Scholia in Sophoclis Ajacem
- Authority group
- Scholia In Sophoclem (catalogue association; authorship remains anonymous)
- Edition reference
- Scholia in Sophoclis Ajacem (scholia vetera), ed. G. A. Christodoulos, Τὰ ἀρχαῖα σχόλια εἰς Αἴαντα τοῦ Σοφοκλέους, Athens: University of Athens, 1977: 9–10, 13–260.
- CTS identifier
urn:cts:greekLit:tlg5037.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
hyp
{ΥΠΟΘΕΣΙΣ ΑΙΑΝΤΟΣ ΜΑΣΤΙΓΟΦΟΡΟΥ}
Τὸ δρᾶμα τῆς Τρωικῆς ἐστι πραγματείας, ὥσπερ οἱ <Ἀντηνορί-
δαι> καὶ <Αἰχμαλωτίδες> καὶ <Ἑλένης Ἁρπαγὴ> καὶ
<Μέμνων.> πεπτωκότος γὰρ ἐν τῇ μάχῃ τοῦ Ἀχιλλέως ἐδόκουν Αἴας
τε καὶ Ὀδυσσεὺς ἐπ' αὐτῷ πλέον τι ἀριστεύειν περὶ τὴν τοῦ σώματος
κομιδήν. καὶ κρινομένων περὶ τῶν ὅπλων κρατεῖ Ὀδυσσεύς. ὅθεν ὁ
Αἴας τῆς κρίσεως μὴ τυχὼν παρακεκίνηται καὶ διέφθαρται τὴν γνώμην,
ὥστε ἐφαπτόμενος τῶν ποιμνίων δοκεῖν τοὺς Ἕλληνας διαχρήσασθαι.
καὶ τὰ μὲν ἀνεῖλε τῶν τετραπόδων, τὰ δὲ δήσας ἀπάγει ἐπὶ τὴν σκηνήν·
ἐν οἷς ἐστί τις καὶ κριὸς ἔξοχος, ὃν ᾤετο εἶναι Ὀδυσσέα, καὶ δήσας
ἐμαστίγωσεν· ὅθεν καὶ τῇ ἐπιγραφῇ πρόσκειται <Μαστιγοφόρος,>
ἢ πρὸς ἀντιδιαστολὴν τοῦ <Λοκροῦ.> Δικαίαρχος δὲ <Αἴαντος
Θάνατον> ἐπιγράφει. ἐν δὲ ταῖς διδασκαλίαις ψιλῶς <Αἴας> ἀναγέ-
γραπται.
Ταῦτα μὲν οὖν πράττει ὁ Αἴας. καταλαμβάνει δὲ Ἀθηνᾶ Ὀδυσσέα
ἐπὶ τῆς σκηνῆς διοπτεύοντα τί ποτε ἄρα πράττει ὁ Αἴας καὶ δηλοῖ
αὐτῷ τὰ πραχθέντα καὶ προκαλεῖται εἰς τὸ ἐμφανὲς τὸν Αἴαντα ἔτι
ἐμμανῆ ὄντα καὶ ἐπικομπάζοντα ὡς τῶν ἐχθρῶν ἀνῃρημένων. καὶ ὁ
μὲν εἰσέρχεται ὡς ἐπὶ τῷ μαστιγοῦν τὸν Ὀδυσσέα· παραγίνεται δὲ
χορὸς Σαλαμινίων ναυτῶν εἰδὼς μὲν τὸ γεγονός, ὅτι ποίμνια ἐσφάγη-
σαν Ἑλληνικά, ἀγνοῶν δὲ τὸν δράσαντα. ἔξεισι δὲ καὶ Τέκμησσα,
τοῦ Αἴαντος αἰχμάλωτος παλλακίς, εἰδυῖα μὲν τὸν σφαγέα τῶν ποι-
μνίων ὅτι Αἴας ἐστίν, ἀγνοοῦσα δὲ τίνος εἶεν τὰ ποίμνια. ἑκάτερος
οὖν παρ' ἑκατέρου μαθόντες τὸ ἀγνοούμενον, ὁ χορὸς μὲν παρὰ Τε-
κμήσσης, ὅτι Αἴας ταῦτα ἔδρασεν, Τέκμησσα δὲ παρὰ τοῦ χοροῦ, ὅτι
Ἑλληνικὰ τὰ σφαγέντα ποίμνια, ἀπολοφύρονται καὶ μάλιστα ὁ χορός.
ὅθεν δὴ ὁ Αἴας προελθὼν ἔμφρων γενόμενος ἑαυτὸν ἀπολοφύρεται
καὶ τούτου ἡ Τέκμησσα δεῖται παύσασθαι τῆς ὀργῆς· ὁ δὲ ὑποκρινό-
μενος πεπαῦσθαι ἔξεισι καθαρσίων ἕνεκα καὶ ἑαυτὸν διαχρῆται. εἰσὶ
δὲ καὶ ἐπὶ τῷ τέλει τοῦ δράματος λόγοι τινὲς Τεύκρου πρὸς Μενέλαον
καὶ πρὸς Ἀγαμέμνονα οὐκ ἐῶντας θάπτειν τὸ σῶμα τοῦ Αἴαντος. τὸ
δὲ πέρας, θάψας αὐτὸν Τεῦκρος ἀπολοφύρεται. παρίστησι δὲ ὁ λόγος
τῆς τραγῳδίας, ὅτι ἐξ ὀργῆς καὶ φιλονεικίας οἱ ἄνθρωποι ἥκοιεν ἐπὶ
τὰ τοιαῦτα νοσήματα, ὥσπερ ὁ Αἴας, προσδοκήσας ἐγκρατὴς εἶναι τῶν
ὅπλων καὶ ἀποτυχών, ἔγνω ἑαυτὸν ἀνελεῖν. αἱ δὲ τοιαῦται φιλονει-
κίαι οὐκ εἰσὶν ἐπωφελεῖς οὐδὲ τοῖς δοκοῦσι νενικηκέναι. ὅρα γὰρ καὶ
παρ' Ὁμήρῳ τὰ περὶ τῆς ἥττης τοῦ Αἴαντος πάνυ διὰ βραχέων καὶ
λίαν περιπαθῶς (λ 543—4)·
οἴη δ' Αἴαντος ψυχὴ Τελαμωνιάδαο
νόσφιν ἀφειστήκει κεχολωμένη εἵνεκα τευχέων.
εἶτα αὐτοῦ ἄκουε τοῦ κεκρατηκότος (λ 548)·
ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδ' ἐπ' ἀέθλῳ.
οὐκ ἐλυσιτέλησεν ἄρα αὐτῷ ἡ νίκη, τοιούτου ἀνδρὸς διὰ τὴν ἧτταν
ἀποθανόντος.
Ἡ δὲ σκηνὴ τοῦ δράματος ἐν τῷ ναυστάθμῳ πρὸς τῇ σκηνῇ τοῦ Αἴ-
αντος. δαιμονίως δὲ εἰσφέρει προλογίζουσαν τὴν Ἀθηνᾶν· ἀπίθανον
γὰρ τὸν Αἴαντα προϊόντα εἰπεῖν περὶ τῶν αὑτῷ πεπραγμένων, ὥσπερ
ἐξελέγχοντα ἑαυτόν· οὐδὲ μὴν ἕτερός τις ἠπίστατο τὰ τοιαῦτα, ἐν ἀπορ-
ρήτῳ καὶ νυκτὸς τοῦ Αἴαντος δράσαντος. θεοῦ οὖν ἦν τὸ τοιοῦτον
διασαφῆσαι καὶ Ἀθηνᾶς προκηδομένης τοῦ Ὀδυσσέως, ὥς φησιν
ἐφεξῆς (36—7)·
ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην
τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυνηγίᾳ.
Διαφόρως δὲ ἱστορήκασι περὶ τοῦ θανάτου τοῦ Αἴαντος. οἱ μὲν γάρ
φασιν ὅτι ὑπὸ Πάριδος τρωθεὶς ἦλθεν εἰς τὰς ναῦς αἱμορροῶν, οἱ δὲ
ὅτι χρησμὸς ἐδόθη Τρωσὶ πηλὸν κατ' αὐτοῦ βαλεῖν, σιδήρῳ γὰρ οὐκ
ἦν τρωτός, καὶ οὕτω τελευτᾷ· οἱ δὲ ὅτι αὐτόχειρ αὑτοῦ γέγονεν, ὧν
ἐστι καὶ Σοφοκλῆς. περὶ δὲ τῆς πλευρᾶς ὅτι μόνην αὐτὴν τρωτὴν εἶχεν
ἱστορεῖ καὶ Πίνδαρος, ὅτι τὸ μὲν σῶμα, ὅπερ ἐκάλυψεν ἡ λεοντῆ,
ἄτρωτον ἦν, τὸ δὲ μὴ καλυφθέν, ὅπερ ἦν ἡ πλευρά, τρωτὸν ἔμεινε.
Τὰ ἐπὶ τῆς σκηνῆς καὶ τοῦ δράματος πρόσωπα. Ἀθηνᾶ· Ὀδυσσεύς·
Αἴας, παῖς Τελαμῶνος· χορὸς ἐκ Σαλαμινίων ἀνδρῶν· Τέκμησσα·
ἄγγελος· Τεῦκρος, ἀδελφὸς Αἴαντος· Μενέλαος· Ἀγαμέμνων. προλο-
γίζει δὲ Ἀθηνᾶ. FOHVGMR
1a
<〈ὦ παῖ Λαρτίου:〉> πάρεστιν Ὀδυσσεὺς ἐπὶ τὴν σκηνὴν
ἀγωνιῶν καὶ πολυπραγμονῶν μή τι ἀπὸ ἐχθροῦ πάθῃ. δεῖ δὲ τὸν ὑπο-
κριτὴν πανταχόθεν διαβλέπειν, ὥσπερ δεδοικότα μὴ ὁραθῇ. πάντα
δὲ τὰ τῆς ὑποθέσεως συνεκτικὰ ἐδήλωσεν ἐν τῷ προοιμίῳ, πρὸς τίνα
ὁ λόγος καὶ ποῦ ἡ σκηνὴ καὶ τί πράττει ὁ Ὀδυσσεύς. ἐν δὲ τῷ <πεῖ-
ράν τινα> ἤδη ἴχνος τι κατέθετο τῆς ὑποθέσεως, ὅτι περὶ ἐχθρόν
〈τι〉 ἥκει. δεῖ δὲ τὰ τῆς ὑποθέσεως συνεκτικὰ εἶναι ἐν ἀρχῇ. LOFH
VGMRm
1b
<ἀεὶ μέν, ὦ παῖ Λαρτίου:> κτητικὸν ἀντὶ τοῦ κυρίου.
τὸ δὲ ἑξῆς· ἀεὶ μὲν ὁρῶ σε, ὦ Ὀδυσσεῦ, πείρᾳ καὶ δόλῳ μετιόντα τοὺς
ἐχθρούς· πεῖρα γὰρ Ἀττικῶς δόλος καὶ τέχνη, ὅθεν καὶ πειραταὶ
οἱ κατὰ θάλατταν κακοῦργοι. τὸ δὲ <ἀεὶ> εἶπεν ἀναφέρουσα εἰς ἐκεῖ-
νο, ὅτι καὶ μετὰ Διομήδους κατάσκοπος γενόμενος ἐπὶ τοὺς Τρῶας
οὐ διέλαθεν αὐτήν, ὡς αὐτὸς μαρτυρῶν φησιν (Κ 278—9)·
κλῦθί μοι, αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ
ἐν πάντεσσι πόνοισι παρίστασαι οὐδέ σε λήθω.
δυσχεραίνει δὲ ἡ Ἀθηνᾶ τῷ Αἴαντι, ὅτι ἀπώσατο τὴν συμμαχίαν αὐ-
τῆς. LFOHVGMRm
1c
<καὶ ἄλλως.> ἀεὶ ὁρῶ σε, ὦ Ὀδυσσεῦ, τὴν παρὰ τῶν ἐχθρῶν σοι
γινομένην βλάβην ζητοῦντα προϋφαρπάσαι· οἷον, εἰ ἐπιβουλεύει σοί
τις, σπουδάζεις τὴν ἐπιβουλὴν τὴν κατὰ σοῦ γινομένην αὐτῷ τῷ ἐπι-
βουλεύσαντι βλαβερὰν γενέσθαι. τὸ δὲ <θηρώμενον>, ἐκ μεταφορᾶς
τῶν κυνηγῶν, οἳ τὰ μικρὰ θηρία φονεύουσι προφυλαττόμενοι τὴν ἐξ
αὐτῶν ἐσομένην βλάβην· πεῖρα γὰρ ἡ βλάβη, ὡς καὶ ἐν <Δανάῃ>
(Soph. frg. 168 p. 169 N2)·
οὐκ οἶδα τὴν σὴν πεῖραν· ἓν δ' ἐπίσταμαι,
τοῦ παιδὸς ὄντος τοῦδ' ἐγὼ διόλλυμαι. LFOHVGMRm
1d
<〈Λαρτίου:〉> κτητικὸν ἀντὶ κυρίου. Lsl
2a
<〈πεῖραν:〉> δόλον. Lm
2b
<〈ἐχθρῶν:〉> λείπει ἡ κατά. Lm, Gsl
2c
τὸ <θηρώμενον> ἐπήνεγκεν καὶ τὰ ἄλλα μεταφορικῶς. LGm
2d
<〈θηρώμενον:〉> ἀνιχνεύοντα. LOGsl
4
<〈τάξιν〉 ἐσχάτην ἔχει:> τὰς γὰρ σκηνὰς τοῦ Αἴαντος ἐσχά-
τας φησὶ τῶν ἄλλων Ἀχαιῶν εἶναι καὶ Ὅμηρος (Θ 225—6, Λ 8—9)·
τοί ῥ' ἔσχατα νῆας ἐίσας
εἴρυσαν, ἠνορέῃ πίσυνοι.
ἐν πεδίῳ Ῥοιτείῳ Ἀχιλλεὺς καὶ Αἴας. FGMRm
5
<〈μετρούμενον / ἴχνη:〉> ἀκολουθοῦντα τὰ ἴχνη τὰ ἐκείνου
νεοχάρακτα, νεωστὶ κεχαραγμένα. LGMm
6
<νεοχάραχθ':> καὶ τὸ νεοχάρακτα εὐφυῶς, ὅ ἐστι νεοτύπωτα.
ὁπόταν γὰρ νεωστὶ αἱ ἀποχαράξεις τῶν ζῴων γένωνται, μᾶλλον ἐπα-
κολουθοῦσιν οἱ κυνηγέται, πρὶν ὑπὸ ἀνέμου ἀφανισθῇ ἡ ὀδμή. LF
HGMRm
7
<εὖ δέ ς' ἐκφέρει:> ἐπάγεταί σε ἡ βάδισις Αἴαντος δίκην κυ-
νὸς εὐοσφρήτου ἀπὸ τοῦ ἴχνους ζητοῦντα εἰ ἔνδον γέγονεν ὁ Αἴας.
προέλκονται γὰρ τοὺς κυνηγέτας αἱ κύνες ἐπὶ τὰ ἐπαγόμενα, παρ' ὃ
καὶ ἐπακτῆρας ἔνιοι θέλουσιν αὐτοὺς καλεῖσθαι ὡς ἐπαγομένους ὑπὸ
τῶν κυνῶν. καὶ Ὅμηρος (τ 435—6)·
πρὸ δ' ἄρ' αὐτῶν
ἴχνι' ἐρευνῶντες κύνες ἤισαν. LFOHGMRm
8
<〈βάσις:〉> λείπει τοῦ Αἴαντος. Fm, Hsl
9
<ἔνδον γὰρ ἁνὴρ ἄρτι:> προσοχὴν ἐργάζεται τῷ ἀκρο-
ατῇ περὶ τῶν δηλωθησομένων. LFGMRm
11
<καί ς' οὐδὲν εἴσω:> οὐκ ἀναγκαῖον τὸ πολυπραγμονεῖν
ἔτι εἰ ἔνδον ἐστὶν ὁ Αἴας (ἔγνω γὰρ τὸ ἀληθές), ἀλλὰ λέγειν διὰ τί
τὴν σπουδὴν ταύτην ἔθου, ἵνα παρ' ἐμοῦ τῆς εἰδυίας μάθῃς τὰ ἀγνοού-
μενά σοι. LFOHGMRm
14
<ὦ φθέγμ' Ἀθάνας:> καὶ τοῦτο ἄριστα πεποίηται· <φθέ-
γμα> γὰρ εἶπεν ὡς μὴ θεασάμενος αὐτήν· δῆλον γὰρ ὡς οὐκ εἶδεν
αὐτὴν ἐκ τοῦ· <κἂν ἄποπτος ᾖς, ὅμως,> τουτέστιν ἀόρατος.
τῆς δὲ φωνῆς μόνης αἰσθάνεται ὡς ἐθάδος αὐτῷ οὔσης. ἔστι μέντοι
ἐπὶ τῆς σκηνῆς ἡ Ἀθηνᾶ· δεῖ γὰρ τοῦτο χαρίζεσθαι τῷ θεατῇ. προ-
θεραπεύει δὲ τὴν θεὸν ὁ Ὀδυσσεὺς καὶ οὕτω λέγει τὰ κατὰ τὸν Αἴ-
αντα. LFOHVGMRm
15
<〈ἄποπτος:〉> ἀόρατος. LNsl
16a
<φώνημα:> ἀντὶ τοῦ φωνήν. Lm, Gsl
16b
<ξυναρπάζω φρενί:> ὀξέως συνίημι καὶ ἀντιλαμβάνομαι.
Fm, Lsl
17a
<χαλκοστόμου κώδωνος ὥς:> κώδων καλεῖται τὸ
πλατὺ τῆς σάλπιγγος· ἀπὸ μέρους δὲ τὴν σάλπιγγά φησι. πολλὰ δὲ
εἴδη σαλπίγγων· εἰσὶ γὰρ Λιβυστικαὶ σάλπιγγες, εἰσὶν Αἰγύπτιαι,
εἰσὶ Τυρσηνικαί. πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις
ἤγαγεν εἰς Ἕλληνας τὴν Τυρσηνικὴν σάλπιγγα. LFOHGMRm
17b
<〈κώδωνος:〉> ἡ κώδων θηλυκῶς Ἀττικῶς. Lsl
17c
λείπει φώνημα. FHsl
18
<〈δυσμενεῖ:〉> ἐχθρῷ. FNHGsl
19a
<〈βάσιν:〉> ὁδόν. Gsl
19b
<〈κυκλοῦντ':〉> τιθέντ'. Gsl
19c
<〈σακεσφόρῳ:〉> οἰκεῖον τοῖς πρώτοις τὸ ὄνομα. <σακε-
σφόρῳ> δὲ εἶπεν οὐχ ἁπλῶς ὁπλοφόρῳ, ἀλλὰ κατ' ἐξοχήν. καὶ Ὅ-
μηρος (Η 219)·
Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠύτε πύργον. LFOHGm
23a
<〈ἴσμεν γὰρ〉 οὐδὲν τρανές:> σαφές, ἀληθές. καλῶς
δὲ τοῦτο ἐποίησεν, ἵνα συνέχηται ἔτι ἡ ὑπόθεσις καὶ τὸ ἄπιστον εἰς
ἀμφίγνοιαν αὐτοὺς ἄγῃ. LFGMRm
23b
<〈τρανές:〉> ἀληθές. LONGsl
23c
<〈ἀλώμεθα:〉> τῷ νῷ ἀλώμεθα. LFNsl
24
<〈κἀγὼ 'θελοντής:〉> διὸ θελοντὴς τοῦτον ὑπέστην τὸν κίν-
δυνον, ἵνα γνῶ τἀληθές, πάντων τὴν αἰτίαν τοῦ γεγονότος εἰς αὐτὸν
ἀναγόντων. LFNGMRm
26a
<λείας ἁπάσας:> τὰς ποίμνας καὶ τὰ βοσκήματα <λείας>
φησὶ κατὰ τὸ κύριον· ἔνθεν καὶ λῃστής. καὶ Ὅμηρος (Λ 677)·
ληίδα δ' ἐκ πεδίου συνελάσσαμεν.
τὸ δὲ <κατηναρισμένας> ἄκυρον, τὸ γὰρ σκυλεύειν ἐναρί-
ζειν καὶ τὰ ἔναρα σκῦλα παρὰ τὸ ἀρηρέναι καὶ ἐντὸς αὐτῶν εἶναι ἡ-
μᾶς. καὶ τὸ παρ' Ὁμήρῳ τοιοῦτόν ἐστιν (φ 485)·
ἦ τοι βέλτερόν ἐστι κατ' οὔρεα θῆρας ἐναίρειν.
πῶς γὰρ οἷόν τέ ἐστι σκυλεύειν τοὺς λέοντας, εἰ μὴ εἴη καὶ ἐπὶ τῶν
ἀλόγων ζῴων τὸ σκυλεύειν; Καλλίμαχος δὲ ἐπὶ τῆς λεοντείας δορᾶς
(frg. 677 (142) Pfeiffer)·
τὸ δὲ σκύλος ἀνδρὶ καλύπτρη
γιγνόμενον νιφετοῦ καὶ βελέων ἔρυμα.
καὶ Ὅμηρος (Ζ 480)· <ἔναρα βροτόεντα,> τὰ παρὰ τῶν ἐν τῷ
πολέμῳ πεσόντων συναχθέντα. LOHGMRm
26b
<〈κατηναρισμένας:〉> ἐσκυλευμένας, πεφονευμένας. συν-
εκδοχικόν. FONHVGsl
27a
<ποιμνίων ἐπιστάταις:> τοῖς ποιμέσι. καλῶς δὲ τοῦτο,
ἵνα μὴ παραγένοιτό τις ἀπαγγέλλων τὸ σαφές. LFOHGMRm
27b
<ποιμνίων ἐπιστάταις:> οἱ μὲν τοὺς ποιμένας, οἱ δὲ
τοὺς κύνας· οὐ γὰρ εἴασεν ἡ Ἀθηνᾶ ἀνθρώπους ἀνελεῖν. Nm
27c
<ποιμνίων ἐπιστάταις:> τοῖς κυσίν· οὐκ εἴασε γὰρ ἡ
Ἀθηνᾶ αὐτὸν ἄνθρωπον ἀνελεῖν. LFHm, FHsl
27d
τοῖς ποιμέσιν. Vsl
28a
<〈τήνδ' οὖν ἐκείνῳ:〉> πόθεν αὕτη ἡ ὑπόνοια; ὅτι εἶδέν τις
αὐτὸν ἐν τῷ πεδίῳ πηδῶντα μετὰ τοῦ ξίφους νεορράντου ὑπὸ τοῦ αἵ-
ματος. LFOHGMRm
28b
<〈τήνδ':〉> τὴν αἰτίαν, τὸν φόνον τοῦ Αἴαντος. Psl
28c
<〈νέμει:〉> τίθησιν. γρ. τρέπει. Fsl
32a
<καὶ τὰ μὲν σημαίνομαι:> ἀντὶ τοῦ σηματίζομαι, διὰ
σημείων γινώσκω. <καὶ ἄλλως·> οἷον σημεῖά τινα ἐμαυτῷ συντί-
θημι ἀπὸ τοῦ ἴχνους, τὰ δὲ ἀπορῶ. τοιοῦτον γὰρ συμβαίνει περὶ τοὺς
ἰχνευτὰς ἐπιταραττομένων τῶν ἰχνῶν, διὰ δὲ τὴν μανίαν δυσίχνευτος
καὶ ἐπιτεταραγμένη ἡ βάσις γέγονε τοῦ Αἴαντος. LFONHGMRm
32b
<〈σημαίνομαι:〉> σηματίζομαι, διὰ σημείων γινώσκω. LOGsl
33a
<〈ἐκπέπληγμαι:〉> ἀπορῶ διὰ τὴν μανίαν. Gsl
33b
ἀπορῶ, ἀμηχανῶ. ONHGsl
33c
γρ. καὶ ἐκπέπληγμαι. ἀπορῶ. Fsl
33d
<〈κοὐκ ἔχω μαθεῖν ὅτου:〉> οὐκ ἔχω ὅπως μάθω 〈τί-
νος ἐστὶν〉 ἢ ποῦ ἐστιν. Lsl
33e
κοὐκ ἔχω μαθεῖν τίνος ἐστίν, ἤγουν τίνος χάριν ταῦτα ἔπραξεν
ὁ Αἴας. Gsl
33f
<〈ὅτου:〉> τίνος ἐστὶ ταῦτα ἢ τίνος χάριν. FNsl
33g
λείπει τίνος χάριν. Hsl
34
<〈καιρὸν δ' ἐφήκεις:〉> καλῶς Ὀδυσσεὺς ἀναμένει τὸ
ἀκριβὲς γνῶναι, ἵνα μὴ δοκοίη κατ' ἐχθροῦ προπετές τι πράσσειν.
<καὶ ἄλλως·> ἐπὶ καιρῷ ἥκεις. εὐφυῶς δὲ ἄρχεται τῆς ὑποθέσεως
ὁ ποιητής, ὥστε τρανῶσαι τὸ πᾶν διὰ τῆς Ἀθηνᾶς. LFONHGMRm
35a
<σῇ κυβερνῶμαι χερί:> θεραπεύει Ὀδυσσεὺς τὴν Ἀ-
θηνᾶν, ἵνα καὶ ἐν τοῖς ἑξῆς ἔχῃ αὐτὴν εὐμενῆ. LFONHGMRm
35b
<φρενί:> ἀντὶ ἀπὸ τῆς φρενός. Lm
35c
<〈χερί:〉> γράφεται φρενί. Nsl
36
<〈ἔγνων, Ὀδυσσεῦ:〉> ταῦτα πρὸς τὰ ἐν ἀρχῇ, ἵνα μὴ δό-
ξῃ ἀγνοεῖν ἡ θεὰ τὸ πρᾶγμα. LGMRm, ONsl
37a
<〈κυνηγίᾳ:〉> ἐκ μεταφορᾶς τῶν ὀσφραινομένων. Gsl
37b
ἐκ μεταφορᾶς τῶν κυνηγῶν. Fsl
37c
θηρεύσει. Nsl
38a
<ἦ καί, φίλη δέσποινα:> ἐν τοῖς ἀμοιβαίοις κατὰ βραχὺ
δηλοῦται ἡ ὑπόθεσις. προσκορὲς 〈γὰρ〉 ἦν διηγηματικῷ εἴδει τὸ πᾶν
διεξελθεῖν. πυνθάνεται δὲ πρῶτον εἰ ἄρα πρὸς καιρὸν πονεῖ· εἰ γὰρ
αὐτός ἐστιν ὁ τὸν φόνον δράσας πρὸς καιρὸν ἂν εἴη πονῶν ὁ Ὀδυσ-
σεύς. LFOHVGMRm
38b
<〈πονῶ:〉> ἐρευνῶ. ONHsl
39a
<〈ὡς:〉> τὸ <ὡς> ἀντὶ τοῦ ἀληθῶς. Lsl
39b
λίαν, ἀληθῶς. FNHsl
39c
<〈σοι:〉> διὰ σὲ ἢ κατὰ σοῦ. FNHGsl
40a
<καὶ πρὸς τί δυσλόγιστον:> ἐπύθετο πρῶτον εἰ αὐ-
τός ἐστιν ὁ δράσας, εἶτα καὶ τὴν αἰτίαν πυνθάνεται. τὸ δὲ <δυσλό-
γιστον,> ὅμοιον τῷ <πρᾶγος ἄσκοπον> (v. 21)· ἀγνοεῖ γὰρ
ἔτι τὴν μανίαν. LFOHGMRm
40b
<〈δυσλόγιστον:〉> μανικῶς. Fsl
41a
<χόλῳ βαρυνθείς:> ὁ μὲν Ὀδυσσεὺς πυνθάνεται πρὸς τί
αὐτῷ χρήσιμον, ἡ δὲ τὴν αἰτίαν ἐπήγαγεν, ὑφ' ἧς κινηθεὶς εἰς χόλον
ἤχθη· τοῦτο γάρ ἐστι τὸ λεῖπον τῆς ὑποθέσεως, ἡμεῖς δὲ ὡς 〈οὐ〉 προ-
επιστάμενοι τὰ πράγματα ἀμβλύτερον κατανοοῦμεν. LFNVGMRm
41b
<χόλῳ βαρυνθείς:> ἤδη τὴν μανίαν αὐτοῦ σημαίνει ἔνθεν
αὐτῷ ἡ πλάνη γεγένηται. LFGMRm
42
<〈τί δῆτα ποίμναις:〉> πιθανὸν τὸ τοῦ Ὀδυσσέως πρόσω-
πον ὡς δεδιότος, ὥστε πλείονας ἐρωτήσεις ἀπὸ τοῦ Ὀδυσσέως γε-
νέσθαι. FGMRm, Nsl
43a
<〈ἐν ὑμῖν:〉> ἀντὶ τοῦ ὑμῶν. Gsl
43b
<〈φόνῳ:〉> αἵματι. ONGsl
45a
<κἂν ἐξεπράξατ', εἰ κατημέλης' 〈ἐγώ〉:> μὴ λέγε
<βούλευμα,> φησίν· οὐ γὰρ ἂν ἦν βούλευμα ἀλλὰ πρᾶγμα, εἰ κατη-
μέλησα ἐγώ. LFONGMRm
45b
<〈ἐξεπράξατ':〉> εἰς τέλος ἤγαγεν. Nsl
46a
<〈ποίαισι τόλμαις:〉> ἐρωτᾷ πῶς μόνος ὢν πρὸς πλῆθος
ἐδύνατο μάχεσθαι. LOGRm, Nsl
46b
<〈τόλμαις:〉> ἐλπίσιν. Osl
46c
<〈φρενῶν:〉> γρ. χειρῶν. Hsl
46d
<〈φρενῶν θράσει:〉> ἀλογίστῳ τόλμῃ. Gsl
48a
<〈παρέστη:〉> ἐπλησίασεν ἡμῖν. Lm, Gsl
48b
<〈τέρμ':〉> τῆς ὁδοῦ. Lm, NHsl
49a
<〈στρατηγίσιν:〉> γρ. στρατηγοῖσι〈ν〉. Gm
49b
<〈πύλαις:〉> ταῖς τῶν σκηνῶν πύλαις. Lm, Ngsl
50a
<〈μαιμῶσαν:〉> γρ. καὶ διψῶσαν. LGm
50b
<μαιμῶσαν φόνου:> μαιμῶσα ἡ αἵματος διψῶσα καὶ ἐπι-
θυμοῦσα. Nm
50c
ὃ λέγομεν ἡμεῖς λαιμᾶν. Lsl
50d
διψῶσαν αἵματος. Om, FHGsl
50e
αἵματος ἐπιθυμοῦσαν. Nsl
51a
<〈ἐγώ σφ' ἀπείργω:〉> τὸ ἑξῆς· ἐγώ σφ' ἀπείργω τῆς ἀνη-
κέστου χαρᾶς, δυσφόρους γνώμας ἐμβαλοῦσα τοῖς ὄμμασιν. LVm
51b
<〈σφ':〉> σφε κυρίως ἀντὶ τοῦ ἡμᾶς. Gsl
51c
<〈δυσφόρους:〉> μανικάς. Fsl
52a
<τῆς ἀνηκέστου χαρᾶς:> χαράν φησι τὴν ἐπὶ τῷ δοκεῖν
τοὺς Ἕλληνας ἀνῃρῆσαι. ταύτης οὖν αὐτὸν τῆς ἀνηκέστου χαρᾶς
ἀπεῖρξα δυσφόρους γνώμας ἐμβαλοῦσα τοῖς ὄμμασιν. καλῶς δὲ εἶπε
<γνώμας·> οὐ γὰρ κλέψαι φησὶ τὴν ὄψιν ὥστε μὴ ὁρᾶν, ἀλλ' ἐπ' αὐ-
τῇ γνώμην δύσφορον ἐπιβαλεῖν ὡς οἴεσθαι ἰδεῖν τὰ μὴ ὄντα. τοῦτο δὲ
οὐ τῶν ὀφθαλμῶν ἁμάρτημα, ἀλλὰ πολὺ πρότερον τῆς διανοίας. LFO
NHVGMRm
52b
<〈ἀνηκέστου:〉> ἕνεκεν ἀνιάτου. Gsl
52c
ἕνεκα ἀθεραπεύτου, τῆς πολλῆς. FOsl
54a
<ἄδαστα:> ἀμέριστα, ἀδιαίρετα. πιθανὸν δὲ καὶ πρὸς τὸ πλῆ-
θος· ἐλάσσονα γὰρ εἰκός. LFNHVGMRm
54b
<〈ἄδαστα:〉> ἀμέριστα. FNHGsl
54c
<βουκόλων:> ἀπὸ τοῦ κυριωτέρου μέρους, τῶν βοῶν. ONsl
55
<〈ἔκειρε:〉> εἰργάσατο. Fsl
56a
<κύκλῳ ῥαχίζων:> κατὰ πάντα τόπον τῆς ἐπαύλεως σφά-
ζων καὶ διακόπτων. εἴρηκε δὲ <ῥαχίζων> διὰ τὸ τὴν πρώτην καὶ
μεγάλην διακοπὴν κατὰ ῥάχιν γίνεσθαι. ἐκ μεταφορᾶς καὶ τοὺς
μεγάλα κακουργοῦντας ῥαχιστάς φαμεν. LFONHGMRm
56b
<〈ῥαχίζων:〉> διακόπτων. Fsl
57a
<δισσοὺς Ἀτρείδας:> πιθανῶς τούτων τὰ ὀνόματα εἶ-
πεν· κατ' αὐτῶν γὰρ πλείων ἡ ἀγανάκτησις ὡς τῆς ἀδικίας προκαταρ-
ξαμένων. τὸ δὲ τοῦ Ὀδυσσέως ἐταμιεύσατο τῷ Αἴαντι, ἵνα καὶ μεῖ-
ζον εἴη τὸ πάθος, αὐτοῦ φανερῶς παραπαίοντος. κἀπειδὴ γελοῖον προ-
ελθόντα τὸν Αἴαντα μαινόμενον λέγειν καὶ παρενοχλεῖν τοῖς θεαταῖς,
εἰ προειρήκει πάντα ἡ Ἀθηνᾶ. LFONHGMRm
57b
<〈ἔχων:〉> γρ. παρών. Lm, Gsl
58
<〈ἐμπίπτων:〉> γρ. ἐμπεσών. Lm
59a
<ἐγὼ δὲ φοιτῶντ' ἄνδρα μανιάσιν νόσοις:>
ἤτοι μαινόμενον· φοῖτος γὰρ ἡ μανία. ἢ περιερχόμενον ἐν τοῖς ποι-
μνίοις διὰ τὴν μανίαν· λέγει γὰρ <μανιάσιν νόσοις.> ἢ ἀνα-
στρεφόμενον ἐν τῇ μανίᾳ. <ἢ μανιάσιν νόσοις> ἀντὶ τοῦ μεθ'
ὁρμῆς μεμηνότα. LFONHGMRm
59b
<〈φοιτῶντ':〉> μεθ' ὁρμῆς μεμηνότα. Lm
59c
μαινόμενον· φοίτη γὰρ ἡ μανία. FGsl
60
<〈εἰς ἕρκη κακά:〉> γρ. εἰς ἐρινῦν κακήν. Lm
61a
<〈κἄπειτ', ἐπειδὴ τοῦδ' ἐλώφησεν:〉> ἐπαύσατο. ἡ
μεταφορὰ ἀπὸ τῶν ὑποζυγίων τῶν ὑπὸ τὸν λόφον ἀναπαυομένων, ὅθεν
καὶ τὸ εὐλόφως φέρειν. LFOHGMRm, Nsl
61b
<〈ἐλώφησεν:〉> ἐπαύσατο. FOHGsl
62a
<τοὺς ζῶντας:> τοὺς ζῶντας τῶν βοῶν δηλονότι συνδήσας
ὡς αἰχμαλώτους ἄνδρας ἄγει καὶ τὰ λοιπὰ ποίμνια. πιθανὸν δὲ καὶ
τοῦτο προειρῆσθαι, ἵνα, ὅταν εἴπῃ ἡ Τέκμησσα περὶ τῶν κριῶν, προε-
πιστώμεθα τοῦτο. LFONHGMRm
62b
<〈τοὺς ζῶντας:〉> τὸ σχῆμα κατὰ γένος, ὡς τὸ <ψολόεν-
τος ἐχίδνης> (Nicandri Ther. 129). Hm
62c
<〈συνδήσας:〉> ἀπὸ βοϊκῶν λώρων. Fsl
66a
<δείξω δὲ καὶ σοὶ τήνδε:> πιθανὴ ἡ παρείσοδος τοῦ
Αἴαντος· οὕτω γὰρ μεῖζον γίνεται τὸ πάθος τῆς τραγῳδίας, τῶν θε-
ατῶν νῦν μὲν παραφρονοῦντα ὀλίγῳ δ' ὕστερον ἔμφρονα θεωμένων·
καὶ ἵνα ἰδὼν ὁ Ὀδυσσεὺς ἐξείπῃ τοῖς ἄλλοις Ἕλλησιν. οὕτω δὲ καὶ ἡ
εὔνοια τῆς Ἀθηνᾶς ἐνδείκνυται εἰς τὸν Ὀδυσσέα. LFONHVGMRm
66b
<〈περιφανῆ:〉> φανεράν. Gsl
66c
λαμπράν, διάδηλον. ONHsl
67a
<θροῇς:> εἴπῃς. OGsl
67b
λέγῃς. FHsl
69a
<〈τὸν ἄνδρ':〉> ἰδεῖν 〈λείπει〉. Hsl
69b
<〈ἀποστρόφους:〉> λείπει ποιήσασα. FGsl
72a
<ἀπευθύνοντα:> τιμωρίαν ἀπαιτοῦντα. Lm, NGsl
72b
<προσμολεῖν καλῶ:> πρόσω μολεῖν, τουτέστιν ἐξελθεῖν.
LFNMRm
73
<〈στεῖχε:〉> πορεύου. Nsl
74
<〈μηδαμῶς σφ' ἔξω κάλει:〉> παραιτεῖται ὁ Ὀδυσσεὺς
οὐχ ὡς κωμῳδοῦντος τοῦ ποιητοῦ δειλίαν τοῦ ἥρωος (οὕτω γὰρ 〈ἂν〉
ἀφαιρεθείη τὸ τῆς τραγῳδίας ἀξίωμα), ἀλλὰ τὸ εὐλαβὲς ἐνδείκνυται·
ἔμφρονος γὰρ ἦν τὸ τῷ μεμηνότι παραχωρεῖν. ὅρα γὰρ οἷον ἦν προσ-
ελθόντα ἐκεῖνον θεάσασθαι τὸν ἐχθρόν. LFONHVGMRm
75
<οὐ σῖγ' ἀνέξῃ:> ἐπιστρέφει ἡ Ἀθηνᾶ ὡς οὐδενὸς ἐσομένου
κακοῦ. LFONGMRm
77a
<τί μὴ γένηται:> τί μὴ γένηται φοβῇ; οὐχ ὁ αὐτὸς ἦν καὶ
πρότερον ἄνθρωπος; ἀλλ' οὐδὲν ὑμᾶς εἰργάσατο κακὸν ἡμῶν ἐπιμε-
λουμένων. LFONHVGMRm
77b
λείπει τὸ δέδοικας. Fsl
77c
φοβῇ 〈λείπει〉. Osl
77d
<〈ὅδ' ἦν:〉> φίλος λείπει. NHsl
78a
<〈τῷδε τἀνδρί:〉> δεικτικῶς ἀντὶ τοῦ ἐμοί, τῷ Ὀδυσσεῖ.
LGMRm, FNsl
78b
ἤγουν ἐμοί. OGsl
79
<οὐκοῦν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν:>
σκληρὸν μὲν τὸ λέγειν 〈ἥδιστον τὸ〉 ἐπεγγελᾶν τοῖς ἐχθροῖς, ἀλλὰ
θεός ἐστιν οὐκ εὐλαβουμένη τὸ νεμεσητόν. ἄλλως τε καὶ παροξύνουσα
τὸν Ὀδυσσέα τοῦτό φησιν. LFONHVGMRm
80
<ἐμοὶ μὲν ἀρκεῖ:> μέτριον διεφυλάχθη τὸ τοῦ Ὀδυσσέως
ἦθος διὰ τὸ μὴ ἐντρυφᾶν τοῖς κακοῖς. LFONHGMRm
81a
<〈ἄνδρα περιφανῶς:〉> τρίβραχυς. Lm
81b
<〈περιφανῶς:〉> διαδήλως, ἀληθῶς. NHsl
81c
<ὀκνεῖς:> ποιητικὸν ἀντὶ τοῦ φοβῇ· πυκνῶς γὰρ τίθησι τὸ ὀ-
κνεῖν ἐπὶ τοῦ φοβεῖσθαι. LFOHVGMRm
81d
φοβῇ. LNHGsl
82a
<φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην:> ἑκατέ-
ρῳ τὸ οἰκεῖον παράκειται καὶ οὐ χρὴ τὰ τοῦ Ὀδυσσέως φρονιμώτερα
οἴεσθαι τῶν τῆς Ἀθηνᾶς, ἀλλ' ἐκεῖνο σκοπεῖν, ὅτι ἡ μὲν μετὰ παρ-
ρησίας διαλέγεται ὡς θεός, ὁ δὲ ὑπεσταλμένως ὡς θνητὸς τὸν καιρὸν
ὁρᾷ, ὅτι ὁμόσε χωρῆσαι τῇ μανίᾳ τοῦ ἐχθροῦ οὐχ ἁρμόζει. φρονοῦντα
γὰρ αὐτὸν οὐκ ἂν ἐξέστην ἰδεῖν δι' εὐλάβειαν, τὸ δὲ νῦν ἐκστῆναι
οὐ τῷ Αἴαντι ἀλλὰ τῇ μανίᾳ παραχωρῶν. LFONHGMRm
82b
<〈ὄκνῳ:〉> φόβῳ. Nsl
82c
δειλίᾳ. Gsl
83
<ἀλλ' οὐδὲ νῦν σε:> Δίδυμος σημειοῦται τὴν φράσιν: <ἀλλ'
οὐδὲ νῦν σε μὴ παρόντ' ἴδῃ πέλας.> τὸ δὲ <μὴ ἢ>
παρέλκον ἢ σύνδεσμος ἀντὶ συνδέσμου, ἀντὶ τοῦ ὡς, ἵν' ᾖ· ὡς μὴ πλη-
σίον αὐτοῦ παρόντα. NHGMRm
85
<ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα:>
καίπερ δεδορκότα τὰ βλέφαρα αὐτοῦ σκοτώσω· ἢ καὶ βλέποντα τὰ
βλέφαρα αὐτοῦ ποιήσω μὴ δεδορκότα. LFONHGMRm
89a
<ὦ οὗτος, Αἴας:> διὰ τοῦ <οὗτος> καὶ τοῦ <Αἴας> δισσὴ
ἡ κλῆσις. LFONHVGMRm
89b
<〈δεύτερόν σε προσκαλῶ:〉> ἢ ὅτι καὶ πρότερον ἐκά-
λεσεν αὐτόν, ὅτε καὶ Ὀδυσσεύς φησι, <τί δρᾷς, Ἀθάνα·> ἢ ὡς
καὶ πρότερον, ὁπότε ἐδόκει συλλαμβάνειν αὐτῷ πρὸς τὴν ἀναίρεσιν.
LFONHVGMRm
90a
<τί βαιόν:> ἢ ὀλίγον ἢ ἀντὶ τοῦ οὐδὲ ὅλως. σύμμαχον δὲ αὐ-
τὴν νομίζει ὡς καὶ ἐν τοῖς ἑξῆς φησιν (v. 92)· <ὡς εὖ παρέστης.>
LFONHGMRm
90b
<〈τί βαιόν:〉> οὐδαμῶς, οὐδόλως. FHsl
90c
οὐδόλως, μικρόν. Gsl
90d
<〈ἐντρέπῃ τῆς συμμάχου:〉> ἐπιστροφὴν ποιῇ τῇ
συμμάχῳ. FNHsl
91a
ὦ <χαῖρ', Ἀθάνα:> ἐπέγνω μὲν τὴν Ἀθηνᾶν, τὰ δὲ ἑξῆς τοῦ
παραπαίοντος· οὕτω γὰρ ἂν προκόψειεν ἡ ὑπόθεσις. οὐ παντελῶς δὲ
αὐτοῦ ἀπώλετο τὸ ἡγεμονικόν, ἀλλ' ἡ μανία γέγονε περὶ τὸ λογιστι-
κόν· ἐμέμνητο μὲν γὰρ ὡς ἐχθροὺς ἀνελών, περὶ τὸ πρόσωπον δὲ ἐ-
σφάλλετο. ὅτι δὲ ποίμνια ἀνεῖλε καὶ ἐλογίζετο ἄνδρας ἀνῃρηκέναι
δῆλον ἐκ τοῦ εἰπεῖν· <τῆσδε τῆς ἄγρας χάριν>. LFONH
VGMRm
91b
<〈ὦ χαῖρ', Ἀθάνα:〉> ὑπερβατὸν κατὰ λέξιν. Osl
93
<〈λαφύροις:〉> δώροις. Gsl
95a
<〈ἔγχος:〉> ξίφος. Fsl
95b
τὸ δόρυ. Gsl
95c
<ἡ πρὸς> ἀντὶ τῆς ἐν. Fsl
96a
<κόμπος πάρεστι:> καύχημά μοι παραγίνεται καὶ ἔπαρ-
σις λέγοντι τἀληθῆ, ἀλλ' ὅμως οὐκ ἀπαρνοῦμαι τὸ μὴ οὐχὶ βάψαι τὸ
ξίφος εἰς τὸν στρατόν. LFOHVGMm, Osl
96b
ἔπαρσις. Hsl
97a
<〈ᾔχμασας:〉> ᾑμάτωσας. FHsl
97b
μετὰ αἰχμῆς ἐκίνησας. Gsl
98a
<οἵδ' ἀτιμάσουσιν ἔτι:> ἐὰν δασυνθῇ τὸ ΟΙΔ' ἔσται
ἐπὶ τῶν Ἀτρειδῶν, εἰ δὲ ψιλωθῇ, τὸ οἶδα ἀντὶ τοῦ ἐπίσταμαι. LFO
NHVm
98b
〈ΟΙΔ':〉 ἢ γινώσκω ἢ οἵδε καὶ οὗτοι. Fsl
98c
παρέλκον τὸ <ἔτι.> Hsl
99
<〈τὸ σόν:〉> λείπει τὸ ἔπος. Gsl
100
<τἄμ' ἀφαιρείσθων:> καλῶς τὰ ἐμὰ ἔφη, ἀντὶ τοῦ ἃ ἔδει
με λαβεῖν, οἷον ὧν ὡς ἰδίων ἀπεστερημένος. LFONGMRm
102
<ἦ πέφευγέ σε:> οὐχ ὡς διαστέλλουσά φησιν, ὡς ἂν εἴποι
τις ἔθανεν ἢ πέφευγέ σε, ἀλλὰ παροξύνουσα· φησὶ γὰρ πέφευγε δή
σε Ὀδυσσεύς. <ἄλλως·> κατὰ διαστολήν. LFONHGMRm
103a
<ἦ τοὐπίτριπτον:> τὸ ἐπιτρίψεως καὶ βλάβης ἄξιον.
καὶ ἔστιν αἰτιατικὴ ἀντὶ γενικῆς, ἀντίπτωσις. GMRm
103b
<ἦ τοὐπίτριπτον κίναδος>: τὸ ἐξῶλες θηρίον· <κί-
ναδος> γὰρ ἡ ἀλώπηξ. πάνυ δὲ κατατρέχει τοῦ Ὀδυσσέως ὡς ἐχθί-
στου. καὶ <κίναδος> σημαίνει ὁ πόρνος καὶ ὁ πανοῦργος. LONH
GMRm
103c
περὶ τῆς κινάδου, τῆς ἀξίας ἀφανισμοῦ. Gm
103d
<〈τοὐπίτριπτον:〉> τὸ ἐξῶλες θηρίον. Nsl
103e
<〈κίναδος:〉> τὸ θηρίον, ἡ ἀλώπηξ. OGsl
104a
<τὸν σὸν ἐνστάτην λέγω:> ἤτοι τὸν κατὰ πάντα ἐνι-
στάμενόν σοι· ἢ ἰδικῶς ἐπὶ τῆς κρίσεως μόνον, οἷον τὸν 〈σὸν〉 ἀντί-
δικον, τὸν ἀνθιστάμενόν σοι. κυρίως δὲ ἐνστάτης λέγεται ὁ ἐν τῇ ὁ-
δῷ ἀνθιστάμενός τινι· ὡς εἰ λέγοι τις τὸν Οἰδίποδα τοῦ Λαΐου ἐνστά-
την γεγενημένον. LFONVGMm
104b
<ἐνστάτην:> ἀντίδικον. ἐχθρόν. Hm, FOHsl
105a
<ἥδιστος, ὦ δέσποινα:> καθ' ἡδονήν μοι. <δεσμώ-
της> δὲ λέγεται καὶ αὐτὸς ὁ δέσμιος, ὡς ὁ δεσμώτης Προμηθεύς,
καὶ ὁ δεσμῶν, ὡς Κρατῖνος ἐν <Πυτίνῃ> ἐπὶ τῶν δεσμοφυλάκων
(Cratini frg. 189, CAF I. 71 Kock)·
ὄψει γὰρ αὐτὴν ἐντὸς οὐ πολλοῦ χρόνου
παρὰ τοῖσι δεσμώταισι καταπιττουμένην. LFOHVGMRm
105b
<〈ἥδιστος:〉> καθ' ἡδονὴν ἐμοί. Osl
105c
<〈ἔσω:〉> τῆς σκηνῆς. Hsl
108a
(= 108—110) <〈πρὶν ἂν .... θάνῃ:〉> ὑπερβατὸν κατὰ δια-
κοπὴν ἐννοίας. Hsl
108b
<ἑρκίου στέγης:> τοῦ περιφράγματος τῆς αὐλῆς. ἢ τῆς
τοῦ δώματος στέγης· ἑρκίον γὰρ τὸ δῶμα. τὸ δὲ ἑξῆς· πρὶν ἂν δεθεὶς
πρὸς κίονα μάστιγι νῶτα φοινιχθεὶς θάνῃ. LFONHVm, Gsl
108c
τοῦ περιφράγματος τῆς στέγης. Osl
109
<〈τί δῆτα:〉> διὰ μέσου ἀναγνωστέον τὸν στίχον. Fsl
110
<μάστιγι πρῶτον:> ἐντεῦθεν ἡ ἐπιγραφὴ τοῦ δράματος.
〈ὁ δὲ νοῦς·〉 οὐ πρότερον φονεύσω αὐτὸν πρὶν ἂν μαστίξω. LFHV
GMRm, Nsl
112a
<χαίρειν, Ἀθάνα, τἄλλ' ἐγώ ς' ἐφίεμαι:> τὸ
ἦθος τῆς ἀπαγγελίας ἀρχαῖον. ἔστι δὲ νῦν τὸ <χαίρειν> ἀντὶ τοῦ
χαρτῶς ἐμοὶ λέγειν. φησὶ δὲ ὡς κατὰ τὰ ἄλλα μὲν εἴκων τῇ θεῷ, τοῦτο
δὲ μόνον ἀντιβαίνων. ὑπεροπτικὸν δὲ τὸ ἦθος αὐτοῦ ἐντεῦθεν ἐνδεί-
κνυται ὁ ποιητής, ἐπεὶ πάνυ πρόσκειται ὁ ἀκροατὴς τῷ Αἴαντι διὰ
τὴν συμφορὰν καὶ μονονουχὶ χαλεπαίνει τῷ ποιητῇ, ἵνα δόξῃ ἀξιο-
παθεῖν ὁ Αἴας μὴ ὑποτεταγμένος τῇ δαίμονι. LFONHGMRm
112b
<ἐγώ ς' ἐφίεμαι:> ἐφίεμαί σε εἰς τὰ ἄλλα κελεύειν μοι καὶ
χαίρειν ὡς πειθομένου μου, εἰς τοῦτο δὲ μόνον οὐκ ἀκούσομαί σου.
LNHGMm
114
<〈ἥδε:〉> γρ. ὧ〈δε〉. Gsl
115a
<〈φείδου μηδέν:〉> μηδὲν παρεᾶσαι ὧν ἐννοεῖς. Fsl
115b
<〈ἐννοεῖς:〉> γρ. ἐννέπεις. Lm
118
<ὁρᾷς, Ὀδυσσεῦ:> παιδευτικὸς ὁ λόγος καὶ ἀποτρεπτικὸς
ἁμαρτημάτων· καὶ διὰ τοῦτο ἐπίτηδες καὶ τῷ Ὀδυσσεῖ καὶ τῷ θεατῇ
ὑπέδειξε τὸν Αἴαντα δηλῶν ὡς ὁ πρότερον φρόνιμος καὶ πρακτικὸς
νῦν ἐξέστη διὰ τὸ θεομαχῆσαι. καὶ τοῦτο δὲ Ὁμήρου παίδευμα, ὅτι,
ἐφ' οἷς αὐχοῦσί τινες, τούτων στεροῦνται παρὰ τῶν θεῶν, ὡς καὶ Θά-
μυρις τὴν μουσικὴν καὶ Νιόβη τῶν τέκνων. LFONHVGMRm
119
<〈προνούστερος:〉> προνοητικώτερος. OGsl
121
<〈ἐποικτίρω:〉> ἐλεῶ. Lsl
122a
<〈ἔμπας:〉> Ἴωνες ἔμπης φασίν, Ἀττικοὶ δὲ ἔμπας καὶ ἔμπα.
Lm
122b
ὅμως. FOGsl
122c
<〈δυσμενῆ:〉> ἐχθρόν. HGsl
124
<〈ἢ τοὐμὸν σκοπῶν:〉> οἷον ἀφορῶν εἰς τὸ τοῦ ἑτέρου
τὸ ἐμόν. Lm, Gsl
125a
<ὁρῶ γὰρ ἡμᾶς:> πρὸς τὸ Πινδαρικὸν (Pyth. VIII. 95f.)·
τί δέ τις, τί δ' οὔτις; σκιᾶς ὄναρ
ἄνθρωποι.
ἀντὶ τοῦ ἀνυπάρκτου τὸ ἀνυπαρκτότερον. ἐνταῦθα μέντοι ἐστὶν ὁ λό-
γος ἐγγυτέρω τῆς ἀληθείας ἤπερ τὸ Πινδαρικόν· ὁ μὲν γὰρ Πίνδαρος
ἐν τοῖς ἀσυστάτοις πεποίηται τὴν ὑπερβολήν, ὁ δὲ ἐν τοῖς φαινομέ-
νοις μὲν καὶ δοκοῦσιν οὐχ ὑπάρχουσι δὲ κατ' ἀλήθειαν. ὁ δὲ Ὅμηρος
δι' ἑνὸς αὐτάρκως τοῦτο δεδήλωκεν εἰπὼν (σ 130)·
οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. LFONHG
MRm
125b
<〈ὁρῶ γὰρ ἡμᾶς:〉> κατὰ πάντα κοινὰ τὰ ἀνθρώπινα. Lm,
Gsl
125c
γνώμη. HVGm
126
<〈εἴδωλ':〉> ἀπεικάσματα. LNsl
127a
<ὑπέρκοπον:> φασὶ τὸν Αἴαντα τρίτον ἠσεβηκέναι περὶ
τοὺς θεούς. πρῶτον μὲν ἐκβαλὼν τοῦ δίφρου τὴν Ἀθηνᾶν βουλομέ-
νην αὐτῷ συμμαχεῖν. δεύτερον τῷ ἀπαλεῖψαι τὴν γλαῦκα τὴν ἐγγε-
γραμμένην τῷ ὅπλῳ αὐτοῦ ἐξ ἔθους πατρῴου. τρίτον ὅτι οὐκ ἐπείσθη
τῷ πατρὶ συμβουλεύοντι πείθεσθαι τοῖς θεοῖς. LFNHGMRm
127b
〈τὸ ἑξῆς·〉 ὑπέρκοπον ὁρῶ τὸν Αἴαντα· ἢ μηδὲν ὑπέρκοπον εἰ-
πεῖν πρὸς τοὺς θεούς. Hm
127c
ἀντὶ ὑπέρκομπα. Lsl
129
<〈ἄρῃ:〉> ἐπάρῃς. Gsl
130
<〈χειρί:〉> δυνάμει. LOHGsl
131a
<〈ὡς ἡμέρα κλίνει:〉> ἡμέρα γὰρ μία ἐλαττοῖ καὶ πάλιν
αὔξει. Lm, Nsl
131b
ἐλαττοῖ καὶ ὑψοῖ. Gsl
131c
γνώμη. NHVGm
131d
<〈κλίνει:〉> ταπεινοῖ, ἐλαττοῖ. Fsl
131e
<〈κἀνάγει:〉> αὔξει. Fsl
132
<τοὺς δὲ σώφρονας:> τὸ συναγόμενον τοῦτό ἐστιν, ὅτι
δεῖ θεοφιλεῖς μόνον εἶναι τοὺς σώφρονας καὶ ἐπὶ ἄλλῳ μὴ ἀλαζονεύ-
εσθαι. LFNHm
133
<〈στυγοῦσι:〉> μισοῦσι. OGsl
134a
<Τελαμώνιε παῖ:> πιθανῶς αὐτῷ ὁ χορὸς ἐσκεύασται
ἀπὸ Σαλαμινίων ἀνδρῶν τοῦτο μὲν παρρησιαζομένων ὡς ἐλευθέρων
τοῦτο δὲ συμπαθῶς ἐχόντων ὡς πολιτῶν καὶ αἰδημόνως λαλούντων
ὡς ὑπηκόων· οὐ γὰρ πιθανὸν ἐξ Ἀχαιῶν εἰσάγειν καὶ διὰ τὸ μὴ ὄντως
συνάχθεσθαι καὶ διὰ τὸ μὴ προσκρούειν τῷ βασιλεῖ. τὸ δὲ τῶν αἰχμα-
λώτων κηδεμονικὸν μέν, ὡς Αἰσχύλος ἐν <Θρῄσσαις,> οὐ μὴν εὐ-
πρόσωπον· ὅρα γὰρ οἷον αἰχμαλώτους ἐπιτιμᾶν τῷ Μενελάῳ. πιθανὴ
δὲ καὶ ἡ εἴσοδος· ἀκούσας γὰρ ὁ Ὀδυσσεὺς παρὰ τῆς Ἀθηνᾶς (66—7)·
δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον
ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς·
καὶ μαθὼν τὸ σαφὲς δεδήλωκε τοῖς Ἀχαιοῖς. ταύτης οὖν τῆς φήμης
ἀκούσαντες οἱ Σαλαμίνιοι παραγεγόνασι μηδέπω ὑπὸ τῆς εὐνοίας
πεπεισμένοι ὡς αὐτὸς εἴη ὁ πράξας, ἀλλ' ἀπιστοῦντες ὡς ὑπὸ ἐχθροῦ
πεπλάσθαι οἰόμενοι. LFONHGMRm
134b
ὁ χορὸς Σαλαμίνιος ἦν, ὅθεν καὶ ὁ Αἴας ἦν. ὑποχωρησάντων
〈δὲ〉 τῶν τριῶν, Ἀθηνᾶς, Ὀδυσσέως καὶ Αἴαντος, τοῦτό φησιν ὁ χο-
ρὸς πρὸς ἀλλήλους. Om
135
<Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου:> ἀντὶ τοῦ
θεμέλιον, ἕδρασμα. ἤτοι δι' ὃν ἵσταται ἡ Σαλαμίς. οὐ πάντως δὲ αἱ
ἀγχίαλοι καὶ ἀμφίαλοί εἰσιν· οἵα ἐστὶ καὶ ἡ Ἀλεξάνδρεια, ἀγχίαλος
μὲν οὐκ ἀμφίαλος δέ. αἱ δὲ νῆσοι καὶ ἀγχίαλοι καὶ ἀμφίαλοί εἰσιν.
LHVGMRm
136a
<σὲ μὲν εὖ πράττοντ':> ἀντὶ τοῦ σοῦ μὲν εὖ πράσσοντος.
ἢ οὕτω· εἰς σὲ μὲν εὖ πράττοντα ἐπιχαίρω, ἵνα λείπῃ ἡ εἰς. ὁ δὲ νοῦς·
σοῦ μὲν εὖ πράσσοντος ἐν χαρᾷ ἐσμεν καὶ τὸ ἀνάπαλιν ὁμοίως. τὸ δὲ
ὅλον, οἷον· <ἐν σοὶ ἐσμέν> (Soph. OR 314). τὰ δὲ πράγματα νῦν
τοῦ Αἴαντος φαῦλά ἐστι καὶ οὐκ ἐνεχώρει αὐτοῦ διηγήσασθαι τὰ ἀν-
δραγαθήματα. LONHGMRm
136b
<〈σέ:>〉 ἀντὶ τοῦ σοῦ, ἀντίπτωσις. FGsl
136c
<〈ἐπιχαίρω:〉> ἀντὶ συγχαίρω. Lsl
137a
<〈σὲ δ' ὅταν πληγὴ Διός:〉> πιθανῶς οὐκ ἐλέγχει τὸν
βασιλέα ὡς ἡμαρτηκότα, ἀλλὰ τὴν δυσπραξίαν παρέλαβεν ὡς ἀπὸ
τῆς εἱμαρμένης. LONHVGMRm
137b
<〈ζαμενής:〉> δυσμενής. Lsl
137c
ἄγαν ὀργίλος. NHGsl
137d
ἄγαν μανικός. Fsl
138a
<〈λόγος ἐκ Δαναῶν:〉> πάνυ εὖνοι ὄντες καὶ ἀπιστοῦσι
καὶ ὑπολαμβάνουσιν αὐτὸν ὑπὸ τοῦ ἐχθροῦ σεσυκοφαντῆσθαι. LO
HGMRm
138b
<κακόθρους ἐπιβῇ:> ἀπὸ κοινοῦ τὸ <ἐπιβῇ·> εἰς σὲ δὲ
ὅταν νόσος ἐπιβῇ. <κακόθρους> δὲ οἷόν ἐστι καὶ τὸ ἑξῆς· <τοι-
ούσδε λόγους ψιθύρους> (148), ἀντὶ τοῦ διαβόλους. LO
NHGMRm
138c
<〈ἐπιβῇ:〉> ἀπὸ κοινοῦ. Nsl
139a
〈<μέγαν ὄκνον ἔχω:〉> ἐν δέει καθέστηκα, ὅταν ᾖ τι
τοιοῦτο περὶ σέ. LOHGMRm
139b
<〈ὄκνον:〉> δειλίαν, φόβον. FOHGsl
140
<〈πτηνῆς ὡς ὄμμα πελείας:〉> ἐπεὶ περιδεὲς τὸ ζῷ-
ον. <ὄμμα δὲ πελείας> περιφραστικῶς ἡ πέλεια. LGMRm,
Nsl
141a
<ὡς καὶ τῆς νῦν φθιμένης:> ὡς καὶ τῆς παρελθού-
σης νυκτὸς ἐν φόβῳ γεγόναμεν ἐπὶ τῇ δυσκλείᾳ. LONHVGMRm
141b
παρελθούσης. FOHGsl
143a
<σὲ τὸν ἱππομανῆ:> τινὲς τὸν μεγάλως μαινόμενον ἐξε-
δέξαντο (τὸ γὰρ ἵππος ἐπὶ μεγάλου τάσσεται, ὡς ἱπποσέλινον καὶ
ἱππογνώμονα τὸν μεγαλογνώμονα), ἀλλ' οὐκ ἐπίστευσεν ὁ χορὸς ὅτι
ἐμαίνετο ὁ Αἴας· ἔνιοι δὲ τὸν ἐπὶ ἵπποις μαινόμενον καὶ ἱππικόν, ἀλλ'
οἱ νησιῶται οὐχ ἱππομανοῦσιν οὐδὲ ἱππήλατοί εἰσιν αἱ νῆσοι. τὸ <ἱπ-
πομανῆ> τοίνυν πρὸς τὸ <λειμῶνα> ἐκληπτέον, οἷον τὸν εὐανθῆ,
ἐφ' ᾧ ἵπποι μαίνονται· ἢ τὸν ἄγαν μεμηνότα καὶ ἀνθοῦντα καὶ ἐξυβρί-
ζοντα τῇ χλόῃ διὰ τὸ πλῆθος· 〈οὕτω Πῖος.〉 <καὶ ἄλλως· ἱπ-
πομανῆ> αὐτὸν λέγει τὸν Αἴαντα ὡς μεγάλως μαινόμενον ἀπὸ μετα-
φορᾶς τῶν ἵππων (ἡ γὰρ τῶν ἵππων μανία χαλεπωτέρα ἐστὶν) ἢ ἐπὶ
ἵπποις μαινόμενον. LFONHVGMRm
143b
τὸν ἱππικόν· ἢ εἰς τὸ <λειμῶνα,> ἐν ᾧ μαίνονται οἱ ἵπποι. Gsl
143c
μεγαλομανῆ. LNsl
146a
<〈λοιπή:〉> γρ. κοινή· γρ. κλοπή. καταλελειμμένη, ἀμέριστος.
Gsl
146b
κοινή. FONsl
147a
<〈αἴθωνι:〉> λαμπρῷ ἢ διαπύρῳ. LHGsl
147b
λαμπρῷ, τμητικῷ, μέλανι. Osl
147c
καυστικῷ. Fsl
148a
<τοιούσδε λόγους ψιθύρους:> ὁ νοῦς· οὐδὲν ἐχυ-
ρὸν εἰδὼς ὁ Ὀδυσσεὺς πλάττεται ψευδεῖς λόγους, ἀκούσας μόνον
ὡς εἴης ὀφθεὶς σὺν νεορράντῳ ξίφει. καλῶς δὲ καὶ τὸ <ψιθύρους
λόγους,> ὡς διὰ πανουργίαν ἀδεῶς οὐ λέγοντος, ἀλλὰ πρὸς ἕνα
ἕκαστον ἐξαπατῶντος λάθρᾳ. LFHm, Osl
148b
οὐχ ὡς πιστεύων ταῦτα λέγει, ἀλλ' ὡς ὑπὸ Ὀδυσσέως δολερῶς
λεγόμενα. GMRm
148c
λαθραίους Osl
148d
κρυφίους. FHsl
148e
δολίους, κρυφίους, διαβόλους. Gsl
148f
<〈πλάσσων:〉> κινῶν. Hsl
150
<περὶ γὰρ σοῦ:> ὅτι ἐν ἀτυχίᾳ καθέστηκας τῆς ἥττης χάριν
ἢ ἐπεὶ μέγας εἶ εἶχε τὸν φθόνον συμπράττοντα. LFNHGMRm, Osl
153
<〈καθυβρίζων:〉> χαίρων, ἐπεγγελῶν. FOHGsl
154a
<τῶν γὰρ μεγάλων ψυχῶν ἱείς:> τροπικῶς ὡς ἐπὶ
τῶν τοξευόντων κατὰ μεγάλου σώματος, οἷον οὐχ ἁμαρτάνουσιν. πι-
στὰ οὖν τοῖς ἀκούουσι τὰ κατὰ τῶν μεγάλων διὰ τὸν φθόνον λεγόμενα.
καὶ Πίνδαρος (Nem. VIII. 21f.)·
ὄψον δὲ λόγοι φθονεροῖσιν·
ἅπτεται δ' ἐσλῶν 〈ἀεί〉, χειρόνεσσι δ' οὐκ ἐρίζει. LFONHVGMRm
154b
<ἱείς:> ἀντὶ τοῦ ἀφιείς, τοξεύων. ἀπὸ κοινοῦ δὲ τὸ <τίς.> ὁ δὲ
νοῦς· κατὰ μὲν τῶν μεγάλων ψυχῶν ἱείς τις οὐκ ἂν ἁμάρτοι, οἷον το-
ξεύων τις κατὰ μεγάλων οὐκ ἂν ἀποτύχοι· κατ' ἐμοῦ δὲ ἱείς τις οὐκ ἂν
πείθοι τὸν ἀκούοντα. LFNHVGMRm
154c
γνώμη. OHVm
154d
ὡραῖον. NGm
155a
<κατὰ δ' ἄν τις ἐμοῦ:> κατ' ἐμοῦ τοῦ δημοτικοῦ καὶ εὐ-
τελοῦς. LHm, NGsl
155b
<〈κατὰ δ' ἄν ....... πείθοι:〉> ὑπερβατὸν κατὰ λέξιν καὶ
κατὰ δια〈κοπὴν ἐννοίας〉. Osl
157a
<〈τὸν ἔχονθ':〉> λείπει τὸ εὖ, 〈ἵν' ᾖ〉 πρὸς τὸν εὖ ἔχοντα. Lm
157b
γνώμη. λείπει τὸ εὖ. ἢ τὸν δυνάμενον· πρὸς γὰρ τοὺς ἐνδόξους
καὶ ἔχοντας εὖ ὁ φθόνος ἕρπει. Gm
157c
γνώμη. FNVm
158
<καίτοι σμικροὶ μεγάλων χωρίς:> πάνυ αἰδημό-
νως ὁ χορὸς ἐξελέγχων τὴν ἀδικίαν τῶν Ἑλλήνων οὐ τοῦτο ἄντικρυς
ποιεῖ, ἀλλὰ ψιλῶς γνωμολογεῖ. βούλεται γὰρ ἐπιτιμᾶν, ὅτι κακῶς πράτ-
τουσι καθαιροῦντες τὸν Αἴαντα καὶ ἑαυτοῖς ἀσυμφόρως· φησὶ γὰρ ὅτι
ἀσθενὴς φυλακὴ τοῖς μικροῖς χωρὶς τῶν μεγάλων. τοῦτο δὲ τείνει καὶ
ἐπὶ τὸν Αἴαντα, ὅτι δεηθήσονται αὐτοῦ. LONHGMRm
159a
<〈σφαλερὸν ... ῥῦμα:>〉 ἀντὶ τοῦ ἀσθενὴς φυλακή. Lm,
Nsl
159b
ἀσθενές, ἐπικίνδυνον. Gsl
159c
σαθρόν. Osl
159d
<〈πύργου:〉> πόλεως. LHsl
159e
<〈ῥῦμα:〉> φύλαγμα. FOHsl
160a
γνώμη. OHVm
160b
<〈ἄριστ' ἄν:〉> γρ. ἄριστ' ἂν δράσαι. Gsl
161a
<καὶ μέγας ὀρθοῖθ' ὑπὸ μικροτέρων:> οὐκ
ἔστιν ἐναντίος ὁ λόγος, ἀλλὰ καὶ αὔξησιν ἔχει. εἰ γὰρ ὁ μέγας ὑπὸ τοῦ
ἐλάττονος διασῴζεται, πόσῳ μᾶλλον τῶν μειζόνων ἔχεσθαι χρή.
κοινωνικὸς δὲ ὁ λόγος καὶ φιλάνθρωπος. καὶ Ὅμηρος (Ν 237)·
συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν. LO
NHVGMRm
161b
<〈ὀρθοῖθ':〉> ἀπὸ κοινοῦ. Lm
161c
βοηθ〈οῖτο〉. Gsl
162a
γνώμη. OHVm
162b
<〈τοὺς ἀνοήτους:〉> τοὺς Ἕλληνας. LFOsl
164a
<〈ὑπὸ τοιούτων:〉> ἀνοήτων καὶ φθονερῶν καὶ διαθρεῖν
τὰ τοιαῦτα ἀνεπιστημόνων. κἀνθάδε τὸ <θορυβῇ> σύμφωνόν ἐστι
τῷ (148)·
τοιούσδε λόγους ψιθύρους πλάσσων.
μέχρι γὰρ νῦν ἐν λόγοις ἐστὶν ἡ ἀδικία καὶ θορύβῳ τῷ ἀπὸ τῆς βλα-
σφημίας. LONHGRm
164b
ἀνοήτων. FOsl
166a
<〈ἀπαλέξασθαι:〉> ἀντὶ τοῦ ἀντιτάξασθαι. Lm, Nsl
166b
ἀντιστῆναι ἢ βοηθῆσαι. FHGsl
168
<παταγοῦσιν ἅτε πτηνῶν ἀγέλαι:> ὡς πτηνῶν
ἀγέλαι παταγοῦντες. θηλυκῷ τῷ <ἀγέλαι> ἐπήγαγεν ἀρσενικὴν με-
τοχήν, τὴν <ὑποδείσαντες,> πρὸς τὸ νοητόν. ἐν γὰρ ταῖς ἀγέ-
λαις εἰσὶ καὶ ἄρσενες καὶ θήλειαι. ὑφ' ἓν δὲ ἀναγνωστέον. ὁ δὲ νοῦς·
διὰ τοῦτο κομπάζουσι σοῦ ἀφανοῦς ὄντος ὡς πτηνῶν ἀγέλαι πατα-
γοῦντες. καὶ τοῦτο εἰς τὸν κενὸν ψόφον. LFONHGm
169
<〈αἰγυπιόν:〉> ἀετόν. FOGsl
172a
<Ταυροπόλα:> ἤτοι ἡ ἐν Ταύροις τῆς Σκυθίας τιμωμένη·
ἢ ἀπὸ μέρους, τῶν ποιμνίων ἡ προστάτις· ἢ ὅτι ἡ αὐτὴ τῇ σελήνῃ
ἐστὶν καὶ ἐποχεῖται ταύροις, ἣν καὶ ταυρωπὸν ὀνομάζουσιν· τοὺς πολ-
λοὺς γὰρ τῶν μαινομένων ἐκ σελήνης νοσεῖν ὑποτίθενται διὰ τὸ τῶν
νυκτερινῶν δεσπόζειν αὐτὴν φασμάτων. τὸ δὲ ἑξῆς· ἦ ῥά σε ταυ-
ροπόλα ὥρμησεν ἐπὶ βοῦς ἀγελαίας. <καὶ ἄλλως·> τὴν μὲν ἀναίρε-
σιν τῶν ποιμνίων ὁ χορὸς πιστεύει ὑπὸ Αἴαντος γεγενῆσθαι, οὐκ ἐξ
ἰδίας δὲ προνοίας. LFONHVGMRm
172b
εἰς τὸν Ταῦρον τὸ ὄρος ἀναστρεφομένη ἢ ἐν τοῖς Ταύροις τῆς
Σκυθίας τιμωμένη. Osl
173a
<ὦ μεγάλα φάτις:> ὁ χορὸς οὐδέπω πεπιστευκὼς ὅτι ὁ
Αἴας τὰ τεθρυλημένα διεπράξατο, ἀλλ' οἰόμενος ἔκ τινος ὀργῆς θεῶν
ταύτην τὴν φήμην γεγενῆσθαι, ποιεῖται πρὸς τὴν φήμην τὸν λόγον.
ἔστι δὲ διὰ μέσου ἡ ἀναφώνησις· ὦ θαυμαστὴ φήμη, ἥτις ἐγέννησάς
μοι ταύτην τὴν αἰσχύνην· κακὴ γὰρ φήμη ὑπῆρξεν αὕτη περὶ τοῦ Αἴ-
αντος. LFONHGMRm
173b
προαναφώνησις διὰ μέσου. Fsl
173c
θαυμαστὴ φήμη. OHVGsl
175
<πανδάμους:> ἢ τὰς παντὸς τοῦ δήμου ἢ τὰς συνηγμένας.
LFm, Nsl
176a
<ἤ πού τινος νίκας:> ἢ διὰ χάριν τινὸς νίκης. <ἀκάρ-
πωτον> δὲ ἧς καὶ καρποὺς οὐκ ἐδέξατο. Lsl, NHVm
176b
<ἤ πού τινος νίκας:> οἴονται ἐκ τούτων αὐτὸν ἐμμανῆ
εἶναι. ἆρα οὖν, φησί, χαριζομένη σοι τὸ νικᾶν καρπὸν καὶ ἀπαρχὰς
οὐκ ἐδέξατο τῆς νίκης; ἢ ἀπὸ κυνηγεσίων δῶρα οὐ λαβοῦσα ταῦτα
ἐπήγαγεν; ὡς καὶ Ὅμηρος ἐπιλελησμένους τινάς φησι καὶ δίκην πα-
ρέχοντας τῆς λήθης. LFONHVGMRm
176c
<〈δίκας:〉> γρ. νίκας. Gsl
178
ἀπὸ κοινοῦ τὸ <ψευσθεῖσα.> Lm
179a
<ἢ χαλκοθώραξ ἤ τιν' Ἐνυάλιος:> διαστέλλει
τὸν Ἄρεα ἀπὸ τοῦ Ἐνυαλίου ὡς ἕτερον δαίμονα ὑπουργὸν τοῦ μεί-
ζονος θεοῦ. καὶ δῆλον ἐκ τῶν συνδέσμων· δηλοῦται γὰρ ὁ Ἄρης ἐκ
τοῦ <χαλκοθώραξ.> 〈ὁ δὲ νοῦς·〉 ἢ καὶ ὁ Ἄρης μεμφόμενός σοι,
ὡς ἀπαρχὰς 〈δορὸς〉 οὐ λαβών, ἐτίσατό σε τῆς λώβης, τῆς εἰς αὐτὸν
γεγενημένης λήθης; πιθανῶς δὲ πλείονας αἰτίας τιθέασιν ἀποροῦν-
τες· οἱ γὰρ στοχαζόμενοι οὐ καθ' ἓν ἵστανται. LFONHGMRm
179b
<〈χαλκοθώραξ:〉> ὁ Ἄρης. OHGsl
181a
<〈ξυνοῦ:〉> κοινοῦ. OHsl
181b
<〈ἐννυχίοις μαχαναῖς:〉> ἐτίσατό σε ἐννυχίοις μη-
χαναῖς, ἐπὶ ταύτης τῆς νυκτός. LFONHGMRm
182
<〈λώβαν:〉> ὕβριν, μανίαν. FOHsl
183a
<οὔ ποτε γὰρ φρενόθεν:> τοῦτο πρὸς τὸν Αἴαντα οὐ
πρὸς τὴν φήμην λέγει. LHm, Gsl
183b
<οὔ ποτε γὰρ φρενόθεν:> οὐ γὰρ ἐπὶ τοσοῦτον ἀφρο-
νεῖς ὡς ἄνευ αἰτίας θεῶν ἐμπεσεῖν τοῖς ποιμνίοις. ἀριστερὰ δὲ τὰ μω-
ρὰ οἱ παλαιοὶ ἐκάλουν, δεξιὰ δὲ τὰ συνετά. LFNHGMm
183c
<〈ἀριστερά:〉> μωρά. FONGsl
186a
<ἥκοι γὰρ ἂν θεία νόσος:> ἔοικε γὰρ εἶναι θεία νό-
σος. <θεία> δὲ ἡ ἐκ θεοῦ κατασκήψασα εἰς αὐτόν. τὴν δὲ νόσον αὐτοῦ
φήμην Ἀργείων ὠνόμασεν. LNHGMm
186b
<〈ἥκοι:〉> ἔοικε. Gm, FOsl
188a
<εἰ δ' ὑποβαλλόμενοι:> πειθόμενοι ἢ ὑποβλήτως λέ-
γοντες ἢ ἰδιοποιησάμενοι. εἰ δὲ οὐκ ἔστιν ἀληθῆ ταῦτα, ἀλλὰ πεπλα-
σμένα ὑπὸ τοῦ βασιλέως ἢ Ὀδυσσέως ..... LONHGMm
188b
μηχανώμενοι, ὑποσπείροντες. HGsl
189
<〈κλέπτουσι:〉> ὑποσπείρουσι. LNHGsl
190a
<〈τᾶς ἀσώτου:〉> τῆς ἐξώλους καὶ σῴζεσθαι μὴ δυναμένης.
LGm, Nsl
190b
ἢ <τᾶς ἀσώτου Σισυφιδᾶν:> γράφε καὶ Σισυφίδα.
λέγεται δὲ ἡ Ἀντίκλεια, ἀποστελλομένη ἀπὸ Ἀρκαδίας ἐπὶ Ἰθάκην
πρὸς Λαέρτην ἐπὶ γάμον, κατὰ τὴν ὁδὸν Σισύφῳ συνελθεῖν, ἐξ οὗ
ἦν φύσει Ὀδυσσεύς. LONHVGMm
190c
Σίσυφος Κορίνθου βασιλεύς, πανοῦργος ἀνήρ, περὶ οὗ φησιν
Ὅμηρος (Ζ 153).
ὃς κέρδιστος γένετ' ἀνδρῶν·
ὅστις ὑπὸ τοὺς ὄνυχας καὶ τὰς ὁπλὰς τῶν ζῴων ἑαυτοῦ μονογράμμα-
τον ἔγραψε τὸ ὄνομα αὑτοῦ. Αὐτόλυκος δὲ κατ' ἐκεῖνο καιροῦ (τ
395—6)·
ἐκέκαστο
κλεπτοσύνῃ θ' ὅρκῳ τε·
καὶ τὰ κλεπτόμενα παρ' αὐτοῦ τὴν μορφὴν ἤλλασσεν. κλέψας οὖν καὶ
Σισύφου θρέμματα καὶ μεταβαλών, ὅμως οὐκ ἔλαθε τὸν Σίσυφον· ἐπέ-
γνω γὰρ αὐτὰ διὰ τῶν μονογραμμάτων. ἐπὶ τούτοις δὲ ἐξευμενιζόμενος
τὸν Σίσυφον ἐξένισεν αὐτὸν καὶ τὴν θυγατέρα αὑτοῦ Ἀντίκλειαν συγ-
κατέκλινεν αὐτῷ· καὶ ἔγκυον ἐξ αὐτοῦ γενομένην τὴν παῖδα συνῴ-
κισε Λαέρτῃ, δι' ὃ Σισύφου ὁ Ὀδυσσεύς. LONHVGMm
190d
τὸν Ὀδυσσέα Σισύφου συνήθως φησὶ Σοφοκλῆς. καὶ ἐν <Συν-
δείπνῳ> (frg. 142 N2 = Frg. 567 Pearson)·
ὦ πάντα πράσσων, ὡς ὁ Σίσυφος πολὺς
ἔνδηλος ἐν σοὶ πάντα χὠ μητρὸς πατήρ.
καὶ Αἰσχύλος ἐν <Ὅπλων Κρίσει> (frg. 175 N2).
ἀλλ' Ἀντικλείας ἆσσον ἦλθε Σίσυφος,
τῆς σῆς λέγω τοι μητρός, ἥ ς' ἐγείνατο.
καὶ Εὐριπίδης ἐν <Κύκλωπι> (102—4)·
〈ΣΙΛ.〉 χαῖρ', ὦ ξέν'· ὅστις δ' εἶ φράσον πάτραν τε σήν.
〈ΟΔ.〉 Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.
〈ΣΙΛ.〉 οἶδ' ἄνδρα κρόταλον δριμὺ Σισύφου γόνον.
φαίνεται δὲ τὸ κακόηθες αὐτοῦ καὶ διὰ τῆς γενέσεως. LFOHGm
191a
<μὴ μή μ', ἄναξ:> τὸ πλῆρες· μὴ μή μοι. ὁ δὲ νοῦς· εἰ δὲ
πλάσσουσι ταῦτα καὶ οὐκ ἀληθείᾳ σὺ ἔδρασας μηκέτι κρυπτόμενος ἐν
ταῖς ἐφάλοις κλισίαις κακὴν φάτιν ἄρῃς καὶ περιποιήσῃ, ἀλλὰ προελ-
θὼν δεῖξον ψευδῆ τὰ λογοποιούμενα. LFOHGMRm
191b
τὸ πλῆρες· 〈μὴ〉 μή μοι. Lm
192
<〈κλισίαις:〉> σκηναῖς. Gsl
193
<〈ἄρῃ:〉> ἐπάρῃς, αὐξήσῃς ἀπὸ σοῦ. LHsl
194a
<ἀλλ' ἄνα ἐξ ἑδράνων:> ἀλλ' ἀνάστα ἐκ τῶν θρόνων,
ὅπου πολὺν χρόνον σεαυτὸν ἐπεστήριξας τὴν ἐκ τοῦ οὐρανοῦ πεμ-
φθεῖσαν ἄτην αὔξων καὶ οἷον ἐμπυρούμενος ὑπὸ τοῦ πάθους καὶ ἐν
ἀγωνίᾳ πολλῇ ὤν. LFONHGMRm
194b
<〈ἀλλ' ἄνα:〉> ἀλλ' ἀνάστηθι. FOVsl
194c
ἀνάστα. HVGsl
194d
<ὅπου μακραίωνι / στηρίζῃ:> ὅπου στηρίζῃ μα-
κραίωνι σχολῇ, ὅ ἐστι πολυχρονίῳ, βραδὺν τὸν ἀγῶνα ἐμποιούσῃ
σοι. μακραίων δὲ αὐτοῖς δοκεῖ διὰ τὴν εὔνοιαν. LFNHGm
195a
<〈ἀγωνίῳ σχολᾷ:〉> σχολῇ ἐπὶ φόβῳ βραδυτῆτος. Gm
195b
ἐπιφόβῳ βραδυτῆτι. HGsl
195c
<〈ἀγωνίῳ:>〉 τῇ ἡμῖν ἐμποιούσῃ φόβον. Gm
195d
τῇ 〈ἐπι〉φόβῳ, τῇ πολεμικῇ. Osl
196a
<ἄταν οὐρανίαν:> ἀντὶ μετέωρον, μεγάλην. <φλέγων>
δέ, ζωπυρῶν, ἀνεγείρων. Lm
196b
<〈φλέγων:〉> αὔξων, ἀναζωπυρῶν. λείπει τό· ὡς πῦρ. Hsl
197a
<ἐχθρῶν δ' ὕβρις:> ἡ δὲ τῶν ἐχθρῶν ὕβρις τῶν ταῦτα ἐπὶ
σοὶ λεγόντων οὕτω μᾶλλον ἄφοβός ἐστι καὶ…
σε…
197b
<〈…
The complete text is available when the reading interface loads.