Capitula ad praefationem scholiorum ad Pindari carmina
- Edition reference
- Capitula ad praefationem scholiorum ad Pindari carmina, ed. Drachmann, op. cit., vol. 3 (1927; repr. 1966) 306–311.
- CTS identifier
urn:cts:greekLit:tlg5034.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
αὐτῶν· διὸ δεῖ ταύτης παρ' αὐτοῖς. μέλη δὲ τὰ ἐν αὐτοῖς ἤτοιδιὰ τὸ ἀπὸ τελείων ἀφαιρεῖσθαι μέτρων· καὶ γὰρ ἡμεῖς τὰἀπὸ τελείων ἀφαιρούμενα μέτρα μέλη καλοῦμεν ἢ ἀπὸ Μέ-λας τῆς Ὠκεανοῦ θυγατρός, καθὰ Λυσανίας φησίν· ἢ καθό-σον μέλιτι παραπλησίαν ἔχει τὴν ἡδονήν. δύναται δὲ καὶ διὰτὸ κροῦμα ᾠδὴ καὶ μέλη ὁμωνύμως λέγεσθαι. καὶ κῶλα δὲὁμοίως, ἐπεὶ μὴ τέλειά ἐστι μέτρα. τῶν δὲ ᾠδῶν αἱ μέν εἰσιμονόστροφοι, αἱ δὲ τριαδικαί. καὶ μονόστροφοι μὲν αἱ Σαπφοῖκαὶ Ἀλκαίῳ καὶ Ἀνακρέοντι διὰ τριῶν ἢ τεσσάρων κώλωνὡρισμένην ἔχουσαι τὴν κατάστασιν καὶ ὑπὸ περιγραφῆς διειρ-γόμεναι· τριαδικαὶ δὲ αἱ συνεστῶσαι ἔκ τε στροφῆς καὶ ἀντι-στρόφου καὶ ἐπῳδοῦ. στροφὴ μὲν οὖν ἐστι κώλων ποσῶνεὔρυθμος σύνθεσις ἑτεροίας στροφῆς ἀντιστρόφου καὶ ἐπῳ-δοῦ. κέκληται δὲ ἡ μὲν στροφή, καθό φησι Πτολεμαῖος ἐντῷ περὶ στατικῆς ποιήσεως, διὰ τὸ τοὺς ᾄδοντας κύκλῳ κινεῖ-σθαι περὶ τὸν βωμὸν, σημαίνοντας τὴν τοῦ βίου κίνησιν·ἀντίστροφος δὲ διὰ τὸ ἀναστρέφοντας αὐτοὺς εὐρύθμως κινεῖ-σθαι, ἄχρις ἂν ἔλθωσιν ἐπ' ἐκεῖνον τὸν τόπον, ἀφ' οὗ ἤρξαντοπρῶτον κινεῖσθαι· ᾐνίσσοντο δὲ διὰ τούτου τὴν τοῦ ἡλίουκίνησιν, ἐπειδὴ τὴν ἐναντίαν οὗτος δοκεῖ τῷ κόσμῳ ποιεῖσθαι·ἐπῳδὸς δὲ, ἐπειδὴ ἱστάμενοι ἐπῇδον, διὰ τούτου τὸ ἔμμονονκαὶ στερρὸν τῆς γῆς παριστῶντες.{[Pyth. V.]}Οὐ χρὴ γράφειν <ὦ κρονίδαι,> ἀλλ' <ὑμεῖς γε κρονίδαι,> ἵν' οἰκεῖονᾖ τοῖς πρὸ αὐτοῦ τοιούτοις κώλοις.<Μὴ φθινοπωρίς.> ἤγουν μὴ ὥσπερ ὑπὸ φθινοπωρινῶν ἀνέμων τὰφύλλα κεῖται τῶν δένδρων ἐπὶ τῆς γῆς καὶ φθείρεται, οὕτω καὶ πράγματα τούτῳ μα-ρανθῇ, ἀλλ' ἀειθαλὴς αὐτῷ διαμένοι ὁ βίος, μήποτε φθίνων μηδὲ φυλλορροῶν:καὶ ἐπὶ τῇ ὀλυμπίᾳ. ἐνταῦθα τὸ <ἐπι>· ἤγουν ὥσπερ ἔδωκεν αὐτῷἐν τῇ πυθίᾳ. [gl.]Τούτῳ τῷ βάττου γένει, ἤγουν τῷ Ἀρκεσιλάῳ. [gl.]{[Pyth. VI.]}ἐκ τῶν παλαιῶν σχολίων: τὸ προοίμιον ἀπὸ τῆς πατρίδος τοῦ νικητοῦ:Ὁ ξενοκράτης οὗτος θήρωνός ἐστιν ἀδελφός. νενίκηκε δὲ τὴν κδʹ πυθιάδα.φανερὸν δέ, ὅτι αἱ ᾠδαὶ οὐ κατὰ τοὺς χρόνους διάκεινται· ἡ γὰρ πρὸ ταύτης ᾠδὴἀρκεσιλάῳ γέγραπται νικήσαντι λαʹ πυθιάδα. ὁ λόγος δὲ ἢ ἀπὸ τοῦ χοροῦ ἐστινὡς ἐγκωμιάζοντος τὴν πόλιν ὡς εὔφορον, ἢ ἀπὸ τοῦ ποιητοῦ πρὸς τοὺς μέλλονταςδιακομίζειν τὸν ὕμνον. οἱ μὲν οὖν χαρίτων καὶ ἀφροδίτης ἄρουραν τὴν ἀκράγανταἀκούουσι διὰ τὸ ἐπιτερπῆ τὴν πόλιν εἶναι καὶ ἐράσιμον, οἱ δὲ ἀλληγορικῶς τὸν πίν-δαρον οἴονται λέγειν οὕτω τὴν ἑαυτοῦ ποίησιν, ἐξ ἧς ἐκαρποῦτο τὰ μέλη:Ἔνθα, ἐν τῇ πολυχρύσῳ λέγω ἀπολλωνίᾳ νάπῃ, ἤγουν ἐν τῇ πυθίᾳ, τοῖςεὐδαίμοσιν ἐμμενίδαις καὶ τῇ ἀκράγαντι καὶ τῷ ξενοκράτει ὁ πυθιόνικος θησαυρὸςτῶν ὕμνων ἕτοιμος καὶ πρόχειρος κεῖται· ἐκεῖθεν γὰρ τρόπον δή τινα οἱ νικῶντες τοὺςὕμνους λαμβάνουσιν. ὡς πολλοὺς οὖν νικῶντας κοσμῶν, θησαυρὸς ὕμνων εἴρηται:Τὸν ὕμνον, φησίν, οὔτε χειμὼν τῆς μεγαλοήχου νεφέλης ἐπακτὸς ἀπηνὴςλέγω στρατὸς ἐπελθών, οὔτε ἄνεμος τύπτων ἐν χεράσι παμφόροις, ἤγουν συρφετώδειὕλῃ, ἄξει εἰς τὰ βάθη τῆς θαλάσσης. ἐριβρόμου δὲ νεφέλης τὸν ὄμβρον φησὶ καὶστρατὸν ἀμείλιχον, σκληρᾷ μεταφορᾷ χρησάμενος διθυραμβωδῶς, παρόσον πολλῶννεφελῶν εἰς ταὐτὸ συναγομένων καὶ συρρηγνυμένων γίνονται οἱ ὄμβροι. ὑπ' οὐδενὸςοὖν φησιν ἀπαχθήσεσθαι τὸν τοιοῦτον θησαυρὸν τῶν ὕμνων οὔτ' ὄμβρου οὔτ' ἀνέ-μου, ἀλλ' εἰσαεὶ διαμενεῖ:<Παμφόροις> καὶ <χεράσι> γράφε καὶ <τυπτόμενος,> διὰ τὸ μέτρον, καὶ<ἄξει,> πρὸς τὸ <ἄνεμος> ἀποδιδούς:Πρὸς τὸν υἱὸν ξενοκράτους θρασύβουλον ποιεῖται τὸν λόγον, λέγων· ὦθρασύβουλε, ὁ θησαυρὸς καὶ ὁ ὕμνος ἀπαγγελεῖ καὶ διηγήσεται ἐν τοῖς λόγοις τῶνθνητῶν, τουτέστι τοῖς τῶν ἐσομένων ἀνθρώπων λόγοις, τὴν εὔδοξον καὶ ἐπίδοξον τῷἅρματι νίκην, ἤτοι τὴν νίκην τοῦ ἅρματος τὴν ἐν ταῖς κρισαίαις πτυχαῖς, ἤγουν τὴνἐν τῇ πυθῶνι, τῷ σῷ πατρὶ καὶ τῇ κοινῇ ὑμῶν γενεᾷ, τουτέστι χάριν τοῦ σοῦ πατρὸςκαὶ τῆς γενεᾶς ὑμῶν. τοῦτο δ' ὅμοιον τῷ· <τί σοι πρὸς ἕκτορ' ἢ γέροντ' εἴπωπόσιν;> ἤγουν, χάριν σοῦ. ὃ γὰρ λέγει τις περί τινος, ἐκείνῳ λέγει, ἤγουν χάριν ἐκείνου:Σύ, φησίν, ὦ θρασύβουλε, δεξιῶς καὶ ἐπιτηδείως ἄγεις αὐτὴν τὴνπαραίνεσιν ὀρθήν, ἤγουν ὀρθῶς, κρατῶν αὐτὴν τῆς χειρός, ἤτοι ὀρθῶς ταύτην πλη-ροῖς καὶ θεὸν τιμῶν καὶ γονέας σέβων:<Ἐφημοσύναν> γράφε καὶ <τόποτε,> ἵν' οἰκεῖον ᾖ τῷ μέτρῳ. τὸ δὲ<τόποτε> ἀττικόν ἐστι. συνηθὲς γὰρ ἐκείνοις τὸ τοιαῦτα σχηματίζειν καὶ πρὸς πρᾶγματὸν λόγον ἀποδιδόναι. <καλὸν> γάρ φασιν <ἡ ἀρετή,> καὶ <σοφόν τι χρῆμα ἄνθρω-πος.> ἀλλὰ καὶ <υἷ' ὀρφανιζομένῳ> καὶ <πηλεΐδᾳ> διαλελυμένως γράφε· οὕτωςἔχει γὰρ τὸ μέτρον ὀρθῶς:Ὁ ἀντίλοχος υἱὸς ἦν νέστορος, ὃς καὶ διωκομένου τοῦ πατρὸς αὐτοῦὑπὸ μέμνονος τοῦ αἰθιόπων βασιλέως καὶ μὴ δυναμένου φεύγειν διὰ τὸ ὑπὸ πάριδοςτρωθῆναι τὸν ἵππον αὐτοῦ καὶ μέλλοντος ἤδη ἀνῃρῆσθαι, βοήσαντος αὐτόν, ἔστη καὶἐδέξατο τὸν μέμνονα καὶ ἀνῃρέθη ὑπ' αὐτοῦ, ῥυσάμενος τὸν πατέρα τοῦ θανάτου:Μεσήνιον τὸν νέστορά φασιν οὗτοι, ὅσοι ὑπέλαβον τὴν πύλον τῆς με-σήνης εἶναι, ἀλλ' οὐχὶ τῆς κατὰ τὴν ἀρκαδίαν τριφυλίας. ὁ μέντοι ὅμηρος οἶδεν ὑπο-τεταγμένην τὴν λακωνικὴν τῇ μεσήνῃ. φησὶ γάρ· <δῶρα> τά <οἱ ξεῖνος λακεδαί-μονι δῶκε τυχήσας· τὼ δ' ἐν μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν:> καὶ πίνδαροςτὸν νέστορα ἐκ τῆς μεσηνικῆς πύλου φησὶν εἶναι· τριῶν γὰρ οὐσῶν τῶν ἐν πελοπο-νήσῳ πύλων μία μέν ἐστιν ἡ περὶ τὸν ἀλφειὸν ποταμὸν ἐν ἤλιδι πύλος, ἣν καὶ ἡρα-κλῆς πεπόρθηκεν· ἑτέρα δὲ ἡ τριφυλιακὴ πύλος, ἐν ᾗ ὁ ἀμαθόεις ποταμός, οὗ καὶὅμηρος μέμνηται· τρίτη δὲ ἐν μεσήνῃ πύλος περὶ τὸ κορυφάσιον. εἰσὶ δὲ οἵ φασιτὰς τρεῖς πύλους ὑπὸ τὸν νηλέα εἶναι:<ἀπέριψεν.> διὰ τὸ μέτρον. [gl.]Ἐδόκησε δὲ καὶ ἔδοξε τοῖς κατὰ τὴν γενεὰν ὁπλοτέροις καὶ νεωτέροις,τοῦτο τὸ μέγα ἔργον τελέσας, εἶναι ὕπατος καὶ ἔξοχος τῶν πάλαι, πρὸς τὴν ἀρετὴντὴν ἀμφὶ τοῖς γονεῦσιν· ἤγουν, κατ' ἄλλα μὲν ἔξοχοι ἂν εἶεν οἱ πάλαι, κατὰ δὲ τὴνεἰς τοὺς γεγεννηκότας τιμὴν οὗτος ἐκείνων ἔδοξεν ὑπερφέρειν:<ἐδόκησέ τε.> ἀντὶ μιᾶς. [gl.]<πάτρωΐ τ'.> τῷ πάππῳ· οἱ δέ, τῷ θείῳ θήρωνι. [gl.]Οὔτε εἰς ἀδικίαν, φησίν, οὔτε εἰς ὑπερηφανίαν τῇ ἑαυτοῦ νεότητιχρῆται, ἀλλὰ καὶ τὴν τῶν πιερίδων μουσῶν σοφίαν εἰς βάθος ἐξήσκησεν. εἰς τὸ <σο-φίαν> δὲ τὸ <δρέπων> λάμβανε κατὰ συνεκδοχήν:<Τίν τ' ἐλέλιχθον.> καὶ σοί, φησίν, ὦ πόσειδον, ἐλέλιχθον, ἤγουν ὁτὴν γῆν ἑλίσσων καὶ κινῶν, προσέρχεται καὶ ἀποδεκτὸς καὶ ἀρεστός ἐστι μάλα ἐν ἀρέ-σκοντι νῷ, ἤγουν ἀρεσκόμενος τῷ σῷ νῷ ἐν ταῖς ὁρμαῖς καὶ κινήσεσι ταῖς εἰς τὴνἱππείαν εἴσοδον, τουτέστι κατὰ τὴν ἱππικήν, ἀπὸ μέρους. ὁ γὰρ ἐκ πρώτης ἀφετη-ρίας καὶ τῆς εἰσόδου τῆς κατὰ τὸν δρόμον ἀρίστην ὁρμὴν ἐπιδειξάμενος καὶ πᾶσι δόξαςθαυμαστὸς δῆλον ὡς καὶ τὸν ὅλον δρόμον ἄριστα διανύσει καὶ θαυμαστὸς πλέον δόξεικαὶ πᾶσιν ἀποδεκτός:<Γλυκεῖα δὲ φρήν.> ἡ φρὴν δὲ καὶ ἡ γνῶσις αὐτοῦ ἀμείβεται καὶ ἐναλ-λάσσει ἤγουν νικᾷ τὸν τρητὸν καὶ ἐπίπονον πόνον τῶν μελισσῶν. ποταπὴ γλυκεῖα;