The Greek Library Author

Scholia In Nicandrum

Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scientific editors
Otto Schneider
Edition reference
Nicandrea. Theriaca et Alexipharmaca · Leipzig · Teubner · 1856
CTS identifier
urn:cts:greekLit:tlg5031.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Νίκανδρον τὸν ποιητὴν Διονύσιος ὁ Φασηλίτης ἐν τῷ περὶ τῆς Ἀντιμάχου ποιήσεως Αἰτωλὸν εἶναί φησι τὸ γένος· ἐν δὲ τῷ περὶ ποιητῶν ἱερέα φησὶν αὐτὸν τοῦ Κλαρίου Ἀπόλλωνος ἐκ προγόνων τὴν ἱερωσύνην δεξάμενον. καὶ αὐτὸς δὲ ὑπὲρ αὐτοῦ ἐν τῷ τέλει τῆς βίβλου φησί (Ther. 958) τὸν ἔθρεψε Κλάρου νιφόεσσα πολίχνη. Κλάρος δὲ τόπος ἐστὶν Ἀπόλλωνος ἱερός. υἱὸν δέ φησιν αὐτὸν Δαμαίου οὕτω λέγων, αἰνήσεις υἱῆα πολυμνήστοιο Δαμαίου. χρόνῳ δὲ ἐγένετο κατὰ Ἄτταλον τὸν τελευταῖον ἄρξαντα Περγάμου, ὅς κατελύθη ὑπὸ Ῥωμαίων, ᾧ προσφωνεῖ λέγων οὕτως, Τευθρανίδης, ὦ κλῆρον ἀεὶ πατρώιον ἴσχων, κέκλυθι, μηδ’ ἄμνηστον ἀπ’ οὔατος ὕμνον ἐρύξῃς, Ἄτταλ’, ἐπεί σεο ῥίζαν ἐπέκλυον Ἡρακλῆος ἐξέτι Λυσιδίκης τε περίφρονος, ἣν Πελοπηίς Ἱπποδάμει’ ἐφύτευσεν, ὅτ’ Ἀπίδος ἤρατο τιμήν. διέτριψε δὲ ἐν Αἰτωλίᾳ τοὺς πλέονας χρόνους, ὡς φανερὸν ἐκ τῶν περὶ Αἰτωλίας συγγραμμάτων καὶ τῆς ἄλλης ποιήσεως ποταμῶν τε τῶν περὶ Αἰτωλίαν καὶ τόπων τῶν ἐκεῖσέ τε καὶ ἄλλων διαφόρων διηγήσεως, ἔτι δὲ καὶ φυτῶν ἰδιότητος.

Ῥεῖά κέ τοι: ὁ νοῦς, ῥᾳδίως σοι τὰ εἴδη καὶ τὰς βλάβας τῶν φονευτικῶν καὶ ὀλεθρίων θηρῶν ἀπροόπτως καὶ ἀθρόως βλαπτούσας τήν τε ἴασιν καὶ θεραπείαν τὴν ἀντιπαθῆ τοῦ πόνου, ὦ τῶν πολλῶν συγγενῶν ἐνδοξότατε καὶ προσφιλέστατε Ἑρμησιάναξ, ἀσφαλῶς καὶ ἀκριβῶς διηγήσομαι. σίνη γὰρ τὰ βλαπτικὰ τύμματα τῶν θηρίων φησί, κατὰ περίφρασιν τῶν θηρίων τὰ εἴδη καὶ τὰς βλάβας. ὀλοφώια δέ, τουτέστι φῶτας ἀναιροῦντα, ἤγουν ἄνδρας ὀλλύντα, οὐχ Ὁμηρικῶς· ὀλοφώια γὰρ ἐκεῖνος τὰ ὀλέθρια εἶπεν (Od. Δ 460) γέρων ὀλοφώια εἰδώς.

ἑτεραλκέα δὲ τὴν ἀντιπαθῆ ἀλκὴν λέγει, ὅ ἐστι μηχανὴν ἐναντίαν τῷ τύψαντι, οἷον τὴν θεραπείαν ἐμποιοῦσαν τοῖς τύμμασι τῶν δακέτων, ὥσπερ Ὅμηρος (Il. Ο 738) ἑτεραλκέα δῆμον ἔχοντες. τὸ δὲ κήδευς Ἰωνικὸν ἀντὶ τοῦ κήδεος. τὸ δὲ κῆδος σημαίνει τρία, τὴν ἐξ ἐπιγαμβρείας συγγένειαν καὶ τὴν φροντίδα καὶ τὸ κακόν, ὡς ἐνταῦθα.

φίλ’ Ἑρμησιάναξ: ὁ Ἑρμησιάναξ οὗτος φίλος τῷ Φιλητᾷ καὶ γνώριμος ἦν. τούτῳ δὲ τὰ Περσικὰ γέγραπται καὶ τὰ εἰς Λεόντιον τὴν ἐρωμένην. οὐ δύναται δὲ Νίκανδρος μνημονεύειν τούτου διὰ τῆς προσφωνήσεως διὰ τὸ τὸν Φιλητᾶν πρεσβύτερον εἶναι Νικάνδρου. καὶ αὐτὸς δὲ ὁ Νίκανδρος μέμνηται τοῦ Ἑρμησιάνακτος ὡς πρεσβυτέρου ἐν τῷ περὶ τῶν ἐκ Κολοφῶνος ποιητῶν. ἔστιν οὖν οὗτος ἑταῖρος Νικάνδρου ὁμώνυμος τῷ πρώτω. δῆλον δὲ ὅτι συγγενὴς αὐτοῦ ἦν. ὁ γὰρ πηός σημαίνει τρία, τόν τε φίλον καὶ τὸν συγγενῆ, ἔτι δὲ καὶ τὸν κατ’ ἐπιγαμίαν οἰκεῖον. ἔστι δὲ καὶ ὁ Νίκανδρος ζηλωτὴς Ἀντιμάχου, διόπερ πολλοῖς αὐτοῦ κέχρηται. διὸ καὶ ἐν ἐνίοις δωρίζει, ὡς καὶ νῦν ἐν τῷ παῶν· πηῶν γάρ ἐστιν, ὅ ἐστι συγγενῶν.

βουκαῖος: ἢ θεριστής, ἢ βουκόλος ὁ ζεύγεσι βοῶν ἑπόμενος, ἢ γεηπόνος ἁπλῶς. ἀλέγοι δὲ ἐν φροντίδι σχοίη καὶ τιμήσειε. ὀροιτύπος δὲ ὑλοτόμος. καὶ ὕλην τὸν σύνδενδρον τόπον.

ἐπίλοιγον δὲ ὀδόντα τὸν θανάσιμον, ἢ ἔπι λοιγόν, ἵν’ ᾖ ἐπιβάλῃ τὸν λοιγὸν ὀδόντα.

περιφρασθέντος δὲ ἐγνωκότος, μεμαθηκότος. ἀπὸ αἰτιατικῆς δὲ μετέβη εἰς γενικήν, σὲ δ’ ἂν πολύεργος τοῖα περιφρασθέντος, κατὰ διάλλαξιν τῆς φράσεως.

φαλάγγια: εἶδος μικρῶν ὄφεων. φασὶ δὲ ὅτι Ἀράχνη ἤρισε τῇ Ἀθηνᾷ περὶ ἔργων, γυνὴ οὖσα τὸ πρῶτον, καὶ διὰ τοῦτο μετεβλήθη εἰς τὸ νῦν ζῷον. ἀνιγροὺς ἤτοι ἀνιαρούς, λυπηρούς, αἰτίους κακοῦ. ἑρπηστὰς δὲ εἶπε πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων ἑρπετῶν. ὅ τι γὰρ ἐρεῖ τις, πάντα ἑρπετά εἰσι καὶ ἕρπουσιν, ἀλλὰ λέγομεν ὅτι τὰ ἄλλα ἑρπετὰ ὠοτοκοῦσιν, οἱ δὲ ἔχιες ζῳοτοκοῦσι, τουτέστιν εὐθέως ἐκ τόκου ἕρποντα τὰ γεννήματα τίκτουσιν, ὅπερ οὐχ ὑπάρχει τοῖς ἄλλοις ἑρπετοῖς. ἐκεῖνα γὰρ ὠὰ τίκτουσι καὶ οὐ ζῷα, ὡς οἱ ἔχιες.

ἄχθεα δὲ ἤτοι βλάβας. εἰ δὲ διὰ τοῦ ε ἔχθεα, τὰ στυγήματα καὶ τὰ ἐχθρά. ἐκ τοῦ αἵματος οὖν φησι τοῦ Τυφωέως μετὰ τὸ κεραυνωθῆναι αὐτὸν ταῦτα τὰ θηρία ἀνεδόθησαν.

Ἀσκραῖος: ὁ Βοιωτός. καὶ γὰρ Ἄσκρη κώμη Βοιωτίας ἐστίν, ὅθεν καὶ Ἡσίοδος ἐτύγχανεν, ὥς φησι καὶ αὐτὸς τῷ ἀδελφῷ αὐτοῦ Πέρσῃ διὰ τὸν αὐτῶν πατέρα (O et D 639) νάσσατο δ’ ἄγχ’ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ, Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέποτ’ ἐσθλῇ. ἰστέον δὲ ὅτι ψεύδεται ὁ Νίκανδρος ἐνταῦθα. οὐδαμοῦ γὰρ τοῦτο εἶπεν ἐν τοῖς πραττομένοις. Μελισσήεντα δέ φησι τὸν τόπον τοῦ Ἑλικῶνος, ἐν ᾧ εὗρε τὰς Μούσας, ὃς οὕτως ἐκλήθη ἀπὸ Μελισσέως βασιλεύσαντος τοῦ τόπου. περὶ γοῦν τῆς τῶν δακνόντων θηρίων γενέσεως, ὅτι ἐστὶν ἐκ τῶν Τιτάνων τοῦ αἵματος, παρὰ μὲν τῷ Ἡσιόδῳ οὐκ ἔστιν εὑρεῖν. Ἀκουσίλαος δέ φησιν ἐκ τοῦ αἵματος τοῦ Τυφῶνος πάντα τὰ δάκνοντα γενέσθαι. Ἀπολλώνιος δὲ ὁ Ῥόδιος ἐν τῇ τῆς Ἀλεξανδρείας κτίσει ἀπὸ τῶν σταγόνων τοῦ τῆς Γοργόνος αἵματος. ὁ δὲ Ζηνοδότειος Θεόφιλος ἱστορεῖ ὡς ἄρα ἐν τῇ Ἀττικῇ δύο ἐγένοντο ἀδελφοί, Φάλαγξ μὲν ἄρσην, θήλεια δὲ Ἀράχνη τοὔνομα καὶ ὁ μὲν Φάλαγξ ἔμαθε παρὰ τῆς Ἀθηνᾶς τὰ περὶ τὴν ὁπλομαχίαν, ἡ δὲ Ἀράχνη τὰ περὶ τὴν ἱστοποιίαν· μιγέντας δὲ ἀλλήλοις στυγηθῆναι ὑπὸ τῆς θεοῦ καὶ μεταβληθῆναι εἰς ἑρπετά, ἃ δὴ καὶ συμβαίνει ὑπὸ τῶν ἰδίων τέκνων κατεσθίεσθαι.

ἐν δὲ τῷ χαλαζήεντα εἶδος ἀντὶ γένους παρέλαβεν. εἰσὶ γὰρ σκορπίοι χαλαζήεντες διὰ τὸ τοὺς δεδηγμένους ὑπ’ αὐτῶν ἱδροῦν, ὡς ὑπὸ χαλάζης ἢ ὑετοῦ βεβρεγμένους. Τιτηνὶς δὲ ἡ Ἄρτεμις, ἡ Λητοῦς θυγάτηρ καὶ Κοίου τοῦ Τιτᾶνος.

Βοιωτῷ: Ὑριεὺς γὰρ ὁ πατὴρ Ὠρίωνος Βοιωτός ἐστιν. Οὐαρίων δέ, ἐπειδὴ ἀπὸ τῶν οὔρων τοῦ Διὸς καὶ Ἀπόλλωνος καὶ Ποσειδῶνος ἐγένετο. ὁ δὲ Ὠρίων οὗτος, ὥς τινές φασι, τῇ Ἀρτέμιδι καὶ τῇ Λητοῖ ἐπηγγείλατο ὡς οὐδὲν τῶν θηρίων φεύξεται αὐτόν, ὑπὸ δὲ τοῦ σκορπίου πληγεὶς ἀπέθανεν. ὁ δὲ Ζεὺς κατηστέρισεν αὐτόν τε καὶ τὸν σκορπίον ἐν τοῖς ἄστροις εἰς σημεῖον τῆς πράξεως αὐτῶν. οἱ δὲ πλείους Ταναγραῖον εἶναί φασι τὸν Ὠρίωνα. Κόριννα δὲ εὐσεβέστατον λέγει αὐτόν, καὶ ἐπελθόντα πολλοὺς τόπους ἡμερῶσαι καὶ καθαρίσαι ἀπὸ θηρίων. Ἡσίοδος δέ φησιν αὐτὸν ἐξ Εὐρυάλης τῆς Μίνωος θυγατρὸς εἶναι καὶ Ποσειδῶνος, δοθῆναι δὲ αὐτῷ δωρεὰν ὡς καὶ ἐπὶ τῶν κυμάτων πορεύεσθαι καὶ ἐπὶ τῆς γῆς, ἐλθόντα δὲ εἰς Χίον πρὸς Οἰνοπίωνα Μερόπην τὴν γυναῖκα βιάσασθαι οἰνωθέντα· Οἰνοπίωνα δὲ χαλεπήναντα ἐκτυφλῶσαι τὸν Ὠρίωνα καὶ ἐκ τῆς χώρας ἐκβαλεῖν· ἐλθόντα δὲ εἰς Λῆμνον Ἡφαίστῳ συμμῖξαι, ὃς ἐλεήσας αὐτὸν δίδωσιν αὐτῷ Κηδαλίωνα, ἕνα τῶν θεραπόντων, ὃς δὴ ὡδήγησεν αὐτὸν ἐπὶ τὰς ὁδούς. ἐλθὼν δὲ ἐπὶ τὰς ἀνατολὰς καὶ συμμίξας Ἡλίῳ καὶ ὑγιασθεὶς ἀνῆλθεν ἐπὶ τὸν Οἰνοπίωνα. ὁ δὲ Οἰνοπίων ὑπὸ τῶν πολιτῶν ὑπὸ γῆν ἐκέκρυπτο. ἀπελπίσας δὲ τὴν εὕρεσιν ᾤχετο εἰς Κρήτην καὶ ἐκυνηγέτει, κἀκεῖσε ὁ σκορπίος πεμφθεὶς ὑπὸ Λητοῦς καὶ Ἀρτέμιδος χολουμένης αὐτῷ ἴσως διὰ τὴν μεγαλαυχίαν ἔπληξε τὸν Ὠρίωνα, καὶ οὕτως ἀπέθανε.

τὸ δὲ ὑπὸ λᾶι ἀντὶ τοῦ ὑπὸ λίθῳ, παρόσον ὑποκάτω τῶν λίθων οἱ σκορπίοι κρύπτονται, ὡς Σοφοκλῆς ἐν Αἰ χμαλωτίσιν ἐν παντὶ γάρ τοι σκορπίος φρουρεῖ λίθῳ. τὸ δὲ λοχήσας γράφεται καὶ δοκήσας καὶ τυχήσας καὶ εἰ μὲν δοκήσας, ἐπιτηρήσας· εἰ δὲ λοχήσας, ἐνεδρεύσας· εἰ δὲ τυχήσας, ἀντὶ τοῦ ἐπιτυχών, κύρσας.

κυνηλατέοντος δὲ ἀντὶ τοῦ κυ νηγετοῦντος, ὡς Εὐφορίων αὐτῷ σὺν τελαμῶνι νεοσμήκτῳ τε μαχαίρῃ.

ἐρίπνην τὴν ἀκρώρειαν λέγει παρὰ τὸ περιπνέεσθαι, οἷον πολλὰ πνέεσθαι, ἢ τὴν κοιλότητα παρὰ τὸ ἐριπέσθαι, ἤγουν πεσεῖν καὶ κοιλωθῆναι, ὃ καὶ νῦν σημαίνει. Ἄλλως. ἐρίπνη τὸ ῥῆγμα τοῦ ὄρους παρὰ τὸ δοκεῖν ἐριπέσθαι.

Αὐτοπόνοιο δὲ τῆς εἰκαίας καὶ αὐτοσχεδίου καὶ εὐτελοῦς χαμαιστρωσίας. παρὰ δὲ Ἀττικοῖς χαμευνάδες λέγονται μικρὰ κλινίδια.

τὸ δὲ πυρόεσσαν γράφεται καὶ πνιγόεσσαν, τουτέστι καυστικήν, ἐπεὶ οἱ ἐν ἀκμῇ ὄντες τοῦ καύματος δοκοῦσι πνίγεσθαι.

καὶ τὸ ἀκρέσπερος ἤτοι κατὰ τὴν ἀρχὴν τῆς νυκτός, οἷον περὶ ἄκραν ἑσπέραν.

κινώπετα δὲ τὰ θηρία τὰ ἐν τῷ πέδῳ κινούμενα, οἷον κινώπεδα ὄντα τινά.

δρυμοὺς δὲ τοὺς συμφύτους τόπους· πᾶν γὰρ δένδρον οἱ ἀρχαῖοι δρῦν ἐκάλουν. καὶ λασιῶνας τοὺς δασεῖς τόπους καὶ ὑλώδεις. ἀμορβαίους δὲ χαράδρας τὰς βουκολικὰς ἢ ποιμενικάς, ὅπου οἱ βου κόλοι περιπατοῦσιν.

λιστρωτόν: τὸ ὁμαλὸν καὶ ἐξυσμένον. λίστροι γὰρ οἱ ξυστῆρες· καὶ Ὅμηρος (Od. Χ 455) λίστροισιν δάπεδον ἡ δὲ σύνταξις οὕτως, καὶ περὶ τὸν λιστρωτὸν τόπον τῆς ἁλωνίας, καὶ ὅπου βοτάνη κυοῦσα καὶ θάλλουσα, οἷον τικτομένη καὶ αὐξομένη.

ἰάμνους δὲ τὰς ἰαμενάς, οἷον τοὺς συμφύτους τόπους.

μῶλυς δὲ βραδὺς καὶ νωθής, ἢ μογερός, ἢ νωχελὴς καὶ ἁπαλός, ὁ γεγηρακὼς ὄφις καὶ μόλις βαίνων· ἢ ὁ ταχὺς καὶ μολῶν. ἄμεινον δὲ τὸ πρῶτον. ἰστέον δὲ ὡς οἱ ὄφεις ἐν τῷ χειμῶνι τυφλοὶ γίνονται ὑπὸ τοῦ παγετοῦ, ἐν δὲ τῷ ἔαρι γευσάμενοι μαλάθρου πάλιν ὀξυδορκοῦσι καὶ ἀναβλέπουσι καὶ τὸ λοιπὸν φεύγοντες τοὺς φωλεοὺς αὑτῶν εἰς ὑλώδεις ἔρχονται τόπους, ὃ δὴ καὶ Νίκανδρος νῦν λέγει.

μαλάθρου: ὁ χυλὸς τοῦ μαλάθρου ὀξυδορκίαν παρέχει, ὅθεν καὶ οἱ δράκοντες περιχρίουσιν ἑαυτῶν τὴν οὐράν.

θιβρὴν δὲ τὴν θερμὴν καὶ ὀξεῖαν διὰ τὰς ἐξ αὐτῆς γινομένας φλεγμονάς· Καλλίμαχος θιβρῆς Κύπριδος ἁρμονίης· Εὐφορίων δέ θιβρήν τε Σεμίραμιν.

ἐγγαγίδα δὲ πέτρην τὴν γαγῖτιν λίθον· ἐν Γάγαις γὰρ τῆς Λυκίας εὑρίσκεται ἡ γάγις. Ἡ γὰρ Γαγὶς πόλις τῆς Λυκίας, ἔνθα ὁ λίθος οὗτος εὑρίσκεται· γίνεται δὲ παρὰ τοῖς αἰγιαλοῖς μέλας τε καὶ χλωρός. Ταύτης δὲ τῆς λίθου τὸ πῦρ οὐχ ἅπτεται, ἀλλὰ μόνον καιομένη ἀσφαλτώδη ἔχει ἀποφορὰν καὶ ὀσμήν, ὑφ’ ἧς οἱ δράκοντες ἀποτρέπονται.

ἐν δὲ πολυσχιδέος βλήτρου: διότι εἰς πολλὰ ἔσχισται τὰ φύλλα αὐτοῦ. βλῆτρος δέ ἐστιν ἡ λεγομένη πτέρις, ἤγουν τὸ βλάχνον. ἔστι δὲ δριμεῖα καὶ δηκτική, διὸ καὶ τὰς πλατείας ἕλμινθας ἐκβάλλει καὶ ἀποσύρει μετὰ πολλῆς καθάρσεως χολώδους βίᾳ.

καχρυόεσσαν δὲ τὴν λιβανωτίδα λέγει, ὅτι ἡ ῥίζα αὐτῆς κριθῆς ῥίζῃ παρέοικε. περιθαλπέα δὲ τὴν θερμὴν ἢ περιθάλπουσαν. ἡ δὲ κάχρυς πυρώδης καὶ τραχεῖα καὶ τὴν ἀρτηρίαν ἀναχαράσσει καὶ τὴν γεῦσιν ἐκκαίει οὐχ ἧττον πεπέρεως.

καρδάμῳ: τὸ δὲ κάρδαμον δριμὺ καὶ πληκτικὸν καὶ πυρῶδες· διὸ καὶ λειχῆνας ἀποσμήχει, λέπρας ἐκτρίβει, ἄνθρακας ῥήσσει, ἔμμηνα κατάγει, πρὸς συνουσίαν ἐπείγει, τὸ νεῦρον τῇ θερμότητι κινοῦν. διὰ ταῦτα πάντα χαλεπὴν τοῖς θηρίοις ἐκπνεῖ ἀναθυμίασιν. ἰσοελκέι δὲ ἴσην ὁλκὴν ἔχοντι, ἤτοι ἰσοστάθμῳ. ἔνοδμον δὲ τουτέστι νεαρόν, ἔτι τὴν ὀσμὴν τοῦ κρέατος ἔχον νεωστὶ ἐσφαγμένου τοῦ ζῴου. ἢ ἔνοδμον νέον, οἷον ἄρτι κοπέν, ἀντὶ τοῦ ὠμόν.

ἀσκελὲς δὲ τὸ αὐτὸ σκέλος ἢ τὸν αὐτὸν πηχισμόν, ὅ ἐστιν ἴσον.

ἡ μέντοι μελάνθειος βαρεῖά ἐστιν. ἔστι δὲ καὶ πόα δυναμένη ψυγμὸν ἀπελάσαι, εἴ τις τρίψας τρὶς προσενέγκῃ τῇ ῥινί

τὸ δὲ θεῖον καὶ ἄσφαλτος ἄμφω βαρύοδμα καὶ πνευματικά· διὸ καὶ ἔμμηνα ῥηγνύει καὶ κατάρρους ἵστησι καὶ λέπρας καὶ φακοὺς ἐκλεαίνει. τὸ θεῖον ὀρθόπνοιαν διαλύει καὶ ληθαργικοὺς ὑποθυμιώμενον ἀνίησιν. ἡ δὲ ἄσφαλτος ἐπιληπτικοὺς ἐκταράσσει· πινομένη δὲ ἐν οἴνῳ πυρετοὺς τεταρταίους ἐξελαύνει σφοδρότητι καὶ τραχύτητι τοῦ πνεύματος. οὐ θαυμαστὸν οὖν, εἰ καὶ τοῖς θηρίοις τοιαῦτα ἐνοχλεῖ.

Θρήισσαν: ἡ δὲ Θρήισσα λίθος ἐστίν, ἥτις βραχεῖσα τῷ ὕδατι καίεται. ὅτε δὲ εἰς αὐτὴν ἔλαιον βληθῇ, σβέννυται. Ἀριστοτέλης δέ φησι (mirab. auscult. 125) τοῦτον τὸν ποταμὸν τὸν Πόντον ἐν Μηδικῇ καὶ Ἰνδικῇ εἶναι, ἐν ᾧ καὶ ὁ λίθος οὗτος γεννᾶται, οὗ ἡ μὲν ὀσμὴ ἀσφαλτώδης καὶ δριμεῖα, ἡ δὲ φύσις αὐτοῦ σύμπηξιν γεώδη ἀσφάλτου ξηρᾶς πρὸς τὸ λιθῶδες ἔσχε, καὶ διὰ τοῦτο ἐν ὕδατι ἀναφλέγεται μᾶλλον. ἡ γὰρ ἰκμὰς ἰσχὺν τῇ ἀσφάλτῳ προστίθησι καὶ τὸ ξηρὸν αὐτῆς ἐκκαὲς ποιεῖ.

μηλοῖς δὲ ἀεργηλοῖς ἢ τοῖς λευκοῖς κατὰ ἔρια ἢ τοῖς ἀργοῖς, ἐπεὶ τῶν ἄλλων ζῴων ἀργότερά ἐστι τὰ θρέμματα καὶ νωθέστερα [μᾶλλον δὲ τὰ πρόβατα]. οὐ γὰρ νωτοφόρα ἐστὶ κατὰ τοὺς ὄνους ἢ ἡμιόνους ἢ βόας. Ἢ τοῖς μὴ ἐργαζομένοις πρὸς σύγκρισιν βοῶν καὶ ἵππων καὶ ὄνων.

Χαλβάνη: τὴν χαλβάνην ὁ Διοσκορίδης (III 97) φησὶν ὀπὸν εἶναι νάρθηκος Συριακοῦ, ὁ δὲ Θεόφραστος (hist. plant. VIIII 9, 2) βέλτιον ὀπὸν πανάκους. ἄκνηστις δὲ οἱονεὶ πολύκνηστις, ὥσπερ καὶ τὸ ἄξυλος ὕλη ἡ πολύξυλος. τὴν δὲ ἄκνηστιν οἱ μὲν τὴν κνίδην ἢ ἀκαλήφην, οἱ δὲ τὴν σκίλλαν φασίν. ὁ μὲν Τυραννίων τὴν σκίλλαν, Ἀπολλώνιος δὲ ὁ Μεμφίτης τὸ κνέωρον, ὃ δή τινες κνῆστρον καλοῦσι. τὸ δὲ ἑξῆς ἐν ὑπερβατῷ· καὶ ἡ ὑπὸ τοῖς πολυοδοῦσι γενείοις τῶν πριόνων τεμνομένη κέδρος, ἀντὶ τοῦ τὸ πρῖσμα τῆς κέδρου, ἀποτρεπτικὴν ὀδμὴν τῶν δακέτων ἐμποιεῖ. οἱ δὲ πλεῖστοι τῶν ἐξηγησαμένων ἁπλῶς τὸ ξύλον τῆς κέδρου, διὸ καὶ τὰ ἑρπετὰ ψυχρὰ ὄντα οὐ φέρει ἡ κέδρος καὶ τὸ ξηραντικὸν ἔχει· διὸ καὶ τοὺς νεκροὺς ἀσήπτους ποιεῖ τὸ νοτερὸν καὶ ῥευστικὸν ἐκπιοῦσα, ὅθεν καὶ νεκρῶν ζωὴν ἔνιοι αὐτὴν ἐκάλεσαν. οἱ δὲ ὄφεις δέονται τῶν χαλώντων.

τὸ δὲ καταψηχθεῖσα ἀντὶ τοῦ διαιρεθεῖσά ἐστι. ψώχειν γὰρ καὶ ψήχειν ἐστὶ τὸ διαιρεῖν. ἢ κατακνηθεῖσα, οἷον καταπρισθεῖσα. χηραμὰ δὲ τὰ κοιλώματα παρὰ τὸ χεῖσθαι καὶ χαίρειν ἐν αὐτοῖς.

εἰ δὲ τὰ μὲν καματοῦ ἐπιδεύεται: ὁ κόπος. εἰ δὲ κόπος ἐστὶν εὑρεῖν τὰς βοτάνας ταύτας.

πολυρραγέος δὲ τοῦ πολλὰς ῥεύσεις ἔχοντος ἢ τοῦ βιαίου καὶ πάντα ῥήσσοντος διὰ τὸ ῥαγδαῖον.

ὑδρηλὴν δὲ εἶπεν, ἐπειδή ἐστι καὶ ὀρεινὴ πόα. διαστέλλει δὲ τὸ εἶδος. τινὲς δὲ ἀγρίαν γλήχωνα αὐτὴν καλοῦσι. πάντα δὲ τὰ εἰρημένα βαρύοδμα καὶ θερμὰ καὶ θεραπεύει. ἡ δὲ καλάμινθος ἐν ὀρρῷ γάλακτος πινομένη ἐλεφαντίασιν καὶ χοιράδας καταπλαττομένη ἰᾶται. μετὰ οἴνου δοθεῖσα ἴκτερον παύει.

χαιτήεσσαν: εἰ μὲν διὰ τοῦ χ, τὴν δασεῖαν καὶ κομῶσαν τοῖς φύλλοις· κόμη γὰρ τῶν βοτανῶν τὰ φύλλα. ὡς αἱ τρίχες τῶν ἀνθρώπων. εἰ δὲ διὰ τοῦ κ, τὴν μεγάλην καὶ ὑψηλήν, ὡς κῆτος, οἷον κητώεσσαν οὖσαν.

ἀγραύλοισιν: ἤτοι τοῖς λαμπροῖς κατὰ μετάθεσιν τῶν στοιχείων, οἷον ἀγλαύροις, τοῖς καλοῖς· ἢ καὶ τοῖς ἀγλαὰς αὔρας ἔχουσιν· ἢ τοῖς διαλελυμένοις καὶ τρυφεροῖς.

λύγος δέ ἐστιν εἶδος φυτοῦ ἔχον κλάδους πέντε.

ἢ πολιὸν βαρύοδμον: καὶ γὰρ τὸ πολιόν ἐστιν εἶδος βοτάνης. τονοῦται δὲ καὶ πόλιον καὶ πολιόν. ἄμεινον δὲ τὸ πόλιον, ἵνα μὴ ἦ ὡς ἐπίθετον. οὐκ ἔστι δὲ ἡ λιβανωτίς, ἀλλ’ ἔχει πέτηλον μὲν θύμου μαλακώτερον καὶ δασύτερον, μέγεθος δὲ οἷον ῥάβδους ἀπὸ ῥίζης πολλὰς ἀναδίδωσιν, ἡ δὲ ῥίζα ξυλώδης. πάντα δὲ ταῦτα βαρύοδμα.

ἐχίειον δέ· τὸ ἐχίειον ὅμοιον τῷ πολίῳ τὴν χροιάν ἐστιν, ἀφομοιοῦται δὲ πρὸς τὸν ἔχιν. τινὲς δὲ λέγουσιν αὐτὸ φύλλα ἔχειν ὅμοια ἔχιος κεφαλῇ, διὸ οὕτως ὠνομάσθη. δύο δὲ ταύτης γένη, τὸ μὲν ὤκιμον, τὸ δὲ ἐχίειον, ὅπερ τραχύτερόν ἐστιν.

ὀριγανόεσσά τε: τὸ δὲ ὀριγάνου γάλα μετὰ οἴνου πινόμενον ἀδήκτους φυλάττει τοὺς πίνοντας.

ἁβροτόνοιο: καὶ τῆς ἁβροτόνου δὲ δύο εἰσὶ τὰ γένη, τὸ μὲν κηπεύσιμον, τὸ δὲ ὀρεινὸν ἐν αργεννόεσσι τόποις εὑρισκόμενον, διὸ εἶπεν ἀργεννὴν ὑπὸ βῆσσαν. τοῦτο δὲ προὔκρινε τοῦ κηπευσίμου ὡς πρακτικώτερον. Ἁβρότονον οὖν τὸ φύλλον τῆς ἀγρίας βοτάνης φησίν. ἔστι δὲ δύο γένη αὐτῆς, ἥμερον καὶ ἄγριον. ἁβρότονον δὲ ὠνόμασται διὰ τὸ πρὸς τὴν ἅψιν ἁβρὸν καὶ ἁπαλὸν φαίνεσθαι. Ἄλλως τε καὶ διὰ τὸ δύσπνουν εἶναι.

ἢ ἑρπύλλοιο: ἕρπυλλος εἴρηται παρὰ τὸ ἕρπειν αὐτοῦ τὰς ῥίζαςἐ πιπολύ· διὰ τοῦτο καὶ νομαῖον, διότι ἐπιπολύ νέμεται. δύο δὲ αὐτοῦ εἴδη· ὁ μέν ἐστιν ἥμερος, ὁ δὲ ἄγριος. ἔστι δὲ καὶ ὤκιμον μεταβάλλον ἐξαμελούμενον εἰς τὸν ἕρπυλλον. ἔστι δὲ πολύχυτον, πνευματῶδες. τῷ δὲ πνεῖν τρέπει τὰ θηρία. Ἢ νομαῖον εἴρηται, διότι πανταχόσε βάλλει ἑαυτοῦ τοὺς κλάδους, καὶ τὸ ἐπίθετον ὁμοφωνεῖ τῷ κυρίῳ. ἕρπυλλος γὰρ καλεῖται παρὰ τὸ ἕρπειν. [ἔνθεν καὶ νομαῖον παρὰ τὸ νομήν. φιλόζωος δὲ ὁ ἕρπυλλος G] ὡς κισσὸς δὲ ἀνθεῖ περὶ τὰ ἄλλα ἄνθη ἑλισσόμενος καὶ περιβοσκόμενος.

Κονύζης: κόνυζα εἶδος βοτάνης. καταψυκτικὴ δὲ αὕτη πρὸς συνουσίαν· διὸ καὶ ἐν τοῖς Θεσμοφορίοις ἐστρώννυτο. χαμαιζήλοιο δὲ τῆς χαμαιπετοῦς. δύο δέ εἰσι καὶ αὐτῆς γένη, ἡ μὲν ἀγρία, ἡ δὲ ἥμερος. ἀλλ’ ἡ ἀγρία δριμυτέρα ἐστὶ τῆς ἡμέρου κονύζης.

τὸ δὲ ἄγνου βρύα λευκὰ πρὸς ἀντιδιαστολὴν τέθεικεν, ἐπεὶ ἔστι καὶ μέλας ἄγνος. πολυανθὴς δέ ἐστιν ὁ λύγος τοῦ ἄγνου, ὃν ἐν τοῖς Θεσμοφορίοις ὑπεστρώννυντο αἱ γυναῖκες. ἀντιπράττει γὰρ πρὸς συνουσίαν· διὸ καὶ ἄγνος λέγεται, ἄγονός τις ὤν. Βρύα δὲ τὰ ἄνθη· καὶ Ὅμηρος (Il. Ρ 56) καί τε βρύει ἄνθεϊ λευκῷ. λευκὰ δὲ πρὸς ἀντιδιαστολὴν τῶν μελάνων. Τὸ δὲ σπέρμα τοῦ ἄγνου καὶ πινόμενον ἀπαλλάττει τῶν πυρετῶν καὶ ποιεῖ ἱδρῶτας, ὑδρωπικοῖς τε καὶ σπληνικοῖς βοηθεῖ εἰς κύστιν ἐκκαθαιρομένων τῶν ὑγρῶν. ὁμοίως δὲ καὶ τὸ πόλιον βοηθεῖ ἰκτερικοῖς, πολέμιον δέ ἐστι ταῖς κυούσαις γυναιξίν· ἐκβάλλει γὰρ τὰ ἔμβρυα. ὁ δὲ ὀνόγυρός ἐστιν εἶδος βοτάνης. [καὶ ὀνόγυρος δὲ εἶδος θάμνου. καλοῦσι δὲ αὐτὸν οἱ μὲν ἀνάγυρον, οἱ δὲ ὀνόγυρον, οἱ δὲ ἄκοπον, οἱ δὲ ἁγνάκορον, οἱ δὲ ὀζόγυρον G] ἐμπρίοντα δὲ τὸν ἀκανθώδη καὶ τραχὺν εἶπεν· πριονώδη γάρ ἐστι τὰ αὐτοῦ φύλλα.

μόσχον δὲ τὸν κλάδον φησί. γράφεται δὲ καὶ πολυαυχέα καὶ πολυανθέα.

τὰ δὲ σκύρα ὄρεξιν τῶν ἀφροδισίων παρέχει τοῖς βουσίν. ὡς οὖν τῶν βουκόλων ἐπεχόντων τὰς βοῦς καὶ κοπιώντων σκύρα ἐχθρὰ εἴρηται. τὸ δὲ τάτ’ εἴαρι ἀντὶ τοῦ ἅτινα σίνατο καὶ ἔβλαψε τὸν βούτην, ἤγουν τὸν βουκόλον. ἐκτέμνει γὰρ ὑπὲρ τοῦ μὴ γεύεσθαι τὰς βοῦς αὐτῶν. οἱ δὲ τὸ ἐρυθράδιόν φασιν, ἐπεὶ φοινίσσεται τὰ δέρματα τῶν .γευομένων ζῴων.

τὸ δὲ σκυρόωσι ἀντὶ τοῦ ὀργῶσιν ἢ σκιρτῶσιν ἢ ἐκμαίνωνται. τῶν γὰρ σκύρων γευσάμεναι αἱ βόες ἐκκλίνονται, καὶ ταῦτα τοῖς βουσὶ μανίας ἐστὶ παρασκευαστικά. Βούτην, βουκόλον. ταῦτα γὰρ βλάπτουσι τοὺς βουκόλους. οἱ γὰρ βόες τρώγοντες αὐτὰ ὁρμητικοὶ γίνονται πρὸς τὰ ἀφροδίσια καὶ φεύγουσι τὰς ἀγέλας, ὥστε ἀναγκάζονται οἱ βουκόλοι διώκειν.

Ἡ δὲ πευκέδανος βοτάνη ἐστὶ πικρά. βαρύνεται δέ, ἵνα μὴ ιἦ ἐπίθετον.

ἀγραυλέι κοίτῃ; τῇ ἐν τῷ ἀγρῷ γινομένῃ· ἡ δὲ λέξις ἀγροικική.

χελείαις: ταῖς καταδύσεσι, παρὰ τὸ χεῖσθαι ἐν αὐταῖς τοὺς ὄφεις.

κεδρίδας: τὸν καρπὸν τῆς κέδρου. ἔχουσι γὰρ αὗται ὑγρότητα ἐλαιώδη.

τὸ δὲ λίπει ἔνι ἀντὶ τοῦ ἐν ἐλαίῳ τῷ ἐξ αὐτῶν, ὅπερ ἐστὶ ξηραντικόν.

καὶ ἀλθηέντα τὸν πρὸς ὑγείαν λαμβανόμενον, ὅ ἐστι θεραπευτικόν.

ὀδόντες δὲ οἱ δοίδυκες καὶ τριβεῖς. ἀντιπτώσει δὲ ἐχρήσατο. ἔδει γὰρ εἰπεῖν κνηστῆρος ὀδόντες.

σιάλων: ὅτε γάρ ἐστι νῆστις ὁ ἄνθρωπος, τότε τὸν αὐτοῦ σίελον πόρρω φεύγει ὁ ὄφις.

ἐπὶ χλωρηίδα νώτῳ: χλωρὰν ἐπὶ τῷ νώτῳ. ἰστέον δὲ ὅτι τινὲς βοτάνην λέγουσι τὴν κάμπην, τινὲς δὲ τὸ ζωύφιόν φασι.

ἀγριάδος δὲ μαλάχης κατὰ συναλοιφην τῆς ἀγριομαλάχης, ἣν καὶ ἀλθαίαν καλοῦσι. καὶ ἐγκύμονα ἀθαλλῆ, ἁπαλόν, μήπω ἐξηνθηκότα.

ἰαύοις: κοιμήσαιο

ψήχεο δ’ ἐν στέρνῳ: το δὲ ἑξῆς, ἀνάτριβε δὲ ἐν τῇ κοιμυλόεντι: λότητι τῆς θυείας.

μυλόεντι: ἢ τῷ λιθίνῳ ἢ τῷ μυλοειδεῖ.

ὀράμνους δὲ τοὺς κλάδους. κατὰ συγκοπὴν δὲ εἶπεν, οἷον ὀροδάμνους παρὰ τὸ ὀρούειν.

ὀδελοῦ: ἀντὶ τοῦ ὀβελοῦ Δωρικῶς ἢ Αἰολικῶς· καὶ Θεόκριτος (5, 27) [δήλεται τὸ βλάπτεται ἢ] δήλεται τὸ βούλεται. αἴσιος δὲ ὁλκὴ ἀντὶ τοῦ ἴση. ἴσῳ γάρ, φησι, σταθμῷ βαλὼν τρῖβε. διὰ γὰρ τοῦ αἴσιον σημαίνει τὸ καθῆκον καὶ ἰσόσταθμον ποιεῖσθαι.

δαύκου: τὸ μέντοι δαύκου καὶ δαύχου γράφεται, ἐπί τινων δὲ καὶ γλυκύ. ἔστι δὲ ῥιζίον παρόμοιον σταφυλίνῳ. Ἀντίγονος δὲ λέγει δαύχμου. ἔστι δὲ δάφνη πικρά. χειροπληθῆ δὲ ὅσον γεμίσαι τὴν χεῖρα. Δαύκου: δύο γένη τῆς βοτάνης, ἡ μὲν Κρητική, ἡ δὲ Ἀσιατική. Πλούταρχος πλείονα μέν φησι γένη αὐτῆς εἶναι, τὸ δὲ κοινὸν τῆς δυνάμεως ἰδίωμα δριμὺ καὶ πυρῶδες, ὡς καὶ ἡ γεῦσις αἰσθάνεται καὶ ὄσφρησις, καὶ πειρώμενον δῆλον εἶναι. καὶ γὰρ ἔμμηνα κινεῖ σφόδρα καὶ διαλύει στρόφους τῇ θερμότητι καὶ τῶν περὶ τὸν θώρακα σπλάγχνων καθαρτικὸν καὶ προσέτι γε μὴν λεπτυντικὸν ἔχει σθένος.

Τέρσαι ὑπὸ σκιόεντι: ξήραινέ φησιν, ἐν σκιώδει καὶ ἀνεμώδει τόπῳ μὴ γὰρ ἐν ἡλίῳ, ἵνα μὴ ἡ ὑγρότης αὐτῶν ξηρανθῇ ὑπὸ τοῦ ἡλίου καὶ ἀνενέργητα ποιήσῃς αὐτά.

αὖα δ’ ἐν ὄλπῃ: σκιόψυκτα δὲ ὄντα καὶ ξηρὰ θρύπτε αὐτὰ ἐν ληκύθῳ, καὶ οὕτως ἀλείφου, ὅτε χρεία καλέσει.

εἴγε μέν: δύο ὄφεις συνουσιάζοντας κελεύει λαβόντας ἑψῆσαι. χύτρῳ δὲ τῇ χύτρᾳ. διὰ τί δὲ συνουσιάζοντας; διότι ἐν τῷ καιρῷ τῆς συνουσίας βρωμοῦσιν. ἀποστρέφονται δὲ φύσει τὸν ἑαυτῶν βρῶμον. κνώδαλα δὲ κυρίως μὲν τὰ θαλάσσια παρὰ τὸ κινεῖσθαι ἐν τῇ ἁλί· καταχρηστικῶς δὲ τοὺς ὄφεις λέγει. φησὶ δὲ Ὀππιανὸς κνώδαλα τὰ τῶν θηρίων γένη, ἐξ οὗ καὶ μνείαν ποιεῖται ὁ Νίκανδρος περὶ κνωδάλων καὶ λέγει οἷον αἱμορροίδας καὶ κεράστας καὶ τριχοφόρους, ἤτοι χοίρους.

δραχμάων: τὸ τρίτον μέρος τοῦ δεκάτου τῆς δραχμῆς· τὸ τρίτον δέ ἐστι τῆς δεκάδος τρεῖς καὶ τρίτον. ἢ τριπλάσιον τῆς δεκάδος, τουτέστι τριάκοντα δραχμάς. τρίφατον οὖν ἀντὶ τοῦ τρίλεκτον, οἷον τριπλῆν δεκάδα, τουτέστι τριάκοντα δραχμάς.

ὁ μὲν γὰρ χοῦς ιβ κοτύλας ἔχει. τρίτον ουν τῶν δώδεκά φησιν. Ἐν δὲ τρίτην μοῖραν: ἀντὶ τοῦ δ κοτύλας. ιβ γὰρ κοτυλῶν ἐστιν ὁ χοῦς, τοῦ δὲ ιβ τὸ τρίτον δ. ἢ καὶ οὕτως, τῶν τριῶν ὄντων τῶν ῥοδίνων τῷ πρώτῳ καὶ τῷ δευτέρῳ ὡς ἐξόχοις φησὶ χρῆσθαι. τρεῖς γὰρ ἀποστάσεις ποιεῖ τὸ ῥόδον, πρώτην, μέσην καὶ τελευταίαν· ἀντὶ τοῦ ἐν τρισὶν ἀγγείοις βάλλουσιν ἔλαιον· καὶ ἐν τῷ ἑνὶ ἐξ αὐτῶν βάλλουσι τὸ ῥόδον καὶ ποιοῦσι τὴν πρώτην ἀπόστασιν τὴν ἐνεργεστέραν· καὶ ὅταν ἀποβραχῇ ἐν τῷ πρώτῳ ἀγγείῳ καὶ ποιήσῃ τὴν πρώτην ἀπόστασιν, αἴρουσιν αὐτὸ καὶ μεταβάλλουσιν ἐν τῷ δευτέρῳ ἀγγείῳ, καὶ ὅταν βραχὲν ποιήσῃ τὴν δευτέραν ἀπόστασιν, μεταβάλλουσιν αὐτὸ ἐν τῷ τρίτῳ ἀγγείῳ· καὶ οὕτω τρεῖς ἀποστάσεις ποιεῖ.

Πολύτριπτον: ἐπεὶ πολλὰ εἴδη ῥοδίνου, καὶ τὸ μὲν πρῶτον, τὸ δὲ μέσον, τὸ δὲ μικτὸν καλοῦσιν, ὅπερ πολύτριπτον εἶπε. τὸ μικτὸν δὲ τὸ ἔξοχον.

ἰσόμορον: ἰσόμορον γὰρ λέγει τὸ ἴσον τοῦ ὀμφακίνου ἐλαίου, ἀντὶ τοῦ πάλιν δ κοτύλας. ἀργῆτος δὲ τοῦ λευκοῦ ἢ λαμπροῦ ἢ καθαροῦ, ἐξ ὠμῆς ἐλαίας γεγονότος.

ἐν δὲ τῷ τετράμορον λείπει ο καί σύνδεσμος, ἵν’ ᾖ καὶ τετράμοιρον κηροῦ, ἀντὶ τοῦ μίαν κοτύλην κηροῦ. τῶν γὰρ δ τὸ τέταρτον ἡ μία ἐστίν.

λάκτις δὲ ὁ λεγόμενος παρὰ Ἀττικοῖς ἀλετρίβανος. λέγει δὲ νῦν τὴν τορύνην, τὸ κίνητρον.

ἄκανθα δὲ κυρίως μὲν ἡ σπεῖρα τοῦ δράκοντος, νῦν δὲ λέγει τὸν δράκοντα. ἄφελε γοῦν, φησι, καὶ ἀποχώρισον τὰς φολίδας καὶ τὰ λεπάσματα· ἀπὸ κοινοῦ δὲ τὸ λίπαζε, ἀντὶ τοῦ χρῖσον.

θρίναξι: γεωργικόν τι σκεῦός ἐστιν ἔχον τρεῖς ἐξοχὰς καὶ σκόλοπας ἀπωξυμμένους ᾧ τοὺς στάχυας τρίβουσι καὶ λικμῶσι καὶ ἀπαχυρίζουσι.

δακέεσσι δὲ τοῖς θηρίοις, νῦν δὲ ταῖς ἀσπίσιν. ἔτι δέ, λέγει, εἰ μὴ ἠλειμμένος τῷ φαρμάκῳ ταῖς ἀσπίσιν ἐπιτύχῃς, ταχέως ἂν ταῖς ἡμετέραις προστάξεσιν ὑποχωρήσαις καὶ ἐκφύγοις ἂν τὰ δήγματα καὶ τὸν θάνατον τὸν ἐξ αὐτῶν.

τῶν ἤτοι θήλεια: περὶ τῆς ἀσπίδος λέγει, ἥ ἐστι διψάς. τῆς γὰρ θηλείας τὸ στόμα μεῖζον καὶ πλατυτέρα ἡ κεφαλή. τὸ δὲ παλίγκοτος οἷον ὀργίλη ἐστὶ τοῖς ἀπαντῶσι, τῷ τε δήγματι πλειοτέρα καὶ κατὰ τὴν ἑλκομένην σειρήν, ἤγουν οὐράν.

δάγμα δὲ διὰ τοῦ α ὁ Νίκανδρος πανταχοῦ, καὶ οὐ διὰ τοῦ η. καὶ τὸ πλειοτέρη ἀντὶ τοῦ μείζων τῷ στόματι. στικτέον γὰρ εἰς τὸ ἀντομένοισι. ἀπὸ κοινοῦ δὲ τὸ πλειοτέρη καὶ πάλιν· καὶ τῷ δήγματι γὰρ πλειοτέρη καὶ κατὰ τὴν ὁλκήν, καὶ κατὰ τὴν οὐράν, πλειοτέρη. ὁλκὸν δὲ τὸ σῶμα· ἢ τὴν οὐράν, καὶ σειρὴν τὴν πορείαν. βούλεται γὰρ σημᾶναι ὅτι τὸ ἄκρον τῆς οὐρᾶς αὐτῆς παχύ ἐστιν.

τὸ δὲ τούνεκα ἢ ὅτι τῷ στόματι μείζων, ἢ ὅτι ὀργίλη ἐστὶ τῷ δήγματι.

ἀλλ’ ἤτοι θέρεος: οἷον ἀρχομένου τοῦ θέρους πικρότατά εἰσι τὰ ἑρπετά. τὸ δὲ ἐξαλέασθαι ἀπαρέμφατόν ἐστιν ἀντὶ προστακτικοῦ, ἤτοι ἀντὶ τοῦ ἐξάλυξον καὶ ἔκφυγε.

ὁλκαίην ψαίρουσαι: αἵτινες ὑπὸ τὴν οὐρὰν τοῦ ταύρου ἐγγίζουσαι καὶ ἁπτόμεναι ἢ ψαίρουσαι ἀντὶ τοῦ κινούμεναι, μικρόταται ἐπιφέρονται. λέγει δὲ ἐν ταῖς ἐπιτολαῖς τῶν Πλειάδων. τότε οὐν, φησι, ἔκφυγε τὸ δῆγμα. ὁλκαίην δὲ τὴν οὐρὰν λέγει παρὰ τὸ ἕλκεσθαι ὑπὸ τοῦ ὅλου σώματος. γράφεται καὶ ἀλκαίην καταχρηστικῶς· κυρίως γὰρ ἡ τοῦ λέοντος οὐρὰ ἀλκαία καλεῖται, ὅτι δι’ αὐτῆς ἑαυτὸν ἐποτρύνει καὶ ἐγείρει εἰς ἀλκήν· (Hom. II. Υ 171) αἰεὶ δ’ αὑτὸν ἐποτρύνει μαχέσασθαι. Ἄρατος (phaen. 517) μὲν ἡμιτελῆ φησιν εἶναι τὸν ταῦρον, οὗτος δ’ ὁλόκληρον. ὁλκὴ γὰρ ἡ οὐρά.

γωλεά: αἱ καταδύσεις αἱ ἐν τοῖς κοίλοις τόποις γινόμεναι οὕτω καλοῦνται.

λίπτῃσιν: ἢ ὅτε ἐπιθυμίαν σχοίη νομοῦ, τουτέστι βοσκῆς, ἢ ὁπότε βοσκῆς κεκορεσμένη ἐπὶ τὸ κοιμηθῆναι πορεύηται.

[μὴ σύγ’ ἐνὶ τριόδοισι τύχοις: κατὰ κοινοῦ.]

ὅτε δῆγμα πεφυζώς: ὅτε τὸ δῆγμα τῆς θηλείας φεύγων εἰς φυγὴν τράπῃ ἐν τῇ συνουσίᾳ. τότε γὰρ ἀναιρεῖ τὸν ἔχιν ἡ διψάς.

περκνός: τοιοῦτος γὰρ ὁ ἄρρην. καὶ τὸ θύῃσι ἀντὶ τοῦ ὁρμᾷ, ἤτοι φεύγει καὶ ἐκκλίνει τὴν τυπὴν καὶ τὴν τύψιν τῆς ἐχίδνης. Ἄλλως. ψολόεντος: τοῦ πυρώδους καὶ τεφρώδους. μετάληψις δὲ τὸ σχῆμα ἀντὶ τοῦ ψολοέσσης ἐχίδνης. δῆγμα δὲ καὶ τυπὴν ἐκ παραλλήλου τὸ αὐτό.

Ἡνίκα θορνυμένου: τὸ δὲ θορνυμένου ἀντὶ τοῦ συνφσιαζομένου καὶ μιγνυμένου. θαλερῷ δὲ τῷ σπορίμῳ· στόματι γὰρ συνέχονται αἱ ἔχιδναι· ἢ τῷ ὀλεθρίῳ.

θουρὰς δὲ λέγεται ἡ ὁρμητικὴ πρὸς συνουσίαν.

ὀδάξ: ἤτοι δηγματικῶς καὶ τμητικῶς συμπλακεῖσα τῷ ἄρρενι. γράφεται δὲ καὶ ἀμύξ ἀντὶ τοῦ οὐ μυκτικῶς ἤτοι κατεξεταστικῶς ἐμφῦσα. οὕτως γὰρ συνουσιάζονται οἱ ἔχεις ταῖς ἐχίδναις, καὶ μετὰ τὸ συνουσιάσαι ἀναιρεῖ τὸν ἄρρενα ἡ θήλεια, τὴν κεφαλὴν ἀποκόπτουσα. τὰ δὲ ἔμβρυα πάλιν τικτόμενα τὴν γαστέρα τρώξαντα τῆς μητρὸς οὕτως ἐξέρχονται θανατοῦντα αὐτὴν, ὡσανεὶ τοῦ πατρὸς ἐκδικοῦντα τὸν θάνατον.

μετεκίαθον δὲ ἀντὶ τοῦ μετῆλθον, ἤγουν τὴν λώβην τοῦ ἰδίου πατρὸς ἐξεδίκησαν· ἀνταμύνουσι γὰρ τῷ πατρί.

ἀναβρώσαντες: ῥηγνύντες.

οἴη γάρ βαρύθει: μόνη γὰρ βαρύνεται ὑπὸ τῷ κύματι τῆς γαστρός, ἐπειδὴ μόνη ἐγκύμων γίνεται, οἱ δὲ ἄλλοι πάντες ὄφεις ὠοτοκοῦσι.

ῥικνῆεν δὲ τὸ διερρωγός, τὸ παλαιόν· ἢ τὸ ῥυςσὸν ἢ τὸ τρομερόν. ἀπὸ κοινοῦ δὲ τὸ μὴ σύγ’ ἐνὶ τριόδοισι τύχοις.

ὁ πότε σκαρθμούς: ἤγουν τὰς διατριβάς, τοὺς τόπους, τὰ ἴχνη ἢ τὰς κινήσεις καὶ διώξεις. ἢ σκαρθμὸς ὁ διὰ τῶν ῥωθώνων ἀποσπασμὸς τῶν θηρίων· αὗται γὰρ ἀποσπῶνται τοῖς μυκτῆρσι τοὺς ὄφεις ἐκ τῶν καταδύσεων. ὁ δὲ λόγος, καὶ ὁπότε τὸν ἐξελκυσμὸν τὸν διὰ τῶν μυκτήρων ἐκκλίνας ὁ ὄφις καὶ φυγὼν καὶ πλήρης ὢν χολῆς ἐνερείσει καὶ προσπελάσει τὸ στόμα ἀνθρώπῳ τινί, διαφθείρει. τοῦτο γὰρ ἐξακούεται.

κινωπησταῖς: ἁπλῶς τοῖς ὄφεσι καὶ κοινῶς τοῖς ἑρπετοῖς. ὀργίζονται δὲ αὐτοῖς οἱ νεβροτόκοι καὶ ζόρκες, τουτέστιν αὐτοὶ οἱ ἔλαφοι καὶ αἱ ζορκάδες.

τρόχμαλα δὲ τοὺς τραχεῖς τόπους καὶ πετρώδεις, ἢ τὰς τρίβους καὶ τὰ ἴχνη, ἢ τὰ εἰκαῖα τῶν ἀγρῶν τειχία. καὶ τὸ ἐρέοντες ἀντὶ τοῦ ζητοῦντες, διώκοντες καὶ ἰχνοσκοποῦντες τοῖς μυκτῆρσι τὰς καταδύσεις.

Ὄθρυς: ὄνομα ὄρους Θεσσαλίας, ὅπου ὁ σὴψ νέμεται· πλεονάζει γὰρ ἐκεῖ τὸ θηρίον τοῦτο.

δίψιος δὲ ὁ ξηρὸς διὰ τὸ μὴ παρ’ ὑδατώδεσι τόποις φαίνεσθαι, ἀλλ’ ἐν ὀρεινοῖς. ἢ ὁ ποιῶν δίψαν τοῖς δακνομένοις.

φοινὰ δάκη: ἤγουν φονευτικὰ θηρία. καὶ τρηχέες ἀγμοί: οἱ τραχεῖς καὶ πετρώδεις τόποι παρὰ τὸ κατάγνυσθαι.

καὶ λέπας ἀκρωτήριον.

ἀλλόφατον λέγεται, ὅτι μεταβάλλεται εἰς χρώματα πολλά, καὶ πρὸς ὅντινα ἐγγίσῃ τόπον, τούτῳ ἴσον αὐτοῦ τὸ χρῶμα μεταβάλλεται. τὸ δὲ οἰαδόν ἐπιρρηματικῶς εἴρηται. γίνεται γὰρ ἐκ τοῦ οἶος καὶ οἰαδόν ἐπίρρημα.

χηραμά: τὰς καταδύσεις.

λίθακας τοὺς τραχεῖς τόπους. ἕρμακας δὲ τοὺς ἑρμαίους καὶ λιθώδεις τόπους. ἢ ἕρμακας λίθους σεσωρευμένους εἰς τιμὴν τοῦ Ἑρμοῦ.

τρηχεῖς δὲ οἱ ὀρεινοί. πικρότατοι γάρ εἰσι διὰ τὸ πυρῶδες τοῦ δήγματος. καὶ ἔμπυροι οἱ χαλεπώπατοι καὶ φλέγοντες τοῖς ἀλγήμασι τοὺς πληγέντας.

[μεταμώνιον: οὐ μάταιον, ἀλλὰ δεινόν, ἐπικίνδυνον G.]

ἄλλος δ’ αὖ κόχλοισι: τοῖς κόχλοις τῆς γῆς τὴν δομήν, ἤγουν τὸ σῶμα, ἀφομοιοῦνται. τῆς γῆς δὲ εἶπεν, ἐπεὶ καὶ θαλάσσιοί εἰσιν.

γράφεται ἔν τισιν φολίς, ἀπὸ τῶν ἰχθύων μεταφορικῶς. ὁ δὲ λόγος, ἄλλου δὲ ὄφεως ἐγχλωρίζουσα ἡ λεπὶς τὴν ἐπὶ μῆκος τεινομένην σπεῖραν ποικίλην ποιεῖ.

τὸ δὲ σπείρῃ λεπτύνονται ἀντὶ τοῦ ἢ τραχύνονται ἢ λευκαίνονται· ἀφ’ οὗ καὶ ἡ ἐν τοῖς σώμασι παρὰ φύσιν λευκότης καλεῖται λέπρα. ὁ δὲ λόγος, πολλοὶ δὲ ἐνδιατρίβοντες ἐν τῇ ἄμμῳ ὑπολευκαίνονται τὴν σπεῖραν, ἀλινδόμενοι καὶ κυλιόμενοι ταῖς ἄμμοις. ἄμαθος δὲ ἡ χερσαία κόνις Ὅμηρος δὲ (Il. I 385) διαστέλλει, οὐδ’ εἴ μοι τόσα δοίη, ὅσα ψάμαθός τε κόνις τε. ἀπὸ δὲ τούτου ποιεῖται τὴν τῶν ζῴων ἐξαρίθμησιν καὶ τὰ ἰδιώματα τῶν πληγῶν καὶ τὰ συμβαίνοντα πάθη τοῖς ὑπὸ τῶν ἑρπετῶν πληγεῖσιν, ἀρξάμενος ἀπὸ τῆς ἀσπίδος.

φράζεο δ’ αὐαλέαις: τὴν φρίσσουσαν ταῖς καταξήροις φολίσι φονευτικὴν ἀσπίδα, τὸ χαλεπώτατον τῶν ἄλλων θηρίων, σκέπτου.

τὸ δὲ ἀμυδρόν ὁτὲ μὲν ἀσθενές, ὁτὲ δὲ καὶ εὐκίνητον καὶ χαλεπόν. Δημήτριος δὲ φησιν εἰρῆσθαι ἀμυδρότατον δάκος τὴν ἀσπίδα, καθ’ ὅσον οὐκ ἄγριόν ἐστι καὶ ὀξὺ τὸ ζῷον, ἀλλὰ μόνον τῇ φύσει χαλεπόν. δύναται δὲ κατ’ ἀμφότερα λέγεσθαι, χαλεπὸν μὲν διὰ τὸ ἀνίατον, ἀμυδρὸν δὲ διὰ τὸ νῶκαρ, ὃ καὶ χωρὶς ἀλγημάτων ἀναιρεῖ. Ἄλλως. ἀμυδρόν νῦν τὸ χαλεπὸν λέγεται, ὡς καὶ Ἀρχίλοχος ἀμυδρὰν χοιράδ’ ἐξαλεύμενος ἔστι δὲ καὶ ὅτε εὐκίνητον, ὡς ἐπὶ τῆς ἴκτιδος (Ther. 196) ἀντὶ τοῦ εὐκινήτου. καὶ ὁ αὐτὸς (Ther. 358) ἐπὶ τοῦ χαλεποῦ καί τε τυπῇσιν ἀμυδροτέρῃσιν ἰάπτει. Ἄλλως ἀμυδρότατον ἀσθενέστατον, παρόσον ἀσθενοποιός ἐστιν ἡ πληγή.

Κέλευθος ὁμῶς: κατεναντίον τῷ κεράστῃ. ὁ μὲν γὰρ πλαγίως βαδίζει, ἡ δὲ τὸ ἐναντίον. ἡ σύνταξις δέ· ταύτης μὲν γὰρ ἡ ὁδὸς κατεναντίον, οἱονεὶ κατ’ εὐθεῖαν καὶ ὀρθῶς γίνεται τῷ μακρῷ διασπασμῷ καὶ εἱλιγμῷ τῆς γαστρὸς κατὰ τὴν ὁλκαίην ἀτραπόν, οἱονεὶ τὴν ἐπιμήκη.

δολιχῷ δὲ μηρύγματι γαστρός, οἱονεὶ τῷ ὁλκῷ ἢ τῷ βαδίσματι καὶ ἐπισπασμῷ ἀπὸ τοῦ μηρύεσθαι. ἀκατάλληλα δὲ τὰ ἔπη· ἔδει γὰρ οὕτως ἀναγινώσκεσθαι· φράζεο δῆτα ἀσπίδα φοινήεσσαν, εἶτα ἣ καὶ σμερδαλέον μέν, εἶτα νωχελὲς ἐξ ὁλκοῖο, εἶτα αἰὲν ἐπιλλίζουσα, εἶτα τῇ μὲν γάρ τε κέλευθος, εἶτα ἀτραπὸν ὁλκαίην.

σμερδαλέον: φοβερὸν μὲν καὶ καταπληκτικὸν ἔχει ἀπὸ τῆς ὄψεως, ἄλλως δὲ ἐν τῇ πορείᾳ καὶ τῷ ἑλκυσμῷ τοῦ σώματος νωχελής ἐστι καὶ ὑπνώδης· τὸ γὰρ ὑπναλέοις ἐπιλλίζειν ὄσσοις τοῦτο δηλοῖ, ὅτι συνεχῶς τοῖς ὄμμασιν ἐπινεύουσα φαίνεται.

ἀθρήσῃ: αἴσθησις ἀντὶ αἰσθήσεως, ὡς ἐπὶ τοῦ ὁρῷ οἷα λέγεις. νωθρὸν δὲ τὸν νωθῆ καὶ νωθείαν ἐμποιοῦντα, τουτέστι νωχελίαν καὶ ἀργίαν.

ὁλκῷ: τῷ δὲ ὁλκῷ τοῦ σώματος τροχώδη καὶ κυκλοτερῆ ἁλωνίαν εἱλίξατο ἐν τῇ γῇ. ἅλωνα δὲ εἶπε, διότι καὶ αὑται αἱ ἁλωνίαι τροχοειδεῖς καὶ κυκλοτερεῖς εἰσι τῷ σχήματι τῷ τυπουμένῳ τῷ εἱλιγμῷ τῆς ἀσπίδος.

ἅλωα: τὴν σπεῖραν, τὸ σῶμα. κυρίως δὲ τὴν νέφωσιν τὴν περὶ τὸν ἥλιον καὶ τὴν σελήνην γινομένην πολλάκις. Ἄλλως. κυρίως ὁ δίσκος τοῦ ἡλίου καὶ τῆς σελήνης· μετενήνεκται δὲ εἰς τὴν τῆς ἀσπίδος περιφέρειαν.

Αἰγανέη δὲ τὸ ἀκόντιον ἀπὸ μέρους, τοῦ αἰγείου ἱμάντος, ὃν ἐξαγκυλούμενοι βάλλουσι. λέγει δὲ τοῦ μεσαγκύλου τοῦ ἀναιροῦντος τοὺς θῆρας. εἴρηται δὲ παρὰ τὸ ἄγαν νεῖσθαι.

ὀργυι ῇ δὲ μετρητὸν ἀντὶ τοῦ ἴσου καὶ μεμετρημένου ὀργυιᾷ.

εἰς ἐνοπήν: τινὲς ἀθετοῦσι τὸν στίχον τοῦτον, ὡς μὴ Νικάνδρου εἶναι.

χροιὴ δ’ ἄλλοτε μέν: τὸ δὲ χρῶμα τοῦ γένους τῶν ἀσπίδων τινῶν μὲν ψαφαρόν, ὅ ἐστι λευκὸν ἢ αὐχμηρόν, τινῶν δὲ μειλινόεν, τουτέστι χλωρὸν καὶ μείλινον καὶ ποικίλον καὶ ὠχρότερον, τινῶν δὲ τεφρῶδες καὶ σποδῶδες, ἢ καὶ τῇ ἰλύι τοῦ Νείλου ἐμφερές.

αἰθαλόεσσα δὲ ἤτοι πυρώδης καὶ λαμπρά, ἢ ξανθή, ὁμοίως τῷ βώλῳ τῶν Αἰθιόπων μελαινομένη.

οἵην τε πολύστονος: ἐπεὶ μετὰ στόνου καὶ ἤχου ῥέει ὁ Νεῖλος. στένειν γὰρ τὸ ἠχεῖν· καὶ Ὅμηρος (Il. B 95) ὑπεστονάχιζε δὲ γαῖα λαῶν ἱζόντων. ἢ καὶ πολύστομος. καὶ ἑπτάστομος γὰρ ὁ Νεῖλος, ὥς φησι καὶ Διονύσιος ὁ περιηγητής (v. 226).

πλησάμενος δὲ ἤγουν ἑαυτὸν ἐμπλήσας καὶ πληρώσας. οἵαν ἄσιν, τουτέστι ῥύπον. φησὶ γοῦν, οἷον ῥύπον κατέχεε καὶ κατήγαγεν ὁ Νεῖλος ἑαυτὸν πληρώσας.

δοιοὶ δ’ ἐν σκυνίοισιν: τουτέστι περὶ τὰς ὀφρῦς ὑπεράνω τοῦ μετώπου δύο ὑπερφαίνουσι καὶ ἐξέχουσιν οἷα τύλοι· οὐ κέρατα δέ, ἀλλὰ τύλοι καὶ σαρκία τινά. Ἄλλως. ὑπὲρ τοὺς ὀφθαλμοὺς κατὰ τὸν τῶν ὀφρύων τόπον ἐξοχαί τινές εἰσι τύλοις ἐοικυῖαι περὶ τὴν ἀσπίδα, δι’ ἃς ἀγκύλον αὐτῆς φαίνεται τὸ ὄμμα.

καὶ ὁ αὐχὴν ἐμπίπλαται φυσῶντος τοῦ θηρίου.

τὸ δὲ ποιφύζειν πολλαχῶς λέγεται, καὶ ποτὲ μὲν ἐπὶ τοῦ ἐκφοβεῖν, ὡς Σώφρων ἐν μίμοις παιδικὰς ποιφύξεις, ποτὲ δὲ ἐπὶ τοῦ πνεῖν, ὡς Εὐφορίων Ζεφύου μέγα ποιφύξαντος. μεταπλασμῷ δὲ πάλιν κέχρηται· ἀντὶ τοῦ ποιφυζούσης εἶπε τῆς ἀσπίδος ποιφύσσοντος, ὡς ὁ αὐτὸς ἐν ἄλλῳ τόπῳ (Ther. 129) εἶπε ψολόεντος ἐχίδνης.

Πολλὸν ὑπὸ σπείρης: ἀντὶ τοῦ ἐντὸς τῆς σπείρης. ψαφαρὸς δὲ ἤγουν αὐχμηρὸς ὀγκοῦται ὁ αὐχήν· τοῦτο γὰρ σημαίνει τὸ ἀναπίπλαται.

καὶ τὸ ἄκριτα ἀντὶ τοῦ μεγάλα, ἄτακτα. τὸ δὲ ποιφύσσοντος ἓν μέρος λόγου ἐστὶν ἀντὶ τοῦ φυσῶντος.

ὁδίταις: καὶ τὸ ὁδίταις γράφεται καὶ ὁδουροῖς, ἤτοι τοῖς ὁδοιπόροις θάνατον προσπελάσσει καὶ ἐμβάλλει ἄγαν ὀργίλως θυμουμένη.

δολιχήρεες δὲ ἤτοι μακροί, ἢ πρὸς μῆκος ἐρηρεισμένοι, δι’ οὗ σημαίνει τὸ σὺν μήκει ἰσχυρόν.

μύχατος δὲ χιτών: ὑποκάτω γὰρ τῆς γλώσσης τῆς ἀσπίδος χιτών ἐστιν, ὃς καλύπτει τοὺς ὀδόντας αὐτῆς, καὶ ὑποκάτω αὐτοῦ τοῦ χιτῶνος ἰὸς ἔγκειται. ὑμενώδης δέ ἐστιν ὁ χιτὼν καὶ τετρημένος πρὸς τὸ εἰσδέχεσθαι διὰ τῶν τρήσεων τὴν τροφὴν αὐτῆς. Ἄλλως. χιτών ἐστι λέπασμα. ὥσπερ δὲ χιτὼν ἐν τῷ στόματι τῆς ἀσπίδος καλύπτει τοὺς ὀδόντας αὐτῆς.

Οὔτε δυσαλθές: οὔτε δυσίατον οἴδημα ἐπιφλεγμαίνεται.

καμάτου δ’ ἄτερ· χωρὶς ὀδύνης ἀπόλλυται ὁ ἀνήρ.

ὑπνηλόν: καὶ γὰρ τὸ ὑπνηλὸν νῶκαρ ἐπάγει τὴν τοῦ βίου αὐτοῖς τελευτήν. νῶκαρ δὲ ὁ κάρος, ἤτοι ὁ ὕπνος, οἱονεὶ τοῦ νοῦ κάρωσις.

ἰχνεύμων: εἶδος ἀετοῦ. ἱερὸς δέ ἐστιν Ἡρακλέους, ὡς αἰγυπιός. ἀκήριος δέ, ἄνευ κηρὸς καὶ θανάτου. μόνος γὰρ ὁ ἰχνεύμων τὴν ὁρμὴν τῆς ἀσπίδος ἄνευ θανάτου ἐκφεύγει καὶ ἐκκλίνει, καὶ ὅταν εἰς μάχην συνέρχηται, καὶ ὅτε θαλπούσης αὐτῆς τὰ ὠὰ πάντα λαβὼν διεσκόρπισε καὶ ἐξ ὑμένων ἐτίναξε κατεσθίων.

καὶ τὸ κηροτρόφου ἤτοι θανατοτρόφου, ἢ διὰ τὸ καὶ αὐτὰ τὰ τέκνα θανάτου εἶναι τοῖς ἀνθρώποις, ἢ διὰ τὸ τὸν ἰὸν τρέφειν.

συνερραθάγησε: τουτέστι ὁ κτύπος ὁ γινόμενος ὑπὸ τῶν κυμάτων κλωμένων αὐτῶν καὶ προσρηγνυμένων ἐν ταῖς πέτραις. ἀπὸ μεταφορᾶς δὲ τοῦ κτύπου τούτου εἶπε τὸ συνερραθάγησε, ἤτοι κατέαξε, συνέθλασε, συνέτριψε διὰ τὸ ἐν τῷ τρώγειν κτύπον ἀποτελεῖσθαι ὑπὸ τῶν ὀδόντων. ῥάθαγος δὲ κυρίως ὁ τῆς κώπης κτύπος.

κινωπέτου: τουτέστι θηρίου τοῦ ἐν τῷ πέδῳ κινουμένου εὐκινήτως. ἀμυδρῆς δὲ ἤτοι μικρᾶς, ἢ τῆς δεινῆς καὶ ὀργίλης.

ἴκτις δὲ ἡ λεγομένη ἀγρία γαλῆ· καὶ Ὅμηρὸς (II. Κ 335) κρατὶ δ’ ἐπὶ κτιδέην, ὡς ἀπὸ τῆς ἴκτιδος τοῦ ζῴου.

τιθαιβώσσουσι: κυρίως μὲν ἐπὶ μελισσῶν τοῦτο εἴρηται παρὰ τὸ τὴν βῶσιν τιθέναι· ἀλλ’ ομως κατεχρήσατο τούτῳ καὶ ἐνταῦθα; Ἄλλως. κυρίως τρέφειν παρὰ τὸ τυτθὰ βόσκειν ἢ τρέφειν.

Ἰάμνους δὲ τὰς ἰαμενάς. καὶ θρυόεντας τοὺς θρυώδεις· θρύον δὲ εἶδος πόας· (Hom. II. Φ 351) ἰδὲ θρύον ἠδὲ κύπειρον.

εἱλικοέσσαις: ἑλικοέσσαις, ἤτοι ταῖς σπειρώδεσιν ἢ ἐπιμήκεσι.

[ποταμόνδε: ὁ ἰχνεύμων κώλοις, ἤτοι τοῖς ποσίν, ἔτυψε, ἔπληξε G].

τάρταρον δὲ τὸν βυθὸν ἐνθάδε εἴρηκε θηλυκῶς. καὶ ἰλυόεσσαν δὲ τὴν ἰλυώδη καὶ βορβορώδη.

λιχμήρεος δὲ τουτέστι τοῦ προβάλλοντος τὴν γλῶσσαν ἐν τῷ λιχμάζειν. προβάλλουσι καὶ γὰρ οἱ ὄφεις τὰς γλώσας μέλλοντες λείχειν.

βρυόεντος δὲ τοῦ βρυώδους καὶ βοτανώδους τόπου. καὶ γὰρ τὸ βρύον βοτάνη ἐστίν, ἧς τὸ φύλλον ἔοικε πράσῳ.

πολυδερκέα: ἤτοι τὴν κατὰ πολλοὺς τρόπους ὁρωμένην κατὰ τὸν πολύποδα. ἢ πολυδευκέα, πικράν.

ἤτοι ἀν’ Εὐρώπην μέν: οὐχ ὅμοια τῶν δύο γαιῶν. αἱ γὰρ διάφοροι γαῖαι διάφορα τῶν ἑρπετῶν ἐκβάλλουσι.

κεραοὶ δὲ τουτέστι κέρατα οὐκ ἔχουσιν, ἀλλ’ ἐξοχὰς ὑπὲρ τοὺς ῥώθωνας. ἀργίλιπες δὲ ἤτοι ἔκλευκοι, ὡς Ἀρχίλοχος ἀργιλιπὴς δὲ Φᾶσις.

οἱ μὲν ὑπὸ Σκείρωνος: Σκείρων μὲν ὄρος μεταξὺ Μεγαρέων καὶ Κορινθίων κείμενον, ὅπερ τινὲς Σκειρωνίδα πέτραν καλοῦσι Παμβώνια δὲ ὄρη τῆς Μεγαρικῆς, ὡς αὐτὸς ἐν τρίτῳ τῶν Θηβαικῶν, τείχεά τε προλιπόντες ὑπὲρ Παμβωνίδας ὄχθας ἐσσύμενοι Μεγαρῆος ἐνευνάσσαντο δόμοισι.

Ῥυπαῖον δὲ Ἀντίγονος μὲν τῆς Ἀχαιίδος φησὶν εἶναι, ἐπεὶ καὶ Ῥυπαῖοι οἱ Ἀχαιοὶ ὠνομάσθησαν. ἔστι δὲ τῆς Αἰτωλίας, ὡς Νίκανδρος περί τινων εἰς Αἰτωλίαν διερχομένων διηγούμενος δι’ αἰπεινήν τε κολώνην Οἰωνοῦ Ῥύπης τε πάγον καὶ Ὀνθίδα λίμνην στείχοντες Ναύπακτον ἐς Ἀμφιδύμην τ’ ἐπέλαξον. τὸ δὲ Ἀσέληνον Λοκρικὸν ὄρος ἐστὶ δυσχείμερον. ταῦτα οὖν πάντα ὀνόματά εἰσιν ὀρῶν τῆς Εὐρώπης. πάλιν δὲ Βουκάρτερος καὶ Αἰσαγέης καὶ Κέρκαφος ὀνόματά εἰσιν ὀρῶν τῆς Ἀσίας.

τῶν ἤτοι βρεχμοὶ μέν: τὸ μὲν βρέχμα, ὅ ἐστι τὸ κρανίον, πλατύ ἐστιν· ὑπὲρ δὲ τὸ ἄκρον ὁλκαῖον ἡ σπεῖρα κολοβὴν οὐρὰν εἱλίσσεται, τουτέστιν ὑπὲρ δὲ τούτων μῆκος ἢ τὸ ἄκρον σῶμα.

ὁλκαῖον γὰρ τὸ μῆκος. ἡ δὲ ὑπέρ πρόθεσις ἀντὶ τῆς περί, ἵν’ ᾖ ὅτι περὶ τὸ ἄκρον σῶμα ἡ σπεῖρα κολοβὴν ἑλίσσει οὐράν. τὸ γὰρ ἑλίσσεται ἀντὶ τοῦ ἑλίσσει καὶ συνέχει. ἢ ὅτι περὶ τὸ ἄκρον ἕλκυσμα τῆς σπείρας, τουτέστι τοῦ σώματος, κολοβὴν ἔχει τὴν οὐρὰν ἡ θήλεια.

πᾶς δέ τοι ὀξυκάρηνος: ὁ ἄρσην, ὁ ἔχις· ἔχιδνα δὲ ἡ θήλεια. εἰπὼν οὖν ὅτι ἡ θήλεια πλατὺ ἔχει τὸ βρέγμα, τὸν ἄρσενα ὀξυκέφαλον εἶπεν· ἐν τούτῳ δὲ τὸν αὐτὸν ἄρρενα καὶ θήλειαν.

ἀκιδνότερος δέ, ὥστε ἄνω μὲν μείζονα καὶ ἐπισημότερον εἶναι καὶ τὸν μέγαν καὶ τὸν ἥσσονα· ἀπὸ δὲ τῆς κοιλίας ἀκιδνότερος καταστρέφει…

π…

The complete text is available when the reading interface loads.