Scholia in Odysseam 1.1
- Authority group
- Scholia In Homerum (catalogue association; authorship remains anonymous)
- Edition reference
- Scholia in Odysseam 1.1–309 (scholia vetera), ed. A. Ludwich, Scholia in Homeri Odysseae α 1–309 auctiora et emendatiora, Königsberg: Hartung, 1888–1890 (repr. Hildesheim: Olms, 1966): 4–27, 31–36, 47– 70, 73–93, 98–120.
- CTS identifier
urn:cts:greekLit:tlg5026.tlg008.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
τῇ γυναικί, ὥσπερ ὁ ἄρρην· ὥς ποτε ἔφη „ἀνὴρ ἠδὲ γυνή“ [ζ 184], ”ἥ τ' ἐπὶ τύμβῳ ἀνέρος
ἑστήκῃ τεθνηότος ἠὲ γυναικός” [Ρ 435], καὶ „ἆνερ, ἀπ' αἰῶνος νέος ὤλεο“ [Ω 725] καὶ ”ὅς [που]
νῦν γε μετ' ἀνδρῶν ἵζει ἀριθμῷ” καὶ τὸ „ἄνδρα γέροντα“ [σ 53], ὡσεὶ ἔφη ἄρρενα γέροντα, καὶ ”ῥεῖα,
λαθὼν φύλακάς τ' ἄνδρας δμωάς τε γυναῖκας” [Ι 477], ἀεὶ συγκριτικῶς ὡς πρὸς τὰς γυναῖκας· αὐτὸς
γὰρ ἔφη „οὐ γάρ πω τοῖον εἶδον βροτὸν ὀφθαλμοῖσιν, οὔτ' ἄνδρ' οὔτε γυναῖκα“ [ζ 161]. καὶ ἀνδρο-
τὴς δὲ ἡ τοῦ ἀνδρὸς δύναμις, ”λιποῦς' ἀνδροτῆτα καὶ ἥβην” [Χ 363]· ἐπ' ἄλλων γὰρ τῶν μὴ σω-
ζόντων ἕξιν φησὶ „κτενέει δέ με γυμνὸν ἐόντα αὔτως ὥστε γυναῖκα“ [Χ 125]—οὐχ ὡς ἄνδρα καὶ
ἄρρενα—, ὥσπερ ἐν ἄλλοις ”Ἀχαιίδες, οὐκέτ' Ἀχαιοί” [Β 235], καὶ „μή ς' ἀπογυμνωθέντα κακὸν
καὶ ἀνήνορα θείῃ“ [κ 301], μή σε θηλύνῃ. HM1QR. <ἄνδρα>: νῦν τὸν φύσει· οὐ γὰρ εὑρίσκεται
δύο ἐπίθετα ἄνευ κυρίου ἢ προσηγορικοῦ. δηλοῖ δὲ καὶ τὸν ἀνδρεῖον, ”ἀνδρὸς ἀκοντίσσαντος”
[Δ 498]· καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα, „ὅς που νῦν γε μετ' ἀνδρῶν ἵζει ἀριθμῷ“· καὶ τὸν
γήμαντα, ”ἄνδρα μέν, ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ”· καὶ τὸν φύσει, „ἄνδρες κίκλησκον
καλλίζωνοί τε γυναῖκες“ [Η 139]. D E M1 Q R T V d. ᾧ ἀντιδιαστέλλεται ἡ γυνή. ἐκ τού-
των οὖν τῶν σημαινομένων οἰκειότατον τὸν ἀνδρεῖον σημαίνει ὁ ποιητής. T. <ἄνδρα>: ἐξάλλαξις
εἴδους· τὸ εἶδος ἀντὶ τοῦ γένους, τὸν φύσει. οὐ τὸν ἀνδρεῖον, ἐπεὶ δύο ἐπίθετα οὐχ εὕρηται
ἄνευ κυρίου ἢ προσηγορικοῦ, ἀλλὰ τὸν φύσει, τουτέστιν ἄτομον ἄνθρωπον καὶ μερικόν. Y i. —
ἀνὴρ παρὰ τὸ ἀνύειν δύνασθαι γέγονε, γυνὴ δὲ παρὰ τὸ γεννᾶν, ἄρσην δὲ παρὰ τὸ ἀρόσαι. D E H.
<ἄνδρα μοι>: ἔδει μὲν ἐν τῷ ”ἄνδρα” δύο εἶναι ὀξείας, ὡς τὸ „ἄνδρά τε καὶ οἶκον“ [ζ 181],
ἀλλ' ἐφυλάξατο ὁ Ἀρίσταρχος διὰ τὸ μὴ ἐν τῇ εἰσβολῇ τῶν λέξεων κακοφωνίαν ποιῆσαι. Ma Sl.
<ἔννεπε>: πάθος λεγόμενον διπλασιασμός. Yi. —Αἰολικόν. M1. —<ἔννεπε>: εἰπέ. V.
λέγε, εἰπέ. H. εἴθε εἴποις. Ma. ἀληθῶς εἰπέ. Ma. ἤγουν ἐμμελῶς λέγε, Καλλιόπη. E1. ἢ με-
τρικῶς, μετὰ μέτρου εἰπέ. Y. μετὰ ἡρωϊκοῦ μέτρου εἰπέ. Y. τὸ γὰρ ”ἄειδε” τῇ τραγῳδίᾳ
ἁρμόζει, τὸ δὲ „ἔννεπε“ τῷ ἡρωϊκῷ μέτρῳ. Y. —<ἔννεπε>: ἐν μὲν τῇ Ἰλιάδι ”ἄειδε” φησίν.
ἡδονῇ γὰρ αὐτὰ σκέπειν θέλει δυσχερῆ ὄντα, περὶ δὲ τοῦ ῥήτορος „ἔννεπε“ φησίν. ἐκεῖ μὲν ὡς
περὶ δημοσίων· καὶ πάσῃ τῇ Ἑλλάδι διαφερόντων οὐ πρόσκειται ἀντωνυμία, ἀλλ' ἁπλῶς ἀείδειν
τὴν θεὰν καὶ πᾶσι δηλοῦν τὴν Ἀχιλλέως μῆνιν παρακαλεῖ· ἐνταῦθα δὲ δισσὴ ἀντωνυμία, ”ἄνδρα
μοι” καὶ „εἰπὲ ἡμῖν“ [10]· ὡς γὰρ αὐτὸς ποθῶν ἐμπειρίαν ἔχειν τοῦ ἀνδρὸς τῆς σοφίας ἐν-
τυγχάνει τῇ θεᾷ. Ma l.
<Μοῦσα>] ὦ θεὰ Καλλιόπη, ἤγουν ὦ γνῶσις. τὴν γνῶσιν αὑτοῦ νῦν καλεῖ. Y.
Πορφυρίου· <πολύτροπον>: οὐκ ἐπαινεῖν φησιν Ἀντισθένης Ὅμηρον τὸν Ὀδυσσέα μᾶλλον
ἢ ψέγειν, λέγοντα αὐτὸν ”πολύτροπον”. οὔκουν τὸν Ἀχιλλέα καὶ τὸν Αἴαντα πολυτρόπους πεποιη-
κέναι, ἀλλ' ἁπλοῦς καὶ γεννάδας· οὐδὲ τὸν Νέστορα τὸν σοφὸν οὐ μὰ Δία δόλιον καὶ παλίμβολον
τὸ ἦθος, ἀλλ' ἁπλῶς τε Ἀγαμέμνονι συνόντα καὶ τοῖς ἄλλοις ἅπασι, καὶ εἰς τὸ στρατόπεδον εἴ
τι ἀγαθὸν εἶχε συμβουλεύοντα καὶ οὐκ ἀποκρυπτόμενον. καὶ τοσοῦτον ἀπεῖχε τοῦ τὸν τοιου-
τότροπον ὄντα ἀποδέχεσθαι ὁ Ἀχιλλεύς, ὡς ἐχθρὸν ἡγεῖσθαι ὁμοίως τῷ θανάτῳ ἐκεῖνον „ὅς χ'
ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ“ [Ι 313]. λύων οὖν ὁ Ἀντισθένης φησί· τί οὖν; ἆρά
γε πονηρὸς ὁ Ὀδυσσεὺς ὅτι πολύτροπος ἐρρέθη; καὶ μήν, διότι σοφός, οὕτως πρὸς αὐτὸν εἴρηκεν.
μήποτε οὖν τρόπος τὸ μέν τι σημαίνει τὸ ἦθος, τὸ δέ τι σημαίνει τὴν τοῦ λόγου χρῆσιν· εὔ-
τροπος γὰρ ἀνὴρ ὁ τὸ ἦθος ἔχων εἰς τὸ εὖ τετραμμένον. τρόπου δὲ λόγων αἴτιοι αἱ πλάσεις·
καὶ χρῆται τῷ τρόπῳ καὶ ἐπὶ φωνῆς καὶ ἐπὶ μελῶν ἐξαλλαγῆς, ὡς ἐπὶ τῆς ἀηδόνος ”ἥτε θαμὰ
τροπῶσα χέει πολυηχέα φωνήν” [τ 521]. εἰ δὲ οἱ σοφοὶ δεινοί εἰσι διαλέγεσθαι, καὶ ἐπίστανται
τὸ αὐτὸ νόημα κατὰ πολλοὺς τρόπους λέγειν· ἐπιστάμενοι δὲ πολλοὺς τρόπους λόγων περὶ τοῦ
αὐτοῦ πολύτροποι ἂν εἶεν. εἰ δὲ οἱ σοφοὶ καὶ ἀγαθοί εἰσι, διὰ τοῦτό φησι τὸν Ὀδυσσέα
Ὅμηρος σοφὸν ὄντα πολύτροπον εἶναι, ὅτι δὴ τοῖς ἀνθρώποις ἠπίστατο πολλοῖς τρόποις συνεῖναι.
οὕτω καὶ Πυθαγόρας λέγεται, πρὸς παῖδας ἀξιωθεὶς ποιήσασθαι λόγους, διαθεῖναι πρὸς αὐτοὺς
λόγους παιδικούς, καὶ πρὸς γυναῖκας γυναιξὶν ἁρμοδίους, καὶ πρὸς ἄρχοντας ἀρχοντικούς, καὶ
πρὸς ἐφήβους ἐφηβικούς. τὸ γὰρ ἑκάστοις πρόσφορον τρόπον ἐξευρίσκειν σοφίας εἶναι, ἀμαθίας
δὲ τὸ πρὸς τοὺς ἀνομοίως ἔχοντας τῷ τοῦ λόγου χρῆσθαι μονοτρόπῳ. ἔχειν δὲ τοῦτο καὶ τὴν
ἰατρικὴν ἐν τῇ τῆς τέχνης κατορθώσει, ἠσκηκυῖαν τῆς θεραπείας τὸ πολύτροπον, διὰ τὴν τῶν
θεραπευομένων ποικίλην σύστασιν. τρόπος μὲν οὖν τὸ παλίμβολον τοῦτο τοῦ ἤθους, τὸ πολυμετάβολον.
λόγου δὲ πολυτροπία καὶ χρῆσις ποικίλη λόγου εἰς ποικίλας ἀκοὰς μονοτροπία γίνεται. ἓν γὰρ
τὸ ἑκάστῳ οἰκεῖον· διὸ καὶ τὸ ἁρμόδιον ἑκάστῳ τὴν ποικιλίαν τοῦ λόγου εἰς ἓν συναγείρει τὸ
ἑκάστῳ πρόσφορον, τὸ δ' αὖ μονοειδές, ἀνάρμοστον ὂν πρὸς ἀκοὰς διαφόρους, πολύτροπον ποιεῖ
τὸν ὑπὸ πολλῶν ἀπόβλητον ὡς αὐτοῖς ἀπότροπον λόγον. H M1 Q R Leid. —„πολύτροπον“ λέγει
τὸν Ὀδυσσέα ἢ διὰ τὸ τοῦ [ἤθους] παλ[ίμ]βολον ἢ τὸν μετὰ τὰ Τρωϊκὰ [ἐπὶ] πολλὰ τραπ[έντα]
καὶ πλαν[ηθέντα]. ἢ ”πολύτροπον” τὸν πολύγνωμον καὶ [δόλιον] ἔφη, τὸν ῥᾳδίως τρεπόμενον
καὶ μεταπηδῶντα κ[...]. T. <πολύτροπον>: ἐπὶ πολλὰ τρέποντα τὴν διάνοιαν, συνετόν. ἢ
πολλῶν ἔμπειρον τρόπων. M1V. ἀντὶ τοῦ συνετόν, ποικίλον. Y. πολλῶν ἠθῶν ἔμπειρον. k2.
πολυειδῆ καὶ ἐπιστήμονα. K. —[οὐχ ὅλ]ως πραγματικὴ [ἔσται ἡ] Ὀδύσσεια, [ἀλλ' ἠθ]ική, ὡς
[δηλοῖ] τινὸς [φ]ρονίμου ἀνθρώπου [μ]έλλων εἰπεῖν τὰ ἤθη. H. —<ἄνδρα μοι ἔννεπε,
Μοῦσα, πολύτροπον, ὃς μάλα πολλά>: τὸν τρόπον προεκτίθεται, δι' οὗ τὴν ποίησιν πλα-
τυνεῖ· ἡ γὰρ πολύτροπος τοῦ Ὀδυσσέως περίοδος πλάτος τῇ ποιήσει ἐμπλατυνεῖ.].
<μάλα>] λίαν. MaTY. πάνυ. Ma.
<πολλὰ>] ἀπὸ τῶν Ἀχαιῶν. Y.
2
<πλάγχθη>: ἐπλανήθη. HMaQTVYik2. —ἀφαίρεσις. Yi.
<ἐπεὶ Τροίης>: ἀντὶ τοῦ ἀφ' οὗ τὴν Τροίαν. V. ἀφ' οὗ χρόνου. DE. ἢ μεθ' ὅ. E.
<ἱερὸν πτολίεθρον>: (θαυμαστόν. ἢ) διὰ τὸ τετειχίσθαι ὑπὸ θεῶν. ἢ διὰ τὴν πρὸς
τὸν Δία εὐσέβειαν. DEHM1QTVa. ἢ πᾶν τὸ τινὸς περιεκτικὸν καὶ φυλακτικὸν ἱερὸν καὶ
θεῖον. D E a. ἢ διὰ τὸ περισώζεσθαι ἐν αὐτῇ ἀνθρώπους. Mb T. <ἱερὸν πτολίεθρον>: ὅτι
οἱ θεοὶ τοῦτο ἔκτισαν. ἢ τὸ μέγα. Y.
<ἔπερσεν>: ἐπόρθησεν. MaV. —διὰ τί Ὅμηρος οὐ τὸν Ἀχιλλέα, ἀλλὰ τὸν Ὀδυσσέα ὀνο-
μάζει πτολίπορθον, καὶ ταῦτα πόλεις ἀπείρους τοῦ Ἀχιλλέως πορθήσαντος; καὶ λέγομεν, ἐπεὶ ὁ
Ἀχιλλεὺς πολίδριά τινα ἐπέσχεν, ὁ δὲ Ὀδυσσεὺς διὰ τῆς οἰκείας φρονήσεως τὴν περίφημον
Τροίαν ἐπόρθησε, δι' ἣν οἱ Ἕλληνες πολλῆς κακοπαθείας μετέσχηκαν κατασχεῖν αὐτὴν θέλοντες,
διὰ τοῦτο οὐ τὸν Ἀχιλλέα, ἀλλὰ τὸν Ὀδυσσέα ὀνομάζει πτολίπορθον. D E J. ὅτι ταῖς τούτου
συμβουλίαις ἡ Ἴλιος ἐπορθήθη. Yi.
3
<πολλῶν>] πλείστων. Ma.
<ἴδεν>] Ἰωνικόν. M1T. διὰ τὸ μέτρον. H. —ἔμαθεν. D. ἔβλεψεν. a.
<ἄστεα>] πόλεις. H Ma V.
<νόον>] ὁ νοῦς τριχῶς λέγεται, θεωρητικός, φυσικός, πρακτικός. θεωρητικός, ὡς ὅταν ὁ
φιλόσοφος τὴν τῶν ὄντων γνῶσιν περισκοπῇ· φυσικός, ὡς ὅλοι ἐπίσης οἱ ἄνθρωποι νοῦν ἔχομεν·
πρακτικός, ὡς ὅταν τις ἰδὼν πολλὰς πόλεις καὶ χώρας κἀκείνων γενόμενος ἔμπειρος ἐξ ἐκείνων
γνῶσιν συνάξῃ· ἐκ γὰρ τῆς ἐμπειρίας ἡ γνῶσις συνάγεται. D E J. —ἤτοι πρακτικὴν φρόνησιν
ἔσχε. D. τὸ ἔθος, τὴν διαγωγὴν καὶ τὸ πολίτευμα. D E H Q. ἤθη, ἔθη. K. —Ζηνόδοτος „νόμον
ἔγνω“ (φησίν)· ἄμεινον δὲ τὸ ”νόον” ... δι' ὧν Ὀδυσσεὺς αὐτὸς εἰσάγεται λέγων „ἠὲ φιλόξεινοι,
καί σφιν νόος ἐστὶ θεουδής“ [ζ 121]. Mb T.
διὰ τί προσέθηκεν Ὅμηρος, ”καὶ νόον ἔγνω”; εἰσὶ γάρ τινες μωροὶ πολλὰς πόλεις καὶ
χώρας ἰδόντες, ἀλλ' οὐχὶ γνῶσιν λαμβάνουσιν· διὰ γοῦν τοῦτο καλῶς προσετέθη „καὶ νόον
ἔγνω“. DJ.
4
ὅγ'] οὗτος ὁ ἀνήρ. EY. ὁ Ὀδυσσεύς. D.
<πόντῳ>: θαλάσσῃ. HMaV k2. —ἀπὸ τοῦ πονῶ πόντος. D.
<πάθεν>] ἀφαίρεσις. Yi.
<ἄλγεα>] λύπας. Ma.
<πάθεν ἄλγεα>: ἐνταῦθα στικτέον, εἶτα ”ὃν κατὰ θυμὸν ἀρνύμενος”· τὸ ἐφ' ἑαυτῷ
περιποιῶν καὶ σώζων ἑαυτὸν καὶ τοὺς ἑταίρους. ἢ ἀντικαταλλασσόμενος τὴν ἑαυτοῦ ψυχὴν καὶ
τὴν εἰς τὸν οἶκον πορείαν ὑπὲρ τῶν ἑταίρων, οἷον αὐτὸς ἀπολέσθαι θέλων ἵνα· σώσῃ τοὺς
ἑταίρους. διαληπτέον δὲ ἐπὶ τὸ „νόστον“. HM1QTV. <ἄλγεα>: ἀντικαταλλασσόμενος τῶν ἐν γῇ
καὶ ἐν θαλάσσῃ κινδύνων τὴν ἰδίαν ψυχὴν καὶ τὸν νόστον τῶν ἑταίρων. Ma. ἢ λυτρούμενος τὴν
ἰδίαν ψυχὴν καὶ τὴν τῶν φίλων. ἢ ἀντικαταλλάσσων ὑπὲρ τῶν φίλων καὶ τὴν ἑαυτοῦ ψυχήν·
ὃ καὶ κρεῖττον. ἔστι δὲ ἀντίπτωσις, ἤτοι ὑπὲρ τοῦ νόστου καὶ τῆς ἐπιστροφῆς τῶν φίλων. D.
—λεληθότως δηλοῖ, περὶ τῷ ἐσχάτῳ ἐκινδύνευσε. H1.
<ὃν κατὰ θυμόν>: κατὰ τὴν ἑαυτοῦ ψυχήν. MaTV. κατὰ τὸν ἴδιον θυμόν Y.
5
<ἀρνύμενος>: ἀντικαταλλασσόμενος. HV. ἀντικαταλλάσσων, ἀντιδιδοὺς τὰ ἄλγεα διὰ
τὴν ἣν ψυχὴν καὶ διὰ τὸν νόστον τῶν ἑταίρων. ἢ ἀντιδιδοὺς τὴν οἰκείαν ψυχὴν διὰ τὸν νόστον,
ἀντὶ τοῦ ὑπὲρ τοῦ νόστου, τῶν ἑταίρων, οἷον αὐτὸς ἀπολέσθαι θέλων, ἵνα σώσῃ τοὺς ἑταίρους. B.
ἀντιποιούμενος, ἀντικαταλλασσόμενος καὶ περιποιούμενος. P. [ἀντι]διδούς, σπουδάζων. M1.
φροντίζων. Yi. φυλάττων, ἀναλαμβάνων. k2. ἀνταλλάσσων, ἀντιδιδοὺς ὑπὲρ τῆς οἰκείας [ψυχῆς
καὶ] τοῦ νόστου τῶν ἑταίρων. T. —εἴληπται δὲ ἡ λέξις ἐντεῦθεν· οἱ παλαιοὶ πρότερον μὴ
ἔχοντες χρυσὸν ἐδίδουν ἀρνίον καὶ ἐλάμβανόν τι εἶδος, κριθὴν ἢ σῖτον ἢ ἕτερόν τι. ὅθεν ἄρ-
νυσθαι τὸ ἀνταλλάσσειν ἤγουν τὸ διδόναι τι καὶ λαμβάνειν ἕτερον. MbT.
<ἥν>: τὴν ἑαυτοῦ. νόστον οὖν φησι τὴν οἴκαδε ἐπάνοδον. V. καὶ τὴν ἰδίαν. Y.
<ψυχήν>] ζωήν. k2.
<νόστον>] ὑπὲρ τὴν ἐπάνοδον. a. ὑποστροφήν. k2. καὶ τὴν ἀποστροφὴν τῶν φίλων
αὑτοῦ. Y.
6
<οὐδ' ὧς>] οὐδὲ οὕτως, καίτοι πολλὰ μοχθῶν ὑπὲρ τῶν φίλων σωτηρίας. DEa.
”ὧς” ἀντὶ τοῦ ὅμως. Q.
<ἑτάρους>] φίλους. Y.
<ἐρρύσατο>: ἔσωσεν. HMaVk2.
<ἱέμενός περ>: καίπερ προθυμούμενος. HMaTVY. καίτοι θέλων. DEa.
7
<αὐτῶν>] ἐκείνων. HQ.
<σφετέρῃσι>: ταῖς ἑαυτῶν. V. ταῖς ἰδίαις. DHMaTa. —κατάχρησις. a.
<ἀτασθαλίῃσιν>: φρενοβλαβείαις. HMaQTV. μωρίαις. DHMaQTYa. παρανοίαις. k2.
ἁμαρτίαις. DEa.
<ὄλοντο>: ἀπώλοντο. Ma V. ἐφθάρησαν. k2. —Ἰωνικόν. D M1T.
8
<νήπιοι>: ἄφρονες. H Ma V. ἀνόητοι. Ma V. οἱ μωροί. Y.k2. —νήπιος ὁ νέος, ἀπὸ
τοῦ νοῦν ἤπιον ἔχειν· νήπιος ὁ γέρων, ἀπὸ τοῦ νοῦ ἄπο εἶναι, ὡς καὶ ἐνταῦθα. D. —προανα-
φώνησις τὸ σχῆμα. DE.
<κατὰ>] κατὰ ὑπερβατόν. Y.
<βοῦς>] τὰς. Y.
<οἳ κατὰ βοῦς>: ἐμνήσθη τούτων, ἐπεὶ ἐκ προαιρέσεως ἀδικήσαντες ἀπώλοντο. Ma V. —
μυθικῶς μὲν λέγεται ὅτι οἱ τοῦ Ὀδυσσέως ἑταῖροι τὰς βοῦς τοῦ Ἡλίου ἔφαγον καὶ διὰ τοῦτο
οὐκ ἠδυνήθησαν ὑποστρέψαι εἰς τὰς οἰκίας αὐτῶν· ἀλληγορικῶς δὲ βοῦς Ἡλίου τὰς ἡμέρας νόει,
ἃς οἱ τοῦ Ὀδυσσέως φίλοι κακῶς διεβίβασαν, ὕστερον δὲ θελήσαντες ὑποστρέψαι πρὸς τὰς οἰκίας
αὐτῶν χειμῶνος γεγονότος πολλοὶ τῷ τῆς θαλάσσης κύματι κατεκλύσθησαν. DEJ. τριχῶς ἀλλη-
γορεῖται ὁ μῦθος, ἢ στοιχειακῶς ἢ πραγματικῶς ἢ ψυχικῶς. [καὶ] ἐν ταύτῃ δὲ τῇ βίβλῳ τῇ
τριττῇ ἀλληγορίᾳ χρῆται ὁ Ὅμηρος, καὶ τῇ στοιχειακῇ καὶ τῇ πραγματικῇ καὶ τῇ ψυχικῇ· κατὰ
τὴν ἀρχὴν δὲ τῇ πραγματικῇ χρῆται. Ἥλιον δὲ νοήσαις ἐντεῦθεν πραγματικῶς βασιλέα τινὰ
καλούμενον Ἥλιον, ᾧ τινι Ἡλίῳ οἱ ὄντες ἀμφὶ τὸν Ὀδυσσέα τοὺς βόας ἐπόρθησαν· οὗτος δὲ
στρατὸν ὥρμησε κατ' αὐτῶν καὶ ἐφόνευσε πολλούς, καὶ διὰ τοῦτο λέγεται „αὐτὰρ ὃ τοῖσιν
ἀφείλετο νόστιμον ἦμαρ“. Y. —οἱ γεωργοὶ συνεργοῦνται τῷ ἡλίῳ καὶ τοῖς βουσίν. D. —οἳ
<κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο>:
βόες ἡλίου τίνες δέ; οἱ ἀροτῆρες βόες,
οἱ ἐργαζόμενοι τὴν γῆν καὶ τρέφοντες ἀνθρώπους
καὶ βλέπειν παρεχόμενοι ζῶντας τὸ φῶς ἡλίου
καὶ μὴ θανεῖν ἐκ τοῦ λιμοῦ καὶ κατελθεῖν εἰς Ἅιδου.
πῶς δὲ ὁ ἥλιος αὐτοῖς ἀφείλετο τὸν νόστον;
ἄκουσον βραχυτάτως νῦν· μάθῃς δ' εἰ χρὴ πλατέως.
τοῖς πρὶν ἀνθρώποις ἀσεβὲς ἐσθίειν βοῦν ἐργάτην·
ἐπεὶ δὲ βίᾳ τοῦ λιμοῦ οἱ Ὀδυσσέως φίλοι
ἐργάτας βόας σφάξαντες ἐδαίσαντο τὰς σάρκας,
συνέβη τούτοις δὲ θανεῖν σκηπτοῖς καὶ ναυαγίᾳ,
ἅτε ἡλίου σφῶν ζωῆς καὶ χρόνου πληρωθέντος,
Ὅμηρος ὢν δεινότατος ἀνθρώπων νουθεσίαις
πάντας ἀνθρώπους νουθετεῖ τοῖς πταίσμασιν ἐκείνων
μηδέν τι δρᾶν παράνομον βλέποντας πρὸς ἐκείνους·
καὶ γὰρ παρανομήσασιν ἐκείνοις εἰς τοὺς βόας
ἐν ναυαγίᾳ τῇ δεινῇ καὶ τοῖς σκηπτοῖς, οἷς ἔφην,
ἥλιον λέγει τῆς ζωῆς πικρῶς ἐκπληρωθῆναι. D.
<Ὑπερίονος>: ἐπιθετικῶς, τοῦ Ἡλίου, ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι. M1V. Ἡσίοδος δὲ
[Theog. 374] Ὑπερίονος αὐτὸν ἐγενεαλόγησεν. V. ἐπίθετον τοῦ Ἡλίου, παρὰ τὸ ὑπεράνωθεν
ἡμᾶς ἰέναι. ἔστι τοῦτο πλασματικόν. Ἡσίοδος δὲ Ὑπερίονος αὐτὸν γενεαλογεῖ. Ma. ὑψηλοῦ,
τοῦ ὑπεράνω ἡμᾶς ἰόντος καὶ περιπολοῦντος τὸν κόσμον. T. ἤγουν τὰς βοῦς τοῦ ὑπὲρ ἡμᾶς
ἰόντος. Ma.
<Ἠελίοιο>] Ἀπόλλωνος· ἤτοι βοῦς ἐργασίμους. M1.
9
<ἤσθιον>] κατέφαγον. D. κατήσθιον. k2.
<αὐτὰρ>] ἔπειτα. D. λοιπόν. Ma. καί. Y.
ὁ] καὶ οὗτος. M1T. ὁ Ἥλιος. DHMcTYk2. —διὰ τί μιᾶς ὑφ' Ἡλίου νεὼς ἀπολωλυίας,
ἕνδεκα δὲ παρὰ Λαιστρυγόσιν, ὁ ποιητὴς ἔφη ”οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο ἤσθιον, αὐτὰρ
ὃ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ”, ὡς δὴ πάντων ὑφ' Ἡλίου ἀπολωλότων; φαμὲν οὖν ὅτι ἑταῖροι
ἦσαν μὲν πάντες οἱ ἐπανιόντες ἐξ Ἰλίου μετὰ Ὀδυσσέως, ἰδίως δὲ οἱ συμπλέοντες αὐτῷ ἐν τῇ
αὐτῇ νηΐ· καὶ ἡ μὲν σπουδὴ ὑπὲρ τῆς πάντων σωτηρίας, δυνατὴ δὲ μᾶλλον ἡ τῶν ἐν τῇ αὐτῇ
νηῒ συμπλεόντων. καὶ γὰρ κατὰ τὴν παροιμίαν „κοινὴ ναῦς κοινὴ σωτηρία“, ἀλλ' οὐκέτι κοιναὶ
νῆες καὶ κοιναὶ σωτηρίαι. τὸ γοῦν ”πολλὰ δ' ὅγ' ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, ἀρνύ-
μενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων” ἰδίως τῶν ἐν τῇ Ὀδυσσέως νηῒ δηλοῖ, ὧν καὶ μάλιστα
ὡς ἂν σὺν αὐτῷ ὄντων τῆς σωτηρίας φροντίζειν ἐδύνατο. ἔπειτα τοῦ μόνον εἰς οἶκον ἀνα-
κομισθῆναι τὸν Ὀδυσσέα αἴτιος γέγονεν ὁ Ἥλιος τοὺς περιλειπομένους ἀποκτείνας. ὥσπερ οὖν
ἂν εὖ τις λέγοι τοῦ τοὺς Τρῶας ἀπολέσθαι αἴτιον Ὀδυσσέα γενέσθαι τὰ περὶ τὸν ἵππον μηχα-
νησάμενον, καίτοι γε τῶν πλείστων προαπολωλότων ὑπὸ Ἀχιλλέως, Νεοπτολέμου, Αἴαντος καὶ
τῶν λοιπῶν ἀριστέων—ὁ γὰρ τὴν πρᾶξιν τελειώσας ἐπώνυμος τοῦ παντὸς ἔργου γίνεται—,
οὕτως κἀνταῦθα αἰτίου τοῦ μόνον ὑποστρέψαι τὸν Ὀδυσσέα γεγονότος Ἡλίου δικαίως εἶπεν
„αὐτὰρ ὃ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ“ ... ἔπειτα οὐ πάντων δι' ἀβουλίαν ἀπολωλότων,
ἀλλὰ τῶν μὲν διὰ δυστυχίαν, ὥσπερ οἱ εἰς τοὺς Κίκονας ἐμπεσόντες ἢ εἰς τὸν Κύκλωπα ἢ εἰς
τοὺς Λαιστρυγόνας ἢ εἰς τὴν Σκύλλαν, τῶν δὲ δι' ἀβουλίαν, ὥσπερ μόνοι εὑρίσκονται οἱ εἰς τὸν
Ἥλιον ἑκουσίως ἀσεβεῖν ἑλόμενοι, τὸν Ὀδυσσέα σαφῶς φαίνει ὅτι ὑπὲρ τούτων μάλιστα ἐσπού-
δασεν, ὑπὲρ τῶν μὴ δι' ἔξωθεν αἰτίαν ἀπολεσθέντων, ἀλλὰ τῶν σωθέντων ἄν, εἰ μὴ ἄφρονες
ἦσαν καὶ παραίτιοι αὑτοῖς τοῦ θανάτου. ὡς γὰρ ἑαυτὸν σώζει ἐκ παντὸς τοῦ παρ' ἑαυτὸν
ῥυόμενος θανάτου, οὕτως καὶ τοὺς ἑταίρους ἐκ τοῦ παρ' ἑαυτοὺς θανάτου δύναται μόνος σοφὸς
ῥύεσθαι, εἰ τὸ παρ' ἑαυτοὺς αἴτιον μὴ πρόφασιν ἐνδοῦναι πείσειεν. ἀθανάτους δὲ οὔτε σοφία
ποιῆσαι ἐπαγγέλλεται, οὔθ' ὁ σοφὸς ἐκ παντὸς σώσειεν ἂν θανάτου, ἀλλ' ἐκ μόνου ἄρα τοῦ
παρὰ τὴν ἡμετέραν αἰτίαν ὑφισταμένου, εἰ πεισθεῖεν αὐτῷ οἱ συνόντες· οὐδὲ γὰρ τοῦ πεῖσαι ἐκ
παντὸς κύριος ὁ σοφός. πολλὰ ὁ μὲν ἔπαθεν ”ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων” ἐν
τοῖς παρ' ἑαυτοὺς σωστικοῖς ἔργοις τῶν κινδύνων, ἀλλ' οὐκ ἐν τοῖς μὴ παρ' ἡμᾶς ἀποβαινόντων·
καὶ ὁμοίως ἐν τοῖς παρ' ἡμᾶς αὑτὸν μὲν ἔσωσεν ἀρετῇ πειθόμενος, τοὺς δὲ δυνηθέντας ἂν διὰ
[τὸ] μὴ [παρὰ] τύχην ἔξωθέν τινα καθ' εἱμαρμένην ἀποθανεῖν ἐκ τῆς παρ' αὑτοὺς αἰτίας, καίπερ
πολλὰ προθυμηθείς, οὐκ ἔσωσεν· „αὐτοὶ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο“. οὗτοι δὲ ἦσαν
εἰς τὸν Ἥλιον μόνοι ἀσεβήσαντες. ἔδειξεν οὖν ὅτι τῶν συμβαινόντων τὰ μὲν παρὰ τύχην καὶ
τὴν ἔξωθεν αἰτίαν, ὧν ὁ σοφὸς οὐ κύριος, τὰ δὲ παρ' ἡμᾶς καὶ τὴν ἡμετέραν ὁρμήν, ὧν κρατεῖν
οἷός τε ὁ σπουδαῖος. καὶ θανάτου οὖν τοῦ μὲν ἔξωθεν καὶ παρὰ τὴν τύχην οὔτ' ἐφ' ἑαυτοῦ
οὔτ' ἐπ' ἄλλου ὁ σπουδαῖος κύριος, τοῦ δὲ παρὰ τὴν ἡμετέραν αἰτίαν ἐκ παντὸς προνοήσεται ὁ
σπουδαῖος καὶ ἐφ' ἑαυτοῦ καὶ ἐπὶ τῶν αὐτῷ διαφερόντων· καὶ περιγενόμενος ἐφ' ἑαυτοῦ ἀπο-
τακτήσει τὰ πολλὰ ἐπὶ ἄλλων, ὅταν μὴ τὴν αὐτὴν αὐτῷ τῆς φρονήσεως ἔχωσιν ἕξιν. ἀκουστέον
οὖν τὸ ”πολλὰ δ' ὅγ' ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον
ἑταίρων” ἐν τοῖς δυνατοῖς καὶ παρ' ἡμᾶς τοῦ θανάτου αἰτίοις, ἀλλ' οὐ μέντοι τοῖς μὴ παρ'
ἡμᾶς αἰτίοις· τῶν γὰρ ἐφ' ἡμῖν μόνων ὀρεκτικὸς ὁ σπουδαῖος καὶ διὰ τοῦτο τῶν ἐξ ἡμῶν
αἰτίων θανάτου φυλακτικός, ἀλλ' οὐ τῶν ἔξωθεν κατὰ τὴν εἱμαρμένην αἰτίων ἀποβαινόντων.
οὔτε γὰρ πάντων ἁπαξαπλῶς τὰ ἔξωθεν αἴτια, οὔτε πάλιν τὸ ἐφ' ἡμῖν πάντων κύριον, ἀλλ' ὧν
μὲν τὸ ἐφ' ἡμῖν, ὧν δὲ κρατεῖ τὰ ἔξωθεν. καὶ τῶν μὲν θανάτων οἱ μὲν δι' ἔξωθεν γίνονται
αἰτίαν, οἱ δὲ δι' ἡμετέραν ἁμαρτίαν· καί τινες ἐκ τῆς ἀνοίας τῆς ἡμετέρας ἤρτηνται, ὡς οἵ γε
πλεῖστοι τῶν διὰ κακίαν εἰς κόλασιν ὑπὸ τοῦ νόμου ἀπαγομένων ἠρτημένοι ἀπ' αἰτίας τῆς ἐκ
τῶν ἑκουσίων ἁμαρτημάτων. D H. —ἄλογον τὸ πολλῶν αἰτιῶν γενομένων τοῖς Ὀδυσσέως ἑταίροις
τῆς ἀπωλείας μόνην αἰτιᾶσθαι τὴν βορὰν τῶν τοῦ Ἡλίου βοῶν. λύεται δὲ ἐκ τῆς λέξεως, „ἀλλ'
οὐδ' ὧς ἑτάρους ἐρρύσατο ἱέμενός περ“· τοῦτο γὰρ μὴ πραξάντων αὐτῶν, ὑπελείφθησαν ἄν
τινες ἑταῖροι τῷ Ὀδυσσεῖ. Dl.
<τοῖσιν>] ἀπὸ τούτων. M1. ἤγουν τοῖς μετ' ἐκείνους. D.
<νόστιμον> ἦμαρ: τὴν τῆς ἀνακομιδῆς ἡμέραν. M1V. τὴν τῆς ὑποστροφῆς ἡμέραν. QT.
τὴν εἰς τὰ οἰκεῖα ἐπάνοδον. DE.
10
<τῶν ἀμόθεν γε>: τῶν περὶ τὸν Ὀδυσσέα ὁπόθεν θέλεις πράξεων ἀπό τινος μέρους
ἀρξαμένη διηγοῦ ἡμῖν. HM1SV. ἀπὸ τούτων τῶν περὶ τὸν Ὀδυσσέα πράξεων. QR. ἀπό τινος
τῶν πράξεων τοῦ Ὀδυσσέως. D. ἀφ' ὧν τῶν παρ' ἡμῖν ἐρωτωμένων. Ma. περὶ τούτων. MaT.
<ἀμόθεν>: ποθέν. ἔστι λέξις τῶν Ἀττικῶν. ἢ ἀπό τινος μέρους ὁπόθεν θέλεις. SV.
ὅθεν ἐθέλεις. E. ἀπό τινος μέρους ἀρξαμένη. ἢ ”ἀμόθεν” ἀντὶ τοῦ ἐξ ἑνὸς τρόπου τῶν εἰρη-
μένων εἰπὲ καὶ ἡμῖν. E. ἀπό τινος τρόπου, ἤγουν ἅμα εἰπέ, ὅθεν ἀρξώμεθα. K2. ὁπόθεν, ὅθεν
δήποτε. HQR. καὶ καθ' ἕνα γέ τινα τρόπον. Mc. ἔστι δὲ ἡ λέξις τῶν Ἀττικῶν, „ἀμόθεν“
ἀπὸ μέρους, ὡς καὶ τὸ ἐναντίον οὐδαμόθεν. τὸ δὲ ἀμόν παρὰ τοῖς Ἴωσι τὸν ἕνα δηλοῖ καὶ οὐ-
δαμόν τὸν οὐδαμινόν. Ma. μερικόθεν. οἱ Ἴωνες τὸ ἕν ἀμόν λέγουσιν, ἀφ' οὗ [γίνεται] καὶ οὐδα-
μόθεν. καὶ ”ἀμόθεν” ἀντὶ τοῦ μερικόθεν. T. παρὰ τοῖς Δωριεῦσιν ἔστιν ὄνομα ἀμός ἰσο-
δυναμοῦν τῷ τίς, καὶ ἀπὸ τούτου γίνεται τὸ „ἀμόθεν“ δηλοῦν τὸ ἀπό τινος μέρους τούτων.
ἀπὸ δὲ τοῦ ἀμόθεν γίνεται καὶ τὸ οὐδαμόθεν. ἀπὸ δὲ τοῦ ἀμῶς ἐπιρρήματος γίνεται τὸ
ἀμωσγέπως καὶ τὸ οὐδαμῶς. E.
<θύγατερ Διός>: ἀντὶ τοῦ ὦ Μοῦσα. V. ὦ θεὰ Καλλιόπη. Y. ἀντὶ τοῦ ὦ γνῶσις. M1.
θυγατέρα Διὸς ψυχικῶς νοήσαις νῦν τὴν γνῶσιν· ἡ γὰρ γνῶσις θυγάτηρ ἐστὶ τοῦ Διός, ἤγουν τοῦ
νοός. ἐπικαλεῖται δὲ νῦν τὴν γνῶσιν αὑτοῦ. Y.
<Διός>] τοῦ Διός. H. τοῦ νοῦ. Ma.
<εἰπὲ καὶ ἡμῖν>: ὡς σὺ οἶδας, ἵνα καὶ ἡμεῖς γνῶμεν. MaTV.
11
<ἔνθ'>] ἀπόκρισις τῆς ἑαυτοῦ γνώσεως. ἔστι δὲ προσωποποιΐα. DE. ἄρχεται ἀπεν-
τεῦθεν ἡ Μοῦσα ἢ ἡ θεὰ καὶ λέγει. Y. —τὸ ”ἔνθα” ἐστὶ καὶ τοπικὸν καὶ χρονικόν, ὡς καὶ
ἐνταῦθα, ἀντὶ τοῦ τότε. DM1.
<ἄλλοι>] ἤγουν Ἀχαιοί. Y.
<φύγον>] ἀφαίρεσις. Y.
<αἰπύν>: δεινόν. MaV. χαλεπόν. HKMaQVmY.
<ὄλεθρον>] ἤγουν τὸν θάνατον. Ma.
τοὺς ὄντας ἐν τῇ Τροίᾳ λέγει. Y. χειμῶνος γεγονότος πολλοὶ τῷ τῆς θαλάττης κύματι
κατεκλύσθησαν. EJ.
12
<οἴκοι>: εἰς τὰ οἰκεῖα, ἐπὶ τῆς οἰκίας. MaV.
<ἔσαν>] ἦσαν, ὑπῆρχον. ἢ ἐπορεύθησαν. Ma.
<πόλεμον>] τὸν ἐκ τῆς Τροίας. DE.
<ἠδέ>] καί. Y.
13
<τὸν δ'>] ὅτε. Yr. —τὸν Ὀδυσσέα. HMaQ.
<οἶον>: μόνον, ὁποῖον. HMaV. —<τὸν δ' οἶον>: διὰ τί οἶον; ἔλεον κινεῖ, ὅτι ἐξαίρετα
παρὰ τοὺς ἄλλους δυστυχεῖ Ὀδυσσεύς. Ma.
<νόστου>: τῆς οἴκαδε ἐπανόδου. MaV.
<κεχρημένον>: ἐπιδεόμενον. H1KQVmuw. χρείαν ἔχοντα. HQ. καὶ χρῄζοντα. DEMcTVmuY.
<ἠδέ>] καί. Y.
<γυναικός>] αὑτοῦ. Y.
<ἠδὲ γυναικός>: οἰκείως προσέθηκεν, ἵνα καταφρονήσῃ καὶ θεᾶς ἐρώσης, τῆς Καλυψοῦς.
DEHMaQTV.
14
<πότνια>: σεμνή, ἔντιμος. HMaV. σεβασμία. MaV.
<ἔρυκε>: κατεῖχεν. EHMaQV. ἐκώλυεν. HMaQTV. ἐκράτει. Y.
<Καλυψώ>: Ἄτλαντος θυγάτηρ. HM1TV. Καλυψὼ θυγάτηρ ἦν τοῦ Ἄτλαντος. ὄρος δὲ
ἦν μέγα, ὅπερ καὶ λέγουσι βαστάζειν κίονας κατέχοντας τὸν οὐρανὸν καὶ τὴν γῆν. HMaQ. καὶ
ἡ θεά. Y. —Καλυψὼ δὲ νοήσαις ἐντεῦθεν στοιχειακῶς τὴν κάλυψιν καὶ τὴν ἀφάνειαν, ἥτις
ἐπεκράτει τὸν Ὀδυσσέα „ἐν σπέσσι γλαφυροῖσι“, ἤγουν ἐν τόποις ἀδήλοις, ὅτι ἄδηλος καὶ
ἀφανὴς ἦν ἔτι τοῖς αὑτοῦ φίλοις. Yi.
<δῖα>: ἐνδοξοτάτη. MaV. ἡ ἔνδοξος. Y. σεμνή. Q.
<θεάων>] τῶν. Y. τῶν βασιλίδων. D.
15
<ἐν σπέσσι>: σπηλαίοις. EHM1QTVY.
<γλαφυροῖσι>: κοίλοις. DEHMaQVY. βαθέσιν. VY. βαθυτάτοις. M1.
<λιλαιομένη>: ἐπιθυμοῦσα. ExHMaQTVk2. προθυμουμένη. Y.
<πόσιν>: ἄνδρα. ExHMaV. —αὐτῆς. Ma. σόν. Y.
16
<ὅτε>] ἡνίκα. MaT.
<ἔτος>] ὁ καιρός. Ma.
<ἦλθε>] παρεγένετο. Ma.
<περιπλομένων>: περιερχομένων. Vk2. διερχομένων. Ma. συστρεφομένων. HQ. κυλιο-
μένων. DE. τελειουμένων. HQV. πεπληρωμένων χρόνων. Ma. πληρωθέντων, διπλωθέντων. Y.
κυκλουμένων τῶν χρόνων. HMa. εἰς ἑαυτοὺς ἀνακυκλουμένων. HMaT. πολλῶν χρόνων περι-
ελθόντων. E.
<ἐνιαυτῶν>] τῶν. Y. —τῶν καιρῶν. Y.
17
<τῷ οἱ>: ἐν ᾧ αὐτῷ. V. εἰκότως ᾧ τινι. T. ᾧ τινι, ἤγουν τῷ χρόνῳ. H. ᾧ τινι
ἔτει. M1. ἐκείνῳ τῷ ἔτει. D. τῷ χρόνῳ. Q.
<οἱ>] ἀντὶ τοῦ αὐτῷ. MaY.
<ἐπεκλώσαντο>: εἱμαρμένην γενέσθαι ἐποίησαν. DEHKMaQV. ἐπεκύρωσαν. Mb.
ἐμοίρασαν. Y.
<θεοί>] οἱ ἀστέρες. Ma. ἤγουν ἡ εἱμαρμένη. Y.
<οἶκον δέ>] εἰς τόν. Y. —αὐτοῦ. Y.
<νέεσθαι>] ἀποστρέψαι, ἔρχεσθαι. Ma. ἐπιστραφῆναι. Y. πορεύεσθαι. ExHMb.
ὑπερβατόν, ἵνα συντάσσηται οἶκον δὲ νέεσθαι καὶ ἐν τοῖς ἑαυτοῦ φίλοις. HQMbT.
18
<ἔνθα>] τότε. DEHM1TY. κατὰ τὸν καιρὸν τῆς ὑποστροφῆς. MaT. ἐκεῖ. D.
<πεφυγμένος>: διαπεφευγώς. DMcTV. διαφεύγων. H1. ἀπαλλαγεὶς ἢ διαπεφευγώς. HK.
πεφευγώς. Y. ἐκφυγών. T. φυγών. M1.
<ἦεν>] καὶ ἦν. McT. ὑπῆρχεν. Y.
<ἀέθλων>: κακοπαθειῶν. HMaTV. τῆς ἀγωνίας, τῶν κακοπαθειῶν. DE. τῶν ἀγώνων,
κινδύνων. Y. ἀπὸ κόπων διὰ τὸν ὄχλον τῶν μνηστήρων λέγει καὶ θόρυβον. Y.
19
<μετά>] ἐν. Ma. εἰς τούς. D.
<καὶ σὺν ἑοῖσι φίλοισι>] γρ' ”καὶ μετὰ οἷσι φίλοισι”. k2. ἤγουν ἐν τοῖς ἑαυτοῦ
πολίταις καὶ φίλοις. k2.
<οἷσι>: τοῖς ἑαυτοῦ. HKMaV. ἐν ἰδίοις. Ma.
<θεοί>] οἱ ἀστέρες. M1. τὰ στοιχεῖα πάντα. DEHKQR.
<ἐλέαιρον>: ἠλέουν. HQTVk2. καὶ ἠλέουν αὐτόν. MaY.
20
<νόσφι>: χωρίς. ExHM1QRVY.
<Ποσειδάωνος>] χωρὶς τοῦ Ποσειδῶνος. οὗτος ἦν θεῖος τοῦ Κύκλωπος τοῦ τυφλωθέντος
παρὰ τοῦ Ὀδυσσέως. HMa. τῆς θαλάσσης. HKQR. —<θεοὶ δ' ἐλέαιρον ἅπαντες νόσφι
Ποσειδάωνος>: στοιχειακῶς· ἤγουν πάντα τὰ στοιχεῖα ἐν ἐρημίᾳ ἵσταντο, ὅτι ἦν ἡ ἀνάβασις
τοῦ Νείλου τοῦ ποταμοῦ, χωρὶς τῆς θαλάττης· ἡ γὰρ θάλαττα οὐκ ἦν ἐν ἐρημίᾳ καὶ ἐν ἡσυχίᾳ,
καὶ διὰ τοῦτο οὐκ ἐδύνατο ἐπαναστραφῆναι τῆς θαλάσσης παρεμποδιζούσης αὐτόν. Yi. ἤτοι
αὐτὸν οὐκ ἄλλο τῶν στοιχείων ἐκώλυεν, ἀλλὰ μόνον τὸ ὕδωρ. D.
<ὁ δ' ἀσπερχές>: οὗτος δι' ὅλου. V.
ὁ] οὗτος. Ma. ὁ Ποσειδῶν. HMcQY.
δ'] γάρ. Mb.
<ἀσπερχές>] δι' ὅλου. EHKM1Q. διηνεκῶς. Y. ἀμετακινήτως. MbT. χαλεπῶς. T.
ἀκλινῶς, ἀμεταθέτως. DE.
<μενέαινεν>: ἐχολοῦτο. H1MaQV. ὠργίζετο. DHMaTVY.
21
<ἀντιθέῳ>: ἰσοθέῳ κατὰ ἀρετήν. DHMaQTV. ἰσοθέῳ κατὰ τὴν ἀρετὴν καὶ τὴν
φρόνησιν. EMa. ὑπὸ πολλῶν νομιζομένῳ. Ma. ἢ τῷ ὑπὸ πολλῶν ὀνομαζομένῳ. ἰσοθέῳ δὲ
διὰ τὴν φρόνησιν. D.
<Ὀδυσῆι>] κατὰ τοῦ. Mc. —<ἀντιθέῳ Ὀδυσῆι>: ὅτι τοῖς θείοις καὶ σοφοῖς πράγμασιν
ἐδιέτριβεν. Ὀδυσσεὺς δὲ λέγεται παρὰ τὸ ὁδός καὶ τὸ ὕω, τὸ βρέχω· λέγουσι γὰρ ὅτι ἐν τῇ
ὁδῷ ἐγεννήθη. ἐγὼ δὲ Νικόλαος λέγω ὅτι Ὀδυσσεὺς λέγεται παρὰ τὸ ὀδυσσεύω, τὸ μισῶ· οὕτω
γὰρ ἐκλήθη διὰ τὸ συμβεβηκός, ὡς καὶ ἐκ τῆς τοῦ Τ [τ 407] ῥαψῳδίας ἔξεστι μαθεῖν. Yi.
<πάρος>: πρίν. V. πρότερον. TV. πρὸ τοῦ. KMaY. πότε καὶ πρὸ τοῦ. Hr. καὶ πότε
μενέαινε. Hr.
<ἣν γαῖαν>] εἰς τὴν ἰδίαν γαῖαν. Ma.
<ἰδέσθαι>] γράφεται „ἱκέσθαι“. Ma.
22
<ὁ μὲν>] ἤγουν ὁ Ποσειδῶν. MaY.
<Αἰθίοπας>] εἰς τούς. M1Y. —μυθικῶς μέν φασι τὸν Ποσειδῶνα εἰς Αἰθίοπας κατὰ
καιρὸν ὡρισμένον παραγινόμενον παρ' ἐκείνων τιμᾶσθαι, ἀλληγορικῶς δὲ Ποσειδῶν λέγεται τὸ
ὕδωρ. ἐπεὶ δὲ τὸ ὕδωρ ἤτοι ὁ ὠκεανὸς τὴν πᾶσαν χθόνα κυκλοῖ καὶ ὅτι ὁ Νεῖλος κατὰ καιρὸν
ὡρισμένον ἀρδεύει τὴν τῶν Αἰθιόπων γῆν καὶ αὔξει τὰ δένδρα, διὰ τοῦτο λέγουσι τὸν Ποσειδῶνα
ἤτοι τὸ ὕδωρ τιμᾶσθαι παρ' αὐτῶν ὡς πολλῶν ἀγαθῶν ἐκείνοις παρεκτικόν. DEJ.
<μετεκίαθεν>: μετῆλθεν. H1 Ma Q T V. ἐπορεύθη. H Ma Y. —ἡ μετά πρὸς τοὺς Αἰ-
θίοπας. τὸ κ̅ε̅ι̅ δίφθογγον διὰ τὸ μέτρον. H. ἐπὶ τούς. Ma. —κατὰ τὴν ἑορτὴν τῆς ἀναβάσεως
τοῦ Νείλου ἤτοι κατὰ τὸ θέρος. DE. ἤγουν ὅτι ἦν ἡ ἀνάβασις τοῦ Νείλου. Y.
καιρὸς ἦν ἀναβάσεως Νείλου παρ' Αἰγυπτίοις
ἤτοι τὸ θέρος ἔληγεν, ἀρχὴ δ' ἦν φθινοπώρου·
ἡ Νείλου γὰρ ἀνάβασις ἐκ τέλους Ἰουλίου
μέχρι τῆς συμπληρώσεως γίνεται Σεπτεμβρίου.
τοῦ Νείλου τὴν ἀνάβασιν ταύτην δὲ νῦν σοι λέγει
εἶναι περὶ Αἰθίοπας τὴν Ποσειδῶνος δαῖτα.
ταύρους δὲ τούτου παρεισφρεῖ καὶ ἀρνειούς, τὴν δαῖτα,
ὡς ταύρων ταυρωδέστερον τῶν ποταμῶν ἠχούντων.
οὕτω μὲν ἦν ἀνάβασις παρ' Αἴγυπτον τοῦ Νείλου,
ἁπανταχῆ δ' ἐν οὐρανῷ στοιχείων εὐκρασία.
οἶκον καὶ μέγαρον Ζηνὸς τὸν οὐρανὸν γὰρ λέγει. D.
<τηλόθ' ἐόντας>: μακρὰν οἰκοῦντας. Ma V. μακρὰν ὄντας. H. —τοὺς ὑπάρχοντας. V.
23
<Αἰθίοπας>] λέγω εἰς τούς. Y. —ἐπαναφορά. E. ἐπανάληψις. D Y. [γίνεται] δὲ
ἡ ἐπανάληψις κατὰ τρεῖς τρόπους· ἐπὶ προσώπου συστάσει ἢ διαβολῇ, ἐπὶ ἤθους βεβαιώσει,
ἐπὶ πράγματος διδασκαλίᾳ. ἐπὶ προσώπου συστάσει, ὡς ἐνταῦθα ”ἀλλ' ὁ μὲν Αἰθίοπας
μετεκίαθε τηλόθ' ἐόντας, Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν”. ἐπανέλαβε δὲ τὸ
ὄνομα, ἵνα δείξῃ ὅτι δύο γένη Αἰθιόπων. Y.
<τοί>] καὶ οὗτοι καὶ οἵτινες. Y.
<διχθά>: διχῶς. D E H Ma T V. ἤτοι βʹ. Ma. εἰς δύο V. χωρίς. Y.
<δεδαίαται>: νενέμηνται, μεμερισμένοι εἰσίν. οἱ μὲν γὰρ αὐτῶν ἐπ' ἀνατολάς εἰσιν, οἱ
δὲ ἐπὶ δυσμάς. τινὲς δὲ πρὸς τοῦ Νείλου σχίζεσθαι αὐτοὺς λέγουσιν. H Ma P Q V. ἀπὸ μεσημ-
βρίας διερχόμενος ὁ Νεῖλος διορίζει τοὺς Αἰθίοπας, ἐκ μὲν ἀνατολῆς ἔχων τοὺς Ἰνδούς, ἐκ δυσ-
μῶν δὲ Νομάδας καὶ Βλέμυας. ἀρέσκει δὲ τῷ Ἀριστάρχῳ παρὰ τοῖς ἀνατολικοῖς Αἰθίοψι δια-
τρίβειν τὸν Ποσειδῶνα ἐκ τοῦ „ἐκ Σολύμων“ [ε 283] φάσκειν αὐτὸν ὁρᾶν τὸν Ὀδυσσέα. Ma.
Αἰθίοπες ἀνατολικοὶ καὶ δυσμικοί. κατοικοῦσι δὲ ἀμφότεροι πρὸς τῷ ὠκεανῷ. τούτου χάριν
φησὶν ”ἔσχατοι ἀνδρῶν”. E.
<ἔσχατοι>] εἰς ἔσχατον οἰκοῦντες τόπον περὶ τὸν Νεῖλον. MaT.
24
<οἱ μὲν>] τινές εἰσιν ἐν τοῖς μέρεσιν ... καὶ οἱ ἄλλοι εἰσὶν ἐν τοῖς μέρεσι τοῦ
ἀνατέλλοντος ἡλίου. Y. τινές εἰσιν ἐν ἐκείνῳ τῷ μέρει τοῦ Νείλου, τινὲς δὲ ἐν τούτῳ τῷ μέρει
τοῦ Νείλου· οὐ μὴν δὲ λέγει ὅτι τινές εἰσιν ἐν τῷ ἀνατολικῷ μέρει, τινὲς δὲ ἐν τῷ δυσμικῷ. Y.
<δυσομένου Ὑπερίονος>: τοῦ πρὸς δύσιν ἡλίου. βούλεται δὲ εἰπεῖν τοὺς Αἰθίοπας
τοὺς πρὸς δύσιν ὄντας. V. ἤγουν εἰς τὰς δυσμάς. MaT. ἐπὶ τῆς δύσεως. E. δυομένου. Ma.
δύνοντος. H.
<Ὑπερίονος>] τοῦ ἡλίου. D E Ma U.
<οἱ δ' ἀνιόντος>: ἀνατέλλοντος. τοὺς ἀνατολικοὺς δηλοῖ. HMaV. κατὰ ἀνατολάς. KT.
εἰς τὴν τῆς Αἰγύπτου γῆν δυσομένου τοῦ ἡλίου καὶ ἀνιόντος, οὐχὶ εἰς τὸν ἅπαντα
κόσμον. M1.
25
<ἀντιόων>: μεταληψόμενος, ἤτοι ὑπαντῶν ἢ μεταλαμβάνων. V. ἐξ ἐναντίας ἐρχόμενος,
μεταλαμβάνων. H K Q R. ἀπολαύων. E H K. —ὁ Ποσειδῶν. H Q R.
<ἑκατόμβης>: μεγάλης θυσίας. DEVY. τῆς λείας ἢ μεγάλης θυσίας. Ma. ἑκατόμβη
ἡ θυσία· ἢ ἀπὸ ἑκατὸν νομισμάτων. τοῦτο δὲ ὅτι τότε ἦν ἀνάβασις τοῦ Νείλου. M1.
ὅτι οἱ Αἰθίοπες ἐτίμων τὸν Ποσειδῶνα ὡς θεόν. Y.
26
<ἔνθα>: τότε. V Y. χρονικὸν καὶ ἐν τόπῳ. V. ὅπου. H.
<ὅγε>] ὁ Ποσειδῶν. H Ma Y.
<τέρπετο>] ηὐφραίνετο. H.
<δαιτί>: εὐωχίᾳ. V Y. περὶ τὴν δαῖτα. H Ma.
<παρήμενος>: παρών, διατρίβων. H1 K V. πλησίον καθήμενος. Ex H Q Y. παρα-
καθήμενος. M1.
<δή>] καί. Y.
<ἄλλοι>] θεοί. Ma Y.
μετάβασις ἀλληγορίας στοιχειακῆς ἐπὶ ἀλληγορίαν ἢ ψυχικὴν ἢ ῥητορικήν. D.
27
<Ζηνός>] Διός. Y. —ἢ τοῦ πρωτεύοντος ἢ τοῦ νοός. D.
<ἐνὶ μεγάροισιν>] καὶ ἐν τοῖς οἴκοις. Y.
<Ὀλυμπίου>: τοῦ τὸν Ὄλυμπον οἰκοῦντος. D E H Ma V.
τὰ στοιχεῖα λέγει. Y.
<ἀθρόοι>: ὁμοῦ. H Ma T V Y. συνειλεγμένοι. Y. —<ἁθρόοι>: δασυντέον τὸ α̅, καὶ πρὸ
τέλους ἡ ὀξεῖα, ἐπειδὴ σημαίνει ὁμοῦ. H1 l.]
<ἦσαν>] ὑπῆρχον. Ma.
28
<τοῖσι δέ>: ἐν τούτοις δὲ τοῖς θεοῖς. Ma V.
<μύθων>: λόγων. Ma V.
<ἦρχε>: προκατήρχετο. Ma V.
<τοῖσι δὲ μύθων ἦρχε>: πῶς ὁ Ζεὺς ἐκκλησίαν συναγαγὼν θεῶν οὔτε παραδόξων οὔτε
χρησίμων τινῶν μνημονεύει, ἀλλὰ τοῦ Αἰγίσθου; Ma L. τί γὰρ μέγα, εἰ φθορεὺς ἀλλοτρίας γυ-
ναικὸς τῆς ἐπαξίας ἔτυχε τιμωρίας; (ἢ) ὅτι ὁ Ὅμηρος οὐκ ἐκ κατασκευῆς τὰς ἀρχὰς τῶν λόγων
πορίζεται, τοῖς δὲ προειρημένοις ἢ προγεγενημένοις ἑπόμενος τὰ ἀκόλουθα εὑρίσκει. Ὀδυσσεὺς
γὰρ πρεσβεύων πρὸς Ἀχιλλέα οὐδὲν ἐκ κατασκευῆς λέγει, παραθέντος δὲ τὰ πρὸς εὐωχίαν
Ἀχιλλέως ἀρχῇ ταύτῃ χρησάμενός φησιν „ἀλλ' οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα
πῆμα, διοτρεφές, εἰσορόωντες δείδιμεν“ [Ι 228]. ὁμοίως δὲ καὶ Φοῖνιξ, εἰπόντος Ἀχιλλέως
ἐσαύριον αὐτῷ συναποπλεῖν, τούτῳ ἐν τῷ αὑτοῦ λόγῳ χρῆται προοιμίῳ ”εἰ μὲν δὴ νόστον γε
μετὰ φρεσί, φαίδιμ' Ἀχιλλεῦ, βάλλεαι” [Ι 434], καὶ νεύσαντος τοῦ Ἀχιλλέως τῷ Πατρόκλῳ
στρωννύναι κοίτην τῷ Φοίνικι, ἵνα λοιπὸν ἐκ τῆς σκηνῆς ἀπαλλαγῶσι, προοίμιον τοῦτο τῆς
πρεσβείας ὁ Αἴας ποιεῖται λέγων „ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ τῇδέ γ' ὁδῷ κρα-
νέεσθαι“ [Ι 625] καὶ ἑξῆς, καὶ καθόλου πάντες οἱ λέγοντες παρ' Ὁμήρῳ ἀρχὰς ἐκ τῶν προειρη-
μένων λαμβάνουσι. L.
<πατὴρ ἀνδρῶν τε θεῶν τε>: ἤγουν ὁ Ζεύς. Ma V Y.
29
<μνήσατο>: ὑπεμνήσθη. H Ma Q V. ὑπεμνήσατο. H. καὶ ἐμνήσθη. Y.
<κατὰ θυμόν>] κατὰ τὴν διάνοιαν. Ma.
<ἀμύμονος Αἰγίσθοιο>: ἤτοι καλοῦ πρὸ τοῦ μοιχεῦσαι, ἢ τοῦ κατὰ γένος ἀγαθοῦ.
H1 Ma P Q V Y. <ἀμύμονος>: εὐγενοῦς ἢ εὐμόρφου· οὐ γὰρ ἐπὶ τοῦ τρόπου ληπτέον. Ma. κατὰ
τὸ εἶδος ἢ κατὰ τὸ γένος, ἢ πρὸ τοῦ συμμιγῆναι τῇ Κλυταιμνήστρᾳ. D. τοῦ πρὶν φρονίμου.
M1. τοῦ ἀμύμονος καὶ τοῦ ἀψόγου, ὅσον κατὰ τὸ πρῶτον, μετὰ ταῦτα δὲ οὔ. ἢ κατὰ ἀντί-
φρασιν. Y.
30
<τόν ῥα>: ὅντινα δή. H Ma Q V Y. Αἴγισθον. Y.
<Ἀγαμεμνονίδης>] ὁ υἱὸς τοῦ Ἀγαμέμνονος. Mc.
<τηλεκλυτός>: οὗ πόρρωθεν δόξα διέρχεται. H1 Ma P V Y. τουτέστι τοῦ ἐξακούστου. Y.
ὁ πάνυ ἔνδοξος ἐκ πατρός. Ma. <τηλεκλυτός>: ὁ ἐκ πατρὸς ἔνδοξος, ὁ πόρρωθεν φημιζόμενος, διὰ τὸ βα-
σιλέως εἶναι υἱός· ἢ ὁ ἔσχατος γεννηθείς. D. —<τηλεκλυτός>: ὀξυτονητέον τὸ ”τηλεκλυτός” ὡς ἀγα-
κλυτός. εἰ μὲν πτωτικὸν κατ' ἀρχὴν συντεθείη, βαρύνεται, ὡς τοξόκλυτος· εἰ δὲ ἄλλο τι τῶν ὑπὲρ μίαν
συλλαβήν, ὀξύνεται. διὸ σημειούμεθα τὸ ναυσικλυτός ὀξυνόμενον· τὸ δὲ δουρὶ κλυτός ἐν παραθέσει
ἐστίν. D H Ma Ql.
31
<τοῦ>] τούτου. EY. Αἰγίσθου. D E Mc Y.
<ὅγ'>] οὗτος ὁ Ζεύς. D E Mc Y.
<ἔπε'>] λόγους. Ma.
<ἔπεα πτερόεντα προσηύδα>] γρ' „ἔπε' ἀθανάτοισι μετηύδα“. H P. —ὡς ἔχοντα τὴν
φύσιν πτερώδη. Mb.
<μετηύδα>: ἐν αὐτοῖς εἶπεν. Ma V. τοῖς ἄλλοις φίλοις τοῦ Ὀδυσσέως εἶπεν. H.
πραγματικῶς ἀλληγορήσαις τὸν παρόντα τῶν θεῶν λόγον καὶ δημηγορίαν, δηλονότι τὴν
ὁμιλίαν, ἣν ἐποιήσατο ὁ Μέντης μετὰ τῆς στρατιᾶς αὑτοῦ, καὶ πῶς ἐπεμνήσθησαν Αἰγίσθου
καὶ ἐκ τούτου καθεξῆς τοῦ Ὀδυσσέως. Y.
32
<ὦ πόποι>: ὦ παπαῖ. ἔστι δὲ ἐπίρρημα σχετλιασμοῦ δηλωτικόν. H1 Ma V. βαβαί. B.
φεῦ φεῦ· ὦ θεοί. H. ὦ φίλοι. M1. ”πόποι” οἱ θεοὶ κατὰ τὴν τῶν Δρυόπων φωνήν· καὶ
ἐπίρρημα, ἀντὶ τοῦ φεῦ. E.
<ὢ πόποι>: γαμήλιος ὢν ὁ θεὸς ἀναγκαίως τῶν γάμων προνοεῖται. ἢ τὸ πᾶν προ-
κατεσκεύασται πρὸς τῷ μέλλοντι λεχθῆναι ὑπ' Ἀθηνᾶς. H Ma Ql.
<οἷον>] πῶς. H Ma T n. πῶς, φησιν, οἱ ἄνθρωποι. E. —θαυμαστικῶς. Y.
<θεούς>] ἡμᾶς. Ma.
<βροτοί>] οἱ ἄνθρωποι. Y.
<αἰτιόωνται>: αἰτιῶνται. H Ma Q V. μέμφονται. Ma.
33
<ἐξ ἡμέων>: ἐξ ἡμῶν. H Ma V.
Πορφυρίου· <ἐξ ἡμέων γάρ φασι>: ταῦτα οὐ συμφωνεῖ τῇ πάσῃ μυθοποιίᾳ, καθ' ἣν
εἰσάγει τοὺς θεοὺς πολλῶν αἰτίους συμφορῶν. δυνατὸν μὲν οὖν λύειν τῷ προσώπῳ διὰ τὸ τότε
μὲν τὸν ποιητὴν λέγειν, νῦν δὲ τὸν Δία. μᾶλλον δ' ἂν τῇ λέξει λύοιτο· „οἱ δὲ καὶ αὐτοὶ σφῇσιν
ἀτασθαλίῃσιν“, ὡς καὶ τῶν θεῶν αἰτίων, οὐ μὴν ἁπάντων γε, καθάπερ οἱ ἄνθρωποι νομίζουσιν.
D H J Ma Q. περὶ τοῦ μὴ εἶναι εἱμαρμένην καὶ τύχην καὶ γένεσιν κατὰ τοὺς ἄφρονας Ἕλληνας
καὶ αὐτὸς ὁ μέγιστος ποιητὴς αὐτῶν Ὅμηρος μάρτυς· πεποίηται γὰρ οὕτως ἐν τοῖς ἔπεσιν
αὐτοῦ ὁ Ζεὺς διαλεγόμενος πρὸς τοὺς ὁμοίους αὐτῷ δαίμονας περὶ τῆς Αἰγίσθου μοιχείας καὶ
τῆς ἐπὶ τῷδε ποινῆς ”ὦ πόποι, οἷον δή νυ θεοὺς [βροτοὶ] αἰτιόωνται· ἐξ ἡμέων γάρ φασι”
καὶ τὰ ἑξῆς ἕως τοῦ „ἄλγε' ἔχουσιν“. H.
<φασί>: λέγουσι. Ma V.
<κάκ'>] τά. Y. τὰ βλαπτικὰ αὐτοῖς. E.
<ἔμμεναι>] ὑπάρχειν αὐτοῖς. Ma Y.
<οἱ δὲ καὶ αὐτοί>: ἢ ”οἵδε”, καὶ στιγμή· ἢ „οἱ δὲ“, καὶ ἔστι περισσὸν τὸ ”καί”. Ma.
<οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν>: τὸ ἑξῆς, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθα-
λίαις, ὅ ἐστι ταῖς ἑαυτῶν, ἐν ἴσῳ τῷ αὐτοὶ αἴτιοί εἰσιν. οἱ δὲ περισσὸν τὸν „καί“ σύνδεσμον.
ἢ στικτέον [ἐπὶ] τὸ ”οἵδε”. H Ma V. σημειοῦται Ἀρίσταρχος λέγων τὸν „καί“ περιττεύειν. H Ma Q.
34
<σφῇσι>: ταῖς ἑαυτῶν. Ma V. ταῖς ἰδίαις. D Ma.
<ἀτασθαλίαις>: ἁμαρτίαις. Ma V. μωρίαις. Ma. —παρὰ τὸ ἐν ἄταις θάλλειν. Y.
<ὑπὲρ μόρον>: οὐ σύνθετον τὸ ”ὑπὲρ μόρον”. „μόρον“ δὲ τὴν μοῖραν· ”ἦ ῥα καὶ σὺ
κακὸν μόρον ἡγηλάζεις” [ἦ τινὰ καὶ ... λ 618]. καὶ πῶς ἀλλαχοῦ φησι „μοῖραν δ' οὔ τινά
φημι“ [Ζ 488]; ῥητέον ὅτι τῆς μοίρας τὸ μέν ἐστι μονότροπον, τὸ δὲ ἀμφίβολον, ὡς ἐν Ἰλιάδι
ἀπεδείξαμεν· ὡς ἐν τῷ ”μήτηρ γάρ τέ μέ φησι ... διχθαδίας κῆρας φερέμεν” [Ι 411]. HMaQl.
—<ὑπὲρ μόρον>: ὑπὲρ τὸ πεπρωμένον. H Ma V Y. ὑπὲρ τὸ προσῆκον. EHM1QTY. ὑπερβολῇ
τὸ προσῆκον· λέγεται γὰρ μοῖρα καὶ τὸ προσῆκον, ὡς τὸ „νῦν δ' ὁ μὲν ἐν μοίρῃ πέφαται“
[χ 54]. Δ. πρὸ τοῦ τὸν μόρον ἐλθεῖν ἄλγεα ἔχουσι καὶ λύπας ἐξ ἀβουλίας οἰκείας. H Ma Q.
35
<ὑπὲρ μόρον>] ὑπὲρ τὸ πρέπον. HY. ὑπὲρ τὸ πεπρωμένον καὶ προσῆκον. H. ὑπὲρ
τὸ μεμοιραμένον. Ma.
<Ἀτρείδαο>] τοῦ υἱοῦ τοῦ Ἀτρέως. Mc. ἤγουν τοῦ Ἀγαμέμνονος. Mc Y.
36
<γῆμε>: ἔγημεν. H Ma V Y. εἰς γυναῖκα ἠγάγετο. E. —ἀφαίρεσις. Y.
<ἄλοχον>: γαμετήν. H Ma V.
<μνηστήν>: τὴν ἐκ μνηστείας γεγαμημένην γυναῖκα. E H Ma V. τὴν νομίμην. E. καλῶς
εἶπε μνηστήν. ἵνα μὴ εἰπὼν μόνην ”ἄλοχον” δείξῃ, ὅτι ᾖ καὶ παλλακίς, προσέθηκε καὶ τὸ
„μνηστήν“, ἵν' ᾖ μεμνηστευμένην. Ma. ἔγημε γαμετήν, μεμνηστευμένην, ἤγουν τὴν ἐκ μνηστείας
γεγαμημένην. H.
<τόν>] ἤγουν τὸν Ἀγαμέμνονα. D H MaQ Y.
<ἔκτανε>] ὁ Αἴγισθος. MaY.
<νοστήσαντα>: ὑποστρέψαντα. H1Ma Q V. ἐπανελθόντα. MaV.
37
<εἰδώς>: ἐπιστάμενος. H K MaQ V. —καίτοι γε. D. καὶ ταῦτα. n. καὶ τοῦτο γι-
νώσκων ὅτι μέλλει ἀναιρεῖσθαι κἀκεῖνος ὑπὸ Ὀρέστου. Mb. —ἤγουν ὁ Αἴγισθος. Y.
<ὄλεθρον>] αὑτοῦ. D E K Ma.
<πρό οἱ εἴπομεν>: προείπομεν αὐτῷ. H MaV. —κατὰ ὑπερβατόν. Y.
<οἱ>] αὐτῷ. E Y. τῷ Αἰγίσθῳ. Y. —ἐγκλιτέον, ὡς τὸ ”ξύμμοι λάβεσθε” [Plat.
Phaedr. p. 237a]. HMa.
38
<Ἑρμείαν> νοήσαις ἐντεῦθεν πραγματικῶς ἄνθρωπόν τινα, ὃν ἀπέστειλεν ὁ Μέντης
πρὸς παραίνεσιν Αἰγίσθου. Y. ὁ Ἑρμῆς πεμφθεὶς πρὸς τὸν Αἴγισθον ἄντικρυς τοῦτο δηλοῖ,
τὴν ἐκ θεῶν ἀνθρώποις λόγου τοῦ κατ' ἀρετὴν δωρεάν, φύσιν ἔχοντος ἀποτρέπειν μὲν τῶν κακῶν,
ἐπὶ δὲ τὰ ἀγαθὰ παρορμᾶν. D E. τὴν κοινὴν φήμην. Mb.
<Ἑρμείαν πέμψαντες>: ἔνιοι „πέμψαντε“ δυϊκῶς γράφουσιν, ἢ ἐπὶ τοῦ Διὸς καὶ τῆς
Ἥρας—γαμήλιοι γὰρ οὗτοι—, ἢ ἐπὶ θεῶν καὶ θεαινῶν, ἢ ἐπὶ Διὸς καὶ τῶν ἄλλων θεῶν.
οὕτως δὲ καὶ Ἀριστοφάνης καὶ Ζηνόδοτος. H Ma Q.
<ἐΰσκοπον>] τὸν καλῶς σκοποῦντα. Ma. μεγάλως σκοποῦντα. D. τὸν ἀρίστως δια-
γινώσκοντα τὰ πράγματα. Mb T. καλὸν ἄγγελον. Y.
<Ἀργειφόντην>: τὸν ἀργὸν φόνου καὶ εἰρηνικόν. ἢ τὸν φονεύσαντα Ἄργον τὸν πολυόμμα-
τον κύνα, ὃς ἐφύλασσε τὴν Ἰώ. H1 M1V. τὸν καθαρὸν φόνου. Ma Y. ἢ τὸν φονέα τῆς ἀργίας.
ἢ ὅστις τοὺς ἀργοὺς καὶ ἀπράκτους λογισμοὺς ἀναιρεῖ. M1S. ὁ μὲν μυθικὸς Ἑρμῆς διάκτορος
καὶ Ἀργειφόντης λέγεται, [καὶ διάκτορος] ἐκ τοῦ διακτορεῖν καὶ ἀγγέλλειν τὰ τῶν θεῶν, καὶ
Ἀργειφόντης ὅτι Ἄργον ἀνεῖλε τὸν πανόπτην, ὃν ἡ Ἥρα φύλακα τῆς Ἰοῦς ἐπέστησε τῆς Ἰνάχου
παιδός. ἀλληγορικῶς δὲ ὁ προφορικὸς λόγος Ἑρμῆς λέγεται παρὰ τὸ ἑρμηνευτικὸς εἶναι, καὶ
διάκτορος ὅτι διεξάγει καὶ ἀγγέλλει τὰ τῆς ψυχῆς καὶ τοῦ νοῦ ἐνθυμήματα, Ἀργειφόντης δὲ ὡς
ἀργὸς καὶ καθαρὸς φόνου· παιδεύει γὰρ καὶ ῥυθμίζει καὶ πραΰνει τὸ θυμικὸν τῆς ψυχῆς. ἢ
ὅτι τὸν Ἄργον κύνα ἀναιρεῖ, τουτέστι τὰ λυσσώδη καὶ ἄτακτα ἐνθυμήματα. ἢ παρὰ τὸ ἀργεννὰ
ἤτοι καθαρὰ φαίνειν τὰ τῆς ψυχῆς ἐνθυμήματα. D E J.
ἡ Μασσαλιωτικὴ γράφει ”πέμψαντες Μαίης ἐρικυδέος ἀγλαὸν υἱόν”. H Ma.
39
<αὐτόν>] τὸν Ἀγαμέμνονα. D H MaY.
<κτείνειν>: ἀνελεῖν, φονεῦσαι. MaV. —γρ' „κτεῖναι“. H3.
<μνάασθαι>: μνηστεύεσθαι. H3 Q V. εἰς μνηστείαν ἐλθεῖν ἐκείνης μετὰ τὸ ἐκεῖνον
κτεῖναι· πρώην γὰρ οὐ μεμνηστευμένην αὐτὴν εἶχεν, ἀλλὰ μοιχικῶς. ἢ πρωθύστερον. D. μνηστὴν
ἔχειν. T. —τὸ δεύτερον α̅ τοῦ ”μνάασθαι” συσταλτέον. H1.
<ἄκοιτιν>] ὡς. D. —ὁμόκοιτον. Ma. τὴν τοῦ Ἀγαμέμνονος γυναῖκα. H Ma.
40
<τίσις>: ἀντὶ τοῦ ἔκτισις. H1 Ma V Y. τιμωρία. H1 Ma Q V Y. κόλασις. Ex H1 Ma V.
ἐκδίκησις. D. βοήθεια. Ma.
<ἔσσεται>: γενήσεται. D Ma V. —ἐντεῦθεν ἐκ τοῦ διηγηματικοῦ μετῆλθεν ἐπὶ τὸ μιμητι-
κόν, διὸ καὶ ἐπιφέρει „ὣς ἔφαθ' Ἑρμείας“. H1 K Ma S.…
Αἰγίσ…
The complete text is available when the reading interface loads.