Scholia in Odysseam
- Scientific editors
- Wilhelm Dindorf
- Edition reference
- Scholia Graeca in Homeri Odysseam · Oxford · Clarendon · 1855
- CTS identifier
urn:cts:greekLit:tlg5026.tlg007.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Volume 1
Epigraph epigraph
ΕΠΙΓΡΑΦΑΙ ΤΩΝ ΤΗΕ ΟΔΥΣΣΕΙΑΣ ΡΑΨΩΙΔΙΩΝ
Α. ΘΕΩΝ ἀγορά. Ἀθηνᾶς παραίνεσις πρὸς Τηλέμαχον. Μνη- στήρων εὐωχία.
Β. Ἰθακησίων ἐκκλησία, καὶ Τηλεμάχου ἀποδημία.
Γ. Ἄφιξις Τηλεμάχου εἰς Πύλον. Ἄλλως. Τὰ ἐν Πὑλῳ.
Δ. Ἄφιξις Τηλεμάχου εἰς Σπάρτην. Ἄλλως. Τὰ ἐν Λακεδαίμονι.
Ε. Ἀπόπλους ἢ ἀνάπλους Ὀδυσσέως παρὰ Καλυψοῦς. Ἄλλως. Καλυψοῦς ἄντρον. Ὀδυσσέως σχεδία, ἢ, Τὰ περὶ τὴν Σχεδίαν.
Ζ. Ὀδυσσέως ἄφιξις εἰς Φαίακας.
Η. Ὀδυσσέως εἴσοδος πρὸς Ἀλκίνουν.
Θ. Σύστασις τοῦ Ὀδυσσέως πρὸς τοὺς Φαίακας. Ἄλλως. Τῶν παρʼ Ἀλκίνῳ προδιήγησις.
Ι—Μ. Ἀλκίνου ἀπόλογος ἢ ἀπόλογοι, ἢ, Τὰ τοῦ Ὀδυσσέως παρὰ Ἀλκίνῳ.
Ι. Τὰ περὶ Κίκονας καὶ Λωτοφάγους καὶ Κύκλωπας. Ἄλλως. Κυκλώπεια.
Κ. Τὰ περὶ Αἰόλου καὶ Λαιστρυγόνων καὶ Κίρκης. Ἄλλως. Κίρκης νίπτρα.
Λ. Νεκυομαντεία, ἢ, Νεκυία.
Μ. Τὰ περὶ Σειρῆνας, καὶ Σκύλλαν. καὶ Χάρυβδιν, καὶ βόας Ἡλίου.
N. Ὀδυσσέως ἀπόπλους παρὰ Φαιάκων καὶ ἄφιξις εἰς Ἰθάκην.
Ξ. Ὀδυσσέως πρὸς Εὔμαιον ὁμιλία, ἢ, Πρὸς τὸν συβώτην ἀνά- βασις.
Ο. Τηλεμάχου ἐπάνοδος. Μνηστήρων λόχος. Τηλεμάχου πρὸς Eὔ- μαιον ἄφιξις.
Π. Ἀναγνωρισμὸς Ὀδυσσέως ὑπὸ Τηλεμάχου.
P. Ἐπάνοδος Τηλεμάχου εἰς Ἰθάκην.
Σ. Ὀδυσσέως καὶ Ἴρου πυγμή.
Τ. Ὀδυσσέως καὶ Πηνελόπης ὁμιλία. Τὰ νίπτρα, ἢ, Ὁ ὑπὸ Εὐ- ρυκλείας ἀναγνωρισμός.
Υ. Τὰ πρὸ τῆς μνηστηροφονίας.
Φ. Τόξου θέσις.
Χ. Μνηστηροφονία, ἢ, Μνηστήρων φόνος, ἢ, Μνηστηροκτονία.
Ψ. Ὀδυσσέως ὑπὸ Πηνελόπης ἀναγνωρισμός.
Ω. Σπονδαὶ, ἢ, Νεκυία.
ΕΠΙΓΡΑΦΑΙ ΕΜΜΕΤΡΟΙ.
Ἄλφα, θεῶν ἀγορὴ, Ὀδυσηΐδι Παλλάδι θάρσος.
Βἥτ’ ἀγορὴν ἔχει, ἤϊα γρηὸς, πλοῦν μετʼ Ἀθάνας.
Γάμμʼ ὑπὸ Νέστωρ δέκτο, συνῶρτο δʼ ὃς υἷϊ, θεὰ ἔπτη.
Δέλτα, μάθʼ ἀμφὶ πατρὸς παρʼ Ἀτρεῖδα λοχώμενος υἱός.
Ε, πλεῖ ἐπὶ σχεδίης Ὀδυσεὺς πόντῳ κεαθείσης.
Ζῆτα δὲ Ναυσικάα κόμισʼ ἐν Σχερίῃ Ὀδυσῆα.
Ἦτα δʼ ἐῢ φρονέουσʼ Ὀδυσεῖ Σχερίης βασιλῆες.
Θῆτα δʼ ἄθλοις Φαίηκες Ὀδυσσῆος πείρηθεν.
Λωτοφάγων, Κικόνων σὺν Κυκλώπεσσιν Ἰῶτα.
Κάππʼ ἔχει Αἰόλου, Λαιστρυγόνος, ἔργα τε Κίρκης.
Λάμβδα δʼ ἐν Ἀΐδεω ψυχαῖς ἐνετύγχανʼ Ὀδυσσεύς.
Μῦ Σειρῆνας ἔχει, Πλαγκτὰς, βοῦς τʼ Πελίοιο.
Νῦ, Ἰθάκης ἐπέβη, Φαιήκων πομπῇ, Ὀδυσσεύς.
Ξῦ δʼ Ὀδυσῆα ξείνισεν Εὔμαιος ἀγρῷ ὑφορβός.
Οὐ, ἐπέβη Ἰθάκης Λακεδαίμονος ἐξ Ὀδυσείδης.
Πῖ δʼ ἄρα Τηλέμαχος ἀναγνωρίζει πατέρα ὅν.
Ῥῶ βάλες αἰπόλε τε μνηστήρ τε, κύων ὃν ἀνέγνω.
Σῖγμʼ ἔριν Ἴρου, εὖχος Ὀδυσσεῦς. δῶρά τʼ ἀνάκτων.
Ταῦ δʼ ἀναγνωρίζει ἐξ οὐλῆς γρηῦς Ὀδυσῆα.
Υ, βρονταῖς Ζεὺς θάρσυνʼ Ὀδυσσέα καὶ σχέθʼ Ἀχαιούς.
Φῖ δὲ βιὸν προτίθησιν ἄεθλον Πηνελόπεια.
Χῖ, Ὀδυσεὺς μνηστῆρας ἐκαίνυτο νηλέϊ χαλκῷ.
Ψῖ δʼ ἀναγνωρίζει πόσιν ὅν ποτε Πηνελόπεια.
Ὦ δʼ Ὀδυσεὺς σὺν πατρὶ καὶ υἱέϊ μάρνατʼ Ἀχαιοῖς.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΟΛΗΣ ΟΔΥΣΣΕΙΑΣ.
ΜΕΤ τὴν Ἰλίου ἅλωσιν ἕκαστος τῶν Ἑλλήνων εἰς τὴν ἰδίν ἀπῆλθε σκηνήν. καὶ διὰ τῆς νυκτὸς ἀδήλως ἐσφάγη ὁ Αἴας, καὶ εὑρέθη πρώϊος κείμενος. στάσις οὖν γέγονε μεγάλη ἐν τῷ στρατῷ καὶ πάντες ὑπενόουν δόλῳ φονεῦσαι τοῦτον τὸν Ὀδυσσέα. μελλόντων δὲ εἰς ἀλλήλους τῶν Ἑλλήνων χωρεῖν καὶ ἐμφυλίου κρίνεσθαι πολέ- μου πρῶτος Ὀδυσσεὺς ἑλκύσας τὰ ἑαυτοῦ πλοῖα ἀφώρμησε τῆς 2. Θῆτα δʼ ἄθλοις] Fort. Θτῆ’ extant, sed cum iis quæ apud Dic- tyem lib. 6. p. 5. 6. et 15. ed. Da- ἄθλοις. 14. Ζεὺς θάρσυνʼ Ὀδυσσέα] Fort. cer. leguntur fere conspirant. At- θάρσυνʼ Ὀδυσῆ Ζεὺς—. qui Malalas sua etiam illa e Dictye 19. Nugax hoc argumentum, se hausisse testatur p. 134. quæ quod e cod. Palat. transcripsi, e nu- tamen in Dictye nostro Latino non gacissimi scriptoris Jo. Malalæ de inveniuntur. Illis itaque qui criti- Ulysse narratione (Chronogr. 5. p. cam horum auctorum tractant, non 144 sqq. ed. Hod.) breviatum esse inutilis fortasse erit hæc lacinia. dicas. Obstat tamen quod extrema BUTTM. de Alcinoo, Telegono etc. ibi non Τροίας καὶ μετʼ ἐκεῖνον ἅπαντες ἐφεξῆς. καὶ τοῦτο γέγονεν αἴτιον τοῦ διαλυθῆναι τὸ στράτευμα τῶν Ἑλλήνων καὶ καταλιπεῖν τὴν Τροίαν μετὰ τὴν αὐτῆς ἅλωσιν.
Ὡς οὖν Ὀδυσσεὺς εἰς τὴν ἰδίαν ἠπείγετο πατρίδα περιπλεύσας εἰς χώραν λεγομένην Μαρώνειαν καὶ συγχαρούμενος τῶν νεῶν ἀποβῆ- ναι διακρίνεται τούτοις πόλεμῳ, καὶ λαμβάνει τὸν πλοῦτον αὐτῶν ἅπαντα. ἐκεῖ δὲ τὴν Ἑκάβην καταρωμένην τῷ στρατῷ καὶ θορύβους κινοῦσαν λίθων βολαῖς ἀνεῖλε καὶ παρὰ τὴν θάλασσαν καλύπτει ὀνο- μάσας τὸν τόπον Κυνὸς σῆμα. καὶ παραγίνεται εἰς χώραν λεγομέ- νην Λωτοφάγων, ἐκεῖ δὲ πάλιν πολεμήσας ἡττήθη. καὶ φυγὼν κατα- λαμβάνει νῆσον λεγομένην Σικανίαν, τὴν νυνὶ λεγομένην Σικελίαν. ἡ δὲ νῆσος αὕτη τρίγωνος οὖσα ἀπὸ τριῶν ἀδελφῶν ἐκρατεῖτο ἀλλή- λοις συνερχομένων, σὓς οἱ τῆς χώρας ὠνόμαζον Κύκλωπας. ὁ μὲν γὰρ πρῶτος ἐκαλεῖτο Κύκλωψ, ὁ δὲ δεύτερος Πολύφημος, καὶ ὁ τρί- τος Ἀντιφάτης. οὗτοι γεγόνασι παῖδες Σικανοῦ ἄνδρες δυνατοὶ καὶ ἄγριοι κατακρατοῦντες τῆς χώρας καὶ τοὺς ἐμπίπτοντας ἀναιροῦντες. ὡς οὖν Ὀδυσσεὺς περὶ τῶν’ Ἀντιφάτου ἦλθεν καὶ τοὺς σὺν αὐτῷ δια- φθειρομένους εἶδε, ἔφυγεν εἰς ἕτερον μέρος τῆς νήσου καὶ περιπίπτει τῷ καλουμένῳ Κύκλωπι. καὶ συλληφθεὶς ὑπʼ αὐτοῦ πολλοὺς μὲν τῶν ἑταίρων ἀπολλύει, αὐτὸς δὲ ἐν τῷ σπηλαίῳ κατακλεισθεὶς ἐμηχα- νᾶτο πῶς ὤφειλε σωθῆναι. καὶ προσαγαγὼν αὐτῷ λύτρα χρυσοῦ τε καὶ ἀργύρου πλῆθος τὸν ὑπʼ ἐκείνου διέφυγε θάνατον. καὶ διὰ νυκτὸς ἐπιβὰς τῇ ὁλκάδι περιπίπτει τῷ λεγομένῳ Πολυφήμῳ καὶ καταπο- νηθεὶς ὑπʼ αὐτοῦ καὶ πολλοὺς ἀποβαλὼν δώροις αὐτὸν καὶ οἴνῳ προσ- ενεχθέντι μετέβαλεν. ἦν γὰρ ἀήθης τῆς τοῦ οἴνου γεύσεως. ἀπολυ- θεὶς δὲ λοιπὸν ἔφυγεν ἁρπάσας τὴν ἐκείνου θυγατέρα ἣν εἶχε μονο- γενῆ. ταῦτα Σίσυφος ὁ Κῶος ἐξέθετο. οἱ γὰρ ἄλλοι ποιητικῶς ἔγραψαν ὅτι τρεῖς ὀφθαλμοὺς εἶχον οἱ Κύκλωπες, σημαίνοντες τοὺς τρεῖς ἀδελφοὺς ἀλλήλοις συγκειμένους, ὁ δὲ Πολύφημος ἕνα, ὃν καὶ 2. διαλυθῆναι Buttm. διαλεχθῆναι τιφάτου καὶ τοῦ στρατοῦ αὐτοῦ τῶν λε- γομένων Λαιστρυγόνων. Sensus igitur 17. περὶ τῶν Ἀντιφάτου ἤλθεν] verborum fuit ὡς οὖν Ὀδυσσεὺς πρὸς Verba non integra. Apud Mala- τὸν Ἀντιφάτην ἦλθε —. lam p. 146. (115, 1. ed. Bonn.) 27. Σίσυφος ὁ Κῶος] Commenti- hæc sic narrantur, καταντήσας σῦν cius scriptor, quem ut alios eius ταῖς ναυσὶν αὐτοῦ καὶ τῷ στρατῷ ὁ Ὀ- farinæ multos praeter Malalam ne- δυσσεὺς εἰς τὸ διαφέρον μέρος τῷ Ἀντι- mo novit. Vid, Vossium et Fabri- φάτῃ συνέβαλε πόλεμον μετὰ τοῦ Ἀν- cium. BUTTM. ἐτύφλωσε μετὰ πυρὸς, ὅτι τὴν θυγατέρα αὐτοῦ ἐκκαυθεὶς ἔρωτι ἀφεί- λατο. ἐκεῖθεν δὲ εἰς τὰς Αἰολίδας νήσους ἐλθὼν πρὸς Κίρκην καὶ τὴν ἀδελφὴν αὐτῆς Καλυψὼ τὰς θυγατέρας Ἄτλαντος ὑπʼ αὐτῶν ἐδεξιώθη, αἳ τὰς νήσους κρατοῦσαι ἱέρειαι Ἡλίου καὶ Σελήνης ὑπῆρ- χον. ἡ οὖν Κίρκη ἱέρεια οὖσα Ἡλίου καὶ μυστικὰς ἠπίστατο πρά- ξεις καὶ τοὺς ὁρωμένους ὑπʼ αὐτῆς ἀνούσιον εἰς φαντασίαν μετέβαλε καὶ παραμένειν αὐτῇ λυσσῶντας ἐρωτικῶς παρεσκεύαζεν. ἡ δὲ Κα. λυψὼ ἔχουσα πλῆθος ἀνθρώπων τούτους ἐν ὅπλοις ἐγύμναζεν ὡς καὶ φορᾶν αὐτὴν ἦν τῇ ἀδελφῇ. ἡ δὲ Κίρκη τὸν Ὀδυσσέα ὑποδεξαμένη ἐθεράπευεν ἐλπίδι τοῦ κρατεῖν αὐτὸν ἐν τῇ νήσῳ καὶ σὺν αὐτῇ βασι- λεύειν. οὗτος δὲ γνωρίσας τινὰς τῶν ἐκ τῆς Ἑλληνικῆς στρατείας ἐπυνθάνετο παρʼ αὐτῶν τίνος χάριν ἐν ἐκείνῃ διάγουσι τῇ νήσῳ. οἱ δὲ εἶπον ὅτι ὑπὸ τῶν κυμάτων ἐκριφέντες προσεπέλασαν τῇ νήσῳ καὶ πόμα μαγικὸν παρὰ τῆς Κίρκης λαβόντες ἔρωτι κεκράτηνται αὐτὴν καὶ τῆς ἰδίας ἐπελάθοντο πατρίδος. ὅπερ Ὀδυσσεὺς μαθὼν τοῖς ἰδίοις ἐκέλευσε μηδενὸς ἃψασθαι τῶν ἀπὸ τῆς Κίρκης αὐτοῖς φερο- μένων βρωμάτων ἢ πομάτων. ἡ δὲ Κίρκη θαυμάσασα πῶς εὗρεν αὐ- τὸν εἰδότα τὰς αὐτῆς μαγγανείας ὑπῆλθε τὸν ἄνδρα δώροις πολλοῖς καὶ ἤτησεν αὐτὸν μεῖναι παρʼ αὐτῇ τὴν ὥραν τοῦ χειμῶνος, ὀμόσασα αὐτῷ ἐν τῷ ἱερῷ ὡς οὔτε αὐτὸν οὔτε τινὰ τῶν σὺν αὐτῷ βλάψει. οὕτω τοίνυν Ὀδυσσεὺς διατρίψας μετʼ αὐτῆς καὶ μιγεὶς αὐτῇ ἐγκύμονα κα- ταλείψας αὐτὴν ἀποπλέει τῆς νήσου. ἐκεῖθεν δὲ ἀνήχθη εἰς ἑτέραν νῆσον, ὅς ἐκράτει Καλυψὼ τῆς Κίρκης ἀδελφή. μεθʼ ἧς πάλιν χρονί- σας παραγέγονεν εἰς τὴν λίμνην τὴν καλουμένην ἱεκυοπομπὸν, ἐν ᾗ διὰ φασμάτων ἔγνω τὰ μέλλοντα συμβαίνειν αὐτῷ. ἐκεῖθεν εἰς τὰς Σειρηνικὰς ἐκρίπτεται πέτρας, καὶ τὴν καλουμένην Χάρυβδιν καὶ Σκύλλαν, ἥτις ἐν στενωπῷ τόπῳ κειμένη ὑποδέχεται τὰ τοῦ ὠκεανοῦ ῥεύματα καὶ τοὺς παρεμπεσόντας βυθίζει. ἐκεῖ δὲ πάντας τοὺς ἑταίρους μετὰ τῶν πλοίων ἀποβαλὼν αὐτὸς περικαθίσας σανίδι ἐν τοῖς ῥεύμασι τῆς θαλάσσης ἐφέρετο. τοῦτον ἑωρακότες τινὲς Φοίνι- κες πλέοντες ἐν τοῖς ὕδασι φερόμενον ἀναλαβόντες ἤγαγον ἐν Κρήτῃ 4. ἐδεξιωθη ex Malala p.117,18. ut vidit Buttm. collata Malalae nar- correctum. ἐδείχθη P., quod ἐδέχθη ratione p. 118, 1. ἡ δὲ ταύτης αδελφὴ esse posse monet Buttm. Καλυψὼ διαφθονουμένη αὐτῇ ἔχθραν εἰχε 6. ἀνούσιον Buttm. ἄνουσον P. πρὸς αὐτὴν μεγάλην etc. 9. Latet in mendosis hisce, διά- 24. Νεκυοπομπὸν] νεοποντὸν P. Cor- φορον sive ἐχθοὰν eam uisse sorori, rectum ex Malala p. 121, 8. πρὸς Ἰδομενέα γυμνόν. ὃν ἑωρακὼς Ἰδομενεὺς ὑπεδέξατο καὶ κρατή- σας τὴν ὥραν τοῦ χειμῶνος ἐξέπεμψεν αὐτὸν πρὸς Ἀλκίνουν εἰς Φαιακίαν τὴν νυνὶ λεγομένην Κέρκυραν, δεδωκὼς αὐτῷ ναῦς δύο καὶ ἄνδρας ἐπιλέκτους πεντήκοντα. παραλαβὼν οὖν τοῦτον Ἀλκίνους ὁ βασιλεὺς καὶ θεραπεύσας αὐτὸν πέμπει πρότερον κατασκόπους εἰς Ἰθάκην ἐν σχήματι πραγματείας ὀφείλοντας τὰ περὶ τὸν οἶκον αὐτοῦ καὶ τὴν γυναῖκα μαθεῖν. οἱ δὲ γνόντες τὰ περὶ τούτων ἐπανῆλθον πρὸς Ὀδυσσέα εἰς Φαιακίαν καὶ ἀπήγγειλαν αὐτῷ πάντα. συμπαρα- λαβὼν οὖν Ὀδυσσεὺς ναῦν παρʼ Ἀλκίνου μετὰ πλειόνων στρατιωτῶν καταλαμβάνει τὴν Ἰθάκην. καὶ τοῖς μνηστῆρσιν ἐπελθὼν ἐν τῷ ἰδίῳ οἴκῳ εὐωχουμένοις ἄπαντας ἀνεῖλε, καὶ καθάρας τὸν οἶκον ἐκ τῶν ἐπιβουλευμάτων αὐτῷ δόλον ἀνακτᾶται καὶ τὴν βασιλείαν καὶ τὴν γυναῖκα. καὶ βιώσας χρόνους πολλοὺς ὑπὸ τοῦ ἰδίου παιδὸς Τηλε- γόνου τοῦ ἀπὸ τῆς Κίρκης αὐτῷ γενομένου καταλύει τὸν βίον. τὸν γὰρ ἀπὸ τοῦ υἱοῦ θάνατον ἔκ τινων μαντευμάτων ἐλπίζων, τὸν Τη- λέμαχον ἐφυλάττετο καὶ συνεῖναι αὐτῷ παρῃτεῖτο. ὅτε οὖν ὁ Τηλέ- γονος τὴν Ἰθάκην κατέλαβε καὶ ἑαυτὸν τῷ πατρὶ κατεμήνυε μὴ προσδεχομένων αὐτὸν τῶν φυλάκων κἀντεῦθεν κραυγῆς γενομένης ὡς ἔτι νυκτὸς οὔσης, νομίσας Ὀδυσσεὺς τὸν Τηλέμαχον εἶναι, ἀνίστα- ται μετὰ ξίφους. καὶ συμπεσὼν Τηλεγόνῳ πλήττεται ὑπʼ αὐτοῦ τῷ κέντρῳ τῆς τρυγόνος. καὶ τούτῳ τῷ τρόπῳ Ὀδυσσεὺς ἀναιρεῖται. μαθὼν οὖν Τηλέγονος ὅτι τὸν πατέρα ἀνεῖλε πενθήσας αὐτὸν πικρῶς ἀνεχώρησε τῆς Ἰθάκης.
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ.
Α. ΥΠΟΘΕΣΙΣ.
ΘΕΩΝ ἀγορὰ γίνεται περὶ τοῦ τὸν Ὀδυσσέα εἰς Ἰθάκην πεμφθῆ- ναι ἀπὸ τῆς Καλυψοῦς νήσου· μεθʼ ἣν ἡ Ἀθηνᾶ εἰς Ἰθάκην παρα- γίνεται πρὸς Τηλέμαχον ὁμοιωθεῖσα Μέντῃ βασιλεῖ Ταφίων. γινο- μένης δʼ ὁμιλίας παραινέσασα ἡ Ἀθηνᾶ Τηλεμάχῳ παραγενέσθαι διὰ τὴν τοῦ πατρὸς ζήτησιν ἐς Πύλον μὲν πρὸς Νέστορα, εἰς Σπάρ- την δὲ πρὸς Μενέλαον, ἀπαίρει ἔμφασιν δοῦσα ὡς θεὸς εἴη. καὶ τῶν μνηστήρων γίνεται εὐωχία. M.P.V.
ΑΛΛΩΣ.
Ἡμέρᾳ ἐν ᾖ θεῶν ἀγορὰ, Ποσειδῶνος ἐν Αἰθιοπίᾳ ὄντος, Ἀθηνᾶ Διὸς ἐπιτρέψαντος εἰς Ἰθάκην κατελθοῦσα ὁμοιοῦται Μέντῃ Ταφίων βασιλεῖ, καὶ ξενισθεῖσα παρὰ Τηλεμάχῳ παρορμᾷ αὐτὸν κατὰ τῶν μνηστήρων· καὶ ὑποτίθεται αὐτὸν διαπλεῦσαι εἰς Πύλον πρὸς Νέ. στορα, κἀκεῖθεν εἰς Σπάρτην πρὸς Μενέλαον. καὶ αὕτη ἀφανὴς γί- νεται τοῖς μνηστῆρσι· Τηλέμαχος δὲ ἑσπέρου γενομένου εἰς ὕπνον ἐτράπη. Q.
ΑΛΛΩΣ.
Ἀπὸ τῆς ἐναγωνίου καὶ πολεμικῆς Ἰλιάδος ἐπὶ τὴν ἠθικὴν μετα- βῶμεν Ὀδύσσειαν· οὐδὲ γὰρ αὕτη τελείως ἀφιλοσόφητος. αὐτίκα τοίνυν ἐν ἀρχῇ τὴν Διὸς Ἀθηνᾶν ὑπὸ Διὸς ἀποστελλομένην εὑρίσκο- μεν εὐλόγως, ἐπειδὴ ἐκ τῆς ἄγαν νεότητος ἤδη τὴν εἰκοσιετῆ ἡλι- κίαν ὑπερκύπτων μετέβαινεν εἰς ἄνδρας καί τις αὐτὸν ὑπέδραμε τῶν γινομένων λογισμὸς ὡς οὐκέτι χρὴ διακαρτερεῖν ἐπὶ τετραετῆ τῶν 5—11. Habet hoc argumentum 6. ἡ Ἀθηνᾶ Eustathius. ἡ om. Eustathius p. 1380. Similis argu- M.P.V. menti expositio est in scholio ad 12. ΑΛΛΩΣ hic et alibi Argumen- tis præfixi ut diversa distinguerem. μνηστήρων ἀσωτίαν. τοῦτον τοίνυν τὸν ἀθροιζόμενον τῷ Τηλεμάχῳ λογισμὸν Ἀθηνᾶς ἐπιφάνειαν ἠλληγόρησεν. ὁμοιωθεῖσα γὰρ γέροντι ἥκει. E.
1. Εἰπέ μοι ἄνδρα, Μοῦσα, τὸν πλανηθέντα μετὰ τὸ πορθῆσαι τὴν Τροίαν καὶ ἐκ τῆς τοιαύτης πλάνης ἰδόντα ἄστεα πολλὰ, καὶ νοῦν ἔχοντα ἐκ τοῦ ὁμιλῆσαι ἀλλοδαποῖς ἀνθρώποις. ἃ γὰρ εἶχον ἐκεῖνοι πολιτευόμενοι, ταῦθʼ οὗτος τῇ πείρᾳ μαθὼν νοῦν γνῶναι λέγεται. νοῦν γὰρ ἐνταῦθα τὴν πεῖραν νοητέον. ἔγνω οὖν νοῦν, ἀντὶ τοῦ ἐμπορι- κὴν γνῶσιν εἶχεν. Ε.
ἄνδρα μοι] ἔδει μὲν ἐν τῷ ἄνδρα δύο εἶναι ὀξείας, ὡς τὸ “ἄνδρά τε καὶ οἶκον,” ἀλλʼ ἐφυλάξατο ὁ Ἀρίσταρχος διὰ τὸ μὴ ἐν τῇ εἰσβολῇ τῶν λέξεων κακοφωνίαν ποιῆσαι. M.S.
ἄνδρα μοι ἔννεπε, Μοῦσα] γελοῖοι οἱ τὸ “ἄνδρα μοι” ἀνδρεῖον ἀκούοντες. ἔσται γὰρ, ἀνδρεῖον καὶ πολύτροπον ἔννεπε. τὰ γὰρ ἐπί- θετα πρὸς τὰ κύρια ἢ προσηγορικὰ τάττεται. τὸ οὖν ἄνδρα κυρίως παρʼ αὐτῷ τίθεται, τὸν ἀντιτιθέμενον τῇ γυναικὶ, ὥσπερ ὁ ἄρρην, ὥς ποτε ἔφη “ἀνὴρ ἠὲ γυνή·” “ἥτʼ ἐπὶ τύμβῳ ἀνέρος ἑστήκει τεθνειῶτος ἠὲ γυναικός” (Il. ρ, 434.) καὶ “ἆνερ, ἀπʼ αἰῶνος νέος ὤλο” (Il. ω, 725.), καὶ “ὅς γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ” (Od. λ, 449.), καὶ τὸ “ἄνδρα γέροντα” (Od. σ, 53.). ὡσεὶ ἔφη ἄρρενα γέροντα· καὶ “ῥεῖα λαθὼν φύλακας ἀνδρῶν δμῶάς τε γυναῖκαςʼ (Il ι, 477.), καὶ συγκριτικῶς ὡς πρὸς τὰς γυναῖκας· αὐτὸς γὰρ ἔφη “ οὐ γάρ πω τοῖον εἶδον βροτὸν ὀφθαλμοῖσιν οὔτʼ ἄνδρα οὔτε γυναῖκα” (Od. ζ, 160.), καὶ ἀνδροτὴς δὲ ἡ τοῦ ἀνδρὸς δύναμις ἡ ποιοῦσα “ἀνδροτῆτα 10—12. ἔδει—ποιῆσαι] Sic M. quoad sensum permista sunt: me- In S. est ἔδει μὲν ἄνδρα μετὰ ὀξείας lius habet schol. sq. BUTTM. εἶναι, τὸ “ἄνδρά τε οἰκον,ʼ ὰλλ’ ἐδέξατο 16. ἀντιτιθέμενον] ἀντιθέμενον Q. ὁ Ἀρίσταρχος διὰ τὸ μὴ ἐν τῇ συμβολῇ 17. ἠὲ] εἴ, οὐ p. 9, 7. Est ἀνὴρ τῶν λέξεων κακοηχίαν ποιῆσαι. Chœ- οὐδὲ γυνή ex Il. ω, 707. roboscus p. 20, 10. ed. Gaisf. καὶ ἑστήκει] ἔστηκε R. εὐλόγως εἰς τὴν ἀρχὴν τῆς Ὀδυσσείας ὁ 18. νέος ὤλεο] νέος ὤχετο H. ὤχετο Ἀρίσταρχος οὐκ ἠβουλήθη δοῦναι εἰς τὸ νέος ceteri. Correxi ex Homero. “ἄνδρα μοι” δόο ὀξείας, ἀλλὰ μίαν εἰς 20. τὸ ἄνδρα Buttm. Libri τὸν τὸ AN, φάσκων “ἐν ἀρχῇ ποιήσεως ἄνδρα. παράλογον οὐ μὴ ποιήσω.ʼ 23. τοῖον εἶδον] Legitur nunc τοι- 15. ἢ addidi ex R. οῦτον ἴδον. τάττεται] Hoc vult. Si ἄνδρα 24. ἀνδροτὴς—ἀνδροτῆτα enotatum hic esset instar epitheti, aliud de- ex R. Scribebatur ἀνδρότης—ἀνδρό- sideraretur substantivum. Cf. schol. τητα. Veram scripturam ἁδροτῆτα sq. Quae hic sequuntur pessime esse hodie constat. καὶ ἥβην” (Il. χ, 363.). ἐπʼ ἄλλων γὰρ τῶν μὴ σωζόντων ἔξιν φησὶ “κτενέει δέ με γυμνὸν ἐόντα αὔτως ὥστε γυναῖκα” (Il. χ, 124.). οὐχ ὡς ἄνδρα καὶ ἄρρενα, ὥσπερ ἐν ἄλλοις, “Ἀχαΐδες, οὐκέτʼ Ἀχαιοί” (Il. β, 235.) καὶ “μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείη” (Od. κ, 301.), μή σε θηλύνῃ. H.M.Q.R.
ἀνὴρ σημαίνει τέτταρα, τὸν φύσει, ἤτοι τὸν ἀντιτιθέμενον γυναικὶ, ὥς ποτε ἔφη “ἀνὴρ εἶ, οὐ γυνή” καὶ “μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείη.” οὐ γὰρ εὑρίσκεται δύο ἐπίθετα ἄνευ κυρίου ἢ προση- γορικοῦ. δηλοῖ δὲ καὶ τὸν ἀνδρεῖον, ὡς τὸ “ἀνδρὸς ἀκοντίσαντος” (Il. δ, 498.)· ἢ καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα, ὡς τὸ, “ὅπου νῦν γε μετʼ ἀνδρῶν ἵζῃ ἀριθμῷ·” καὶ τὸν γήμαντα, ὡς τὸ, “ἄνδρα ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ” ( Il. τ, 291.)· καὶ τὸν φύσει, ὡς τὸ “ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες” (Il. η, 139.). ἀνὴρ δὲ γέ- γονε παρὰ τὸ ἀνύειν δύνασθαι, γυνὴ παρὰ τὸ γεννᾶν, ἄρσην παρὰ τὸ ἀρόσαι. E.Q.
Ἀπορία. πολύτροπον] οὐκ ἐπαινεῖν φησιν Ἀντισθένης Ὅμηρον τὸν Ὀδυσσέα μᾶλλον ἢ ψέγειν, λέγοντα αὐτὸν πολύτροπον. οὐκ οὖν τὸν Ἀχιλλέα καὶ τὸν Αἴαντα πολυτρόπους πεποιηκέναι, ἀλλʼ ἀπλοῦς καὶ γεννάδας· οὐδὲ τὸν Νέστορα τὸν σοφὸν οὐ μὰ Δία δόλιον καὶ πα- λίμβολον τὸ ἦθος, ἀλλʼ ἀπλῶς τε Ἀγαμέμνονι συνόντα καὶ τοῖς ἄλ- λοις ἅπασι, καὶ εἰς τὸ στρατόπεδον εἴ τι ἀγαθὸν εἶχε συμβουλεύ- οντα καὶ οὐκ ἀποκρυπτόμενον τοσοῦτον ἀπεῖχε τοιοῦτον τρόπον ἀποδέ- χεσθαι ὁ Ἀχιλλεὺς ὡς ἐχθρὸν ἡγεῖσθαι ὁμοίως τῷ θανάτῳ ἐκεῖνον “ὅς χʼ ἕτερον μὲν κεύθει ἐνὶ φρεσὶν, ἄλλο δὲ εἴπῃ” (Il. ι, 313.).
Λύσις. λύων οὖν ὁ Ἀντισθένης φησὶ, Τί οὖν; ἆρά γε πονηρὸς ὁ Ὀδυσσεὺς ὅτι πολύτροπος ἐκλήθη; καὶ μὴν διότι σοφὸς οὕτως οὐ- 4. κακὸν addidi ex H. tur excerpta sunt ea quæ leguntur 6. ἀντιτιθέμενον] ἀντιθέμενον E.Q. ad h. l. et ad ε, 211. η, 257. ι, 52 Correctum ex scholio superiore. BUTTM. De Antisthene, v. Ebert. Pars hujus scholii, ἀνὴρ, νῦν τὸν φύ- Diss. Sicul. 1. p. 125 128. σεῖ· οὐ γὰρ εὑρίσκεται— καλλίζωνοί τε 17. οὐκ οὖν] οὔκουν R. γυναῖκες est etiam in V. 22. ἀποκρυπτόμενον] ἀποκρινόμενον Q. 7. εἰ, οὐ] Vid. ad p. 8, 17. τοιοῦτον] τοῦτον τοιοῦτον H. 16. Ἀντισθένης] Antisthenes in- 24. εἴπῃ] βάζει H. ter multa quae Homerum spectan- 25. λύων] λέγων Q. tia scripsit, aliquot etiam libellos 26. ἐκλήθη] ἐρρέθη H. soli Odysseæ et Ulyssi atque ejus μὴν H. μὴ ceteri. ingenio explicando destinaverat. αὐτὸν προσείρηκε] αὐτὸν προείρηκε R. Vid. Diog. 6, 15—17. Ex his igi- πρὸς αὐτὸν εἴρηκε H. τὸν προσείρηκε. μήποτε οὖν ὁ τρόπος τὸ μέν τι σημαίνει τὸ ἦθος, τὸ δέ τι σημαίνει τὴν τοῦ λόγου χρῆσιν; εὔτροπος γὰρ ἀνὴρ ὁ τὸ ἦθος ἔχων εἰς τὸ εὖ τετραμμένον· τρόποι δὲ λόγων αἱ ποιαὶ πλάσεις. κέχρηται τῷ τρόπῳ καὶ ἐπὶ φωνῆς καὶ ἐπὶ μελῶν ἐξαλλαγῆς, ὡς ἐπὶ τῆς ἀηδόνος, “ἤτε θαμὰ τροπῶσα χέει πολυηχέα φωνήν” (Od. τ, 521.). εἰ δὲ οἱ σοφοὶ δεινοί εἰσι διαλέγεσθαι, καὶ ἐπίστανται τὸ αὐτὸ νόημα κατὰ πολλοὺς λέγειν τρόπους· ἐπιστάμενοι δὲ πολλοὺς τρόπους λόγων περὶ τοῦ αὐτοῦ πολύτροποι ἂν εἶεν. εἰ δὲ οἱ σοφοὶ καὶ ἀγαθοί εἰσι, διὰ τοῦτό φησι τὸν Ὀδυσσέα Ὅμηρος σοφὸν ὄντα πο- λύτροπον εἶναι, ὅτι δὴ τοῖς ἀνθρώποις ἠπίστατο πολλοῖς τρόποις συν- εῖναι. οὕτω καὶ Πυθαγόρας λέγεται πρὸς παῖδας ἀξιωθεὶς ποιήσα- σθαι λόγους διαθεῖναι πρὸς αὐτοὺς λόγους παιδικοὺς, καὶ πρὸς γυναῖ- κας γυναιξὶν ἁρμοδίους, καὶ πρὸς ἄρχοντας ἀρχοντικοὺς, καὶ πρὸς ἐφήβους ἐφηβικούς. τὸν γὰρ ἑκάστοις πρόσφορον τρόπον τῆς σο- φίας ἐξευρίσκειν σοφίας ἐστίν· ἀμαθίας δὲ τὸ πρὸς τοὺς ἀνομοίως 2. τὴν τοῦ λόγου H. τὴν τοῦ om. scholii (inde ab verbis κέχρηται τῷ ceteri. τρόπῳ usque ad τὸ μονότροπον) præ- ἀνὴρ addidi ex H. scripto Πορφυρίου nomine inter secho- 3. τρόποι δὲ λόγων H. τρόπου δὲ lia Iliadis libri decimi relata est in codice Leidensi Vossiano apud λόγου ceteri. αἱ ποιαὶ Buttmannus. αἴτιοι αἱ li. Valcken. Anim. ad Ammon. P. 243. nonnulla cum scripturæ di- 4. τῷ τρόπῶ] τῷ τρωπῶ Porsonus, versitate, quam sigla “Leid.” no- quod nec necessarium nec proba- tatam apponimus. bile, quum verbum τρωπῶ in ante- ὡς Porsonus. καὶ ὡς Leid. καὶ cedenibus non sit memoratum et ceteri. verba κέχρηται τῷ τρόπῳ καῖ—ma- 5. τροπῶσα] τραπῶσα Leid. nifesto referantur ad superiora πολυηχέα φωνήν] μελιηδέα γῆρυν μήποτε οὖν ὁ τρόπος—. Gramma- ἀοιδήν Leid. quæ ex. μελιηδέα γῆρυν ticus postquam duplicem voca. et μελίγηρυν ἀοιδήν memoriæ errore buli τρόπος usum explicuit, ad ter- confusa esse vidit Porsonus. tium transit, quem exemplo verbi 6. καὶ ἐπίστανται] ἐπίστανται καὶ τροπῶ (nam sic grammatici sæpe Buttm. scripserunt pro τρωπῶ) ab τρόπος 7. λέγειν τρόπους] τρόπους λέγειν H. derivandi probat. Quod verbum Leid. explicando adjectivo πολύτροπος alio 8. τοῦ αὐτοῦ H. Leid. τοῦ om. modo adhibet Eustath. p. 1381, ceteri. 45. ὅτι δὲ τὸ πολύτροπον ἐπαινουμένην πολύτροποι] πολλοὶ τρόποι Leid. τινὰ σημαίνει καὶ πολυειδῆ ἐνέργειαν εὶ δὲ οἱ σοφοὶ H. εἰ δὲ σοφοὶ R. δηλοῖ καὶ τὸ περὶ ἀηδόνος ὑπὸ τοῦ ποιη- Leid. οἱ δὲ σοφοὶ ceteri. τοῦ λεχθὲν, τὸ “τροπῶσα χέει πολυηχέα 13. ἄρχοντας] τοὺς ἄρχοντας Leid. φωνήν.” ἐν γὰρ τῷ “ τροπῶσα πολυη- 14. σοφίας ἐστίν om. H. Leid., de χέα φωνήν” πολύτροπον εἰς ᾠδῂν τὴν quo recte judicat Buttrmannus ἀηδόνα φησίν. Ceterum pars hujus “ Omissa hic vides verba nostri ἔχοντας τῷ τοῦ λόγου χρῆσθαι μονοτρόπῳ. ἔχειν δὲ τοῦτον καὶ τὴν ἰατρικὴν ἐν τῇ τῆς τέχνης κατορθώσει, ἠσκηκυίας τῆς θεραπείας τὸ πολύπροπον διὰ τὴν τῶν θεραπευομένων ποικίλην σύστασιν. τρόπος μὲν οὖν τὸ παλίμβολον, τὸ τοῦ ἤθους πολυμετάβολον. λόγου δὲ πο- λυτροπία καὶ χρῆσις ποικίλη λόγου εἰς ποικίλας ἀκοὰς μονοτροπία γίνεται. ἓν γὰρ τὸ ἑκάστῳ οἰκεῖον. διὸ καὶ τὸ ἁρμόδιον ἑκάστῳ τὴν ποικιλίαν τοῦ λόγου εἰς ἓν συναγείρει τὸ ἑκάστῳ πρόσφορον. τὸ δʼ αὖ μονοειδὲς ἀνάρμοστον τὸν πρὸς ἀκοὰς διαφόρους πολύτροπον ποιεῖ τὸν ὑπὸ πολλῶν ἀπόβλητον ὡς αὐτοῖς ἀπόβλητον λόγον. H.M.Q.R.
πολύτροπον] πολλῶν τρόπων ἔμπειρον ἢ ἐπὶ πολλὰ τρέποντα τὴν διάνοιαν. P.
2. ἱερὸν πτολίεθρον] διὰ τὸ κτισθῆναι ὑπὸ θεῶν. ἢ διὰ τὴν πρὸς Δία εὐσέβειαν. E.V. ἢ πᾶν τὸ τινὸς περιεκτικὸν καὶ φυλακτικὸν ἱεροῦ τῶν θεῶν. E.
ἔπερσε] διὰ τί Ὅμηρος οὐ τὸν Ἀχιλλέα ὀνομάζει, ἀλλὰ τὸν Ὀδυσσέα πτολίπορθον, καὶ ταῦτα πόλεις ἀπείρους τοῦ Ἀχιλλέως πορθήσαντος; καὶ λέγομεν, ἐπεὶ ὁ Ἀχιλλεὺς πολίδριά τινα ἐπέσχεν, ὁ δὲ Ὀδυσσεὺς διὰ τῆς οἰκείας φρονήσεως τὴν περίφημον Τροίαν ἐπόρθησε, διʼ ἣν οἱ Ἕλληνες πολλῆς κακοπαθείας μετέσχηκαν κατα- scholii, σοφίας ἐστίν, quæ tamen ab- illum Iliadis versum (qui non est esse non possunt: nam quod apud 308. πολυμήχανʼ Ὀδυσσεῦ, ut vide- Valckenarium post τρόπον incisum batur Valckenario, sed 500. παρα- est, ut ἐστί intelligatur ad τῆς σο- τρωπῶσʼ ἄνθρωποι, ut monuit Porso- φίας, id mihi quidem non satisfa- nus) explicandum facere. Sed ho- cit; quamvis idem hæream in re- mo ineptus qui subsistere poterat petito illo σοφίας, pro quo priori in allato Odysseæ versu τ. 521. loco aut τοῦ λίγου oportuit aut ni- multa etiam e proximis quasi som- hil” nolentus allevit donec experrectus P. 10. l. 15. ἀμαθίας δὲ τὸ πρὸς tandem finem exscribendi itidem τοὺς ἀνομοίως ἔχοντας τῷ τοῦ λόγου sine ratione fecit. BUTTM. χρῆσθαι μονοτρόπῳ H. Legebatur ἀ- ἔχειν δὲ τοῦτον—] Hæc non inte- μαθίας δὲ εἶναι τὸ πρὸς τοὺς ἀνομοίους gra esse animadvertit Buttm. ἐντυγχάνοντα τοῦ λόγου τὸ μονότροπον 3. ποικίλην H. Legebatur ποικιλίας. consentiente Leid., in qua scrip- 4. πολυμετάβολον] τὸ πολυμετάβο- tura desideratur infinitivus quocum λον R. construatur ἐντυγχάνοντα. 5. ποικίλη H. R. Legebatur ποι- 1. ἔχειν δὲ—ἀπόβλητονσλόγον] Hæc κίλου. tam necessario cum praecedentibus 6. τὸ ἑκάστῳ R. Legebatur τῷ cohærent, ut facile appareat illo- ἑκάστῳ. rum ad Iliadem scholiorum com- 7. τὸ ἑκάστῳ correxi pro τὸν ἐκά- pilatorem e scholio ad Od. α, 1. στου. sumpsisse quæ sibi viderentur ad 12. κτισθῆναι E. τετειχίσθαι V. σχεῖν αὐτὴν θέλοντες, διὰ τοῦτο οὐ τὸν Ἀχιλλέα, ἀλλὰ τὸν Ὀδυσσέα ὀνομάζει πτολίπορθον. E.
3. νόον ἔγνω] Ζηνόδοτος “νόμον ἔγνω” φησίν. ἄμεινον δὲ τὸ νόον διʼ ὧν Ὀδυσσεὺς αὐτὸς εἰσάγεται λέγων (Od. ζ, 121.) “ἠὲ φιλό- ξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.” M.
νόον ἔγνω] νοῦς τριχῶς λέγεται, θεωρητικὸς, φυσικὸς, πραγματι- κός. θεωρητικὸς, ὡς ὅταν ὁ φιλόσοφος τὴν τῶν ὄντων γνῶσιν περι- σκοπῇ· φυσικὸς, ὡς ὅλοι οἱ ἄνθρωποι ἐπίσης νοῦν ἔχομεν· πρακτικὸς, ὡς ὅταν τις ἰδὼν πολλὰς πόλεις καὶ χώρας κἀκείνων γενόμενος ἔμ- πειρος ἐξ ἐκείνων γνῶσιν συνάξῃ. ἐκ γὰρ τῆς ἐμπειρίας ἡ γνῶσις συνάγεται. E.
4. ὃν κατὰ θυμόν] ἐνταῦθα στικτέον εἰς τὸ ἄλγεα, εἶτα “ὃν κατὰ θυμὸν ἀρνύμενος.” Q.S.V. τὸ ἐφʼ ἑαυτῷ περιποιῶν καὶ σώζων ἑαυ- τὸν καὶ τοὺς ἑταίρους. ἢ ἀντικαταλλασσόμενος τὴν ἑαυτοῦ ψυχὴν καὶ τὴν εἰς τὸν οἶκον τιμωρίαν ὑπὲρ τῶν ἑταίρων· οἷον αὐτὸς ἀπολέ- σθαι θέλων ἵνα σώσῃ τοὺς ἑταίρους. διαληπτέον δὲ ἐπὶ τὸ νόστον. ἀρνύμενος] ἀντικαταλλάσσων, ἀντιδιδοὺς τὰ ἄλγεα διὰ τὴν ἣν ψυχὴν καὶ διὰ τὸν νόστον τῶν ἑταίρων. ἢ ἀντιδιδοὺς τὴν οἰκείαν ψυ- χὴν διὰ τὸν νόστον, ἀντὶ τοῦ ὑπὲρ τοῦ νόστου, τῶν ἑταίρων, οἷον αὐτὸς ἀπολέσθαι. B. ἀντιποιούμενος, ἀντικαταλλασσόμενος καὶ περιποι- ούμενος. P.
8. οἳ κατὰ βοῦς] μυθικῶς μὲν λέγει ὅτι οἱ τοῦ Ὀδυσσέως ἑταῖροι τὰς βοῦς τοῦ Ἠλίου ἔφαγον καὶ διὰ τοῦτο οὐκ ἐδυνήθησαν ὑποστρέψαι εἰς τὰς οἰκίας αὐτῶν· ἀλληγορικῶς δὲ βοῦς Ἠλίου τὰς ἡμέρας νοεῖ, ἃς οἱ τοῦ Ὀδυσσέως φίλοι κακῶς διεβίβασαν, ὕστερον δὴ θελή- σαντες ὑποστρέψαι πρὸς τὰς οἰκίας αὐτῶν. E.
ἐμνήσθη τούτων, ἐπεὶ ἐκ προαιρέσεως ἀδικήσαντες ἀπώλοντο. V.
Ὑπερίονος] ἐπιθετικῶς τοῦ ἡλίου, ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι. Ἡσίοδος δὲ Ὑπερίονος αὐτὸν ἐγενεαλόγησεν. V.
Ἀπορία. διὰ τί μιᾶς ὑφʼ Ἡλίου νεὼς ἀπολωλυίας, ἕνδεκα δὲ παρὰ Λαιστρυγόσιν, ὁ ποιητὴς ἔφη 12. ἄλγεα om. Q. V. cios. BUTTM. 25. ἀλληγορικῷ.] Conf. schol. ad εἶτα om. Q. 13. τὸ ἐφʼ ἐαυτῷ] H. e. quantum μ, 353- quidem in ipso erat: ne videlicet 26. δὴ Buttm. pro δέ. objiciatur, non servasse illum so- 30. Ἡσίοδος] Theog. 374. οἲ κατὰ βοῦς ὑπερίονος Ἠελίοιο ἤσθιον, αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ, ὡς δὴ πάντων ὑφʼ Ἠλίου ἀπολωλότων. φαμὲν οὖν ὅτι ἑταῖροι ἧσαν μὲν πάντες οἱ ἐπανιόντες ἐξ Ἰλίου μετὰ Ὀδυσσέως, ἰδίως δὲ οἱ συμ- πλέοντες αὐτῷ ἐν τῇ αὐτῇ νηΐ καὶ ἡ μὲν σπουδὴ ὑπὲρ τῆς πάντων σωτηρίας, δυνατὴ δὲ μᾶλλον ἡ τῶν ἐν τῇ αὐτῇ νηὶ συμπλεόντων. καὶ γὰρ κατὰ τὴν παροιμίαν “ κοινὴ ναῦς κοινὴ σωτηρία,” ἀλλʼ οὐκέτι κοιναὶ νῆες καὶ κοιναὶ σωτηρίαι. τὸ γοῦν πολλλὰ δʼ ὄγʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν, ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων, ἰδίως τῶν ἐν τῇ Ὀδυσσέως νηῒ δηλοῖ. ὧν καὶ μάλιστα ὡς ἂν σὺν αὐτῷ ὄντων τῆς σωτηρίας φροντίζειν ἐδύνατο, ἐπεὶ τοῦ μόνον εἰς οἶκον ἀνακομισθῆναι τὸν Ὀδυσσέα αἴτιος γέγονεν ὁ Ἥλιος, τοὺς περιλειπομένους ἀποκτείνας. ὥσπερ οὖν εἴ τις λέγει τοῦ τοὺς Τρῶας ἀπολέσθαι αἴτιον Ὀδυσσέα γενέσθαι τὰ περὶ τὸν ἵππον μηχανητ σάμενον, καίτοι τῶν πλείστων προαπολωλότων ὑπὸ Ἀχιλλέως, Νε- οπτολέμου, Αἴαντος καὶ τῶν λοιπῶν ἀριστέων (ὁ γὰρ τὴν πρᾶξιν τελεώσας ἐπώνυμος τοῦ παντὸς ἔργου γίνεται), οὕτως κἀνταῦθα αἰ- τίου τοῦ μόνον ὑποστρέψαι τὸν Ὀδυσσέα γεγονότος Ἡλίου δικαίως εἶπεν “αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ. . . . . ἔπειτα οὐ πάντων διʼ ἀβουλίας ἀπολωλότων, ἀλλὰ τῶν μὲν διὰ δυστυχίας, ὥσπερ οἱ εἰς τοὺς Κίκονας ἐμπεσόντες, ἢ εἰς τὸν Κύκλωπα, ἢ εἰς τοὺς Λαιστρυγόνας, ἢ εἰς τὴν Σκύλλαν, τῶν δὲ διʼ ἀβουλίαν, ὥσπερ μόνοι εὑρίσκονται οἱ εἰς τὸν Ἥλιον ἀκουσίως ἀσεβεῖν ἑλόμενοι, τὸν Ὀδυσσέα σαφῶς φάναι ὅτι ὑπὲρ τούτων μάλιστα ἐσπούδασεν, ὑπὲρ τῶν μὴ ἔξωθεν αἰτίας ἀπολεσθέντων, ἀλλὰ τῶν σωθέντων ἂν, εἰ μὴ ἄφρονες ἧσαν καὶ παραίτιοι αὑτοῖς τοῦ θανάτου. ὡς γὰρ ἑαυτὸν σώ- ζει ἐκ παντὸς τοῦ παρʼ ἑαυτὸν ῥυόμενος θανάτου, οὕτως καὶ τοὺς ἑταί- ρους ἐκ τοῦ παρʼ ἑαυτὸν δύναται μόνος σοφὸς ῥύεσθαι θανάτου, εἰ τὸ παρ’ ἑαυτοὺς αἴτιον μὴ πρόφασιν ἐνδοῦναι πείσειεν· ἀθανάτους δὲ οὕτε σοφία ποιῆσαι ἐπαγγέλλεται οὔθʼ ὁ σοφὸς σώσειεν ἂν ἐκ παντὸς θανά. του, ἀλλʼ ἐκ μόνου ἄρα τοῦ παρὰ τὴν ἡμετέραν αἰτίαν ὑφισταμένου, εἰ πεισθεῖεν αὐτῷ οἱ συνόντες· οὐδὲ γὰρ οὐδὲ τοῦ πεῖσαι ἐκ παντὸς κύριος 3. δὴ correxi pro διά. tot literarum capax quot in ante- 14. εἴ τις λέγει] Aptius ἄν τις λέ- cedente versu literam sunt verborum κἀνταῦθα αἰτίου—Ἡλίου δικαίως. 20. Ante ἔπειτα lacuna est in H. ὁ σοφός. πολλὰ ὁ μὲν ἔπαθεν ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων ἐν τοῖς παρʼ ἑαυτῷ σωστικοῖς ἔργοις τῶν κινδύνων, ἀλλʼ οὐκ ἐν τοῖς μὴ παρʼ ἡμᾶς ἀποβαινόντων. καὶ ὁμοίως ἐν τοῖς παρʼ ἡμᾶς αὐτὸς μὲν ἔσωσεν ἀρετῇ πειθόμενος τοὺς δυνηθέντας ἂν μὴ διὰ τύχην ἔξωθέν τινα καθʼ εἱμαρμένην ἀποθανεῖν, ἐκ δὲ τῆς παρʼ ἑαυτῶν αἰτίας, καίπερ πολλὰ προθυμηθεὶς, οὐκ ἔσωσεν· αὐτοὶ γὰρ σφετέρῃσιν . . . . . . . . . ἤσαν εἰς τὸν Ἥλιον μόνοι ἀσεβήσαντες. ἔδειξεν οὖν ὅτι τῶν συμβαινόντων τὰ μὲν παρὰ τύχην καὶ τὴν ἔξωθεν αἰτίαν, ὥν ὁ σοφὸς οὐ κύριος, τὰ δὲ παρʼ ἡμᾶς καὶ τὴν ἡμετέραν ὁρμὴν, ὧν κρατεῖν οἷός τε ὁ σπουδαῖος. καὶ θανάτου οὖν τοῦ μὲν ἔξωθεν καὶ παρὰ τὴν τύ- χην οὔτʼ ἐφʼ ἑαυτοῦ οὔτʼ ἐηʼ ἄλλου ὁ σπουδαῖος κύριος, τοῦ δὲ παρὰ τὴν ἡμετέραν αἰτίαν ἐκ παντὸς προνοήσεται ὁ σπουδαῖος καὶ ἐφʼ ἑαυτοῦ καὶ ἐπὶ τῶν αὐτῷ διαφερόντων· καὶ περιγενόμενος ἐφʼ ἑαυτοῦ ἀποτακτήσει τὰ πολλὰ ἐπὶ ἄλλων, ὅταν μὴ τὴν αὐτὴν αὐτῷ τῆς φρο- νήσεως ἔχωσιν ἕξιν. ἀκουστέον οὖν τὸ πολλὰ δʼ ὅγʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν, ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων ἐν τοῖς δυνατοῖς καὶ παρ’ ἡμᾶς τοῦ θανάτου αἰτίοις, ἀλλʼ οὐ μέντοι τοῖς μὴ παρʼ ἡμᾶς αἰτίοις· τῶν γὰρ ἐφʼ ἡμῖν μόνων ὀρεκτικὸς ὁ σπου- δαῖος, καὶ διὰ τοῦτο τῶν ἐξ ἡμῶν αἰτίων θανάτου φυλακτικὸς, ἅλ’ οὐ τῶν ἔξωθεν κατὰ τὴν εἱμαρμένην αἰτίαν ἀποβαινόντων. οὔτε γὰρ πάντων ἀπαξαπλῶς τῶν ἔξωθεν αἴτια, οὔτε πάλιν τὸ ἐφʼ ἡμῶν πάντων κύριον, ἀλλʼ ὧν μὲν τὸ ἐφʼ ἡμῖν, ὧν δὲ κρατεῖ τὰ ἔξωθεν. καὶ τῶν θα- νάτων οἱ μὲν διʼ αἰτίας ἔξωθεν γίνονται, οἱ δὲ διʼ ἡμετέρας ἁμαρτίας, καὶ ἐκ τῆς ἀνοίας τῆς ἡμετέρας ἤρτηνται, ὡς οἵ γε πλεῖστοι τῶν διὰ κακίας εἰς κόλασιν ὑπὸ τοῦ νόμου ἐπαγομένων ἠρτημένοι ἀπʼ αἰτίας τῆς ἐκ τῶν ἑκουσίων ἁμαρτημάτων. H.
10. ἀμόθεν] παρὰ τοῖς Δωριεῦσιν ἔστιν ὄνομα ἀμός ἰσοδυναμοῦν τῷ τίς. καὶ ἀπὸ τούτου γίνεται τὸ ἀμόθεν. δηλοῖ δὲ τὸ ἀπό τινος μέρους τούτων. ἀπὸ δὲ τοῦ ἀμόθεν γίνεται καὶ τὸ οὐδαμόθεν. ἀπὸ δὲ τοῦ ἄμως ἐπιρρήματος γίνεται τὸ ἁμωσγέπως καὶ τὸ οὐδαμῶς. E. ἔστι δὲ ἡ λέξις τῶν Ἀττικῶν ἀμόθεν ἀπὸ μέρους, ὡς καὶ τὸ ἐναντίον οὐδαμόθεν. τὸ δὲ ἀμόν παρὰ τοῖς Ἴωσι τὸν ἕνα δηλοῖ καὶ οὐδαμὸν τὸν οὐδαμινόν. M.
τῶν ἀμόθεν γε] τῶν περὶ τὸν Ὀδυσσέα ὁπόθεν θέλεις πράξεων ἀπό τινος μέρους ἀρξαμένη διηγοῦ ἡμῖν. ἀμόθεν ποθέν. ἔστι λέξις τῶν Ἀττικῶν. ἢ ἀπό τινος μέρους ὁπόθεν θέλεις. S. V.
τῶν—εἰπὲ καὶ ἡμῖν] ὧν σὺ οἶδας, ἵνα καὶ ἡμεῖς γνῶμεν. V.
12. ἔσαν] ἐπορεύθησαν. H.
13. κεχρημένον] ἐπιδεόμενον, χρείαν ἔχοντα. H.
ἠδὲ γυναικός] οἰκείως προσέθηκεν, ἵνα καταφρονήσῃ καὶ θεᾶς ἐρώ- σης. H. V.
14. Καλυψὼ θυγάτηρ ἦν τοῦ Ἄτλαντος. ὄρος δὲ ἦν μέγα, ὅπερ καὶ λέγουσι βαστάζειν κίονας κατέχοντας τὸν οὐρανὸν καὶ τὴν γῆν. H. Q.
16. περιπλομένων ἐνιαυτῶν] συστρεφομένων, τελεουμένων τῶν χρό- νων, εἰς ἑαυτοὺς ἀνακυκλουμένων. H.
17. ὑπερβατὸν, ἵνα συντάσσηται οἶκόνδε νέεσθαι καὶ ἐν τοῖς ἑαυ- τοῦ φίλοις. H.
18. ἔνθα] τότε. H. V. χρονικὸν ἐπίρρημα καὶ ἐν τόπῳ. V.
20. ἀσπερχὲς μενέαινεν] διόλου ὠργίζετο, ἐχολοῦτο. H.
[21. ἀντιθέῳ Ὀδυσῆϊ] Ὀδυσσεὺς δὲ λέγεται παρὰ τὸ ὁδός καὶ τὸ ὕω, τὸ βρέχω. λέγουσι γὰρ ὅτι ἐν τῇ ὁδῷ ἐγεννήθη. ἐγὼ δὲ καὶ Νικόλαος λέγει ὅτι Ὀδυσσεὺς λέγεται παρὰ τὸ ὀδυσσεύω, τὸ μισῶ. οὕτω γὰρ ἐκλήθη διὰ τὸ συμβεβηκὸς, ὡς καὶ ἐκ τῶν ῥαψῳδιῶν ἔξεστι μαθεῖν. Vind. 56.]
22. ἀλλʼ ὁ μὲν Αἰθίοπας] μυθικῶς μέν φασι τὸν Ποσειδῶνα εἰς Ἄἰθίοπας κατὰ καιρὸν ὡρισμένον παραγινόμενον παρʼ ἐκείνων τιμᾶσθαι, ἀλληγορικῶς δὲ Ποσειδῶν λέγεται τὸ ὕδωρ. ἐπεὶ δὲ τὸ ὕδωρ, ἤτοι ὁ ὠκεανός, τὴν πᾶσαν χθόνα κυκλοῖ, καὶ ὅτι ὁ Νεῖλος κατὰ καιρὸν ὡρισμένον ἀρδεύει τὴν τῶν Αἰθιόπων γῆν καὶ αὔξει τὰ δένδρα, κατὰ τοῦτο λέγουσι τὸν Ποσειδῶνα ἤτοι τὸ ὕδωρ τιμᾶσθαι παρʼ αὐτῶν ὡς πολλῶν ἀγαθῶν ἐκείνοις παρεκτικόν. E.
μετεκείαθε] ἡ μετά πρὸς τοὺς Αἰθίοπας. τὸ κει δίφθογγον διὰ τὸ μέτρον. H.
23. διχθὰ δεδαίαται] ἀπὸ μεσημβρίας διερχόμενος ὁ Νεῖλος 1. Addidi τῶν in lemmate et ὧν 15. ex H. adscripsit vide Præfat. p. correxi pro ὡς. 4. προσέθηκεν] προστέθεικεν V. 14. 16. παρὰ τὸ scripsi pro παρὰ ἵνα καταφρονήσῃ] Hoc est, ut ex- τῆς et παρὰ τοῦ. Etymologia inepta, hibeat illum contemnentem—. No- quacum conf. schol. ad v. 75. tandus tironibus hic usus dicendi 15. ἐγεννήθη scripsi pro ἐγενήθη. cum particula ἵνα in hisce scholiis, 26. In P. est γράφεται δίφθογγον e. g. schol. ι, 353. BUTTM. διὰ τὸ μέτρον. 7. De iis quæ Cramerus versui 28. ἀπὸ μεσημβρίας δ. ὁ Ν. διαμερί- διορίζει τοὺς Αἰθίοπας, ἐκ μὲν ἀνατολῆς ἔχων τοὺς Ἰνδοὺς, ἐκ δυσμῶν δὲ νομάδας καὶ Βλέμυας. ἀρέσκει δὲ τῷ Ἀριστάρχῳ παρὰ τοῖς ἀνατολικοῖς Αἰθίοψι διατρίβειν τὸν Ποσειδῶνα ἐκ τοῦ ἐκ Σολύμων φάσκειν αὐτὸν ὁρᾶν τὸν Ὀδυσσέα. M. Αἰθίοπες ἀνατολικοὶ καὶ δυσμικοί. κατοικοῦσι δὲ ἀμφότεροι πρὸς τῷ ὠκεανῷ. τούτου χάριν φησὶν “ἔσχατοι ἀνδρῶν.” E. νενέμηνται, μεμερισμένοι εἰσίν. οἱ μὲν γὰρ αὐτῶν ἐπʼ ἀνατολάς εἰσιν, οἱ δὲ ἐπὶ δυσμάς. τινὲς δὲ πρὸς τοῦ Νείλου σχίζεσθαι αὐτοὺς λέγουσιν. H.P.Q.V.
27. ἀθρόοι] δασυντέον τὸ α· καὶ πρὸ τέλους ἡ ὀξεῖα, ἐπειδὴ ση- μαίνει ὁμοῦ. H.
28. τοῖσι δέ] ἐν τούτοις δὲ τοῖς θεοῖς. V.
29. ἀμύμονος Αἰγίσθοιο] ἢ τοῦ καλοῦ πρὸ τοῦ μοιχεῦσαι, ἢ τοῦ κατὰ γένος ἀγαθοῦ. H.P.V.
30. τηλεκλυτός] οὗ πόρρω ἡ δόξα διέρχεται. P. V.
ὀξυτονητέον τὸ τηλεκλυτός ὡς ἀγακλυτός. εἰ μὲν πτωτικὸν κατʼ ἀρχὴν συντεθείη, βαρύνεται, ὡς τοξόκλυτος· εἰ δὲ ἄλλο τι τῶν ὑπὲρ μίαν συλλαβὴν, ὀξύνεται. διὸ σημειούμεθα τὸ ναυσικλυτός ὀξυνόμε- νον· τὸ δὲ δουρικλυτός ἐν παραθέσει ἐστίν. H.Q.
31. ἔπεα πτερόεντα προσηύδα] γράφεται, ἔπεʼ ἀθανάτοισι μετηύδα. H.P.
32. ὦ πόποι] ὦ παπαῖ. ἔστι δὲ ἐπίρρημα σχετλιασμοῦ δηλωτι- κόν. H. V. πόποι οἱ θεοὶ κατὰ τὴν τῶν Δρυόπων φωνήν· καὶ ἐπίρ- ρημα ἀντὶ τοῦ φεῦ. E.
33. ἐξ ἡμέων] ταῦτα οὐ συμφωνεῖ τῇ πάσῃ μυθοποιίᾳ καθʼ ἣν εἰσάγει τοὺς θεοὺς πολλῶν αἰτίους συμφορῶν. δυνατὸν μὲν οὖν λύειν ζεῖ (nam sic scriptum) τοὺς Αἰθίοπας Conf. schol. Il. κ, 109. habet etiam S. 18. ἐν παραθέσει] Vocem ναυσι- 3. ἐκ Σολύμων] Vide ε, 283. et κλυτός non item ut alteram δουρικλυ- compara Eustath. p. 1386, 36 τός dicit esse ἐν παραθέσει, quoniam, 9. δασυντέον] δασυνητέον H. si ita esset, Homeri sermo requi- πρὸ τέλους ἡ ὁξεῖα]Cf.sct.ad β,185. reret νηυσὶ κλυτός. Vid. schol. 39. ἐπειδὴ σημαίνει τὸ ὁμοῦ] Vide Pier- Sed ipsa grammaticorum de hac sonum ad Mœrin p. 19. Sed hanc re qualiacunque praecepta neque regulam parum constanter ser- ex hoc scholio neque ex illo extri- vasse videntur antiqui; dixere enim care valeo. Conf. ad ζ, 22. et quæ ἄλοχος et ἀδελφός cum leni. Alibi scripsi in Lexil. I. 24. 9. BUTTM. taιmen (ad δ,405.) rem repetit scho- 21. παπαῖ] παπαί H. V. liastes. PORS. σχετλιασμοῦ δηλωτικόν] σχετλιαστι- 16. ὡς τοξόκλυτος addidi ex H. κόν H. τῷ προσώπῳ διὰ τὸ τότε μὲν τὸν ποιητὴν λέγειν, νῦν δὲ τὸν Δία. μᾶλλον δʼ ἂν τῇ λέξει λύοιτο· οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν· ὡς καὶ τῶν θεῶν αἰτίων, οὐ μὴν ἀπάντων γε, καθάπερ οἱ ἄνθρωποι νομίζουσι. Q.
οἱ δὲ καὶ αὐτοὶ] σημειοῦται Ἀρίσταρχος λέγων τὸν καί σύνδεσμον περιττεύειν. H.M.Q.
οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν] τὸ ἑξῆς, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίαις, ὅ ἐστι ταῖς ἑαυτῶν, ἐν ἴσῳ τῷ αὐτοὶ αἴτιοί εἰσιν. οἱ δὲ περισσὸν τὸν καί σύνδεσμον· ἢ στικτέον, οἱ δέ. V.
34. ὑπὲρ μόρον] οὐ σύνθετον τὸ ὑπὲρ μόρον. μόρον δὲ τὴν μοῖραν. “ἦ ῥα καὶ σὺ κακὸν μόρον ἠγηλάζεις” (Od. λ, 618.). καὶ πῶς ἀλ- λαχοῦ φησι “μοῖραν δʼ οὔτινά φημι” (Il. ζ, 488.); ῥητέον ὅτι τῆς μοίρας τὸ μέν ἐστι μονότροπον, τὸ δὲ ἀμφίβολον, ὡς ἐν Ἰλιάδι ἀπε-…
36. γῆμʼ…
…
The complete text is available when the reading interface loads.