The Greek Library Author

Scholia In Sophoclem

Scholia in Sophoclem (scholia vetera)

Scientific editors
Petrus N. Papageorgius
Edition reference
Scholia in Sophoclis tragoedias vetera · Leipzig · Teubner · 1888
CTS identifier
urn:cts:greekLit:tlg5037.tlg004.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

EΙΣ ΑΙΑΝΤΑ.

πάρεστιν Ὀδυσσεὺς ἐπὶ τὴν σκηνὴν ἀγωνιῶν καὶ L fol. 1a πολυπραγμονῶν μή τι ἀπὸ ἐχθροῦ πάθῃ· πάντα δὲ τὰ τῆς ὑποθέσεως συνεκτικῶς ἐδήλωσεν ἐν τῷ προοιμίῳ, πρὸς τίνα ὁ λόγος καὶ ποῦ ἡ σκηνὴ καὶ τί πράττει Ὀδυσσεύς, ἐν δὲ τῷ πεῖράν τινα ἤδη ἴχνος τι κατέθετο τῆς ὑποθέσεως ὡς περὶ ἐχθρὸν ἥκει· δεῖ δὲ τὰ τῆς ὑποθέσεως συνεκτικὰ εἶναι ἐν ἀρχῇ.

1 ἀεὶ ὁρῶ σε, Ὀδυσσεῦ, πείρᾳ καὶ δόλῳ μετιόντα τοὺς ἐχθρούς· πεῖρα γὰρ ἡ βλάβη ὡς καὶ ἐν Δανάῃ οὐκ οἶδα τὴν σὴν πεῖραν· ἓν δʼ ἐπίσταμαι, τοῦ παιδὸς ὄντος τοῦδʼ ἐγὼ διόλλυμαῖ· τὸ δὲ ἀεὶ εἶπεν ἀναφέρουσα εἰς ἐκεῖνο, ὅτι καὶ μετὰ Διομήδους κατάσκοπος γενόμενος ἐπὶ τοὺς Τρῶας οὐκ ἔλαθεν αὐτὴν ὡς αὐτὸς μαρτυρῶν φησι κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι οὐδέ σε λήθω· δυσχεραίνει δὲ ἡ Ἀθηνᾶ τῷ Αἴαντι ὅτι ἀπώσατο τὴν συμμαχίαν αὐτῆς. εἰς τὸ αὐτό: ἀεὶ ὁρῶ σε, Ὀδυσσεῦ, 7 περὶ] ἐπὶ Elmsleius. — 11 Nauckii trag. Graec. fragm. 169. — 16 Hom. ll. κ 278. μευ] μοι Laurentianus (═ L). — 18 δυσχεραίνει δὲ κ. ἑ.] cf. schol. v. 127. τὴν παρὰ τῶν ἐχθρῶν σοι γινομένην βλάβην ζητοῦντα προυφαρπάσαι οἷον εἰ ἐπιβουλεύει σοί τις σπουδάζεις τὴν ἐπιβουλὴν τὴν κατὰ σοῦ γινομένην αὐτῷ τῷ ἐπιβουλεύσαντι βλαβερὰν γενέσθαι· ἐκ μεταφορᾶς τῶν κυνηγῶν οἳ τὰ μικρὰ θηρία φονεύουσι προφυλαττόμενοι τὴν ἐξ αὐτῶν ἐσομένην βλάβην· πεῖρα δὲ Ἀττικῶς δόλος καὶ τέχνη ὅθεν καὶ πειραταὶ οἱ κατὰ θάλατταν κακοῦργοι.

Λαρτίου κτητικὸν ἀντὶ κυρίου.

2 πεῖραν δόλον.

ἐχθρῶν λείπει ἡ κατά.

τὸ θηρώμενον ἐπήνεγκεν καὶ τὰ ἄλλα μεταφορικῶς καὶ τὸ νεοχάρακτα εὐφυῶς· ὁπόταν γὰρ νεωστὶ αἱ ἀποχαράξεις τῶν ζῴων γένωνται μᾶλλον ἐπακολουθοῦσιν οἱ κυνηγέται πρὶν ὑπὸ ἀνέμου ἀφανισθῇ ἡ ὀδμή.

5 μετρούμενον ἴχνη ἀνιχνεύοντα.

ἀριθμοῦντα, ζητοῦντα.

ἀκολουθοῦντα τὰ ἴχνη τὰ ἐκείνου νεοχάρακτα, νεωστὶ κεχαραγμένα· προσοχὴν δὲ ἐργάζεται τῷ ἀκροατῇ περὶ τῶν δηλωθησομένων.

7 εὖ δέ σ᾿ ἐκφέρει: ἐπάγεταί σε ἡ βάδισις Αἴαντος δίκην κυνὸς εὐοσφρήτου ἀπὸ τοῦ ἴχνους ζητοῦντα εἰ ἔνδον γέγονεν ὁ Αἴας· προέλκονται γὰρ τοὺς κυνηγέτας αἱ κύνες ἐπὶ τὰ ἐπαγόμενα παρʼ ὃ καὶ ἐπακτῆρας ἔνιοι θέλουσιν αὐτοὺς καλεῖσθαι ὡς ἐπαγομένους ὑπὸ τῶν κυνῶν· Ὅμηρος οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες. πρὸ δʼ ἄρ᾿ αὐτῶν ἴχνιʼ ἐρευνῶντες κύνες ἤισαν.

11 οὐκ ἀναγκαῖον τὸ πολυπραγμονεῖν ἔτι εἰ ἔνδον ἐστὶν Αἴας (ἔγνω γὰρ) ἀλλὰ λέγειν διὰ τί τὴν σπουδὴν ταύτην ἔθου ἴνα παρʼ ἐμοῦ μάθῃς τὰ ἀγνοούμενά σοι.

14 καὶ τοῦτο ἄριστα πεποίηται· φθέγμα γὰρ εἶπεν ὡς μὴ θεασάμενος αὐτήν (δῆλον γὰρ ὡς οὐκ εἶδεν αὐτὴν ἐκ τοῦ ἂν ἄποπτος ᾖς ὅμως τουτέστιν ἀόρατος), τῆς δὲ φωνῆς μόνης αἰσθάνεται ὡς ἐθάδος αὐτῷ οὔσης· ἔστι μέντοι ἐπὶ τῆς σκηνῆς ἡ Ἀθηνᾶ· δεῖ γὰρ τοῦτο χαρίζεσθαι τῷ θεατῇ· προθεραπεύει δὲ τὴν θεὸν ὁ Ὀδυσσεὺς καὶ οὕτω λέγει τὰ κατὰ τὸν Αἴαντα.

15 ἄποπτος ἀόρατος.

16 φώνημα: ἀντὶ τοῦ φωνήν.

ξυναρπάζω ὀξέως συνίημι καὶ ἀντιλαμβάνομαι.

φρενί: ἀντὶ ἀπὸ τῆς φρενός.

17 ἡ κώδων θηλυκῶς Ἀττικῶς.

κώδων καλεῖται τὸ πλατὺ τῆς σάλπιγγος, ἀπὸ μέρούς δὲ τὴν σάλπιγγά φησι· πολλὰ δὲ εἴδη σαλπίγγων· εἰσὶ γὰρ Λιβυστικαὶ σάλπιγγες, εἰσὶν Αἰγύπτιαι, εἰσὶ Τυρσηνικαί· πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις ἥγαγεν εἰς Ἑλληνας τὴν Τυρσηνικὴν σάλπιγγα.

19 σακεσφόρῳ οὐχ ἀπλῶς ὁπλοφόρῳ ἀλλὰ κατʼ ἐξοχήν· Ὅμηρος 1 οὐκἀναγκαῖον κ. ἑ.] ad v. 7 adscripta in L, corr. Elmsl. — 2 ἔγνω γὰρ] sc. ἔνδον εἶναι. λέγειν] λέγει L, corr. Elmsl. — 8] v. 15. — 13 τὰ κατὰ] τὰ addidit Lasc., κατὰ G; cf. schol. Electr. v. 823. Tract. 844. 852. — 22 Ἀριχώνδας L, correxerunt G, FP, Suidas s. v. κώδων. — 25 et p. 4, 2 literas in obliteratas habent G, F. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠύτε πύργον· οἰκεῖον δὲ τοῖς πρώτοις τὸ ὄνομα.

23 τρανές: σαφές· καλῶς δὲ τοῦτο ἐποίησεν ἵνα συνέχηται ἔτι ἡ ὑπόθεσις καὶ τὸ ἄπιστον εἰς ἀμφίγνοιαν ἄγῃ αὐτούς· διὸ θελοντὴς τοῦτον ὑπέστην τὸν κίνδυνον ἵνα γνῶ τἀληθὲς πάντων τὴν αἰτίαν τοῦ γεγονότος εἰς αὐτὸν ἀναγόντων.

ἀληθές.

ἀλώμεθα τῷ νῷ ἀλώμεθα.

26 λείας ἁπάσας: τὰ ποίμνια, τὰ βοσκήματα λείας φησὶν (ἔνθεν καὶ λῃστὴς) κατὰ τὸ κύριον. Ὅμηρος ληίδα δʼ ἐκ πεδίου συνελάσσαμεν· τὸ δὲ κατηναρισμένας ἄκυρον· τὸ γὰρ σκυλεύειν ἐναρίζειν ὅτι τὰ ἔναρα σκῦλα παρὰ τὸ ἀρηρέναι καὶ ἐντὸς αὐτῶν εἶναι ἡμᾶς. καὶ τὸ παρʼ Ὁμήρῳ τοιοῦτόν ἐστιν ἡ τοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν· πῶς γὰρ οἷόν τέ ἐστι σκυλεύειν τοὺς λέοντας εἰ μὴ εἴη καὶ ἐπὶ τῶν ἀλόγων ζῴων τὸ σκυλεύειν; Καλλίμαχος ἐπὶ τῆς λεοντείας δορᾶς τὸ δὲ σκύλος ἀνδρὶ καλύπτρη γιγνόμενον, νιφετοῦ καὶ βελέων ἔρυμα.

27 ἐπιστάταις: τοῖς ποιμέσι· καλῶς δὲ τοῦτο ἴνα μὴ παραγένοιτό τις ἀπαγγέλλων τὸ σαφές· πόθεν οὖν αὕτη ἡ ὑπόνοια; ὅτι εἶδέν τις αὐτὸν ἐν τῷ πεδίῳ πηδῶντα μετὰ τοῦ ξίφους νεορράντου ἀπὸ τοῦ αἵματος.

τοῖς κυσίν· οὐκ εἴασε γὰρ ἡ Ἀθηνᾶ ἄνθρωπον ἀνελεῖν.

32 καὶ τὰ μὲν σημαίνομαι: οἷον σημεῖα ἐμαυτῷ τινα συντίθημι ἀπὸ τοῦ ἴχνους τὰ δὲ ἀπορῶ· τοιοῦτον γὰρ συμβαίνει περὶ τοὺς ἰχνευτὰς ἐπιταραττομένων τῶν ἰχνῶν, διὰ δὲ τὴν μανίαν δυσίχνευτος καὶ ἐπιτεταραγμένη ἡ βάσις γέγονε τοῦ Αἴαντος.

σηματίζομαι, διὰ σημείων γινώσκω.

καλῶς Ὀδυσσεὺς ἀναμένει τὸ ἀκριβὲς γνῶναι ἴνα μὴ δοκοίη κατʼ ἐχθροῦ προπετές τι πράσσειν.

33 οὐκ ἔχω ὅπως μάθω ἢ ποῦ ἐστιν.

34 καιρὸν δʼ ἐφήκεις ἐπὶ καιρῷ ἥκεις· εὐφυῶς δὲ ἄρχεται τῆς ὑποθέσεως ὁ ποιητὴς ὥστε τρανῶσαι τὸ πᾶν διὰ τῆς Ἀθηνᾶς· θεραπεύει δὲ δυσσεὺς τὴν Ἀθηνᾶν ἴνα καὶ ἐν τοῖς ἑξῆς ἕξῃ αὐτὴν εὐμενῆ.

36 ταῦτα πρὸς τὰ ἐξ ἀρχῆς ἵνα μὴ δόξῃ ἀγνοεῖν ἡ θεὰ τὸ πρᾶγμα.

38 ἐν τοῖς ἀμοιβαίοις κατὰ βραχὺ δηλοῦται ἡ ὑπόθεσις, πυνθάνεται δὲ πρῶτον εἰ ἄρα πρὸς καιρὸν κονῶ· εἰ γὰρ αὐτός ἐστιν ὁ τὸν φόνον δράσας πρὸς καιρὸν ἂν εἴη πονῶν ὁ Ὀδυσσεύς.

39 τὸ ὡς ἀντὶ τοῦ ἀληθῶς.

40 καὶ πρὸς τί δυσλόγιστον: ἐπύθετο πρῶτον εἰ αὐτός ἐστιν ὁ δράσας εἶτα καὶ τὴν αἰτίαν πυνθάνεται· τὸ δὲ δυσλόγιστον ὅμοιον τῷ πρᾶγος ἄσκοπον· ἀγνοεῖ γὰρ ἔτι τὴν μανίαν.

41 χόλῳ βαρυνθείς: ὁ μὲν Ὀδυσσεὺς πυνθάνεται πρὸς τί αὐτῷ χρήσιμον ἡ δὲ τὴν αἰτίαν ἐπήγαγεν ὑφʼ ἦς κινηθεὶς εἰς χόλον ἤχθη· τοῦτο γάρ ἐστι τὸ λεῖπον τῆς ὑποθέσεως, ἡμεῖς δὲ ὡς προεπιστάμενοι τὰ πράγματα ἀμβλύτερον κατανοοῦμεν.

ἤδή τὴν μανίαν αὐτοῦ σημαίνει ἔνθεν αὐτῷ ἡ πλάνη γεγένηται.

44 ἦ καὶ τὸ βούλημ᾿ ὡς ἐπʼ Ἀργείοις: ἐρωτᾷ πῶς μόνος ὤν πρὸς πλῆθος ἐδύνατο μάχεσθαι.

45 κἂν ἐξεπράξατο. μὴ λέγε βούλευμα, φησίν· οὐ γὰρ ἦν βούλευμα ἀλλὰ πρᾶγμα εἰ κατημέλησα ἐγώ.

48 παρέστη ἐπλησίασεν ἡμῖν.

κἀπὶ τέρμ᾿ τῆς ὁδοῦ.

49 πύλαις ταῖς τῶν σκηνῶν πύλαις.

50 μαιμῶσαν γράφεται καὶ διψῶσαν. προσκορὲς ἦν διηγηματικῷ εἴδει τὸ πᾶν διεξελθεῖν.

λέ μαιμᾶν.

51 τὸ ἑξῆς, ἐγώ σφʼ ἀπείργω τῆς ἀνηκέστου χαρᾶς.

52 τῆς ἀνηκέστου χαρᾶς. χαράν φησι τὴν ἐπὶ τῷ δοκεῖν τοὺς Ἔλληνας ἀνῃρῆσθαι· ταύτης οὖν αὐτὸν τῆς χαρᾶς ἀπεῖρξα δυσφόρους γνώμας ἐμβαλοῦσα τοῖς 4 τῷ] τὸ L, corr. Suid. v. δυσλόγιστον. πρᾶγος ἄσκοπον] v. 21. — 17 ad ὁρμᾶται v. 47 adscriptum in L, corr. Lasc. — 20 γράφεται] γρ (pro plenis γράφει, γράφεται, γράφουσι, γράφε, γράφειν, γράφων) constanter L. — 26 ἀπῆρξα L, corr. Suid v. γνώμη. ὄμμασι· καλῶς δὲ εἶπεν γνώμας· οὐ γὰρ κλέψαι φησὶ τὴν ὄψιν ὥστε μὴ ὁρᾶν ἀλλʼ ἐπʼ αὐτῇ γνώμην δύσψορον ἐπιβαλεῖν ὡς οἴεσθαι ἰδεῖν τὰ μὴ ὄντα, τοῦτο δὲ οὐ τῶν ὀφθαλμῶν ἁμάρτημα ἀλλὰ πολὺ πρότερον τῆς διανοίας.

54 ἄδαστα ἀμέριστα, ἀδιαίρετα· πιθανὸν δὲ καὶ πρὸς τὸ πλῆθος· ἐλάσσονα γὰρ εἶναι εἰκός.

56 κύκλῳ ῥαχίζων: κατὰ πάντα τόπον τῆς ἐπαύλεως σφάζων καὶ διακόπτων διὰ τὸ τὴν πρώτην καὶ μεγαλῆν διακοπὴν κατὰ τὴν ῥάχιν γίνεσθαι· ἐκ μεταψορᾶς καὶ τοὺς μεγάλα κακουργοῦντας ῥαχιστάς φαμεν.

57 δισσοὺς Ἀτρείδας: πιθανῶς τούτων τὰ ὀνόματα εἶπεν· κατʼ αὐτῶν γὰρ πλείων ἡ ἀγανάκτησις ὡς τῆς ἀδικίας προκαταρξαμένων· τὸ δὲ τοῦ Ὀδυσσέως ἐταμιεύσατο τῷ Αἴαντι ἵνα καὶ μεῖζον εἴη τὸ πάθος αὐτοῦ φανερῶς παραπαίοντος κἀπειδὴ γελοῖον κροελθόντα τὸν Αἴαντα λέγειν καὶ παρενοχλεῖν τοῖς θεαταῖς εἰ προειρήκει πάντα ἡ Ἀθηνᾶ.

ἔχων γράφε παρών.

58 ἐμπίπτων γράφε ἐμπεσών.

59 ἐγὼ δὲ φοιτῶντα. ἤτοι μαινόμενον φοῖτος γὰρ ἡ μανία) ἢ περιερχόμενον ἐν τοῖς ποιμνίοις διὰ τὴν μανίαν (λέγει γὰρ μανιάσι νόσοις) ἢ ἀναστρεφόμενον ἐν τῇ μανίᾳ.

μεθʹ ὁρμῆς μεμηνότα.

60 εἰς ἕρκη κακὰ γράφε εἰς ἐρινῦν κακήν.

61 ἐλώφησεν ἐπαύσατο· ἀπὸ τῶν ὑποζυγίων ὅθεν καὶ τὸ εὐλόφως φέρειν.

62 τοὺς ζῶντας: τοὺς ζῶντας τῶν βοῶν δήσας ὡς αἰχμαλώτους ἄνδρας ἄγει καὶ τὰ λοιπὰ ποίμνια· πιθανὸν δὲ καὶ τοῦτο προειρῆσθαι ἴνα ὅταν εἴπῃ ἡ Τέκμησσα περὶ τοῦ κριοῦ προεπιστάμεθα τοῦτο.

66 δείξω δὲ καὶ σοί: πιθανὴ ἡ παρείσοδος τοῦ Αἴαντος· οὕτω γὰρ μεῖζον γίνεται τὸ πάθος τῆς τραγῳδίας τῶν θεατῶν νῦν μὲν παραφρονοῦντα ὀλίγῳ δʼ ὕστερον ἔμφρονα θεωμένων καὶ ἵνα ἰδὼν ὁ Ὀδυσσεὺς ἐξείπῃ τοἵς ἄλλοις Ἐλλησιν, οὕτω δὲ καὶ ἡ εὔνοια τῆς Ἀθηνᾶς ἐνδείκνυται εἰς τὸν Ὀδύσέα.

72 ἀπευθύνοντα. τιμωρίαν ἀπαιτοῦντα.

προσμολεῖν; τουτέστιν ἐξελθεῖν.

75 ἐπιστρέφει ἡ Ἀθηνᾶ ὡς οὐδενὸς έσομένου κακοῦ.

76 μὴ πρὸς θεῶν παραιτεῖται Ὀδυσσεὺς οὐχ ὡς κωμῳδοῦντος τοῦ ποιητοῦ δειλίαν τοῦ ἥρωος (οὕτω γὰρ ἀφαιρεθείη τῆς τραγῳδίας τὸ ἀξίωμα) ἀλλὰ τὸ εὐλαβὲς ἐνδείκνυται· ἔμφρονος γὰρ ἦν τὸ τῷ μεμηνότι παραχωρεῖν· ὅρα γὰρ οἷον ἦν προσελθόντα ἐκεῖνον θεάσασθαι τὸν ἐχθρόν.

77 τί μὴ γένηται;. μὴ τί γένηται φοβῇ; οὐχ ὁ αὐτὸς ἦν καὶ προτέρου ἄνθρωπος ἀλλʼ οὐδὲν ὑμᾶς εἰργάσατο κακὸν ἡμῶν ἐπιμελουμένων;

78 τῷδε τἀνδρὶ δεικτικῶς ἀντὶ τοῦ ἐμοί, τῷ Ὀδυσσεῖ.

79 οὐκοῦν γέλως ἥδιστος εἰς ἐχθρούς: σκληρὸν μὲν τὸ λέγειν ἐπεγγελᾶν τοῖς ἐχθροῖς ἀλλὰ θεός ἐστιν οὐκ εὐλαβουμένη τὸ νεμεσητόν· ἄλλως τε καὶ παροξύνουσα τὸν Ὀδυσσέα φησίν.

80 ἐμοὶ μὲν ἀρκεῖ: μέτριον διεφυλάχθη τὸ τοῦ Ὀδυσσέως ἦθος διὰ τὸ μὴ ἐντρυφᾶν τοῖς κακοῖς.

81 μεμηνότʼ ἄνδρα περιφανῶς ὀκνεῖς: ὀκνεῖς ἀντὶ φοβῇ· πυκνῶς γὰρ τίθησι τὸ ὀκνεῖν ἐπὶ τοῦ φοβεῖσθαι. ὀκνεῖς φοβῇ.

τρίβραχυς.

82 φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην: ἑκατέρῳ τὸ οἰκεῖον παράκειται καὶ οὐ χρὴ τὰ τοῦ Ὀδυσσέως ψρονιμώτερα οἴεσθαι τῶν τῆς Ἀθηνᾶς ἀλλʼ ἐκεῖνο σκοπεῖν, ὅτι ἡ μὲν μετὰ παρρησίας διαλέγεται ὡς θεὸς ὁ δὲ ὑπεσταλμένως ὡς θνητὸς τὸν καιρὸν ὁρᾷ ὅτι ὁμόσε χωρῆσαι τῇ μανίᾳ τοῦ ἐχθροῦ οὐχ ἁρμόζει. φρονοῦντα γὰρ αὐτὸν οὐκ ἂν ἐξέστην δι᾿ εὐλάβειαν, τὸ δὲ νῦν ἐκστῆναι οὐ τῷ Αἴαντι ἀλλὰ τῇ μανίᾳ.

85 ἐγὼ σκοτώσω βλέφαρα καίπερ δεδορκότα ἢ καὶ βλέποντα τὰ βλέφαρα αὐτοῦ ποιήσω μὴ δεδορκότα.

89 ὦ οὗτος: διὰ τοῦ οὗτος καὶ τοῦ Αἴας δισσὴ ἡ κλῆσις, ἢ ὅτι καὶ πρότερον ἐκάλεσεν αὐτὸν (ὅτε καὶ Ὀδυσσεύς φησι, τί δρᾷς Ἀθάνα;) ἢ ὡς καὶ πρότερον ὁπότε ἐδόκει συλλαμβάνειν αὐτῷ πρὸς τὴν ἀναίρεσιν.

90 τί βαιόν: ὀλίγον ἀντὶ τοῦ οὐδὲ ὅλως· σύμμαχον δὲ αὐτὴν νομίζει ὡς καὶ ἐν τοῖς ἑξῆς φησιν, ὡς εὖ παρέστης.

91 χαῖρʼ Ἀθάνα: ἐπέγνω μὲν τὴν Ἀθηνᾶν τὰ δὲ ἑξῆς τοῦ παραπαίοντος· οὕτω γὰρ ἂν προκόψειεν ἡ ὑπόθεσις· οὐ παντελῶς δὲ ἀπώλετο αὐτοῦ τὸ ἡγεμονικὸν ἀλλʼ ἡ μανία γέγονε περὶ τὸ λογιστικόν· ἐμέμνητο μὲν γὰρ ὡς ἐχθροὺς ἀνελὼν περὶ τὸ πρόσωπον δὲ ἐκπφάλλετο ὅτι ποίμνια ἀνεῖλεν καὶ έλογίζετο ἄνδρας ἀνῃρηκέναι.

96 τὸ μὴ οὐχὶ βάψαι τὸ ξίφος εἰς τὸν στρατόν.

98 ἐὰν δασυνθῇ τὸ οι ἔσται ἐπὶ τῶν Ἀτρειδῶν, ἑὰν δὲ ψιλὸν τὸ οἶδα ἀντὶ τοῦ ἐπίσταμαι.

100 καλῶς τὰ ἐμὰ ἔφη, οὐχ ἃ δεῖ με λαβεῖν, ὡς ἰδίων ἀπεστερημένος.

102 ἢ πέφευγέ σε; οὐχ ὡς διαστέλλουσά φησιν, ὡς ἂν εἴποι τις ἔθανεν ἢ πέφευγέν σε, ἀλλὰ παροξύνουσα· φησὶ γὰρ πέφευγεν δή σε ὁ Ὀδυσσεύς.

103 τὸ ἐξῶλες θηρίον· κίναδος γὰρ ἡ ἀλώπηξ· πάνυ δὲ κατατρέχει τοῦ Ὀδύσέως ὡς ἐχθίστου.

104 τὸν σὸν ἐνστάτην: ἤτοι κατὰ πάντα ἐνιστάμενόν σοι ἢ ἰδικῶς ἐπὶ τῆς κρίσεως μόνον οἷον τὸν ἀντίδικον· κυρίως δὲ ἐνστάτης ὁ ἐν τῇ ὁδῷ ἀντιστήκων τινὶ ὡς εἰ λέγοι τις τὸν Οἰδίποδα τοῦ Λαΐου ἐνστάτην γεγενημένον.

105 ἥδιστος, δέσποινα: καθʼ ἡδονήν μοι· δεσμώτης δὲ λέγεται καὶ αὐτὸς ὁ δέσμιος, ἐς ὁ δεσμώτης Προμηθεύς, καὶ ὁ δεσμῶν ὡς Κρατῖνος ἐν Πυτίνῃ ἐπὶ τῶν δεσμοφυλάκων 6, 9, 10 liter, quae non exstant in L, habent G, F. —12 ὡς addidit manus recentior. — 14 ὡς ἂν] ὡς εἰ? sed vide schol v. 485. 14, 15 lit., quae non exstant in L, habent G, F. 15 δὴ] legit ἧ πέφευγέ σε. — 19 ἰδικῶς] malim εἰδικῶς. — 20 ἀντιστήκων] ἀνθιστάμενος F; etiamnunc Graeci vulgo dicimus στέκομαι (pro ἵσταμαι), ἀντιστέκομαι cet. — 21 τὸν ἰδίποδα] respicit Οed. Γyr. v. 803 sqq. — 25 καὶ non exstat in L, praebent G, F. ὄψει γὰρ αὐτὴν ἐντὸς οὐ πολλοῦ χρόνου παρὰ τοῖσι δεσμώταισι καταπιττουμένην.

108 ἑρκίου στέγης: τοῦ περιφράγματος τῆς αὐλῆς ἢ τῆς τοῦ δώματος στέγης· ἑρκίον γὰρ τὸ δῶμα.

111 μάστιγι πρῶτον: ἐντεῦθεν ἡ ἐπιγραφὴ τοῦ δράματος. οὐ πρότερον φονεύσω αὐτὸν πρὶν ἂν μαστίξω.

112 χαίρειν, Ἀθάνα, τἄλλα: τὸ ἦθος τῆς ἀπαγγελίας ἀρχαῖον· ἔστι δὲ νῦν τὸ χαίρειν ἀντὶ χαρτῶς ἐμοὶ λέγειν· φησὶ δὲ ὡς κατὰ τὰ ἄλλα μὲν εἴκων τῇ θεῷ τοῦτο δὲ ἀντιβαίνων· ὑπεροπτικὸν δὲ τὸ ἦθος αὐτοῦ ἐντεῦθεν ἐνδείκνυται ὁ ποιητὴς (ἐπεὶ πάνυ πρόσκειται ὁ ἀκροατὴς τῷ Αἴαντι διὰ τὴν συμφορὰν καὶ μονονουχὶ χαλεπαίνει τῷ ποιητῇ) ἵνα δόξῃ ἀξιοπαθεῖν ὁ Αἴας μὴ ὑποτεταγμένος τῇ δαίμονι.

ἔγωγέ σ᾿ ἐφίεμαι: ἐφίεμαί σε εἰς τὰ ἄλλα κελεύειν μοι καὶ χαίρειν ὡς πειθομένου μου, εἰς τοῦτο δὲ μόνον οὐκ ἀκούσομαί σου.

115 ἐννοεῖς γράφε ἐννέπεις.

118 ὁρᾷς, Ὀδυσσεῦ; παιδευτικὸς ὁ λόγος καὶ ἀποτρεπτικὸς Fol. 2 b ἁμαρτημάτων καὶ διὰ τοῦτο ἐπίτηδες καὶ τῷ Ὀδυσσεῖ καὶ τῷ θεατῇ ὑπέδειξε τὸν Αἴαντα δηλῶν ὡς ὁ πρότερον φρόνιμος καὶ πρακτικὸς νῦν ἐξέστη διὰ τὸ θεομαχῆσαι· καὶ τοῦτο δὲ μηροῦ παίδευμα, ὅτι ἐφʼ οἷς αὐχοῦσί τινες τούτων στεροῦνται παρὰ θεῶν ὡς καὶ Θάμυρις τὴν μουσικὴν καὶ Νιόβη τῶν τέκνων.

121 ἐποικτείρω ἐλεῶ.

122 Ἴωνες ἔμπης φασίν, Ἀττικοὶ δὲ ἔμπας καὶ ἔμπα.

124 οἷον ἀφορῶν εἰς τὰ ἀνθρώπινα τὰ πάντων κοινά.

125 ὁρῶ γὰρ ἡμᾶς. πρὸς τὸ Πινδαρικὸν τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ ἄνθρωποι ἀντὶ ἀνυπάρκτου τὸ ἀνυπαρκτότερον· ἐνταῦθα μέντοι ἐστὶν ὁ λόγος ἐγγυτέρω τῆς ἀληθείας ἤπερ τὸ Πινδαρικόν· ὁ μὲν γὰρ Πίνδαρος ἐν τοῖς ἀσυστάτοις πεποίηται τὴν ὑποβολὴν ὁ δὲ ἐν τοἵς φαινομένοις καὶ δοκοῦσιν οὐχ ὑπάρχουσι δὲ κατὰ ἀλήθειαν· ὁ δὲ Ὅμηρος διʼ ἑνὸς αὐταρκῶς τοῦτο δεδήλωκεν οὐδὲν ἀκιδνότερον γαἵα τρέφει ἀνθρώποιο.

126 εἴδωλʼ ἀπεικάσματα.

127 ὑπέρκοπον: φασὶ τὸν Αἴαντα τρίτον ἠσεβηκέναι περὶ τοὺς θεούς, πρῶτον μὲν ἐκβαλεῖν τοῦ δίφρου τὴν Ἀθηνᾶν βουλομένην αὐτῷ συμμαχεῖν, δεύτερον ἀπαλεῖψαι τὴν γλαῦκα τὴν ἐγγεγραμμένην τῷ ὅπλῳ αὐτοῦ ἐξ ἔθους πατρῴου, τρίτον ὅτι οὐκ ἐπείσθη τῷ πατρὶ συμβουλεύοντι πείθεσθαι τοῖς θεοῖς.

ἀντὶ ὑπέρκομπα.

130 χειρὶ δυνάμει.

131 ἡμέρα γὰρ μία ἐλαττοῖ καὶ πάλιν αὔξει.

132 τὸ συναγόμενον τοῦτό ἐστιν, ὅτι δεῖ θεοφιλεῖς μόνον εἶναι τοὺς σώφρονας καὶ ἐπὶ ἄλλῳ μὴ ἀλαζονεύεσθαι.

134 Τελαμώνιε παῖ πιθανῶς αὐτῷ ὁ χορὸς 5 Pyth. VIII, 95. τί δʼ οὔ] τί δε οὔ L, corr. schol. Oed. Tyr. v. 1186, Suid. v. ἀνύπαρκτον. — 10 ὑποβολὴν] ὑνπερβολὴν G, Suid — 13 0d. σ 130. — 15 τρίτον] τρία vel τρὶς Dind. — 20 τοὺς θεοὺς L, corr Lasc. — 25 μὴ add. F. ἐσκεύασται ἀπὸ Σαλαμινίων ἀνδρῶν τοῦτο μὲν παρρησιαζομένων ὡς ἐλευθέρων τοῦτο δὲ συμπαθῶς ἐχόντων ὡς πολιτῶν καὶ αἰδημόνως λαλούντων ὡς ὑπηκόων· οὐ γὰρ πιθανὸν ἐξ Ἀχαιῶν εἰσάγειν καὶ διὰ τὸ μὴ συνάχθεσθαι καὶ διὰ τὸ μὴ προσκρούειν τῷ βασιλεῖ, τὸ δὲ τῶν αἰχμαλώτων κηδεμονικὸν μέν, ὡς Αἰσχύλος ἐν Θρῄσσαις, οὐ μὴν εὐπρόσωπον· ὅρα γὰρ οἷον αἰχμαλώτους ἐπιτιμᾶν τῷ Μενελάῳ· πιθανὴ δὲ καὶ ἡ εἴσοδος· ἀκούσας γὰρ ὁ Ὀδυσσεὺς παρὰ τῆς Ἀθηνᾶς δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον ὡς πᾶσιν ἀνθρώποισιν εἰσιδὼν θροῇς καὶ μαθὼν τὸ σαφὲς δεδήλωκε τοῖς Ἀχαιοῖς· ταύτης οὖν τῆς φήμης ἀκούσαντες οἱ Σαλαμίνιοι παραγεγόνασι μηδέπω ὑπὸ τῆς εὐνοίας πεπεισμένοι ὡς αὐτὸς εἴη ὁ πράξας ἀλλʼ ἀπιπτοῦντες ὡς ὑπὸ ἐχθροῦ πεπλάσθαι οἰόμενοι· ὁ δὲ νοῦς, σοῦ μὲν εὖ πράσσοντος ἐν χαρᾷ ἐσμεν καὶ τὸ ἀνάπαλιν, τὸ δὲ ὅλον οἷον ἐν σοί ἐσμεν· τὰ δὲ πράγματα νῦν τοῦ Αἴαντος φαῦλά ἐστι καὶ οὐκ ἐνεχώρει αὐτῷ διηγήσασθαι τὰ ἀνδραγαθήματα.

135 βάθρον ἀγχιάλου: τὸ θεμέλιον, τὸ ἕδρασμα ἀντὶ τοῦ δἰ ὃν ἵσταται ἡ Σαλαμίς· οὐ πάντως δὲ αἱ ἀγχίαλοι καὶ ἀμφίαλοί εἰσιν οἴα ἐστὶ καὶ ἡ Ἀλεξάνδρεια, ἀγχίαλος μέν ἐστιν οὐκ ἀμφίαλος δέ, αἰ δὲ νῆσοι καὶ ἀγχίαλοι καὶ ἀμφίαλοί εἰσιν.

136 σὲ μὲν εὖ πράσσοντʼ ἀντὶ τοῦ σοῦ μὲν εὖ πράσσοντος· ἢ οὕτως, εἰς σὲ μὲν εὖ πράττοντα ἐπιχαίρω ἴνα λείπῃ ἡ εἰς.

ἐπιχαίρω ἀντὶ συγχαίρω.

137 σὲ δʼ ὅταν ἀπὸ κοινοῦ τὸ ἐπιβῇ, εἰς σὲ δὲ ὅταν νόσος ἐπιβῇ· κακόθρους δὲ οἷόν ἐστι καὶ τὸ ἑξῆς οιούσδε λόγους ψιθύρους ἀντὶ τοῦ διάβολος.

ζαμενὴς δυσμενής.

140 ἐπεὶ περιδεὲς τὸ ζῷον· ὄμμα δὲ πελείας περιφραστικῶς ἡ πέλεια.

141 ὡς καὶ τῆς παρελθούσης νυκτὸς ἐν φόβῳ γεγόναμεν ἐπὶ τῇ σῇ δυσκλείᾳ· πιθανῶς δὲ οὐκ ἐλέγχει τὸν βασιλέα ὡς ἡμαρτηκότα ἀλλὰ τὴν δυσπραξίαν προσέλαβεν ὡς ἀπὸ τῆς εἱμαρμένης· πάνυ δὲ εὖνοι ὄντες ἀπιστοῦσι καὶ ὑπολαμβάνουσιν αὐτὸν ὑπὸ τοῦ ἐχθροῦ συκοφαντεῖσθαι· ἐν δέει οὖν καθέστηκα ὅταν ᾖ τι τοιοῦτο περὶ σέ.

143 ἱππομανῆ: τινὲς τὸν μεγάλως μαινόμενον ἐξεδέξαντο· ἀλλʼ οὐκ ἐπίστευεν ὁ χορὸς ὅτι ἐμαίνετο ὁ Αἴας· ἢ σὲ τὸν ἐπὶ ἵπποις μαινόμένον καὶ ἱππικόν· ἀλλʼ οἱ νησιῶται οὐχ ἱππομανοῦσιν οὐδὲ ίππήλατοί εἰσιν αἱ νῆσοι· τὸ ἱππομανῆ τοίνυν πρὸς τὸν λειμῶνα ἐκληπτέον. ἄλλως ἱππομανῆ ἢ αὐτὸν λέγει τὸν Αἴαντα ὡς μεγάλως μαινόμενον ἀπὸ μεταφορᾶς· 7] v. 148. — 8 διάβολος] διαβόλους L, corr. Suid. v. κακόθρους; idem v. ψιθυρίζει: λόγος ψίθυρος ὁ διάβολος. — 17 σεσυκοφαντῆσθαι G. — 19 — p. 15, 6 lit., quae non exstant in L, habent G, F,S, Suid. v. ἱππομανῆ. — 21 ἢ add. Suid. ἐπὶ add. G, Suid. — 22 οὐδὲ ἱππήλατοί εἰσιν αἱ νῆσοι] 0d. δ 607 ν 242. ἡ γὰρ τῶν ἵππων μανία χαλεπτωτέρα ἐστίν ἢ ἐπὶ ἵπποις μαινόμενον· τὸ γὰρ ἵππος ἐπὶ μεγάλου τάσσεται ὡς ἱπποσέλινον καὶ ἱππογνώμονα τὸν μεγαλογνώμονα. ἢ ἐπὶ τοῦ λειμῶνος οἷον τὸν εὐανθῆ, ἐφʹ ἵπποι μαίνονται ἢ τὸν ἄγαν μεμηνότα καὶ ἀνθοῦντα καὶ ἐνυβρίζοντα τῇ χλόῃ διὰ τὸ πλῆθος.

μεγαλομανῆ.

147 αἴθωνι λαμπρῷ.

148 τοιοόσδε λόγους: ὁ νοῦς, οὐδὲν ἐνέχυρον εἰδὼς ὁ Ὀδυσσεὺς πλάττεται ψευδεῖς λόγους ἀκούσας μόνον ὡς εἴης ὀφθεὶς σὺν νεορράντῳ ξίφει· καλῶς δὲ καὶ τὸ ψιθύρους λόγους ὡς διὰ πανουργίαν ἀδεῶς οὐ λέγοντος ἀλλὰ πρὸς ἕνʼ ἕκαστον ἐξαπτατῶντος λάθρᾳ.

150 σφόδρα πείθει ὅτι ἐν ἀτυχίᾳ καθέστηκας τῆς ἥττης χάριν· ἢ ἐπεὶ μέγας εἶ ἔχει τὸν φθόνον θμπράττοντα.

154 τῶν γὰρ μεγάλων ψυχῶν ἱείς: τροπικῶς ὡς ἐπὶ τῶν τοξευόντων κατὰ μεγάλου σώματος οἳ οὐχ ἁμαρτάνουσιν· πιστὰ οὖν τοῖς ἀκούουσι τὰ κατὰ τῶν λεγάλων διὰ τὸν φθόνον· Πίνδαρος ὄψον δὲ λόγοι φθονεροῖσιν·

ἅπτεται δʼ ἐσλῶν ἀεί, χειρόνεσσι δʼ οὐκ ἐρίζει. ἱείς: ἀφιείς, τοξεύων· ἀπὸ κοινοῦ δὲ τὸ τις, κατὰ 2 ἢ ἐπὶ ἵπποις μυαινόμενον] uncis inclusi. — 3 ἱππογνάώμονα] Aeschyli? fr. 239. — 5 ἐφʼ ᾦ] οἱ add. Suid. — 6 ἐξυβρίζοντα Τoupius. — 9—13 lit. in L. oblit. habet F. — 11 σὺν νεορράντῳ ζίφει] v, 30. — 13 ἓν ἕκαστον ἐξαπατῶντα L, corr. anonymus apud Iohnsonum. — 16 ἔχει] sc. Ulixes; εἶχες L, εἶχε G, ἔχεις F; scripsi. — 19 lit. in L, oblit. habent G, Suid. v. ἱείς. — 22 Nem. VIII, 21. φθονεροῖς ἰάπτεται . . . χειρόνεσσι L. δʼ ἐσλῶν δι᾿ ὧν G, δʼ ἰδὼν F, δʼ ἰδὼς Lasc. μὲν τῶν μεγάλων ψυχῶν ἱείς τις οὐκ ἂν ἁμάρτοι κατʼ ἐμοῦ δὲ ἱείς τις οὐ πείθει τὸν ἀκούοντα.

155 κατὰ δʼ ἄν τις ἐμοῦ; κατʼ ἐμοῦ τοῦ δημοτικοῦ καὶ εὐτελοῦς.

157 τὸν ἔχονθʹ λείπει τὸ εὖ, πρὸς τὸν εὖ ἔχοντα.

158 καίτοι σμικροὶ μεγάλων: πάνυ αἰδημόνως ὁ χορὸς ἐξελέγχων τὴν ἀδικίαν τῶν Ἑλλήνων οὐ τοῦτο ἄντικρυς ποιεῖ ἀλλὰ ψιλῶς γνωμολογεῖ· βούλεται γὰρ ἐπιτιμᾶν ὅτι κακῶς πράττουσι καθαιροῦντες Αἴαντα καὶ ἑαυτοῖς ἀσυμφόρως· φησὶ γὰρ ὅτι ἀσθενὴς φυλακὴ τοῖς μικροῖς ἄνευ τῶν μεγάλων· τοῦτο δὲ τείνει καὶ ἐπὶ τὸν Αἴαντα ὅτι δεηθήσονται αὐτοῦ.

159 σφαλερὸν — ῥῦμα ἀντὶ τοῦ ἀσθενὴς φυλακή. πύργου πόλεως.

160 ἀπὸ κοινοῦ.

161 καὶ μέγας ὀρθοῖθʼ ὑπὸ μικροτέρων: οὐκ ἔστιν ἐναντίος ὁ λόγος ἀλλὰ καὶ αὔξησιν ἔχει· εἰ γὰρ ὁ μέγας ὑπὸ τοῦ ἐλάττονος διασῴζεται πόσῳ τῶν μειζόνων ἔχεσθαι χρή. κοινωνικὸς δὲ ὁ λόγος καὶ φιλάνθρωπος· καὶ Ὅμηρος συμφερτὴ δ᾿ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν.

162 τοὺς ἀνοήτους τοὺς Ἕλληνας.

164 ὑπὸ τοιούτων: ἀνοήτων καὶ φθονερῶν καὶ διαθρεῖν τὰ τοιαῦτα ἀνεπιστημόνων· κἀνθάδε τὸ θορυβῇ σύμφωνόν ἐστιν τῷ 1 οὐκ in L. oblit. habent G, F, Suid. ἁμάρτοις (ut in textu primo) L, corr. G, F, Suid. — 2 κατʼ ἐμοῦ] κατεμὲ L, corr. Lasc. οὐ add. Suid. — 3 δειματικοῦ L, corr. Lasc. — 8 ποιεῖ] ἐποίει L, corr. Lasc. — 21 Π. ν 237. — 23 mutavi lemma quod est in L v. 162 ἀλλʼ οὐ δυνατὸν τοὺς ἀνοήτους. — 24 κἀνθάδε] v. schol. v. 137. — 25 τῷ] τὸ L, corr. Lasc. τοιούσδε λόγους ψιθύρους πλάσσων· μέχρι γὰρ νῦν ἐν λόγοις ἐστὶν ἡ ἀδικία καὶ θορύβῳ τῷ ἀπὸ τῆς βλασφημίας.

166 ἀπαλέξασθαι ἀντὶ τοῦ ἀντιτάξασθαι.

168 ἅπερ πτηνῶν ἀγέλαι: θηλυκῷ τῷ ἀγέλαι ἐπήγαγεν ἀρσενικὴν μετοχὴν τὴν ὑποδείσαντες πρὸς τὸ νοητόν· ἐν γὰρ ταῖς ἀγέλαις εἰσὶ καὶ ἄρσενες καὶ θήλειαι· ὁ δὲ νοῦς, διὰ τοῦτο κομπάζουσι σοῦ ἀφανοῦς ὄντος ὡς πτηνῶν ἀγέλαι παταγοῦντες· καὶ τοῦτο εἰς τὸν κενὸν ψόφον.

172 ἦ ῥά σε Ταυροπόλα: ὁ χορὸς οὐδέπω πεπιστευκὼς ὅτι Αἴας τὰ τεθρυλημένα διεπράξατο ἀλλʼ οἰόμενος ἔκ τινος ὀργῆς θεῶν ταύτην τὴν φήμην γεγενῆσθαι ποιεἴται πρὸς τὴν φήμην τὸν λόγον· Ταυροπόλα δὲ ἢ ὅτι ἐν Ταύροις τῆς Σκυθίας τιμᾶται ἢ ἀπὸ μέρους τῶν ποιμνίων ἡ προστάτις ἢ ὅτι ἡ αὐτὴ τῇ σελήνῃ ἐστὶ καὶ ἐποχεῖται ταύροις ἥν καὶ ταυρωπὸν ὀνομάζουσιν. τὸ ἑξῆς, ἡ ῥά σε Ταυροπόλα ὥρμησεν ἐπὶ βοῦς ἀγελαίας· τοὺς πολλοὺς γὰρ τῶν μαινομένων ἐκ σελήνης νοσεῖν ὑποτίθενται διὰ τὸ τῶν νυκτερινῶν δεσπόζειν φασμάτων. ἄλλως: τὴν μὲν ἀναίρεσιν τῶν ποιμνίων ὁ χορὸς πιστεύει ὑπὸ Αἴαντος γενέσθαι οὐκ ἐξ ἰδίας δὲ προνοίας.

173 ὦ μεγάλα φάτις διὰ μέσου ἡ ἀναφώνησις, ὦ θαυμαστὴ φήμη ἥτις ἐγέννησάς μοι ταύτην τὴν αἰσχύνην· κακὴ γάρ, φησιν, ὑπῆρξε περὶ τοῦ Αἴαντος.

175 πανδήμους ἢ τὰς παντὸς τοῦ δήμου ἢ τὰς συνηγμένας.

176 ἢ πού τινος νίκας: οἴονται ἐκ τούτων αὐτὸν ἐμμανῆ εἶναι· ἆρα οὖν, φησί, χαριζομένη σοι τὸ νικᾶν καρπὸν καὶ ἀπαρχὰς οὐκ ἐδέξατο τῆς νίκης ἢ ἀπὸ κυνηγεσίων δῶρα οὐ λαβοῦσα ὡς καὶ Ὅμηρὸς ἐπιλελησμένους τινάς φησι καὶ δίκην παρέχοντας τῆς λήθης.

ἢ διὰ χάριν τινὸς νίκης· ἀκάρπωτον δὲ ἧς καὶ καρποὺς οὐκ ἐδέξατο.

178 εἴτʼ ἐλαφαβολίαις ἀπὸ κοινοῦ τὸ ψευσθεῖσα.

179 ἢ χαλκοθώραξ ἢ τινʼ νυάλιος: διαστέλλει τὸν Ἀρεα ἀπὸ τοῦ Ἐνυαλίου ὡς ἕτερον δαίμονα ὑπουργὸν τοῦ μείζονος θεοῦ καὶ δῆλον ἐκ τῶν συνδέσμων· δηλοῦται γὰρ ὁ Ἄρης ἐκ τοῦ χαλκοθώραξ, ἢ καὶ ὁ Ἄρης μεμφόμενός σοι ὡς ἀπαρχὰς δορὸς οὐ λαβὼν ἐτίσατό σε τῆς λώβης, τῆς εἰς αὐτὸν γενομένης λήθης, ἐτίσατο δὲ ἐννυχίοις μηχαναῖς ἐπὶ σοῦ ταύτης τῆς νυκτός· πιθανῶς δὲ πλείονας αἰτίας τιθέασιν ἀποροῦντες· οἱ γὰρ στοχαζόμενοι οὐ καθʼ ἓν ἵστανται.

180 τοῦτο πρὸς τὸν Αἴαντα, οὐ πρὸς τὴν φήμην λέγει.

183 οὔ ποτε γὰρ φρενόθεν: οὐ γὰρ ἐπὶ τοσοῦτον ἄφρων εἶ ὡς ἄνευ αἰτίας θεῶν ἐμπεσεῖν τοῖς ποιμνίοις· ἀριστερὰ δὲ τὰ μωρὰ οἱ παλαιοὶ ἐκάλουν, δεξιὰ δὲ τὰ συνετά.

186 ἔοικε γὰρ εἶναι θεία νόσος, θεία δὲ ἡ ἐκ 6 Ὅμηρος] Π. α 65. ε 177 sqq. — 12 ἕτερον] literas ερον in litura habet L, ἐλάσσονα F. — 15 δορὸς οὐ] in spatio quatuor literarum coarctatum a m. rec. in L, δορὸς omittit F. — 23 ἄφρων εἶ ] ἀφρονεῖ L, corr. Suid. v. φρενόθεν. θεῶν] θέλων L, corr. G, Suid. θεοῦ κατασκήψασα εἰς αὐτόν· τὴν δὲ νόσον αὐτοῦ φήμην Ἀργείων ὠνόμασεν.

188 ὑποβαλλόμενοι πειθόμενοι ἢ ὑποβλήτως λέγοντες ἢ ἰδιοποιησάμενοι· εἰ δὲ οὐκ ἔστιν ἀληθῆ ταῦτα ἀλλὰ πεπλασμένα ὑπὸ τοῦ βασιλέως ἢ Ὀδυσσέως.

189 κλέπτουσι ὑποσπείρουσι.

190 τᾶς ἀσώτου τῆς ἐξώλους καὶ σῴζεσθαι μὴ δυναμένης.

Σισυφιδᾶν: γράφε Σισυφίδα· λέγεται δὲ ἡ Ἀντίκλεια ἀποστελλομένη ἀπὸ Ἀρκαδίας ἐπὶ Ἰθάκην πρὸς Λαέρτην ἐπὶ γάμον κατὰ τὴν ὁδὸν Σισύφῳ συνελθεῖν ἐξ οὗ ἦν φύσει Ὀδυσσεύς· ὁ δὲ Σίσυφος ορίνθου βασιλεὺς πανοῦργος ἀνὴρ περὶ οὔ φησιν Ὅμηρος ὅ κέρδιστος γένετʼ ἀνδρῶν ὅστις ὑπὸ τοὺς ὄνυχας καὶ τὰς ὁπλὰς τῶν ζῴων ἑαυτοῦ μονογράμματον ἔγραψεν τὸ ὄνομα αὐτοῦ· Αὐτόλυκος δὲ κατʼ ἐκεῖνο καιροῦ ἐκέκαστο κλεπτοσύνῃ θʼ ὅρκῳ τε καὶ αὐτὰ τὰ κλεπτόμενα παρʼ αὐτοῦ τὴν μορφὴν ἤλλασσεν· κλέψας οὖν καὶ Σισύφου θρέμματα καὶ μεταβαλὼν ὅμως οὐκ ἔλαθε τὸν Σίσυφον· ἐπέγνω γὰρ αὐτὰ διὰ τῶν μονογραμμάτων· ἐπὶ τούτοις δὲ ἐξευμενιζόμενος τὸν Σίσυφον ἐξένισεν αὐτὸν καὶ τὴν θυγατέρα αὐτοῦ Ἀντίκλειαν συγκατέκλινεν αὐτῷ καὶ ἔγκυον ἐξ αὐτοῦ γενομένην τὴν παῖδα συνῴκισε Λαέρτῃ διʼ ὃ Σισύφου 9 Σισυφίδα] Σισυφίδας Lobeckius. — 12 φύσει] φησὶν ὁ G; cf. schol. Philoct. v. 417. 625. — 14 Π. ζ 153. — 18 Οd. τ 395. ὁ Οδυσσεύς· τὸν δὲ Ὀδυσσέα Σισύφου συνήθως φησὶ Σοφοκλῆς· καὶ ἐν Συνδείπνῳ πάντα πράσσων, ὡς ὁ Σίσυφος πολὺς ἔνδηλος ἐν σοὶ πάντα χὠ μητρὸς πατὴρ καὶ Αἰσχύλος ἐν Ὅπλων κρίσει ἀλλʼ Ἀντικλείας ἆσσον ἦλθε Σίσυφος, τῆς σῆς λέγω σοι μητρὸς ἥ σ᾿ ἐγείνατο καὶ Εὐριπίδης ἐν Κύκλωτι Σειλ. χαῖρ᾿, ξένʼ ὅστις δʼ εἶ φράσον πάτραν τε σήν.

Ὀδυσσ. Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.

Σειλ. οἷδʼ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος· φαίνεται δὲ τὸ κακόηθες αὐτοῦ καὶ διὰ τῆς γενέσεως.

191 μὴ μή μ᾿, ἄναξ: τὸ πλῆρες μὴ μή μοι, ὁ δὲ νοῦς, εἰ δὲ πλάσσουσι ταῦτα καὶ οὐκ ἀληθείᾳ σὺ ἔδρασας μηκέτι κρυπτόμενος ἐν ταῖς ἐφάλοις κλισίαις κακὴν φάτιν ἄρῃς καὶ περιποιήσῃ ἀλλὰ προελθὼν δεῖξον ψευδῆ τὰ λογοποιούμενα.

τὸ πλῆρες μή μοι.

193 ἄρῃ ἐπάρῃς, αὐξήσῃς ἀπὸ σοῦ.

194 ἀλλʼ ἄνα ἐξ ἑδράνων: ἀνάστα ἐκ τῶν θρόνων 1 τὸν δὲ Ὀδυσσέα κ. ἑ.] usque ad finem (γενέσεως) post λογοποιούμενα schol. v. 191 habet L; corr. Brunckius. — 3 fr. 143. — 4 πάντα χὠ] πανταχοῦ L; correctionem Fr. Vateri confirmavit G. μητρὸς πατὴρ] Autolycus. — 6 fr. 169. ἦλθεν L. — 7 σοι] τοι L, correxi. — 9] v. 102. — 11 Ἰθάκης L, corr. G. γῆς] γὰρ L. — 12 γένος] γόνον L. — 13 αὐτοῦ] αὐτῷ L, corr. G. — 15 σὲ ἔδρασας] συνέδρασας L; emendationem, quam proposui Beitr. zu den Schοl. p. 73, confirmavit G. — 17 ἄρῃς] ς serius additum in L. — 20 ἀπὸ] ἐπὶ Lobeckius. ὅπου πολύν χρόνον σεαυτὸν ἐνεστήριξας τὴν ἐκ τοῦ οὐρανοῦ πεμφθεῖσαν ἄτην αὔξων καὶ οἷον ἐμπυρούμενος ὑπὸ τοῦ πάθους καὶ ἐν ἀγωνίᾳ πολλῇ ὤν.

ὅπου μακραίωνι στηρίζῃ: ὅπου στηρίζῃ μακραίωνι σχολῇ ὅ ἐστι πολλῷ χρόνῳ, βραδεῖ, τὸν ἀγῶνα ἐμποιοῦντί σοι· μακραίων δὲ αὐτοῖς δοκεῖ διὰ τὴν εὔνοιαν.

196 ἄταν οὐρανίαν: ἀντὶ μετέωρον, μεγάλην Fol. 8 b φλέγων δὲ ζωπυρῶν, ἀνεγείρων.

197 ἐχθρῶν δʼ ὕβρις: ἡ δὲ τῶν ἐχθρῶν ὕβρις τῶν ταῦτα ἐπὶ σοὶ λεγόντων οὕτω μᾶλλον ἄφοβός ἐστι καὶ ἀδεὴς εἰς τὸ βλασφημεῖν σε διὰ τὸ μὴ φαίνεσθαί σε τοῖς Ἀχαιοῖς.

ἀτάρβητα ἀντὶ ἀταρβήτως ὅ ἐστιν ἀνειμένως.

198 ἐν εὐανέμοις βάσσαις: τουτέστιν ἐν ἐκείνοις τοῖς τόποις ὅπου τὰ ὑπὸ σοῦ ἀνῃρημένα ποίμνια ὁρῶντες ἐπεγγελῶσιν· ἢ ἐν εὐανέμοις βήσσαις οἷον ἐν εὐδίᾳ καιρὸν ἔχοντες διαβάλλουσιν.

λείπει ὡς πῦρ, ὡς πῦρ ἐν εὐανέμοις βήσσαις.

199 καγχαζόντων γελώντων.

βαρυάλγητ᾿ βαρέα καὶ ἀλγεινά.

201 ναὸς ἀρωγοί: ἔξεισι Τέκμησσα καὶ διδάσκει τὸν χορὸν ὅτι Αἴας ἐστὶν ὁ σφάξας τὰ ποίμνια, πυνθάνεται δὲ παρὰ τοῦ χοροῦ ὅτι Ἑλληνικὰ ἦν τὰ σφαγέντα· ἑκάτερος οὖν παρʼ ἑκατέρου τὸ ἀγνοούμενον 1 ἐνετήριξας L, corr. Lasc. — 5 πολλῷ χρόνῳ] πολυχρονίῳ L, correxi. — 11 ἀδεὴς] ἀδεῶς L, corr. G. — 16 δρῶντες L. — 18 ὡς πῦρ add. Elmsl.; cf. scbhol. v. 348. 822. El. 872. 1075 Ant. 11. 592. 629. 1079. Trach. 14 1259. Phil. 1174. Oed Col. 142. 307. 662. — 21 ἔξεισι Τἐκμησσα κ. ἑ.] cf. Ai. arg schol. Π p. 26, 9 sqq. μανθάνει· ἡ δὲ Τέκμησσα αἰχμάλωτος γυνὴ τοῦ Αἴαντος· πιθανῶς δὲ ἔξεισιν· οὐ γὰρ ἐπὶ πολὺ δεῖ ἀπολοφύρεσθαι τὸν χορὸν ἀλλὰ προκόπτειν τὰ τῆς ὑποθέσεως· ἡ δὲ διάθεσις εὖ ἔχει τῷ ποιητῇ· ἐπεὶ γὰρ ἄπεστι Τεῦκρος καὶ Εὐρυσάκης ἔτι νήπιος Τέκμησσα κατολοφύρεται· οὐ γὰρ ἕτερον πρόσωπον γνήσιον τῷ Αἴαντι· αἱ δὲ τοιαῦται γυναῖκες ὑποτίθενται εὔνοιαν πρὸς τοὺς δεσπότας ὡς Βρισηὶς πρὸς Ἀχιλλέα.

202 γενεᾶς χθονίων ἀπʼ Ἐρεχθειδᾶν: διὰ τὸ τὴν Σαλαμῖνα συνῆφθαι τῇ Ἀττικῇ καὶ περισπούδαστον τοῖς Ἀθηναίοις αὐτὴν κτήσασθαι· πρὸς εὔνοιαν οὖν τῶν ἀκροωμένων τοῦτό φησιν· ἢ ἐπεὶ ἐξ Αἰγίνης ἐλθὼν ὁ Τελαμὼν ἐβασίλευσε Σαλαμῖνος, ἡ δὲ Αἴγινα τῆς Ἀττικῆς.

204 τοῦ Τελαμῶνος τηλόθεν: ἤτοι τοῦ οἴκου τηλόθεν ὅ ἐστι τῆς μακρὰν Φρυγίας Σαλαμῖνος ἢ οἱ πρὸ πολλοῦ κηδόμενοι καὶ οὐχὶ νῦν μόνον ἢ οἱ τηλόθεν ὄντες ὅ ἐστι ξένοι κατὰ γένος καὶ ὅμως τοῦ Τελαμῶνος οἴκου κηδόμενοι εἰ καὶ μὴ προσήκομεν.

205 ὁ μέγας ὠμοκρατὴς | Αἴας: ὁ δυσπέπαντον καὶ αἰτιώνυμον ἔχων πάθος ἢ ὁ ὠμὸς καὶ καρτερὸς ἢ ὁ ὑπὸ ὠμότητος κεκρατημένος ἢ ὁ γενναῖος, ὁ καὶ τῶν ὠμῶν κρατεῖν δυνάμενος.

206 ἐν ταραχώδει ζάλῃ κεῖται ὅ ἐστι μανίᾳ.

208 τί δʼ ἐνήλλακται: τί αὐτῷ παρὰ τὴν ἡμερινὴν ὄχλησιν γέγονε βάρος; οἷον ἐν τίνι γέγονεν ὁ Αἴας 7 εὔνοιαν] cf. schol. v. 485. — 8 Βρισηὶς] Π. α 348. τ 282. — 11 πρὸς εὔνοιαν] cf. schol. v. 861. 1221. El. 707. 731. 0ed. Col. 92. 457. — 16 τηλόθεν ὅ ἐστι] ὅ ἐστι τηλόθεν L, transposui et τῆς addidi. φρυγίαν L, correxi. — 19 κηδόμενοι] φειδόμενοι L, corr. G. — 24 ταραχώδη L, corr. Elmsl. βάρει ὥστε ἀλλοῖος γενέσθαι ἢ πρόσθεν κατὰ τὴν ἡμέραν; τί αὐτῷ βάρος ἐνήλλακται αὕτη ἡ .νύξ;

τῆς ἁμερίας: γράφε δὲ ἀημερίας ἀντὶ τῆς ἀηδοῦς φορᾶς καὶ ἔσται ὁ νοῦς, ποῖον βάρος ἔλαβεν αὕτη ἡ νὺξ ἀπὸ τῆς προτέρας ἀηδίας;

211 ἐπεί σε λέχος δοριάλωτον: ἐπεί σε ἔχει ὁ Αἴας δοριάλωτον στέρξασαν τὸ λέχος σου· ἢ ἄλλως: ἐπεί σε ἀνέχει ὁ Αἴας τὸ δοριάλωτόν σου στέρξας λέχος· ἀνέχει δὲ ἀντὶ τοῦ ἔχει· παρέλκεται γὰρ ἡ ἀνά.

ἄμεινον στέρξασαν γράφειν.

212 ἀνέχει ἀντὶ ἀνυψοῖ, τιμᾷ.

214 ἄρρητον] κακόφημον μηδὲ λέγεσθαι ὀφείλοντα.

216 τὸ κεφάλαιον τοῦ κακοῦ πρῶτον ἐκτίθεται, ὅτι ἐφύβριστα εἴργασται μανίᾳ περιπεσών.

217 ἀπελωβήθη: ἀντὶ ἐφύβριστα εἴργασται· ἢ οὕτως, ἐνυβρίσθη καὶ λωβητὸς γέγονεν.

219 χειροδάικτα: θύματα ὑπὸ τῶν χειρῶν αὐτοῦ δαιχθέντα.

220 κείνου χρηστήρια: τὰ τολμήματα καὶ αἱ πράξεις ἢ τὰ διεφθαρμένα ποίμνια παρὰ τὸ διαχρήσασθαι αὐτά· δηλοῖ δὲ ἡ λέξις καὶ τὸ μαντεῖον καὶ τὸν χρησμὸν καὶ τὸ ἱερεῖον.

ἃ διεχρήσατο ἐκεῖνος.

222 αἴθοπος: διαπύρου, θερμοῦ ἐν ταῖς μάχαις· ἢ τὸ θερμὸν νῦν ἐπὶ τοῦ παρακεκινηκότος κείσθω.

225 κλῃζομέναν πεφημισμένην.

226 τὰν ὁ μέγας μῦθος ἀέξει: ἣν ἀγγελίαν πᾶς 1 ἢ πρόσθεν] πρόσθεν ἢ L, correxi. — 3 ἀημερίας] ,,ex ἡμερίας corruptum Dind. — 7 στέρξασαν] στέρξας L, corr. Br. σου inclusi, ἄλλως] ἀλλʼ L, corr. G. — 19 αῖ add G. λόγος αὔξει· πρῴην μὲν γὰρ μόνοι οἱ Ἕλληνες ἔλεγον ταῦτα περ Αἴαντος, ἡμεῖς δὲ ἠπιστοῦμεν, νῦν δὲ καὶ ἡμεῖς ἔγνωμεν.

227 ὤμοι φοβοῦμαι: τὸ ἐκ τούτου, φησίν, ἀποβησόμενον· εἰκὸς γὰρ τὸν οὕτως ἐξεστηκότα μηδὲ ἑαυτοῦ ἀνασχέσθαι· οὐ γάρ, φησί, φοβοῦμαι μὴ τιμωρηθῇ ὑπὸ τῶν βασιλέων.

228 περίφαντος φανερός ἐστιν ὅτι ταῦτα ἑαυτὸν διαθήσει.

229 θανεῖται ὑπὸ τῶν Ἑλληνῶν, οὐ θεόθεν. παραπλήκτῳ τῇ μανικῇ· παραπλὴξ γὰρ ὁ μανικός.

232 ἱππονόμους τοὺς μεγάλως φυλάττοντας, τοὺς ποιμένας· οὗτοι γὰρ ἐνόμιζον καὶ ποιμένας αὐτὸν ἀνῃρηκέναι.

233 ὤμοι, κεῖθεν κεῖθεν ἄρʼ ἡμῖν: ὡς οἰκουροῦσα τὰ ἔξω ἡ Τέκμησσα ἠγνόει· δεῖ οὖν τὸν μὲν χορὸν τὰ ἔνδον ἀπʼ αὐτῆς γνῶναι τὴν δὲ ἀπὸ τοῦ χοροῦ τὰ ἔξω.

235 τὴν μὲν τὴν ποίμνην.

236 πλευροκοπῶν κατὰ τῶν πλευρῶν τύπτων.

237 δύο δʼ ἀργίποδας: ἴσως τὸν μὲν ἕνα ἐνόμιζεν Ὀδυσσέα τὸν δὲ ἄλλον Νέστορα ἢ Μενέλαον. λευκόποδας.

238 τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν: ἴσως τοῦτον ἐνόμιζε Νέστορα ὡς ψευδομαρτυρήσαντα κατʼ αὐτοῦ.

241 μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν παίει: διπλώσας τὸν χαλινὸν παίει τὸν κριὸν ὡς λιγυρᾷ καὶ ὁξυτὸν 5 οὕτως] edebatur τὸν νοῦ (!); τὸν οὕ L i e. τὸν οὕτως (G, F). — 10 ad συγκατακτὰς v. 230 adscriptum in L, corr. Elmsl. — 16 δεῖ οὖν τὸν μὲν χορὸν τὰ ἔνδον] δεῖ οὖν τὸν χορὸν τὰ μὲν ἔνδον L, correxi. — 25 et p. 25, 1 ἱππολέτην (ut in textu pr.) L. φώνῳ μάστιγι· ἱπποδέτην δὲ ῥυτῆρα χαλινὸν μέγαν, μέγαν δὲ πρὸς τὸ πικρότερον καθάψασθαι τοῦ ἐχθροῦ.

243 κακὰ δεννάζων: ἀντὶ βλασφημῶν· περιστέλλει δὲ καλῶς τὸν λόγον φάσκουσα τὰ ῥήματα μὴ εἶναι τοῦ Αἴαντος ἀλλὰ θεῶν τινος ὑποβολῇ· δαίμονα δέ φησι τὴν μανίαν.

245 ὥρα τινʼ ἤδη τοι κρᾶτα: ὥρα τινὰ ἡμῶν ἀντὶ τοῦ ἕκαστον ἡμῶν προελκυσάμενον τὴν ἐσθῆτα, τοῖς καλύμμασι τὴν κεφαλὴν κρυψάμενον· ὁρῶν δὲ ὁ χορὸς ὅτι ἐν μεγίστῳ κακῷ ἐστιν Αἴας τὸ μὲν κατὰ τὴν νόσον τὸ δὲ κατὰ τὴν ἀπειλὴν τῶν βασιλέων διαπορεῖται τί πρακτέον αὐτῷ, πότερον ἐγκαλυψαμένους φεύγειν ὅποι ποτʼ οὖν ἢ ἀποπλεῖν ἐπιβάντας ἐπὶ τῶν νεῶν· καὶ οὐκ ἔστι μὲν μικρὸν τὸ ἐάσαντας τὸν προστάτην ἀπαλλαγῆναι ἀλλὰ σημαίνουσι διὰ τούτων ἔστιν ὅτε τὰ ἐν ποσὶ δεινά· εἰώθασι γὰρ οἱ ἀποροῦντες ἐξ ἀρχῆς τοιαῦτα προφέρεσθαι.

250 μεθεῖναι μετιέναι, φεύγειν· ἕκαστον ἡμῶν, φησί, δεῖ μεθεῖναι τουτέστι ῥῖψαι ἑαυτὸν ἐν νηὶ καὶ φυγεῖν.

251 τοίας ἀντὶ μεγάλας.

ἐρέσσουσιν; ἀντὶ εὐτόνως κινοῦσιν. ἀπὸ τῶν ἐρεσσόντων ἀντὶ ἐλαύνουσι, κινοῦσιν.

252 δικρατεῖς οἱ δισσοί.

253 πεφόβημαι κ. ἑ. εὐλαβοῦμαι τὸ λευσθῆναι καὶ ἄλλως μετʼ αὐτοῦ ὃν δὴ μοῖρά τις κακὴ κατέχει, 3 δʼ εννάζων (ut in textu) L. — 7 ἡμῶν inclusi. — 9 τοῖς καλύμμασι] καλύψαι G. κεφαλὴν] φυγεῖν add. F. κρυψάμενον add. Lasc. — 12 πότερον] πρότερον L, corr. Lasc. — 14 ἐάσαντα L, corr. Lasc. — 17 προσφέρεσθαι L; emendationemι, quam proposui Beitr. p. 74, confirmavit G. — 18 μετιέναι] μεθιέναι Br. — 26 ἄλλως] suspectum. λέγει δὲ τὴν μανίαν· λιθόλευστον δὲ Ἀρη τὸν θάνατον· καὶ Ὅμηρος γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀιζυροῖσι βροτοῖσιν.

254 ξυναλγεῖν ἀντὶ…

The complete text is available when the reading interface loads.