The Greek Library Author

Scholia In Nicandrum

Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora)

Scientific editors
Otto Schneider
Edition reference
Nicandrea. Theriaca et Alexipharmaca · Leipzig · Teubner · 1856
CTS identifier
urn:cts:greekLit:tlg5031.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Τὸ ποίημα οἱ μὲν ἐπιγράφουσι περὶ θανασίμων φαρμάκων, οἱ δ’ ἀντιφάρμακα, ἄλλοι δ’ ἀλεξιφάρμακα· καὶ γὰρ αὐτός φησιν ὁ Νίκανδρος (4) ῥεῖά κέ τοι ποσίεσσιν ἀλέξια φαρμακοέσσαις.

Εἰ καὶ μὴ σύγκληρα. Νίκανδρός ἐστίν ὁ λέγων Κολοφώνιος Πρωταγόρᾳ Κυζικηνῷ, ὁ δὲ νοῦς· εἰ καὶ μὴ σύνεγγυς ἔχομεν τοὺς κλήρους τῶν πόλεων ἐπὶ τῆς Ἀσίας, ἀλλὰ τό σοι προσφωνεῖν οὐκ ἀνοίκειον ἡγοῦμαι. Δήμους δὲ λέγει τὰ ἀθροίσματα τῶν τε προγόνων καὶ τῶν κτιστῶν.

Τύρσεις δεῖ ἀκούειν τὰς πόλεις, ἀλλ’ οὐ τὰς ἐπάλξεις, ὅπερ κυρίως σημαίνουσιν· ἀπεμφαίνων, γὰρ ὁ λόγος ἐστὶν, εἰ χάριν τῶν ἐπάλξεων οἱ δῆμοι τὰ τείχη ἔκτισαν, αλλὰ μὴ χάριν τῶν πόλεων. Σύγκληρα δὲ σύνοικα τῶν αὐτοκλήρων. Τὸ δὲ τέων οὐκ ὀρθῶς κεῖται· σημαίνει γὰρ τὸ τίνων· Ὅμηρος (Il. ω 387)· τέων δ′ ἔξ ἐσσι τοκήων; βούλεται δὲ λέγειν ὧν. Τζέτζης· τέων, τῶν, ὧν δωρικῶς· καλῶς ἔχει. Βλάστας δὲ τὰ βλαστήματα, τὰ γένη· ὁ γὰρ ἄνθρωπος δίκην φυτοῦ αὔξει. Τύρσεσι δὲ ταῖς πόλεσιν ἀπὸ μέρους τῶν τειχῶν.

Δολιχός· μακρὸς, πολύς· ἀπέχουσι γὰρ ἀλλήλων ἡ Κύζικος καὶ ἡ Κολοφών.

Ἀλέξια φαρμακοέσσαις· τὰ ἀλεξιτήρια τῶν φαρμάκων εἴποιμι ἀντὶ τοῦ καὶ βλαπτούσας καὶ ὠφελούσας βοτάνας εἴποιμι.

Ἅ τε φῶτας· ἔδει εἰπεῖν αἵτινες, αἱ πόσιες, ὁ δ’ ἐπὶ τὸ ὁμώνυμον οὐδετέρως μετῆλθεν Ὁμηρικῶς· πρὸς τὰ φάρμακα γὰρ τὰ φθοροποιὰ ἔφη τὰ ἀλεξιτήρια τῶν φαρμάκων εἴποιμι.

Πολυστροίβοιο δὲ τῆς πολυταράχου παρὰ τὸ στροβεῖν τὰς ναῦς, ὅ ἐστι ταράσσειν, κατὰ παρένθεσιν τοῦ ι πολυστρόφου, τῆς πολλὰς στροφὰς ἐούσης.

Ἄρκτον ὑπ’ ὀμφαλόεσσαν· ἀρκτικωτέρα γὰρ ἡ Κύζικος τῆς Κολοφῶνος, ὀμφαλὸν δὲ καλεῖ τὸν βόρειον πόλον, ὡς μεσαίτατον, ἢ αὐτὴν τὴν ἄρκτον διὰ τὸν παρακείμενον αὐτῇ τῶν ἄστρων χορόν· ὀμφαλόεσσα εἴρηκε διὰ τὸ μέσον τοῦ βορείου κεῖσθαι. Τινὲς δ’ ἐπειδὴ δοκεῖ ὁ κατὰ τὰς ἄρκτους τόπος εὐβοτώτατος, ὀμφαλόεσσαν εἰρῆσθαί φασι τὴν τροφώδη· ὀμφαλὸς γὰρ ἀπὸ τῆς ὄμπνης εἴρηται, ὅ ἐστι τροφὴ, ἀφ’ οὐ καὶ ἡ Δημήτηρ ὀμπνία, ἄλλοι δὲ τὴν Κρητικήν· Ὀμφαλὸς γὰρ τόπος ἐν Κρήτῃ, ὡς καὶ Καλλίμαχος (Hymn. in Jovem 44)· πέσε, δαῖμον, ἀπ’ ὀμφαλὸς, ἔνθεν ἐκεῖνο Ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.

Λοβρίνης θαλάμαι· τόποι ἱεροὶ ὑπόγειοι, ἀνακείμενοι τῇ Ῥέᾳ, ὅπου ἐκτεμνόμενοι τὰ μήδεα κατετίθεντο οἱ τῷ Ἄττει καὶ τῇ Ῥέᾳ λατρεύοντες, εἰσὶ δὲ τὰ Λόβρινα ὄρη Φρυγίας ἢ τόπος Κυζίκου· δύο γὰρ ὂρη εἰσὶν ἐν Κυζίκῳ, Δίνδυμον καὶ Λόβρινον. Λοβρίνης· οὕτω καλεῖται ἡ Ῥέα ἀπὸ τοῦ ὄρους τῆς Κυζίκου, ὁ καλεῖται Λόβρινον, ὅπου ἱερόν ἐστι τῆς Ῥέας. Ἂττεω· ἱστορεῖται, ὅτι ποιμὴν ἦν Φρὺξ ὁ Ἂττης, ποιμαίνων δὲ καὶ ὑμνῶν τὴν μητέρα τῶν θεῶν ἐφιλήθη ὑπ’ αὐτῆς, καὶ δὴ φαινομένη πολλάκις τιμῆς αὐτὸν ἠξίωσεν, ὁ Ζεὺς δ’ ἐπὶ τούτῳ δυσανασχετῶν ἀνεῖλεν αὐτὸν οὐ φανερῶς δι’ αἰδῶ τῆς μητρὸς, ἀλλὰ σῦν ἄγριον πέμψας, ἡ δὲ κατολοφυρομένη αὐτὸν ἔθαψεν, οἱ δὲ Φρύγες κατὰ τὸ ἔαρ θρηνοῦσιν αὐτόν. Ὥσπερ δ’ ἀπὸ τοῦ Ἂλτης Ἂλτεω, οὕτω καὶ ἀπὸ τοῦ Ἄττης Ἄττεω, ἡ ὡς ἀπὸ περισπωμένου, ὥσπερ Ἑρμῆς Ἑρμέω

Κρεούσης τῆς Ἐρεχθέως καὶ Ἀπόλλωνος Ἴων, ἀφ’ οὗ Ἴωνες οἱ Αθηναῖοι καὶ Ἱάδες πολλαὶ πόλεις, ἡ δὲ Κολοφὼν τῆς Ἰωνίας.

Ἑζόμενος· γράφεται καὶ ἔξομένη Κλαρίοιο θεοῦ παρὰ πίονι νηῷ· Κλάρος γὰρ εἴρηται παρὰ τὸ κεκληρῶσθαι τὸν τόπον Ἀπόλλωνι, ἡ ὅτι ἐκεῖ ἐκληρώσαντο Ζεὺς, Ποσειδῶν καὶ Πλούτων, ἡ ὅτι ἐκεῖ ἔκλαυσεν ἡ Μαντὼ σύν τῷ ἀνδρὶ Βακχιάδῃ διὰ τὴν τοῦ τόπου ἐρημίαν.

Πνυθείης ἀντὶ τοῦ πνῦθι, ἤγουν σύνες, γνῶθι, εὐκτικὸν ἀντὶ προστακτικοῦ, ακουε, μάθε· τὸ δ’ ἀκόνιτον ῥιζίον τί ἐστι βοτάνης ὅμοιον ἀγρώστιδι, οὗ ἡ πόσις πικρὰ οὖσα τὸ μὲν στόμα ἅπαν στύφει, τὴν δὲ καρδίαν δάκνει, τὸ δὲ πνεῦμα ὑπὸ καταψύξεως τοῦ πνεύμονος ἐπικόπτει, λυγμοὺς συνεχεῖς ἀποτελοῦσα· διὸ καὶ τὸν στόμαχον ἀεικίνητον ὄντα ἐμποδίζουσα κλείει, τὴν δὲ κοιλίαν πνευμάτων ἐμπίπλησι καὶ τὸν κῶλον, τοῖς δὲ κροτάφοις παλμὸν παρέχουσα καὶ τῇ κεφαλῇ βάρος καὶ τοῖς μέλεσιν ἱδρῶτας, ἔκφρονας ποιεῖ καὶ ἀσθενεῖς. Τὸ ἀκόνιτον εἶδος βοτάνης ἐστὶν, ὅπερ καλοῦσιν ἀπὸ τοῦ συμβεβηκότος πορδαλιαγχὲς διὰ τὸ ἀπόλλυσθαι ὑπ’ αὐτοῦ τὴν πόρδαλιν, ἐπειδὴ ἀντιφάρμακον ἔχει τὴν ἀνθρωπείαν κόπρον, καὶ οὐ πρότερον ἐσθίουσιν αἱ πορδάλεις, εἰ μὴ ἔχοιεν τὴν κόπρον πλησίον, ἵν’ εὐθέως προσενέγκοιντο τὴν βοήθειαν· οἱ οὖν νομεῖς τὸν ἀπόπατον ἐξάπτουσιν ἐκ δένδρων, εἶτα, ἐπειδὰν φάγωσιν αἱ πορδάλεις τὸ ἀκόνιτον καὶ ὁρμήσωσιν ἐπὶ τὴν κόπρον, ἀνασπῶσιν οἱ ποιμένες, καὶ περιαλλόμεναι τουτέστιν ἐπιπηδῶσαι ἀποθνήσκουσιν· ἱστορεῖ Ἀριστοτέλης ἐν τῷ ἐννεακαιδεκάτῳ περὶ ζώων (H. A. IX 6, T. I, p. 612). Πνυθείης· τὸ ἀκόνιτόν φασιν ἐκ τοῦ ἐμέτου τοῦ Κερβέρου φυῆναι· ἱστορεῖται γὰρ τὸν Κέρβερον ἐξ ᾅδου ἀνενεχθέντα μὴ δύνασθαι ὑπομεῖναι τὰς αὐγὰς τοῦ ἡλίου καὶ ἐμέσαι, καὶ ἐκ τοῦ ἐμέτου ταύτην γενέσθαι τὴν βοτάνην. Ἀχέρων δὲ ποταμὸς ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ, ἔνθα τὸν τοῦ Ἅιδου κύνα ὁ Ἡρακλῆς ἐξήγαγε, καὶ ὁ λόφος Ἀκόνιτος λέγεται.

Εὐβουλῆος δὲ τοῦ Ἅιδου κατ’ εὐφημισμόν.

Ἄστυρά τε· τὰ ἄστυρα πολίσματά εἰσι, καὶ χωρίον οὕτω λεγόμενον, ὁ δὲ Πριόλαος υἱὸς Λύκου βασιλέως Μαρυανδηνῶν, ὃς ἀπέθανεν ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ, Ηρακλέους πολεμοῦντος τοῖς πλησίον, οὗ εἰς ὄνομα ὁ πατὴρ τὴν πόλιν ἐκάλεσεν ἐγγὺς οὖσαν Ἡρακλείας.

Ουρανόεσσαν δ’ ὑπήνην ἢ τὸ ἐπάνω τοῦ χείλους τρίχωμα, ἢ τὴν ὑπερῴαν, ἤτοι τὸν οὐρανίσκον καταχρηστικῶς.

Δύῃ· τῇ ταλαιπωρίᾳ δὲ τοῦ πάθους τὸ τῆς καρδίας ἄκρον ὑποδάκνεται. Ἄκρον νειαίρης· τῆς κοιλίης τῆς κατωτάτω, κατὰ τὸ ἄκρον καὶ ἄκλειστον στόμα τῆς νειαίρης γαστρὸς ἀειρόμενον τὸ φάρμακον, στόμα δὲ γαστρὸς ὁ στόμαχος, ποιητικῶς δ’ ἐξέφρασεν· ἡ δὲ κάκωσίς φησιν ἐπιτίθεται τῷ στόματι τῆς κοιλίας, ὁ δὴ διὰ παντὸς ἀνεῳργός ἐστιν.

Τεύχεος· τοῦ στόματος τῆς κοιλίας, ἢν οἱ μὲν καρδίαν καλοῦσιν, οἱ δὲ δοχεῖον τῶν ἐντέρων τῆς βρώσεως, λέγει δὲ τὸ κῶλον.

Πύλη δ’ ἐπικέκλιται· ἐμπέφρακται τῶν παχέων ἐντέρων ἡ εἴσοδος· τοῦτο γάρ φησιν, ὅτι φράττεται τὰ δοχεῖα μέρη τῶν σιτίων διὰ τὴν ἀλγηδόνα.

Νοτέων ὑπολείβεται ἱδρώς· παρακολουθεῖ δ’ ἀεὶ τοῖς τὸ ἀκόνιτον πεπωκόσιν ἐκ τῶν βλεφάρων καὶ τῶν μελῶν ὑγρὰ ὑπόσταξις, ἡ δὲ γαστὴρ πνευματουμένη καὶ ταρασσομένη τὰ μὲν πολλὰ τῶν πνευμάτων ἄνωθεν ἐκβάλλει, τὰ δὲ λοιπὰ κάτω πέμπει, ἅτινα κατὰ τὸν ὀμφαλὸν ἱδρυνθέντα ἐμφράσσει τὴν κοιλίαν.

Κράατι δ’ ἐν βάρος· πνευμάτωσις δὲ πολλὴ καὶ βάρος κεφαλῆς καὶ κροτάφων παλμός. Διπλόα δ’ ἀντὶ τοῦ διπλὰ ὁρᾷ, οἷα συμβαίνει τοῖς ἐσκοτωμένοις τῇ μέθῃ· οὕτω φησὶ βαρεῖται υπὸ τοῦ φαρμάκου ὁ πιὼν αὐτὸ, ὡς ἀνὴρ κραιπαλῶν.

Ἀγριόεσσαν ὀπώρην νῦν τὴν σταφυλὴν λέγει ἀντὶ τοῦ ἀγριοποιόν, ἐπειδὴ ὁ οἶος ἀγριοποιός ἐστι, καθάπερ λέγεται ἡ ἀγρία καὶ ὀρεινή Ὑποθλίψαντες δ’ ἤγουν ἐκπιέσαντες τὴν σταφυλὴν οἱ Σιληνοί, οὗτοι δ’ οὓς ἡμεῖς Σατύρους λέγομεν οἱ ἀρχαῖοι Σιληνοὺς ἐκάλουν ἀπὸ τοῦ σιλλαίνειν, ὅ ἐστι λοιδορεῖν, γράφεται δὲ διὰ τοῦ ι.

Κεραοῖο, ὅτι οἱ ἀρχαῖοι κέρασιν ἐχρῶντο ἐν τῇ πόσει ἀντὶ ποτηρίων, ὅθεν καὶ τὸ κεράσαι εἴρηται· ἢ διὰ τὸ ταυρωτικὸν τῶν πινόντων, τουτέστι τὴν ἀπὸ τοῦ οἴνου ἰσχὺν, ὡς κέρατα ἐχόντων, ὁ δὲ Διόνυσος καὶ ταυρόκερως λέγεται.

Θωρηχθέντες ἀντὶ τοῦ μεθυσθέντες· καὶ Ἱπποκράτης τὴν οἰνοποσίαν θώρηξιν εἴρηκεν (Aphor. II 21 et saepius alibi).

Νυσαίην ἀνὰ κλιτύν· ἤγουν ἀνὰ κλιτὺν τοῦ Νυσαίου ὄρους.

Ὡς οἵγε σκοτόωσιν· οὕτω φησὶ καὶ οἱ βεβρωκότες τὸ ἀκόνιτον διατίθενται ἔκφρονες.

Τὴν μέν τε· ταύτην μέντοι τὴν βοτάνην τὸ ἀκόνιτον καὶ μυοκτόνον καλοῦσι διὰ τὸ τοὺς περιλείχοντας αὐτὴν μύας φονεύειν.

Ὕρακας τοὺς μύας κατ’ Αἰτωλούς· λέγεται γὰρ ὗς ὁ χοῖρος καὶ ὕραξ, ὕρακας δὲ νῦν τοὺς μύας ἐκάλεσε, διότι παρεοίκασι χοίροις τὰ ῥάμφη. Λιχμήρεας δὲ τοὺς περιλείχοντας, καὶ ἀνιγροὺς τοὺς ἀνιαροὺς.

Πορδαλιαγχὲς λέγεται τὸ ἀκόνιτον, ἐπειδὴ τούτου αἱ πορδάλεις γευσάμεναι ἀποπνίγονται, ὥσπερ οἱ ἀγχόμενοι, ἅς ἡ τοῦ ἀνθρώπου κόπρος θεραπεύει, οἱ δὲ νομεῖς καὶ οἱ βουπελάται πορδαλιαγχὲς αὐτὸ ἔθηκαν, ἐπεὶ τοῖς θηρίοις τοῖς πελώροις, τουτέστι ταῖς πορδάλεσι ταῖς μεγάλαις, πορδαλιαγχὲς πότμον αὐτὸ ἔθηκαν, βουπελάται δ’ οἱ βουκόλοι παρὰ τὸ πλησιάζειν ταῖς βουσὶ καὶ κολλᾶσθαι αὐτοῖς. Ἰστέον, ὅτι ἡ πόρδαλις, ἐὰν φάγῃ τὸ ἀκόνιτον, ἀναιρεῖται· οὐ πρότερον οὑν ἐσθίει ἐξ αὐτοῦ, εἰ μὴ ἔχει πλησίον κόπρον ἀνθρωπείαν· ταύτῃ γὰρ κέχρηται ἀντιφαρμάκῳ· οἱ οὐν νομεῖς ἐξάπτουσι τὴν κόπρον εἰς δένδρον τοσοῦτον ὕψος, ὅσον οὐ δύναται ἡ πόρδαλις πηδῶσα φθάσαι· ὁρῶσα οὐν ἡ πόρδαλις τὴν κόπρον, ἄτε δὴ θαρροῦσα ἔχειν τὸ ἀντιφάρμακον, τρώγει τὸ ἀκόνιτον, εἶτα ὁρμᾷ ἐπὶ τὸ χρήσασθαι τῷ ἀντιφαρμάκῳ, καὶ οὐκ ἐφίκεται αὐτοῦ διὰ τὸ ὕψος· οὕτως οὖν ἐφαλλομένη καὶ πηδῶσα λαβεῖν τὸ φάρμακον μὴ δυναμένη διὰ τὸ ὕψος ἀποθνήσκει ἢ ἀτονεῖ· ἄτονον γὰρ τὸ ζῷον φύσει· καὶ οὕτως αὐτὴν σφάττουσιν οἱ νομεῖς.

Ἴδης ἐν κνημοῖσιν· ἐν τοῖς τόποις τῆς Ἴδης· κορυφαὶ δ’ ἤγουν ἐξοχαὶ τῆς Ἲδης τέσσαρες, Φαλάκρα, Λεκτὸν, Σίγειον, Γάργαρον· Φαλάκρα δ’ ἀκρωτήριοι Ἴδης· διὸ καὶ Λυκόφρων φησίν (vs. 24). αἱ Φαλακραῖαι κόραι.

Θηλυφόνον, ὅτι, ἐὰν ἅψηται μορίου θήλεος, διαφθείρει τὸ ζῶον· παντός φησι ζώου θήλεος εἰς τὴν φύσιν ἐντιθέμενον τὸ ἀκόνιτον φθορᾶς σιτίον γίνεται. Κάμμορον· κακῷ μόρῳ ἀναιροῦν. Ἐν δ’ ἀκοναίοις· ἐν τοῖς τόποις, οἷς γίνοται αἱ ἀκόναι· ταύτας δὲ τὰς ἀκόνας οἱ μὲν ἐν Ἡρακλείᾳ φασὶ γίνεσθαι, οἱ δ’ ἐν Ἑρμιόνῃ, οἱδ’ ἐν Τανάγρᾳ.

Ὁρόγκοις δὲ τοῖς μετεώροις τόποις ἀπὸ τοῦ τοὺς ὀρεινοὺς τόπους ὄγκους ἔχειν, ἢ τοῖς τόποις τοῖς ἐξοχὰς ἔχουσιν. Ἐντεῦθεν δὲ λέγονται τὰ βοηθήματα καὶ ἀντίδοτα τοῦ ἀκονίτου.

Τῷ καί που τιτάνοιο· πάρεστιν ἐπὶ τὰ βοηθήματα τοῦ ποτίσματος τοῦ ἀκονίτου, καί φησι δράκα κονίας ἀσβέστου μιγνυμένην οἲνῳ βοηθήσειν τῷ πεπωκότι· τίτανος γὰρ ἡ ἄσβεστος.

Ὅτε νέκταρ κιρρόν· ὅτ’ οἶνον πυρρὸν ἐν τρυβλίῳ μετρηδὸν ἀντὶ τοῦ μετρήσας ἀφύσσῃς.

Θάμνου δ’ ἤτοι τοῦ θαμνώδους ἢ τοῦ θαμνώδη φύλλα ἔχοντος· καυλέα δὲ κλῶνας.

Χλοεροῦ πρασίοιο· τρία γένη εἰσὶ τοῦ πρασίου, δηλοῖ δὲ, τὸ ποῖον βούλεται λέγειν· φησὶν οὖν τὸ μελίφυλλον, ἐστὶ δὲ τοῦτο πικρὸν, οὗ τὰ φύλλα σὺν οἲνῳ ἔψησον, πληρώσας τὴν χεῖρα· ἡ ἀβροτόνου, καὶ ποτήριον πληρώσας δὸς πιεῖν.

Ἀειθαλέος δ’ ὅτι ἀεὶ χλωρά ἐστιν ἡ χαμελαία καλουμένη βοτάνη· τοῦ δὲ πηγανίου εἴδη εἰσὶ δύο, ἄδηλον δὲ, ποῖον λέγει· ὅμως δὲ καὶ αὐτὸ ληφθὲν εἰς ἥμισυ βάθος χειρὸς πλήρωμα καὶ μετ’ οἴνου ἑψηθὲν ἢ μέλιτος καὶ τεσσάρων ποτηρίων ἤτοι κοτυλῶν ποθὲν ὠφελεῖ.

Αἰθαλόεντα μύδρον· πεπυρακτωμένον σίδηρον, ἤτοι κεκαυμένον ἐναποσβεννύς φησιν εἰς ὕδω πῖνε. Τρύγα δὲ τὴν σκωρίαν λέγει. Πᾶν δ’ ὑγρὸν βάμμα καλεῖται, σημείωσαι, ὅτι μόνον βάμμα τὸ ὂξος· εἰ δὲ μετά τινος, δηλοῖ ᾧ μέμικται. Τὴν σκωρίαν τοῦ σιδήρου τρύγα φησὶν, ἥν ἐν τῷ καμίνῳ ἡ τοῦ πυρὸς φλὸξ ἐχώρισεν ἀπὸ τοῦ σιδήρου. Χοάνοιο διχῆ· τὸ μὲν γὰρ τοῦ χωνευομένου καθαρόν ἐστι, τὸ δ’ ἀκάθαρτον· διὸ καὶ διχῆ εἶπεν· καὶ ταύτην δὲ σβέσας ἐν μέλιτι. πότισον τὸ ἀπόβαμμα αὐτῆς τὸν κάμνοντα, καὶ χρυσοῦ δ’ ἢ ἀργύρου τὸ βάμμα τοῦ ἐληλασμένου καὶ ζέοντος. Τήν τε καμίνων· ἥντινα ἔντοσθεν τῶν καμίνων τοῦ χωνευτηρίου διχῆ ἢλασεν ἡ τοῦ πυρὸς λιγνύς. Ἄλλοτε δὲ χρυσοῖο· καὶ ἀπόβαμμα δὲ χρυσοῦ ἢ ἀργύρου πινόμενον ὠφελεῖ, λιγνὺς δ’ ἐστὶ κυρίως τὸ καπνῶδες τοῦ πυρὸς, νῦν δ’ αὐτὴ ἡ φλόξ

Θρίων· θρῖα δ’ ἰδίως μὲν τὰ φύλλα τῆς συκῆς, ὥσπερ οἵναρα τὰ τῆς ἀμπέλου, νῦν δὲ τὰ τῆς χαμαιπίτυός φησιν, ἢ καὶ ονόγυρος καὶ σιδηρῖτις λέγεται καὶ ἰωνιὰ ἀγρία. Ὀνίτιδα λέγει τὸ ὀρίγανον, δύο δὲ γένη ὀριγάνων, ᾦ ἡμεῖς χρώμεθα, ὁ καὶ ἥμερον λέγεται, καὶ ὅ οἱ ὄνοι σιτοῦνται, ὅ καὶ παρείληφεν, ὅ καὶ ὀνῖτις λέγεται, ἧς λαμβάνειν κελεύει τὰ φύλλα εἰς ἥμισυ πληροῦντα τὸ βάθος τῆς χειρὸς, ἢ τοῦ πολυκνήμου, ἢ τῆς χαμαιπίτυος, καὶ μετὰ τεσσάρων κοτυλῶν οἴνου ποτίζειν.

Ῥάδιξ ἡ ῥάβδος· πολύκνημον δ’ ἐστὶν οὕτω τι βοτάνιον παρὰ τοῖς ῥιζοτομικοῖς λεγόμενον, δύο δ’ αὐτοῦ διαφορὰς εἶναί φασιν οἱ τὰ ῥιζοτομικὰ γράψαντες.

Μυελόεντα· τὴν ἐκ τῆς ἑψήσεως σύντηξιν τῶν ὀρνιθείων σαρκῶν, ἢ τὸν ὡς μυελὸν γενόμενον ἐκ τῆς ἑψήσεως· κελεύει δὲ τὴν κατοικίδα ὄρνιν ἕψεσθαι, ἕως ἂν τακῇ αὐτῆς τὰ κρέα καὶ γένηται ὡς χυλὸς, καὶ τότε προσφέρεσθαι τὸν ζωμόν.

Καί τε βοός· καὶ μοσχαρίου κρέατα ἑψήσας περισφριγῶντος καὶ περιπλήθοντος τῷ λίπει πλήρωσον τὸ ποτὸν τοῦ ζωμοῦ· καθ’ ὑπερβολὴν γὰρ ὁ τοιοῦτος ζωμὸς ὠφελεῖ.

Βλασάμοιο· βαλσάμου φησὶ τὸν ὀπὸν δεῖ πίνειν μετὰ γάλακτος γυναικείου ἢ μεθ’ ὕδατος.

Θηλυτέρης πώλοιο· πρωτοτόκου γυναικός οὐ γὰρ ἵππου πάντως φησίν· ὅτι δὲ χρήσιμον τὸ γυναικεῖον γάλα, καὶ Ἑρασίστρατος μαρτυρεῖ ἐν τῷ περὶ θανασίμων. Τὸ δ’ ἑξῆς· ἐν ταῖς σταγόσι τοῦ βαλσάμου ποτὸν χέας γάλακτος θηλυτέρας πώλου, ἤτοι τῆς ἀνθρώπου.

Χεύῃ· προεμέσῃ, πιὼν τούτων ἑκάτερον, προσφερόμενον χρησίμως οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τὸ ἐμέσαι. Παναεργέα δ ἀργὸν, ἀνέψητον, ἀδιέργαστον, ἀδιάπεπτον.

Δερκευνέος δὲ τοῦ ὁρῶντος ἐν τῷ κοιμᾶσθαι· τοῦ δερκευνέος φησὶ σκίνακος, ὅ ἐστι τοῦ σκιρτητικοῦ λαγωοῦ, τοῦ ἐν τῷ κοιμᾶσθαι βλέποντος, καθάπερ ὁ λέων καὶ ὁ ὄφις.

Ἄλλοτε καὶ μορέης· καὶ συκαμίνου προστάσσει τὰς ῥίζας λαμβάνειν καὶ ἐν ὅλμῳ ξυλίνῳ κόπτειν ὁμοῦ, καὶ ἕψειν μετ’ οἴνου καὶ διδόναι πιεῖν μετὰ μέλιτος· λέγει δ’ οὐχ ἀπλῶς τὰς ῥίζας τῆς συκαμίνου. ἀλλὰ τὸν φλοιὸν τῆς ῥίζης.

Τοῦ ψιμμυθίου φαρμάκου ἢ χροιὰ λιπαρῷ γάλακτι ἔοικεν ἀμελχθέντι νεωστὶ ἐν κισσυβίῳ καὶ ἔτι ἀφρίζοντι.

Πελλίσι δὲ σκαφίσι, ποιμενικοῖς ἀγγείοις, ἐν οἷς τὸ γάλα ἀμέλγεται. Ὅμηρος (Il. π 642) περιγλαγέας κατὰ πέλλας. Γρώνῃσι δὲ κοίλαις καὶ βαθείαις καὶ δεκτικαῖς.

ούτου φησὶ, τοῦ λαμβάνοντος τὸ δηλητήριον τοῦ ψιμμυθίου, τὰ ἔνδον τῶν σιαγόνων καὶ ὅπου τὰ οὖλα ῥυσσαίνεται ὁ ἀφρὸς τοῦ ψιμμυθίου ἐπιστύφων ἐμπελάζει. Ἂλλως· οὐ τὰς ἐκτὸς λέγει, ἀλλὰ τὰς ἐντὸς, ὅπου οἱ ὀδόντες εἰσίν· διὸ καὶ ῥᾳδίως ῥυτιδοῦνται ὑπὸ τοῦ ψιμμυθίου ψυχόμεναι, ὡς ξηρανθεῖσαι· ὁ γὰρ ἀφρὸς αὐτοῦ ὡς λεπτομερὴς περικαθίζει τοῖς οὔλοις.

Ἀμφὶ δ’ ὁλκός· περιφραστικῶς τὸ μῆκος καὶ ἡ παράτασις τῆς γλώσσης ἡ μὲν γλῶσσά φησι τραχύνεται, ὁ δὲ νέατος ἰσθμὸς, τουτέστιν ὁ ἔσχατος, ἤγουν τὰ παρίσθμια, ἅ λέγεται ἐγγὺς εἶναι τοῦ φάρυγγος, ὑποξηραίνεται ἢ τραχύνεται.

Ξηρὰ δέ· βήσσων διὰ χέλυος, τουτέστι τοῦ στήθους, τὴν ἀναφορὰν τῶν ἐρυγμάτων ποιεῖται ἄπαυστον· καὶ Ἱπποκράτης· ἀναχελύσσεται καὶ ἐρυγγάνει θαμινὰ πνεύματα· καὶ τῆς κιθάρας τὸ στῆθος χέλυς λέγεται. Χελλύσσεται· τὸ στῆθος πάσχει. Ἂλλως· χελλύσσεται, τουτέστι διὰ τὴν χέλυν τὴν ἀναφορὰν ποιεῖται βήσσων.

Ἀβλεμὲς δ’ ἀντὶ τοῦ ἀδρανὲς, ὡς ἀπὸ τοῦ βλεμαίνω

Ἄλην ἑτερειδέα· πλάνην ἀλλοειδῆ βλέπει, ἐνεργημάτων μὴ ὑποκειμένων φησὶν ὁρατικὴν φαντασίαν γίνεσθαι, δοκεῖ δὲ τοῖς ὀφθαλμοῖς ὁρᾷν φανταζόμενος μὴ ὑποκειμένων ἐνεργείᾳ τινῶν πραγμάτων.

Ὑπναλέος· ἄλλοτε δ’ ὥσπερ κοιμώμενος ἀποψύχεται τὸ σῶμα καὶ ψυχροῦται ὅλος καταβαρούμενος ὕπνῳ, τῷ καμάτῳ δ’ εἴκων ὑποδάμναται.

Πρημαδίης· πρημαδίη καὶ ὀρχὰς καὶ μυρτίνη εἴδη ἐλαιῶν εἰσιν, οὐδὲν δὲ διαφέρει ἐκ τούτων λαμβάνειν τὸ ἔλαιον, ἢ ἐξ ὁποίας ποτέ· οἱ γοῦν περὶ τούτων πεπραγματευμένοι ψιλῶς ἀντὶ τοῦ φανερῶς παραγγέλλουσιν. Εἶαρ ὑπὸ τῶν νεωτέρων τὸ αἷμα, τὸ λίπος· καὶ Καλλίμαχος ἐλαίας τὸ αἶμα τὸ δαῦον εἶπεν· πολλάκι δ’ ἐκ λύχνου πῖον ἔλειξαν ἔαρ. καὶ ἡ μυρτίνη ἥδ’ ἐλαία ἐστὶ βραχὺν ἔχουσα καρπόν.

Γρῆυν· τὸ πεπηγότα ἀφρὸν τοῦ γάλακτος ἀπγράισον, ἤτοι τὸ πεπηγὸς τοῦ γάλακτος ἀπογράισον, γραῦς δ’ ὁ ἐπὶ τοῦ γάλακτος γινόμενος πάγος, ἐπειδὴ ῥυτιδοῦται, ὥσπερ ταῖς γραυσὶ τὸ σῶμα συμβαίνει ῥυτιδοῦσθαι· τὸ ἐπιπολάζον τῷ γάλακτι, ὅ οἱ Σικελοὶ σῦφαρ καλοῦσιν, ἀφελοῦ, καὶ οὕτω τὸ γάλα δὸς πιεῖν.

Χυλῷ ἐνὶ κλώθοντι· τῷ ὡς νῆμα κλωθομένῳ χυλῷ τῆς μαλάχης μετ’ οἴνου κόρεσον τὸν κακηπελέοντα, ἤτοι τὸν κακῶς ἔχοντα ἡ πάσχοντα.

Κελεύει κονίαν ἀπὸ τῶν κλημάτων πλύναντα καλαμίνῳ καλάθω διυλίζειν, καὶ μεθ’ ὕδατος θερμάναντα διδόναι πίνειν· δοκεῖ γὰρ ἡ κονία ἤγουν ἡ τέφρα ἤτοι στακτὴ ἀπορρύπτειν ἀπὸ τῶν σωμάτων πᾶν τὸ περιπλασσόμενον τοῦ ψιμμυθίου τοῖς σπλάγχνοις· ῥύμμα δὲ τὸ σμῆγμα, τὸ κάθισμα, τὸν ῥύπον· φησὶ δὲ πλύνεσθαι τὴν τέφραν τὴν κληματίνην καὶ διηθεῖσθαι ἐν τοῖς κόλποις τοῦ νεοπλεκοῦς καλάθου διὰ τὴν ἰλύν.

Σκλήρ’ ἀπὸ περσείης· γράφεται καὶ ξήρ’ ἀπὸ περσείης· ἐν τοῖς τῶν περσεῶν λέπεσιν· οἱ πολλοὶ ὀστέον καλοῦσιν· ἐστὶ δ’ ὅμοιον καρύῳ· Θεόφραστος οὖν ἐν τῷ τετάρτῳ τῶν φυτικῶν (II. P. IV, 2, § 5) κάρυον αὐτὸ προσηγόρευσε, κάρυα δὲ λέγονται ὅλα τὰ ξυλῶδες λέπος ἔχοντα. Περσείης δ′ εἶπε τὸ ἀρχαῖον ἀπὸ τοῦ Θεοδοσιακοῦ Νικάνδρου μεταγεγραμμένον.

Τῶν ἄλλων ἱστορούντων τὴν περσείαν καταφυτεῦσαι τὸν Περσέα ἐν Αἰγύπτῳ ὡς καὶ Καλλίμαχος· καὶ τριτάτη Περσῆος ἐπώνυμος, ἧς ὀρόδαμνον Αἰγύπτῳ κατέπηξεν· ὁ Νίκανδρός φησιν ἐν Μυκήναις καταφυτευθῆναι. Γονόεντα Μεδούσης· ἐπειδὴ ὁ αὐχὴν τῆς Μεδούσης Γοργόνος ἀποτμηθεὶς ἐγέννησε τὸν Χρυσάορα καὶ τὸν Πήγασον ἵππον, ὡς Ἡσίοδος (Θεογ. 280 et 281)· ἐκ γὰρ τοῦ αἵματος αὐτῆς οὗτοι ἐγένοντο.

Μύκης κυρίως τὸ ἄκρον τοῦ ξίφους, τὸ κατακλεῖον τὴν θήκην Ἂλλως· ἀπὸ τοῦ μύκητος τοῦ ξίφους φησὶ πεσόντος ὠνομάσθαι τὰς Μυκήνας, τινὲς δ’ ἀφ’ ἡρωίδος Νύμφης, ἧς μέμνηται καὶ Ὅμηρος (Od. β 120)· Τυρώ τ’ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη· Λάγγεια δὲ κρήνη τοῦ Ἄργους. Διὸς παιδὶ τῷ Περσεῖ· ζητῶν δὲ τὴν λαβὴν τοῦ ξίφους περιέτυχε τῇ πηγῇ.

Ἀκοσταῖς, πεφρυγμέναις κριθαῖς, βούλεται δὲ τὴν ἐκ κριθῆς πτισάνην λέγειν· ἀκοσταῖς οὐν ταῖς κριθαῖς παρὰ τὸ ἄκος ποιεῖν τοῖς νοσοῦσι πινομέναις, ὅθεν καὶ τὸ ἀκοστήσας, οἷον κριθιάσας, ἡ ἴαμα τῆς στάσεως εὑρών.

Γερραίης δὲ τῆς Ἀραβικῆς· Γέρρα γὰρ πόλις τῆς Ἀραβίας. Λιβάνοιο χύσιν, ἐπεὶ περίκειται τοῖς κλάδοις τὸ δάκρυον τῆς λιβάνου.

Καρύης δ’ οἱ μὲν τῆς καθ’ ἡμᾶς λεγομένης, οἱ δ’ ἄλλου τινὸς δένδρου ξυλολεπῆ φέροντος καρπόν· κάρυον δ’ ὁμωνύμως λέγεται καὶ τὸ δένδρον καὶ ὁ καρπὸς, ὥσπερ ἐλαία τό τε κότινον καὶ τὸ ἐσθιόμενον.

Πτελέης· ἀπὸ κοινοῦ τὸ δάκρυον· ὀσχοφόροι δὲ λέγονται Ἀθήνησι παῖδες ἀμφιθαλεῖς ἁμιλλώμενοι κατὰ φυλὰς, οἳ λαμβάνοντες κλήματα ἀμπέλου ἐκ τοῦ ἱεροῦ τοῦ Διονύσου ἔτρεχον εἰς τὸ τῆς Σκιράδος Ἀθηνᾶς ἱερὸν, νῦν δ’ ὁ Νίκανδρος ὄσχας λέγει τὰ τῆς πτελέας κλήματα. Ὂσχαι κυρίως οἱ κλάδοι τῆς ἀμπέλου, νῦν δὲ καταχρηστικῶς καὶ ἐπὶ τῆς πτελέας εἶπε τοὺς κλάδους ὄσχας. Κόμμι δὲ τὸ κομμίδιον· οὕτω γάρ ἐστιν ἡ σύστασις αὐτοῦ, ὡς κόμμεως.

Ὁ νοῦς οὗτος· ὅπως φησὶ τὰ μὲν ἐμέσῃ, τὰ δὲ πέψη, ἐκλυθεὶς ἐν ἑψητοῖς ὕδασι, τουτέστι λουτροῖς· ὅτε γὰρ ὑγρανεῖ τὸ σῶμα ὁ ἱδρὼς, τουτέστι μετὰ τὸ ἱδρῶσαι αὐτὸν εἰς τὸ προμάλακτον, ἵνα εὐθέως ἐμβαίνῃ εἰς τὴν ἔμβασιν, καὶ χρονίσῃ, μέχρις ὅτου ἐκλυθῇ καὶ διαπέψῃ.

Κανθαρίδος· κανθαρίδες εἰσὶ τὰ κοπροφόρα καὶ σιτοφθόρα ζῶα οἱ λεγόμενοι κάνθαροι, ὧν ἡ μὲν ὀσμὴ ὁμοία ἐστὶ πίσσῃ χυτῇ, ὅ ἐστι τῷ ὑγροπίσσῳ, ἡ δὲ γεῦσις κεδρίσιν· μηδαμῶς οὖν φησιν ἐκεῖνο τὸ ποτὸν δέξαιο· τὰ ψήγματα δὲ τῆς κέδρου κεδρία λέγει κάρφη.

Ἀντὶ τοῦ ποτὲ μὲν δηγμὸν ποιοῦσιν ἐπὶ τῷ διύγρῳ ποτῷ ποθέντι τῷ χείλει, ποτὲ δὲ περὶ τὰ νείατα καὶ ἔσχατα τῆς γαστρὸς, τουτέστι περὶ τὸ στόμα αὐτῆς, ἤγουν περὶ τὸν στόμαχον· οἱ μὲν οὖν στόμαχον, ἄλλοι δὲ πύλην, ἄλλοι δὲ δοχεῖον βρωμάτων τὴν γαστέρα ὀνομάζουσιν· ἐκ δὲ τοῦ στόμια κατὰ συγκοπὴν γίνεται στόμα, ὡς μηρία μηρά.

Χόνδρος· τοῦ στομάχου ἔντερον, ὅθεν καὶ ὑποχόνδριά φαμεν, ἢ μέρος τοῦ θώρακος, μεθ’ ὁ τὰ ὑποχόνδρια· ἀπὸ κοινοῦ δὲ τὸ δάκνεται.

Ἄλη δέ φιν· τό φιν παρέλκει· περιφραστικῶς δ’ ἤθεα φωτὸς ἀντὶ τοῦ τὸν φῶτα, ὅ ἐστι τὸν ἄνδρα.

Οἷά τε δὴ γήρεια· οὕτω φέρεται αὐτῶν ἡ γνώμη, ὡς ἀκάνθης ἄνθος· γήρεια δὲ τὰ ἄνθη τὰ λευκὰ καὶ πολιοειδῆ, πάππος δ’ ὁ καυλὸς αὐτῶν, ἐξ οὑ θρύπτονται καὶ πίπτουσιν, ἢ αὐτὴ ἡ σύστασις.

Τούτῳ δέ φησι τῷ φαρμασσομένῳ σὺ τὸν γλήχωνα ταῖς ποταμίαις νύμφαις τεύξας κυκεῶνα (τουτέστι γλήχωνα μεθ’ ὕδατος· ἐμπληδήν δ’ ἀντὶ τοῦ πληρώσας) πόροις, ὅ ἐστι δίδου.

Νηστείρης Δηοῦς· ἰστέον, ὅτι τῆς Κόρης, ἤγουν τῆς Περσεφόνης, ἁρπαγείσης ὑπὸ τοῦ Πλούτωνος ἡ μήτηρ αὐτῆς ἡ Δηὼ περιήρχετο νῆστις ζητοῦσα αὐτήν, ὑπεδέχθη δ’ ἐν τοῖς οἴκοις τοῦ Ἱπποθόωντος, ὃς ἦν υἱὸς τοῦ Ποσειδώνος ἐξ Ἀλόπης τῆς Κερκυόνος, ὑπὸ τῆς γυναικὸς αὐτοῦ Μετανείρας, ἥτις Μετάνειρα παρέθηκεν αὐτῇ τράπεζαν καὶ ἐκέρασεν αὐτῇ οἶνον ἐπὶ τῇ θλίψει, ἡ δὲ θεὸς οὐκ ἐδέξατο, λέγουσα μὴ θεμιτὸν εἶναι πιεῖν αὐτῇ οἶνον ἐπὶ τῇ θλίψει τῆς θυγατρὸς, ἀλφίτων δ’ αὐτὴν κυκεῶνα ἐκέλευσε κατασκευάσαι, ὃν δεξαμένη ἔπιεν· Ἰάμβη δέ τις δούλη τῆς Μετανείρας ἀθυμοῦσαν τὴν θεὸν ὁρῶσα γελοιώδεις λόγους καὶ σκώμματά τινα πρὸς τὸ γελάσαι τὴν θεὸν ἔλεγεν· ἦσαν δὲ τὰ ῥηθέντα ὑπ’ αὐτῆς ἰαμβικῷ μέτρῳ ῥυθμισθέντα, ὅπερ αὐτὴ πρῶτον εἶπεν, ἐξ ἧς καὶ τὴν προσηγορίαν ἔλαβον ἴαμβοι λέγεσθαι· Ἰάμβη δὲ θυγάτηρ Ἠχοῦς καὶ Πανὸς, Θρᾷσσα δὲ τὸ γένος. Μορόεν δὲ ποτόν, τὸ ἐν κακοπαθείᾳ δοθέν· ὅτι δὲ διὰ γλήχωνος ἔπιεν ἡ Δημήτηρ τὸν κυκεῶνα καὶ διὰ τὴν χλεύην τῆς Ἰάμβης ἐγέλασεν ἡ θεὰ, ἐν τοῖς εἰς Ὅμηρον ἀναφερομένοις ὕμνοις λέγεται (Hymm. in Cer. 192 sqq.).

Ἀθύροισιν· υπὸ τοῖς παγνιώδεσι λόγοις τῆς Θρᾳκικῆς Ἰάμβης, καὶ τὰ ἑξῆς.

Ἐυτροχάλοιο δὲ λίνου· τουτέστι τὴν κεφαλὴν ἑψηθεῖσαν σπέρματι λίνου ἤτοι τῷ λινοσπέρμῳ καλουμένῳ· γράφεται καὶ εὐτροχάλοιο λίνοιο. Μορόεν ἢ τὸ μετὰ πόνου γινόμενον καὶ ἑψόμενον, ἢ μορίδιον ἀντὶ τοῦ αἲσιμον, ὅ ἄν τις ἐπὶ τοῦ συμφέροντος ἐκδέξαιτο, ἢ τὸ ἁρμόζον τῷ πάθει. Ὅμηρος (Od. η 227 et ν 48)· ἐπεὶ κατὰ μοῖραν ἔειπεν.

Χιμαίρας, αἰγάγρου.

Εἰς δ’ ἔμετον· ἀντὶ τοῦ ἕως ἐμἐσῃς κορέσθητι, τὰ δὲ φάρμακα ἀθρόα κάτωθεν ἀναβάλλοις ἐμματέων, τοὺς δακτύλους καθιεὶς διὰ τοῦ στόματος εἰς τὴν φάρυγγα· ἐμμάττειν γάρ ἐστι τὸ καθιέναι τοὺς δακτύλους εἰς κοῖλον τόπον. Ὅμηρος (Il. υ 425)· ἐγγὺς ἀνὴρ, ὅς ἐμόν γε μάλιστ’ ἐπεμάσσατο θυμόν, τουτέστι καθήψατο τῆς ψυχῆς, καὶ οἷον ἐνέβαλλεν εἰς αὐτὴν χεῖρα. Ἄλλως· ἐμματεῖν ἐστι τὸ εἴς τι καθιέναι καὶ ἅπτεσθαί τινων· βούλεται ουν δηλοῦν τὸ καθιέντα τοὺς δακτύλους ἐμεῖν βιάζεσθαι, ἔτι τοῦ ληφθέντος ἐν τῇ κοιλίᾳ παρακειμένου καὶ μήπω διὰ τῆς πύλης ὡρμηκότος πρὸς ἀνάδοσιν· τότε γὰρ μετ’ αὐτῆς τῆς τροφῆς συνανενεχθήσεται καὶ τὸ φάρμακον. Μεμιασμένα δὲ δόρπα ἀντὶ τοῦ ἄπεπτα καὶ ῥυπαρά· καὶ μεμιασμένα τὰ δόρπα τοῖς ἰοβόλοις φαρμάκοις ἐν τῇ πύλῃ τῆς γαστρὸς ἀναβάλλοις, καθιεὶς τοὺς δακτύλους.

Νεωστὶ ἀμελχθὲν γάλα βαλὼν ἐν ἐργαλείῳ δὸς ἔνεμά φησι διὰ τῆς ἔδρας, ὅπως ὑπάρδῃς τὴν γαστέρα· ἀφόρδια γὰρ τὰ ἀφοδεύματα, οἱονεὶ τὰ ἄποθεν τῆς ὀδοῦ, ὥσπερ καὶ ἀποπατήματα τὰ ἄποθεν τοῦ πάτου, ἤγουν τῆς ὀδοῦ. Ὅμηρος (Il. ζ 202)· πάτον ἀνθρώπων ἀλεείνων.

Κόψαι κελεύει κλήματα ἀμπέλου χλωρὰ σὺν τοῖς φύλλοις καὶ ἐν γλεύκει ἢ μέλιτι ἑψήσαντα δοῦναι πιεῖν· τοῦτο γὰρ παραδεκτέον.

Ψαφαρῆς δὲ ῥίζια γαίης· τῆς πετρώδους καὶ ὀρεινῆς γῆς· ἐν τοιαύτῃ γὰρ γῇ ἡ βοτάνη γίνεται.

Διὰ παντὸς τραχύτητα ἔχοντα. Ὕψι τέθηλε, τουτέστι τοῖς κλωσὶν ὑψηλήν· τὴν τοιαύτην γοῦν βοτάνην ἤγουν τὸ σκορπίουρον δὸς τῷ πεφαρμαγμένῳ ἑψηθεῖσαν μετὰ μέλιτος πιεῖν.

Η μολόθουρος βοτάνη ἐστὶν, ἀειθαλὴς δέ· διὸ καὶ Εὐφορίων φησίν· πτῶκες ἀειχλωροῖσιν ἰαύεσκον μολοθούροις. Ἔνισχνα δὲ καύλεα ἀντὶ τοῦ ἰσχνὰ καὶ καλαμώδη καὶ λεπτὰ καυλεῖα ποιεῖ· τὰ γὰρ εἰς ὕψος ἀνατρέχοντα φυτὰ λεπτὰ καυλεῖα ποιοῦσιν.

Παρθενία οὐκ αὐτὴ ὅλη ἡ Σάμος, ἀλλά τις ἐν αὐτῇ εὑρεθεῖσα γῇ. Φυλλὶς δὲ τὸ καλούμενον γεωφάνιον ἐν Σαμοθράκῃ καὶ Μελίφυλλον ἐκαλεῖτο, Νίκανδρος δὲ φυλλίδα καλεῖ· κελεύει οὐν τέσσαρας δραχμὰς Σαμίας λαμβάνειν. Παρθενία γὰρ ἡ Σάμος ἐκαλεῖτο καὶ φυλλὶς μία τῶν Νυμφῶν. Τὸν Σάμιον ἀστέρα λέγει, ὃν δοκεῖ κριὸς ἐν Σάμῳ εὑρηκέναι· Φυλλὶς γὰρ ἡ Σάμος· ἢ φυλλάδα τὴν βοτάνην ἰδίως καλεῖ, ἥν τιυες μελιτόφυλλόν φασιν, ἧς τὸ χρήσιμον ἀστὴρ λέγεται· ἢ Φυλλὰς οὖν ἡ Μελάμφυλλός ἐστιν.

Ἰμβρασίδος· τῆς Σαμιακῆς, (Ἴμβρασος γὰρ ποταμὸς ἐν Σάμῳ) ἥν κριὸς λέγεται εὑρηκέναι, ταύτης δὲ τὸ χρησιμώτερον ἀστὴρ καλεῖται, ἐξ ἧς βούλεται ἡμᾶς ὁ Νίκανδρος λαμβάνειν.

Ἀμνός ἐστιν ὁ μηδέπω κέρατα ἔχων· πῶς οὖν οὗτος κεράστην εἶπεν αὐτὸν οὐκ ὀρθῶς; Χησιεῖς δὲ πρῶτον ὤκησαν ἐν Σάμῳ, εἶτα Ἀστυπαλαεῖς.

Διπλήρεα· διπλῆν κελεύει πόσιν τῶν τεσσάρων δραχμῶν δοῦναι, ὅ ἐστιν ὀκτὼ δραχμῶν, καὶ σὺν τῷ ἑψήματι πηγανίου κλῶνας διδόναι, καὶ ῥόδινον μύρον ἢ ἴρινον μύρον.

Ὀργάζων δ’ ἀντὶ τοῦ μιγνύων τὴν γῆν τὴν Παρθενίαν, ἢ καταβρέχων ἐλαίῳ ῥοδίνῳ. Ἄλλως. τῷ ἀπ’ ἲριδος γινομένῳ μύρῳ, ἤγουν ἐλαίῳ, τουτέστι τὸ ῥόδινον ἔλαιον μίξας ἄλειψον μετὰ πηγάνου κλάδων.

Πάσηται· ὡς πρὸς δεύτερων πρόσωπον ἀποτείνεται περὶ τρίτου τινὸς, περὶ τοῦ ἀγρίου δὲ κορίου τῆς βοτάνης λέγει· εἴδη γὰρ ταύτης εἰσὶ δύο, ἥμερόν τε καὶ ἄγριον, ὧν τὸ μὲν ἥμερον εὐῶδές ἐστι καὶ ἡδὺ, τὸ δ’ ἄγριον παραπλήσιον τῷ ἡμέρῳ, πλατυφυλλότερον δὲ καὶ εὐμηκέστερον καὶ πολλὰς ἔχον παραφυάδας καὶ πολύρριζον καὶ πολυανθὲς, τοῦτο δὲ βρωθὲν ἢ ποθὲν ἢ ἄλλως πως προσενεχθὲν θανάσιμον.

Ἀφραδέως δ’ εἶπεν, ὅ ἐστιν ἀφρόνως καὶ ἀπείρως· τὸ γὰρ χύλισμα τοῦ κορίου τῆς γεύσεως ἀλλότριον ὑπάρχον οὐ δύναται λαθεῖν διδόμενον, εἰ μή τις αὐθαιρέτως αὐτὸ βουληθείη λαβεῖν ἐν καιρῷ περιστάσεως.

Λαβράζουσι· ἐν τῷ δήμῳ λάβρως φωνοῦσιν· καὶ Ὅμηρος (Il. ψ 474)· τί πάρος λαβρεύεαι; καὶ Αἰσχύλος (Prometh. 327)· μὴ λαβροστόμει. Παραπλῆγες δ’ ἀντὶ παράφρονες, τὸ δ’ ἑξῆς παραπληγέες τῷ οἴστρῳ, ὁ δ’ οἶστρος ζῶόν τί ἐστι παραπλήσιον μεγίστῃ μυίᾳ, κέντρον ἔχον ἐπίμηκες.

Ὀξὺ δὲ μέλος τὸ διατεταμένον καὶ μέγα. Ἀταρμύκτῳ ἀφόβῳ, ἀπὸ δὲ τοῦ τάρβους καὶ τοῦ μύειν συντέθειται ἡ λέξις.

Πράμνιος δ’ οἶνος ἀπ’ ἀμπέλου πραμνίας, ἣν καὶ ψιθίαν τινὲς καλοῦσιν. Αὐτοκρηὲς δ’ ἀντὶ τοῦ αὐτοκέραστον, ἀμιγὲς, ἄκρατον.

Ἀντὶ τοῦ πεπληρωμένον τοῦ θαλασσίου ὕδατος τὸ τρυβλίον.

Γράφεται καὶ ἀλαλὴν, ἤτοι ὅτι ἐστέρηται τοῦ λαλεῖν, ἢ ὅτι χωρὶς στεναγμοῦ τίκτει. Ορταλίχων νῦν τὰς ὄρνιθας λέγει· οὐ γὰρ τὰ νήπια ὠοτοκεῖ, ἀλλὰ τὰ τέλεια, κελεύει δὲ τὸ ὠὸν κενῶσαι, καὶ ἀφρὸν θαλάσσης συμμιγνύντα κεράσαι, ὅστις ἀφρὸς τροφὴ τοῦ κέπφου ὢν καὶ θανάτου αὐτῷ παραίτιος γίνεται· οἱ γὰρ ἁλιεῖς χερσὶ τὸ θαλάσσιον ὕδωρ ἀνακλύζοντες ἀφρὸν προσενεγκεῖν καταναγκάζουσι, καὶ τοῦτον δολίως τῷ κέπφῳ προτείνουσιν, ὁ δὲ τὸν ἀφρὸν λαβεῖν ἐφιέμενος εἰς τὰς χεῖρας αὐτῶν ἔρχεται καὶ οὕτω θηρεύεται· ὁ δὲ κέπφος θαλάσσιόν ἐστιν ὄρνεον παραπλήσιον λάρῳ, ὅπερ ὡς εἴρηται ὑπὸ τῶν ἁλιέων ἁλίσκεται· χραινόντων γὰρ καὶ ποιούντων ἀφρὸν προσέρχεται τῷ ἀφρῷ, καὶ οὕτως ἁλίσκεται. Ἁπαλὴν δ’ ὠδῖνα τὴν στερουμένην βίας, ἐπεὶ τίκτουσιν ἄνευ ἀλγηδόνος

Ἀγλεύκην· ἀγλυκῆ καὶ πικρὰν καὶ ἐστερημένην γλεύκης, ὅ ἐστι γλυκύτητος.

Ἀτμεύειν δὲ δουλεύειν, ὑποκεῖσθαι· ἀτμένες γὰρ οἱ δοῦλοι ὅτι δὲ δουλεύει ἡ θάλασσα καὶ τὸ πῦρ ἀνέμοις, κατὰ θεῖον νόμον δηλονότι, τοῦτο δὲ καὶ Ἡράκλειτος καὶ Μενεκράτης εἴρηκεν.

Ἀργεστὰς, οἱονεὶ τοὺς ἀνέμους. Ἀχύνετον δὲ τὸ πολύχυτον· τὸ γὰρ α ἐπιτατικόν ἐστιν· ἐκτίθεσθαι οὖν βούλεται διὰ τούτων καὶ Ἡράκλειτος, ὅτι πάντα ἐναντία ἀλλήλοις ἐστὶ κατ’ αὐτόν.

Ἀκοσμήεσσα ἡ ἀκόσμιος, ἡ ἄτακτος, ἡ μὴ κοσμίως κινουμένη. Φιλοργὸς δὲ διὰ τὸ ῥοῶδες, ἡ φιλοῦσα ὀργίζεσθαι καὶ ὀργᾷν καὶ μαίνεσθαι διὰ τὰς τρικυμίας.

Δεσπόζει νηῶν· τῇ γὰρ θαλάσσῃ ὑπόκεινται τὰ πλοῖα, τῷ δὲ πυρὶ ἡ ὕλη. Ἐμφθορέων δ’ αἰζηῶν, τῶν ἐν θαλάσσῃ φθειρομένων.

Ἡ δ’ ὕλη ὑπακούει καὶ πείθεται κατὰ τὸν θεσμὸν τοῦ ἐχθομένου πυρὸς, οὐ καθόλου δὲ τὸ πῦρ ἐχθόμενον λέγει, ἀλλὰ τῇ ὕλῃ ἐχθόμενον διὰ τὸ ἀφανίζεσθαι αὐτὴν ὑπ’ αὐτοῦ.

Ἀτμένιον· πολυδούλευτον καὶ πολυκατέργαστον ἤτοι τὸ μετὰ πολλοῦ καμάτου γενόμενον διὰ τὴν τοῦ ἐλαίου σκευασίαν, ἢ ὃ οἱ δοῦλοι καὶ οἱ γεωργοὶ κατεσκεύασαν· οἱ δὲ τὸ θαλάσσιον ὕδωρ, ἐπεὶ καὶ ἀνωτέρω εἴρηται· ἥν τε καὶ ἀτμεύειν (172)· κελεύει δ’ ἔλαιον μιγνύντα μετ’ οἴνου νεωστὶ πεπατημένου πίνειν, ἡ χιόνα μετὰ γλεύκεος.

Ζάγκλῃσι· ταῖς δρεπάναις τῶν τρυγητῶν.

Ῥυσαλέην δὲ τὴν ἐρρυσσωμένην, ἤτοι τὴν πεπανθεῖσαν καὶ πέπειρον. Ἑδανοῖο τοῦ ἡδυτάτου, τοῦ γλεύκους Ψιθία δ’ εἶδος ἀμπέλου, ἥτις καὶ πραμνία λέγεται. Ἑλίνοιο, τοῦ κλάδου τῆς ἀμπέλου.

Κείροντες· κόπτοντες πατοῦσι καὶ πιέζουσι τῷ καιρῷ, ὅτε ῥοιζηδὸν αἱ μέλισσαι ἐπὶ ταῖς ῥαξὶ τῶν βοτρύων πεσοῦσαι νέμονται τὸ γλεῦκος.

Πεμφρηδὼν δὲ ζῶόν ἐστι τῶν σφηκωδῶν, μεῖζον μὲν μύρμηκος, μελίσσης δ’ ἔλασσον, ἐπτέρωται δὲ καὶ ποικίλην ἔχει λευκῷ καὶ μέλανι τὴν ἐπιφάνειαν, τοῦτο δὲ κατὰ τὴν ὀρεινὴν νεμόμενον δρέπεται ἀπὸ τῶν ἐν τοῖς ἄγκεσι θάμνων παντοῖα ανθη, καὶ φερόμενον εἰς τὰς κοίλας καθίπταται δρῦς. Καὶ αἱ βεμβίδες δὲ τῶν σφηκωδῶν εἰσιν εἶδος μελισσῶν, ἅς ἔνιοι βέμβικας καλοῦσι· ταῦτα δὲ πάντα εἴδη μελισσῶν εἰσιν, ἅ δὴ ἐπινέμεται πεπείρους ὄντας τοὺς βότρυας.

Κηκὰς δ’ ἡ ἀλώπηξ, ἤτοι κακωτικὴ, κακοποιὸς, κακοῦργος ἢ χλευαστική· Καλλίμαχος· κηκάδι σὺν γλώσσῃ·

Κωνείου. Τοῦτο οἱ μὲν κορίαννον, οἱ δ’ ἀννησοειδὲς καλοῦσι, σημεῖον δὲ τούτου τὸ καρηβαρεῖν. Φοινὸν δ’ ἀντὶ τοῦ πεφοινιγμένον ἢ ὀλέθριον, φόνιον, κατὰ πλεονασμὸν τοῦ ι.

Σφαλλόμενοι δὲ τοῖς σκέλεσι ταῖς χερσὶ βαδίζουσιν, ὅ ἐστι πίπτοντες ἐπερείδονται αὐταῖς.

Ἢτοι τὰ ἐσωτέρω καὶ κατωτέρω τοῦ στόματος.

Αἱ ἀρτηρίαι φησὶ μεγάλως σφύζουσιν, αἳ πρὶν ἐρρωμέναι συστέλλονται.

Ἀτίζει δ’ ἀντὶ τοῦ ἀτενίζει, βλέπει νῦν, ἢ ἕλκει, ὅ ἐστι σπᾷ τὸν ἀέρα καὶ ὀλίγον ἀναπνεῖ, εἰ καὶ ἐπὶ τῆς ταραχῆς αὐτὸ τέθεικεν Ὅμηρος εἰπών (Il. ζ 468)· πατρὸς φίλον ὄψιν ἀτιχθείς. γράφεται καὶ ἀλύξει, οἷον· ἠέρα παῦρον ἀλύξει.

Κατηβολέων· λειποθυμῶν, τὴν ὑστάτην εἱμαρμένην ἔχων, ὁ δ’ οἷα ἐν καταβολῇ ὢν καὶ κάτω διὰ λειποθυμίαν βλέπων, ὀλίγον ἀέρα διὰ τῆς ἀναπνοῆς ἕλκων, τὸν θάνατον ὁρῶν, καταπίπτων.

Τεῦχος κατασκεύαζε ἐμβαλὼν ἀντὶ τοῦ παραπέμψας· ἐν δὲ τῷ μὴ λέγειν κλυστῆρα ποῖον, δῆλον ὅτι κοινὸν λέγει.

Δάφνης δὲ Τεμπίδος· Θεσσαλικῆς, διότι πρῶτον ἐκεῖ εὑρέθη τὸ φυτὸν, κατέστεφε δὲ χαίτην Δελφίδα εἶπε διὰ τὸ τὴν κόρην διωκομένην ὑπ’ Ἀπόλλωνος εἰς τοῦτο τὸ φυτὸν μεταβληθῆναι, ἐξ οὖ ἔχει καὶ τὸ ὄνομα. Δάφνη γὰρ ἡ κόρη ἐλέγετο, καὶ Ἀπόλλων ἰδὼν αὐτὴν μεταβληθεῖσαν εἰς τὸ φυτὸν ἐξ αὐτοῦ τοῦ φυτοῦ ἐστέψατο, λέγει δέ· ἢ ἀπὸ δάφνης κατὰ κοινοῦ πόσιν δίδου, τουτέστι δαφνέλαιον δὸς πιεῖν.

Κνίδην λέγει τὴν ἀκαλήφην, εἴρηται δ’ ἀμφότερα διὰ τὸ κνήθειν· καὶ γὰρ ἡ ακαλήφη παρὰ τὸ κάλφεσθαι· ἔστι δὲ καὶ θαλάσσιον ζῶον ἀκαλήφη λεγόμενον· φησὶ γοῦν ὅτι καὶ κνίδης σπέρμα σὺν πεπέρει λεάνας διὰ τὸ σφόδρα θερμαντικὸν δίδου χρῆσθαι.

Ἐμπευκέι ὀπῷ χράνας ἀντὶ τοῦ μίξας τῷ πικρῷ ὀπῷ, λέγει δὲ τῷ κυρηναϊκῷ.

Τὸ ἀπὸ τῆς ἲριδος βοτάνης γινόμενον ἔλαιον, ἴρινον δὲ μύρον λέγει· αὕτη ἡ βοτάνη εὔπνους ἐστί· παραλέλοιπε δὲ τῆς πόσεως τὴν ποσότητα.

Κελεύει δὲ καὶ σιλφίου ῥίζαν τρίψαντα μετὰ λευκοῦ ἐλαίου παρέχειν πίνειν· τὸ δὲ σίλφιον καὶ ῥιζίον Κυρηναϊκὸν καλοῦσί τινες, ἐξ οὗ γίνεται ὀπὸς, νῦν δὲ περὶ τοῦ ῥιζίου φησίν.

Μελιζώρου ἀντὶ τοῦ μελικράτου.

Καὶ γάλακτος δὲ τὸ ἀφρῶδες, τουτέστι τὸ ἐπιπόλαιον καὶ πεπηγὸς ὡς ἀφρὸς νέμε, ἐπὶ πυρὸς θάλψας τὸ τεῦχος ἠρέμα, ὅ ἐστι θερμάνας, τουτέστιν ἵνα χλιάσῃς αὐτόν.

Ἡ σύνταξις οὕτως· καὶ τὸ ἐπὶ τῷ λοιγήεντι τοξικῷ ἄχθος ἀμύνοις καὶ ἀποδιώξοις. Παρασχεδὸν ἀντὶ τοῦ παραχρῆμα, λείπει δὲ τὸ οὕτω, ἵν’ ᾖ· οὕτως ἀμύνοις καὶ διώξοις· τοξικὸν δὲ καλεῖται τὸ τοιοῦτον φάρμακον διὰ τὸ ὁμοίως τοῖς τοξεύμασιν ἀναιρεῖν παραχρῆμα βρωθὲν ἢ ποθὲν, ἢ ἐπεὶ οἱ Πάρθοι καὶ Σκύθαι τοξεύοντες τούτῳ παραχρίουσι τὰς τῶν βελῶν ἀκίδας· οὐ γὰρ, ὥς τινες, τὸ κώνειον νομιστέον· ἢ διότι ὁμοίως τόξου ἀφέσει ἀναιρεῖ βρωθὲν ἢ ποθὲν λέγεται ὑπό τινων Σκυθικόν· ἄλλοι δὲ λέγουσιν, ὅτι ἐκ τοῦ αἵματος τῆς υδρας ἀνεφύη, τὴν δ’ ὕδραν ἀνεῖλεν ὁ Ἡρακλῆς, καὶ διὰ τοῦτο τοξικὸν καλεῖται

Ἡνίκα πιών τις βαρύνηται ὑπὸ τῶν ὀδυνῶν. Παχύνεται δ’ οἰδαίνεται, καὶ τὸ οἰδαλέα διῳδηκότα καὶ ἐξωγκωμένα.

Ξηρὰ, ἐπειδὴ ξηραίνει τὸ δηλητήριον, τὰ δ’ οὖλα τῶν ὀδόντων ἐκ βάθρων ῥήγνυται.

Ἔμπληκτον· μανιῶδες, μανικόν. Μεμόρηκεν, ἐκάκωσε, παρὰ τὴν μοῖραν.

Μηκάζει δ’ ἀντὶ τοῦ μηκᾶται ὡς πρόβατον, οἱονεὶ οὕτω βοᾷ καὶ κράζει, φλύζων, φλυαρῶν ὑπὸ τῆς μανίας· καὶ οἱ Ἰταλιῶται τοὺς φλυαρογραφοῦντας φλυζογράφους ἐκάλουν.

Συνεχῶς δέ φησιν ἀχθόμενος βοᾷ. Ἐμπελάδην οἱονεὶ ἐμπελαστικῶς καὶ ὁρμητικῶς, ὁποῖά τις φὼς, ἤγουν ἀνὴρ, τὴν ἀμφιβρότην κώδειαν ἀποτμηθεὶς ξίφει· τοῦτο γὰρ τὸ ἀπαμηθείς, κώδειαν δὲ νῦν τὴν κεφαλὴν, καὶ ἀμφιβρότην τὴν ὅλον τὸν ἄνδρα συνέχουσαν κεφαλήν· ἡ γὰρ κεφαλὴ συνέχει πᾶν τὸ σῶμα· καὶ Ὅμηρος δὲ κώδειάν φησι τὴν κεφαλὴν, (Il. ξ 499)· ὁ δὲ φὴ κώδειαν ἀνασχών. Ἂλλως· καὶ γάρ φησιν, ἐνίοτε πλησιάζοντος αὐτῷ ἀνθρώπου τινὸς, μισανθρωπίαν νοσῶν καὶ βαρούμενος προΐεται φωνὴν ὡς ἀποκεφαλιζόμενος· τοῦτο δ’ εἶπε πλανηθεὶς ἐκ τοῦ ποιητοῦ καὶ κακῶς νοήσας τό (Il. κ. 457 et Od. χ 329)· φθεγγομένου δ’ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.

Κερνοφόρος· ἡ τοὺς κρατῆρας φέρουσα ἱέρεια· κέρνους φασὶ τοὺς μυστικοὺς κρατῆρας, ἐφ’ ὧν λύχνους τιθέασιν· ζάκορος δ’ ἡ νεωκόρος, καὶ βωμίστρια ἡ ἱέρεια τῆς κρατηροφόρου Ῥέας.

Εἰνάδι δ’ ἀντὶ τοῦ ἐννάτῃ τοῦ μηνὸς ηγουν τῆς σελήνης· τότε γὰρ τὰ μυστήρια αὐτῆς ἐπιτελοῦσιν· ἢ εἰκάδι, τῇ εἰκοστῇ τῆς σελήνης· τότε γὰρ κατὰ τὴν σελήνην ἐμέτρουν τὸν ἐνιαυτόν.

Ἰδαίης· τῆς ὀρεινῆς· Ἴδη γὰρ καταχρηστικῶς πᾶν ὄρος καλεῖται. Τρέουσι δ’ ἤγουν οἱ Κορύβαντες, ἢ οἱ παρατυχόντες φοβοῦνται, ὅτ’ Ἰδαίης τὸν ῥιγηλὸν ὑλαγμὸν εἰσαΐωσιν.

Βρυκανάαται· γράφεται καὶ βρυχανάαται, βρυχᾶται, κλαυθμυρίζει, ὡς παιδίον φωνεῖ, ἢ δακρύει, ὡς Μένανδρος. Ὠρυδὸν δ’ ἁντὶ τοῦ μετ’ ὠρυγῆς, ὡς λύκος ὠρυόμενος.

Ἀντὶ τοῦ καθάπερ ταῦρος.

Διὰ τὸ ἀστατεῖν αὐτὸν δέσας φησὶ προσένεγκε αὐτῷ βοη θήματα καὶ μὴ καταδεχομένῳ μηδὲ θέλοντι, κατ’ ὀλίγον οἶνον διδοὺς κόρεσον καὶ μεθυσθῆναι ποίησον ἀνενοχλήτως, ἡσύχως δὲ βιαζόμενος τῇ σῇ χειρὶ ἄνοιγε τὸ μεμυκὸς αὐτοῦ στόμα, ἕως οὗ ἐμέσῃ, καὶ μετὰ τὸν τοῦ γλυκέος ἔμετον πότισον αὐτὸν ζωμὸν πολὺν χήνειον, προσφέρων αὐτῷ καὶ τῶν ἐαρινῶν ἀγρίων ἢ ἡμέρων μήλων τὰς σάρκας, ῥίψας τὸ δέρμα αὐτῶν· ἐὰν δὲ μὴ παρῶσι ταῦτα, τῶν λεγομένων στρουθομήλων ὁλοσχερῶς ἐμφόρησον αὐτόν.

Τουτέστι τὸν θώρακα πλήρωσον, ἤγουν χόρτασον αὐτὸν οἲνῳ γλυκεῖ, καὶ μὴ χρῄζοντα ἡρέμα βιαζόμενος, καὶ μὴ κακώσῃς αὐτόν.

Βρῦκον τὸ μεμυκὸς στόμα· συνερείδει γὰρ τοὺς ὀδόντας τὸ βρῦκον αὐτοῦ στόμα φησὶν, ἤγουν τὸ συνδεθὲν καὶ σφιγχθέν. Ὀχλίζοις, οἱονεὶ ἄνοιξον, ὡς ἂν τὴν λώβην ἐμέσῃ δαμαζόμενος καὶ νικώμενος διὰ τοῦ ποτίζειν αὐτὸν τῇ χειρί σου.

Μεμορημένον ἀντὶ τοῦ δεδασμένον καὶ ἑψηθέντα τῷ πυρί.

Μηλείης δὲ τῆς μηλέας τὰ κάρφη ἤγουν τὰ δέρματα ἢ τὰ ἄνθη Γράφεται δὲ καὶ ῥηχώδεος καὶ τρηχώδεος, ἀμφότερα κατὰ τοῦ αὐτοῦ σημαινομένου, τῆς τραχείας.

Σίνεα· τὰς σινωτικὰς ἀκάνθας ἀποβαλὼν, ἢ μᾶλλον τὰ δέρματα τῶν μήλων λεπίσας.

Ἐπήβολα, ἤγουν μέτοχα τοῖς ἡμετέροις χωρίοις, τουτέστι τὰ τοῖς ἡμῶν κλήροις ἤγουν κήποις ἐπιβάλλοντα, οἱονεὶ τὰ ἡμέτερα.

Ἐνεψιήματα δὲ τὰ παίγνια· παίζουσι γὰρ αἱ κόραι καὶ τέρπονται τοῖς μήλοις.

Καὶ τὰ στρούθεια δ’ εἴδη μήλων, οἱ δέ φασιν εἶδος βοτάνης, τὸ δὲ κυδώνιόν φησι μῆλον. Κυδῶνος, τοῦ στυπτικοῦ κυδωνίου, ὃ μάλιστα ἐν τῇ Κρήτῃ φύεται.

Ἐκόμισαν δ’ ἄναυροι, τουτέστιν ἔθρεψαν αἱ ὂχθαι τῶν ποταμῶν τὰ κυδώνια.

Ἅλις δ’ ἀντὶ τοῦ ἱκανῶς, καὶ ἀολλέα ὁμοῦ κόψας.

Ὀσμήρεα, ὀδμὴν ἔχουσαν, εὐώδη.

Ῥοδέοις, τοῖς ῥόδοις, ἢ ῥοδίνου ἐλαίου. Καὶ θυόεν μαλλοῖσιν ἀφύσσων παῦρα λίπος ἀντὶ τοῦ θυόεν τὸ εὐῶδες ἐν τοῖς ῥόδοις ἔλαιον ἤτοι τὸ ῥόδινον στάζε μετ’ ἐρίου εἰς τὸ στόμα αὐτοῦ.

Ἰρινέου δὲ τοῦ ἀπ’ ἴριδος γινομένου μύρου

Ἀκροσφαλὲς τὸ ἄκρως σφαλερόν.

Γερραῖοι ἔθνος Ἀραβίας ἀπὸ Γέρρας, μιᾶς αὐτῶν πόλεως. Νομάδες δὲ νομάδα βίον ἔχοντες· τούτῳ φησὶ τῷ τοξικῷ οἱ ἐν τῇ Γέρρᾳ τῆς Ἀραβίας καὶ οἱ περὶ τὸν Εὐφράτην πρὸς τὰς αἰχμὰς αὐτῶν χραίνουσιν, ὅ ἐστι βάπτουσιν. Οἱ Γερραῖοι τῷ τοιούτῳ φαρμάκῳ βουλόμενοι χρῆσθαι καὶ τοὺς αὐτὸ προσενεγκαμένους τοῖς εἰρημένοις βοηθήμασιν ἰᾶσθαι, οὕτω δοκιμάζουσι τὰ ἀλεξιφάρμακα· μέρος τοῦ ἑαυτῶν ποδὸς χαράξαντες αἷμα ἀφιᾶσι, καὶ εὐθὺς προσάπτουσι τὸ φάρμακον· ἐὰν γοῦν ἀναδράμῃ διὰ τοῦ αἵματος, τάχιον τοῖς βοηθήμασι τούτοις καθαίρουσιν αὐτὸ, πρὶν ἐμπεσεῖν τὸν ἰὸν εἰς τὴν καρδίαν.

Ἔρφος δὲ τὸ δέρμα, ὅπερ οἱ Ἴωνες στέρφος λέγουσιν· διὸ καὶ στερφῶσαι λέγομεν ἐν τῇ συνηθείᾳ

Μηδείης· ἤτοι τὸ ἐφήμερον σκευαστικόν ἐστι φάρμακον, ὃ καλεῖται κολχικὸν, ὃ βαρβαρικὸν, ὃ καὶ οἱ βάρβαροι νάφθαν καλοῦσιν, ὃ οἱ χριόμενοι ἢ ἱμάτιον ἀληλιμμένον ὑπ’ αὐτοῦ φοροῦντες ἢ ἄλλο τι, ἐὰν ἔναντι ἡλίου στῶσιν, ὡς ὑπὸ πυρὸς κατεσθίονται δαπανώμενοι· ἔστι γὰρ καυστικὸν, δοκεῖ δ’ ἡ Μήδεια τὴν κατασκευὴν αὐτοῦ εὑρηκέναι, διὸ καὶ κολχικὸν λέγεται· οἱ δ’ ἶριν αὐτὸ προσαγορεύουσιν, ἄλλοι φαρικὸν, ἕτεροι ἐφήμερον, ὅτι ἐν αὐτῇ τῇ ημέρᾳ ᾗ ποθῇ ἀναιρεῖ· γίνεται δὲ παρὰ τὸν Ὕπανιν τὸν ποταμόν· τοῦτο γεννᾶται ὄρθρου, μαραίνεται δὲ περὶ μεσημβρίαν· ἢ διὰ τὸ ἡμέραν ὅλην μὴ δύνασθαι ἐξαρκεῖν τοὺς πιόντας αὐτό· τοῦτο οὖν τὸ ἐφήμερον ἐν μὲν τῇ γεύσει εὐθὺς τὰ εἴσω τῶν χειλέων κινεῖ πρὸς κνησμὸν, ὡς ἀπὸ γάλακτος…

The complete text is available when the reading interface loads.