Scholia in Sophoclis Oedipum tyrannum
- Authority group
- Scholia In Sophoclem (catalogue association; authorship remains anonymous)
- Edition reference
- Scholia in Sophoclis Oedipum tyrannum (scholia recentiora), ed. O. Longo, Scholia Byzantina in Sophoclis Oedipum tyrannum, Padua: Antenore, 1971: 3–92, 95–164, 167– 265, 269–297.
- CTS identifier
urn:cts:greekLit:tlg5037.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
sch mos
35-36
ἀντὶ τοῦ ἔλυσας, ἤγουν ἔπαυσας, τὸν δασμὸν τῆς σκληρᾶς
ἀοιδοῦ, ἤγουν τῆς Σφιγγός, ὃν παρείχομεν. σκληρᾶς]
τῆς ἀπηνοῦς. <ἀοιδοῦ> λέγει, ἐπεὶ ἐμμέτρως ἔλεγε
τὰ αἰνίγματα.
37
οὐδὲν πλέον εἰδώς, ἤγουν οὐδὲν εἰς προσθήκην τῆς σῆς
γνώσεως. τὸ <πλέον,> οὕτω τιθέμενον, οὐ περισσὸν τίθε-
ται, ἀλλ' ἔχον ἀεὶ ὅποι ἀποδοθήσεται, οἷον ‘σπουδάσας οὐ-
δὲν πλέον ἤνυσα’, ἀντὶ τοῦ οὐδὲν πλέον τῆς σπουδῆς, καὶ
‘δένδρεσιν εὐκάρποις οὐδὲν πλέον’, τῆς εὐκαρπίας δηλονότι·
καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἐξειδὼς] εἰδώς· ἀκηκοώς.
38
ἐκδιδαχθείς] διδαχθείς· μαθών. προσθήκῃ θεοῦ]
ἀντὶ τοῦ μετὰ τοῦ θεοῦ.
39
ὀρθῶσαι] ἀντὶ τοῦ ἀνορθῶσαι. ἀπὸ μεταφορᾶς τῶν κλι-
νομένων, ὅταν αὐτά τις ἀνορθοῖ.
40
περιφραστικῶς ἀντὶ τοῦ ὦ κράτιστε παρὰ πᾶσιν Οἰ-
δίπους.
41
πρόστροποι] πρὸς σὲ τετραμμένοι.
42-43
ἀλκήν] ἀντὶ τοῦ βοήθειαν. εὑρεῖν] ἀντὶ τοῦ ἐξευ-
ρεῖν, ἐπινοῆσαι. ἡμῖν] χάριν ἡμῶν. του θεῶν] τινὸς
ἀπὸ τῶν θεῶν. φήμην] χρησμόν. ἀκούσας] οἶσθα δη-
λονότι. εἴτ'—που] εἴτ' ἀπ' ἀνδρός τινος ἀκούσας, μαν-
τείαν δηλονότι, οἶσθα. ἐπὶ μὲν τῶν θεῶν ἀπαντᾷ ὁ χρη-
σμὸς οἰκείως· ἐπὶ δὲ τοῦ ἀνδρὸς προσυπακούεται ἡ μαντεία
οἰκείως κατ' ἀναλογίαν.
44
ὡς] ὅτι. τοῖσιν ἐμπείροισι] τῶν ἐν πείρᾳ πολλῶν
γεγονότων. τὰς ξυμφορὰς] τὰς συντυχίας· τὰ συναντήματα.
45
ζώσας] ἀντὶ τοῦ ἀσφαλεῖς, ἀδιαπτώτους. μάλιστα]
κατὰ πολύ.
46
ἴθ'] εἶα. ἀνόρθωσον] ἀνάστησον.
47
ἴθ'] εἶα. εὐλαβήθηθ'] δυσωπήθητι. ὡς] ὅτι.
48
κλῄζει] δοξάζουσα καλεῖ. τῆς—προθυμίας] ἕνεκα
τῆς πρότερον σπουδῆς.
49
ἀρχῆς] ἀντὶ τοῦ ὧν κατ' ἀρχὰς ἐποίησας. μηδαμῶς
μεμνώμεθα] ἀντὶ τοῦ οὐδαμῶς μεμνησόμεθα.
50
στάντες τ' ἐς ὀρθὸν] ἀντὶ τοῦ ἀνορθωθέντες.
51
ἀσφαλείᾳ] ἀκριβεῖ σκέψει. ἀνόρθωσον] ἀνάστησον.
52
<ὄρνιθι αἰσίῳ,> ἀντὶ τοῦ μαντείᾳ εὐσυμβόλῳ.
<ὄρνιθες> ἁπλῶς μὲν πάντα τὰ πετόμενα, ἰδίως δὲ οἱ
εἰς μαντείαν συντείνοντες· ἀφ' οὗ ἔλεγον καὶ πᾶν τὸ εἰς
μαντείαν συντεῖνον ὄρνιν, οἷον πταρμόν, ἢ παλμόν, ἢ τοι-
οῦτό τι. οὐ μόνον δὲ τὰ εἰς μαντείαν συντείνοντα, ἀλλ'
ἤδη καὶ αὐτὴν ἁπλῶς τὴν μαντείαν ὄρνιν καλοῦσιν, καθ' ὃ
λέγεται ἐνταῦθα. τὸ <αἴσιον> δέ, καὶ τὸ <ἀπαίσιον,>
ἐπὶ τῆς τῶν ὀρνίθων μαντείας κυρίως λέγεται, καὶ ἀπὸ
τούτου καὶ ἐπ' ἄλλων, οἷον ἀπαίσιοι ὄρνιθες οἱ δυσοιώνι-
στοι, αἴσιοι δὲ τὸ ἐναντίον, οἷον οἱ εὐσύμβολοι, τουτέστιν
οἱ ἀγαθὰ σύμβολα δηλοῦντες.
53
τανῦν] κατὰ τὰ παρόντα. ἴσος] ἀντὶ τοῦ ὅμοιος.
54
ὡς] ὅτι. κρατεῖς] ἤγουν ἄρχεις.
55
κενῆς] ἐστερημένης τῶν πληρούντων αὐτὴν ἀνθρώπων.
κρατεῖν] αὐτῆς δηλονότι.
56
ὡς] ὅτι.
57
ἔρημος] μεμονωμένος. ἀνδρῶν κτἑ.] λέγω.
58
παῖδες] ἐμοὶ δηλονότι. οἰκτροί] ἐλεεινοί. γνωτὰ
κοὐκ ἄγνωτα] ἀντὶ τοῦ γνωστά, ἐγνωσμένα, καὶ οὐκ ἄγ-
νωστα.
59
ἱμείροντες] ζητοῦντες.
60
ὡς] καθά.
61
ὑμῶν] οὐδεὶς ἀφ' ὑμῶν.
62
τὸ ... ὑμῶν ἄλγος] ἤγουν ἡ λύπη ἣν ὑμεῖς ἀλγεῖτε.
ἔρχεται] ἀφορᾷ· τείνει.
63
ἐν ἑαυτῷ ὁριζόμενον καὶ εἰς οὐδένα ἄλλον.
64
καὶ ς'] ἀντὶ τοῦ καὶ ἕκαστον ὑμῶν.
65
ὕπνῳ] ἐν ὕπνῳ. εὕδοντα] καθεύδοντα· ἀναπαυόμε-
νον. ἐξεγείρετε] ἀντὶ τοῦ ἐγείρετε, ἀνίστατε.
66
ἴστε] γινώσκετε. πολλὰ] κατὰ πολύ.
67
πλάναις] στροφαῖς· φαντασίαις. ἤγουν διὰ τῶν στρο-
φῶν καὶ τῶν φαντασιῶν τοῦ λογισμοῦ.
68
ἣν δὲ θεραπείαν μόνην καλῶς εὕρισκον σκοπῶν.
69
ἔπραξα] ἀντὶ τοῦ ἐνήργησα.
70
γαμβρόν] ἀντὶ τοῦ κηδηστήν. τὰ Πυθικὰ] τὰ κατὰ
τὴν Πυθῶνα.
71
ὡς πύθοιθ'] ἵνα ἐρωτήσῃ.
72
ῥυσαίμην] ἀπαλλάξαιμι· σώσαιμι.
73-74
καί με ἤδη, ἤγουν ἀπὸ τοῦ νῦν, ἡ ἡμέρα συνεξετα-
ζομένη τῷ καθήκοντι χρόνῳ <λυπεῖ,> ἀποροῦντα δηλο-
νότι, <τί πράττει.>
74-75
φυσικός ἐστιν ὁ λόγος, ἀπὸ τῶν ἐπαγομένων συνυ-
πακούειν τὰ πρέποντα πρότερον λέγεσθαι. ὡς ἐνταῦθα ἀπὸ
τοῦ ‘τί πράσσειν’ ἀπορίαν ἐμφαίνοντος, γνώμης ζητούσης
ὅποι ἐρείσει, συνυπακούεται τὸ ἀποροῦντα, καὶ ἐν τῷ ‘οὐ
γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους, ἄναξ Ὀδυσσεῦ,
τοῦδ' ὑπ' ἀνδρὸς ἀρτίως;’. τὸ ἆρα καὶ ἐν ἄλλοις ἕτερα.
<τοῦ γὰρ εἰκότος πέρα·> ἀντὶ τοῦ περαιτέρω
τοῦ πρέποντος πράγματος· ἤγουν οὐ πρέποντα ποιῶν ἄπεστι
πλέον τοῦ καθήκοντος χρόνου.
75
πλείω] πλείονα, ἀντὶ τοῦ πλέον· οὐδέτερον. καθή-
κοντος] ἁρμόζοντος.
76
ἵκηται] ἀφίκηται. τηνικαῦτ'] τότε.
78-79
καὶ μὴν καλῶς καὶ κατὰ τὸν προσήκοντα χρόνον
ἐμνήσθης καὶ ἀνεζήτησας αὐτόν, καὶ οὗτοι μηνύουσί μοι
καὶ τὰ ἑξῆς. προστείχοντα] ἀντὶ τοῦ ἀνερχόμενον. ση-
μαίνουσι] δηλοῦσι.
80
εἰ γὰρ] εἴθε δή. ἐν τύχῃ γέ τῳ] ἐν τύχῃ τινί. ὥσπερ
παρὰ τοῖς Αἰολεῦσι τὸ <ὅντινα> κοινόν ἐστι κατὰ γένος,
οὕτω καὶ παρὰ τοῖς Ἀττικοῖς τὸ <τοῦ> καὶ τὸ <τῷ> κοι-
νῶς λέγεται, ‘οὔτε του κλύων σάλπιγγος’, καὶ ‘τοῦ χρεί-
ας’, καὶ <ἐν τύχῃ γέ τῳ.>
81
σωτῆρι] ἀντὶ τοῦ σωστικῇ. βαίη] ἔλθοι. λαμπρὸς]
ἀντὶ τοῦ ἡδύς. ὄμματι] ἀντὶ τοῦ τῇ ὄψει ᾗ βλέπεται.
82
εἰκάσαι] εἰς τὸ εἰκάσαι.
83
πολυστεφὴς] ἀντὶ τοῦ ἐστεμμένος. ὧδ'] οὕτως. εἷρ-
πε] ἀντὶ τοῦ ἤρχετο. παγκάρπου δάφνης] ἀπὸ δάφνης
πεπληρωμένης καρποῦ.
84
τάχ'] ταχέως. εἰσόμεθα] γνωσόμεθα. ξύμμετρος
—κλύειν] ἀντὶ τοῦ διάστημα ἀπέχει σύμμετρον ὥστε κλύ-
ειν, τοῦ λόγου ἡμῶν δηλονότι. ἐπὶ τοῦ διαστήματος ὀφεί-
λων θεῖναι τὸ ‘σύμμετρον’, ὁ δὲ ἐπὶ τοῦ προσώπου τίθησιν
ἀντιστρόφως. τὸ σχῆμα δὲ τοῦτο τοῦ λόγου καὶ τῷ πεζῷ
λόγῳ σύνηθες, ὥσπερ καὶ τὸ ‘ταχὺς ἦλθεν’.
85
ἐμὸν κήδευμα] ἀντὶ τοῦ κηδεστὰ ἐμέ.
86
φήμην] χρησμόν.
87-88
ἐσθλήν] ἀγαθήν. τὰ δύσφορ'—ἐξελθόντα] τὰ
δυσχερῆ, ἤγουν ἡ ζήτησις τοῦ φονέως, εἰ τύχοι ἐξελθόντα,
ἤγουν ἐξέλθοι, εἰ τελεσθείη. κατ' ὀρθὸν] ἀντὶ τοῦ ὀρ-
θῶς. πάντ'] κατὰ πάντα.
89
θρασὺς] ἀντὶ τοῦ θαρραλέος.
90
προδείσας] ἀντὶ τοῦ δείσας. τῷ—λόγῳ] κατὰ τὸν
νῦν λόγον.
91
χρῄζεις] θέλεις. πλησιαζόντων] ἀντὶ τοῦ πλησίον
ὄντων.
92
ἕτοιμος] εἰμί. στείχειν] πορεύεσθαι.
93
ἐς] πρός. αὔδα] λέγε. τῶνδε] ἀντὶ τοῦ περὶ τῆς
ψυχῆς τῶνδε. φέρω] ἀντὶ τοῦ ἄγω, ἔχω.
94
περισσὸς <ὁ καί.> ψυχῆς] ἀντὶ τοῦ ζωῆς.
96
ἄνωγεν] ἐκέλευσεν. ἐμφανῶς] φανερῶς.
97-98
μίασμα—ἐλαύνειν] τὸν ἐν τῇ χώρᾳ μιασμόν, καθὰ
βεβλαστηκὸς ἐν τῇδε τῇ γῇ, διώκειν, καθαίρειν. ἀνήκε-
στον τρέφειν] ἀντὶ τοῦ εἰς ἀνίατον αὔξειν.
99
ποίῳ καθαρμῷ] ἐκέλευσεν ἐλαύνειν τὸ μίασμα. ξυμ-
φορᾶς] ἀντὶ τοῦ συμφέροντος.
100-01
δι' ἐξορίας ἀνδρός, ἢ διὰ φόνου πάλιν λύοντας, ἤ-
γουν καθαίροντας, φόνον, καθὰ τοῦδε τοῦ αἵματος, ἤγουν
τοῦ φόνου, χειμάζοντος, ἀντὶ τοῦ ταράσσοντος, τὴν πόλιν.
102
ἤγουν τὸν συμβεβηκότα τοῦτον φόνον ποίου ἀνδρὸς
δηλοῖ εἶναι, τουτέστιν τίνα λέγει παθεῖν τοῦτον τὸν
φόνον;
103
ἡγεμὼν] ἄρχων· βασιλεύς.
104
πρὶν—πόλιν] πρὸ τοῦ ἀπευθύνειν, ἤγουν κυβερνᾶν σε
τήνδε τὴν πόλιν. τὸ <εὐθύνειν> καὶ τὸ <ἀπευθύ-
νειν> ἐπὶ τῶν ὀρθουμένων λοξῶν λέγεται, καὶ ἐπὶ τῶν
κυβερνωμένων νεῶν, καὶ ἀπὸ τούτων κατὰ μεταφορὰν καὶ
ἐπὶ τοῦ κολάζειν καὶ ἐπὶ τῶν ἄλλως διοικουμένων, καθ' ὃ
λέγεται ἐνταῦθα.
105
ἔξοιδα] ἀντὶ τοῦ οἶδα. οὐ—πω] οὔπω γὰρ εἰσεῖ-
δον, ἀντὶ τοῦ οὐδαμῶς εἶδον.
106
θανόντος] ἀντὶ τοῦ φονευθέντος. ἐπιστέλλει] ἐντέλ-
λεται· προστάσσει. σαφῶς] φανερῶς.
107
τοὺς αὐτοέντας] τοὺς αὐτουργοὺς τοῦ φόνου. χειρὶ]
ἀντὶ τοῦ κακώσει χειρῶν. τιμωρεῖν] ἀντὶ τοῦ τιμω-
ρεῖσθαι, κολάζειν.
109
λέγω, σημεῖον δυσεύρετον πάλαι γεγονυίας αἰτίας,
ἀντὶ τοῦ ὑποθέσεως. λέγεται δὲ ἀπὸ τῶν κυνῶν τῶν τὸ
ἴχνος σκοπούντων.
110
ἔφασκε] ἀντὶ τοῦ εἶπε, ὁ Ἀπόλλων δηλονότι, εἶναι
τοὺς αὐτουργοὺς τοῦ φόνου. τὸ ... ζητούμενον] τὸ
ἐρευνώμενον.
111
ἁλωτόν] καταλαμβανόμενον. ἐκφεύγει] διαδιδρά-
σκει. καὶ ταῦτα ἀπὸ τῶν θηρίων λέγεται τῶν ἁλισκομένων
ἢ ἐκφευγόντων.
112
πότερα] πότερον.
113
συμπίπτει] ἀντὶ τοῦ συνέπεσεν, συνήντησεν.
114-15
θεωρός] ἐπόπτης μυστηρίων ἐσόμενος. <πάλιν
πρὸς οἶκον·> ἤγουν οὐκέτι πάλιν ἀφίκετο, ἀντὶ τοῦ
ἐπανέστρεψε, πρὸς οἶκον, <ὡς ἀπεστάλη,> ἀντὶ τοῦ
καθὰ ἀπεδήμησεν. <ἀπεστάλη> τις ὑπό τινος, ἀντὶ τοῦ
ἐπέμφθη. ἐνταῦθα δὲ ἀντὶ τοῦ ἀπῆλθε καὶ ἀπεδήμησεν.
οὐκέτι] οὐδαμῶς.
116
ἄγγελος] μηνυτής. συμπράκτωρ ὁδοῦ] συνεργὸς
ὁδοῦ, ἀντὶ τοῦ συνοδοιπόρος.
117
κατεῖδ'] ἀντὶ τοῦ εἶδεν. ὅτου—ἐκμαθὼν] ἐξ οὗ
τις μαθών, ἀντὶ τοῦ ἀκούσας. ἐχρήσατ' ἄν] τῷ ἀκουσ-
θέντι δηλονότι.
118
οὐχί. θνῄσκουσι] ἀντὶ τοῦ ἐφονεύθησαν, πάντες
δηλονότι. φόβῳ] σὺν φόβῳ. φυγὼν] ἐκφυγών.
119
ὧν] ἀφ' ὧν. οὐδὲν] ἄλλο δηλονότι. <εἶχε εἰ-
δώς,> ἀντὶ τοῦ ᾔδει.
120
ἐξεύροι] ἀντὶ τοῦ μηχανὴν δοίη.
121
ἤγουν εἰ λάβοιμεν μικρὰν ἀρχήν, ὥστε ἐλπίζειν.
122
συντυχόντας] συναντήσαντας. μιᾷ] σὺν μιᾷ.
123
ῥώμῃ] ἰσχύι. νιν] αὐτόν.
125
ἐπράσσετ'] ἐνηργεῖτο. ἐνθένδε] ἀπὸ τούτου τοῦ τό-
που. ἐς—ἔβη] εἰς τοσαύτην τόλμαν ἐπορεύθη.
126
δοκοῦντα] νομιζόμενα. ὀλωλότος] ἀντὶ τοῦ πεφο-
νευμένου.
127
ἐν κακοῖς] ἐν συμφοραῖς, ἤγουν συμφορῶν οὐσῶν.
128-29
ἐμποδών] ὂν δηλονότι. τυραννίδος—πεσούσης]
ἀντὶ τοῦ βασιλέως οὕτω πεσόντος. εἶργε] ἐκώλυε.
ἐξειδέναι] εἰδέναι· μεμαθηκέναι.
130
ἡ ποικιλῳδὸς] ἡ ποικίλα ᾄδουσα. τὰ πρὸς ποσὶ]
τὰ ἔμπροσθεν καὶ προέργου.
131
μεθέντας] ἀφέντας. τἀφανῆ] τὰ ἄδηλα αὐτῆς αἰ-
νίγματα. προσήγετο] προσῆγε· συνήλαυνε.
132
αὔτ'] αὐτά. φανῶ] ἀντὶ τοῦ δείξω.
133
ἐπαξίως] ἀντὶ τοῦ ἀξίως, πρεπόντως.
134
πρὸς] ὑπέρ. ἔθεσθε] ἐποιήσατε. ἐπιστροφήν]
ἤγουν τὴν σπουδήν, τὴν φροντίδα.
135
ὥστε ὄψεσθε καὶ ἐμὲ σύμμαχον, ἤγουν βοηθόν, ἐν-
δίκως, δικαίως.
136
τιμωροῦντα] βοηθοῦντα.
137
οὐ γὰρ ὑπὲρ τῶν ἀπωτέρω, ἀντὶ τοῦ τῶν πόρρω,
φίλων.
138
αὐτὸς αὑτοῦ] συνυπακούεται ἡ ὑπὲρ ἀπὸ κοινοῦ, ἵνα
ᾖ, ἀλλ' αὐτὸς ὑπὲρ ἐμαυτοῦ. ἀποσκεδῶ] ἀντὶ τοῦ ἀπο-
σκεδάσω, ἀποπέμψομαι, τὸ μίασμα.
140
τοιαύτῃ χειρὶ] ἀντὶ τοῦ τοιαύτῃ τόλμῃ χειρός. τι-
μωρεῖν] ἀντὶ τοῦ τιμωρεῖσθαι, κολάζειν.
141
προσαρκῶν] ἀντὶ τοῦ ἐπαρκῶν, ἤγουν βοηθῶν.
142
βάθρων] ἀπὸ τῶν καθεδρῶν.
143
ἵστασθε] ἀνίστασθε, ἀντὶ τοῦ ἀνάστητε. ἄραντες]
βαστάσαντες. ἱκτῆρας] ἱκετηρίους.
144
ὧδε] δεῦρο.
145
ὡς—δράσοντος] καθὰ πᾶσαν μηχανὴν ἐμοῦ μέλλοντος
δράσειν.
147
ἱστώμεθα] ἀνιστώμεθα· ἀντὶ τοῦ ἀναστῶμεν, δεῦτε ἵνα
ἀναστῶμεν.
147-48
καὶ γὰρ χάριν τῶνδε δεῦρο ἐπορεύθημεν, ὧν οὗτος
ἐπαγγέλλεται, ἤγουν ὑπισχνεῖται.
150
ἵκοιτο] ἀντὶ τοῦ εἴθε ἀφίκοιτο.
151
Διὸς—φάτι] ἡ δι' ἀέρος διαδιδομένη ἡδυλόγε φήμη·
λέγει δὲ τὸν χρησμόν. τίς] ποταπή. τᾶς] ἀπὸ τᾶς.
152
ἀγλαὰς] εἰς ἀγλαάς.
153
ἐκτέταμαι] μετέωρος ἐγενόμην. φοβερὰν] ἀντὶ τοῦ
ἐπίφοβον· παθητικῶς. φρένα] κατὰ φρένα. πάλλων]
παλλόμενος.
154
διὰ μέσου τοῦτο. ἐπὶ τῶν παιάνων λέγεται τὸ
<ἰήιος,> ἐπεὶ τοιούτῳ μέλει ᾖδον τοὺς παιᾶνας. ἐπεὶ δὲ
πρὸς τὸν Ἀπόλλωνα ᾔδοντο οἱ παιᾶνες, ἐλέγετο καὶ ὁ Ἀ-
πόλλων ἰήιος, ὡς ὑπὸ τοιούτου μέλους ὑμνούμενος, ὥσπερ
εὔιος ὁ Διόνυσος. καὶ ἐπὶ τοῦ <παιᾶνος> τὸ αὐτὸ τοῦτο
συμβαίνει· λέγεται γὰρ παιάν, ὁ εἰς τὸν Ἀπόλλωνα ὕμνος,
καὶ ἀπὸ τούτου καὶ ὁ Ἀπόλλων, καθ' ὃ λέγεται ἐνταῦθα.
δείκνυται δὲ καὶ ἐν τούτοις τοῦτο σαφέστερον· ‘ὑμνείω
παιᾶνα μέγαν θεὸν Ἀπόλλωνα’.
155-56
ἀμφὶ σοὶ] ἀντὶ τοῦ ἐπὶ σοί. ἁζόμενος] εὐλα-
βούμενος· φοβούμενος. νέον] νῦν. πάλιν] ὕστερον.
157
ἐξανύσεις] ἀντὶ τοῦ ἀνύσεις, ποιήσεις. χρέος]
πρᾶγμα.
158
ἄμβροτε] ἀθάνατε· ἀδιάπτωτε. φάμα] τὸν χρησμὸν
λέγει.
159
πρῶτα] πρῶτον. κεκλομένῳ] ἀντὶ τοῦ ἐπικαλου-
μένῳ. ἄμβροτ'] ἀθάνατε.
160
γαιάοχον] ἀντὶ τοῦ τὴν πολιοῦχον. ἀδελφεὰν] τὴν
ἀδελφήν, τὴν σὴν δηλονότι.
161
Ἄρτεμιν] καὶ τὴν Ἄρτεμιν. ἡ αὐτή ἐστιν ἡ Ἄρτε-
μις τῇ Ἑκάτῃ, ἥτις ἐτιμᾶτο ἐν ταῖς τριόδοις. κυκλόεντ']
κυκλοτερῆ. ἀγορᾶς] ἐπὶ τῆς ἀγορᾶς. εὐκλεᾶ] ἔνδο-
ξον. θάσσει] κάθηται.
162
καὶ τὸν Ἀπόλλωνα τὸν μακρόθεν πέμποντα τὰ βέλη,
ἤγουν τὰς ἀκτῖνας. ἰὼ ἰώ] διὰ μέσου.
163
τρισσοὶ] ἀντὶ τοῦ τρεῖς. ἀλεξίμοροι] διῶκται κακῆς
μοίρας. προφάνητε] ἀντὶ τοῦ φάνητε.
164-65
ἄτας] βλάβης. <ὑπερορνυμένας πόλει·>
ἡ ὑπὲρ ἀντὶ τῆς ἐπί, ἤγουν κινουμένης κατὰ τῆς πόλεως.
166
<ἠνύσατ' ἐκτοπίαν,> ἤγουν ἐποιήσατε ἐκτετο-
πισμένην· τουτέστιν ἐξετοπίσατε, ὑπερόριον ἐποιήσατε.
φλόγα] ἀντὶ τοῦ τὴν κάκωσιν.
168
ὦ πόποι] ἀντὶ τοῦ φεῦ· διὰ μέσου. ἀνάριθμα]
ἀναρίθμητα. φέρω] ὑπομένω.
169
πρόπας] ἀντὶ τοῦ πᾶς. στόλος] λαός.
170-71
ἔνι—ἔγχος] ἔνεστιν ἐπινοίας δύναμις. ᾧ] δι' οὗ.
ἀλέξεται] ἀμυνεῖται· ἀντιτάξεται.
172-73
ἔκγονα] οἱ καρποί. τόκοισιν ... καμάτων] τῶν
ἐπὶ τοῖς τόκοις καμάτων. ἰηίων] θρηνητικῶν. ἀνέ-
χουσι] ἄνεσιν ἔχουσι, παύονται.
174
ἄλλῳ] ἐπ' ἄλλῳ. προσίδοις] ἀντὶ τοῦ ἴδοις
175
ἇπερ] καθά. εὔπτερον] εὖ ἔχοντα ἕνεκα τῆς πτή-
σεως, ἤγουν ὠκυπέτην.
176-77
εὐτονώτερον τῆς περισσῶς μεγάλης φλογός, καὶ
πρὸς ἣν οὐκ ἔστι μῆκος παραβαλεῖν, κινούμενον πρὸς τὴν
παράλιον τοῦ ἑσπέρου θεοῦ, ἤγουν τοῦ σκοτεινοῦ, περι-
φραστικῶς ἀντὶ τοῦ Ἅ|δου, πρὸς ὃν ἔλεγον διὰ τῆς Ἀχε-
ρουσίας λίμνης κατάγεσθαι τὰς ψυχάς.
178
ὧν κατὰ πλήθη ἀναρίμθητα ἡ πόλις ὄλλυται.
179
νηλέα] νηλεῶς. ἁ γένεθλα] ἡ γένεθλα, ἤγουν τὰ
τέκνα, οἱ παῖδες.
180
παρὰ τῇ γῇ τῇ θανατηρᾷ, τῇ φθοροποιῷ· ὅτι ἀπὸ
τῆς γῆς μεταλαμβάνουσι τῆς λοιμικῆς νόσου τὰ ζῷα.
181
<νηλεῶς> καὶ <ἀνοίκτως> ἐκ παραλλήλου.
183-86
ἤγουν ἐπὶ τούτοις δὲ αἱ ἄλοχοι, κεῖνται δηλονότι,
καὶ πολιαὶ μητέρες, ἤγουν πεπολιωμέναι γραῖαι, ἐπ' ἀκτὰν
παραβώμιον, ἤγουν ἐπὶ τὴν παρὰ τοῖς βωμοῖς ἐξοχήν,
ἄλλοθεν ἄλλαι, ἤγουν ἀπ' ἄλλου μέρους ἄλλαι, κείμεναι
δηλονότι, ἱκτῆρες, τουτέστιν ἱκέτιδες, ἐπιστονάχουσιν, ἀντὶ
τοῦ στονάχουσιν, ἕνεκα τῶν χαλεπῶν πόνων. ἐπιστονά-
χουσι] στενάζουσι· θρηνοῦσι.
187
ὁ εἰς τὸν Ἀπόλλωνα ὕμνος λαμπρῶς ὑμνεῖται, καὶ
θρηνώδης φωνὴ σύναυλος, σύμφωνος, ἐστὶ δηλονότι.
188
ὕπερ] ἕνεκα. χρυσέα] τιμία. θύγατερ Διός]
Ἀθηνᾶ.
189
εὐῶπα] ὀξὺ ὁρῶσα καὶ καθαρόν. ἀλκάν] βοήθειαν.
190-91
Ἄρεα] τὸν λοιμόν· ἀμφότεροι γὰρ θανατοῦσι. ἄ-
χαλκος ἀσπίδων] ἄοπλος σωματικῶν ὅπλων.
192
περιβόητος] μέγας. ἀντιάζων] συναντῶν.
193
λείπει δός. δὸς νῶτα δοῦναι ὀπισθορμήτῳ πορείᾳ,
ἤγουν ἡττηθῆναι, ἀποστῆναι.
194
πάτρας ἄπουρον] τῆς πατρίδος, τῆς ἐμῆς δηλονότι,
μακράν.
195
θάλαμον Ἀμφιτρίτας] βυθὸν θαλάσσης.
196-97
εἴτε εἰς τὸν ἀνεπιτήδειον τοῖς ξένοις εἰς ἐλλιμένισιν,
τὸν ταραχώδη, πόντον Θρᾴκιον, ἤγουν τὸν Εὔξεινον πόντον.
198-99
εἴ τι γὰρ ἂν ἡ νὺξ ἀφῇ, τοῦτο διὰ τέλους ἡ ἡμέρα
ἐπέρχεται.
200-02
τοῦτον, τὸν λοιμὸν δηλονότι, ὦ ὁ νέμων, ἤγουν ὁ
διοικῶν, τὰ κράτη τῶν πυρφόρων ἀστραπῶν, ἢ οὕτως· ὦ
ὁ νέμων τῷ κράτει τῷ σῷ, ἤγουν διὰ τῆς σῆς ἰσχύος, τὴν
πυρφόρον ἀστραπήν, φθεῖρον ὑποθεὶς τῷ σῷ κεραυνῷ, ἤ-
γουν κεραυνώσας αὐτόν, κατ' αὐτοῦ βαλὼν τὸν σὸν κεραυνόν.
203-06
ὦ Λύκειε ἄναξ, θέλοιμι ἂν καὶ τὰ σὰ βέλη, ἤγουν
τὰς ἀκτῖνας, ἐνδατεῖσθαι, τουτέστι διαδίδοσθαι, ἐνδιαι-
τᾶσθαι, ἀδάμαστα, ἀντὶ τοῦ ἄλυπα, ἀπὸ χρυσοστρόφων
ἀγκύλων, ἤγουν ἀπὸ τῆς χρυσῆς νευρᾶς τοῦ τόξου, ἀρωγὰ
προιστάμενα. ἀδάμαστ'] ἀντὶ τοῦ μὴ δαμάζοντα.
207-08
καὶ τὰς αἴγλας τῆς Ἀρτέμιδος τὰς πυρφόρους,
θέλοιμι ἂν δηλονότι ἐνδιαιτᾶσθαι. αἴγλας] λαμπηδόνας.
Λύκει' ὄρεα] τὰ τῆς Λυκίας ὄρη. διαίσσει] διέρχεται.
209-10
τὸν χρυσομίτραν] τὸν πολυτελεῖ ζώνῃ χρώμενον,
ἤγουν τὸν πλούσιον. κικλήσκω] ἀντὶ τοῦ ἐπικαλοῦμαι.
τᾶσδ'—γᾶς] ἤγουν τὸν Θηβαῖον.
212
μονόστολον] τὸν συνόμιλον· ἤγουν τὸν Διόνυσον.
213-14
πελασθῆναι] ἀντὶ τοῦ πελάσαι, παραγενέσθαι. φλέ-
γοντ'—πεύκᾳ] λάμποντα σὺν λαμπρᾷ πεύκῃ.
215
ἤγουν κατὰ τοῦ ἀτίμου ἐν θεοῖς θεοῦ, τοῦ λοιμοῦ.
216
αἰτεῖς] ἀντὶ τοῦ αἰτῇ, ἤγουν παρακαλεῖς.
217
τῇ νόσῳ] κατὰ τῆς νόσου. ὑπηρετεῖν] ὑπουργεῖν.
218
ἀλκὴν] βοήθειαν. κἀνακούφισιν κακῶν] ἐλευθερίαν
τοῦ βάρους τῶν κακῶν.
219
ξένος—τοῦδ'] μὴ ἐνεχόμενος ζητεῖν τὸν λόγον τοῦ-
τον τὸν περὶ τοῦ φονέως. ἐξερῶ] ἀντὶ τοῦ ἐρῶ.
220
ξένος—πραχθέντος] μὴ ἐνεχόμενος ζητεῖν τὸ πραχ-
θέν, ἤγουν τὸν φόνον. μακρὰν] ἐπὶ πολύ.
221
ἴχνευον] ἐζήτουν. μὴ οὐκ ἔχων] ἐπεὶ οὐκ ἔχω.
σύμβολον] σημεῖον.
222-23
νῦν δέ, οὐχ οὕτω ποιῶ δηλονότι, ἀλλὰ προφωνῶ,
ἤγουν προαγγέλλω, ὑμῖν πᾶσι τοῖς Καδμείοις· ὕστερος
γὰρ αὐτὸς ἀστὸς εἰς ἀστοὺς τελῶ τάδε.
224
ὑμῶν] ἀφ' ὑμῶν.
225
κάτοιδεν] οἶδεν. ἐκ] ὑπό. διώλετο] ἐφονεύθη.
226
κελεύω—σημαίνειν] προστάττω πᾶν τὸ συμβὰν
δηλοῦν.
227
φοβεῖται τοὐπίκλημ'] τὸ ἔγκλημα, ὡς ποιήσας αὐτὸς
δηλονότι. ὑπεξελὼν] ἀντὶ τοῦ ἐξελών, ἐκβαλών, τὸν
φόβον δηλονότι.
228
καθ' αὑτοῦ] σημαινέτω.
229
ἀστεργὲς] βαρύ. ἄπεισιν] ἀπελεύσεται.
230
εἰ δ' αὖ τις] εἰ δέ τις.
231
τὸν αὐτόχειρα] τὸν αὐτουργὸν τοῦ φόνου.
232
τελῶ] τελέσω· δώσω. ἡ χάρις] ἡ εὐχαριστία.
προσκείσεται] πρὸς τῷ κέρδει κείσεται, ἐκείνῳ δηλονότι,
καὶ ἡ χάρις.
233
αὖ] δή. φίλου] ἕνεκα φίλου.
234-35
ἀπώσῃ] ἀποπέμψῃ. ἢ χαὐτοῦ] ἢ καὶ ἕνεκα
ἑαυτοῦ. τὸ <ἀπώσῃ> πρὸς τὸ <σιωπήσεσθε> ἀ-
φορᾷ, καὶ φυλάττει μὲν τὸ πρόσωπον, ἐναλλάττει δὲ τὸν
ἀριθμόν. ὤφειλεν γὰρ πληθυντικῶς λέγεσθαι, οἷον· εἰ δ'
αὖ σιωπήσεσθε καὶ ἀπώσεσθε τόνδε τὸν λόγον ὃν ἐγὼ
κελεύω, ἢ ἕνεκα φίλου δείσας τις, ἢ ὑπὲρ ἑαυτοῦ, ἃ μετὰ
ταῦτα δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.
236
ἀπαυδῶ] ἀπαγορεύω. γῆς] ἐπὶ τῆς γῆς.
237
κράτη] τὴν δύναμιν· τὴν ἐξουσίαν. νέμω] διοικῶ.
239
ἐν—εὐχαῖσι] ἐν ταῖς πρὸς τοὺς θεοὺς εὐχαῖς. θύ-
μασιν] ἐν θυσίαις.
240
κοινὸν ποιεῖσθαι] κοινωνεῖν.
241-43
καθὰ ὄντος ἡμῖν τοῦδε τοῦ ἀνδρὸς μιάσματος, ὡς
ἔδειξεν ἐμοὶ ἀρτίως τὸ μαντεῖον τοῦ Πυθίου θεοῦ.
244
τῷ ... δαίμονι] τῷ θεῷ· τῷ Ἀπόλλωνι, τῷ προστά-
ξαντι ζητεῖν τὸν φονέα.
245
τῷ θανόντι] τῷ φονευθέντι. πέλω] ὑπάρχω.
246
κατεύχομαι] καταρῶμαι. τὸν δεδρακότα] τὸν ἐργα-
σάμενον τὸν φόνον.
248
<κακόν·> αὐτὸν ὄντα δηλονότι. ἄμοιρον] κακῇ
μοίρᾳ. ἐκτρῖψαι βίον] καταστρέψαι τὴν ζωήν.
249
ἐπεύχομαι] εὔχομαι. ξυνέστιος] σύνοικος.
251
παθεῖν] ἐγώ. τοῖσδ'] κατὰ τῶνδε. ἠρασάμην]
ηὐξάμην.
252
ταῦτα] τὸ ἀγγεῖλαι τὸν φονέα, ἤγουν ἀπωθεῖσθαι τῶν
οἰκιῶν καὶ τῶν θυσιῶν. ἐπισκήπτω] ἐνόρκως ἐντέλλομαι.
τελεῖν] ποιεῖν. πρὸς τὸ ‘ἐγὼ μὲν τοιόσδε’ ἀποδίδοται
τὸ <ὑμῖν δέ.>
253
ὑπέρ τ' ἐμαυτοῦ] ἐπισκήπτω ταῦτα. ὑπὲρ ἑαυτοῦ
λέγει ταῦτα ἐπισκήπτειν, ἐπεὶ εὑρημένου τοῦ φονέως καὶ
δίκην δεδωκότος, ἀπαλλάξεται μὲν φροντίδος, ἀσφαλέστε-
ρον δὲ αὐτῷ καὶ τὰ πράγματα ἕξει τῆς κατὰ τῶν βασιλέων
τόλμης ὑπεσταλμένης, τῷ τὸν ἅπαξ τετολμηκότα κεκο-
λάσθαι.
254
ὧδ'] οὕτως. ἀκάρπως κἀθέως] τῷ μὴ καρποφο-
ρεῖν καὶ μὴ ἐπιμελεῖσθαι αὐτῆς τὸν θεόν.
255
οὐδὲ γὰρ εἰ μὴ ἦν τὸ πρᾶγμα, ἤγουν τὸ ζητεῖν τὸν
φονέα, ὑπὸ τοῦ θεοῦ κεκινημένον.
256
ἀκάθαρτον] ἀνεξέταστον.
258
ἐπικυρῶ τ' ἐγὼ] καὶ ὁ θεὸς κινεῖ καὶ ἐγὼ ἐπιβεβαιῶ.
263
εἰς τὴν κεφαλὴν ἐκείνου, ἤγουν τοῦ γένους, ἐνήλατο
ἡ τύχη, ἀντὶ τοῦ ἐδυστύχησε τὸ γένος.
264-65
ἀνθ' ὧν] δι' ἅ, ἤγουν διότι ἔχω τὰς ἀρχὰς ἐκεί-
νου καὶ τὰ λέκτρα καὶ τὴν γυναῖκα. ὡσπερεὶ—ὑπερμα-
χοῦμαι] ὑπεραγωνίσομαι καθάπερ ὑπὲρ τοῦ ἐμοῦ πατρός.
κἀπὶ πάντ'] ἐπὶ πᾶσαν μηχανήν.
266-67
τὸν αὐτόχειρα] τὸν αὐτουργόν. τῷ—παιδὶ] τοῦ
παιδὸς τοῦ Λαβδάκου.
269
καὶ—δρῶσιν] καὶ τοῖς μὴ πράττουσι ταῦτα, ἤγουν
τοῖς μὴ ὑπερμαχομένοις καὶ ζητοῦσι τὸν φονέα. θεοὺς]
εἰς θεούς.
270-71
μήτε σπόρον τινὰ αὔξειν αὐτοῖς τὴν γῆν, μήτε
τοὺς παῖδας τῶν γυναικῶν, αὔξειν τὴν γῆν δηλονότι. τῷ
πότμῳ] τῇ τύχῃ.
272
κἄτι τοῦδ' ἐχθίονι] καὶ ἔτι ταύτης τύχῃ μᾶλλον με-
μισημένῃ.
274
τάδ'] τὸ ὑπερμαχεῖν καὶ ζητεῖν τὸν φονέα.
276
καθά με ἐν κατάραις ἐκράτησας, οὕτως ἐρῶ ἐν ταῖς
αὐταῖς κατάραις.
277
ἔχω] δύναμαι.
278-79
τὸ δὲ ζήτημα τόδε τοῦ πέμψαντος ἦν Φοίβου, ἤ-
γουν τῆς δυνάμεως ἦν τοῦ Φοίβου, εἰπεῖν, λέγω τὸ ὅστις
εἴργασταί ποτε τὸν φόνον δηλονότι. ποτε] περισσόν.
280
ἀναγκάσαι] βιάσασθαι.
282
τὰ ἐκ τῶνδε δεύτερα, ἤγουν τὰ ἐν δευτέρᾳ τάξει μετὰ
ταῦτα, λέγοιμι ἄν, ἅ μοι δοκεῖ, ἤγουν φαίνεται, δεύτερα
δηλονότι.
283
εἰ εἰσί τινα καὶ τρίτου λόγου, μὴ καταλίπῃς τὸ εἰπεῖν.
284
ἄνακτ'] λέγω τὸν Τειρεσίαν. ἄνακτι] λέγω τῷ
Φοίβῳ. ταῦθ'] τὰ αὐτά. ἄνακτα λέγει τὸν Ἀπόλλωνα
καὶ τὸν Τειρεσίαν, τὸν μὲν ὡς φύσει ἀνάσσοντα, τὸν δὲ
Τειρεσίαν ὡς ὑπὸ τῶν ἀνθρώπων οὕτω τιμώμενον διὰ τὸ
κράτος τῆς μαντικῆς.
286
σκοπῶν] ζητῶν· ἐρευνῶν. ἐκμάθοι] ἀντὶ τοῦ μάθοι.
287
ἀλλ'] καὶ μήν. οὐκ ἐν ἀργοῖς] οὐκ ἀργῶς. ἐπρα-
ξάμην] ἀντὶ τοῦ ἔπραξα.
288
διπλοῦς] δύο.
289
πομπούς] τοὺς παραπέμψοντας αὐτὸν δεῦρο. πάλαι
—θαυμάζεται] διὰ δὲ τὸ μὴ παρεῖναι πρὸ μακροῦ θαυμά-
ζεται, ὁ Τειρεσίας δηλονότι.
290
κωφὰ] ἀνυπόστατα. παλαί'] σαθρά.
291
σκοπῶ] ἐξετάζω.
292
θανεῖν] φονευθῆναι.
293
τὸν δὲ ἰδόντα τὸν φονεύσαντα οὐδεὶς ὁρᾷ, ἀντὶ τοῦ
γινώσκει.
294-95
ἤγουν ἀλλ' εἰ μὲν δὴ καὶ φόβου τι μέρος ἔχει, τὰς
σὰς ἀκούων τοιάσδε ἀράς, ἤγουν κατάρας, οὐ μενεῖ, ἀντὶ
τοῦ οὐχ ὑπομενεῖ.
296
τάρβος] φόβος.
297
ἀλλ' ἔστιν ὁ φανερώσων αὐτόν. οἵδε] οὗτοι.
298
ὧδε] δεῦρο.
299
ἐμπέφυκεν] ἔνεστι.
300
νωμῶν] ἀντὶ τοῦ ἐρευνῶν, σκοπῶν. διδακτά] ῥητά.
301
χθονοστιβῆ] τὰ τὴν δίαιταν ἐν τῇ γῇ ἔχοντα, ἤγουν
τὰ χθόνια.
302
βλέπεις] τοῖς αἰσθητοῖς ὀφθαλμοῖς. φρονεῖς] γι-
νώσκεις.
303
προστάτην] πρόμαχον.
304
ἐξευρίσκομεν] ἀντὶ τοῦ εὑρίσκομεν.
305-09
ὁ Φοῖβος γάρ, ἤγουν ὁ Ἀπόλλων, εἰ καὶ μὴ ἤκου-
σας τῶν ἀγγέλων, πέμψασιν ἡμῖν ἀντέπεμψε, μόνην ἂν
ἐλθεῖν ἐλευθερίαν τοῦδε τοῦ νοσήματος, εἰ τοὺς κτανόν-
τας τὸν Λάϊον μαθόντες εὖ, κτείναιμεν, ἢ ἐκ τῆς γῆς
πεμψαίμεθα φυγάδας, ἤγουν ἐξορίστους.
310
φθονήσας] ἀποκρύψας. μήτ'] εἰ ἔχεις, ἀπὸ κοινοῦ.
φάτιν] φήμην· μαντείαν.
311
ὁδόν] μέθοδον.
312
ῥῦσαι] ἀπάλλαξον. ῥῦσαι] ἀπάλλαξον.
313
ῥῦσαι] κάθαρον. τοῦ τεθνηκότος] τὸ διὰ τὸν φο-
νευθέντα.
314-15
ἐσμεν] ἀντὶ τοῦ σωζόμεθα. ἔχει] κέκτηται.
κάλλιστος πόνος] κάλλιστον ἔργον.
316-17
φρονεῖν] τὸ γινώσκειν. ὡς] λίαν. δεινὸν] χα-
λεπόν. <μὴ τέλη λύει,> ἤγουν λυσιτελεῖ. φρονοῦντι]
τῷ γινώσκοντι.
318
διώλες'] ἐπελαθόμην. ἱκόμην] ἀφικόμην.
319
ὡς] λίαν. ἄθυμος] δύσθυμος, ἤγουν λελυπημένος,
ᾧ ἐναντίον ὁ εὔθυμος. εἰσελήλυθας] ἀντὶ τοῦ ἐλήλυθας.
320-21
ἄφες] ἔασον. ἐς οἴκους] τοὺς ἐμοὺς δηλονότι πο-
ρευθῆναι. ῥᾷστα, ἤγουν εὐκολώτατα, σύ τε τὸ σὸν διοί-
σεις ἀπὸ κοινοῦ, καὶ ἐγὼ τὸ ἐμόν, ἢν ἐμοὶ πιθῇ, ἤγουν
καταπεισθῇς. ἀπὸ μεταφορᾶς τῶν βασταζόντων τι ταῦτα
λέγεται. ἤγουν καὶ σὺ εὐκολώτατα βαστάσεις τὸ σὸν φορ-
τίον, ἤγουν τὴν σὴν τύχην, καὶ ἐγὼ τὴν ἐμήν.
322-23
ἔννομ'] ἔννομον. πόλει—ἔθρεψε] τῇ πατρίδι
δηλονότι, ἥτις σοι παρέσχε τὰς αἰτίας τῆς ἀνατροφῆς.
<τήνδ' ἀποστερῶν φάτιν·> αὐτὴν δηλονότι, ἤ-
γουν τὴν περὶ τούτου μαντείαν ἀποστερῶν αὐτήν. τὸ
<ἀποστερῶ> ἐνίοτε μὲν ἀπὸ αἰτιατικῆς εἰς γενικὴν ἔχει
τὴν σύνταξιν, οἷον ‘ἀποστερῶ σε τοῦδε’, ἐνίοτε δὲ καὶ
ἀπὸ αἰτιατικῆς εἰς αἰτιατικήν, ὡς ἐνταῦθα.
324
σοὶ] ὑπὸ σοῦ. ἰὸν] ἐρχόμενον.
325
ὡς] ἵνα. σιγῶ δηλονότι.
326
φρονῶν] ἀντὶ τοῦ εἰδώς.
327
ἱκτήριοι] ἱκετήριοι.
328
φρονεῖτε] καλῶς δηλονότι.
328-29
οὐ μή ποτε εἴπω τὰ ἐμά, ἤγουν τὴν ἐμὴν μαντείαν,
ὡς ἂν μὴ ἐκφήνω, ἤγουν φανερὰ ποιήσω, τὰ σὰ κακά.
330-31
ξυνειδὼς] ἀντὶ τοῦ εἰδώς. ἐννοεῖς] ἐνθυμῇ· λο-
γίζῃ. προδοῦναι] καταλιπεῖν. καταφθεῖραι] φθεῖραι.
332
ἐγώ τ'] οὔτε· ἀπὸ κοινοῦ τὸ <οὐ.> ἀλγυνῶ] λυ-
πήσω. τί] διὰ τί.
333
ἄλλως ἐλέγχεις] μάτην ἐρωτᾷς. πύθοιό μου] ἀκού-
σῃς ἀπ' ἐμοῦ.
334-35
πέτρου] πέτρας. ὀργάνειας] εἰς ὀργὴν κινήσειας.
ἐξερεῖς] ἐρεῖς. τὸ <ποτε> περισσόν.
336
ὧδ'] οὕτως. ἄτεγκτος] σκληρός· ἀμείλικτος. κἀ-
τελεύτητος] ἄπρακτος.
337-38
τὴν ἐμήν] εἰς ἣν ἐγὼ ἄλλους κινῶ. τὴν σὴν—
ναίουσαν] τὴν ὁμοῦ σοὶ αὐτῷ ναίουσαν, ὀργὴν δηλονότι.
ναίουσαν] οἰκοῦσαν. οὐ κατεῖδες] οὐκ εἶδες· οὐκ ἔγνως.
340
κλύων] ἀκούων. ἀτιμάζεις] ἀτιμάζων λέγεις.
341
ἥξει] παραγενήσεται· φανήσεται. σιγῇ στέγω] διὰ
σιγῆς ἔχω.
343-44
πέρα] περαιτέρω. θυμοῦ] ὀργίζου. ἀγριω-
τάτη] πάνυ ἀνήμερος.
345
παρήσω] ἀφήσω· καταλείψω. ὡς—ἔχω] οὕτως
ὡς διάκειμαι ἕνεκα ὀργῆς.
346
ἅπερ] οὐδὲν ἀπ' ἐκείνων ἅπερ. ξυνίημ'] συμβάλλω·
νοῶ. δοκῶν] νομιζόμενος.
347
ξυμφυτεῦσαι] συγκατασκευάσαι. ὅσον] κατὰ το-
σοῦτον καθ' ὅσον.
348
χερσὶ] διὰ χειρῶν. καίνων] φονεύων. εἰ—βλέ-
πων] εἰ δὲ ἔβλεπες.
350
ἄληθες] εἰρωνικόν. ἐννέπω] λέγω.
351
προεῖπας] εἶπας· ἐκήρυξας. ἐμμένειν] ἐνέχεσθαι.
352
προσαυδᾶν] προσλαλεῖν, σοὶ δηλονότι.
354
ἐξεκίνησας] ἐκίνησας.
355
τοῦτο] τὴν ἀκολουθοῦσαν τούτῳ βλάβην. δοκεῖς]
νομίζεις.
356
τρέφω] ἔχω.
357
διδαχθείς] ἀναπεισθείς.
358
προὐτρέψω] παρεκίνησας.
359
αὖθις] πάλιν. ὡς] ἵνα.
360
ξυνῆκας πρόσθεν] ἐνόησας πρότερον. 'κπειρᾷ λέ-
γειν] εἰς πεῖραν λόγων προτρέπῃ.
361
οὐχὶ ξυνῆκα οὕτως ὥστε εἰπεῖν ἐγνωσμένον ὅπερ ξυ-
νῆκα. αὖθις] πάλιν.
362
κυρεῖν] ὑπάρχειν.
363
οὔτι] οὐδέν, ἤγουν οὐδαμῶς. πημονὰς] λοιδορίας.
364
βούλει ἵνα εἴπω τι καὶ ἄλλο;
365
χρῄζεις] θέλεις. ὡς] ἐπεί. μάτην] ἀκαίρως.
366
περισσῶς λέγεται ἡ <σύν.>
367
αἴσχισθ' ὁμιλοῦντ'] αἰσχίστως συνόντα τοῖς φιλτά-
τοις. ἵν' εἶ κακοῦ] ὅπου τοῦ κακοῦ εἶ.
368
ἦ] ἆρα. γεγηθὼς] χαίρων. δοκεῖς] νομίζεις.
369
χαίρων λέξω.
370
ἔστι] σθένος τῆς ἀληθείας.
371
καὶ κατὰ τὰ ὦτα καὶ κατὰ τὸν νοῦν καὶ κατὰ τὰ ὄμ-
ματα.
372
ἄθλιος] εἶ δηλονότι. ὀνειδίζων] ἐμοὶ δηλονότι.
373
οὐδεὶς ἀπὸ τῶνδε, ἤγουν τῶν παρεστώτων, ἐστὶ δη-
λονότι, ὃς οὐκ ὀνειδιεῖ σοι ταχέως.
374
τρέφῃ] βοηθῇ. νυκτός] τῆς τυφλότητος.
376
πεσεῖν] ἀποθανεῖν.
377
<ᾧ μέλει:> ἤγουν διὰ φροντίδος ἐστί. κεἰσπρᾶξαι]
ἀπαιτῆσαι· τιμωρῆσαι.
378
τἀξευρήματα] αἱ μηχαναὶ καὶ ἐπίνοιαι.
379
πῆμ' οὐδέν] βλάβη οὐδεμία. σοί] σαυτῷ.
380
τυραννὶ] βασιλεία. <ὦ τυραννί,> κοινόν· ὦ
<τυραννίς,> ἀττικόν.
381
ὑπερφέρουσα] πλέον ἔχουσα. τῷ—βίῳ] κατὰ τὸν
πολὺν φθόνον ἔχοντα βίον.
382
ὅσος] θαυμαστικόν.
384
δωρητόν] κατὰ ἑκούσιον δωρεὰν αὐτῆς. οὐκ αἰτη-
τόν] ἀντὶ τοῦ, οὐ κατὰ αἴτησιν ἐμήν. εἰσεχείρισεν] ἀντὶ
τοῦ ἐνεχείρισεν.
385
ὁ πιστός] ὁ ἀσφαλής.
386
<ὑπέρχομαι,> τὸ ὑποκάτω τινὸς ἔρχομαι, καὶ ἀπὸ
τούτου τὸ κολακεύω· οἱ γὰρ κολακεύοντες ὑποταγὴν σχη-
ματίζονται. ἐνταῦθα δὲ τὸ <ὑπελθὼν> ἀπὸ μεταφορᾶς
λέγεται τῶν παλαιόντων, ὅταν τοὺς ἀντιπάλους ὑπέρχων-
ται λαθόντες, ἵν' εὐχειρώτους οὕτω ποιήσαντες κατα-
στρέψωσι.
387
ὑφεὶς] ὑποβαλών. διαβάλλει τὸν μάντιν <μάγον>
λέγων. μηχανορράφον] μηχανὰς ἐπιτήδειον συντιθέναι.
388-89
ἀγύρτην] ὀχλαγωγόν. <ὅστις ἐν τοῖς
κέρδεσι μόνον δέδορκε·> τὸ <δέδορκεν>
ἐνταῦθα ἀντὶ τοῦ τὴν δύναμιν ἔχει τοῦ ὁρᾶν λαμβάνεται,
καὶ ἔστιν ἀμετάβατον· εἰ γὰρ ἐλέγετο μεταβατικῶς, διὰ
τῆς <εἰς> ἂν προθέσεως μετέβαινε, τῆς δηλούσης κίνησιν,
καὶ εἶχεν ἂν ὁ λόγος οὕτως· ὅστις εἰς τὰ κέρδη μόνον
δέδορκεν—οὐ διὰ τῆς <ἐν,> ἥτις ἀεὶ στάσεως ἐστὶ δηλω-
τική. τὴν τέχνην] κατὰ τὴν τέχνην. ἔφυ] ὑπάρχει.
390
ἐπεὶ] εἰ δὲ μή. φέρ'] ἄγε.
391
ὅθ'] ὅτε. ἡ ῥαψῳδὸς ... κύων] ἤγουν ἡ Σφὶγξ ἡ
συντιθεῖσα ἐμμέτρους λόγους.
392
τοῖσδ' ἀστοῖσιν] τῶνδε τῶν ἀστῶν. ἐκλυτήριον]
περισσή· λυτήριον.
393-94
τοὐπιόντος] τοῦ παρατυχόντος. διειπεῖν] λῦσαι.
ἔδει] χρεία ἦν.
395-96
οὔτ' ἀπ' οἰωνῶν ἐφάνης ἔχων γνωτόν, ἀντὶ τοῦ
γνωστήν, ἤγουν ἐφάνης γινώσκων, οὔτε ἔκ τινος ἀπὸ τῶν
θεῶν. γνωτόν] ἐγνωσμένον.
397
νιν] ἤγουν τὴν Σφίγγα.
398
<γνώμῃ κυρήσας,> ἤγουν διὰ τῆς ἐμαυτοῦ φρο-
νήσεως ἐπιτυχών, αὐτῆς δηλονότι, τουτέστι τῶν αἰνιγμά-
των αὐτῆς. κυρήσας] εὐστοχήσας.
399
πειρᾷς] ἀντὶ τοῦ πειρᾷ, ἤγουν ἐπιχειρεῖς.
400
<παραστατήσειν πέλας> ἐκ παραλλήλου·
τὸ γὰρ παραστατήσειν τὸ πέλας στήσεσθαι δηλοῖ. τοῖς
Κρεοντείοις] τοῖς τοῦ Κρέοντος.
401
δοκεῖς] νομίζῃ ὑπ' ἐμοῦ. χὠ συνθεὶς] καὶ ὁ κα-
τασκευάσας, ἤγουν ὁ Κρέων.
402-03
ἀγηλατήσειν] ἐμὲ δηλονότι ὃν λέγεις φονέα εἶναι.
εἰ δὲ μὴ ἐδόκεις γέρων εἶναι, ἀντὶ τοῦ εἰ δὲ μὴ ἦσθα γέ-
ρων. γέρων γὰρ ὤν, ἐξ ἀνάγκης καὶ νομίζεται εἶναι. οἷά
περ φρονεῖς] οἵαν ἔχεις φρόνησιν.
404-05
εἰκάζουσι] ἀντὶ τοῦ εἰκάζονται, ἤγουν νομίζονται,
φαίνονται. ὀργῇ] σὺν ὀργῇ. τὰ ς'] τὰ σά.
406-07
τοιούτων] πραγμάτων. ἀλλ' ὅπως] ἀλλὰ πῶς.
τὰ—μαντεῖ'] ἀντὶ τοῦ τοὺς τοῦ θεοῦ χρησμούς.
408-09
τυραννεῖς] βασιλεύεις. ἄξιον ἐξισοῦσθαί σοι, δη-
λονότι ὑπ' ἐμοῦ, τὸ γοῦν ἴσα ἀντιλέξαι, ἤγουν τὸ ἀντιλέ-
ξαι σοι ἐμὲ τὰ ἴσα. τοῦδε] ἤγουν τοῦ ἀντιλέγειν. κἀγὼ
κρατῶ] καὶ ἐγὼ ἐξουσίαν ἔχω.
410
οὐ γάρ τι] οὔτι γάρ, ἤγουν οὐδαμῶς γάρ. Λοξίᾳ]
ἤγουν τῷ Ἀπόλλωνι, ζῶ δοῦλος.
411
προστάτου] ἡγεμόνος, ὑπήκοος δηλονότι. <προ-
στάτης> λέγεται ὁ ἐν πολέμῳ ἔμπροσθεν ἱστάμενος καὶ
βοηθῶν τοῖς ὄπισθεν. <προστάτης> καὶ ὁ τῷ ἀξιώ-
ματι προέχων τῶν ἄλλων, ἤγουν ὁ ἄρχων καὶ ἡγεμών, καθ'
ὃ λέγεται ἐνταῦθα. γεγράψομαι] κατηγορηθήσομαι.
412
ὠνείδισας] ὀνειδίζων εἴρηκας.
413
δέδορκας] τὴν τῶν αἰσθητῶν ὀφθαλμῶν ὁρατικὴν ἔ-
χεις δύναμιν. κοὐ βλέπεις] ἀντὶ τοῦ καὶ οὐ νοεῖς. ἵν']
ὅπου.
414
ναίεις] οἰκεῖς. οὐδ'—μέτα] οὐδὲ μεθ' ὧν οἰκεῖς.
416
<τοῖς σοῖσιν αὐτοῦ·> ἀντὶ τοῦ, τοῖς σοῦ αὐ-
τοῦ, τουτέστι τοῖς σεαυτοῦ, τοῖς γονεῦσι τοῖς σαυτοῦ.
νέρθε] ἀντὶ τοῦ κάτω.
417-19
καί σε φοβερὰ τὴν ἐπιδημίαν κατάρα τοῦ πατρὸς
τοῦ σοῦ καὶ τῆς μητρός, ἀμφοτέραις ταῖς χερσὶ πλήττου-
σα, ἐλάσει ποτὲ ἐκ τῆσδε τῆς γῆς, ἤγουν ἐξελάσει τῆσδε
τῆς γῆς, νῦν μὲν βλέποντα ὀρθά, ἔπειτα δὲ σκότον, βλέ-
ποντα δηλονότι. καινοτέρως εἶπε <βλέποντα σκό-
τον,> ὥσπερ εἴ τις εἶπε ‘σιωπὴν λέγοντα’.
420-21
ποῖος λιμήν, ποῖος Κιθαιρών, οὐκ ἔσται σύμφω-
νος ταχέως τῆς σῆς βοῆς; ποῖος Κιθαιρὼν] ἀντὶ τοῦ
ποῖον ὄρος. σύμφωνος] ἀντηχῶν. συμφωνῶ τῷδε, σύμ-
φωνος δέ εἰμι τοῦδε.
422
καταίσθῃ] ἀντὶ τοῦ κατανοήσῃς. τὸν ὑμέναιον]
τὸν γάμον. δόμοις] κατὰ τοὺς δόμους.
423
ἄνορμον εἰσέπλευσας] κακολίμενον ἐνελιμένισας. εὐ-
πλοίας] εὐκαιρίας· διὰ τὸ αἴνιγμα.
424
οὐκ ἐπαισθάνῃ] ἀντὶ τοῦ οὐκ αἰσθάνῃ· οὐ νοεῖς.
425
ἴσον δείξει σὲ σοί, ἤγουν ὅστις εἶ. δείξει σε ὅτι υἱὸς
εἶ ταύτης ᾗ νῦν συνοικεῖς δηλονότι.
426
τοὐμὸν στόμα] τοὺς ἐμοὺς λόγους.
427-28
προπηλάκιζε] ἀτίμαζε. οὐδεὶς γάρ ἐστιν ἀπὸ
τῶν βροτῶν ὅστις ἐκτριβήσεταί ποτέ σου κάκιον. κάκιον]
χεῖρον. ἐκτριβήσεται] φθαρήσεται.
429
ἦ] ἆρα. ἀνεκτὰ] φορητά. πρὸς] παρά. κλύειν]
εἰς τὸ ἀκούειν αὐτά.
430-31
εἰς ὄλεθρον] εἰς φθοράν· ἄπει. <οὐ πάλιν
ἄψορρος,> ἐκ παραλλήλου ἀντὶ τοῦ οὐκ ὀπισθορμήτως.
ἄπει] ἀπελεύσῃ.
432
ἱκόμην] ἀφικόμην. 'κάλεις] ἀντὶ τοῦ μετεκάλου,
μετεπέμπου.
433
οὐ γάρ τι] οὔτι γάρ.
434
σχολῇ] σὺν σχολῇ· βραδέως. οἴκους—ἐστειλάμην]
εἰς τοὺς ἐμοὺς οἴκους μετεστειλάμην.
435
ἔφυμεν] ὑπάρχομεν. ὡς] καθά. δοκεῖ] φαίνεται.
436
ἔφυσαν] ἐγέννησαν. ἔμφρονες] φρόνιμοι.
437
ποίοισι] γονεῦσι δηλονότι. τίς δὲ ἀπὸ τῶν βροτῶν
ἐκφύει με, ἀντὶ τοῦ ἔφυσε, τουτέστιν ἐγέννησεν.
438
φύσει σε] δείξει σε ὅθεν ἐγεννήθης.
439
τὸ <ὡς> καὶ τὸ <ἄγαν> ἐκ παραλλήλου. αἰνικτὰ]
αἰνιγματώδη· κεκρυμμένα· ἄδηλα.
440
οὐκοῦν σὺ ἔφυς ἄριστος εὑρίσκειν ταῦτα; <εὑρί-
σκειν> ἐστὶ τὸ ἐξετάσει καὶ ἐρεύνῃ καταλαμβάνειν. ἔ-
φυς] ὑπάρχεις.
441
τοιαῦτ' ὀνείδιζ'] τοιούτους ὀνειδισμοὺς ὀνείδιζε. οἷς]
ἐφ' οἷς.
442
αὕτη ... ἡ τύχη] αὕτη ἡ εὐδοκίμησις. διώλεσεν]
διολέσει.
443
εἰ] ἐπεί. ἐξέσως'] ἀντὶ τοῦ ἔσωσα, ἐρρυσάμην.
μέλει] φροντίς ἐστιν.
444
ἄπειμι] ἀπέρχομαι. παῖ] θύγατερ. κόμιζέ με]
ὁδήγει με.
445
κομιζέτω] ὁδηγείτω. ὡς] ὅτι.
446
ὀχλεῖς] ταράττεις. συθείς] πορευθείς. ἀλγύναις]
λυπήσαις.
447
εἰπὼν ἐκεῖνα ὧν ἕνεκα ἦλθον ἀπελεύσομαι.
448
πρόσωπον] ἀξίωμα.
449
δέ] δή. πάλαι] ἐκ μακροῦ.
450-51
ζητεῖς—Λαΐειον] ἐρευνᾷς μετὰ ἀπειλῆς καὶ ἀνα-
κηρύξεως τοῦ φόνου τοῦ Λαΐου.
452
ξένος μέτοικος λόγῳ, ἤγουν οὐ τῇ ἀληθείᾳ. ἐγγε-
νὴς] ἐγχώριος.
453-54
ἡσθήσεται τῇ ξυμφορᾷ] εὐφρανθήσεται τῷ συμβε-
βηκότι, ἤγουν τῷ ἀναγνωρισμῷ.
455
καὶ—πλουσίου] γεγονώς. ξένην ἔπι] ἐπὶ ξένην γῆν.
456
σκήπτρῳ] ξύλῳ. ἐμπορεύσεται] ἀντὶ τοῦ πορεύσεται.
458-59
κἀξ—γυναικὸς] καὶ τῆς γυναικὸς ἐξ ἧς ἐγεννήθη.
460-61
ὁμόσπορος] τὴν αὐτὴν αὐτῷ γυναῖκα σπείρων.
ἰὼν] ἀπιών· ἀπελθών. λογίζου] ἀναλογίζου.
462
φάσκειν] λέγε. ἤδη] ἐξ ἐκείνου. μαντικῇ—φρο-
νεῖν] ἐν τῇ μαντικῇ οὐδαμῶς νοεῖν, ἤγουν γινώσκειν.
463-64
τίς] ἐστὶν ἐκεῖνος. ἡ τῶν Δελφῶν πέτρα, ἤγουν
ὁ Παρνασός. θεσπιέπεια] χρησμῳδός. εἶπε] ἐμφανίζει.
465
ἄρρητ' ἀρρήτων] ὑπερβολικῶς, ὡς ‘δειλαία δειλαίων’.
τελέσαντα] ποιήσαντα.
466
διὰ φονικῶν χειρῶν.
467-68
καιρός ἐστι νωμᾶν αὐτόν, ἤγουν κινεῖν, τὸν πόδα,
σθεναρώτερον, ἀντὶ τοῦ εὐτονωτέρως, ἀνέμοις ἰσοταχῶν ἵπ-
πων. σθεναρώτερον] ἰσχυροτέρως. φυγᾷ] ἐπὶ φυγᾷ.
469
ἐπ' αὐτὸν] κατ' αὐτοῦ. ἐπενθρῴσκει] ἐπεμπηδᾷ.
470
πυρὶ] σὺν πυρί. στεροπαῖς] ἀστραπαῖς. ὁ—γε-
νέτας] ἀντὶ τοῦ ὁ γόνος· ἤγουν ὁ Ἀπόλλων.
471
δειναὶ] χαλεπαί. ἕπονται] αὐτῷ δηλονότι.
472
κῆρες] Μοῖραι. ἀναμπλάκητοι] ἄφυκτοι· ἀπλάνητοι.
473-76
ὁ χρησμὸς γὰρ τοῦ Παρνασοῦ τοῦ χιονώδους ὁ
φανεὶς ἀρτίως, ἐδήλωσε πάντα Θηβαῖον ἰχνεύειν, ἀντὶ τοῦ
ζητεῖν, τὸν κρυπτόμενον ἄνδρα, ἤγουν τὸν φονέα.
477
φοιτᾷ] τὴν ἀναστροφὴν ποιεῖται. <ὑπ' ἀγρίαν
ὕλαν·> ἤγουν ὑπὸ δένδρα καὶ ἄλσος ἀγρίων ζῴων κα-
τοικίαν.
478
ἀνά τ' ἄντρα] κατά τε σπήλαια. ὡς] καθά.
479
ἄθλιος κατ' ἀθλίαν πορείαν μονάζων, ἤγουν μὴ γινω-
σκόμενος.
480
ἀπονοσφίζων, ἤγουν ἐκφεύγων, τὰ μαντεῖα τὰ μεσόμ-
φαλα τῆς γῆς, ἀντὶ τοῦ τοὺς χρησμοὺς τοῦ μέσου ὀμφαλοῦ
τῆς γῆς (ἐκ παραλλήλου ἀντὶ τοῦ τοῦ μέσου τῆς γῆς),
τουτέστι τοῦ Παρνασοῦ, τοὺς ἐπὶ τῇ ἀνευρέσει αὐτοῦ.
481-82
τὰ μαντεῖα, ἤγουν οἱ χρησμοί, ζῶντα περιποτᾶται,
ἤγουν ἀσφαλῆ καὶ ἀδιάπτωτα περιφέρεται.
483-84
δεινὰ] χαλεπά. δεινὰ] χαλεπά. ταράσσει] κι-
νεῖ. οἰωνοθέτας] ὁ Τειρεσίας, ὁ τὰς πτήσεις τῶν οἰωνῶν
διατιθείς, ἤγουν διατάττων καὶ εὐκρινῶν, τουτέστιν ὁ δι-
δάσκαλος τῆς πτήσεως τῶν οἰωνῶν.
485
δοκοῦντ'] βεβαίως νομισθῆναι δυνάμενα. ἀποφά-
σκονθ'] ἀπηγορευμένα καὶ ἀπρόσδεκτα.
487-88
φέρομαι ὑπὸ τῶν ἐλπίδων, οὔτε κατὰ τὸ παρὸν
ἐρείδων τὸν νοῦν, οὔτε κατὰ τὸ παρεληλυθός.
489
<τί γὰρ νεῖκος·> ἤγουν τίς φιλονεικία ἔκειτο
ἢ τοῖς Λαβδακίδαις, ἤγουν τῷ Λαΐῳ, πρὸς τὸν τοῦ Πολύ-
βου δηλονότι, ἤγουν τὸν Οἰδίποδα, ἢ τῷ τοῦ Πολύβου,
ἤγουν τῷ Οἰδίποδι, πρὸς τὸν Λάϊον.
491-97
οὐπώποτε, ἤγουν οὐδαμῶς ποτε, οὔτε πρότερον
ἔγωγε οὔτε τανῦν ἤκουσα, παρ' οὗ, ἤγουν τοῦ νείκους,
σὺν βασάνῳ ἐλεύσομαι ἐπὶ τὴν ἐπιδημήσασαν μαντείαν τοῦ
Τειρεσίου τῷ Οἰδίποδι, ἤγουν κατὰ τοῦ Οἰδίποδος, ἐπίκου-
ρος τοῖς Λαβδακίδαις, ἤγουν τῷ Λαΐῳ, ἕνεκα τῶν ἀδήλων
θανάτων. βασάνῳ] κρίσει. Οἰδιπόδα] ἐπὶ τῷ Οἰδί-
ποδι. ἐπίκουρος] βοηθός· ἐγώ.
500-02
ἡ κρίσις δὲ τῶν ἀνδρῶν, ὅτι ὁ μάντις ἔχει πλέον
ἢ ἐγώ, οὐκ ἔστιν ἀληθής. φέρεται] ἀντὶ τοῦ φέρει, ἤγουν
ἔχει.
503-04
σοφίᾳ] φρονήσει. σοφίαν] φρόνησιν. παραμεί-
ψειεν] παρελάσειεν ἄν.
506
ὀρθὸν ἔπος] σαφῆ καὶ βέβαιον λόγον. μεμφομένων]
ἀντὶ τοῦ κατηγορουμένων.
507
καταφαίην] κατηγορήσαιμι. φανερὰ] ἀντὶ τοῦ φα-
νερῶς. ἐπ' αὐτῷ] κατ' αὐτοῦ.
508
πτερόεσσα ... κόρα] ἡ Σφίγξ.
510
καὶ κατὰ τὴν ἄλλην ἐξέτασιν καὶ κρίσιν, ὤφθη δηλο-
νότι, ἡδύπολις, ἤγουν ἡδὺς τῇ πόλει.
511
τῷ] ἐφ' ᾧ· δι' ὅ. ἀπ'—φρενὸς] ἀπὸ τῆς ἐμῆς γνώμης.
512
κακίαν] ψόγον, καθ' ὃ λέγεται καὶ <κακίζω> τὸ
ψέγω.
513-15
πολίται] οἱ ἀπὸ τῆς αὐτῆς ἐμοὶ πόλεως. πολίτης
ἐμός ἐστιν ὁ δεῖνα· οὐδέποτε μετὰ τῆς σύν. ἤγουν, ἀπὸ
τῆς αὐτῆς ἐστιν ἐμοὶ πόλεως. συμπολιτεύεται δέ μοί τις,
μετὰ τῆς σύν. ἤγουν, τὴν αὐτὴν ἐμοὶ πόλιν οἰκεῖ. ἀκη-
κοὼς κατηγορεῖν μου τὸν βασιλέα Οἰδίποδα δεινά, ἤγουν
χαλεπά, ἔπη, πάρειμι, ἀντὶ τοῦ παραγέγονα, ἀτλητῶν, ἤ-
γουν δυσανασχετῶν, ἀφορήτως ἔχων.
515-19
εἰ ἐν ταῖς δυστυχίαις ταῖς νῦν νομίζει πεπονθέναι
τι παρ' ἐμοῦ εἰς βλάβην φέρον, ἤγουν ἀφορῶν, διὰ λόγων
εἴτε δι' ἔργων, οὐδαμῶς ἐστιν ἐμοὶ ἐπιθυμία τῆς ἐπὶ πο-
λὺν χρόνον παρατεινομένης ζωῆς, φέροντι τήνδε τὴν κατη-
γορίαν.
516
τ'] τι.
519
τὸ <ἁπλοῦν> ἐνίοτε μὲν δηλοῖ τὸ ἀποίκιλον, οἷον
‘ἁπλοῦν ἦθος’ καὶ ‘ἁπλοῦς λόγος’, ὅτε ἔχει ἐναντίον τὸ ποι-
κίλον· ἐνίοτε δὲ τὸ ἀσύνθετον, ὅτε ἔχει ἐναντίον τὸ σύνθε-
τον. ἐνταῦθα δὲ τὸ ἁπλοῦν τὸ ἓν δηλοῖ, κατὰ ποιητικὴν
ἐξουσίαν.
520
ἡ ζημία] ἡ βλάβη. φέρει] ἀφορᾷ.
521
‘ἀλλ' εἰς πολλὰ’ ὀφείλων εἰπεῖν πρὸς τὸ ‘οὐ γὰρ εἰς
ἁπλοῦν ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει’, ὁ δὲ <εἰς
μέγιστον> ἀποδίδωσιν, συνάγων τὰ πολλὰ μετὰ ἐπιτά-
σεως εἰς τὴν τοῦ μεγίστου ὑπέρθεσιν.
522
φίλων] παρὰ τῶν ἄλλων φίλων.
523-24
καὶ μὴν ἐκινήθη αὕτη ἡ κατηγορία ἴσως ἂν ὑπ'
ὀργῆς βιασθεῖσα μᾶλλον ἢ ὑπὸ διαγνώσεως λογισμῶν.
525-26
πρὸς τοῦ] παρὰ τίνος πράγματος. ἐφάνθη] ἐ-
φάνη. γνώμαις] συμβουλαῖς. λέγοι] εἶπεν.
527
ἐλέγετο μὲν τοῦτο, οὐκ οἶδα δὲ κατὰ τίνα σκοπόν.
528
ἀπὸ ἀναμφιβόλου διαθέσεως ὀφθαλμῶν καὶ ἀπὸ ἀναμ-
φιβόλου διαθέσεως γνώμης.
529
κατηγορεῖτο] ὑπὸ τοῦ Οἰδίποδος. τοὐπίκλημα] τὸ
ἔγκλημα.
530-31
οἱ κρατοῦντες] οἱ ἄρχοντες. οὐχ ὁρῶ] οὐ γι-
νώσκω. περᾷ] ἀντὶ τοῦ ἔρχεται.
532-33
πῶς] κατὰ τίνα τρόπον. τοσόνδε] κατὰ τοσοῦ-
τον. τόλμης] ἀναιδείας. τὰς—στέγας] καὶ εἰς τοὺς
ἐμοὺς οἴκους.
534-35
ἵκου] ἀφίκου. τοῦδε τἀνδρός] ἐμοῦ. λῃστής]
ἐπίβουλος. τυραννίδος] βασιλείας.
536-37
φέρ'] ἄγε. ἰδών] ἀντὶ τοῦ ὑπολαβών.
538-39
ἢ ἐβουλεύσω ταῦτα ποιεῖν ὑπολαβὼν ὅτι οὐ γνω-
ρίσοιμι, ἤγουν μάθοιμι, τὸ ἔργον σου τόδε σὺν δόλῳ κι-
νούμενον; ἀλεξοίμην] ἀμυνοίμην.
541-42
πλήθους] ἤγουν λαοῦ. καὶ] καὶ ἄνευ. τυραν-
νίδα] βασιλείαν. θηρᾶν] διώκειν. ὃ—ἁλίσκεται] ἣ
ὑπὸ πλήθους ἀνθρώπων καὶ ὑπὸ χρημάτων καταλαμβάνεται.
543
γινώσκεις ὅπως μέλλεις ποιήσειν ἕνεκα τῶν εἰρημέ-
νων, ὑπὸ σοῦ δηλονότι.
544
κᾆτα] καὶ εἶτα. μαθών] ἀκούσας.
545
δεινός] ἐπιτήδειος· εὐφυής. μανθάνειν] ἀκούειν.
κακὸς] ἀφυής.
546
δυσμενῆ] ἐχθρόν. βαρύν] δυσφόρητα ποιοῦντα.
<βαρὺς> ἐπὶ ψυχῆς ὁ δύσκολος καὶ ἀγανάκτησιν ἔχων,
καὶ <βαρὺς> ἐπὶ σώματος ὁ βεβαρημένος καὶ δυσκίνητος.
ἐνταῦθα δὲ οὐ τὸν ἔχοντα τὸ βάρος ἐν ἑαυτῷ λέγει καὶ
τὴν ἀγανάκτησιν, ἀλλὰ τὸν γινόμενον ἑτέρῳ τοιοῦτον.
ὥστε τὸ <βαρὺς> ἐνίοτε μὲν τὸν βαρυνόμενον δηλοῖ καὶ
ἐπὶ πάθους λέγεται, ἐνίοτε δὲ τὸν βαρύνοντα, καὶ ἐνερ-
γείας ἐστὶ δηλωτικόν.
547
περὶ τούτου αὐτοῦ οὗ λέγεις, ὅτι εὕρηκάς με δυσμενῆ
σαυτῷ, τὴν ἀπολογίαν τούτου αὐτοῦ. πρῶτ'] πρῶτον.
ὡς] καθά.
548
ὅπως—κακός] ὡς οὐκ εἶ κακός, ἤγουν ὅτι οὐκ εἶ
κακός.
549
<τὴν αὐθάδειαν·> λέγουσι δὲ εἶναι τὴν αὐθά-
δειαν <ἀπήνειαν ὁμιλίας ἐν λόγοις.>
550
οὐκ ὀρθῶς] οὐκ ἀσφαλῶς· οὐκ ἀπλανῶς.
552
ὑφέξειν] δώσειν. ‘ὑπέχει τὰ νῶτα ἡ θάλασσα τῷ
Διονύσῳ’, ἤγουν ὑποκείμενα ἔχει. καὶ ὑπέχει τίς τινι δί-
κην, ἤγουν ὑποκείμενον ἑαυτὸν ἔχει εἰς δίκην. ὅπερ ἐνίοτε
μὲν τετελεσμένην ἔχει τὴν σύνταξιν, οἷον ὑπέχω σοι δίκην,
ἐνίοτε δὲ ἀτελῆ, οἷον ὑπέχω δίκην, ὅτε ἐξ ἀνάγκης ἡ δο-
τικὴ συνυπακούεται.
553
ἔνδικ'] ἀντὶ τοῦ ἐνδίκως, ἤγουν δικαίως.
555
ἔπειθες—ἔπειθες] συνεβούλευες ἢ οὐ συνεβούλευες.
ὡς] ὅτι. χρεῖ'] χρή.
556
πέμψασθαι] πέμψαι.
557
ἔτ'] ἀντὶ τοῦ παρὰ τοῖς κοινοῖς ἀκμήν. αὐτός] ὁ
αὐτός. τῷ βουλεύματι] κατὰ τὸ βούλευμα.
558
τοσοῦτον χρόνον ποιῶ τόδε, ἀντὶ τοῦ ἐπὶ τοσοῦτον,
καὶ ‘πόσον χρόνον δὲ δεμνίοις πέπτωχ' ὅδε’, ἤγουν ἐπὶ
πόσον χρόνον κεῖται ἐν τοῖς δεμνίοις, καὶ ἐπὶ τῶν ἄλλων
ὁμοίως. ὅτι δὲ ἡ ἐπὶ πρόθεσις νοεῖται ἐπὶ τούτοις, δῆλον
ἀπὸ τοῦ πολλὰ τοιαῦτα ἐνίοτε λέγεσθαι μετὰ τῆς ἐπί,
οἷον ‘ἐπ' ὀλίγον’, ‘ἐφ' ἱκανόν’, ‘ἐπὶ πολύ’, ‘ἐπὶ πολὺ εἱστή-
κει ἄφωνος’, ἤγουν ἐπὶ πολὺ μέρος χρόνου, τουτέστι πολὺν
χρόνον. ἤδη] κατὰ τὸ παρόν.
559-60
πρὶν ἀποδοῦναι τὸν λόγον ἀπαντᾷ ὁ Κρέων. τὸ δὲ
ἑξῆς· πόσον χρόνον ὁ Λάϊος ἄφαντος ἔρρει, ἀφανής ἐστι
φθαρείς, θανατηφόρῳ διαχειρίσει, ἤγουν θανατηφόρῳ φό-
νῳ, τουτέστι διὰ φόνου θανατηφόρου;
561
ἐπὶ πολὺ διήκοντες καὶ πάλαι ἀρξάμενοι ἀριθμη-
θεῖεν ἄν.
562
ἤγουν οὗτος ὁ νῦν μάντις ᾔδει τότε τὴν μαντικήν, κα-
τεγίνετο τότε ἐν τῇ μαντικῇ;
563
ἦν σοφὸς ὁμοίως, ἤγουν ὥσπερ νῦν, καὶ ἐξ ἴσου τι-
μώμενος, ἤγουν καὶ ἦν τιμώμενος καθόσον τιμᾶται νῦν·
τουτέστι καὶ ἦν σοφὸς οὕτως ὥσπερ νῦν καὶ ἐνομίζετο
οὕτως ὥσπερ νῦν.
564
ἐμνήσατ'] διεμνημόνευσε. τι] κατά τι.
565
οὔκουν οὐδαμοῦ διεμνημόνευσεν ἐμοῦ ἑστῶτος πλησίον.
566
ἀλλ'] καί. ἔρευναν ... ἔσχετε] ζήτησιν ἐποιήσασθε.
567
παρέσχομεν] ἀντὶ τοῦ ἔσχομεν, ἤγουν ἐποιησάμεθα.
δ'] γάρ.
568
τάδε] ἤγουν τοῦτο ὃ λέγει νῦν περὶ ἐμοῦ.
569
μὴ φρονῶ] οὐ γινώσκω. φιλῶ] εἴωθα.
570
εἰ καὶ ἐκεῖνο μὴ οἶδας, ἀλλὰ τὸ σὸν οἶσθα, καὶ εἰ
καλῶς φρονεῖς λέγοις ἄν.
571
ποῖον…
572
ὅθ']…
…
The complete text is available when the reading interface loads.