Scholia in Iliadem
- Authority group
- Scholia In Homerum (catalogue association; authorship remains anonymous)
- Edition reference
- Scholia in Iliadem (scholia vetera) (= D scholia), ed. Heyne, op. cit., 1:2, 74–75, 148– 149, 186–187, 230, 296, 332, 362, 398–399, 452, 491, 542–543; 2:4, 56–57, 93, 137, 187, 230, 270–271, 300, 331, 365, 393, 443.
- CTS identifier
urn:cts:greekLit:tlg5026.tlg017.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
7
ἔχων τὸ γένος, ἔντιμος· ἀπὸ γὰρ Αἰγίνης
τῆς Ἀσωποῦ τοῦ ποταμοῦ Θηβῶν, Αἰακός·
Αἰακοῦ δὲ, Τελαμῶν καὶ Πηλεύς· Πηλέ-
ως δὲ, Ἀχιλλεύς.
8
<Τίς τ' ἂρ σφῶε.>
Τίς δὴ αὐτοὺς τοὺς δύο, Ἀγαμέμνονα, καὶ
Ἀχιλλέα. πάλιν δὲ, τοῦτο ὁ Ποιητὴς
ἐρωτᾷ τὴν Μοῦσαν. <Ἔριδι.> Φιλονεικίᾳ.
<Ξυνέηκε.> Συνέβαλε, συνέμιξε.
9
<Λη-
τοῦς καὶ Διὸς υἱός.> Ὁ τῆς Λητοῦς καὶ
Διὸς παῖς Ἀπόλλων, πάλιν δὲ τοῦτο ὡς
ἀπὸ τῆς Μούσης. Ζεὺς δὲ ἐρασθεὶς Λη-
τοῦς τῆς Κοίου θυγατρὸς ἑνὸς τῶν Τιτά-
νων, καὶ Φοίβης, ἔγκυον αὐτὴν ἐποίησεν.
ἥτις, δεκαμηνιαίου χρόνου διαγενομένου,
ἠπείγετο διὰ θαλάσσης πρὸς Ἀστερίαν
τὴν νῆσον, μίαν οὖσαν τῶν Κυκλάδων.
ἐκεῖσε δὲ ἐλθοῦσα, δρεψαμένη δύο φυτῶν,
ἐλαίας καὶ φοίνικος, διδύμους ἀπεκύησε
παῖδας, Ἄρτεμιν καὶ Ἀπόλλωνα· καὶ
τὴν νῆσον ἐκάλεσε Δῆλον, ὅτι ἐξ ἀδήλου
βάσεως ἐῤῥιζώθη. <Ὁ γάρ.> Οὗτος γάρ.
<Βασιλῆϊ.> Τῷ βασιλεῖ. <Χολωθείς.> Ὀρ-
γισθείς.
10
<Νοῦσον.> Νόσον λοιμικήν.
<Ἀνὰ στρατόν.> Κατὰ τὸ στρατόπεδον.
<Ὦρσε.> Διήγειρεν, ἐνέβαλε. <Κακήν.>
Κακωτικήν. <Ὀλέκοντο.> Ἀπώλλοντο.
<Λαοί.> Ὄχλοι. λᾶες κατὰ διάλεκτον οἱ
λίθοι λέγονται. Προμηθέως παῖς Δευ-
καλίων γίγνεται. οὗτος βασιλεύων τῶν
περὶ τὴν Φθίαν τόπων, γαμεῖ Πύῤῥαν τὴν
Ἐπιμηθέως καὶ Πανδώρης, ἣν ἔπλασαν
οἱ θεοὶ πρώτην γυναῖκα. καὶ ἐπειδὴ Ζεὺς
ἠθέλησε τὸ χαλκοῦν γένος ἀπολέσαι, ὑπο-
θεμένου Προμηθέως, Δευκαλίων τεκτῃνά-
μενος λάρνακα, καὶ τὰ ἐπιτήδεια ἐνθέμε-
νος, εἰς ταύτην μετὰ Πύῤῥας ἀνέβη. Ζεὺς
δὲ πολὺν ὑετὸν ἀπ' οὐρανοῦ χέας, τὰ
πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν,
ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους, ὀ-
λίγων χωρίς· οἵτινες συνέφυγον εἰς τὰ
πλησίον ὑψηλὰ ὄρη. τότε δὲ καὶ τὰ κατὰ
Θεσσαλίαν στενώματα καὶ τέμπη διέσ-
τη, καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννή-
σου συνεχύθη πάντα. Δευκαλίων δὲ ἐν
τῇ λάρνακι διὰ τῆς θαλάσσης φερόμενος
ἐφ' ἡμέρας ἐννέα καὶ νύκτας ἴσας, τῷ
Παρνασῷ περιΐσχει· κἀκεῖ τῶν ὄμβρων
παῦλαν λαβόντων, ἐκβὰς, ἔθυσε Διῒ Φυ-
ξίῳ· Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν,
ἐπέτρεψεν αἰτῆσαι ὅ, τι βούλεται. ὃ δὲ
αἰτεῖται, ἀνθρώπους αὐτῷ γενέσθαι. καὶ
Διὸς εἰπόντος, ὑπὲρ κεφαλὴν ἔβαλλεν αἴ-
ρων λάας, τουτέστι λίθους· καὶ οὗς μὲν
ἔβαλλεν ὁ Δευκαλίων, ἄνδρες ἐγένοντο·
οὓς δὲ ἡ Πύῤῥα, γυναῖκες. ἡ ἱστορία παρὰ
Ἀπολλοδώρῳ.
11
<Οὕνεκα τὸν Χρύσην.>
Ἕνεκα. ἐπειδὴ τὸν Χρύσην. <Ἠτίμησεν.>
Ἀτίμως ὕβρισεν. <Ἀρητῆρα.> Ἱερέα.
παρὰ τὸ ἀρᾶσθαι, ὅ ἐστιν εὔχεσθαι.
12
<Ὁ γάρ.> Οὗτος γάρ. <Ἦλθε.> Παρ-
εγένετο. <Θοάς.> Ταχείας. σημαίνει δὲ
καὶ ὀξείας. ὡς ἐν ἐκείνοις· Ἔνθεν δ' αὖ
νήσοισιν ἐπὶ προέηκε θοῇσιν. <Ἐπὶ νῆας.>
Ἐπὶ τὰς ναῦς, ὅ ἐστι τὰ πλοῖα.
13
<Λυ-
σόμενος.> Λυτρωσόμενος. <Θύγατρα.> Τὴν
θυγατέρα. <Φέρων.> Κομίζων, ἄγων. <Ἀ-
περείσια.> Ἄπειρα τῷ πλήθει, πολλά.
<Ἄποινα.> Δῶρα, λύτρα, ἄφοινα τινὰ ὄντα,
τὰ ἕνεκεν φόνου διδόμενα.
14
<Στέμ-
ματα.> Στεφανώματα. Λάδωνος τοῦ ἐν
Ἀρκαδίᾳ ποταμοῦ, Δάφνη ὑπῆρχε θυγά-
τηρ εὐπρεπεστάτη. ἐρασθεὶς δὲ αὐτῆς
Ἀπόλλων, καὶ βουλόμενος συγγενέσθαι,
ἐδίωκε· καταλαμβανομένης δὲ αὐτῆς ὑπὸ
τοῦ θεοῦ, φασὶν εὔξασθαι τῇ μητρὶ Γῇ,
χάσματι αὐτὴν δεχθῆναι· γενομένου δὲ
τούτου, καὶ τῆς γῆς ἀναδούσης ὁμώνυμον
φυτὸν, Ἀπόλλων θεασάμενος, ἐξεπλάγη,
καὶ τὸ μὲν δένδρον, ἀπὸ τῆς παρθένου Δάφνην
προσηγόρευσεν ὁμωνύμως. λαβὼν δὲ κλά-
δον αὐτῆς, ἐστέψατο. <Ἔχων.> Κατέχων,
κρατῶν. <Ἐν χερσίν.> Ἐν ταῖς χερσίν.
<Ἑκηβόλου.> Ἕκαθεν, ὅ ἐστι πόῤῥωθεν
βάλλοντος, εὐστόχου τοξότου.
15
<Χρυ-
σέῳ ἀνὰ σκήπτρῳ.> Περὶ τῷ κεχρυσωμέ-
νῳ σκήπτρῳ, ὅ ἐστι τῇ χρυσῇ ῥάβδῳ τῇ
βασιλικῇ. <Ἐλίσσετο.> Ἐλιτάνευε, πα-
ρεκάλει. <Πάντας Ἀχαιούς.> Πάντας
τοὺς Ἕλληνας.
16
<Ἀτρείδα δὲ μάλι-
στα.> Μάλιστα δὲ τοὺς Ἀτρέως παῖδας,
Ἀγαμέμνονα καὶ Μενέλαον. <Μάλιστα.>
Ἐξαιρέτως. <Δύω.> Δισσούς. <Κοσμήτο-
ρε.> Διατάκτορας, ἡγεμόνας. <Λαῶν.>
Τῶν ὄχλων.
17
<Ἀτρεῖδαί τε.> Ὦ Ἀ-
τρέως παῖδες, Ἀγάμεμνον, καὶ Μενέλαε.
<Ἄλλοι.> Οἱ λοιποί.
18
<Ὑμῖν μὲν θεοὶ
δοῖεν.> Ὑμῖν μὲν οἱ θεοὶ παράσχοιεν.
<Ὀλύμπια δώματ' ἔχοντες.> Οἱ τὸν Ὄλυμ-
πον κατοικοῦντες. Ὄλυμπος δὲ, κατὰ
μὲν Ὅμηρον, ὄρος τῆς Μακεδονίας μέγισ-
τον, ἱερὸν τῶν θεῶν. κατὰ δὲ ἀλληγορίαν,
ὄλυμπός ἐστιν ὁ οὐρανός· παρὰ τὸ, ὁλο-
λαμπὴς εἶναι.
19
<Ἐκπέρσαι.> Ἐκπορ-
θῆσαι, καταστρέψαι. <Πριάμοιο πόλιν.>
Τὴν Ἴλιον. περιφραστικῶς. <Εὖ δ'.> Κα-
λῶς δέ. διατί δὲ ὁ Χρύσης κατὰ τῶν οἰ-
κείων ηὔχετο; λέγομεν, ὅτι πρῶτον μὲν
ἔδει κολακεύειν τὸν τύραννον, καὶ ταῦτα
λέγειν, ἅπερ ἐπεθύμει δρᾶσαι. δεύτερον
δὲ, ὅτι διὰ τοὺς Τρῶας ἀπωλωλέκει τὴν
θυγατέρα· ὅθεν εὐλόγως κέχρηται ταῖς
ἀραῖς κατ' αὐτῶν. <Οἴκαδε.> Εἰς τὰ οἰ-
κεῖα. <Ἱκέσθαι.> Παραγενέσθαι.
20
<Παῖδα δέ μοι.> Τὴν θυγατέρα μου. <Λύ-
σατε.> Λύτρα λαβόντες, ἀπόδοτε. <Φί-
λην.> Προσφιλεστάτην. <Τὰ δ' ἄποινα.>
Τάδε τὰ δῶρα. <Δέχεσθε.> Λαμβάνετε.
21
<Ἁζόμενοι.> Ἐντρεπόμενοι, σεβόμενοι.
<Διὸς υἱόν.> Τὸν Διὸς παῖδα Ἀπόλλωνα.
22
<Ἔνθα.> Τότε· χρονικὸν ἐπίῤῥημα. ἐν-
ταῦθα δὲ, τοπικόν. <Ἐπευφήμησαν.> Μετ'
εὐφημίας ἐβόησαν.
23
<Αἰδεῖσθαι.>
Ἐντρέπεσθαι. <Ἱερῆα.> Τὸν ἱερέα. <Ἀγ-
λαά.> Καλά. <Δέχθαι.> Δέχεσθαι,
λαμβάνειν.
24
<Ἀλλ' οὐκ Ἀτρείδῃ.>
Ἀλλ' οὐ τῷ Ἀτρέως παιδὶ Ἀγαμέμνονι.
<Ἥνδανε.> Ἤρεσκε. <Θυμῷ.> Διὰ τὴν ὀρ-
γήν.
25
<Ἀλλὰ κακῶς.> Ἀλλὰ μεθ'
ὕβρεως. <Ἀφίει.> Ἀπέπεμπε. <Κρατερόν.>
Ἰσχυρὸν, ἀπειλητικόν. <Μῦθον.> Λόγον.
<Ἔτελλεν.> Ἐπέτελλεν, ἔλεγε.
26
<Μή
σε, γέρον.> Μή σε, ὦ πρεσβύτα. <Κοί-
λῃσι.> Κοίλαις, βαθείαις. <Παρὰ νηυσί.>
Παρὰ ταῖς ναυσί. <Κιχείω.> Καταλάβω.
27
<Ἢ νύν.> ἢ ἐν τῷ παρόντι καιρῷ.
<Δηθύνοντα.> Ἐγχρονίζοντα. <Ἢ ὕστε-
ρον.> Ἢ ἐκ δευτέρου. <Αὖτις.> Πάλιν.
<Ἰόντα.> Παραγενόμενον.
28
<Μὴ νύ
τοι.> Μὴ οὐκ ἄν σοι. <Οὐ χραίσμῃ.> Οὐ
βοηθήσῃ. <Σκῆπτρον.> Ἡ βασιλικὴ ῥάβδος.
<Στέμμα.> Στεφάνωμα. <Θεοῖο.> Τοῦ θεοῦ.
29
<Τὴν δέ.> Ταύτην δέ. <Οὐ λύσω.> Οὐκ
ἀπολύσω. <Πρίν μιν.> Πρὸ τοῦ αὐτήν. <Γῆ-
ρας ἔπεισι.> Τὸ γῆρας καταλάβῃ.
30
<Ἡμετέρῳ ἐνὶ οἴκῳ.> Ἐν τῷ ἡμετέρῳ οἴκῳ.
<Ἐν Ἄργει.> Ἐν τῷ Ἄργει. ὅ ἐστι, τῇ
Πελοποννήσῳ νῦν καλουμένῃ. ὁ δὲ Ἀγα-
μέμνων, βασιλεὺς ἦν Μυκήνης πόλεως Ἀρ-
γολικῆς. Ἰστέον δὲ, ὅτι ἡ Πελοπόννησος
τὸ ἀρχαῖον Αἰγιάλεια ἐκαλεῖτο, ἀπὸ Αἰ-
γιαλέως τοῦ υἱοῦ Ἰνάχου, τοῦ ἐν Ἄργει
ποταμοῦ, καὶ Μελίας, τῆς Ὠκεανοῦ. ὕσ-
τερον δὲ πάλιν, Ἀπία ἐκλήθη, ἀπὸ Ἀπί-
δος τοῦ Φορωνέως παιδός. εἶθ' οὕτως Ἄρ-
γος, ἀπὸ Ἄργου τοῦ Πανόπτου. τελευ-
ταῖον δὲ πάντων, Πελοπόννησος, ἀπὸ τοῦ
κρατῆσαι τῆς χώρας τὸν Ταντάλου υἱὸν
Πέλοπα. <Τηλόθι πάτρης.> Πόῤῥω τῆς
πατρίδος.
31
<Ἱστὸν ἐποιχομένην.> Ἱσ-
τουργοῦσαν, καὶ ὑφαίνουσαν. διατί ἐπά-
γει τῇ γαμετῇ καὶ τοῖς τέκνοις τὴν αἰχ-
μάλωτον; ῥητέον οὖν, ὅτι οὐ δι' ἐπιθυμίαν
αὐτὴν τοσοῦτον ἐπάγει, ἀλλὰ πρὸς στρα-
τιωτικὴν ὕβριν· ἵνα ἅπερ Μενέλαος ἐπε-
πόνθει, ταῦτα καὶ αὐτὸς δράσῃ. ὡς καὶ ὁ
Νέστωρ φησί· Τῷ μή τις πρὶν ἐπειγέσθω
οἴκονδε νέεσθαι. Πρίν τινα πὰρ Τρώων
ἀλόχῳ κατακοιμηθῆναι. <Καὶ ἐμὸν λέχος
ἀντιόωσαν.> Καὶ τῆς ἐμῆς κοίτης ἀντι-
λαμβανομένην, καὶ μετέχουσαν.
32
<Ἀλλ' ἴθι.> Ἀλλ' ἄπιθι. <Μή μ' ἐρέθιζε.>
Μή με παρόξυνε. <Σαώτερος.> Σῶος, ὑ-
γιής. <Ὥς κε.> Ὅπως ἄν. <Νέηαι.> Πο-
ρευθῇς, ἐπανέλθῃς.
33
<Ὣς ἔφατο.>
Οὕτως εἶπεν. <Ἔδδεισεν.> Ἐφοβήθη, εὐ-
λαβήθη. <Ὁ γέρων.> Ὁ πρεσβύτης.
<Καὶ ἐπείθετο.> Καὶ ἐπείσθη. <Μύθῳ.>
τῷ λόγῳ.
34
<Βῆ δέ.> Ἐπορεύθη δέ.
τὸ σχῆμα ἀφαίρεσις. <Ἀκέων.> Ἡσυ-
χάζων, σιωπῶν. <Παρὰ θῖνα.> Παρὰ τὸν
αἰγιαλὸν τῆς θαλάσσης. ὃς οὕτω κέκλη-
ται ἀπὸ τοῦ θείνεσθαι, ὅ ἐστι τύπτε-
σθαι τῇ προσρήξει τῶν κυμάτων. <Πο-
λυφλοίσβοιο.> Πολυήχου, πολυταράχου.
35
<Πολλά.> Πλεῖστα. <Ἔπειτα.> Με-
ταταῦτα. <Ἀπάνευθεν.> Ἄπωθεν, χωρίς.
<Κιών.> Παραγενόμενος, πορευθείς. <Ἠ-
ρᾶτο.> Ηὔχετο. <Ὁ γεραιός.> Ὁ πρε-
σβύτης.
36
<Ἄνακτι.> Τῷ βασιλεῖ.
νῦν δὲ θεῷ τῷ Ἀπόλλωνι. <Τόν.> Ὅντινα.
<Ἠΰκομος.> Εὔκομος. ἀπὸ μέρους, καλή.
<Τέκεν.> Ἔτεκεν, ἐγέννησεν. <Λητώ.>
Λητὼ Κοίου καὶ Φοίβης θυγάτηρ.
37
<Κλῦθί μευ.> Ἐπάκουσόν μου. <Ἀργυρό-
τοξε.> Λαμπρότοξε, καλλίτοξε. <Ὃς
Χρύσην.> Ὅστις τὴν Χρύσαν. Χρύσα
δὲ πόλις Τρωϊκή. <Ἀμφιβέβηκας.> Πε-
ριβέβηκας, ὑπερμαχεῖς.
38
<Κίλλαν
τε.> Καὶ τὴν Κίλλαν. ἔστι δὲ πο-
λίχνιον τῆς Τρωάδος. <Ζαθέην.> Ἄγαν
θείαν, ὅ ἐστι πάνυ. Πέλοψ ὁ Ταν-
τάλου κατὰ μισθὸν παιδικῆς ὥρας, λα-
βὼν παρὰ Ποσειδῶνος ἵππους ἀδαμά-
στους σὺν τῷ ὀχήματι, ἔσπευσεν εἰς
Πίσαν τῆς Πελοποννήσου ἐπὶ τὸν Ἱππο-
δαμείας γάμον, τὸν μνηστηροκτόνον αὐ-
τῆς πατέρα Οἰνόμαον καταγωνίσασθαι
ἐπιθυμῶν. γενομένῳ δὲ αὐτῷ περὶ Λέ-
σβον, Κίλλος ὁ ἡνίοχος τελευτᾷ τὸν βίον.
ὃς καὶ καθ' ὕπνον ἐπιστὰς τῷ Πέλοπι
σφόδρα ὀδυνηρῶς ἐπ' αὐτῷ ἔχοντι, ἀπω-
δύρετό τε τὴν αὐτοῦ ἀπώλειαν, καὶ περὶ
κηδείας ἠξίου. διόπερ ἀναστὰς, ἐξερυπά-
ρου τὸ εἴδωλον διὰ πυρός. εἴθ' οὕτως ἔ-
θαψε τὴν τέφραν, ἐπιφανῶς τοῦ Κίλλου
ἠρίον ἐπ' αὐτῷ ἐγείρας, καὶ πρὸς τῷ ἠ-
ρίῳ αὐτοῦ ἐδείματο ἱερὸν, Κιλλαίου Ἀ-
πόλλωνος προσαγορεύσας, διὰ τὸ, αἰφνι-
δίως τὸν Κίλλον ἀποθανεῖν. οὐ μὴν ἀλλὰ
καὶ πόλιν κτίσας, Κίλλαν κέκληκεν. ὁ
μέν τοι Κίλλος καὶ μετὰ θάνατον τῷ
Πέλοπι δοκεῖ συλλαβέσθαι, ὅπως περι-
γένηται τοῦ Οἰνομάου ἐν τῷ ἀγῶνι. ἡ
ἱστορία παρὰ Θεοπόμπῳ. <Τενέδοιό τε.>
Καὶ τῆς Τενέδου. ἡ δὲ Τένεδος, νῆσός
ἐστι πρὸ τῆς Τροίας κειμένη, οὔπω δὲ
πρότερον τοῦτο εἶχε τὸ ὄνομα. Κύκνου
γὰρ τοῦ Ποσειδῶνος Τέννης ἦν καὶ Λευ-
κοθέα παῖδες, καὶ ἡ μὲν μήτηρ αὐτῶν
οὐκ ἔτι ἦν. ἐπέγημε δὲ ὁ Κύκνος Φυλονό-
μην, ἢ, ὡς ἔνιοι, Πολύβοιαν. ἡ Φυλονόμη
δὲ (καὶ γὰρ εἰς ἄνδρας ἐτέλει ἤδη ὁ Τέν-
νης) ἐρασθεῖσα αὐτοῦ, λόγους περὶ συνου-
σίας ἠνέγκατο πρὸς αὐτόν. τοῦ δὲ τὰ
πρὸς τὴν φύσιν δίκαια τηρήσαντος, κα-
τηγορήσατο πρὸς τὸν πατέρα αὐτοῦ, ὅτι
τεθελήκοι αὐτὴν βιάσασθαι. ὁ δὲ πι-
στεύσας τῇ κατηγορίᾳ, συλλαβὼν τὸν
παῖδα, ἐνέβαλεν εἰς λάρνακα, καὶ ἔῤ-
ῥιψεν εἰς τὴν ὑποκειμένην θάλασσαν. ὃν
διὰ σωφροσύνην, καὶ διὰ τὸ εἶναι υἱωνὸν,
ἔσωσεν ὁ Ποσειδῶν. τὴν γὰρ λάρνακα
προσενεχθῆναι τῇ Λευκόφρυϊ νήσῳ ἐποί-
ησεν. ἣν οἱ ἐπιχώριοι θεασάμενοι, καὶ
ἀφελόντες τὸ ἐπίθεμα, μαθόντες τὸ γε-
γονὸς, οὐ μόνον ἑαυτῶν βασιλέα τὸν
Τέννην κατεστήσαντο, ἀλλὰ καὶ ἀπ' αὐ-
τοῦ Τένεδον τὴν νῆσον προσηγόρευσαν.
<Ἶφι.> Ἰσχυρῶς, γενναίως. <Ἀνάσσεις.>
Βασιλεύεις.
39
<Σμινθεῦ.> Ὦ Σμίνθιε.
ἔστι δὲ ἐπίθετον τοῦ Ἀπόλλωνος. Σμίν-
θος γὰρ τόπος τῆς Τρωάδος, ἐν ᾧ ἱερὸν
Ἀπόλλωνος Σμινθίου, ἀπὸ αἰτίας τοιᾶσ-
δε· ἐν Χρύσῃ πόλει τῆς Μυσίας Κρίνις
τις ἱερεὺς ἦν τοῦ κεῖθι Ἀπόλλωνος. τούτῳ
ὀργισθεὶς ὁ θεὸς, ἔπεμψεν αὐτοῦ τοῖς ἀ-
γροῖς μύας, οἵτινες τοὺς καρποὺς ἐλυμαί-
νοντο. βουληθεὶς δέ ποτε ὁ θεὸς αὐτῷ
καταλλαγῆναι, πρὸς Ὄρδην τὸν ἀρχιβού-
κολον αὐτοῦ παρεγένετο. παρ' ᾧ ξενισθεὶς
ὁ θεὸς, ὑπέσχετο κακῶν ἀπαλλάξαι. καὶ
δὴ παραχρῆμα τοξεύσας τοὺς μῦς, διέ-
φθειρεν. ἀπαλλασσόμενος οὖν, ἐνετείλατο
τὴν ἐπιφάνειαν αὐτοῦ δηλῶσαι τῷ Κρί-
νιδι. οὗ γενομένου, Κρίνις ἱερὸν ἱδρύσατο
τῷ θεῷ, Σμινθέως ἱερὸν αὐτὸ καλέσας.
ἐπειδήπερ, κατὰ τὴν ἐγχώριον αὐτῶν
διάλεκτον, οἱ μύες, σμίνθοι ἐκαλοῦντο. ἡ
ἱστορία παρὰ Πολέμωνι. ἄλλοι δὲ οὕτως
εἶπον, ὅτι Κρῆτες ἀποικίαν στέλλοντες,
χρησμὸν ἔλαβον παρὰ τοῦ Ἀπόλλωνος,
ὅπου αὐτοῖς ἐναντιωθῶσι γηγενεῖς, ἐκεῖ
κτίσαι τὴν πόλιν. οἱ δὲ ἀπέστειλαν τοὺς
ἀποίκους. ἐλθόντων δὲ εἰς τὸν Ἑλλήσπον-
τον, καὶ νυκτὸς ἐπιγενομένης, μύες ἔκοψαν
αὐτῶν τοὺς τελαμῶνας τῶν ὅπλων. πρωῒ
δὲ ἀναστάντες, καὶ θεασάμενοι τοῦτο,
σοφισάμενοί τε καθ' ἑαυτοὺς, ἔκτισαν
ἐκεῖ πόλιν, ἥντινα καὶ ἐκάλουν Σμινθίαν.
οἱ γὰρ Κρῆτες τοὺς μύας, σμίνθους κα-
λοῦσιν. ἐκ τούτου καὶ Ἀπόλλων Σμίνθιος
ἐκλήθη, διὰ τὸ ὑπερασπίζειν αὐτῆς. <Εἴ
ποτέ τοι.> Ἐάν ποτέ σοι. <Χαρίεντα.>
Εὔχαριν, καλόν. <Νηόν.> Ναόν. <Ἔρε-
ψα.> Ἐπέρεψα, ὠρόφωσα, ἐστεφάνωσα.
40
<Ἢ εἰ δή ποτέ τοι.> Ἢ εἴπω ποτέ
σοι. <Πίονα.> Πιμελῆ, λιπαρά. <Μηρία.>
Τὰ μηριαῖα ὀστᾶ. <Ἔκῃα.> Ἐπὶ τῷ βω-
μῷ ἔκαυσα, τουτέστιν ἐκάρπωσα.
41
<Ταύρων ἠδ' αἰγῶν.> <Ἤτοι, ταύρων καὶ
αἰγῶν.> <Τόδε μοι.> Τοῦτό μοι. <Κρή-
ηνον.> Ἐπιτέλεσον. <Ἐέλδωρ.> Ἐπιθύ-
μημα.
42
<Τίσειαν.> Τιμωρίαν δοῖεν, ὅ
ἐστι, παράσχοιεν. <Δαναοί.> Οἱ Ἕλ-
ληνες· ἀπὸ Δαναοῦ τοῦ Βήλου. Βῆλος δὲ
Ἀγήνορος μὲν ἦν ἀδελφὸς, υἱὸς δὲ Ποσει-
δῶνος καὶ Λιβύης, ἀφ' ἧς ἡ χώρα ὠνομά-
σθη Λιβύη. βασιλεύων δὲ Αἰγυπτίων,
γαμεῖ Ἀγχινόην τὴν Νείλου θυγατέρα.
καὶ γίγνονται παῖδες αὐτῷ δίδυμοι, Αἴ-
γυπτος, καὶ Δαναός. Δαναὸν μὲν οὖν ὁ
Βῆλος ἐν Λιβύῃ κατοικίζει, Αἴγυπτον δὲ
ἐν Ἀῤῥαβίᾳ. ὃς καταστρεψάμενος τὴν
Μελαμπόδων χώραν, ἀφ' ἑαυτοῦ ὠνόμα-
σεν Αἴγυπτον. γίγνονται δὲ ἐκ πολλῶν
γυναικῶν, Αἰγύπτῳ μὲν πεντήκοντα παῖ-
δες, Δαναῷ δὲ θυγατέρες πεντήκοντα.
στασιασάντων δὲ πρὸς ἀλλήλους περὶ τῆς
ἀρχῆς, ὕστερον Δαναὸς τοὺς τοῦ Αἰγύ-
πτου παῖδας, πλὴν ἑνὸς ἢ δυεῖν, διὰ τῶν
θυγατέρων ἀνεῖλε· δεδοικὼς, καθότι καὶ
ἐκ χρησμοῦ ἠκηκόει, ὅτι φονευθήσεται
ὑπὸ ἑνὸς αὐτῶν. καὶ ὑποθεμένης Ἀθηνᾶς
αὐτῷ, ναῦν πρῶτος κατεσκεύασε τὴν κλη-
θεῖσαν, ὡς ἀπὸ τοῦ ἀριθμοῦ τῶν θυγα-
τέρων αὐτοῦ, Πεντηκόντορον, ἐν ᾗ τὰς
κόρας ἐνθέμενος ἔφυγε. προσχὼν δὲ Ῥόδῳ,
τὸ τῆς Λινδίας Ἀθηνᾶς ἄγαλμα ἱδρύ-
σατο. ἐντεῦθεν δὲ ἧκεν εἰς Ἄργος, καὶ
τὴν βασιλείαν αὐτῷ παραδίδωσιν Ἑλά-
νωρ ὁ τότε βασιλεύων. αὐτὸς δὲ κρατή-
σας τῆς χώρας, ἀφ' ἑαυτοῦ τοὺς ἐνοι-
κοῦντας, Δαναοὺς ὠνόμασεν. ἱστορεῖ Ἀ-
πολλόδωρος ἐν δευτέρῳ. <Ἐμὰ δάκρυα
σοῖσι βέλεσσιν.> Ἀντὶ τοῦ, τῶν ἐμῶν δα-
κρύων. Διατί δὲ ὁ Χρύσης, οὐ κατὰ Ἀ-
γαμέμνονος ηὔχετο τοῦ ὑβρίσαντος αὐτὸν,
ἀλλὰ κατὰ πάντων τῶν Ἑλλήνων; φα-
μὲν δὴ, ὅτι Ἀγαμέμνονος ἀποθανόντος ὁ
στρατὸς ἐλύετο, καὶ Χρυσηῒς εἰς Ἑλ-
λάδα ἀπήγετο. ἀναιρουμένων δὲ τῶν ὄχ-
λων, ζήτησις ἦν τοῦ πάθους, ἀπόδοσις δὲ
τῆς κόρης. καὶ ἀποθανὼν μὲν Ἀγαμέ-
μνων, ἄλυπος ἦν· ζῶν δὲ, βασανίζεται,
βλέπων ἅτε βασιλεὺς ἀπολλυμένους τοὺς
ὄχλους. ἢ, ὅτι πᾶσιν ἠράσατο, ἀνθ' ὧν
πάντες ὁμοῦ γενόμενοι, οὐκ ἐπέσχον τὴν
τοῦ βασιλέως ὕβριν. δικαίως οὖν αὐτοὶ
ἔπαθον. καὶ γὰρ Ἡσίοδος φησί· Πολ-
λάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς
ἀπηύρα.
43
<Ὣς ἔφατο.> Οὕτως εἶ-
πεν. <Τοῦ δ' ἔκλυε.> Τούτου δὲ ὑπήκουσε.
<Φοῖβος.> Καθαρὸς, ἀμίαντος, ἢ μαντικός.
Φοῖβον γὰρ τὸν καθαρόν. Ἡσίοδος δὲ,
μετωνυμικῶς Φοῖβον αὐτὸν καλεῖ, ἀπὸ
Φοίβης.
44
<Βῆ δὲ κατ' οὐλύμποιο.>
Κατέβη δὲ ἀπὸ τῶν τοῦ ὀλύμπου ἐξοχῶν,
ὅ ἐστιν ἀκρωτηρίων. <Χωόμενος.> Λυπού-
μενος, ὀργιζόμενος. <Κῆρ.> Περισπωμένως
μὲν, ἡ ψυχή. Ὀξυτόνως δὲ, ἡ θανατη-
φόρος μοῖρα.
45
<Τόξ' ὤμοισιν ἔχων.>
Ἀντὶ τοῦ, τὸ τόξον ἐπὶ τοῖς ὤμοις ἔχων.
<Ἀμφηρεφέα τε φαρέτρην.> Τὴν ἑκατέρω-
θεν ἐσκεπασμένην φαρέτραν, ἤγουν βελο-
θήκην.
46
<Ἔκλαγξαν.> Ποιὸν ἦχον ἀπε-
τέλεσαν. <Ὀϊστοί.> Τὰ βέλη. <Ἐπ' ὤμων.>
Ἐπὶ τῶν ὤμων. <Χωομένοιο.> Ὀργιζομένου.
47
<Αὐτοῦ κινηθέντος.> Κινηθέντος αὐτοῦ
ἐπὶ τόπον. <Ὁ δέ.> Οὗτος δέ. <Ἤϊε.> Παρ-
εγένετο. <Νυκτὶ ἐοικώς.> Σκότει παραπλή-
σιος, φοβερὸς καὶ ἀόρατος.
48
<Ἕζετο.>
Ἐκαθέζετο. <Ἔπειτα.> Μεταταῦτα. <Ἀ-
πάνευθεν.> Ἄπωθεν, χωρίς. <Νεῶν.> Τῶν
νηῶν, τῶν πλοίων. <Μετὰ δέ.> Μετα-
ταῦτα δέ. <Ἰόν.> Βέλος. <Ἕηκεν.> Ἀφ-
ῆκεν, ἔπεμψε.
49
<Δεινὴ δὲ κλαγγή.>
Φοβερὸς δὲ ἦχος. <Γένετο.> Ἐγένετο.
Ἀργυρέοιο. Ἀργυροῦ, καλοῦ. <Βιοῖο.>
Τῆς τοῦ τόξου νευρᾶς.
50
<Οὐρῆας.>
Ὀρεῖς, ὑποζύγια. <Ἐπῴχετο.> Ἐπῄει, ἐ-
πήρχετο. <Ἀργούς.> Ταχεῖς, ἢ λευκούς.
Διατί δὲ ἀπὸ τῶν κυνῶν, καὶ τῶν ἡμι-
όνων, ὁ λοιμὸς ἤρξατο, οὐκ ἀπὸ τῶν Ἑλ-
λήνων δὲ, οὐδὲ ἀπ' ἄλλου τινὸς ζώου; καὶ
οἱ μὲν ῥητορικοὶ λύοντες, φασίν· ὅτι φι-
λάνθρωπον ὂν τὸ θεῖον, ἐβούλετο παιδεῦ-
σαι τοὺς Ἕλληνας, καὶ μὴ παντάπασιν
ἀπολέσαι. καὶ διὰ τοῦτο πρότερον ἀπὸ
τῶν τοιούτων ζώων ἤρξατο, μετάνοιαν
τοῖς ἁμαρτάνουσι διδούς. οἱ δὲ ἀληθέ-
στερον καὶ φιλοσοφώτερον λύοντες, φασὶν,
ὅτι ἅπας μὲν λοιμὸς ἀπὸ ἐκφλογώσεως
γίγνεται, γῆθεν ἀναφερόμενος ἐξ ἀναθυ-
μιάσεως. διὸ καὶ τὸν Ἀπόλλωνα φασὶν
αἴτιον, ἐπεὶ ὁ αὐτὸς εἶναι λέγεται τῷ
ἡλίῳ τῷ καταφλέγοντι τὴν γῆν. ἐκ γῆς
δὲ γιγνομένης τῆς νόσου, ἀναγκαῖον τοὺς
κύνας πρῶτον ᾐσθῆσθαι τῆς βλάβης, ὅτι
τε καὶ αἰσθητικώτερά εἰσι τὰ ἄλογα
ζῶα φύσει τῶν ἀνθρώπων, καὶ ὅτι κά-
τω νεύουσι πρὸς τὴν γῆν, καὶ ἀνιχνεύουσι.
τοὺς δὲ ἡμιόνους οὐ διὰ τὸ κάτω νεύειν,
ἀλλὰ τῷ ἐκ διαφόρων σωμάτων εἰλεχέ-
ναι τὴν γένεσιν. πᾶν γὰρ εὐδιάφθαρτον
τὸ τοιοῦτον. δεκάτῃ δὲ ἡμέρᾳ φανερὸν
γενέσθαι τὸ νοσῶδες, κατ' αὐτὸν τὸν
Ποιητὴν τὸ θεώρημα εὔλογον, τοῦ ἀέρος
ἐν ταύτῃ πάντως καθισταμένου. ἡ Ἥρα,
φησὶν, ἐπὶ φρεσὶ θῆκε τῷ Ἀχιλλεῖ.
Ἀχιλλεὺς γὰρ Χείρωνος ὢν μαθητὴς, καὶ
τὴν ἰατρικὴν τέχνην σαφῶς ἐπιστάμενος,
ἐκ τῆς τοῦ ἀέρος καταστάσεως ἐπέγνω
γινόμενον τὸ κακόν. τὸ γὰρ τῆς Ἥρας
ὄνομα παρὰ τὸν ἀέρα πεποίηται. ἐπεὶ,
τίνος ἕνεκεν Νέστωρ, ἢ Ὀδυσσεὺς, ἢ Με-
νέλαος, οὐδενὸς ἔλαττον τῶν Ἑλλήνων
φροντίζοντες, οὐ ζητοῦσι τὸ αἴτιον τῆς
νόσου;
51
<Αὐτὰρ ἔπειτα.> Μετα-
ταῦτα δέ. <Αὐτοῖσιν.> Αὐτοῖς, δηλονότι
τοῖς Ἕλλησιν. <Ἐχεπευχές.> Ἔχον πι-
κρίαν. ἀπὸ τῆς πεύκης ἡ μεταφορά. καὶ
γὰρ ἡ πεύκη κοπεῖσα, οὐκ ἀνίησι βλα-
στόν. καὶ τὸ δάκρυον αὐτῆς ἐστι πικρὸν,
ἡ πίσσα. <Ἐφιείς.> Ἐπιπέμπων.
52
<Βάλλεν.> Ἔβαλλεν, ἐκ βολῆς ἀνῄρει,
ἐτίτρωσκεν. <Αἰεὶ δέ.> Διαπαντὸς δέ.
<Πυραί.> Πυρκαιαί. τὸ γὰρ παλαιὸν, τὰ
σώματα τῶν θνησκόντων πρότερον ἐκαί-
ετο, διὰ τὸ ἀπέριττα γίγνεσθαι. εἶθ' οὕ-
τως ἐθάπτετο ὑπὸ γῆν. ἡ δὲ αἰτία τοῦ
καίεσθαι τὰ σώματα παρὰ τοῖς Ἕλλη-
σιν αὕτη. πρῶτος, φασὶν, οὕτως ἐτάφη
Ἀργεῖος ὁ Λικυμνίου δι' ἀνάγκην ὑπὸ Ἡ-
ρακλέους. συναγαγὼν γὰρ στρατείαν ἐπὶ
Ἴλιον Ἡρακλῆς, διὰ τὸ τὸν Λαομέδοντα
παρὰ σύνταξιν ποιῆσαι αὐτῷ σώσαντι
τοῦ κήτους τὴν θυγατέρα αὐτοῦ Ἡσιόνην,
καὶ μὴ δοῦναι τοὺς ἵππους οὓς ὑποσχό-
μενος ἦν αὐτῷ, ὑπὲρ τῆς τοσαύτης εὐερ-
γεσίας, ἐζήτει καὶ τὸν Ἀργεῖον ὡσανεῖ
οἰκεῖον. Λικυμνίου δέ φασι τοῦ πατρὸς
Ἀργείου φοβουμένου, ὅτι καὶ τὸν πρότερον
αὐτοῦ υἱὸν ὀνόματι Οἰωνὸν ἀποστείλας
εἰς Λακεδαίμονα μεθ' Ἡρακλέους ἀπέ-
βαλεν, καὶ μὴ διδόντος, Ἡρακλῆς ὤμο-
σεν ἀπάξειν πάλιν αὐτόν. τότε δ' οὖν
συμπεσούσης Ἀργείῳ τῆς τοῦ βίου τε-
λευτῆς, διαπορηθεὶς ὁ Ἡρακλῆς πῶς ἂν
διατηρήσοι τὸν ὅρκον, ἔκαυσεν αὐτόν.
καὶ πρῶτόν φασι τοῦτον τοιαύτης ἐπι-
μελείας τυχεῖν. ἡ ἱστορία παρὰ Ἄν-
δρωνι. <Νεκύων.> Τῶν νεκρῶν. <Καίοντο.>
Ἐκαίοντο. <Θαμειαί.> Πυκναὶ, συνεχεῖς.
πῶς, φασὶν, ὁ Ποιητὴς ἐναντία ἑαυτῷ
λέγει; πρῶτον γὰρ εἰπὼν, αὐτοὺς δ' ἑλώ-
ρια τεῦχε κύνεσσι· νῦν ἐπάγει, αἰεὶ δὲ πυ-
ραὶ νεκύων καίοντο. ἐροῦμεν, ὅτι ὁ λοιμὸς
ηὖξε τὴν μῆνιν· ἡ μῆνις δὲ τὰς μετα-
ταῦτα μάχας· καὶ οἱ ἐν ταύταις πί-
πτοντες, ἑλώρια κυνῶν ἐγίγνοντο. οἱ δὲ,
ὑπὸ τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο.
53
<Ἐννῆμαρ.> Ἐπὶ ἐννέα ἡμέρας. <Ἀνὰ
στρατόν.> Κατὰ τὸ στρατόπεδον. <Ὤι-
χετο.> Ἐπῄει, ἐπήρχετο. <Κῆλα.> Βέλη.
ὁτὲ δὲ σημεῖα.
54
<Τῇ δεκάτῃ δέ.>
Προσυπακουστέον, ἡμέρᾳ. <Ἀγορήν.> Ἐκ-
κλησίαν, συνέδριον. <Καλέσσατο.> Συν-
εκαλέσατο, συνήγαγε.
55
<Τῷ γάρ.>
Τούτῳ γάρ. <Ἐπὶ φρεσὶ θῆκε.> Κατὰ
νοῦν ἐποίησε. <Λευκώλενος.> Λευκοβρα-
χίων, ἀπὸ μέρους, καλή. ὁ δὲ τρόπος,
σωματοποιΐα· ὠλέναι γὰρ αἱ χεῖρες.
56
<Ἥρη κήδετο.> Ἐφρόντιζεν ἡ Ἥρα.
εὐλόγως δὲ φροντίζει τῶν Ἑλλήνων ἡ
Ἥρα, ὅτι τὸ Ἄργος ὅλον ἱερὸν αὐτῆς.
ἄλλως τε, καὶ ἦν ὑβρισθεῖσα ὑπὸ Ἀ-
λεξάνδρου, ὡς καὶ ἡ Ἀθηνᾶ, ἐν τῇ τοῦ
μήλου κρίσει. ἤθελεν οὖν σώζεσθαι τοὺς
Ἕλληνας, ἵνα γένηται τοῖς Τρωσὶν ὄλε-
θρος. <Ὅτι ῥά.> Ὅτι δή. <Θνήσκοντας.>
Ἀποθνήσκοντας. <Ὁρᾶτο.> Ἑώρα, ἔβλε-
πεν.
57
<Οἱ δ' ἐπεὶ οὖν.> Ἐπειδὴ δὲ
οὗτοι. <Ἤγερθεν.> Συνηθροίσθησαν, <Ὁ-
μηγερέες.> Ὁμοῦ κατὰ τὸ αὐτὸ ἐγένοντο.
58
<Τοῖσι δέ.> Ἐν αὐτοῖς δέ. <Ἀνιστά-
μενος.> Ἀναστάς. τὸ γὰρ παλαιὸν, κἂν
βασιλεὺς ἦν, κἂν ἄλλης οἵας δή ποτε τύ-
χης, ἐδημηγόρει ὀρθὸς ἱστάμενος. <Μετέ-
φη.> Ἐν αὐτοῖς εἶπεν, ἐδημηγόρησε.
<Πόδας ὠκύς.> Ὁ ταχὺς τοῖς ποσί. διὰ
δὲ τούτου δηλοῖ ἡμῖν τὸ εὐκίνητον τοῦ
Ἥρωος.
59
<Νῦν.> Ἄρτι. χρονικὸν ἐ-
πίῤῥημα. <Ἄμμε.> Ἡμᾶς, Αἰολικῶς.
<Παλιμπλαγχθέντας.> Εἰς τοὐπίσω πλα-
νηθέντας. <Ὀΐω.> Οἶμαι, ὑπολαμβάνω.
60
<Ἄψ.> Πάλιν, εἰς τοὐπίσω. <Ἀπονο-
στήσειν.> Ἐπανελθεῖν, ὑποστρέψειν. νό-
στος γὰρ ἡ εἰς οἶκον ὑποστροφὴ, διὰ τὸ
τῆς πατρίδος ἡδύ. <Εἴ κεν.> Ἐὰν τὸν θά-
νατον ὅλως διαφύγωμεν.
61
<Εἰ δὴ ὁ-
μοῦ.> Ἐπειδὴ ὁμοῦ καὶ κατὰ τὸν αὐτὸν
χρόνον καὶ καιρόν. Δαμᾷ. Δαμάζει,
καταπονεῖ.
62
<Μάντιν ἐρείομεν.> Ἀλ-
λὰ δεῦρο μάντιν τινὰ ἐρωτήσωμεν. ἔστι
γὰρ γένος τὶ μαντικῆς, διαιρούμενον εἰς
εἴδη τρία. εἰς οἰωνοσκοπίαν, ἀεροσκοπίαν,
καὶ τὴν διὰ τῶν ὀνειράτων μαντείαν. <Ἐ-
ρείομεν.> Ἐρωτήσωμεν. <Ἱερῆα.> Θύτην.
63
<Ὀνειροπόλον.> Τὸν δι' ὀνείρων μαν-
τευόμενον. <Ὄναρ.> Ὁ ὄνειρος, καὶ ἡ δι'
ὀνείρου ἀποκάλυψις. <Ἐκ Διός.> Ἀπὸ τοῦ
Διός.
64
<Ὅς κ' εἴποι.> Ὅστις ἂν ἡ-
μῖν εἴποι. <Ὅ τι τόσσον.> Ὅ τι τοσοῦτον.
<Ἐχώσατο.> Ὠργίσθη.
65
<Εἴ τ' ἄρ.>
Εἴ τε δή. <Ὅγε.> Οὗτος. <Εὐχωλῆς.> Εὐ-
χῆς, δεήσεως. <Ἐπιμέμφεται.> Ἐπαιτι-
ᾶται, ἐπιζητεῖ. <Ἑκατόμβης.> Τελείας
θυσίας, ἤτοι τῆς ἀπὸ τῶν ἑκατὸν βοῶν, ἢ
τῆς ἀπὸ ἑκατὸν βάσεων. ὅ ἐστιν, ἐξ εἰ-
κοσιπέντε ζώων.
66
<Αἴ κέν πως.> Ἐ-
άν πως. <Κνίσσης.> Ἐπίπλου, λίπους.
ἀφ' οὗ θυσίας. <Αἰγῶν τε.> Καὶ αἰγῶν.
<Τελείων.> Ἤτοι τὴν ἡλικίαν ὁλοκλήρων·
λελωβημένον γὰρ, οὐ θύεται. ἀλλ' ὑγιὴς
ἡ τῶν τελουμένων θυσία.
67
<Ἀντιά-
σας.> Ἀπαντήσας, μετασχών. <Ἡμῖν ἀπό.>
Ἀπὸ καὶ χωρὶς ἡμῶν ποιῆσαι τὸν λοιμόν.
<Λοιγόν.> Ὄλεθρον. <Ἀμῦναι.> Ἀποστρέ-
ψαι, ἀπεῖρξαι.
68
<Ἤτοι ὅγ' ὣς εἰπών.>
Οὗτος μὲν οὕτως εἰπών. <Κατ' ἄρ' ἕζετο.>
Ἐκαθέσθη. <Τοῖσι δέ.> Ἐν αὐτοῖς δέ.
Ἀνέστη. Ὀρθὸς ἔστη.
69
<Θεστορί-
δης.> Ὁ Θέστορος παῖς Κάλχας. ὁ δὲ
τύπος, πατρωνιμικός. <Οἰωνοπόλων.> Ὀρ-
νεοσκόπων, μάντεων. <Ὄχ' ἄριστος.>
Ἐξόχως ἄριστος.
70
<Ὃς ᾔδη.> Ὅστις
ἠπίστατο. <Τά τ' ἐόντα.> Καὶ τὰ ἐνε-
στῶτα. <Τά τ' ἐσσόμενα.> Καὶ τὰ γενη-
σόμενα. <Πρό τ' ἐόντα.> Καὶ τὰ προγε-
γονότα. ἔστι γὰρ τελείου μάντεως, τὸ
ἐπίστασθαι τοὺς τρεῖς χρόνους ἀκριβῶς.
71
<Καὶ νήεσσι.> Καὶ ταῖς ναυσίν. <Ἡ-
γήσατο.> Ἡγεμὼν ἐγένετο. <Ἴλιον εἴσω.>
Εἰς τὴν Ἴλιον.
72
<Ἣν διὰ μαντοσύνην.>
Διὰ τὴν ἰδίαν μαντείαν. <Τήν οἱ.> Ἥντι-
να αὐτῷ. <Πόρε.> Παρέσχεν, ἐδωρήσατο.
73
<Ὅς σφιν.> ὃς ἐν αὐτοῖς. <Ἐϋφρο-
νέων.> Καλῶς νοῶν. <Ἀγορήσατο καὶ με-
τέειπεν.> Ἐδημηγόρησε καὶ εἶπε.
74
<Κέλεαί με.> Κελεύεις με. <Διῒ φίλε.>
Τῷ Διῒ προσφιλέστατε. <Μυθήσασθαι.>
Εἰπεῖν, ἀπαγγεῖλαι.
75
<Μῆνιν Ἀ-
πόλλωνος.> Τὴν ὀργὴν τοῦ Ἀπόλλωνος.
<Ἑκατηβελέταο.> Πόῤῥωθεν βάλλοντος,
εὐστόχου τοξότου. <Ἄνακτος.> Βασιλέως.
νῦν δὲ θεοῦ.
76
<Τοὶ γὰρ ἐγὼ ἐρέω.>
Ἐγὼ μὲν οὖν εἴπω. <Σὺ δὲ σύνθεο.> Σὺ
δὲ σύνθου, καὶ κατάνευσον. κατὰ διάλυ-
σιν. <Καί μοι ὄμοσσον.> Καὶ ὄμοσόν
μοι.
77
<Ἦ μέν μοι.> Ὄντως δή μοι.
<Ἔπεσι καὶ χερσί.> Λόγοις, καὶ ἔργοις.
<Ἀρήξειν.> Βοηθήσειν.
78
<Ἦ γὰρ ὀΐ-
ομαι.> Ἀληθῶς ὑπολαμβάνω. <Χολωσέ-
μεν.> Εἰς ὀργὴν ἐμβαλεῖν. Ὃς μέγα.
Ὅστις μεγάλως.
79
<Ἀργείων.> Τῶν
Ἑλλήνων. <Κρατέει.> Βασιλεύει. <Καί οἱ
πείθονται Ἀχαιοί.> Καὶ αὐτῷ ὑπακούου-
σιν οἱ Ἕλληνες.
80
<Κρείσσων.> Ἐπι-
κρατέστερος. <Ὅτε χώσεται.> Ὅταν ὀρ-
γισθῇ. <Ἀνδρὶ χέρηϊ.> Ἀνδρὶ χείρονι, ἐ-
λάττονι.
81
<Εἴπερ γάρ τε.> Ἐάνπερ
γὰρ, ἢ ἵνα. <Χόλον.> Τὴν ὀργήν. <Αὐτῆ-
μαρ.> Αὐθημερὸν, ἐν αὐτῇ τῇ ἡμέρᾳ.
<Καταπέψῃ.> Κατάσχῃ, καταδαπανήσῃ.
ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν γαστρὶ πλεί-
ονι χρόνῳ κατεχομένων σιτίων, διὰ τὴν
πέψιν τὴν ἐν αὐτῇ γιγνομένην.
82
<Μετόπισθεν.> Μεταταῦτα, ἐκ δευτέρου.
<Ἔχει.> Κατέχει, φυλάττει. <Κότον.>
Ὀργήν. <Ὄφρα τελέσσῃ.> Ὅπως πλη-
ρώσῃ.
83
<Ἑοῖσιν.> Ἰδίοις. <Φράσαι.>
Λόγισαι, σκέψαι. <Εἴ με σαώσεις.>
Ὅπως με σώσῃς.
84
<Τὸν δέ.> Τοῦτον
δέ. <Ἀπαμειβόμενος.> Ἐς ἀμοιβῆς ἀπο-
κρινόμενος. <Προσέφη.> Προσεῖπεν. <Πό-
δας ὠκύς.> Ταχὺς ἐν τῷ τρέχειν.
85
<Θαρσήσας.> Εὐθαρσὴς καὶ ἄφοβος γε-
νόμενος. <Μάλα.> Λίαν, πάνυ. <Θεο-
πρόπιον.> Τὸ ἐκ θεῶν μάντευμα, ἢ τὸ
τοῖς θεοῖς ἀρέσκον. οὗτοι γὰρ τὰ τοῖς θεοῖς
ἀρέσκοντα λέγουσιν. <Ὅ, τι οἶσθα.> Ὅπερ
ἐπίστασαι.
86
<Οὐ μὰ γάρ.> Ὄμνυμι
γάρ σοι· ἢ οὐκ ἀπωμοτικῶς. πεπλεόνακε
γὰρ τὸ οὐ, κατὰ Ἀττικὴν συνήθειαν.
<Διῒ φίλον.> Τὸν τῷ Διῒ προσφιλέστατον,
<Ὧ|τε σύ.> Ὧ|τινι σὺ ὦ Κάλχαν.
87
<Θεοπροπίας.> Τὰς ἐκ Θεῶν μαντείας. <Ἀ-
ναφαίνεις.> Φανερὰς ποιεῖς, προσημαίνεις.
88
<Οὔτις.> Οὐδείς. <Ἐμεῦ.> Ἐμοῦ. <Ἐπὶ
χθονί.> Ἐπὶ τῆς γῆς. <Δερκομένοιο.> Ὁ-
ρῶντος, ἢ ὁρωμένου.
89
<Σοὶ κοίλῃς.>
Κοίλαις, βαθείαις. <Βαρείας χεῖρας.> Ὑ-
βριστικὰς, φονικάς. <Ἐποίσει.> Ἐπιβα-
λεῖ, ἐπενέγξοι.
90
<Συμπάντων Δαν-
αῶν.> Ὁμοῦ πάντων τῶν Ἑλλήνων. Οὐδ'
ἢν <Ἀγαμέμνονα εἴπῃς.> Οὐδ' ἂν αὐτὸν
τὸν Ἀγαμέμνονα ὀνομάσῃς. ὁ δὲ τρόπος ἐξ-
οχή.
91
<Νῦν.> Ἐν τῷ παρόντι καιρῷ.
<Πολλόν.> Καταπολύ. <Ἄριστος.> Ἐξοχώ-
τατος. <Ἐνὶ στρατῷ.> Ἐν τῷ στρατοπέδῳ.
<Εὔχεται.> Καυχᾶται.
92
<Θάρσησε.>
Ἐθάρσησεν, ἀνεζωπυρήθη. <Καὶ ηὔδα.>
Καὶ εἶπεν. <Ἀμύμων.> Ἄμωμος, ἀγαθὸς
καὶ ἄψογος.
93
<Οὔτ' ἄρ'.> Οὔτε δή.
Ὅγε. Οὗτος ὁ Ἀπόλλων. <Εὐχωλῆς.>
Εὐχῆς, δεήσεως.
94
<Ἀρητῆρος.> Τοῦ
ἱερέως.
95
<Οὐδ' ἀπέλυσεν.> Οὐκ ἀπε-
λυτρώσατο. <Οὐκ ἀπεδέξατο.> Οὐκ ἐδέ-
ξατο.
96
<Τοὔνεκα.> Τούτου ἕνεκα,
τούτου χάριν. <Ἄρ.> Δή. <Ἠδ' ἔτι.> Καὶ
ἔτι. <Δώσει.> Παράσχῃ.
97
<Οὐδ' ὅγε.>
Οὐδὲ οὗτος. <Πρίν.> Πρότερον. <Λοιμοῖο.>
Τοῦ λοιμοῦ. <Βαρείας.> Βλαβερὰς, κακω-
τικάς. <Ἀφέξει.> Ἐπίσχοι, παύσει.
98
<Πρίν γ' ἀπό.> Ὑπερβατόν. <Φίλῳ.>
Προσφιλεῖ. <Δόμεναι.> Δοῦναι. <Ἑλικώ-
πιδα.> Μελανόφθαλμον. ἀφ' οὗ, εὐ-
πρεπῆ. ἑλικὸν γὰρ κατὰ διάλεκτον κα-
λεῖται τὸ μέλαν. <Κούρην.> Κόρην, θυ-
γατέρα.
99
<Ἀπριάτην, ἀνάποινον.>
Ἄνευ πράσεως καὶ δώρων. ἐπιῤῥηματικῶς.
<Ἄγειν θ'.> Καὶ ἀπάγειν. παράλειψις ὁ
τρόπος. <Ἱερήν.> Εἰς τὴν ἱερὰν Χρύσαν.
<Ἑκατόμβην.> Τελείαν θυσίαν.
100
<Τότε κέν μιν.> Τότε ἂν αὐτόν. <Ἱλασ-
σάμενοι.> Ἐξιλεωσάμενοι, ἐξευμενίσαν-
τες. <Πεπίθοιμεν.> Πείσοιμεν.
101
<Κατ' ἄρ' ἕζετο.> Ἐκαθέσθη.
102
<Εὐ-
ρυκρείων.> Μεγάλως κρατῶν καὶ βασι-
λεύων.
103
<Ἀχνύμενος.> Λυπούμενος,
ὀργιζόμενος. <Μένεος.> Ὀργῆς, θυμοῦ.
<Φρένες ἀμφιμέλαιναι.> Αἱ ἐν βάθει κεί-
μεναι καὶ συνεταὶ διάνοιαι αὐτοῦ. ἢ τε-
ταραγμέναι, διὰ τὴν ὀργήν.
104
<Πίμπλαντο.> Ἐπληροῦντο. <Ὄσσε.> Ὄμ-
ματα. ὀφθαλμοί. <Οἱ.> Αὐτῷ. <Πυρὶ
λαμπετόωντι.> Πυρὶ λάμποντι. <Ἐΐκτην.>
Ὡμοίωντο.
105
<Πρώτιστα.> Πρὸ
πάντων. <Κάκ' ὀσσόμενος.> Δεινὸν καὶ ὀρ-
γίλον ὑποβλεπόμενος. <Προσέειπε.> Προσ-
εῖπεν αὐτῷ.
106
<Μάντι κακῶν.> Ὦ
κακῶν μάντι. συντείνει δὲ τοῦτο εἰς τὸ
δέκα ἔτη μαντεύσασθαι αὐτὸν ἐν Αὐλίδι
τὸν πόλεμον, ὅσον ἀπὸ τοῦ συμβόλου τῶν
στρουθῶν. <Οὐ πώποτέ μοι.> Οὐδέ ποτέ
μοι. <Τὸ κρήγυον.> Τὸ ἀληθές. νῦν δὲ τὸ
ἀγαθόν. <Εἶπες.> Εἶπας, ἔλεξας.
107
<Αἰεί τοι.> Ἀεί σοι, διὰ παντός. <Τὰ κάκ'
ἐστὶ φίλα.> Τὰ κακά ἐστι προσφιλῆ.
<Φρεσί.> Ταῖς διανοίαις.
108
<Ἐσθλὸν
δέ.> Ἀγαθὸν δέ. <Οὐδέ τι πω.> Οὐδέ
ποτε. <Ἔπος.> Λόγον. <Οὐδ' ἐτέλεσσας.>
Οὐδ' εἶπες, οὐδὲ ἐπλήρωσας.
109
<Νῦν.> Ἐν τῷ παρόντι καιρῷ. <Ἐν Δα-
ναοῖσιν.> Ἐν τοῖς Ἕλλησιν. <Θεοπρο-
πέων.> Μαντευόμενος. <Ἀγορεύεις.> Δη-
μηγορεῖς, λέγεις.
110
<Ὡς δὴ τοῦδ'
ἕνεκα.> Ὡς ὅτι τούτου χάριν. <Σφίν.>
Αὐτοῖς τοῖς Ἕλλησιν. <Τεύχει.> Παρέ-
χει, ποιεῖ.
111
<Οὕνεκα.> Οὑ ἕνεκα,
διότι.
112
<Οὐκ ἔθελον.> Οὐκ ἐβου-
λόμην. <Δέξασθαι.> Λαβεῖν.
113
<Οἴκοι ἔχειν.> Ἐν τῷ οἴκῳ κατέχειν.
<Καὶ γάρ ῥα.> Καὶ γὰρ δή. <Κλυταιμνή-
στρης.> Τῆς Κλυταιμνήστρας, γυναικός
μου. ἡ δὲ Κλυταιμνήστρα Ἀγαμέμνονος
γυνὴ, Τυνδάρεω δὲ καὶ Λήδας τῆς Θε-
στίου θυγάτηρ, Ἑλένης δὲ ἀδελφή. <Προ-
βέβουλα.> Προκέκρικα, προτιμῶ.
114
<Κουριδίης ἀλόχου.> Παρθενικῆς γυναικός.
Διατί δὲ ὁ Ἀγαμέμνων τὴν αἰχμάλωτον
τῆς γαμετῆς προκρίνει; λέγει γὰρ Κλυ-
ταιμνήστρης προβέβουλα. καὶ οἱ μέν
φασιν, ὅτι ἕνεκεν τοῦ μὴ δοκεῖν τοῖς
Ἕλλησιν ἐφ' ὕβρει κατέχεσθαι τὴν κό-
ρην. οἱ δὲ, ὅτι ἐπαινεῖ τὴν Χρυσηΐδα,
ἵνα μὴ τὰ τυχόντα τοῖς Ἕλλησιν, ἀλλὰ
τὰ μέγιστα δοκῇ χαρίζεσθαι. ἔνιοι δὲ
ὅτι ψευδόμενον ἀποδείκνυσι τὸν Κάλχαν-
τα. πῶς γὰρ ὀργίζοιτο ἂν ὁ θεὸς, τῆς
αἰχμαλώτου μηδὲν ἐφύβριστον πασχού-
σης; <Ἐπεὶ οὐ ἕθεν.> Ἐπεὶ κατ' οὐδὲν
αὐτῆς. <Χερείων.> Χείρων. ἐλάσσων.
115
<Οὐ δέμας.> Κατὰ τὸ σῶμα. δέ-
μας δὲ ὁ Ποιητὴς τὸ ἔμψυχον εἴωθε λέ-
γειν. παρὰ τὸ, δεδέσθαι καὶ συνεστη-
κέναι. οἷον, οὐ δέμας, οὐδὲ φυήν. καὶ πά-
λιν, δέμας δ' ἤϊκτο γυναικὶ καλῇ τε με-
γάλῃ τε. καὶ ἀλλαχοῦ, οὐδὲ ἔοικε θνητὰς
ἀθανάτῃσι δέμας. σῶμα δὲ καλεῖ, τὸ
ἄψυχον. ἐπεὶ σῆμά τι ἐστὶ τοῦ ποτε
ζῶντος. οἷον· σῶμα δὲ οἴκαδ' ἐμόν· καὶ
ἐπὶ τοῦ Ἐλπήνορος πάλιν· σῶμα γὰρ ἐν
Κίρκης κατελείπομεν. καὶ ἔτι· σώματ'
ἀκηδέα κεῖται. Εὐριπίδης μέν τοι ἐνηλ-
λαγμένως λέγων· ἕκτον δὲ δὴ τόδ' ἦμαρ,
ἐξότου σφαγαῖς, Θανοῦσα μήτηρ πυρὶ
καθήγνισται δέμας. Δεῖξαι γὰρ Ἀργεί-
οισι σῶμ' αἰσχύνομαι. <Οὐδὲ φυήν.> Οὐ-
δὲ τὴν τοῦ σώματος εὐφυΐαν καὶ ἀρετήν.
<Οὔτ' ἄρ' φρένας.> Οὔτε κατὰ τὰς φρέ-
νας. <Οὔτε τι ἔργα.> Οὔτε κατὰ τὰ
ἔργα.
116
<Ἀλλὰ καὶ ὥς.> Ἀλλὰ καὶ
ὅμως. <Ἐθέλω.> Θέλω, βούλομαι. <Δό-
μεναι.> Δοῦναι. <Πάλιν.> Εἰς τοὐπίσω.
<Εἰ τόγ' ἄμεινον.> Εἰ τοῦτο βέλτιον.
117
<Λαόν.> Ὄχλον, πλῆθος. <Σόον ἔμ-
μεναι.> Σῶον εἶναι, καὶ σώζεσθαι. ὁ
δὲ λόγος, θέλω γάρ φησιν ἐγὼ τὸν ὄχ-
λον μᾶλλον σώζεσθαι, καὶ αὐτὸς ἀπολέ-
σθαι. ὁ γὰρ ἢ σύνδεσμος, ἀντὶ τοῦ καὶ,
παρείληπται τῷ Ποιητῇ. <Ἢ ἀπολέσθαι.>
Ἢ ἀπολέσθαι ἐμέ.
118
<Αὐτὰρ ἐμοί.>
Ἐμοὶ δέ. <Γέρας.> Τιμήν. <Αὐτίκα.>
Παραχρῆμα, εὐθέως. <Ἑτοιμάσατ'.> Ἑ-
τοιμάσατε, ἑτοίμην ποιήσατε. <Ὄφρα
μὴ οἶος.> Ὅπως μὴ μόνος.
119
<Ἀρ-
γείων.> Τῶν Ἑλλήνων. <Ἀγέραστος.>
Ἄνευ γερῶν, ἄνευ τιμῆς. <Ἔω.> Ὑπάρ-
χω. <Ἐπεὶ οὐδὲ ἔοικεν.> Οὐδὲ γὰρ πρέ-
πει.
120
<Λεύσσετε.> Ὁρᾶτε, βλέ-
πετε. <Τόγε.> Τοῦτο. <Ὅ μοι.> Ὅτι μοι.
<Ἔρχεται.> Ἀπέρχεται. <Ἄλλῃ.> Ἀλ-
λαχοῦ.
121
<Ἠμείβετο.> Ἐξ ἀμοιβῆς
ἀπεκρίνατο. <Ἔπειτα.> Μεταταῦτα.
<Ποδάρκης.> Ἤτοι ὁ τοῖς ποσὶ ταχὺς, ἢ ὁ
ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος, ἰσχυρός.
<Δῖος.> Θεῖος, εὐγενής.
122
<Κύδιστε.>
Ἐνδοξότατε. <Φιλοκτεανώτατε.> Φιλο-
χρηματώτατε.
123
<Πῶς γάρ τοι.>
Πῶς γάρ σοι. <Μεγάθυμοι.> Μεγαλόψυ-
χοι, γενναῖοι. <Ἀχαιοί.> Οἱ Ἕλληνες.
Ἀχαιοὺς δὲ, καὶ Δαναοὺς, καὶ Ἀργείους,
ὁ Ποιητὴς καλεῖ τοὺς Ἕλληνας. Δανα-
οὺς μὲν, ἀπὸ Δαναοῦ τοῦ Βήλου τοῦ Πο-
σειδῶνος. Ἀχαιοὺς δὲ, ἀπὸ Ἀχαιοῦ τοῦ
Ξούθου, καὶ Κρεούσης τῆς Ἐρεχθέως.
Ἀργείους δὲ, ἀπὸ Ἄργου Ἀπίδος καὶ
Νιόβης τῆς Φορωνέως. Ἕλληνας δὲ, ψι-
λῶς, καλεῖ τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ, λέγων·
Μυρμιδόνες δὲ καλοῦντο καὶ Ἕλληνες
καὶ Ἀχαιοί.
124
<Οὐδέ τι πω ἴδ-
μεν.> <Οὐδὲ ἐπιστάμεθα.> <Ξυνήϊα.> Κοι-
νὰ χρήματα. <Κείμενα.> Ἀποκείμενα.
125
<Τά.> Ἅτινα. <Πολίων.> Πόλεων.
<Ἐξεπράθομεν.> Ἐξεπορθήσαμεν. <Τὰ
δέδασται.> Ταῦτα μεμέρισται.
126
<Λαοὺς δ'.> Τοὺς ὄχλους δέ. <Οὐκ ἐπέ-
οικε.> Οὐ προσῆκόν ἐστι. <Παλίλλογα.>
Παλισύλλεκτα. ἀντὶ τοῦ, οὐ δικαιόν ἐ-
στιν εἰς τὸ αὐτὸ πάλιν συναγαγεῖν τοὺς
Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς
διαμερισθῆναι χρήματα. <Ἐπαγείρειν.>
Ἐπισυναθροίζειν.
127
<Ἀλλὰ σὺ μὲν
νῦν.> Ἀλλὰ σὺ ἐπὶ τοῦ παρόντος ὦ Ἀ-
γάμεμνον. <Πρόες.> Πρόπεμψον. <Θεῷ.>
Τῷ Ἀπόλλωνι. <Αὐτὰρ Ἀχαιοί.> Οἱ δὲ
Ἕλληνες.
128
<Τριπλῇ τετραπλῇ τ'.>
Τριπλασίονα καὶ τετραπλασίονα. <Αἴ κέ
ποθι Ζεύς.> Ἐάν ποτε ὁ Ζεύς.
129
<Δῷσι.> Παράσχῃ. τὸ, σι, ἐπέκτασις.
<Πόλιν Τροίην.> Τρωϊκὴν πόλιν. λέγει δὲ
τὴν Ἴλιον. <Εὐτείχεον.> Καλῶς τετει-
χισμένην. διὰ τὸ, ὑπὸ θεῶν τετειχίσθαι
καθ' Ὅμηρον Ποσειδῶνος καὶ Ἀπόλλω-
νος. <Ἐξαλαπάξαι.> Ἐκπορθῆσαι.
130
<Κρείων.> Βασιλεὺς, ἄναξ.
131
<Μηδ' οὕ-
τως.> Μηδὲ οὕτως. <Ἀγαθός περ ἐών.> Καί-
τοι γενναῖος ὑπάρχων. <Θεοείκελ'.> Θεοῖς τὸ
εἶδος ὅμοιε. ὅ ἐστι τὸ κάλλος. εὐειδὴς
γὰρ παρὰ πάντας τοὺς ἥρωας Ἀχιλλεὺς,
καὶ γυναικοπρόσωπος. ὡς καὶ ἐν τῷ Λυ-
κομήδους παρθενῶνι ἀγνοηθῆναι ὅτι εἴη
ἀνήρ.
132
<Κλέπτε νόῳ.> Παραλο-
γίζου τῇ διανοίᾳ. <Ἐπεί.> Ἐπειδή. <Οὐ
παρελεύσεαι.> Οὐ παρέλθῃς, οὐ νικήσεις
με. ἀπὸ μεταφορᾶς τοῦ δρόμου, ἐν ᾧ
παρελθὼν νικᾷ.
133
<Ἢ ἐθέλεις.> Ἢ
βούλει. <Ὄφρ' αὐτός.> Ὅπως αὐτός. <Γέ-
ρας.> Τιμήν. <Αὐτὰρ ἐμ' αὕτως.> Ἐμὲ
δὲ ματαίως.
134
<Ἧσθαι.> Καθέζε-
σθαι. <Δευόμενον.> Ἐνδεόμενον, χρήζον-
τα. <Κέλεαι δέ με.> Κελεύεις δέ με.
135
<Ἀλλ' εἰ μέν.> Ἀλλ' ἐὰν μέν.
<Δώσουσι.> Παράσχωσιν. <Μεγάθυμοι.>
Μεγαλόψυχοι, γενναῖοι.
136
<Ἄρσαν-
τες κατὰ θυμόν.> Ἁρμόσαντες κατὰ τὴν
ψυχήν. τουτέστιν, ἀρεστὸν καὶ θυμῆρες
ποιήσαντες. <Ἀντάξιον.> Ἶσον τῇ τιμῇ,
ἄξιον, ἰσότιμον. <Ἔσται.> Γένηται.
137
<Εἰ δέ κε μὴ δώωσιν.> Εἰ δὲ μὴ
παράσχωσιν. <Ἐγὼ δέ κεν.> Ἐγὼ δ' ἄν.
<Αὐτὸς ἕλωμαι.> Αὐτὸς ἀφέλωμαι.
138
<Ἢ τεόν.> Ἢ τὸ σὸν, ὅ ἐστι τὴν Βρι-
σηΐδα. <Ἢ Αἴαντος—γέρας.> Τέκμησσαν
λέγει τὴν Τελεύταντος θυγατέρα. <Ἰών.>
Παραγενόμενος. <Ἢ Ὀδυσῆος.> Λαοδί-
κην λέγει τὴν Κύκνου θυγατέρα. ταῦτα
δὲ αἰνιγματωδῶς φησι. τὸ δὲ ὅλον ἀπο-
τείνεται πρὸς Ἀχιλλέα.
139
<Ἄξω.>
Ἀπάξω. <Ἑλών.> Λαβών. <Ὁ δέ κεν.>
Οὗτος δὲ ἄν. <Κεχολώσεται.> Ὀργισθή-
σεται. <Ὅν κεν ἵκωμαι.> Ἐφ' ὃν ἂν πα-
ραγένωμαι, ἐφ' ὃν ἔλθω.
140
<Ἀλλ'
ἤτοι μὲν ταῦτα.> Ἀλλὰ περὶ μὲν τού-
των. <Μεταφρασόμεσθα.> Καὶ ἐν ὑ-
στέρῳ βουλευσόμεθα. <Καὶ αὖτις.> Καὶ
πάλιν.
141
<Νῦν δ' ἄγε.> Νῦν δὲ
ἄγε δή. <Νῆα.> Ναῦν. <Μέλαιναν.>
Βαθεῖαν, ἢ πίσσῃ κεχρισμένην, <Ἐρύσ-
σομεν.> Καθελκύσωμεν, ἐμβάλωμεν.
<Εἰς ἅλα.> Εἰς τὴν θάλασσαν. <Δῖαν.>
Θείαν, ἢ θαυμαστήν.
142
<Ἐς δ' ἐ-
ρέτας.> Εἰς αὐτὴν δὲ κωπηλάτας. <Ἐπι-
τηδές.> Ἐπιτηδείους. <Ἀγείρομεν.> Συνα-
θροίσωμεν.
143
<Ἀν' δ' αὐτήν.> Καὶ
αὐτὴν δέ. <Καλλιπάρῃον.> Καλὰς πα-
ρειὰς ἔχουσαν, ἀπὸ μέρους καλήν.
144
<Βήσομεν.> Ἀναβιβάσωμεν, ἐμβάλωμεν.
<Ἀρχός.> Ἀρχηγὸς, ἡγεμών, νῦν δὲ, ναύ-
αρχος. <Βουληφόρος.> Βουλευτής. <Ἔ-
στω.> Γενέσθω.
146
<Ἠὲ σύ.> Ἢ
σύ. <Πηλείδη.> Πηλέως παῖ Ἀχιλλεῦ.
<Ἐκπαγλότατε.> Ἐκπληκτικώτατε, φο-
βερὲ, ἢ ἐξοχώτατε.
147
<Ὄφρ' ἡμῖν.>
Ὅπως ἡμῖν. <Ἑκάεργον.> Πόῤῥωθον εἴρ-
γοντα, ἢ πόῤῥωθεν ἐργαζόμενον, τοξότην.
<Ἱλάσσεαι.> Ἐξιλεώσῃς, λιτανεύσῃς. <Ἱ-
ερά.> Ἱερεῖα, θυσίας. <Ῥέξας.> Ἱερουρ-
γήσας, θύσας.
148
<Τὸν δ' ἄρ'.> Τοῦ-
τον δὲ δή. <Ὑπόδρα ἰδών.> Δεινὸν ὑπο-
βλεψάμενος. <Προσέφη.> Προσεῖπε, προ-
σεφθέγξατο.
149
<Ὤ μοι.> Φεῦ μοι.
ἔστι δὲ ἀναφώνημα, καὶ ἐπίῤῥημα λύ-
πης δηλωτικόν. <Ἀναιδείην.> Ἀναισχυν-
τίαν. <Ἐπιειμένε.> Ἠμφιεσμένε, περιβε-
βλημένε. <Κερδαλεόφρον.> Πανοῦργε τὸ
φρόνημα, ἢ περικερδῆ τὸν νοῦν ἔχων,
τουτέστι κερδαίνειν φρονῶν.
150
<Πῶς
τίς τοι.> Πῶς τίς σοι. <Πρόφρων.> Προ-
θύμως. <Ἔπεσι.> Λόγοις. <Πείθηται.>
Πεισθείη.
151
<Ἢ ὁδόν.> Ἢ εἰς ὁδὸν
παραγενέσθαι. ὅ ἐστιν εἰς ἐνέδραν κα-
τελθεῖν. <Ἶφι.> Ἰσχυρῶς, γενναίως.
<Μάχεσθαι.> Πολεμῆσαι.
152
<Οὐ
γὰρ ἐγώ.> Οὐδαμῶς γὰρ ἐγώ. <Τρώων
ἕνεκεν.> Ἕνεκα τῶν Τρώων. <Ἤλυθον.>
Παρεγενόμην. <Αἰχμητάων.> Πολεμικῶν.
153
<Δεῦρο.> Ἐνταῦθα. <Μαχησόμε-
νος.> Μαχούμενος, πολεμήσων. <Ἐπεὶ
οὔτι μοι αἴτιοί εἰσιν.> Ἐπειδὴ οὐδαμῶς,
καὶ κατ' οὐδέν μοι αἴτιοι ὑπάρχουσιν.
154
<Οὐ γὰρ πώποτε.> Οὐδέ ποτε γάρ.
<Ἐμὰς βοῦς ἤλασαν.> Τὰς ἐμὰς ἤλασαν
βοῦς.
155
<Οὐδέ ποτε.> Οὐδαμῶς, οὐ-
δέποτε. <Ἐν Φθίῃ.> Φθία πόλις Θεσσα-
λίας παραθαλασσία, πατρὶς Ἀχιλλέως.
<Ἐριβώλακι.> Μεγαλοβώλῳ, εὐγείῳ. <Βω-
τιανείρῃ.> Ἄνδρας βοσκούσῃ, ἢ τρεφούσῃ.
156
<Ἐδηλήσαντο.> Ἔβλαψαν. <Ἐ-
πειὴ μάλα.> Ἐπειδὴ πάνυ. <Μεταξύ.>
Ἀναμέσον.
157
<Οὔρεά τε.> Καὶ ὄρη.
Ἰὰς ἡ διάλεκτος. <Σκιόεντα.> Σύσκια,
σκιὰν ἀποτελοῦντα. <Ἠχήεσσα.> Ἠχη-
τικὴ, ἀπὸ τῆς τῶν κυμάτων κινήσεως ὁ
δὲ λόγος, οὐδέποτε ἠδίκησάν με οἱ Τρῶες,
ἐπειδὴ μεταξὺ Φθίας καὶ Ἰλίου, πολλά
ἐστι μέγιστα ὄρη, καὶ πολλὴ θάλασσα,
ὡς μὴ εἶναί με αὐτῶν ἀστυγείτονα.
158
<Ὦ μέγ' ἀναιδές.> Ὦ μεγάλως
ἀναιδέστατε. <Ἅμ' ἑσπόμεθα.> Ὁμοῦ
καὶ κατὰ τὸ αὐτὸ ἠκολουθήσαμεν. <Ὄ-
φρα σὺ χαίρῃς.> Ὅπως σὺ εὐφραίνῃ.
159
<Τιμήν.> Τιμωρίαν τῶν Τρώων ὑπὲρ
Μενελάου. <Ἀρνύμενοι.> Ἀντικαταλ-
λασσόμενοι, λαμβάνοντες. <Σοί τε κυνῶ-
πα.> Ἀντὶ τοῦ, ὑπὲρ σοῦ ὦ ἀναιδέστατε.
160
<Πρὸς Τρώων.> Παρὰ τῶν Τρώων.
<Τῶν οὔτι.> Ὧν, εὐεργεσιῶν δηλαδὴ, οὐ-
δέν. <Μετατρέπῃ.> Ἐπιστροφὴν ποιῇ, ἢ
φροντίζεις. <Οὐδ' ἀλεγίζεις.> Οὐδὲ λόγον
ποιῇ τινά.
161
<Ἀφαιρήσεσθαι.> Ἀ-
φελέσθαι. <Ἀπειλεῖς.> Ὑπισχνῇ, λέγεις.
162
<Ὧ| ἔπι.> Ἐφ' ᾧ. ἀναστροφὴ ὁ
τρόπος. ἀναστροφὴ δέ ἐστι δύο λέξεων
τάξις ἐνηλλαγμένη. οἷον· λέων ὣς, ὡς
λέων. ὄρνιθες ὣς, ὡς ὄρνιθες· ᾧ ἔπι, ἐφ'
ᾧ. <Ἐμόγησα.> Ἐκοπίασα, ἐκακοπάθη-
σα. <Δόσαν δέ μοι.> Παρέσχον δέ μοι
αὐτό. <Υἷες Ἀχαιῶν.> Περιφραστικῶς,
οἱ Ἕλληνες.
163
<Οὐ μὲν σοί ποτε.>
Οὐδέποτε μέν σοι. <Ἶσον.> Ἐξίσου, ὅ-
μοιον. <Ὁππότ' Ἀχαιοί.> Ὁπόταν οἱ
Ἕλληνες.
164
<Ἐκπέρσωσιν.> Ἐκ-
πορθήσωσι, καταστρέψωσιν. <Εὐναιόμε-
νον.> Καλῶς οἰκούμενον. <Πτολίεθρον.>
Πόλισμα, πόλιν.
165
<Πλεῖον.> Πλεῖ-
στον. <Πολυάϊκος.> Πολλὰς ὁρμὰς καὶ
κινήσεις ἔχοντος, ἀστάτου. <Πολέμοιο.>
Τοῦ πολέμου.
166
<Χεῖρες ἐμαὶ δι-
έπουσιν.> Αἱ ἐμαὶ χεῖρες διοικοῦσιν.
<Δασμός.> Μερισμὸς, τῶν λαφύρων δη-
λονότι. <Ἵκηται.> Παραγένηται.
167
<Πολὺ μεῖζον.> Καταπολὺ μεῖζον. <Ὀλί-
γον τε φίλον τε.> Ἐμοὶ ἐλάχιστόν τι
ἔρχεται, καὶ τοῦτο προσφιλὲς ἡγοῦμαι.
168
<Ἐπὴν κεκάμω πολεμίζων.> Καὶ
ταῦτα, ἐπειδὰν κακοπαθήσω πολεμῶν.
169
<Νῦν δ' εἶμι Φθίηνδε.> Νῦν οὖν
πορεύομαι εἰς τὴν Φθίαν. Ἐπειή. Ἐ-
πειδή. <Πολὺ φέρτερον.> Κατὰ πολὺ
κρεῖσσον, βέλτιον. <Ἐστίν.> Ὑπάρχει.
170
<Οἴκαδ' ἴμεν.> Εἰς τὸν οἶκον παρα-
γενέσθαι. <Σὺν νηυσί.> Σὺν ταῖς ναυσί.
<Κορωνίσιν.> Ἐπικαμπεῖς τὰς ἄκρας ἐ-
χούσας. ὅ ἐστι τὰς πρύμνας. ἢ με-
λαίνας. κορὸν γὰρ, τὸ μέλαν. <Οὐδέ ς'
ὀΐω.> Οὐχ ὑπολαμβάνω δέ σε.
171
<Ἐνθάδ' ἄτιμος ἐών.> Ἐνταῦθα ἀτιμα-
ζόμενος. ἐνήλλακται δὲ ἡ πτῶσις. ἀντὶ
γὰρ γενικῆς, κέχρηται ὀνομαστικῇ. ὅ
ἐστι σχῆμα. <Ἄφενος.> Πλοῦτον. κυρίως
δὲ ἄφενος λέγεται, ἡ ἀφ' ἑνὸς ἐνιαυτοῦ
περιουσία. πλοῦτος δὲ, ἡ ἀπὸ πολλῶν.
<Ἀφύξειν.> Ἀπαντλήσειν, περισωρεύσειν,
τὸ δὲ ὅλον, οὐχ ὑπολαμβάνω δέ σε,
φησὶν, ἐμοῦ ἀπόντος, καταστρέψαι τὴν
Ἴλιον, καὶ πολὺν πλοῦτον λαβεῖν.
173
<Μάλα.> Λίαν, πάνυ. <Εἴ τοι θυμός.>
Εἰ ἡ ψυχή σου. τοῦτο δὲ τὸ ὄνομα παρὰ
τῷ Ποιητῇ σημαίνει, πέντε. τὴν ὀργήν·
ὡς τὸ, θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων
βασιλήων. τὴν ψυχήν· ὡς ὅταν εἴπῃ,
μελιηδέα θυμὸν ἀπηύρα· τὴν ἐπιθυμίαν·
ὡς τὸ, ᾧ θυμῷ εἴξας μίγη φιλότητι καὶ
εὐνῇ. τὸν ἐπιλογισμόν· ἕτερος δέ με θυ-
μὸς ἀνῆκε. καὶ τὴν ὁμόνοιαν· ὡς ἐπὶ
τοῦ, ἀλλ' ἕνα θυμὸν ἔχοντε, νόῳ καὶ
ἐπίφρονι βουλῇ. <Ἐπέσσυται.> Ἐφορ-
εμᾶται, ἐπέρχεται, ἐπιθυμεῖ. <Οὐδέ ς'
ἔγωγε.> Οὐ γὰρ ἐγώ σε.
174
<Λίσ-
σομαι.> Λιτανεύω, παρακαλῶ. <Εἵνεκ'
ἐμεῖο.> Ἕνεκα ἐμοῦ. <Παρ' ἐμοί γε.>
Πάρεισι γάρ μοι.
175
<Οἵ κέ με.> Οἵ
τινες ἂν ἐμέ. <Τιμήσουσι.> Τιμῆς ἀξι-
ώσουσι. <Μάλιστα δέ.> Ἐξαιρέτως δέ.
<Μητίετα.> Ἀντὶ τοῦ μητιέτης, ὅ ἐστι
βουλευτικός. Βοιωτῶν δὲ καὶ Αἰολέων, ὁ
τοιοῦτος τῶν ὀνομάτων μετασχηματισ-
μός. οἷον· αὐτὰρ ὁ αὖτε Θυέστα. ἀντὶ
τοῦ, ὁ Θυέστης. καὶ ἱππηλάτα, ἀντὶ
τοῦ ἱππηλάτης. καὶ Νεφεληγερέτα,
ἀντὶ τοῦ Νεφεληγερέτης. καὶ Κυανο-
χαίτα, ἀντὶ τοῦ Κυανοχαίτης. παρ'
ἡμῖν δὲ οὐδὲν ἀρσενικὸν ὄνομα, ἐπὶ
τῆς εὐθείας εἰς α, λήγει.
176
<Ἔχ-
θιστος.> Ἐχθρότατος. <Ἐσσί.> Ὑπάρ-
χεις. <Διοτρεφέων.> Τῶν σὺν Διὸς τῇ
γνώμῃ τεθραμμένων. ἐπεὶ τῆς αὐτῆς
σειρᾶς εἰσίν. ὡς καὶ Ἡσίοδός φησιν·
Ἐκ γάρ τοι Μουσάων καὶ ἑκηβόλου
Ἀπόλλω…
The complete text is available when the reading interface loads.