The Greek Library Author

Scholia In Lucianum

Scholia in Lucianum (scholia vetera et recentiora Arethae)

Scientific editors
Hugo Rabe
Edition reference
Scholia in Lucianum · Leipzig · Teubner · 1906
CTS identifier
urn:cts:greekLit:tlg5029.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Work epigr

Λουκιανὸς τάδ’ ἔγραψε παλαιά τε μωρά τε εἰδώς· μωρὰ γὰρ ἀνθρώποις καὶ τὰ δοκοῦντα σοφά. οὐδὲν ἐν ἀνθρώποισι διακριδόν ἐστι νόημα, ἀλλ’ ὃ σὺ θαυμάζεις, τοῦθ’ ἑτέροισι γέλως. ~ φN

Φάλαρις α′.

δυνάστης] βασιλεύς. ~ S

ὧν* μὲν οὖν ἕνεκα κτλ.] ἅθροισις καταστατική. ~ S

ἐπέστειλεν] ἐπιστολὰς ἔγραψε. ~ φS

πάρεδροι*] πάρεδρος τοῦ δεῖνος, παρεδρεύει δὲ τῷ δεῖνι· τὸ ὄνομα μετὰ γενικῆς, τὸ δὲ ῥῆμα μετὰ δοτικῆς, ὥσπερ καὶ τὸ σύνοικος γενικῇ, συνοικεῖ δὲ δοτικῇ. ~ φS

παραγαγεῖν] ἀπατῆσαι. ~ φ

μάλιστα τοῦτον] ἤγουν τὸν Ἀπόλλωνα. ~ U

δημοτικόν*] ὁ πρέπων ἐν πολλοῖς. ~ Δ

μέτριον*] ταπεινὸν καὶ συγγνωμονικόν. λέγεται δὲ καὶ μέτριος ὁ μεμετρημένην ἔχων οὐσίαν ἢ ὁ τὸ ἦθος ἐπιεικής. ~ Δ

αὐθέκαστον: τὸ ἀπροβούλευτόν φησι. τοιαῦτα γὰρ τὰ ταχέα ὡς ἐπίπαν καὶ σύντομα, ὃ βούλεται σημαίνειν τὸ αὐθέκαστον· σημαίνει γὰρ τὸ αὐθέκαστος τόν τε ἁπλοῦν καὶ ἄδολον καὶ ἀληθευτικὸν καὶ τὸν ἕτοιμον πρὸς ἅπαν καὶ τὸν ταχὺν καὶ σύντομον καὶ αὐτόματον. ~ BCMNUΩΔ

αὐθέκαστον: ἀκριβῆ καὶ αὐστηρόν. λαμβάνεται καὶ ἐπὶ τοῦ ἀληθευτικοῦ τὸν τρόπον καὶ μή τινα διπλόην ἔχοντος ἀλλ’ οἷον αὐτὸ ἑκάστου ὑπάρχοντος, οἱονεὶ μηδὲν ἐπισυρομένου ἀλλότριον. ~ C⸤Γ?⸥φMNSUΩ. Addit C: οὕτως Ἀριστοτέλης. ~ (Addunt NUΩ: οὕτ. Ἀρ. ἐν τοῖς Ἠθικοῖς Νικομαχείοις [Δ 13. 1127a 23]. ~ Addit S: ἐμοὶ δ’ εὕρηται παρὰ Πλάτωνι τὸ αὐθέκαστον τὸ αὐθαίρετον καὶ φίλαυτον δηλοῦν. ~)

ἐπεκάλει] ἤγουν ἠνεγκάλει. ~ S

ἐξ ἅπαντος* τρόπου] σημείωσαι. τὸ ἐξ ἅπαντος Ἀττικὸν ὄν, εἰ μὲν μετὰ τοῦ τρόπου γράψεις, δασύνειν ὀφείλεις, εἰ δὲ χωρὶς τοῦ τρόπου, ὀξύνειν μόνον. γράφεται γὰρ κατ’ ἀμφότερα. ~ φ

ἐπιθέμενος] μετὰ βίας λαβεῖν, δοτικῇ. ~ S

ἀναστείλαιμι* καὶ παύσαιμι] καταπαύσαιμι. διὸ δὲ ἡ λέξις ἀκριβὴς ἐτύγχανεν, ἐπήγαγε τὴν ἑτέραν λέξιν τὸ παύσαιμι. ~ φ

καίτοι ἀναγκαῖον] ἀναγκαίου ὄντος. ~ φS

εὐθὺς καὶ εὐθέως ἀμφότερα Ἑλληνικά. τὸ δ’ εὐθύ διαφέρει τούτων· οὐ γὰρ τὸ παραχρῆμα σημαίνει ἀλλὰ τὸ ἕως καὶ τὸ εἰς οἷον. ~ Δ

ἐσπείσμην] ἐφιλιούμην. ~ φS

ἀναστάσεσιν] ἀνεγέρσεσιν. ~ φS

προσόδους: εἰσφοράς, εἰσόδους ἢ παρουσίας, ὡς Θουκυδίδης [4, 110] καὶ ἕτεροι. ~ Δ

ἐφεστώτων*] παρισταμένων. ~ φS

νεολαίας*] νεολαία ἡ τοῦ νέου λαοῦ συναγωγή. ~ Δ

προὐνόουν*] ἐνεργητικῶς καὶ παθητικῶς καὶ μετὰ γενικῆς. ~ φSU

δημοθοινίαις*] ταῖς τοῦ δήμου εὐωχίαις ἢ θυσίαις. ~ Δ

διῆγον*] ταὐτοπαθὲς καὶ ἀλλοπαθές. ~ φ

ἐφήβων] ἔφηβοι λέγονται οἱ μέχρι τῶν ιε′ χρόνων τυγχάνοντες. ~ φ

ἀπαγωγαί: μηνύσεις ἔγγραφοι διδόμεναι τῷ ἄρχοντι περὶ τοῦ δεῖν ἀπαχθῆναι τὸν δεῖνα. ~ Δ

ἀποτρόπαια: φευκτὰ καὶ μισεῖσθαι ἄξια. ~ Δ

ἀκοῦσαι] ἀκουσθῆναι. ~ φS

ἐσκοπούμην] ἐνεργητικὸν καὶ παθητικόν. ~ φS

ἐννοῶν] ἤγουν ἐγώ. ~ φS

τὸ δ’ ὅπως μηκέτι κτλ.] σημείωσαι, ὅτι, ὃ παρὰ κοινοῖς γράφεται ὅπως μηκέτι τόδε γένηται, ἐποίησα τόδε, τιθέασιν οἱ Ἀττικοὶ τὸ τόδε ὄπισθεν πρὸς τὸ κάτωθεν ἐπιφερόμενον τὸ τοῦτο καί φασι τὸ δ’ ὅπως γένηται τόδε, τοῦτο ἐγένετο. ~ φS

ἀρχαῖος: ὁ εὐήθης, ὥς φησι Πλάτων [Euthyd. 295 C]. ~ Δ — ἁπλοῦς. ~ SK Addit K: καὶ εὐήθης. ~ εἶχον] διεκείμην. ~ φS συνίσταντο ἐπ’ ἐμέ] ἐμελέτων κατ’ ἐμοῦ. ~ S

— ] ὅρα τὴν λέξιν ἀναγκαίαν οὖσαν. ~ S

ἐπ’ ἐμέ] κατ’ ἐμοῦ. ~ φ

ἐπεσκοποῦντο] παθητικὸν καὶ ἐνεργητικόν. ~ φS

συνωμοσίας*] συνωμοσία ἡ ἐπὶ τοῖς ὅρκοις φιλία. ~ Δ

συνεκρότουν: συνῆγον. ~ ΔφS. Addit Δ: συνηύξανον, συνίστων. ~

ἀστυγείτονας*] πλησιοχώρους. ~ Δ

ἐπεκαλοῦντο] εἰς βοήθειαν, ἐλλειπτικῶς. ~ φS

εἰς τὴν Ἑλλάδα] superscr.: ἄψυχον. ~ S

Λακεδαιμονίους] superscr.: ἔμψυχον. ~ S

αὐτοχειρίᾳ*] τῇ τῶν χειρῶν δυνάμει, αὐθαιρέτως μετὰ θυμοῦ ὁρμώμενοι καὶ φονεύοντες. λέγονται δὲ αὐτόχειρες καὶ οἱ αὑτοὺς φονεύοντες. ~ Δ

στρεβλούμενοι*] δεσμούμενοι, μαστιζόμενοι. ~ Δ φωράσαντες] φωραθῆναι ποιήσαντες. ~ φS —] διερευνήσαντες, καταλαβόντες, γνωρίσαντες, ἐκζητήσαντες. ~ Δ

ἐπὶ τοῦ αὐτοῦ δέους] σημείωσαι· εἰς αὐτὸ τὸ δέος. ~ φS

ὅσον αὐτίκα] οὔπω. ~ φS

μελλήσοντα] μέλλοντα. ~ φS

ἠλιθίου*] σκληροῦ, ἄφρονος ἢ ἀναισθήτου. ~ Δ

γενναῖα*]εὖ γεγονότα ἢ εὐγενέστατα καὶ δυνατά. ~ Δ

ἐκ τῶν ἐνόντων] κατὰ τὸ δυνατόν. φS

εἰς τὸ ἐπιόν] μετὰ ταῦτα. φS

μεταστειλάμενος] μηνύσας καὶ ἀγαγών. ~ φ

— ] πέμψας, εὐσταλῶς ἐπελθών, ὁδεύσας. ~

ἔξαρνοι*] οἱ τῷ ἀρνεῖσθαι ἐπιμένοντες καὶ ἀρνούμενοι καθόλου. ~ Δ

τὸ διατελῶ μετὰ μετοχῆς. ~ S αἰτιῶνται*] αἰτιατικῇ καὶ γενικῇ. ~ S

ἀπο τῆς πέτρας] ἡ πἐτρα Ὑάμπεια ἐκαλεῖτο, ἀφ’ ἧς μόνους ὤθουν τοὺς ἱεροσύλους. ἐνταῦθα δὲ λεληθότως διασύρει τοὺς Δελφοὺς ὡς ἀδίκως ἐκ τῆς πέτρας ὤσαντας τὸν Αἴσωπον συκοφαντήσαντας αὐτὸν κρατῆρα χρυσοῦν κεκλοφέναι ἀνατεθειμένον Ἀπόλλωνι. ~ Δ

κατέσπασε] κατεχάλασε. ~ φS

ἐπαινέσονται] ἐπαινέσουσιν, ἔστι δὲ Ἀττικόν· ὅ γὰρ κοινῶς ἐπαινέσουσι γράφεται, τοῦτο Ἀττικῶς ἐπαινέσονται. ~ S

ἐφεστώς ] προεστώς. ~ S

τυράννους σοφούς] περὶ Περιάνδρου τοῦ Κυψέλου λέγει, ὃς τῶν ἑπτὰ μὲν παρ’ Ἕλλησι σοφῶν εἷς, Κορίνθου δὲ τῆς πρὸς τῷ Ἰσθμῷ Πελοποννήσου τύραννος ἦν. τούτου καὶ ἀπόφθεγμα ἐν Δελφοῖς ἀνέκειτο τοῦτο θυμοῦ κράτει. ἦσαν δὲ καὶ τῶν ἄλλων σοφῶν ἀποφθέγματα, ἃ καὶ αὐτὰ Πυθοῖ ἀνέκειτο, ταῦτα· Κλεοβούλου Λινδίου μέτρον ἄριστον, Χείλωνος Λακεδαιμονίου γνῶθι σαυτόν, Πιττακοῦ δὲ τοῦ Μιτυληναίου μηδὲν ἄγάν, Σόλωνος Ἀθηναίου τέλος ὅρα μακροῦ βίου, Βίαντος δὲ Πριηνέως οἱ πλέονες κακοί, Θάλητος Μιλησίου ἐγγύα, πύρα δ’ ἄτα. ~ BφNOSUΩΔ

ἀγάλματα*] πάντα, ἐφ’ οἷς τις ἀγάλλεται. ἀγάλματα δὲ λέγει καὶ τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας. ~ Δ

πρὸς ἀνάγκην] ἀναγκαστικῶς. ~ φS

Ὕδρας*] ἐν Λέρνῃ τῇ Ἀργείᾳ κρήνῃ ἀνεφύη ἡ Ὕδρα, ἥτις δρακόντων κεφαλὰς παμπληθεῖς εἶχεν. ἂς Ἡρακλῆς ὁρῶν τεμνομένας καὶ αὖθις βλαστούσας καὶ ἀναφυομένας ἐκέλευσεν Ἰόλαον ὑποτύφειν τὰς καινουμένας. ἧς καὶ Ἄδραστος ἐν τῇ κατὰ Θηβῶν ἐκστρατείᾳ τὸ ἐκτύπωμα ἐν τῷ σάκει περιείλικτο, ὡς Εὐριπίδης Φοινίσσαις [1135] ἑκατὸν ἐχίδναις ἀσπίδ’ ἐκπληρῶν γραφῇ Ὕδρας, οἷον διὰ τῆς γραφῆς τῆς Ὕδρας ἐχίδναις αὐτὴν ἐκπληρῶν τῆς πολυκράνου τὸ εἶδος ἐχίδναις παραθεωρήσας, ὃ δηλοῖ τὸ συγκρίνας, ἀντεξετάσας. ~ Δ

εἰ* μέλλοιμεν] εἰ θέλ⸤οιμεν⸥. ~ ⸤S⸥

τῇ ὑποθέσει] τοῖς πράγμασι. ~ S

φειδόμενον τῶν πλησίον] φείδομαι γενι⸤κῇ⸥. ~ ⸤S⸥

εἰ δὲ* δεῖ κτλ.] κατὰ ἔνστασιν. — ὡραῖον πάνυ. ~ S

καίτοι πόσους κτλ.] κατὰ ἀντιπαράστασιν. ~ S

προσφέρομαι] διάκειμαι. ~ SK

ὁποῖος ἐγὼ — κατασκόπους] ἡ ἐπὶ τὴν καθέδραν † δηλοῖ ~ SK

πευθῆνας*] τοὺς ἔξωθεν εἰς ἡμᾶς ἀπαγγέλλοντάς τι, τοὺς καὶ μανδατοφόρους καλουμένους. ~ SK

— ] πευσταὶ περίεργοι οἵ τε μανδάτορες. ~ MΩ

ἀμέλει*] παρέλκον τὸ ἀμέλει. ~ S

ὀθνείους*] ἀλλογενεῖς, ξένους, ἀλλοτρίους. ~ Δ

ὡς ἐμαυτὸν πείθω] ἐξ οὗ καὶ ὁ θεολόγος φησὶν ὥς γε ἐμαυτὸν πείθω. ~ S

ὑπὲρ δὲ τοῦ ἀναθήματος] περὶ τοῦ χαλκοῦ ταύρου, ὅπως Φαλάριδι περιεγένετο. ~ BSUΩΔ

χαλκεύς] ὁ χαλκουργός. ~ BUΩΔ

χαριεῖσθαι*] χάριν ἐργάσασθαι. ~ S

μυκηθμοῦ] μυκηθμὸς ἡ τῶν βοῶν φωνή. ~ Δ

πεμπτέος] ἄξιος εἰς τὸ πεμφθῆναι. ~ S

λιγυρώτατα*] ὀξυφωνότατα, ἡδύτατα. ~ Δ

ἐμυσάχθην] ἐμίσησα. ~ S ἐξαιρεθῆναι] ἐκβληθῆναι. ~ S τὴν ἐπίνοιαν] τὴν ἐπινόησιν. ~ S

τῶν πρέσβεων] τῶν ἀποκρισιαρίων. ~ S ἐν καλῷ τοῦ ἱεροῦ] ἤγουν ἐν καλῷ ἱερῷ. ~ S ἀμύνομαι το τιμωρῶ, παθητικῶς και αἰτιατικῇ· τοῦτο δὲ γράφεται πολλάκις καὶ ἐνεργητικῶς. ἀμύνω δὲ τὸ βοηθῶ ἐνεργητικῶς καὶ δοτικῇ. ~ S

δίκαιοι — πιστεύεσθαι*] ὅπερ γράφεται δίκαιον ὑπάρχει πιστεῦσαι ἡμῖν. ~ S

προσήσεσθαι*] ἀποδέχεσθαι. ~ S

ἰδίᾳ*] ἴδιον μὲν λέγεται ἑνὸς ἑκάστου καλὸν ἢ κακόν, δημόσιον δὲ τῶν πάντων ὁμοῦ. ~ S

Φάλαρις β′.

πρόξενος — ἰδιόξενος*] ⸤πρόξενος καὶ ἰδιόξενος καὶ ἀστόξενος ταύτῃ διαφέρει· πρόξενος⸥ μὲν γὰρ ὁ φανερῶς π⸤όλεώς τινός τισι⸥ πολίταις κατὰ τρόπον ⸤ξένας, ἰδιόξενος⸥ δὲ ὁ ἰδίως ἑνὶ ξένος, ⸤ἀστόξενος δὲ⸥ ὁ κοινῇ πᾶσι τοῖς ἐ⸤κ τῆς πόλεως⸥ ξένος, ὁποῖοί ποτ’ ⸤ἂν ὦσι τὸ ἦ⸥θος. οἱ μέντοι νεώ⸤τεροι τῶν ῥητόρων⸥ προξένους καλοῦσι ⸤τοὺς παραιτίους⸥ τινὸς πράξεως ⸢τισι γ⸤ινομένους⸣⸥· καὶ ἴσως ἀπὸ τοῦ καὶ τοὺς προξ⸤ένους συσπου⸥δάζειν τοῖς, ὧν εἰσι ⸤πρόξενοι⸥, τὰ παραίτια τῶν καταθυμ⸤ίων καὶ ἐκ⸥πορίζειν ἐπὶ τὸ ῥᾷστον πρ⸤οά⸥γοντας, εἰ καὶ ἐπὶ τῶν χειρόνων παρείληπται, καὶ τούτῳ κατ⸢αχρησά⸣μ⸤ένων⸥ οὕτω λοιπὸν τῶν μὴ κεκριμ⸤ένως⸥ τῇ χρήσει προσεχόντων. ἕτεροι δὲ προξένους ⸤μέν φασι⸥ τοὺς κατὰ δόγμα πολιτικὸν π⸤ροστά⸥τας ὅλων πόλεων γινομένους, ἰδ⸤ιοξέ⸥νους δὲ τοὺς ἐκ πλείονος χρόνου ἢ⸥ ἐκ πατέρων παραδοχῆς τηροῦν⸤τας ὁ⸥μόνοιαν, κἂν πολὺ ταῖς ⸤πατρί⸥σιν ἀπέχωσιν· ὃ φαίν⸤ονται⸥ καὶ σφραγῖδας ἀλλήλοις δεικ⸤νύν⸥τες καὶ σύμβολά τινα ποιού⸤μενοι⸥, ἵνα, οὓς ἂν πέμπωσιν ⸤ἀ⸥γνῶτας οἷον υἱοὺς ἢ οἰκ⸤είους⸥, προσδέχωνται ἅτεροι δ⸤ιὰ τὰ⸥ σύμβολα. φασὶ δὲ καὶ δορυξ⸤ένους⸥ οὗτοι τοὺς κατὰ πόλεμον ἀλλ⸤ήλους⸥ φιλοποιησαμένους, ὡς Δ⸤ιο⸥μήδης Γλαῦκον [Hom. Ζ232sq.]· ξένους δὲ ⸤ἀπλῶς⸥ τοὺς ἐξ ἑτέρας πόλεως παρεπι⸤δη⸥μοῦντας, ἐάν τε ἀγνῶτες ⸤ὦσιν⸥ ἐάν τε ἐγνωσμένοι, τοὺς δὲ ἰ⸤δί⸢ως⸥⸣ ξένους τινός, οὓς ἐν οἰκί⸤ᾳ τις⸥ ὑποδέξαιτο καὶ συμπ⸤ράξει⸥έ τι τῶν χρησίμων ἢ μη⸤νύ⸥σειε τῶν ἀπορου⸢μένων⸣. ~ ⸤B⸥C⸢V⸣MΝUΩΔ

— ] πρόξενος ὁ ὅλης πόλεως ξένος, ἰδιόξενος δὲ ὁ ἰδίᾳ καθ’ αὑτὸν ξένος ὤν. ~ CMSU

δικαστηρίῳ* κτλ.] ἀλλὰ τὸ ἀδιαφορεῖν, β⸤έλτι⸥στε, περὶ τὴν τῶν προσαγομένων ⸤λῆψιν⸥ οὐκ οἶδα εἰ μείζονά τ⸤ινι κατα⸥λείποι πλεονεξίας ὑ⸤περβολὴν⸥ ἀδιακρίτως ἐκ παντὸς συ⸤λλέγειν⸥ καὶ προσδέχεσθαι βουλομένῳ, ⸤ἄλλως τε⸥ καὶ τοῦ θεοῦ τοῦτο ἀποθεσπ⸤ίζοντος⸥, δι’ ὧν φησι τῷ τὴν πολύζ⸤ωον προ⸥σάγοντι θυσίαν ἐξ αν⸤οσίων δὲ⸥ εὔαδέ μοι χόνδρος ἀπ⸤οφοι⸥βάσαντος ἀγακλυ⸤τοῦ⸥ Ἑρμιονῆος. ~ Δ⸤Β⸥

τὸ δὲ ἱερὸν κτλ.] τὸ ἀναγκαῖον καὶ χρειῶδες ἀντέταξε τῷ δικαίῳ καὶ τὸ συμφορώτερον τῷ ἀσυμφόρῳ. ~ ΔNΩ2

Ἱππίας ἢ Βαλανεῖον.

τῶν σοφῶν κτλ.] οὕτω καὶ Φωκυλίδης [v. 88 Bergk. P. L. ed. ΙV] φησὶ τὴν ⸢σο⸣φίην σοφὸς ⸢ε⸣ὐθύνει, ⸢τέ⸣χνας δ’ ὁμότεχνος. ~ Β⸢V⸣φΝΩ

Πύρρον] τὸν Ἠπειρώτην λέγει. ~ B

περίνοια*] τέχνη μηχανική. ~ VΜ

εἰσιόντα δὲ τοῦτον κτλ.] σημείωσαι. ~ V

Προλαλιὰ ἢ Διόνυσος.

ἀγροίκους* νεανίσκους] εἶδος Σατύρων. ~ BNΩ2Δ

κόρδακα*] κόρδαξ εἶδος ἀπρεποῦς καὶ αἰσχρᾶς ὀρχήσεως παραπλησίας τῇ πυρρίχῃ. ~ BNΟΩ2Δ

— ] σίκιννις σατυρικὴ ὄρχησις, ἐμμέλεια δὲ τραγική, κόρδαξ δὲ κωμική. ~ Δ

κεράστας] τριχωτάς· κέρας γὰρ ἡ θρίξ. ~ Δ

καὶ* τὸν μὲν στρατηλάτην κτλ.] εἶδος Διονύσου. ~ ΔB

βραχὺν πρεσβύτην κτλ.] εἶδος Ἰ⸤καρίου⸥. ~ ⸤B ⸥VφNOΩ

— ] εἶδος Σειληνοῦ. ~ Δ — ] Σειλινοὶ λέγονται τῶν Σατύρων οἱ γέροντες παρὰ τὸ σείεσθαι λίαν περὶ τὸν ληνόν· ἰῶτα γὰρ ὀφείλει εἶναι τὸ λι, σειλινὸς ὁ γέρων. ~ Δ ἕτερον* κτλ.] εἶδος Πανός. ~ VBφNΟΩ

Σειληνός] ⸢⸤ἄ⸥⸣νω τοὺς ὑποστρατή⸢γο⸣υς, ⸤ὅ⸥σον ἀπὸ τοῦ εἴδους ⸢εἰκ⸣άσαι, τὸν ⸤Ἰκ⸥άριον ἔ⸢δει⸣ξε καὶ τὸν Πᾶνα, ⸤ἐ⸥ν⸢τ⸣αῦθα ονομαστὶ ⸢τὸ⸣ν Σει⸤λ⸥ηνὸν παριστᾷ. καινὸν τοῦτο, ⸤ε⸥ἰ μή που ταὐτὸν οἴεται τὸν Σει⸤λ⸥ηνὸν τῷ Ἰκαρίῳ. ~ ⸤B⸥⸢V⸣φΝΟΩΔ

κορυβαντιᾶν*] μαίνεσθαι. ~ VΟUΩ

τὸ κορυβαντιᾶν σημαίνει τὸ μαίνεσθαι, τὸ θεοφορεῖσθαι, τὸ ἐκφρεῖσθαι ἤτοι τὸ χορτάζεσθαι. ~ Δ

ποιούντων] ἀντὶ τοῦ ποιείτωσαν, Ἀττικῶς. ~ B

Προλαλιὰ ἢ ὁ Ἡρακλῆς.

ταῦτά* γε] ἀντὶ τοῦ κατὰ ταῦτα. ~ VMΟUΩ

οἱ ποιηταί] Ὅμηρος καὶ Εὐριπίδης. ~ φ τὸ* δὲ γῆρας ἔχει κτλ.] Εὐριπίδης [Phoen. 528]. ~ VOU Addunt OU: ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά, Ἐτεόκλεες, πρόσεστιν, ἀλλ’ ἡμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον. ~

ὦ* Τήιε ποιητά] τὸν Ἀνακρέοντα λέγει τὸν λυρικόν. ~ VBφMΟΩΔ

Ἱπποκλείδης*] ⸤παροιμία οὐ φ⸥ροντὶς ⸤Ἱπποκλεί⸥δῃ ἐπὶ τῶν ⸤μὴ πάνυ⸥ σπουδαίων ⸤ἡμῖν λ⸥εγομένη ἀλλὰ κατὰ ⸤τὸ εὐ⸥καταφρόνητον μετα⸤χει⸥ριζομένων. ~ V⸤B⸥φΜΝΩΔ

ἐπιγουνίδα] ἐπιγουνὶς ἡ δι’ εὐεξίαν ἐπιτραφεῖσα σὰρξ τῷ γόνατι. ~ Δ

Περὶ τοῦ ἠλέκτρου ἢ τῶν κύκνων.

μαρτύρομαι*] ἀντὶ τοῦ βεβαιῶ. ~ V

ἄμυθον] οὐ πολύμυθον καὶ πολύλογον. ~ U

Mυίας ἐγκώμιον.

κωνώπων* καὶ ἐμπίδων] σημείωσαι, ὅτι ἕτερον κώνωψ ἐμπίδος. καίτοι Ἀριστοφάνης ὁ κωμικὸς ταὐτόν φησι κώνωπας καὶ ἐμπίδας Νεφέλαις [157], οἷον πότερον τὴν γνώμην ἔχει τὰς ἐμπίδας κατὰ τὸ στόμα ᾄδειν ἢ κατὰ τοὐροπύγιον . ~ ΒCVΝΟSUΩΔ

ἀποθανοῦσα* κτλ.] ὅρα, θαυμαστόν. ~ V

— ] ὥσπερ ἡ παρὰ σοῦ ἐγκωμίοις περιστρεφομένη μυῖα οὐκ ἀφίσταται ἀλλ’ ἐφίεται τοῦ δήγματος λιπαρῶς, οὕτω δὴ καὶ αὐτὸς οὐκ ἀπόσχῃ, βωμολόχε, οὐδέποτε τοῦ φλυαρεῖν καὶ ἀποσκώπτειν ἐς ἄνδρας τοὺς ἀγαθούς; ἀλλ’ ἔρρ’ ἐς. μυίας καὶ σκώληκας, κακὴ κεφαλή. ~ Δ

ἐπαληθεύει* κτλ.] τί παρεξηγούμενος πρὸς τὸ σοὶ βουλητόν, ἀλιτήριε, τὴν διάνοιαν τοῦ ἀνδρὸς ταῖς σαῖς ἀθεμίτοις δόξαις συνυπάγεις τὸν ἄνθρωπον; ἀλλ’ εὖ ἴσθι, ὡς οὐδεὶς στοιχήσει ταύτῃ τῇ θέσει σου, καὶ εἰ μάλα φρενήρης τις ιἦ καὶ ἠλίθιος. ~ Δ

καρποῦται*] ἤγουν ἐσθίει, κερδαίνει. ἐκκαρπίζω τὸ καρποὺς συνάγω. τὸ δὲ καρποῦμαι ἐπὶ πολλῶν λέγεται, οἷον καρποῦμαι δόξαν ἢ πλοῦτον ἢ ἄλλο τι. ~ M

ἐρεσχελοῦσα] γίνεται ἀπὸ τοῦ ἐρᾶν καὶ τοῦ λέσχης. ἐρεσχελία δὲ ἡ φλυαρία, παρὰ τὸ ἔριν ἐν τοῖς χείλεσιν ἔχειν. ~ Δ

φθονεῖν] φθονῶ σοι τοῦδε ἤγουν ἕνεκα τοῦδε. ~ M

Ἑρμοῦ καὶ Ἀφροδίτης παῖδα] τὸν αἰσχρὸν Ἑρμαφρόδιτον, ~ BNΔ

Πρὸς Νιγρῖνον ἐπιστολή.

εἰχόμην*] ἀντὶ τοῦ ἔνοχος ἦν. ~ VMΟSUΔΩ

τὸ λελογισμένον] ἤγουν ὁ λογισμός. ~ M

Νιγρίνου φιλοσοφία.

ad initium: ἐντεῦθεν ὁ λόγος, ὃν ⸤ἐπι⸥δείξεσθαι Νιγρίνῳ του⸤τῳὶ⸥ ὑπισχνεῖται, πλήρης κο⸤λακείας⸥· αὐτὸν γὰρ ὑποποιεῖσθαι Ν⸤ιγρῖνον⸥ τῷ λόγῳ σπουδὴ ἅτε ⸤τούτου οὐ τὸν⸥ τυχόντα ἔπαινον ⸤Νιγρίνου⸥ διεξιών. ἐν⸤τεῦθεν⸥ καὶ ἔοικέ μοι καλῶς ⸤ἔχειν⸥ αὐτὸν ἐπιγράφει⸤ν Νιγρῖνος⸥ ἢ περὶ φιλοσόφου ⸤ἤθους⸥. ~ ⸤B⸥OUΔ

ἐπιτυχεῖν] ὅρα τὸ ἐπιτυχεῖν ἀντὶ τοῦ ἐντυχεῖν κείμενον καὶ δοτικῇ συντεταγμένον. ~ φ τοῦ παιδός] ἤγουν τοῦ δούλου. ~ M ἐκλήθην] εἰσεκλήθην. ~ M σφαῖρα καλάμου] ἤγουν ἀπὸ καλάμου. ~ M

τὴν ἐπὶ τῆς Ἑλλάδος] φέρουσαν δηλονότι. ~ M ἀρχαῖον*] ἀνόητον. ~ VMΟSΩ. Addit M: μάταιον. ~

διαμνημονεύουσι] ὅρα τὸ διαμνημονεύουσιν ὡς αἰτιατικῇ συνῆψεν. ~ φ οὕτω δὴ — τοῖς ἀκούουσιν] ὡραῖα ταῦτα καὶ νοὸς κάλλους ξένα. ~ V ἀνατυλίττων] σημείωσαι τὸ ἀνατυλίττων ἀντὶ τοῦ ἀνελίττων κείμενον. ~ φ

μέμνησο] ὅρα τὴν τοῦ μέμνησο σύνταξιν, ὅρα. ~ φ

θλίβων* τοῖς οἰκέταις] ἀντὶ τοῦ διὰ τοῦ πλήθους τῶν οἰκετῶν στενοχωρίαν ποιῶν. ~ VφOSΩΔ

ὅστις κτλ.] ὡραῖον. εὖ γε ὁ τῶν τοιούτων ἀποφάσεων, σοφώτατε ἄνθρωπε· φιλοσοφίας γὰρ καὶ τῆς καθ’ ἡμᾶς ἔχεται. ~ φ ἀθέατος δὲ ἀληθείας κτλ.] σημείωσαι. ~ V

προστιθέμενος] ὅρα, ὡς αἰτιατικῇ τὸ προστιθέμενος συντέταχεν. ~ φ

ὑπερήφανον] θαυμασίως ἐνταῦθα κεῖται τὸ ὑπερήφανον. ~ φ

ταπεινώσαντα κτλ.] σημείωσαι. ~ Γ

μεταλαμβάνουσι] ὅρα τὸ μεταλαμβάνουσιν αἰτιατικῇ συντεταγμένον. ~ φ

ὅς γε καὶ ἀγρὸν κτλ.] ⸤ἀρ⸥γῆς τοῦτο καὶ ῥᾳθύμου ψυχῆς καὶ μὴ εἰδυίας εἰς δέον χρῆσθαι ⸤τῷ⸥ κτήματι· ἢ γὰρ ἐχρῆν φι⸤λ⸥οσοφοῦντα μηδὲ τὴν ἀρχὴν κεκτῆ⸤σθαι⸥ ἢ πατρόθεν ὑπούσης τῆς κτή⸤σ⸥εως ἀπεσκευάσθαι τὸ ἀσχολίας παραίτιον, ἀλλὰ μὴ κεκτημένον ⸤ἐ⸥τώσιον ἄλλως ἄχθος περιφέρειν ὡσ⸤π⸥ερεὶ φθονοῦντα τῆς τοῦ ἀγροῦ καλλιεργίας καὶ τῆς ἐκ ταύτης τοῖς χρῄζουσιν ὠφελείας· ὅπερ οἶμαι καὶ ⸤ὁ⸥ Θηβαῖος προειδόμενος Κρά⸤τ⸥ης τοῖς ἄλλοις ἀφῆκε μηλόβοτον τὴν κατὰ ἀγροὺς κτῆσιν. ὥστε οὐ κατὰ ⸤Κ⸥ράτητα Νιγρίνῳ τὸ φιλόσοφον ⸤ἦ⸥θος οὐδὲ πρὸς ἐπαίνου ἀδεκά⸤σ⸥τως κρίνειν ἐπισταμένῳ ἀνδρί. ~ ⸤B⸥Δ

εἰκάζειν κτλ.] ὡραῖα πάντα καὶ ἀττικισμοῦ πλήρη. ~ φ

— ] σημείωσαι. ~ Γ

ἡδονῆς κτλ.] σημείωσαι· περὶ ἡδονῆς καὶ ἐφ’ ὅσον τις τὸν ἀπὸ ταύτης καρπὸν δρέπεται καὶ ὅτι μέχρι τοῦ φάρυγγος καὶ τούτου μηδ’ ἐπὶ τεσσάρων δακτύλων μῆκος ἐκτεινομένου. ~ Γ2Δ

δεινὸν οὖν κτλ.] ὡραῖον. ~ V

— ] ἀστεῖον καὶ πλῆρες βωμολοχίας. ~ Ο

τεθηπώς*] ⸤θαυμ⸥άσας. ~ ⸤V⸥

φιλοσόφων κτλ.] χρήσιμον. σημείωσαι. ~ Γ

ἐπιλίγδην*] ἀντὶ τοῦ ὅσον ἐπιψαῦσαι. ~ Ο

Δημώνακτος βίος.

Ἀγαθοβούλου κτλ.] φιλόσοφοι οὗτοι κατ’ ἐκεῖνο καιροῦ ἀκμάσαντες, περιώνυμοι τὴν ἠθικὴν φιλοσοφίαν. ~ BΟ

ἀνίπτοις* γε ποσί] ἀντὶ τοῦ ἀποσχεδιάσας. ~ VMΟ

— ] παροιμία. ~ Γ

Σινωπέα*] τὸν Διογένη. ~ VM

— ] τὸν Πον⸤τικόν Διο⸥γένη λέγει. ~ ⸤B⸥

ἁμαρτημάτων καθήπτετο κτλ.] σημείωσαι. ~ Γ

περαίνει] ⸢⸤ση⸣μαίνει γὰρ τὸ περαίνειν καὶ⸥ τὸ ⸢τὸν⸣ ⸤συλ λογισμὸν τέλειον εἶναι⸥ ⸢ἔχον⸣τα ⸤συμπέρασμα καὶ ⸢τὸ⸣ ⸥ αἰσχρῶς ⸤τινα κατὰ τὰ ⸢ἀ⸣φροδ⸥ίσια ⸤ἐνεργεῖσθαι⸥. ~ ⸤B⸥C⸢V⸣φMΟΩ

δακτύλιον* φύλαττε] εἰς τὸν ἀφεδρῶνα ἀπέσκωψε· καὶ γὰρ δακτύλιος λέγεται καὶ αὐτός. ~ VBφM0SΩ

ἑνὶ γοῦν ἐρωτηθέντι κτλ.] ὡραῖον. ~ VΟ

ὁ βασιλεύς με τῇ Ῥωμαίων* πολιτείᾳ τετίμηκεν] οὐ γὰρ ἔδει οὕτως εἰπεῖν ὅτι ’τῇ Ῥωμαίων ἐτίμησέ με πολιτείᾳ’· ἀδιανόητον γὰρ τοῦτο καὶ ἄδηλον, ποίᾳ τινὶ εἰσεγράψατο αὐτὸν φρατρίᾳ, ἐκ πολλῶν φρατριῶν τῆς Ῥωμαίων πολιτείας συγκεκροτημένης οἷον Οὐεττίων, Φλαβίων, Αὐρηλίων καὶ ἄλλων πλείστων· οὐ γὰρ καὶ πάσαις ἐπολιτογραφήθη εἷς ὤν. ἀλλ’ εἴπερ ἄρα, οὕτως ἐχρῆν εἰπεῖν ’τῇ Ῥωμαίων εἰσεγράψατό με πολιτείᾳ’, ἵνα τῷ πλάτει τοῦ ἀορίστου περιελαμβάνετο καὶ αὐτός, ἢ ὅτι Ῥωμαῖον βασιλεὺς ἐποίησέ με’· τὸ γὰρ αὐτὸ καὶ ἐκ τούτου παρεδηλοῦτο, ὃ καὶ αὐτὸς ὁ Δημῶναξ ὑπέθετο διορθούμενος, ἅμα δὲ καὶ σκώπτων ὡς μὴ καθαρῶς ἑλληνίζοντα Ἓλληνα βουλόμενον εἶναι. ~ BVΜΟΩ

Λακεδαιμόνιον*] ⸢ἐμ⸣άστιζον γὰρ ἑαυτοὺς ⸢Λά⸣κωνες τελούμενοι ⸢καὶ⸣ εἰς τοῦτο αὐτὸν ἀπο⸢σ⸣κώπτει. ~ ⸢V⸣BCφMΟΩ

ἀντὶ δὲ τῆς* βακτηρίας κτλ.] ⸢εἰς τὸ⸣ ἄρραβδον δια⸢σ⸣ύρει ὡς ὑπε⸢ρεί⸣σεως δεόμενον. ~ ⸢V⸣BφM0Ω. Addit Ο (scholio toto ad ὑπερίδου relato): ὅθεν καὶ τὸ ρει ἐνταῦθα δίφθογγον γραπτέον, ἄλλως δὲ ῖ. ~

λέοντας*] ⸢καὶ γὰ⸣ρ εἰώθαμεν τοὺς ⸢ἀν⸣δρείους εἰς ⸢λ⸣έοντας ἀπεικάζοντες ⸢οὕτως⸣ λέγειν λέων ἐστίν. ~ ⸢V⸣BM0SΩ

δρωπακισθῆναι* κτλ.] ⸤ἀντὶ τοῦ τῆς αὐτῆς αὐτὸν ἀξ⸥ίωσον ⸤ἀτιμίας, ἧς καὶ αὐτὸς σοὶ⸥ νῦν ἐ⸤πιμέμφεται· ταὐτὸν γὰρ⸥ τὸ πιττοῦ⸤σθαι τῷ δρωπακίζε⸥σθαι, ἔστι δὲ ⸤ἄμφω τὸ τὰς τρίχας τοῦ⸥ παντὸς σώματος ⸤μαδᾶν χρ⸥ίσματι. ~ V⸤B⸥CφMΟSΩ

Κυναίγειρον*] τοῦτο γὰρ Κυναίγειρος πέπονθεν Ἀθηναῖος ἐν τῇ πρὸς Πέρσας ναυμαχίᾳ πελέκει πρὸς Πέρσου τὴν χεῖρα ἀποκοπείς. ~ VBCφMΟΩ

δὸς κτλ.] ἀπέσκωψεν εἰς Ἐπίκτητον ὡς, οἷς αὐτὸς φιλοσοφῶν οὐχ ὡμίλησεν, ἑτέρους ἐπείγοντα. ~ BΟ

Ἐλέου*] εἰ γὰρ ὁ Ἐλέου βωμὸς οἰκτίρμονας κηρύττει Ἀθηναίους, πῶς ἂν ἀνάσχοισθε, φησί, τοιοῦτον ὠμὸν πρᾶγμα θεάσασθαι; ~ BVφΟSΩ

— ] ὅτι Ἐλέου βωμὸς ἦν παρὰ Ἀθηναίοις, πρὸς ὃν οἱ καταφεύγοντες ἐσῴζοντο. ~ C

Περὶ τοῦ οἴκου.

ὅτι Ἀλέξανδρος ἐν τῷ Κύδνῳ λουσάμενος οὐ μικρῶς ἠρρώστησεν, ὥς φησιν Ἀρριανός [Anab. II 4, 7]. ~ VφOΩ

Κύδνῳ*] ⸤ποταμὸς⸥ Ταρσοῦ τῆς ⸤Κιλικί⸥ας. ~ ⸤B⸥K

— ] ποταμὸς Ταρσοῦ. ~ Γ

— ] Στράβων ὁ γεωγράφος [XIV 673] ἱστορεῖ περὶ τούτου τοῦ ποταμοῦ Κύδνου, ὅτι διὰ ψυχρότητα τὰ πλατυνευροῦντα τῶν ζῴων ἰᾶται ἐμβαίνοντα τῷ ῥείθρῳ τούτου καὶ ἐγχρονίζοντα. ~ BVφMOΩ

νησιώτῃ μειρακίῳ] τὸν Ὀδυσσέως Τηλέμαχον λέγει. ~ B

μεστὸς κτλ.] ὡραῖον. ~ Γ

Φαίδρου] ἐν τῷ Φαίδρῳ τ⸤οῦ⸥ Πλάτωνος ταῦτα, ὅπου φησὶ [230 Β] νὴ τὴν Ἣραν, καλὴ ἡ καταγωγή· ἥ τε γὰρ πλάτανος ἀμφιλαφὴς καὶ ἑξῆς. ~ Β

καὶ οὐκ ᾐσχύνετο κτλ.] φορτικῶς ἄγαν, ἐμπαθέστατε, διεμνημόνευσας τοῦ ἀνδρός. ~ B

Ἀρσακίδαις* Ἀρσακίδας τοὺς Περσῶν φησι βασιλεῖς ὡς ἀπὸ Ἀρσάκου τοῦ παλαιτάτου τὰς γονὰς ἕλκοντας. ~ VBCφMOS

εἰ ἐπαινέσονται κτλ.] σημείωσαι. ~ Γ

σώφρονι κτλ.] σημείωσαι. ~ Γ

τοίχων γράμματα*] τὰς γραφάς φησιν ἤτοι τὰς ζωγραφίας, ἐφ’ αἷς ἀνθέων καὶ φυτῶν μιμήματα εἴργασται καὶ εἴ τι τοιοῦτο ἄλλο. ~ BVφMΩ

— ] ὅτι γραφὰς καὶ τὰς ζωγραφίας ἐκάλουν. ~ C

ὁμοίους κτλ.] σημείωσαι. ~ Γ

φωτὶ κτλ.] σημείωσαι. ~ Γ

Δημόδοκος κτλ.] ⸤μου⸥σικοὶ παλαιοὶ περιφανεῖς. ~ ⸤Β⸥

— ] ὀνόματα μουσικῶν τε καὶ μελῳδῶν. ~ φ

παντελῶς τυφλὸς κτλ.] σημείωσαι. ~ Γ

Γοργόνων* κάλλος] σημείωσαι, ὅτι αἱ Γοργόναι κάλλει καὶ εὐμορφίᾳ ἐξιστῶσαι οἱονεὶ ἀπελίθουν τοὺς ἀνθρώπους. ~ VBCφΩ

ὦτα γὰρ κτλ.] Κανδαύλου λόγος πρὸς Γύγην [Her. I 8]. ~ B

θεραπεία*] τουτέστιν οἱ θεράποντες, οἱ ὑπηρέται, οἱ δοῦλοι. ~ ΟU

ἐκπεπληγμένοι] μεταβατικὸν τὸ ἐκπλήττομαι, οἷον ἐκπλήττομαί σε ἀντὶ τοῦ θαυμάζω σε. ~ U

τῆς ἀντίθυρος: ὡς ἀπὸ τῆς εὐθείας τῆς ἡ ἀντίθυρ. ~ BCφUΩ

ὅτι Ὠρίων εἰς Χίον παραγενόμενος πρὸς Οἰνοπίωνα τὴν γυναῖκα αὐτοῦ Μερόπην ἐβιάσατο. αὐτὸς δὲ χαλεπήνας ἐτύφλωσεν αὐτὸν καὶ ἀπέλυσεν. ὁ δὲ ἦλθεν εἰς Λῆμνον πρὸς Ἥφαιστον, ὃς ἐλεήσας αὐτὸν δέδωκε τούτῳ ὁδηγὸν Κηδαλίωνα, ἕνα τῶν θεραπόντων αὐτοῦ· καὶ οὕτως ὑπ’ αὐτοῦ ὁδηγούμενος ἦλθε πρὸς ἀνατολὰς καὶ συνέμιξε τῷ Ἡλίῳ καὶ ὑγιάσθη. ~ Vat. 942

Πατρίδος ἐγκώμιον.

πόλεων κτλ. ] τὸ παρὸν ἀναπόδοτον ὂν ἐσφάλθαι δοκεῖ. ~ φ

νησιώτης] τὸν Ὀδυσσέα φησίν. ~ Δ

Μακρόβιοι.

Ἄρει* — γῇ] ἢ γὰρ τῷ κατὰ τὰς πολεμικὰς γυμνασίας σχολάζειν τὸ ἀπλεονέκτητον αὐτοῖς περιγίνεται τῶν στοιχείων, ἀφ’ οὗ εὐκρασία, ἧς ἔργον ὑγίεια καὶ πολυζωία· ἢ τῷ πρὸς ἀνατολὰς κεῖσθαι τὴν χώραν τῆς καθ’ ἡμᾶς οἰκουμένης, εἶτα πρώτως ἐπιδημοῦντος ταύτῃ τοῦ ἡλίου καὶ εἰλικρινεῖ τῇ ἀκτῖνι καὶ ἀκραιφνεῖ μηδὲν ἀπὸ τῆς ἑτέρων οἰκήσεως θολῶδες διακονουμένου ἐξ ἀέρος καὶ ἀχλυῶδες αὑτήν τε παρέχεται τῇ θάλψει φυσικῶς οἱονεὶ πεττομένην καὶ εὐκρατοῦσαν καὶ τοῖς ἐνοικοῦσι ταὐτὸ τοῦτο ποριζομένην. ταύτῃ οἱ μὲν τῷ Ἄρει οἱ δὲ τῇ γῇ τὴν αἰτίαν ἀνατιθέασι τῆς μακροβιότητος τῶν Σηρῶν. ~ Δ Vind. 114

κριθίνῳ*] βέλτιστε Λουκιανέ, μακάριοι τῷ παντί, ὡς ἔοικεν, ὄνοι διὰ τὴν κριθοφαγίαν καὶ τῆς εὐαισθησίας καὶ τῆς μακροβιότητος, εἰ μὴ τῷ μυλῶνι καὶ τῇ ἄλλῃ τῶν ἀνθρώ πων κατετρίβοντο ταλαιπωρίᾳ. τάχα δὲ διὰ τοῦτο ὁ παρὰ συλλαβήν σοι ὁμώνυμος εἰς ὄνον μετέβαλεν, ὅς καὶ πείρᾳ οἰκτίστην ἀποφαίνει καὶ ταλαιπωροτάτην τὴν ὄνων ζωήν. ~ Δ Vind. 114

ἐκτήσατο κτλ.] σημείωσαι. ~ Γ

Σελευκεὺς ἀπὸ Τίγριος] ἔστι γὰρ Σελεύκεια καὶ ἐπὶ Τίγριδι τῷ ποταμῷ. ~ VUΩ

ὑγιεινοῦ κτλ.] σημείωσαι. ~ Γ

Ἀληθῶν διηγημάτων α′.

Οὐδὲν ἀληθὲς κέκτηται ὁ λόγος οὗτος. ~ ΟU

ἀσχολουμένοις*] ἠσκημένοις. ~ ΓV

τοιούτοις τῶν ἀναγνωσμάτων κτλ.] συγγνώμη σοι, ὦ Λουκιανέ, ἐπὶ τοῖς παρὰ σοῦ γραφησομένοις ψεύσμασιν, ἀνθ’ ὅτου ὡμολόγησας ψευδῆ βούλεσθαι γράψαι πρὸς ψυχαγωγίαν τῶν ἀναγινωσκόντων. ~ UΩ3

Ἰαμβοῦλος Ἰαμβ⸤ ⸥αν⸤ ⸥τ⸤ ⸥· ~ ⸤Γ⸥

ὁρῶν κτλ. ] τάχα εἰς Πλάτωνα ἀποτείνεται πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ μυθολογοῦντα, μάλιστα δὲ ἐν τῷ δεκάτῳ τῆς Πολιτείας [614 A sq.] τὰ περὶ τῶν ἐν Ἅιδου διεξιόντα. ~ VΓφOUΩ

οὐρίῳ* ἀνέμῳ] εὔρῳ. ~ Γ

τῇ* ὀγδοηκοστῇ κτλ.] τὰ μὲν πρὸς ῥᾳστώνην καὶ εὐημερίαν τείνοντα εἴτε ἐγρηγορούντων ἐνθύμια εἴτε καὶ καθευδόντων ἐνύπνια κενὴν μακαρίαν οἱ παλαιοὶ κατεφήμισαν. ταὐτὶ δὲ τὰ σὰ τί ἂν καλέσοιμεν, Λουκιανέ, πολλὴν καὶ μακρὰν ἐπερχόμενα ταλαιπωρίαν καὶ ψυχῆς ἄσην; ἢ λοιπὸν δίκαιον καλεῖν αὐτὰ κενὴν κακοδαιμονίαν; ~ Γφ

ἐνιαχοῦ*] ἔν τισι τόποις. ~ S

εὐερνής*] εὐμήκης. ~ S

καὶ* δύο κτλ.] εἰς Ὅμηρον ἀποσκώπτει διὰ τοὺς λωτοφάγους Ὀδυσσέως ἑταίρους ταῦτα μυθοποιήσαντα [ι 95]. ~ VφΟSUΩ

Κεγχροβόλοι*] οἱ τοῖς κέγχροις λιθάζοντες. ~ S

ἄρκτου] ἄρκτος ἐστὶν ἐν τῷ οὐρανῷ ἐξ ἀστέρων, ἣν καλοῦσι καὶ ἅμαξαν, καὶ ὁ μὲν Ὅμηρος [Σ 487. ε 273] μίαν λέγει, Ἄρατος [Phaen. 36] δὲ δύο, τή⸢ν τ⸣ε Ἑλίκην καὶ τὴν ⸢κυνόσ⸣ουραν. ~ ⸢S⸣K

πελτασταί*] μικροῖς ἀκοντίοις μαχόμενοι. ~ S

δίπλεθρος*] τὸ πλέθρον ἔχει πόδας ρ′, πήχεις ξϛβ. ~ ΓVSΩ

ἐχόμενοι*] σημαίνει τὸ ἐγγύς. ~ S σείριον τὸν ἀστέρα λέγει τὸν κύνα καλούμενον. σείριον δὲ λέγουσιν αὐτὸν διὰ τὸ ἀπὸ τοῦ καύσου τοῦ ἀπὸ τῆς ἐπιτολῆς αὐτοῦ σεσηρέναι τοὺς ἀνθρώπους. ~ Γ2VφΟSΩ

γαλαξίου*] ὁ κύκλος ὁ ἐν τῷ οὐρανῷ ἀπὸ νεφελῶν ὡς γάλα φαινόμενος. ~ S

ὄνοι*] γόης, τερατολόγε· οἷς οὐ παρῆσαν ὄνοι (οὐ γὰρ ἐπεσημήνω τοῦτο), πῶς σαλπιγκταῖς τοῖς οὐχ ὑποῦσιν ἐχρῶντο; ~ VφΟΩ

Ὅμηρος κτλ.] τὸ σκῶμμα εἰς Ὅμηρον. ~ φ

τοῦ Ῥοδίων κολοσσοῦ* ἐξ ἡμισείας] τριάκοντα πήχεων· ἑξήκοντα γὰρ ἦν ὅλος ὁ κολοσσὸς πήχεων. ~ ΓVφ0SΩ

— ] ὅτι ὁ Ῥοδίων κολοσσὸς ἑξήκοντα ἦν τὸ ἀνάστημα πήχεων. ~ C

ὁμήρους] ὅμηρά εἰσι τὰ διδόμενα ἐπὶ ἐλευθερίᾳ τῶν κατασχεθέντων. ~ S

συνθήκας] συνθήκη λέγεται σχέσις ὑπὸ⸤ ⸥συμβουλὴ καὶ ἡ παρα⸤ ⸥ ὥσπερ καὶ ε̣ἰ̣σή⸤ ⸥. ~ S

εὐθὺς* κτλ.] σημείωσαι διὰ τὴν σύνταξιν· ὤφειλε γὰρ οὕτως εὐθὺς δὲ τοῦ τείχους καθαιρεθέντος ἡμᾶς τοὺς αἰχμαλώτους ἀπέδοσαν. ἀλλά φαμεν, ὅτι, ἐπειδὴ ἱστορία τὸ προκείμενον, φεύγει τὸν πλαγιασμὸν σαφηνείας χάριν. ~ Γ2VOSΩ

δώσειν πρὸς γάμον κτλ.] τὴν τοῦ Γανυμήδους αἰνίττεται ἁρπαγήν, ἣν οἱ Ἕλληνες μυθολογοῦσιν. ~ S

γάμοις*] ἀντὶ τοῦ γυναιξίν. ~ VOS

ἐν ταῖς γαστροκνημίαις] τοῦτο τὰ περὶ τὸν Διόνυσον αἰνιττόμενος καὶ τῆς ὠδῖνος καταγελῶν τοῦ Διὸς τέθεικεν. ~ Γ2, cf. φS

γένος* κτλ.] εἰς τοὺς Σπαρτοὺς λεγομένους ἀποσκώπτει τοὺς ἐκ δρακοντείων ὀδόντων ἐκφύντας. ~ Vφ0SΩ

λάπτουσι* τὸν ἀναθυμιώμενον καπνόν] Ἡροδότου διασύρει τὸ περὶ Σκυθῶν αὐτῷ ἱστορούμενον [4, 75] περὶ τῆς βοτάνης, ἧς καιομένης τοῦ ἐνθυμιωμένου καπνοῦ σπῶντες οἱ περικαθήμενοι Σκύθαι τὴν πυρὰν μεθύειν ὡς ἀπὸ οἴνου λέγονται. ~ VΓ20UΩ

ἰγνύαις*] ὅτι οὐ μόνον ἰγνύα ἡ εὐθεῖα εἴρηται ἀλλὰ καὶ ἰγνύς. ἀφ’ οὗ καὶ νῦν εἴρηκε ταῖς ἰγνύσιν. ~ VCOSUΩ

— ] γρ. καὶ ἰγνύσιν ὡς ἀπὸ τῆς ἡ ἰγνύς· οὐ γὰρ μόνον τὸ ἡ ἰγνύη εἴρηται. ~ φ

γαστροκνημίαν*] γαστροκνημία λέγεται τὸ ἐξόπισθεν τοῦ καλάμου τοῦ σκέλους. ~ ΟVSUΩ

κλειστὴ* κτλ.] εἰς τὸ ὑπό τινων περὶ τῶν θαλαττίων σελαχῶν ἱστορούμενον διαπαίζει. ~ VOUΩ

ἔοικε κτλ.] σημείωσαι. ~ Γ

τῶν παρ’ ἡμῖν φαλλῶν ὑψηλοτέρους*] ἐν τῷ Περὶ τῆς Συρίης θεοῦ [28] μέμνηται τῶν φαλλῶν τούτων, ἐφ’ ὧν καί τινες ἀναβαίνουσι λόγῳ ἀσκήσεως. εἰσὶ δὲ οἱ φαλλοὶ οὗτοι τριακοσίων ὀργυιῶν τὸ ὕψος. ~ VΓ2φOSUΩ

πυρεῖα*] τοὺς πυρεκβολίτας λίθους λέγει. ~ VCφΟSUΩ

κορύθων*] τὸ τοῦ Ὁμήρου [Ε 4] διαγελᾷ περὶ Διομήδους τὸ δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ. ~ VφΟSUΩ

subscript.: Διώρθωσα ἐγὼ Ἀλέξανδρος ἐπίσκοπος Νικαίας τῆς κατὰ B⸤ι⸥θ⸤υνί⸥αν μετὰ Ἰακώβου τ⸤οῦ ⸥τ του ἀδελφ ⸤οῦ⸥ καὶ μητροπολίτου Λαρίσσης. ~ ⸤Γ2⸥

Ἀληθῶν διηγημάτων β′.

ἀρξάμενοι κτλ.] βαβαὶ τοῦ ψεὐδους. ~ ΟUΩ

πῦρ* κτλ.] εἶτα, βωμολόχε, οὐκ ἔμελλεν ὁ πάγος θαλπόμενος τῷ πυρὶ εἰς ὕδωρ αὖθις μεταποιεῖσθαι; καὶ πῶς οὐχὶ κατακλυσθέντες τέλεον ἀπωλώλειτε; ὥστε ἀπίθανος ἡ πλάσις παρὰ τὸ τῇ φύσει σου πρόσφορον. ~ VΟUΩ

εἰκοσιπέντε* τὸ περίμετρον] scholion legi non poterat. ~ Γ

περιεκέχυτο*] ἀντὶ τοῦ περιεῖχεν, περιείληφεν, περιέβαλλεν, περιελίμναζεν. ~ VΟSUΩ

αὕτη* κτλ.] εἰς τοὺς καθ’ ἡμᾶς ὁ γόης ἔοικεν ἁγίους προφήτας διαπαίζειν, ἐφ’ οἷς οὗτοι περὶ τῆς Ἱερουσαλὴμ ἐν ἐσχάταις ἡμέραις συνενεχθῆναι ἀλληγορικῶς διεξῆλθον. ~ VΟSΩ

νύξ*] ⸢εἰς τ⸣ὰ ὑπὲρ Θούλην τερατο⸢λ⸣ογούμενα ἐπισκώπτει. ~ ⸢V⸣ΟUΩ

ἄρτον*] τὸ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς διακωμῳδεῖ. ~ VΟSUΩ

διακονοῦνται*] τὰ περὶ βραχμάνων τερατολογούμενα τῶν Ἀσσυρίων διασύρει. ~ VOUΩ

ἐθεασάμην*] κατὰ κοινοῦ τὸ ἐθεασάμην. ~V

Στωικῶν] οἷα φῂς περὶ Στωικῶν, ἄνθρωπε. ~ φ

— ] σημείωσαι. ⸤ Στ⸥ωικῶν ⸤ ⸥εῖ ⸤ ⸥· ~ Γ

Ἀκαδημαϊκούς*] οὐκ ἀκριβῶς ἄγαν τοὺς Ἀκαδημαϊκοὺς τοῖς Ἐφεκτικοῖς συνάπτεις, Λουκιανέ. ~VΓφ ΟUΩ

μίσγονται μὲν ἀναφανδόν] Ἡρόδοτον [3, 101] κωμῳδεῖ Ἰνδοῖς τοιοῦτον γίνεσθαι ἱστοροῦντα. ~ S

ἦ μήν*] ἀντὶ τοῦ ὄντως δή. ~ VΟ UΩ

Πλατωνικώτατοι] ⸢διὰ⸣ τὸ λέγειν τὸν Πλάτωνα [Reip. V 457 C] κοινὰς εἶναι τὰς γυ⸢ναῖκας⸣. ~ ⸢S⸣Κ

κατεγίνωσκον*] σημείωσαι διὰ τὴν σύνταξιν· τὸ γὰρ καταγινώσκω γενικῇ συντάσσεται οἷον καταγινώσκω σοῦ τῆς φλυαρίας, ὁ δὲ πρὸς αἰτιατικὴν ἀπέδωκεν κατεγίνωσκον τὴν ψυχρολογίαν. ἤτοι οὖν Ἀττικῶς οὕτως συνέταξεν — αὐτοὶ γὰρ καὶ ἐπὶ ἄλλων πολλῶν τοῦτο φιλοῦσι ποιεῖν τῇ κοινῇ ἐναντιούμενοι συνηθείᾳ — ἢ τὸ καταγινώσκω ἀντὶ τοῦ διαγελᾶν ἢ διασύρειν εἴληπται. ~ VCΚΟSUΩ

τυφλός*] ἱστορεῖ γὰρ τοῦτο Ἡρόδοτος ἐν τῷ περὶ τοῦ Ὁμήρου βίῳ [c. 8. Biogr., ed. Westermann, p. 4]. ~ VΟΩ

πυγμὴ δὲ ἴση κτλ.] τάχα διὰ τὸ πληγαῖς βάλλεσθαι τοὺς πυγμάχους, ὃ ἐκεῖσε ἀργόν, παρ’ ὅσον ἀπαθὴς ὁ ἐν Ἅιδου βίος ἅτε σωμάτων ἀπηλλαγμένος. ~ VφΟUΩ

Σωκράτης* κτλ.] τὰ περὶ Σωκράτους ἱστορούμενα διασύρει. ~ VΟUΩ

παράδεισος*] τινὲς τῶν ἄκρως βουλομένων ἑλληνίζειν εἰς τὸ νόθον τῆς Ἑλληνίδος φωνῆς ἀποπέμπουσι τὸ παράδεισος ὄνομα. ~ VΟUΩ

ἐπινῶς*] σημείωσαι· ἀντὶ τοῦ ἐφελκυστικῶς, ὁρμητικῶς· ἐπεὶ καὶ τὸ ἐπινάζει τὸ ἐφέλκεται σημαίνει. ~ VCOSUΩ

παρήμην*] οὐ παρῆν, ὡς ἐν ἄλλοις κεῖται καὶ ἡ τέχνη ζητεῖ. ~ V

ἐποτνιώμην*] ἠνιώμην. ~ Γ

μείνας* κτλ.] ἐνήλλαξε τὴν σύνταξιν τὸ μέν τι ταύτης κατὰ τὴν κοινὴν χρησάμενος, τὸ δὲ καὶ ἀττικίσας· κοινὸν μὲν γὰρ τὸ μείνας ἐκείνην τὴν ἡμέραν, Ἀττικὸν δὲ τὸ τῆς ἐπιούσης. ἦν δὲ καὶ τὸ πρῶτον Ἀττικόν, εἰ οὕτως εἶπεν μείνας ἐκείνης τῆς ἡμέρας· τὸ γὰρ ἐπὶ μέρους λέγειν Ἀττικόν. ~ VΟSUΩ

μεγίστας* ἀπασῶν τιμωρίας ὑπέμενον οἱ ψευσάμενοι] εἶτα σοί, βωμολόχε, γόης, τί ἐποφείλεται τούτων ἕνεκεν; ~ VΓΟUΩ

μήκωνες*] καταλλήλως ταῦτα ἐπλάσατο περὶ τὴν τῶν ὀνείρων πόλιν, καθότι ὑπνωτικὰ ταῦτα τὰ φυτὰ καὶ ναρκωτικά. ~ ΓVOSΩ

δύο* μὲν πρὸς τὸ τῆς Βλακείας πεδίον κτλ.] ἄγαν ἐμφρόνως πρὸς τὸ τῆς Βλακείας πεδίον ἀποκλίνειν πεπραγμάτευται τὰς δύο τῆς ὀνείρων πόλεως πύλας καὶ τούτων τὴν μὲν σιδηρᾶν εἶναι καὶ καρτεράν, τὴν δὲ κεραμίνην καὶ πολὺ τὸ εὔθρυπτον καὶ σαθρὸν ἔχουσαν, ἐπεί τοι καὶ αἱ ἐλπίδες τοῖς ἀργοῖς καὶ βλακώδεσι καὶ ῥᾳθύμοις αἱ μὲν πάντῃ κατὰ τὸ καρτερὸν καὶ ἀμετακίνητον ἐντίκτονται καὶ οὔποτ’ ἂν μεταβάλλεσθαι πεφυκυῖαι, ὅσοις περιουσίᾳ ἀνοίας τὸ τοιοῦτο πάθος ἐνίδρυται, τοῖς δὲ καὶ μετακινηθείη ἂν τὸ τῶν ἐλπίδων ἀστάθμητον, ὅσοις τῷ περιλοίπῳ τῆς ἔμφρονος γνώμης ὀψέ ποτε τοῦ κάρου ἀνεννεγκεῖν περιγίνεται καὶ τῶν τοιούτων ἀπαλλαγῆναι ματαίων φροντίδων· φιλεῖ γὰρ ὡς ἐπίπαν καταλλήλως τῶν φροντίδων καὶ τὰ ἐνύπνια παρακολουθεῖν. ἄλλως τε καὶ κεραμίνην τὴν πύλην ἐκείνην ἀνέπλασεν, δι’ ἧς τὰ φοβερὰ τῶν ἐνυπνίων διέρχεται καὶ φρικώδη· ἅμα γὰρ τῷ ὕπνῳ καὶ αὐτὰ οἴχεται. ἔστι δὲ καὶ πλοῦτος καὶ δόξα τοιαῦτα καὶ τὰ καθ’ ὕπνους ἄλλα, τὰ μὲν δυσχερῆ τῷ ἀνιῶντι καὶ πρὸς ἀμνηστίαν εὔκολα, τὰ δὲ τερπνὰ καὶ ἐράσμια τῷ ἥδοντι καὶ εὐφραίνοντι ἐμμενετικά τε καὶ ἀναπόβλητα. ~ Vφ

ἐκείνῳ*] τουτέστι τῷ ἀλεκτρυόνι. ~ Ο

Καρεῶτιν] ἀπὸ τοῦ κάρου τοῦ ἐπιγινομένου τοῖς ὑπνοῦσι τὴν πηγὴν καταλλήλως ὠνόμασεν. ~ Γφ

αὐτῶν μέντοι κτλ.] τὸν Ὁμηρικὸν διαπαίζει ὄνειρον. ~ S

ἀγχωμάλως] ἴσως, ὁμοίως. ~ S

πληρώματα*] πλοῖα. ~ S

ἐλάθομεν*] ἀντὶ τοῦ ἀνεπαισθήτως. ~ VΟMΩ

ἁδρότερον] ἁδρὸς ὁ χονδρός. ~ S

ἱστός*] εἰς τὴν Ἀαρὼν ῥάβδον ὁ παιγνιήμων διαπαίζει. ~ VΟΩ

ἄβυσσον] ἀντὶ τοῦ ἄπειρον ἔχον βυθόν. ~ VMΟΩ

χάσματι* κτλ.] τάχα ὁ κενολόγος εἰς Μωσέα καὶ τὴν Ἐρυθρὰν θάλασσαν διαστᾶσαν κρειττόνων ἐπιπνοίᾳ ἐπισκώπτων αἰνίττεται. ~ VΓ ΟΩ

ἀτιμωρήτους*] ἀντὶ τοῦ ἀβοηθήτους. ποδεῶνας*] Ο

ὡς ἐπὶ κωδίου τὰ ἄκρα τῆς ὀθόνης ποδεῶνας εἴρηκε παίζων κἀνταῦθα. ~ ΟVSΩ

ad fin.: καὶ τὸ τέλος ψευδέστατον μετὰ τῆς ἀνυποστάτου ἐπαγγελίας. ~ VΟSUΩ

subscript.: Διώρθωσα ἐγὼ Ἀλέξανδρος ἐπίσκοπος Νικαίας τῆς κατὰ Βιθυνίαν μετὰ τοῦ οἰκείου ἀδελφοῦ Ἰακώβου τοῦ μητροπολίτου Λαρίσση⸤ς⸥. ~ ⸤Γ2⸥

Περὶ τοῦ μὴ ῥιᾳδίως πιστεύειν διαβολῇ.

ἐπηλυγάζουσα*] ἀντὶ τοῦ ἐπισκιάζουσα καὶ ἐπικρύπτουσα καὶ ἐπισκοτίζουσα· ἠλύγη γὰρ ἡ νύξ. ~ Δ

ὅτι ἀνάστατοι λέγονται μὲν καὶ οἱ τεταραγμένοι, λέγονται δὲ καὶ οἱ μέτοικοι. ~ Vat. 942

συνωμοσίας] ἡ μετὰ ὅρκου φιλία. ~ Δ

κεκοινωνηκὼς τῶν ὅλων*] δηλονότι πραγμάτων, τῆς ἐπαναστάσεως τῷ Θεοδότᾳ. ~ ΓVφΜΟΩΔ

κάρτα] σημείωσαι, πῶς τὸ κάρτα κεῖται. ~ φM0ΩΔ. Addit Δ: λίαν, μεγάλως. ~

πάνυ] κάρτα. ~ V

ἕαδεν: ἤρεσκεν. ~ ΔVφMΟΩ

τὸν ἀχάριστον κεκραγὼς κτλ.] σημείωσαι σύνταξιν. ~ Δ

ἐν δεξιᾷ κτλ.] σημείωσαι. ~ Γ2 V

τὰ* ὦτα — τοῖς τοῦ Μίδου προσεοικότα] περιεργότερον γὰρ τοῦ Μίδου τῇ ἀρχῇ κεχρημένου καὶ ὑπὲρ τοῦ πάντα μανθάνειν πευθῆνας ἔχοντος κατὰ πάσης τῆς ἀρχῆς αὐτοῦ ἐμυθολόγησάν τινες τῶν ἀρχομένων, ὡς ὄνου ἔχοι ὁ Μίδας ὦτα. ἢ ὅτι μακρὰ ὧτα ἔχει, διὸ καὶ τὰ μήκιστα γινόμενα ἀκούει. ἢ ὅτι καὶ ὁ ὄνος τὸ ζῷον οὕτως εὐήκοον ὡς καὶ τῶν λανθανόντων ψόφων αἰσθάνεσθαι. ~ V⸢2φΔ

περιηγητής*] ἀντὶ τοῦ ἑρμηνεύς. ~ ⸢2VMΟΩ

φέρε δὴ καὶ ἡμεῖς κτλ.] ὡραῖον. ~ V

ἀμερεῖς*] ἀντὶ τοῦ μηδὲ ὲν μέρος κατειληφυίας. ~ ΓVφMΟSΩΔ

μήτε δίκην κτλ.] Φωκυλίδου [v. 87 Bergk. P. L. ed. IV]. ~ ΓMΟSΩΔ

ἄμφω* μῦθον] Ἀττικὸς σολοικισμός. ~ MVΟΩΔ

ὀργῇ*] αὐτό που τὸ ὂν φάσκεις, Λουκιανέ. ~ VΟΩΔ

ἴδοι — διαβολῶν ὑποθέσεις] ὡραῖον ὅλον. ~ Δ

διαβολῶν ὑποθέσεις κτλ.] σημείωσαι. ὡραῖον. ~ Γ2VΜΟ

ἔνθα* ὁ μὲν κτλ.] οἷον τοῦτο εἶπας ἀληθέστατον. ~ VΟΩΔ. Addit Δ: ἄνθρωπε. ~

ὕσπληγος*] ὅτι ὕσπληξ οὐχ ὁ τόπος μόνον λέγεται ἀλλὰ καὶ ὁ σιδηροῦς ὀχεύς, ὃν νῦν λάμναν φασίν. ~ VΓ2CφMΟSΩΔ. Addit Δ: ἐνταῦθα μὲν τὴν ἀφετηρίαν, σημαίνει δὲ καὶ φραγέλλιον καὶ βούκεντρον καὶ μύωπα. ~

ἐλπίδα ἐπὶ κτλ.] σημείωσαι σύνταξιν. ~ Δ

Στρατονίκη*] τὴν Σελεύκου Στρατονίκην λέγει, ἧς ὁ υἱὸς Σελεύκου Ἀντίοχος ἐρασθεὶς πείθει τὸν πατέρα ταύτης παραχωρῆσαι τῷ υἱῷ . πείθει δὲ νόσῳ ἁλοὺς καὶ πρὸς αὐτῷ γεγονὼς τῷ θανεῖν διὰ τὸν πρὸς τὴν Στρατονίκην ἔρωτα· ἐν ἀμηχανίᾳ γὰρ τοῦ πατρὸς γεγονότος Σελεύκου διὰ τὸν υἱὸν Ἀντίοχον, εἶτα σοφίᾳ τοῦ ἰατροῦ γνωσθέντος τοῦ παραιτίου τῆς νόσου τοῦ ἔρωτος, ὑπεξέστη ταύτης ὁ πατὴρ τῷ υἱῷ. ~ VΓ2φΔ

Φιλόξενος κτλ.] σημείωσαι. ὡραῖον. ~ VΜ

φιλόθεον κτλ.] ὡραῖον. ~ Γ

ἀληθεῖ*] οὕτω γραπτέον δίφθογγον. ~ Ο

ὅτι ὕδωρ κτλ.] ὡραῖον. ~ Γ

ταραντινίδιον] θέριστρον λεπτὸν καὶ διαφανὲς ἱμάτιον οὐ πάντως πορφυροῦν. ~ Δ

μεγαλουργίᾳ*] ⸤εἰρωνεί⸥α. ~ ⸤Γ⸥Δ

εὐθὺς κτλ.] τοῦτο καὶ ἐφ’ ἡμῶν γέγονε καὶ τὴν βασιλέως Θεοφανὼ ἐξεμάνη πᾶς γυναικείᾳ μανίᾳ ἁγιοποιῶν. ~ Δ

ὑπολαμβάνοντες*] ἀντὶ τοῦ π⸤ροσ⸥λαμβά⸤νοντ⸥ες. ~ V ⸤Γ⸥ MΟS UΩΔ. Addit Γ: ἢ ἐκδεχόμενοι. ~

τὴν Ἀλεξάνδρου — προσεξέκαιον: ὡς ὁ μάγιστρος Σλοκάκας Λέοντα τὸν βασιλέα ἐξεβάκχευε περὶ Θεοφάνους πολλὰ καὶ τερατώδη διεξιὼν ἐνύπνια ἅτε καὶ ἄκη, ἵνα μόνον εὐδοκιμοίη, ψευδόμενος. ~ Δ

τότε καὶ Ἀγαθοκλῆς κτλ.] σημείωσαι. ΓVΜ

ἡ γοῦν κολακεία κτλ. ] ὡραῖον. ~ Γ

— ] σημείωσαι. ὡραῖον. ~ VΜ

ἀναπετῶσαι κτλ.] σημείωσαι. ὡραῖον. ~ ΓV

ἁψίκορον] παρὰ τὸ ἄψ, ὅ σημαίνει τὸ εὐθέως, καὶ τὸ κόρος, τὸ εὐθέως κόρον λαμβάνον καὶ ταχέως πληρούμενον. ~ Δ

οὐ* γὰρ οἶδα ὅπως] καινοπρεπὲς τὸ σχῆμα. ~ ΔΓVMΩ. Addit Δ: οὐκ οἶδα γὰρ ὅπως τὸ κοινὸν καὶ καθωμιλημένον. ~

ὁ μὲν οὐκ κτλ.] πέπονθα τοῦτο ἐγώ, ὦ θεία δίκη καὶ πάντα εἰ καὶ μὴ πρὸς βραχὺ νικῶσα ἀλήθεια. ~ ΟΔ

τέλος] διὰ πείρατος κατὰ τὸν Κυρηναῖον. ~ Ο

πολλάκις* κτλ.] οἷον ἡδὺ πνεῖς, Λουκιανέ, κατὰ τῆς καρδίας ὥσπερ ἀστρατείας καὶ μύρου παρὰ πᾶσαν ὑπόνοιαν νῦν ἀληθεύων. ~ VΓΟΩΔ

παρ’ αὐτοῖς κτλ.] σημείωσαι. ὡραῖον. ~ ΓV

διαβολῶν*] εἰς τὸν Ἰωσὴφ αἰνίττεσθαί μοι δοκεῖ ~ VΟΩΔ

ὁ νεανίας] Βελλεροφόντης. ~ Δ

Θεμιστοκλέα*] ἐχθρὸς ἦν ἀεὶ Θεμιστοκλέους Ἀριστείδης. διὸ καὶ σὺν αὐτῷ πρεσβευτὴς πεμφθεὶς Ἀριστείδης βούλει, φησίν, ἐπὶ τῶν ὁρίων, Θεμιστόκλεις, τὴν ἔχθραν ἀπολείπωμεν· ἂν γὰρ δοκῇ, πάλιν αὐτὴν ἐπανιόντες ἀναληψόμεθα. ~ ΓCVφMΟSΩΔ

φιλοτιμίας* ὑποκεκνισμένος] τὸ λόγιον τοῦτο τὸ ταύτης ὑποκεκνισμένος ἀντὶ τοῦ διὰ ταύτην διαφθονούμενος αὐτῷ. ~ VφMΟSΩΔ

τί οὖν κτλ.] σημείωσαι. ὡραῖον. ~ ΓV

subscript.: Διώρθωσα ἐγὼ Ἀλέξανδρος μετὰ Θεοδώρου διακόνου τοῦ ἡμῖν ὑπηρετοῦντος. ~ Γ2

Δίκη συμφώνων τοῦ σίγμα πρὸς τὸ ταῦ ὑπὸ τοῖς ἑπτὰ φωνήεσιν.

καταίροντος*] καταπλέοντος, κατερχομένου. ~ V

παρήκουον] ὅρα τὸ παρήκουον. ~ φ

οὐκ ἀγαπῶν*] οὐκ ἀρκούμενος. ~ ΓVφMΩ

ἐν ἴσῳ δὲ κεῖσθαι τοῦ φόβου] ἀντὶ τοῦ διηνεκῆ κεκτῆσθαι τὸν φόβον μηδὲν πλεονεκτούσης τῆς ἀφοβίας ἀλλ’ ἐν ἴσῳ ταλαντευομένης τῷ φόβῳ. ~Γ2 VφMΟΩ

κισήρεως* καὶ κεφαλαργίας] κίσηλις γὰρ τινές φασι καὶ κεφαλαλγία. ~ VΓ2ΜΟΩ

γναφείῳ*] κναφεῖον μὲν γὰρ γράφεται. γνάφαλα δὲ τὰ ἀποξύσματα. ~ VΓ2φMΟΩ

μόγις*] μόλις ἡ κοινή, μόγις δὲ Ἀθηναῖοι. ~ VΓ2MΟΩ

Λυσίμαχος] οὗτος γὰρ πρῶτος ἤρξατο τῆς τοῦ σ̄ εἰς τὸ τ̄ μεταβολῆς τέτταρα κατατολμήσας εἰπεῖν καὶ τήμερον. ~ VφMΟΩ

ἀνέκαθεν] ἄνωθεν. ~ V

ἀφαιρουμένῳ*] ἀντὶ τοῦ ἀποστερουμένῳ. ἢ καὶ ὅτι τὸ ἀφελέσθαι αἰτιατικῇ συντάσσεται. Ὅμηρος [Α 299] ἐπεί μ’ ἀφέλεσθέ γε δόντες. ~ VΓ2φMΟΩ

γρύζειν*] γρύττειν γὰρ λέγεται. ~ VφΟΩ

τὸ μέρος*] ἀντὶ τοῦ ὅσον τὸ κατ’ αὐτό. ~ VφΟΩ

versus fin.: δεινοὺς ὁ δεινὸς ἐξερεύγεται λόγους. ~ V

subscript.: Διώρθωσα ἐγὼ Ἀλέξανδρος ἐπίσκοπος Νικαίας μετὰ τοῦ προειρημένου διακόνου. ~ Γ2

Συμπόσιον ἢ Λαπίθαι.

⸢Συμπόσιον ἢ Λαπίθαι ἐπιγέγραπται⸣· ἀφωμοίωται γὰρ τῷ πολέμῳ τοῖς ἐπὶ τῶν γάμων τοῦ Πειρίθου τετελεσμένοις· κἀκεῖ γὰρ οἱ ⸢Κένταυροι με⸣θυσθέντες εἶτα ταῖς τῶν Λαπιθῶν γυναιξὶν ὑβριστικῶς ἐπιθέμενοι μέχρι τραυμάτων καὶ φόνων προὐχώρησαν, ἀφ’ οὗ καὶ πρὸς πόλεμον προὔβησαν ἄσπονδον. ~ ⸢V⸣ΜΟΩΔ

ἐν Ἀρισταινέτου] οἰκίᾳ. ~ Γ

ἔξω βέλους*] δεξιώτατα κέχρηται τούτῳ ἀπὸ τῶν πολέμων ἐπὶ τὴν προκειμένην ὑπόθεσιν μεταλαβών· ἐπὶ μὲν γὰρ τῶν πολέμων ἔξω φασὶ βέλους τοὺς ἀπωτέρω τυγχάνοντας βολῆς. ἐνταῦθα δέ, ἐπειδὴ πρὸς τῇ ἑστιάσει πόλεμος μεθυόντων συνερρώγει, εἶτα τἀκεῖ γεγενημένα διηγεῖσθαι καθ’ ἡσυχίαν προὔκειτο, παίζων φησὶν ὅτι διηγοῦ ἡμῖν προθύμως ὑπ’ οὐδενὸς ἅτε διοχλούμενος τῶν πεπραγμένων· ἔξω γὰρ τυγχάνομεν ὄντες τοῦ χθεσινοῦ πολέμου καὶ τῆς ἐκεῖ παροινίας. ~ VMΟΩΔ

ἑωλοκρασίαν*] ἡνίκα συνέπινον ἀλλήλοις παρ’ Ἀθηναίοις οἱ νέοι, ἐπὶ ἑκάστου κρατὴρ οἴνου ἐτίθετο, καὶ εἴ τις ἐκαθεύδησε μὴ πιὼν τὸν ἴδιον κρατῆρα, πρωὶ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἐξεχέετο καὶ ἐκαλεῖτο τοῦτο ἑωλοκρασία· ἕωλον γάρ ἐστι τὸ χθεσινόν. εἴρηται οὖν ἐνταῦθα μεταφορικῶς ἀντὶ τοῦ ὕβριν. ~ ΓVMΟUΩΔ

ἀμυστί*] ἄνευ τοῦ μῦσαι καὶ κλεῖσαι τὸ στόμα. ~ ΓVΜΟΩΔ

ἀλλὰ ἥξεις κτλ.] σημείωσαι. ~ Γ2

τὸ μηδὲν πρὸς ὀργήν καὶ τὸ ἀλλ’ ὅπως μὴ πρὸς πολλοὺς ἐρεῖς τὰ δύο κῶλα ἐλλείπουσι τῶν αὐτοτελῶν ῥημάτων κατ’ ἔθος Ἀττικόν· τὸ μὲν πρῶτον τοῦ σχοίης ἐλλείπει, τὸ δὲ τοῦ σκόπει. ~ VMOΩΔ. Addit Δ: ὡς πολλάκις παρεθέμεθα. ~

λαβύρινθος ἦν οἴκημα σκολιώτατον· καὶ ἐπεὶ σκολιὸς ἦν ἐν ταῖς ζητήσεσι, διὰ τοῦτο ἐπεκλήθη Λαβύρινθος. ~ ΓVΟΩΔ

κοπίδα*] μάχαιραν. ~ ΓV

θεοπρεπὴς κτλ.]…

The complete text is available when the reading interface loads.