει

τάραχον, ὅθεν καὶ τὸ ὠθῶ τὸ κινῶ.

182

ὡς ἔμ' ἀφαιρεῖται] πιθανῶς τὸν θεόν φησιν ἀφαιρεῖσθαι τὸ

γέρας, ἵνα μὴ ὕποπτος γένηται ὡς μισῶν αὐτοὺς, ἢ ἵνα μὴ χάριν

ἔχωσι τῷ Ἀχιλλεῖ.

183

σὺν νηΐ τ' ἐμῇ] ἵνα μὴ δοκῇ ἄκων ἀπολύειν τὴν γυναῖκα.

κλισίην] ἐκ τοῦ κλίνω κλισίη, 〈εἰς〉 ἣν ὄντες ἐν ὁδῷ κατακλινόμεθα

πρὸς κατάλυσιν.

187

ἄντην] ἀπὸ τοῦ ἄντω. τοῦτο παρὰ τὴν ἀντί πρόθεσιν. τὰ δὲ

εἰς ν̅ ἐπιρρήματα διὰ τοῦ η̅ γράφονται· προχύδην, μίγδην.

188

Πηλείωνι] πατρωνυμικὸν δευτέρου τρόπου. τὰ δὲ εἰς ω̅ν̅ πα-

τρονυμικὰ φυλάττουσι τὸ ω̅ καὶ ἐπὶ γενικῆς.

189

στήθεσσιν λασίοισι] λάσιον τὸ θερμόν· ἡ θερμὴ γὰρ αἰτία τῆς

τῶν τριχῶν ἐκφύσεως. ἐμφαίνει 〈δὲ〉 τὸ θυμικόν.

ἄλλως· στήθεσσιν λασίοισι] ἐν τοῖς δασέσι καὶ συνετοῖς. νῦν δὲ περὶ

τοῦ θυμοειδοῦς μέρους—καὶ μανικὸν τῆς ψυχῆς.

Gen. ajoute καὶ τοῦ σώματος.

λασίοισι] ἐκ τοῦ λ̅α̅—νοήματος.

διάνδιχα] ὁτὲ μὲν ὀργιζόμενος, ὁτὲ δὲ ἐπιλ〈ογιζόμενος〉, ὑφ' οὗ ἂν

ἐνικᾶτο ὡς νέος, εἰ μὴ ἐχρήσατο τῇ τελείᾳ φρονήσει.

193

[ἕως ὃ ταῦτα·] κοινὴ συλλαβὴ τὸ ὅ.

197

[κομῆς] τῆς 〈τρι〉χώσεως. εἴρητο παρὰ τὸ κόσμον 〈εἶναι τὰς

τρίχας〉 τοῦ σώματος.

198

[οἴῳ φαινομένη] μόνῳ αὐτῷ φαινομένη· μ〈όνος〉 γὰρ αὐτὸς τὸν

οἰκεῖον δαίμονα καὶ τὴν ἐν αὑτῷ φρόνησιν ἑ〈ώρ〉α.

200

Παλλάδ' Ἀθηναίην] τὴν δὲ Ἀθηνᾶν Παλλάδα ἐπιθετικῶς

φησιν ἀπὸ τοῦ πάλλειν καὶ κραδαίνειν—προσκομίσαι τῷ

Διί.

201

[καί μιν φωνήσας] προσωποποιΐα.

214

ὁ στίχος ὑπόρρυθμος.

218

γνωμικῶς.

221

[Ἀθηναίην] Ἀττικῶς.

223

τὸ σχῆμα προκατά〈στασις〉.

225

τὸ σχῆμα βαρύτης.

231

λείπει τὸ μέ.

234

ναὶ μὰ τόδε σκῆπτρον] ναὶ μὰ τοῦτο τὸ σκῆπτρον. πεπλεόνακε

τῷ μά—τῆς βασιλείας θεόν.

240

τὸ σχῆμα τραχύτης.

242

[ἀνδροφόνοιο] εἴωθε γὰρ τηρεῖν τὰ ἐπίθετα εὐστόχως.

248

[ἡδυεπὴς ἀνόρουσε] οὐδὲ γὰρ γέροντα κυβερνήτην μέμψαιτο ἄν

τις, κινδυνεύοντος 〈τοῦ〉 σκάφους ὑπὲρ τὸ δέον, κινούμενον.

253

[σφιν] τόν τε Ἀγαμέμνονα 〈λέγει〉 καὶ τὸν Ἀχιλλέα.

258

** περὶ μὲν] περισσῶς. λείπει ὑπερέχοντες.

** [περὶ δ' ἐστὲ μάχεσθαι] περισσῶς. λείπει ὑπερέχοντες ἐν ταῖς

μάχαις.

261

** [ἀθέριζον] ἐκ μεταφορᾶς 〈τῶν ἀθέρων ἐπὶ〉 τῶν ἀνδρῶν

τῶν δευτέρων, ὡς μηδὲν συντελούντων.

262

[ἴδον] Ἰωνικῶς.

274

** [πείθεσθαι ἄμεινον] τοῖς καλῶς λέγουσιν.

284

[πέλεται] πέλω σημαίνει τὸ ὑπάρχω, τὸ προσεγγίζω καὶ τὸ

ἀναστρέφομαι.

290

[μιν] Δωρικῶς.

302

[εἰ δ', ἄγε μὴν, πείρησαι] κατὰ παρολκήν.

[πείρησαι] τὸ σχῆμα κατὰ περίληψιν.

308

[προέρυσσεν] ἡ πρό περισσὴ.

310

[καλλιπάρῃον] Ἰωνικῶς.

318

ἀπόθεσις.

332

[μιν] Δωρικῶς.

333

[ὃ] Ἀττικῶς δὲ οὗτος.

334

χαίρετε κήρυκες] Ἑρμῆς μιγεὶς Πανδρόσῳ—Πτο-

λεμαῖος.

340

[ἀπηνέος] ἀπὸ τοῦ αἰνός.

355

[ἦ γάρ με Ἀτρείδης] τὸ σχῆμα ἐπαγωγὴ καὶ βεβαίωσις. ὁ δὲ

νοῦς βαρύτης.

357

** διὰ τί ὁ Ἀχιλλεὺς ἀνδρεῖος ὢν ἔκλαυσε διὰ γύναιον αἰχμά-

λωτον; ἀπὸ θυμοῦ ἀγαθότητος ἐποίησε τοῦτο· ἔστι γὰρ παροιμία ἣ

λέγει· »ἀγαθοὶ δ' ἀριδάκρυες ἄνδρες,« ἤτοι· »οἱ ἀγαθοὶ ἄνδρες οὐκ

ἀδάκρυες.«

388

[ἠπείλησεν] ἀπὸ ἐλέους.

388bis

[ὃ] ἡ ὅστις Αἰολικῶς.

389

** [ἑλίκωπες Ἀχαιοί] ἑλίκωπας Ἀχαιοὺς λέγει τοὺς τὰς κώπας

ἑλίσσοντας, οὐχὶ τοὺς μελανοφθάλμους, ὡς τὸ »ἑλικώπιδα κούρην«

(Il. I, 98)· εἰ γὰρ οὕτως ἔλεγεν, 〈ἔλεγεν〉 ἂν τοὺς Ἕλληνας γυναικο-

μόρφους, ὡς ἔπος εἰπεῖν, καὶ ἀνάνδρους, ἀλλά φησι τούτους δεξιοὺς κυ-

βερνήτας καὶ ναυτικούς· εἴρητο 〈οὖν〉 παρὰ τὸ ἑλίσσειν τὰς κώπας.

392

[κούρην Βρισῆος] ἔοικε πατρωνυμικῶς—Ἱπποδά-

μεια.

396

[μεγάροισι] μέγαρον λέγεται τὸ μέγα ὁσπήτιον, παρὰ τὸ μεγαί-

ρεσθαι καὶ φθονεῖσθαι παρὰ τῶν ἀνθρώπων.

403-404

ὃν Βριαρέων—Αἰγαίωνα] τῶν διωνύμων

—Σκάμανδρον.

404

[Αἰγαίωνα] ἀπὸ Αἰγαίου πελάγους.

410

** [ἐπαύρωνται] ἤγουν ἀπολαύσωσι τῶν τοῦ βασιλέως κακῶν.

420

[Ὄλυμπον ἀγάννιφον] τὸν λίαν νιφόμενον 〈κατὰ〉 τὰ ὑπὸ τοῖς

νέφεσι μέρη· τὰ γὰρ ἄκρα—οὐδὲ ὅλως.

437

[ῥηγμῖνι] ῥηγμίν ὁ αἰγιαλός, ἀπὸ τοῦ ῥήσσω, τὸ ῥηγνύω· ἐν

αὐτῷ γὰρ ῥηγνύονται τὰ κύματα τῆς θαλάσσης.

451

[Χρύσην] πόλιν.

452

[Τενέδοιο] πόλεως.

459

[αὐέρυσαν μὲν πρῶτα] ἀνέκλασαν μὲν τὸν τράχηλον πρῶτον.

460

[μηρούς] τὰ μηριαῖα ὀστᾶ.

461

ἐπ' αὐτῶν] ἀπ' αὐτῶν δὲ ὠμῶν τῶν ἱερείων—καρ-

ποῦσθαι.

462

[αἴθοπα οἶνον] μέλανα καὶ ἔνθερμον οἶνον.

477

[ῥοδοδάκτυλος] ῥοδόχρους, διαυγής· πυρώδης γὰρ ὁ ἀὴρ

—τὸ τῶν ἀκτίνων σχῆμα.

528

ἦ καὶ κυανέοισι] δηλοῖ δὲ πλείονα—τοῦ ἀληθοῦς

λαμβάνεται.

572

[λευκωλένῳ Ἥρῃ] ἄμεινον· »τετιημένῃ ἦτορ«.

581

[στυφελίξαι] λείπει δύναται.

589

ἀργαλέος] χαλεπὸς γάρ ἐστιν ὁ Ζεὺς τῷ βουλομένῳ αὐτῷ ἀντι-

φέρεσθαι, ὅ ἐστιν ἐναντιοῦσθαι, ἐξισοῦσθαι καὶ φιλονεικεῖν.

591

ἀπὸ βηλοῦ θεσπεσίοιο] ἀπὸ τοῦ οὐρανοῦ· ἀπὸ γὰρ τοῦ οὐρανοῦ

ἐρρίφθη. γίγνεται δὲ ἀπὸ τοῦ…

The complete text is available when the reading interface loads.