The Greek Library Author

Anonymous

Scholia in Sophoclis Oedipum Coloneum

Authority group
Scholia In Sophoclem (catalogue association; authorship remains anonymous)
Edition reference
Scholia in Sophoclis Oedipum Coloneum (scholia vetera), ed. V. de Marco, Scholia in Sophoclis Oedipum Coloneum, Rome: Bretschneider, 1952: 1–68.
CTS identifier
urn:cts:greekLit:tlg5037.tlg006.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

10

δὲ βεβήλους καὶ τοὺς ἀμυήτους φασὶ καὶ ἀκαθάρτους. Σοφοκλῆς ἐν Συν-

δείπνῳ [fr. 147 N2 = 570 Pear.] βέβηλον τὸν ἰδιώτην φησίν. LRM

βεβήλοις] βατοῖς. L

11

στῆσον] στῆσόν με ἐκ τῆς ὁδοιπορίας καὶ μαθησόμεθα. LR

πυθοίμεθα] μαθησόμεθα. L

12

μανθάνειν γὰρ ἥκομεν· εἰς γὰρ τοῦτο, φησίν, ἐληλύθαμεν, ἅτε δὴ ξένοι

ὄντες, παρὰ τῶν ἀστῶν μανθάνειν τί ἐστι πρακτέον ἡμῖν. LR

13

τελεῖν] πο〈ιεῖν〉. L

14

πάτερ ταλαίπωρε: οὐκ ἐμπαροινεῖν βουλομένη τῷ πατρὶ ταλαίπωρον ἀπο-

καλεῖ, ἀλλὰ τοῦ πάθους παριστᾶσα τὸ μέγεθος. πωρεῖν δὲ οἱ Ἠλεῖοι τὸ

πενθεῖν φασι· καὶ Ἀντίμαχος [fr. 48 Wyss]

πωρητὺν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος

〈θέντο〉·

παρὰ τοῦτο οὖν τὸ ταλαίπωρος ἐτυμολογεῖται. LRM

15

ὡς ἀπ' ὀμμάτων πρόσω: γρ. ὡς ἀνομμάτῳ, ὅ ἐστιν ὡς τυφλῷ σημῆναι,

πρόσω εἰσίν. ὡς ἄν τις πόρρω ἀφορῶν τεκμήραιτο. ὡς ἄν τις τὰ

ὄμματα πόρρω ἔχων. ὡς ἔστιν ἐκ προόψεως τεκμήρασθαι. LR

ὡς] λίαν. L

16

βρύων] πλήθων. L

17

πυκνόπτεροι δ' εἴσω: οἷον, κατὰ τὸν χῶρον. ἐκράτησε δὲ μεγάλως τῇ

φράσει, ὥστε μέλισσαν αὐτὸν ἐκάλεσαν οἱ κωμικοί. LR

18

κατ' αὐτόν] κατὰ τὸν χῶρον. L

εὐστομοῦσιν: εὐφθογγοῦσιν, εὐφώνως ᾄδουσιν. L

19

πέτρου] ἐπὶ τοῦ λιθίνου βάθρου. γρ. πάγου. L

20

προὐστάλης ὁδόν: προῆλθες μακροτάτην ὁδὸν ἢ ὡς ἥρμοζε γέροντι. LRM

22

χρόνου μὲν οὕνεκα· ἀντὶ τοῦ δεδίδαγμαι τῷ χρόνῳ τὸ φυλάττειν σε ὁδη-

γοῦσα· σύνηθες οὖν τὸ πρᾶγμα. τοῦ μὲν χρόνου οὗ σύνειμί σοι χάριν, οὐ

χρεία μαθεῖν ὅτι τυφλὸς εἶ καὶ ὅτι δεῖ σε προμηθείας τυχεῖν. LRM

24

τὰς γοῦν Ἀθήνας οἶδα: ὅτι ἐν τῇ Ἀττικῇ ἐσμεν οἶδα, τίς δέ ἐστιν οὗτος

ὁ δῆμος ἀγνοῶ. L

25

ηὔδα] τί ηὔδα; ὅτι αὗταί εἰσιν αἱ Ἀθῆναι. ἐμπόρων δὲ ἀντὶ τοῦ ὁδοιπό-

ρων, διὸ τὸ χ. LR

26

ἀλλ' ὅστις] ἐν ἐρωτήσει ὁ λόγος· βούλει μάθω τίς ὁ πρὸ τοῦ ἄστεος τόπος; LRM

ἦ] ἆρα. L

27

ἐξοικήσιμος] ἀντὶ τοῦ ἐνοικήσιμος. L

28

οἴομαι δὲ δεῖν οὐδέν: οὐ δεῖν τοῦ [μὴ] ἐλθοῦσαν ἐρωτῆσαί με. L ἰδοὺ γὰρ

ἀνὴρ πάρεστι παρ' οὗ εἰσόμεθα· οἷον, οὐκέτι δεῖν ἔοικε προϊοῦσαν μανθάνειν

περὶ τοῦ τόπου. καλῶς δὲ τὰ τῆς οἰκονομίας, ἵνα μὴ μόνος ὁ Οἰδίπους

ἀπολειφθῇ. LRM

30

ἦ δεῦρο] κατ' ἐρώτησιν. L

31

χὤτι σοι λέγειν: καὶ ὅπερ σοι λέγειν εὔκαιρον νομίζεις, λέγε· ἀκούσεται

γάρ. LRM

33

ὑπέρ τ' ἐμοῦ] τουτέστιν ὑπὲρ ἀμφοῖν ὁρώσης. L

34

οὕνεχ' ἡμῖν αἴσιος: ὅτι αἴσιος ἡμῖν σκοπὸς ἀφῖξαι, ὥστε φράσαι περὶ ὧν

ἀγνοοῦμεν. ἢ ὥστε φράσαι ἡμῖν ἅ σοι λέξομεν. L

35

προσήκεις] ἦλθες. L

τῶν] ἀντὶ τούτων. L

δηλοῦμεν] λέξομεν. L

36

πρὶν νῦν τὰ πλείονα: ἀπόστηθι πρῶτον τῶν ἀβάτων καὶ τότε ἐρώτα. LRM

37

οὐχ ἁγνόν: οἷον, σοὶ οὐχ ἁγνόν, εἰ μὴ μόνοις ἱερεῦσιν. LRM ἢ οἷον οὐκ

ἀνειμένον καὶ βατόν. LR

38

τοῦ] τίνος; L

39

ἄθικτος οὐδ' οἰκητός: Φύλαρχός [F Gr Hist LXXXI 82] φησι δύο αὐ-

τὰς εἶναι τά τε Ἀθήνησιν ἀγάλματα δύο, Πολέμων [HGF III p. 127 =

fr. 41 Preller] δὲ τρεῖς αὐτάς φησιν. LRM

42

τὰς πάνθ' ὁρώσας Εὐμενίδας· Ἐπιμενίδης [Diels, Vors. n. III, 19] Κρό-

νου φησὶ τὰς Εὐμενίδας

ἐκ τοῦ καλλίκομος γένετο χρυσῆ Ἀφροδίτη

Μοῖραί τ' ἀθάνατοι καὶ Ἐρινύες αἰολόδωροι.

Ἴστρος [F Gr Hist CCCXXXIV 20] δὲ ἐν τῇ ι̅δ̅ μητέρα τῶν Εὐμενίδων

Εὐωνύμην ἀναγράφει, ἣν νομίζεσθαι γῆν. ἔνιοι δὲ μεταβαλεῖν αὐτάς φασι

τὸ ὄνομα ἐπὶ Ὀρέστῃ· τότε γὰρ πρῶτον Εὐμενίδας κληθῆναι, εὐμενεῖς

αὐτῷ γενομένας κριθέντι νικᾶν παρ' Ἀθηναίοις καὶ ὁλοκαυτώσαντι αὐταῖς

ὄιν μέλαιναν ἐν Καρυνείᾳ τῆς Πελοποννήσου. Φιλήμων [fr. 217 K.] δὲ

ὁ κωμικὸς ἑτέρας φησὶ τὰς Σεμνὰς θεὰς τῶν Εὐμενίδων. LRM

43

νιν] ἀντὶ αὐτάς, διὸ τὸ χ. L

ἄλλα δ' ἀλλαχοῦ καλά: παρ' ὅσον ἄλλοι ἄλλοις ὀνόμασι καλοῦσιν αὐτάς.

ἄλλα ὀνόματα παρ' ἄλλοις καλὰ νομίζονται, παρ' ἡμῖν δὲ ταῦτα, τὸ ὀνο-

μάζειν αὐτὰς Εὐμενίδας. LR

44

ἀλλ' ἵλεως μέν: ἵλεῴ μοι αἱ Εὐμενίδες· ἐγὼ γὰρ οὐκ ἀναστήσομαι ἐντεῦ-

θεν. LR

46

τί δ' ἐστὶ τοῦτο;] ἀντὶ διὰ τί οὐκ ἀνίστασαι; LR

ξυμφορᾶς ξύνθημα: σύμβολόν μοι τῆς συμφορᾶς τὸ καταντῆσαί με εἰς

Ἐρινύων ἱερόν. LR

ξύνθημ'] σύμβολον L

48

πρίν γ' ἂν ἐνδείξω τί δρᾶν] ἕως οὗ τῇ πόλει ἐνδείξω τί χρὴ ποιεῖν. LRM

50

προστρέπω] ἱκετεύω. L

55

ὁ πυρφόρος θεὸς] ὁ Ἥφαιστος. L

56

Τιτὰν Προμηθεύς: περὶ τοῦ τὸν Προμηθέα περὶ τὴν Ἀκαδήμειαν καὶ τὸν

Κολωνὸν ἱδρῦσθαι, Ἀπολλόδωρος [F Gr Hist CCXLIV 147] γράφει

οὕτως 〈ἐν〉 τῇ περὶ θεῶν γ̅· “συντιμᾶται δὲ καὶ ἐν Ἀκαδημείᾳ τῇ Ἀθηνᾷ,

καθάπερ ὁ Ἥφαιστος, καὶ ἔστιν αὐτοῦ παλαιὸν ἵδρυμα καὶ βωμὸς ἐν τῷ

τεμένει τῆς θεοῦ. δείκνυται καὶ βάσις ἀρχαία κατὰ τὴν εἴσοδον, ἐν ᾗ τοῦ

τε Προμηθέως ἐστὶ τύπος καὶ τοῦ Ἡφαίστου· πεποίηται δέ [ὡς καὶ Λυσι-

μαχίδης [F Gr Hist CCCXLVI 4] φησίν] ὁ μὲν Προμηθεὺς πρῶτος καὶ

πρεσβύτερος, ἐν δεξιᾷ σκῆπτρον ἔχων, ὁ δὲ Ἥφαιστος νέος καὶ δεύτερος·

καὶ βωμὸς ἀμφοῖν κοινός ἐστιν ἐν τῇ βάσει ἀποτετυπωμένος”. LRM

57

χαλκόπους ὀδός: ὡς οὕτω τινὸς καλουμένου τόπου ἐν τῷ ἱερῷ, χαλκόποδος

ὀδοῦ. φησὶ δὲ Ἀπολλόδωρος [F Gr Hist CCXLIV 144] δι' αὐτοῦ κατάβασιν

εἶναι εἰς Ἅιδου. καὶ Ἴστρος [F Gr Hist CCCXXXIV 28] δὲ μνημονεύει

τοῦ χαλκοῦ ὀδοῦ καὶ Ἀστυδάμας [N2, fr. 9]· καί τις τῶν χρησμο-

ποιῶν φησι

Βοιωτοὶ δ' ἵπποιο ποτιστείχουσι κολωνὸν

ἔνθα λίθος τρικάρανος ἔχει καὶ χάλκεος οὐδός.

οὕτω δὲ ἐκαλεῖτο διὰ τὸ εἶναι μέταλλα χαλκοῦ ἐν τῷ Κολωνῷ. LRM

τὸ ἑξῆς, ὃν δ' ἐπιστείβεις τόπον χθονὸς τῆσδε καλεῖται χαλκόπους ὀδός. L

61

τὸ τοῦδε κοινόν: τὸ τοῦ Κολωνοῦ ὄνομα κοινὸν φέρουσι πάντες, ὠνομασ-

μένοι Κολωνιᾶται δηλονότι. LR

63

τῇ ξυνουσίᾳ πλέον: τῷ ἔργῳ καὶ τῇ πείρᾳ πλέον τιμώμενα, οὐ τοῖς λό-

γοις. LR

65

ἐπώνυμοι] Κολωνιᾶται καλούμενοι. L

66

ἢ 'πὶ τῷ πλήθει λόγος;: ἢ ἐν τῷ πλήθει ἐστὶν ἡ ἰσχύς, τουτέστιν δημοκρα-

τοῦνται; L

71

ἢ καταρτύσων μόλοι: παρασκευάσων, εὐτρεπίσων· Ὅμηρος (δ 782)

ἠρτύναντο δ' ἐρετμά.

καὶ (λ 439)

Κλυταιμήστρα δόλον ἤρτυε.

τὸ δὲ ἑξῆς, ὡς πρὸς τί λέξων αὐτῷ μόλοι τις. ἢ πρὸς τί εὐτρεπίσων αὐ-

τὸν μολεῖν; LRM

72

ὡς ἂν προσαρκῶν· τὰ αὐτὰ αὖθις ἐρεῖ [v. 92], ὅτι ἐπ' ὠφελείᾳ τοῦτο

γίνεται τῶν δεχομένων αὐτὸν καὶ θαπτόντων, ἐπὶ βλάβῃ δὲ τῶν ἀποπεμ-

ψάντων. LRM

76

πλὴν τοῦ δαίμονος] πλὴν τῆς τύχης. L

77

αὐτοῦ] αὐτόθι. L

79

σοι] γε

84

ὦ πότνιαι δεινῶπες] τὸ ἐντελὲς ὦ πότνιαι. ὁ δὲ νοῦς οὕτως· ἐπειδὴ ἦλθον

πρὸς ὑμᾶς μὴ ἐναντιωθῆτέ μοι καὶ τῷ χρήσαντί μοι Ἀπόλλωνι. LR

εὖτε] ὅτε, ἐπειδή. L

86

ἀγνώμονες] ἐναντιογνώμονες, ἀσύγγνωστοι. L

89

τερμίαν: αὑτῷ εἱμαρμένην, ἐφ' ἧς ἔμελλε τὸ τέλος τοῦ βίου εὑρήσειν. LR

90

ξενόστασιν] γρ. καὶ κατάστασιν. L

91

ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον· εἰσί γε μὴν οἵ φασι τὸ μνῆμα τοῦ Οἰ-

δίποδος ἐν ἱερῷ Δήμητρος εἶναι ἐν Ἐτεωνῷ, μεταγαγόντων αὐτὸν ἐκ Κεοῦ

τινος ἀσήμου χωρίου, καθάπερ ἱστορεῖν φησιν Ἀρίζηλον Λυσίμαχος ὁ

Ἀλεξανδρεὺς [F Gr Hist CCCLXXXII 2] ἐν τῷ ι̅γ̅ τῶν Θηβαικῶν, γρά-

φων οὕτως· “Οἰδίπου δὲ τελευτήσαντος καὶ τῶν φίλων ἐν Θήβαις θάπτειν

αὐτὸν διανοουμένων, ἐκώλυον οἱ Θηβαῖοι διὰ τὰς προγεγενημένας συμφο-

ράς, ὡς ὄντος ἀσεβοῦς· οἱ δὲ κομίσαντες αὐτὸν εἴς τινα τόπον τῆς Βοιωτίας

καλούμενον Κεόν, ἔθαψαν αὐτόν· γινομένων δὲ τοῖς ἐν τῇ κώμῃ κατοι-

κοῦσιν ἀτυχημάτων τινῶν, οἰηθέντες αἰτίαν εἶναι τὴν Οἰδίπου ταφήν,

ἐκέλευον τοὺς φίλους ἀναιρεῖν αὐτὸν ἐκ τῆς χώρας· οἱ δὲ διαπορούμενοι

τοῖς συμβαίνουσιν, ἀνελόντες ἐκόμισαν εἰς Ἐτεωνόν· βουλόμενοι δὲ λάθρᾳ

τὴν ταφὴν ποιήσασθαι, καταθάπτουσι νυκτὸς ἐν ἱερῷ Δήμητρος, ἀγνοή-

σαντες τὸν τόπον· καταφανοῦς δὲ γενομένου, πέμψαντες οἱ τὸν Ἐτεωνὸν

κατοικοῦντες, τὸν θεὸν ἐπηρώτων τί ποιῶσιν· ὁ δὲ θεὸς εἶπεν μὴ κινεῖν τὸν

ἱκέτην τῆς θεοῦ· διόπερ αὐτοῦ τέθαπται· τὸ δὲ ἱερὸν Οἰδιπόδειον κληθῆ-

ναι”. LRM

92

κέρδη μὲν οἰκήσαντα: ὁ ποιητὴς χαριζόμενος Ἀθηναίοις τοῦτό φησιν·

ἐδόκουν γὰρ τότε Βοιωτοὶ καὶ Ἀθηναῖοι πρὸς ἀλλήλους διαφέρεσθαι. LR

95

ταῦτα ἐπὶ τέλους τοῦ δράματος [vv. 1462 ss.] γίνονται. LR

97

οὐκ ἔσθ' ὅπως οὐ πιστόν: οἷον, κατὰ διάνοιαν, φησίν, ἐξ ὑμῶν τῶν θεῶν

εἰς τὸν τόπον ἀφῖγμαι. LRM

πτερόν] οἰωνός. L

τὴν πτέρωσιν τῆς διανοίας. LRM

98

οὐ γὰρ ἄν ποτε πρώταισιν: οὐ γάρ ποτε, φησί, τῶν ἄλλων ὁδοιπόρων πρώ-

ταις ὑμῖν ἀντέσχον εἰ μὴ βούλησθε. LR

100

νήφων ἀοίνοις: οὐ γὰρ σπένδεται οἶνος αὐταῖς ἀλλ' ὕδωρ καὶ νηφάλιαι κα-

λοῦνται αἱ σπονδαὶ αὐτῶν. LRM Πολέμων [HGF III p. 127 = Prel-

ler, n. 42] δὲ ἐν τῷ ... πρὸς Τίμαιον καὶ ἄλλοις τισὶ θεοῖς νηφαλίους φησὶ

θυσίας γίνεσθαι, γράφων οὕτως· “Ἀθηναῖοί τε γὰρ τοῖς τοιούτοις ἐπιμε-

λεῖς ὄντες καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσιοι, νηφάλια μὲν ἱερὰ θύουσι Μνημο-

σύνῃ, Μούσαις, Ἠοῖ, Ἡλίῳ, Σελήνῃ, Νύμφαις, Ἀφροδίτῃ Οὐρανίᾳ”. Φι-

λόχορος [F Gr Hist CCCXXVIII 12] δὲ καὶ περί τινων ἄλλων θυσιῶν

τὸν αὐτὸν τρόπον δρωμένων φησὶν ἐν τῇ β̅ τῶν Ἀτθίδων, Διονύσῳ τε καὶ

ταῖς Ἐρεχθέως θυγατράσι· καὶ οὐ μόνον θυσίας νηφαλίους, ἀλλὰ καὶ ξύλα

τινὰ ἐφ' ὧν ἔκαιον. Κράτης μὲν οὖν ὁ Ἀθηναῖος [F Gr Hist CCCLXII 4]

τὰ μὴ ἀμπέλινα τῶν ξύλων πάντα νηφάλιά φησι προσαγορεύεσθαι, ὁ δὲ Φι-

λόχορος [F Gr Hist CCCXXVIII 194] ἀκριβέστερόν φησι τὰ μήτε ἀμ-

πέλινα μήτε σύκινα, ἀλλὰ τὰ ἀπὸ τῶν θύμων νηφάλια [φησὶ] καλεῖσθαι καὶ

πρώτῃ φησὶν ὕλῃ πρὸς τὰς ἐμπύρους θυσίας ταύτῃ κεχρῆσθαι, παρ' ὃ

καὶ τοὔνομα λαβεῖν τὸν θύμον, ὡς παρὰ τὴν θυμίασιν καὶ τὴν θύην πε-

ποιημένης τῆς φωνῆς. εἰσὶ δέ τινες τὸ παράπαν ἄσπονδοι θυσίαι κατὰ

τύχην εἰς ἔθος παρελθοῦσαι. L

κἀπὶ σεμνὸν ἑζόμην: ὃ ἄνω εἶπεν [v. 19], ‘τοῦδ' ἐπ' ἀξέστου πέτρου’.

ἀσκέπαρνον δὲ τὸν ἄγλυφον καὶ ἀπελέκητον καὶ ἄξεστον, οὐκ εἰργα-

σμένον. L

103

πέρασιν ἤδη· πέρασιν ἀντὶ τοῦ πέρας, ὅ ἐστι τελευτήν. τὸ δὲ ἑξῆς,

βίου πέρασιν. LRM

104

εἰ μὴ δοκῶ τι μειόνως: εἰ μὴ δοκῶ ὑμῖν ἐλαττόνως ἔχειν τὰ κακὰ καὶ

δεῖσθαι προσθήκης κακῶν. LRM

106

ἴτ' ὦ γλυκεῖαι: εὐφήμως τὰς Ἐρινύας γλυκείας φησίν, ἵνα μὴ πικραὶ

αὐτῷ γένωνται. LRM

107

ἴτ' ὦ μεγίστης] ἴτε, ὦ Ἀθῆναι. L

111

τὴν εἰσαγωγὴν τοῦ χοροῦ εὐαφόρμως θέλει ποιήσασθαι. LRM

113

σιγήσομαί τε: ἵνα μὴ πρὸς τούτους προπυνθανομένους ὁ λόγος γένηται,

ἀλλὰ τηρηθῇ Θησεῖ παραγινομένῳ. LRM

115

κρύψον κατ' ἄλσος] δεῖ νοεῖν ὅτι ἐκρύβη εἰς τὸ ἄλσος. LRM

ἐν γὰρ τῷ μαθεῖν: ἐν τῷ προμαθεῖν ἔννοια καὶ σκέψις γίνεται· οὐ γὰρ

τὸν φόβον φησίν. LR

117

ὅρα τίς ἄρ' ἦν: ὁ χορὸς ἐκ τῶν ἐπιχωρίων ἀνδρῶν πεπυσμένος ὅτι προσ-

καθέζεταί τις τῷ ἱερῷ τόπῳ τούτῳ, τὰ πρῶτα ὑποχαλεπαίνοντές φησι,

τίς ἄρα ἐστὶν ἢ ποῦ διατρίβει; LRM

119

ἐκτόπιος συθείς] ἀπὸ ξένου τόπου ὁρμήσας. L

συθείς] ὁρμήσας. L

120

ὁ πάντων ἀκορέστατος: παρ' ὅσον οὐδεὶς αὐτῷ τῶν ἄλλων ἤρκεσε τόπων,

ἀλλὰ καὶ ἐπὶ τοῦτον ἦλθεν ἀφόβως. οἷον, ὁ μηδενὶ τῶν ἄλλων τόπων

ἀρκεσθείς, ἀλλ' ἐπὶ τοῦτον ἥκων ἀπληρώτως. ὅτι τοσούτου τόπου

παρακειμένου εἰς τὸν ἄβατον ὥρμησεν. LRM

123

πλανάτας] ἀντὶ τοῦ ξένος· οὕτω γὰρ λέγουσι τοὺς ξένους. L

124

οὐδ' ἐγχώριος: πάντως, φησί, ξένος ἐστὶν ἀγνοῶν· οὐ γὰρ ἂν ἐπέβαινεν

εἰ ᾔδει. LRM

126

ἀστιβές] ἄβατον. L

127

ἀμαιμακετᾶν] ἀκαταμαχήτων ἢ ἀπροσπελάστων. L

129

καὶ παραμειβόμεσθ' ἀδέρκτως: οὐ προσβλέποντες, ἀλλ' ἢ καταμύοντες

ἢ κύπτοντες. LRM

131

ἀφώνως, ἀλόγως: παριόντες, φησί, ταύτας τὰς θεὰς ἄλλου οὐδενὸς λόγον

ποιούμεθα, ἀλλὰ σιωπῇ ἔχομεν. ἐν ἑαυτοῖς δὲ μόνον καὶ κατὰ διάνοιαν

εὐφημότερα διαλεγόμεθα, ὁποῖοι γινόμεθα ὅταν μάλιστα ἔν τινι φρικω-

δεστέρῳ γενώμεθα φόβῳ. ἄκρως δὲ καινότερον διανόημα ἐξήνεγκεν μετὰ

κατασκευῆς. LRM

τὸ τᾶς εὐφήμου στόμα: τὴν φωνήν· στόμα γὰρ ἡ φωνή· Ὅμηρος [K 8]

πολέμου στόμα.

καὶ Σοφοκλῆς [Ai. 17]

χαλκοστόμου κώδωνος.

ὁ δὲ νοῦς τὴν φωνὴν τῆς εὐφήμου φροντίδος ἱέντες, ὅ ἐστι μετὰ φροντίδος

πολλῆς εὐφήμως τὴν φωνὴν ἀφιέντες. εὐφημοῦντες, καθ' ἑαυτοὺς συλ-

λογιζόμενοι εὔφημα. οἱ δὲ τὸ εὐφήμου ἀντὶ τοῦ σιωπηλῆς· τὸ γὰρ εὐ-

φημεῖν ἐπὶ τοῦ σιωπᾶν τάττεται. LRM

132

εὐφήμου] σιωπηλῆς. L

133

τὰ δὲ νῦν τίν'] ὑπερβατόν, τίνα δὲ τὰ νῦν. LR

134

οὐδὲν ἅζοντα] οὐδὲν σέβοντα, ἀσεβῆ. γρ. οὐδὲν λιάζοντα. ἀντὶ τοῦ

οὐκ ἐντρεπόμενον ἃ προσήκει. L

135

ὃν ἐγὼ λεύσσων: τὸ ἑξῆς, ὃν ἐγὼ, λεύσσων περὶ πᾶν τέμενος, οὔπω δύ-

ναμαι γνῶναι ποῦ μοί ποτε ναίει. LR

137

ναίει] διατρίβει. L

139

τὸ φατιζόμενον] τὸ λεγόμενον παρ' ὑμῶν. L

140

οὔπω ἀκριβῶς αὐτὸν ἑωρακότες τοῦτό φασιν. LR

141

δεινός] ἀντὶ τοῦ ἀσεβής. L

142

ἄνομον] λείπει τὸ ὡς, ὡς ἄνομον. L

144

οὐ πάνυ μοίρας: οὐκ ἀγαθῆς μοίρας, ἀλλὰ κακῆς· οὐ πάνυ τῆς πρώτης

κατ' εὐδαιμονίαν μοίρας, τοὐναντίον δὲ τῆς κατὰ δυσδαιμονίαν ἐσχά-

της. LRM

οὐ πάνυ μοίρας εἰμὶ πρώτης εἰς τὸ εὐδαιμονίσαι. LRM

145

δηλῶ: τὸ δυστυχὲς διὰ τῶν ὀφθαλμῶν. L

148

κἀπὶ σμικροῖς μέγας ὥρμουν: καὶ ἐπὶ εὐτελέσιν αἰτήμασιν οὐκ ἂν σφόδρα

ἱκέτευον εἰ μὴ ἤμην δυστυχής. τοῦτό φησι παρ' ὅσον μέγας ὢν κατὰ

τὸ μέγεθος καὶ τὴν ἡλικίαν ὑπὸ σμικρᾶς τῆς θυγατρὸς ὁδηγεῖται. LRM

150

φυτάλμιος] ἀπὸ φύτλης· ἀπὸ γενέσεως καὶ ἐξ ἀρχῆς τυφλὸς πέφυκας; LM

δυσαίων: δυστυχὴς καὶ γέρων εἶ, ὡς ἔστι στοχάσασθαι ἀπὸ τοῦ εἴδους. φυ-

λακτικὼς δὲ καὶ τοῦτο λέγουσιν ἄρτι ἑωρακότες αὐτοῦ τὸ σχῆμα, τὴν πρώ-

την οὐχ ἑωρακότες, ἀλλ' ἀγνοοῦντες αὐτόν· ἆρα πηρὸς ἦσθα καὶ τοιοῦτος

ἐγεννήθης; οὐδέπω γὰρ τἆλλα παθήματα ἴσασιν αὐτοῦ. LM

δυσαίων] δυστυχής. L

151

μακραίων τε] λείπει τὸ εἶ. L

152

ἀλλ' οὐ μὰν ἔν γ' ἐμοί: ἀλλ' οὐκ ἄν με, φησίν, αἰτιάσῃ ὡς μὴ προμηνύ-

σαντά σοι μὴ εἰσελθεῖν εἰς τόδε τὸ ἱερόν. ἐάν τις ἀγνοοῦντά τινα καὶ

μιαίνοντα τόπον ἄβατον μὴ διδάξῃ, αὐτὸς ἐνέχεται ταῖς ἀραῖς. οὐκ ἐμοὶ

οὖν, φησί, προσθήσεις τὴν σὴν ἀράν· προαπαγγελῶ γάρ σοι μὴ πατεῖν

τὸν ἄβατον τόπον. LR

155

περᾷς γὰρ περᾷς: οὕτω Δίδυμος. βαδίζεις γὰρ εἰς ὃ οὐ προσήκει σοι χω-

ρίον ἐπιβαίνειν. LR

156

ἀλλ' ἵνα μὴ προσπέσῃς: ἀντὶ μὴ προσπέσῃς. καὶ κατὰ τὴν ἡμετέραν συνή-

θειαν εἰώθαμεν λέγειν οὕτως, ἵνα παραγένῃ πρὸς ἐμέ, βούλομαί σοι ση-

μαίνειν. L

ἀλλ' ἵνα τῷδ' ἐν ἀφθέγκτῳ: τὸ νάπος ἄφθεγκτον εἴρηται παρὰ τὰς προ-

δεδηλωμένας αἰτίας [cfr. 131]. LR τὸ δὲ ἑξῆς, ἀλλ' ἵνα τῷδε μὴ

προσπέσῃς νάπει ποιάεντι, μετάστηθι. ποίῳ νάπει; ὅπου κρατὴρ ὕδατος

πλήρης συγκιρνᾶται ῥεύματι γλυκέων ποτῶν. L

158

κάθυδρος οὗ] ὅπου ὕδατος πλήρης. L

159

μειλιχίων ποτῶν: γλυκέων ποτῶν, ὅ ἐστι μέλιτος, οἷς μειλίσσουσι τὰς

θεάς. συγκιρνᾶται ταύταις ταῖς θεαῖς ὕδατος καὶ μέλιτος χοή. LR

160

συντρέχει] συγκιρνᾶται. L

161

πάμμορ'] ὁ περὶ πάντα δυστυχές. L

163

μετάστηθι, ἀπόβηθι: τινὲς οὕτως· πολλά ἐστι τὰ κωλύοντά σε προσμέ-

νειν καὶ ἵστασθαι ἐν τῷ ἄλσει. LRM

πολλὰ κέλευθος ἐρατύει: οἷον, πολλή ἐστιν ἡ ὁδὸς ἡ διαχωρίζουσά σε ἡμῶν·

δεῖ γὰρ νοεῖν ὡς ὅτι πόρρωθεν προσφωνοῦσιν αὐτὸν μὴ δυνάμενοι ἐπιβῆ-

ναι τῷ τόπῳ· καὶ ταῦτα εἰπόντων, κατὰ μικρὸν ὁ Οἰδίπους προέρχεται

καὶ ἵσταται ὥσπερ ἐν τῷ οὐδῷ τοῦ χωρίου. LRM

166

ἔχεις] οἴσεις. L

169

φώνει: εἰ θέλεις μέ τι ἐρωτῆσαι, πρῶτον ἀποστὰς τῶν ἀβάτων καὶ ἐπιβὰς

τοῖς βατοῖς τόποις, οὕτως ἐρώτα με. LR

170

πρόσθεν δ' ἀπερύκου] πρότερον δὲ μὴ διαλέγου. L

ποῖ τις φροντίδος ἔλθῃ;] λογισώμεθα τί ποιήσομεν. L

171

ἀστοῖς ἴσα χρὴ μελετᾶν: ἃ ἐκεῖνοι ἀσκοῦσι, τούτων καὶ σὲ δεῖ ἐπιμέλειαν

ἔχειν. L

172

εἴκοντας] πρὸς τὸ [EUR. Med. 222]

χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει. L

174

σοὶ πιστεύσας: κατά τινα συνήθειαν ποιητικήν, πληθυντικὸν προειπών,

ἑνικὸν ἐπέζευξεν. LRM

181

ἀίεις] οἷον αἰσθάνῃ ποῦ ἐσμεν. L

182

ἕπεο μ' ἄν] ἕπεο μοι. LM

184

τόλμα ξεῖνος ἐπὶ ξείνης: ξένος ὢν ἐπὶ ξένης, τολμᾶν, ὦ τλᾶμον, ταῦτά σε

χρὴ φιλεῖν ἃ καὶ ἡ πόλις φιλεῖ, ἐκεῖνα δὲ μισεῖν, ἃ καὶ ἡ πόλις μισεῖ. LRM

186

τέτροφεν] ἔχει. L

189

ἵν' ἂν εὐσεβίας ἐπιβαίνοντες] ὅπου ἂν εὐσεβῶς πατοῦντες. LR

ἀντὶ τοῦ βατῶν τόπων. LR

καὶ μὴ χρείᾳ πολεμῶμεν] καὶ μὴ τῇ αὐτῶν ἐνδείᾳ ἐναντιώμεθα. L

192

ἀντιπέτρου: τοῦ ἰσοπέτρου βήματος, τοῦ κατ' ἴσον βεβηκότος τῷ πέ-

τρῳ, ὅπερ ἄνω εἶπεν χαλκοῦν οὐδόν. τοῦτον δὲ τὸν πέτρον ὑποτίθεται τοῦ

ἀβάτου ὅριον. βήματος, τοῦ οὐδοῦ· ἀντιπέτρου δὲ, ὅτι ἀντὶ πέτρας

χαλκοῦν ἦν. LRM

ἀντιπέτρου] ἰσοπέτρου, χαλκοῦ. L

193

κλίνῃς] [γρ.] κινήσῃς. L

195

ἡσθῶ] ἀντὶ τοῦ καθεσθῶ. LRM ἀπὸ τοῦ ἑσθῶ τέταται. L

γρ. ἦ στῶ, ὃ καὶ βέλτιον. LRM

ἐπ' ἄκρου λάου: ἀπὸ τῆς λᾶός ἐστι προπερισπωμένως, εὐθείας γενο-

μένης ἀπὸ γενικῆς τῆς λᾶος· “λᾶος ὑπὸ ῥιπῆς” [M 462]. οὕτως Ἡρω-

διανὸς [I p. 109 Lenz] ἐν τῷ ε̅ τῆς καθόλου. LRM

197

ἐμὸν τόδ'] τὸ ὁδηγῆσαί σε. L

ἐμὸν τόδ', ἐν ἡσυχίᾳ: ἀντὶ τοῦ ἐμόν ἐστι τὸ ἁρμόσαι σου ἐφ' ἡσυχίας τὴν

βάσιν τῇ καθέδρᾳ. LRM

200

γεραιὸν ἐς χέρα: τὸ ἑξῆς οὕτω, γεραιὸν σῶμα σὸν προκλίνας ἐς χέρα

φιλίαν ἐμήν. τὸ δὲ κλίνας ἀπὸ τῆς μετοχῆς ἤρτηται, ἀντὶ τοῦ κλίνας

ἔσο. σχηματίζει δέ πως αὐτὸν καὶ εὐθετίζει ἡ Ἀντιγόνη. LR

203

ὅτε νῦν χαλᾷς: ὅτε νῦν εἴκεις καὶ οὐκ ἀντιτείνεις τὸ ἐξελθεῖν· λέγει δὲ ἐκ

τοῦ ἱεροῦ. LRM

χαλᾷς] ἀντὶ θαυμάζῃ. LRM

204

τίς ς' ἔφυ] γρ. τίς ἔφυς. L

205

τίς ὢν πολύπονος: τίς ὢν ἄγῃ ἀπὸ τῆς σῆς πόλεως; ἢ οὕτω· τίς ὢν

διὰ πολλῶν πόνων ἄγῃ; LRM

τίς ὢν πολύπονος] γρ. τίς ὁ πολύπονος. L

208

ἀπόπτολις] ἔρημος καὶ ἄπολίς εἰμι. L

ἀλλὰ μή: τὸ ἑξῆς, ἀλλὰ μή με ἀνέρῃ τίς εἰμι μηδὲ ἐξετάσῃς. ἐμπαθὲς

δὲ τὸ χωρίον, τῶν μὲν σπευδόντων μαθεῖν, τοῦ δὲ κατοκνοῦντος λέγειν.

οἱ δὲ διὰ βραχέων ἀκούοντες, τἆλλα συμβάλλουσιν. οὐδὲν δὲ θαυμαστὸν

ἐπίστασθαι τοὺς Ἀθηναίους τὰ ἐν Θήβαις πραττόμενα, μάλιστα οὕτως

ἐπισήμων ὄντων τῶν κατὰ τὴν Σφίγγα. L

212

δεινὰ φύσις] ἡ ἐμὴ γέννα δεινή ἐστι καὶ ἀθλία. L

218

κατακρυφάν] ἀποφυγὴν τοῦ μὴ εἰπεῖν. L

220

Λαΐου ἴστε τίν' ἀπόγονον: εὖ διατέθειται γνωριζόμενον ὑπὸ τῶν Ἀθη-

ναίων Οἰδίποδα, ὑπὲρ τοῦ μὴ γενεαλογοῦντα ἄνωθεν 〈ἐν〉οχλεῖν αὐτὸν

τοῖς θεωμένοις. ἀλλ' ὅ γε Εὐριπίδης τοιοῦτος· ἐν γοῦν ταῖς Ἱκέτισι

[104 ss.] τὸν Θησέα ὑποτέθειται τὰ περὶ τὸν Ἄδραστον ἀγνοοῦντα,

ἕνεκα τοῦ μηκῦναι τὸ δρᾶμα. LM

223

δέος ἴσχετε] ὅσα, φησί, λέγω περὶ τούτων, μηδὲν φοβεῖσθε· δεῖ δὲ

προσυπακοῦσαι ψευσαμένου μοῦ. LRM

225

τί ποτ' αὐτίκα κύρσει] τί προβήσεται ἡμῖν; ὁρῶ γὰρ τούτους μυσατ-

τομένους με. LRM

226

ἔξω πρόσω βαίνετε χώρας: ἀκούσαντες τὰ κατ' αὐτὸν, ἀξιοῦσιν ἐξιέναι

τοῦ χωρίου· φησὶν οὖν ὁ Οἰδίπους ὅτι πρότερον ὑπέσχεσθε τὸ μὴ ἐκβα-

λεῖν με· οἱ δέ φασιν οὐδεμία τίσις ἔρχεται τοῖς προπαθοῦσιν ἀντιτιμωρου-

μένοις· καὶ ἡμεῖς οὖν ἀπατηθέντες ὑπὸ σοῦ, ἐν μέρει ἀνταπατῶμέν σε·

πέφρασται δὲ δυνατῶς. LRM

227

ἃ δ' ὑπέσχεο] πρὸς τὸν χορὸν ὁ Οἰδίπους. L

228

μοιριδία] ἡ ἐξ Ἐρινύων· Μοίρας γὰρ νῦν τὰς Ἐρινύας. L

229

ὧν προπάθῃ] διὰ τὸ τιμωρεῖν, ὑπὲρ ὧν ἂν προπάθῃ. LR

λείπει ἡ διὰ πρόθεσις, LR

230

ἀπάτα δ' ἀπάταις: ἡ δὲ ἀπάτη, φησί, παραβαλλομένη ἑτέραις ἀπάταις,

τῷ προαπατήσαντι πόνον ἔχειν ἀντιδίδωσι καὶ οὐ χάριν· καὶ αὐτοὶ οὖν

νομίζουσι προσδεδέχθαι αὐτὸν καὶ ἐπηγγέλθαι τὴν ἀσφάλειαν αὐτῷ ἀ-

πατώμενοι καὶ οὐ πρότερον ἐπεγνωκότες ὅτι οἰκείοις ἐνέχεται μιάσμασι·

περὶ τὴν αὐτὴν ὑπόθεσιν καὶ τὸ [EUR. Hipp. 612]

ἡ γλῶσς' ὁμώμοχ', ἡ δὲ φρὴν ἀνώμοτος

καὶ ἐκεῖνος γὰρ ἀπατηθεὶς ὤμοσεν. LRM

231

παραβαλλομένα] ἀντισουμένη. L

232

ἀντιδίδωσιν] τῷ ἀπατήσαντι ἐξ ἀρχῆς. L

234

ἄφορμος] ἀφορμηθείς. L

237

ὦ ξένοι αἰδόφρονες: τὸ τῆς Ἀντιγόνης πρόσωπον ὅλον καὶ τοῦ χοροῦ τὸ

τετράστιχον ἀθετοῦνται· κρεῖττον γάρ, φασίν, εὐθέως τῷ δικαιολογικῷ

χρήσασθαι τὸν Οἰδίπουν πρὸς αὐτούς. ἀλλὰ τὰ πράγματα αὐτοῖς οὐκ ἐν

καιρῷ ἐστιν ἀλλ' ἐν δυσπραγία, ὥστε ἐπαφρόδιτον εἶναι αὐτοῖς τὴν ἐ-

λεεινολογίαν, καὶ τοῦτο τὸ πρόσωπον ἡ Ἀντιγόνη πληροῖ. ἐπεὶ μέντοι

οὗτοι οὔπω πείθονται, τότε δικαιολογικώτερον καὶ ὥσπερ ἀπολογούμενος

ἐκφέρει τὰ ἑξῆς ὁ Οἰδίπους, ὅτι ἀκούσιά ἐστιν αὐτῷ τὰ ἁμαρτήματα.

†καὶ εἰ† ταῦτα τῆς ὁμοίας ἔχεται δυνάμεως τοῦ ποιητοῦ καὶ καθόλου θαυ-

μαστή τίς ἐστιν ἡ οἰκονομία τοῦ δράματος. LRM οὐδὲν δὲ ἐν τοῖς Διδύμου

τούτων ὀβελισθὲν εὕρομεν. LR

ἀλλ' ἐπεί] ἐπειδή· ἔστι γὰρ ὁ ἀλλὰ ἀντὶ τοῦ δέ, ὁ δὲ δὲ ἀντὶ τοῦ δή.

πλεονάζει ὁ ἀλλά. LR

238

γεραόν] ἀλαόν. L

240

ἀκόντων] τῶν ἀκουσίων. LR ἢ τῶν ἀπαρεσκόντων ὑμῖν. L

ἐκ τοῦ ἐπιθέτου νεύει εἰς τὴν τοῦ πατρὸς ἀπολογίαν. LR

243

οὐκ ἀλαοῖς προσορωμένα: οὐκ ἀλαοῖς ὄμμασιν ὁρῶσα τὸ σὸν ὄμμα. ὀφ-

θαλμοὶ γὰρ ὀφθαλμοὺς αἰδεῖσθαι ποιοῦσιν. LR

προσορωμένα] ἀντὶ ὁρῶσα τούτους ὧν καὶ δέομαι. L

245

ὥς τις ἀφ' αἵματος: ὡς ἄν τις κοινῆς ἀνθρωπότητος ἔχουσα τὸ συγγε-

νές. ἢ τοιαύτας ἱκετείας ποιοῦμαι οἵας ἄν τις προσαγάγοι τοῖς συγ-

γενέσιν. LR

246

τὸ ἑξῆς, ἄντομαι τὸν ἄθλιον αἰδοῦς κῦρσαι. L

250

ἐκ σέθεν ἄντομαι: λείπει ἐκείνου, ἵν' ᾖ ὑπὲρ ἐκείνου σε ἄντομαι, ὃ ἐκ

σέθεν τίμιόν ἐστί σοι· ἀντὶ, ὃ ἐκ σῆς προαιρέσεως τίμιόν σοί ἐστιν. LM

252

οὐ γὰρ ἴδοις ἂν ἀθρῶν: τὸ ἑξῆς, οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτῶν ὅστις ἂν

ἐκφυγεῖν δύναιτο εἰ θεὸς ἄγοι. LRM

256

οὐ σθένοιμεν ἂν φωνεῖν: ἀλλ' ἐμμένομεν τοῖς λεχθεῖσιν· λέγομεν δὲ τὸ

ἀναστῆναι τοῦτον τοῦ ἱεροῦ καὶ μὴ μολύνειν αὐτό. LRM

258

τί δῆτα δόξης: ὡς μάτην τῆς περὶ τῶν Ἀθηνῶν κατεχούσης δόξης, ὅτι

ἄρα φιλοικτίρμων τις εἴη καὶ ἱκεταδόκος. καὶ ὁ Κυρηναῖος [Fr. 51 Pf.]

οὕνεκεν οἰκτείρειν οἶδε μόνη πολίων

ἐν τῷ τέλει τοῦ β̅ τῶν Αἰτίων. LRM

260

ἐπεὶ καὶ Ἐλέου βωμὸς ἐν Ἀθήναις ἵδρυται. LRM

263

κἄμοιγε ποῦ ταῦτ' ἐστίν: καί μοι ποῦ ταῦτά ἐστι, τὰ λεγόμενα περὶ Ἀθη-

νῶν; L

264

ἐκ τῶνδε] ἀφ' ὧν αὐτὸν ἐξανέστησαν. L

ἐλαύνετε] παρ' ὑμῶν δηλονότι τῶν Ἀθηναίων. LRM

265

δείσαντες] ἀπὸ κοινοῦ τὸ δείσαντες. L

267

πεπονθότ' ἐστὶ μᾶλλον: μᾶλλον ἔπαθον ἤπερ ἐποίησα· οὐκοῦν καὶ συγγνώ-

μης ἄξιός εἰμι. LRM

τὸ ἑξῆς, ἢ δεδρακότα, τοῦτ' ἐγὼ καλῶς ἔξοιδα. LRM

268

μητρός] ἔργα, δηλονότι. L

269

τοῦτ' ἐγὼ καλῶς ἔξοιδα: οἶδα ὅτι μᾶλλον ἠδικήθην ἤπερ ἠδίκησα. L

271

ὥστ' εἰ φρονῶν ἔπρασσον: ἄκων μέν, φησίν, ἔδρων· εἰ δὲ καὶ ἑκών, προ-

παθὼν ἠμυνάμην· δῆλον δὲ διὰ τὸ βλαβῆναι ὅτε ἐγεννήθη. ὥστε δύο

μοι, φησί, βοηθεῖ ἥ τε ἄγνοια καὶ τὸ προπαθόντα ἀμύνασθαι. LRM

273

ἱκόμην ἵν' ἱκόμην] τὰ τοῦ πατρῴου φόνου λέγει ὁδόν. LRM

274

εἰδότων] φρονούντων. ἢ γιγνωσκόντων με ὅτι παῖς ἤμην αὐτῶν. RM

277

καὶ μὴ θεοὺς τιμῶντες: ἐπεὶ κατὰ πυθόχρηστον ἐληλυθέναι φησὶ καὶ

γνώμῃ θεοῦ. μὴ ἐναντία τοίνυν τοῦ θεοῦ ποιεῖτε. LRM

280

φυγήν] ἔκφευξιν. L

281

μήπω γενέσθαι φωτός: ὃ βούλεται λέγειν, μηδένα διαφυγεῖν ποτε φῶτα

ἀνόσιον εἰς ἀνθρώπους. ἀνοσίου ἐν ἀνθρώποις, ὡς τὸ “δικαιότατος

κενταύρων” [Λ 832]. φυγὴν δὲ ἀντὶ τοῦ ἔκφευξιν. LRM

282

ξὺν οἷς σὺ μὴ κάλυπτε: ἀντὶ τοῦ μὴ περικαλύψῃς θεοὺς καὶ Ἀθήνας.

οἷον, ἀνόσια πράττων μὴ ἀφάνιζε τὰς Ἀθήνας. L

ξὺν οἷς] σὺν τοῖς θεοῖς. L

284

ἐχέγγυον] ἀσφαλῆ. L

285

ῥύου] σῷζε. L

287

ἱερός] καθαρός. L

καὶ φέρων ὄνησιν ἀστοῖς: ἐρεῖ γὰρ [v. 607 ss.] ὡς ἔσται ποτὲ αὐτοῖς

ἔχθρα πρὸς Θηβαίους, ἐν ᾗ κρατήσουσιν αὐτῶν διὰ τὸ τὸν τάφον αὐτοῦ

παρ' Ἀθηναίοις τυγχάνειν. ἦν γάρ τι λόγιον, ἐν ᾗ ἂν ταφῇ χώρᾳ, ἐκείνην

μηδὲν κακὸν πείσεσθαι ὑπὸ Θηβαίων. LRM

292

τἀνθυμήματα] εἶπεν γὰρ σῴζειν τὰς Ἀθήνας. L

293

λόγοισι γὰρ οὐκ ὠνόμασται: ὅσα εἴρηταί σοι ἐνθυμήματα περὶ τῆς σω-

τηρίας τῶν Ἀθηνῶν. LRM ἀρκεῖ δέ μοι, φησί, τὸ τοὺς ἡγεμόνας μου

περὶ τούτων σκοπεῖν. L

294

βραχέσι] εὐτελέσι. L

297

εὖ τῇ οἰκονομίᾳ ὥστε μὴ διατριβὰς γενέσθαι, τίς ὁ καλέσων ἔσται. LRM

301

τοὔνομ' αἴσθηται τὸ σόν] τὸ γὰρ ὄνομα Οἰδίποδος πανταχοῦ. L

303-4

εἰκὸς οὖν ἐστιν ἡμῶν ἀκηκοότων καὶ ἕτερον μεμαθηκέναι. ὁ γὰρ ἀπε-

ληλυθὼς πρότερον οὐδέπω μεμαθήκει ὅστις ἦν· τῷ γὰρ χορῷ πρώτῳ

ὡμολόγησεν. διὰ μέσου τὸ θάρσει. LRM

305

πολὺ γάρ] διὰ τὰς πράξεις, οἷον τὴν Σφίγγα καὶ ὅσα ἄλλα αὐτῷ πέπρα-

κται. LRM

307

κλύων σου] λείπει ἡ περί, περὶ σοῦ κλύων. L

309

ὁ γὰρ ἀγαθὸς αὑτῷ τε καὶ τοῖς φίλοις ἐστὶν 〈χρήσιμος〉. L

φίλος] ἀντὶ τοῦ χρήσιμος. L

311

ἡ Ἰσμήνη πρόσεισι, τὰ κατὰ τοὺς ἄρρενας ἀπαγγέλλουσα παῖδας τοῦ

Οἰδίπου πῶς ἔσχον. LRM

312

ἡμῶν ἆσσον] ἀντὶ τοῦ πρὸς ἡμᾶς. L

Αἰτναίας] τῆς Σικελικῆς. λέγει δὲ ἀντὶ τῆς μεγάλης. L

313

ἡλιοστερής: σκιαστική. πλατύπιλος κυνῆ τὴν ὄψιν αὐτῆς περιέχει, καλύπτου-

σα καὶ ἀφαιρουμένη τὴν ἡλίωσιν τὸ ἑξῆς, κρατὶ ἡλιοστερὴς κυνῆ. LRM

314

κυνῆ πρόσωπα Θεσσαλίς: καὶ γὰρ περισσοὶ ἦσαν οἱ Θεσσαλικοὶ πῖλοι,

ὡς καὶ Καλλίμαχος [fr. 304 Pf. = 137 Kapp.]

ἀμφὶ δὲ οἱ κεφαλῇ νέον Αἱμονίηθεν

μεμβλωκὸς πίλημα περίτροχον ἄλκαρ ἔκειτο

εἴδεος 〈ἐνδίοιο〉. LRM

κυνῆ] περικεφαλαία. L

316

ἆρά ἐστιν ἡ Ἰσμήνη; ἆρα οὐκ ἔστιν; L

319

τὸ ἑξῆς, φαιδρὰ προσστείχουσα. L φαιδρὰ δὲ ἀντὶ τοῦ φαιδρῶς. LRM

320

σημαίνει] εἰς γνῶσίν με ἐφέλκεται. LRM

323

αὐδῇ] ἐκ τῆς φωνῆς ἔξεστι μαθεῖν. LRM

326

τὸ ἑξῆς, εὑροῦσα δεύτερον. LRM

329

δυοῖν] σοῦ καὶ Ἀντιγόνης. L

330

τροφαί] ἡμῶν, δηλονότι. L

331

ἐμοῦ τρίτης] οἱ γὰρ περιλαμβάνοντές τινα καὶ ἑαυτοὺς τρόπον τινὰ περι-

λαμβάνουσιν. ἰδιαζόντως εἶπεν ὡς ἑαυτῆς τρίτης θιγγάνει εἰ μὴ ἄρα

πρὸς τὸ δυσαθλία ὑπήντηκεν. LRM

332

σῇ, πάτερ, προμηθίᾳ] ἀντὶ τοῦ διὰ τὴν σὴν πρόνοιαν. LM

335

ποῖ νεανίαι πονεῖν;] ποῦ τοῦ πονεῖν εἰσιν; L

336

δεινὰ δ' ἐν κείνοις τὰ νῦν] νῦν δὲ τὰ ἐν ἐκείνοις δεινά ἐστιν. l

337

ὦ πάντ' ἐκείνω: διαβάλλει τοὺς Αἰγυπτίους ὡς παρὰ τὸ πρέπον

διαιτωμένους καὶ γυναῖκας καὶ ἄνδρας. Νυμφόδωρος [HGF II,

p. 380] ἐν τῇ ι̅γ̅ τῶν Βαρβαρικῶν γράφει οὕτως. “ἔθεσι δὲ τὰ μὲν

ἐναντίως τὰ δὲ ὁμοίως χρῶνται τοῖς Ἕλλησι· τὸ μὲν γὰρ ἐξίστασθαι τοῖς

πρεσβυτέροις τοὺς νεωτέρους, ὁμοτρόπως καὶ ἡμῖν διοικοῦσι, τῶν

δ' ἄλλων οὐδέν. ἐν μὲν γὰρ τοῖς Ἕλλησιν οἱ μὲν ἄνδρες κατὰ τὴν ἀγορὰν

οἰκονομοῦσιν, αἱ δὲ γυναῖκες ἔνδον μένουσαι ταλασιουργοῦσιν· ἐκεῖ δὲ αἱ

μὲν γυναῖκες ἐν ἀγορᾷ περιπατοῦσαι καπηλεύουσιν, οἱ δὲ ἄνδρες κατὰ

τὴν οἰκίαν ὑφαίνουσιν. ὁ γὰρ Σέσωστρις ἐκθηλῦναι τοὺς ἄνδρας βουλό-

μενος, ἅτε μεγίστης χώρας γεγενημένους καὶ πολλοὺς ὄντας, ὅπως μὴ

συστραφέντες ἐπ' ἰσομοιρίαν ὁρμήσωσι, τὰ μὲν ἐκείνων ἔργα ταῖς γυ-

ναιξί, τὰ δὲ τῶν γυναικῶν ἐκείνοις προσέταξεν, ἵνα μὴ μόνον τῶν ὅπλων

στερηθέντες [ἀσμένως], ἀλλὰ καὶ τὴν ψυχὴν ὑπὸ τῶν ἐπιτηδευμάτων ἀνεθέν-

τες, ἀσμένως ἐπὶ τοῖς ὑπάρχουσι καταμένωσιν· ὅθεν τοὺς μὲν ψιλοὺς εἶναι,

τὰς δὲ ἀνιέναι τὰς τρίχας προσέταξεν. καὶ τοὺς μὲν ἐπὶ τῶν κεφαλῶν φέ-

ρειν τὰ φορτία, τὰς δὲ ἐπὶ τῶν ὤμων ἠνάγκασεν· ἔπειτα δὲ τοὺς μὲν καθη-

μένους, τὰς δὲ ὀρθὰς ἑστώσας οὐρεῖν, καὶ τοὺς μὲν δύ' ἱμάτια περιέβαλεν,

τὰς δὲ ἕν, ὑπολαμβάνων ἅμα τοῖς ἐπιτηδεύμασι καὶ τὰς ψυχὰς αὐτῶν

ἐκθηλύνειν, ὃ καὶ Λυδοῖς ὕστερον συμπεσεῖν φασιν.” LRM

340

αἱ δὲ σύννομοι] αἱ ἀδελφαί. ἢ αἱ γυναῖκες. L

349

νηλίπους] ἀνυπόδητος. L

354

μαντεῖ' ἄγουσα: ποῖα μαντεῖα; ὅτι ὅπου δ' ἂν ταφήσεται, σωτήριος ἔσται

τῇ γῇ ἐκείνῃ. LRM

362

τὸ ἑξῆς, ζητοῦσα τὴν σὴν τροφήν, ἀντὶ τοῦ τὴν δίαιταν. LRM

363

τὸ ἑξῆς, δὶς γὰρ οὐ βούλομαι ἀλγεῖν. LRM

367

πρὶν μὲν γὰρ αὐτοῖς: πρῴην ἦσαν σκοπήσαντες τῷ Κρέοντι παραχωρῆσαι

τὴν σὴν βασιλείαν. LRM

Κρέοντι τε] ὁ τε πλεονάζει. L

369

σκοποῦσι] μετοχή ἐστιν, οὐ ῥῆμα. LR

371

ἀλιτηρίου] ἁμαρτωλοῦ, μιαρᾶς. L

373

λαβέσθαι] ἀντιλαβέσθαι. LRM

375

τὸ χ παράκειται ὅτι πρεσβύτερόν φησι τὸν Πολυνείκη. LRM

378

κοῖλον Ἄργος] πολλαχοῦ τὸ Ἄργος κοῖλόν φησι, καθάπερ καὶ ἐν Ἐπι-

γόνοις [fr. 188 N.2 = 190 Pears.]

“τὸ κοῖλον Ἄργος οὐ κατοικήσοντ' ἔτι”

καὶ ἐν Θαμύρᾳ [fr. 221 N.2; cfr. 242 Pear.]

ἐκ μὲν ἄρα Χθονίου ποτιμάστιον ἔσχεθε κοῦρον

Αὐτόλυκον, πολέων κτεάνων σίνιν Ἄργεϊ κοίλῳ. LRM

Ὅμηρος [δ 1]

“οἱ δ' ἷξον κοίλην Λακεδαίμονα”. L

380

ὡς αὐτίκ' Ἄργος: ὡς αὐτίκα καὶ τὸ Ἄργος πρὸς οὐρανὸν βιβῶν καὶ τὸ

Καδμείων πέδον τιμωρίᾳ ὑποτάξων· τὸ γὰρ τιμὴ ἔσθ' ὅτε πρόστιμον

δηλοῖ. Ὅμηρος [Γ 288]

“εἰ δ' ἂν ἐμοὶ τιμὴν Πρίαμος”.

ἑκάτερον δὲ ἢ ἀντὶ τοῦ καὶ ἐστί. τὸ ἑξῆς οὕτως· ὡς αὐτίκα ἢ τὸ Καδ-

μείων πέδον τιμῇ καθέξων ἢ τὸ Ἄργος πρὸς οὐρανὸν βιβῶν, τουτέστιν

ἢ τὸ Ἄργος ὑψώσων τῇ εὐκλείᾳ, ὡς πορθησόντων Ἀργείων τὰς Θήβας

καὶ κατὰ τοῦτο ἐνδόξων γενησομένων. LM ὑπερβατόν ἐστι καὶ τὸ ἑξῆς

οὕτως· ὡς αὐτίκα ἢ πρὸς οὐρανὸν τὸ Ἄργος οἴσων, ἢ ἐπὶ μέγα αὔξημα,

ἢ τὸ Καδμείων πέδον τιμῇ καθέξων. ἄλλως γὰρ ἀκούειν τραχύτερον. LRM

382

ταῦτ' οὐκ ἀριθμός] οὐ μέχρι λόγων προκόπτοντα. L

386

ὥραν] φροντίδα. L

388

ποίοισι τούτοις: οἱ ὑπομνηματισάμενοι γράφουσιν οὕτω· “χρησμὸς τοιοῦ-

τος γέγονεν, ὁποτέρῳ ἂν ὁ Οἰδίπους πρόσθηται, τοῦτον κρατεῖν, καὶ

χωρίς, κατὰ κοινὸν τοῖς Θηβαίοις, ὅτι ἔσται αὐτοῖς μεγάλων κακῶν αἴ-

τιος ἐὰν μὴ θάψωσιν αὐτὸν ἐπὶ τῆς χώρας”. ἐβουλόμην δὲ αὐτοὺς μαρ-

τυρίῳ χρήσασθαι ἢ συγγραφέως ἢ ποιητοῦ. LRM

390

εὐνοίας χάριν: ἐν τοῖς ἀναγκαιοτέροις τῶν ἀντιγράφων γράφεται εὐσοίας

χάριν, ὃ καὶ οἱ ὑπομνηματισάμενοι ἀξιοῦσιν. εὔσοιαν δέ φησι τὴν εὐθένει-

αν, καθάπερ καὶ ἐν Ἀμφιτρύωνι [fr. 119 N.2 = 122 Pear.]

ἐπεὶ δὲ βλάστοι τῶν τριῶν μίαν λαβεῖν

εὔσοιαν ἀρκεῖ. LR

ἵνα εὐνοῇς αὐτοῖς. L

392

κράτη] δύναμιν. L

395

γέροντα δ' ὀρθοῦν: τὸν ἅπαξ ἐν νεότητι πεσόντα ἐν γήρᾳ ὀρθοῦσθαι

ἀδύνατον. LR

φλαῦρον] χαλεπόν. L

399

στήσωσι] κατοικίσωσι. L

ὅπως κρατῶσι μὲν σοῦ] ἀντὶ ὅπως σχῶσί σε. L

401

κειμένου] ἀντὶ οἰκοῦντος. L

402

κείνοις ὁ τύμβος: ὁ τύμβος δυστυχῶν ὁ σὸς κείνοις βαρύς· ἀντὶ τοῦ ἐπὶ

ξένης σοῦ θαπτομένου δυστυχήσουσιν ἐκεῖνοι. LRM

403

κἄνευ θεοῦ: οἷον, πῶς ἄν τις ταῦτα δύναιτο μαθεῖν ἄνθρωπος ὤν, θείας

δυνάμεως χωρίς; LRM πέπαιγμαι· ὃ καὶ ἐπίσταται ὅτι Πυθόχρηστόν

ἐστι τὸ λεγόμενον. L

404

προσθέσθαι] ἀντὶ τοῦ κατοικίσαι. L

405

χώρας] τῆς Θήβης. L

μηδ' ἵν' ἂν σαυτοῦ: μηδὲ ἐᾶν σε ὅπου ἂν σαυτοῦ ἐξουσιάσῃ. λείπει τὸ

ἐᾶν ῥῆμα. ἢ ἀπὸ καινοῦ τὸ προσθέσθαι. LR

406

κατασκιῶσι] οἷον, ἐν Θήβαις με χώσουσιν; LR

407

τοὔμφυλον αἷμα] ὁ πατρῷος φόνος. L

408

εἰ οὐ θάπτουσί με ἐν Θήβῃ. ὁ δὲ μὴ πλεονάζει. LRM

409

βάρος] διὰ τὸ μὴ κατασχεῖν σε. L

410

ποίας φανείσης: ποίας αἰτίας γενομένης βλαβήσονται; ἀντὶ ὑπὸ θεῶν,

ὑπὸ Ἐρινύων ἢ ὑπὸ τίνος; LRM

413

παρὰ τῶν θεωρῶν κλύουσα. L

414

ἐφ' ἡμῖν] ἀντὶ τοῦ δι' ἐμέ. L

415

ὥς φασιν] οἱ θεωροί. L

422

ἐν μηδενὶ ἑτέρῳ τὸ τέλος αὐτοῖς ἀποβαίη τῆς μάχης, ἢ ἐν ἐμοί. οἷον,

μηδεὶς ἄλλος κύριος γένοιτο ὥστε διαλῦσαι τὴν ἔριν αὐτῶν ἢ γώ. LRM

424

κἀπαναίρονται] κατ' ἀλλήλων ἐπαίρουσιν. LRM

425

εἰ γὰρ ἐν τῇ ἐμῇ ἐξουσίᾳ γένοιτο, οὐδὲ εἷς αὐτῶν ζήσεται. LRM

430

αὐτοῖν ἐπέμφθην: τὸ ἐφ' ἑαυτοῖς οὐκ ἐπήρκεσαν. ἐνῆν γὰρ αὐτοῖς

τὸ ἐφ' αὑτοῖς τοῦτο πρᾶξαι, ὡς αὐτάρκως κεκολασμένου τῇ πηρώ-

σει. LRM

431

τοῦτ'] τὸ ἐξορισθῆναι. L

436

τούτου τοῦ ἔρωτος οὐδείς με ἐποίει ἀπολαῦσαι. τοῦ ἀποθανεῖν δέ φη-

σιν. LRM

437

ὅτε ὁ θυμὸς ἦν πέπειρος. LRM

438

ὅτε ἐκεῖνοι ἔγνωσαν πέψαντα με 〈τὸν θυμόν.〉 LRM

443

οἷον, ἀντιλογίας βραχείας, ἣν ἔδει ποιήσασθαι αὐτοὺς ὑπὲρ τοῦ πατρὸς

διωκομένου τῶν Θηβῶν. LRM

448

τὼ δ'] ἐκεῖνοι δέ, οἱ ἄρρενες. L

450

τοῦδε συμμάχου] ἐμοῦ. L

452

ἐγᾦδα] ἐγὼ οἶδα, ἐγᾦδα. L

457

εἰ ὑμεῖς συμβάλησθέ μοι, 〈τῷ〉 ἑαυτῶν συμβάλλεσθε. χρησμὸς γὰρ ἦν

ὡς εἰ Ἀθηναῖοι τοῦ τάφου αὐτοῦ ἐγκρατεῖς γένωνται, ἔσοιτο αὐτοῖς ποτε

σωτὴρ πολιορκουμένοις ὑπὸ Θηβαίων, εἴτε κατὰ τὸν Πελοποννησιακὸν

πόλεμον, εἴτε καθ' ἕτερον. ταῦτα δὲ εἰκὸς ποιητικώτερον ὑπὸ τοῦ

Σοφοκλέους πεπλάσθαι ἐπὶ θεραπείᾳ τῶν Ἀθηναίων· πολλαχοῦ δὲ οἱ τρα-

γικοὶ χαρίζονται ταῖς πατρίσιν ἔνια. LRM

458

πρός] σύν. L

462

ἐπεὶ δὲ τῆσδε γῆς: ὅτι δὲ σῴζειν ὑπισχνῇ τὴν πόλιν, ὑποθέσθαι σοι βού-

λομαι τὰ χρήσιμα. Ἀττικῶς πάνυ τῇ συντάξει, καὶ πιθανὴ λοιπὸν ἡ

χάρις τῶν ἐγχωρίων ἀνδρῶν· παραινοῦσι γὰρ αὐτὸν καθαρσίων τυχεῖν,

ἵνα ἧττόν πως ἐναγὴς φαίνοιτο. LRM

465

προξένει] ὡς φής, προξένει μοι καὶ πάρεχε τὰ χρήσιμα· οὐ γὰρ ὀκνήσαιμι

τελεῖν. LRM

προξένει] λέγε. L

467

καὶ κατέστεψας: καθικέτευσας, μετὰ ἱκετηριῶν ἀφίκου. ἐὰν δὲ γράφηται

κατέστειψας, οἷον ἐμπεριεπάτησας, ἀνεστράφης, ὃ καὶ πιθανώτερον· δι'

αὐτὸ γὰρ τοῦτο προστάσσουσιν αὐτὸν καθαίρεσθαι, ὅτι εἰς ἄβατον ἐπέβη

τόπον τοῦ ἱεροῦ τῶν Σεμνῶν. LRM

κατέστειψας] κατεβάτευσας. L

γρ. κατάστεψον, μεθ' ἱκετηριῶν ἀφηγοῦ. L

469

πρῶτον μὲν ἱερᾶς: ἐξ ἀενάου πηγῆς ὕδωρ ἄρυσαι καὶ οὕτω χοὰς ταῖς

θεαῖς ποίησον ἀπὸ τῶν κρατήρων, πλήσας αὐτοὺς ἀπὸ τοῦ ἀντληθέντος

ὕδατος. LRM

471

ἀντί, καὶ ὅταν ἀρύσωμαι, τί πράξω; LR

472

ἀνδρὸς εὔχειρος· ἐπὶ τὸν Δαίδαλον ἡ ἀναφορά, περὶ οὗ Φερεκύδης φησὶν

οὕτω [Fr Gr Hist III 146] “Μητίονι δὲ τῷ Ἐρεχθέως καὶ Ἰφινόῃ γί-

νεται Δαίδαλος, ἀφ' οὗ ὁ δῆμος καλεῖται Δαιδαλίδαι Ἀθήνησι”. LRM

εὔχειρος] εὐπαλάμου. L

εὔχειρος] εὐπαλάμου, κατὰ τὴν μετάληψιν. LRM

473

καὶ λαβὰς ἀμφιστόμους: τὰ ὦτα ὧν ἐστι λαβέσθαι ἀμφοτέρωθεν. ἀμφι-

στόμους δὲ τὰς ἑκατέρωθεν ἐστομωμένας, ἢ διὰ τὸ ἑκατέρωθεν τοῦ στό-

ματος ταύτας εἶναι, ἢ τὰς πρόσωπά τινα θηρίων ἑκατέρωθεν ἐχούσας.

ἔρεψον καὶ τῶν κρατήρων τὴν κεφαλήν. LR

λαβάς] ὠτία. L

ἀμφιστόμους] διὰ τῶν προτομῶν. L

475

οἰὸς νεαρᾶς] ἀντὶ τοῦ νέας. L

οἰοπόκῳ μαλλῷ: στολισμῷ ἢ κροκισμῷ. 〈τὸ χ〉 ὅτι στέμματα ἔλεγον καὶ

τὰ ἔρια. LR καὶ παρ' Εὐριπίδῃ [Or. 12]

“ᾧ στέμματα ξήνας' ἐπέκλωσεν”. L

οἰνεοτόκῳ] οἰοπόκῳ

μαλλῷ λαβών] ἐρίῳ στέψον. L

477

χοὰς χέασθαι στάντα πρὸς ἵω: πρὸς τὴν ἀνατολήν· καὶ γὰρ δὴ καὶ τὰς

ἐκθύσεις πρὸς ἥλιον ἐποιοῦντο, καθάπερ καὶ ἐν Ἠλέκτρᾳ (424 s.)

τοιαῦτά του παρόντος, ἡνίχ' ἡλίῳ

δείκνυε τοὔναρ, ἔκλυον ἐξηγουμένου.

καὶ οἱ τοὺς καθαρμοὺς ἐπιτελοῦντες πρὸς τὴν ἕω ἵστανται. LR

Κρατῖνος ἐν Χείρωνι [fr. 232 K.]

ἄγε δὴ πρὸς ἕω πρῶτον ἁπάντων ἵστω καὶ λάμβανε χερσὶν

σχῖνον μεγάλην. L

πρὸς πρώτην ἕω: ἀντὶ περὶ τὸν ὄρθρον. L

ἕω] ἀνατολήν. L

478

τὸ ὕδωρ ἀπὸ τῶν κρατήρων χέω; L

479

τρισσάς γε πηγάς: ἀντὶ τὸ ὕδωρ ἀπὸ τριῶν πηγῶν. L

τὸν τελευταῖον] τὸν ὕστερον κρατῆρα. L

481

ὕδατος, μελίσσης: ὕδατος καὶ μέλιτος. ἀπὸ τοῦ ποιοῦντος τὸ ποιούμε-

νον· καὶ ἐν Ἐρασταῖς [fr. 159 N.2 = 155 Pears.]

γλώσσης μελίσσῃ τῷ κατερρυηκότι.

βούλεται λέγειν τὸ μελίκρατον. LRM

μελίσσης] μέλιτος. L

λείπει ὁ καί. L

μηδὲ προσφέρειν μέθυ] ἄοινοι γὰρ αἱ θεαί. L

482

ὅταν δὲ τούτων γῆ: ὅταν δὲ τὰς χοὰς χέωμεν ἐπὶ γῆς, τί χρή με ὕστερον

δρᾶσαι; LR

483

τρὶς ἐννέα: τρὶς ἐννέα τιθεὶς κλῶνας ἐλαίας, ταύτας ποιοῦ τὰς εὐχάς. LM

485

ἡδέως ἀκούσαιμι τῶν εὐχῶν· μέγιστον γὰρ ταύτας μαθεῖν. LR

486

ὥς σφας καλοῦμεν: ὡς καλοῦμεν αὐτὰς Εὐμενίδας, οὕτως αὐτὰς καλῶν

κἀξευμενῶν καὶ ἵλεως ποιούμενος, ἱκέτευε αὐτὰς δέχεσθαί σε τὸν ἱκέτην

ἐπὶ σωτηρίᾳ. ἀπὸ τῶν στέρνων ἀντὶ μὴ ἐξ ἐπιπολῆς ἀλλ' ἐνδια-

θέτως. LRM

488

οἷον, ἢ σὺ ταῦτα ποίει, ἢ ἄλλος τις ὑπὲρ σοῦ ταῦτα ποιείτω. LRM

489

ἄπυστα φωνῶν: ἀνήκουστα, ἀντὶ ἠρέμα καὶ συντόμως. L τοῦτο ἀπὸ

τῆς δρωμένης θυσίας ταῖς Εὐμενίσι φησί. μετὰ γὰρ ἡσυχίας τὰ ἱερὰ

δρῶσι καὶ διὰ τοῦτο οἱ ἀπὸ Ἡσύχου θύουσιν αὐταῖς, καθάπερ Πολέμων

[HGF III 130 = fr. 49 Preller.] ἐν τοῖς πρὸς Ἐρατοσθένην φησὶν

οὕτω “τὸ δὲ τῶν Εὐπατριδῶν γένος οὐ μετέχει τῆς θυσίας ταύτης”. εἶτα

ἑξῆς· “τῆς δὲ πομπῆς ταύτης Ἡσυχίδαι, ὃ δὴ γένος ἐστὶ περὶ τὰς Σεμ-

νὰς θεάς, καὶ τὴν ἡγεμονίαν ἔχει καὶ προθύονται πρὸ τῆς θυσίας κριὸν

Ἡσύχῳ ἱερόν, ἥρω τοῦτον οὕτω καλοῦντες, διὰ γὰρ εὐφημίαν† οὗ τὸ

ἱερόν ἐστι παρὰ τὸ Κυλώνειον ἐκτὸς τῶν ἐννέα πυλῶν”. καὶ Ἀπολλόδωρος

[F Gr Hist CCXLIV 101] δὲ ἐν τῇ περὶ θεῶν ι̅ζ̅ περὶ τοῦ τῶν Ἡσυ-

χιδῶν γένους καὶ τῆς ἱερᾶς ..... φησι. καὶ Καλλίμαχος [fr. 681 Pf.]

νηφάλιαι καὶ τῇσιν ἀεὶ μελιηδέας ὄμπας

λῄτειραι καίειν ἔλλαχον Ἡσυχίδες. LRM

491

δράσαντι] ὡς καθαρθέντι. L

492

ἄλλως δέ] μὴ καθαρθέντι. L

495

οὐχ ὁδωτά] οὐκ ἐν ὁδῷ, οὐδὲ ἀνυστά. οἷον, οὐ βαδιστέα μοι, οὐδὲ πρα-

κτέον ταῦτα· λείπομαι γὰρ τῆς πράξεως ὑπὸ δύο κακῶν, τοῦ τε μὴ δύνασ-

θαι καὶ τοῦ μὴ ὁρᾶν. L

497

σφῷν δ' ἡ 'τερα: εἰρήκεσαν γὰρ ὅτι καὶ ἄλλῳ ἐξῆν ὑπὲρ αὐτοῦ τὸν κα-

θαρμὸν ποιήσασθαι. LR

499

ἐκτείνουσαν] τεταμένως καὶ συντόνως δρῶσαν καὶ διακονοῦσαν. L

502

οὐδ' ὑφηγητοῦ δ' ἄνευ] ἄνευ χειραγωγοῦ. ἀπὸ κοινοῦ δὲ τὸ ἕρπειν· οὐκ

ἰσχύω βαδίζειν. LR

504

χρἤσται μ' ἐφευρεῖν: χρείη ἔσται καὶ κατὰ συναλοιφὴν χρἤσται. ἀντὶ

τοῦ χρείη ἔσται, δηλοῦται δὲ ταὐτὸν τῷ δεήσει· καὶ ἐν Τριπτολέμῳ [fr.

542 N.2 = 599 Pear.]

χρἤσται δέ ς' ἐνθένδ' αὖτις οἷ. LRM

τοῦτο βούλομαι μαθεῖν] ἔνθα τὸ ὕδωρ ἐστίν, ἡδέως ἂν εἰδείην. L

505

τοὐκεῖθεν ἄλσους: τὸ ἐκεῖθεν τοῦ ἄλσους τούτου· ἐὰν δέ τι τούτων ἀγνοῇς,

παρά τινος τῶν ἐπιχωρίων τοῦτο μαθήσῃ. σπάνιν γάρ φησιν ἀντὶ τοῦ

εἴ τι τῆς εἰδήσεως ἀγνοεῖς περὶ τὸν τόπον. L

508

τοῖς τεκοῦσι γάρ: ὅταν τις ὑπὲρ γονέων πονῇ, μὴ ἡγείσθω πόνον εἶναι

τὸν κάματον. LR

510

δεινὸν μὲν τὸ πάλαι: τῆς Ἰσμήνης ἀποστάσης, ὁ χορὸς ἐρωτᾷ τὸν Οἰδί-

ποδα καί φησι· τὸ ἐπεγείρειν μὲν καὶ ἀνακινεῖν τὰ πάλαι συμβάντα, δυσ-

χερές· ὅμως δὲ μαθεῖν ἐπιθυμῶ τὴν αἰτίαν τῆς πηρώσεως· καὶ ἔστι πα-

θητικά. Καλλίμαχος [fr. 682 Pf.]

τί δάκρυον εὗδον ἐγείρεις; L

512

τί τοῦτο] οἷον, τί βούλει πυθέσθαι; L

τᾶς δειλαίας ἀπόρου: περὶ τῆς ἐγκειμένης σοι ἀλγηδόνος ἡδέως ἂν πυ-

θοίμην. ἔξωθεν δὲ ἡ περί. LRM

515

μὴ πρὸς ξενίας: μὴ πρὸς τῆς σῆς ξενίας, ἀναπτύξῃς μου τὰ ἀναιδῆ ἔργα·

ἢ οὕτω· μὴ τὰς προξενίας σου ἐπὶ ἔργα ἀναιδῆ καταγάγῃς, οἱονεὶ, μὴ

κατὰ τὴν προξενίαν τὴν σὴν ἔργων γένοιο φαύλων ἀκροατής, ἀναπτύξαι

καὶ φανερῶσαι τὰ κατὰ ἐμὲ βουληθείς. LRM

516

τό τοι πολύ: τὸ ἀδιάλειπτον κακόν, τὸ κατὰ τὴν πήρωσιν χρῄζω ἀκοῦ-

σαι. L

518

στέρξον, ἱκετεύω: στέρξον ἃ λέγω καὶ μὴ ἀποστραφῇς τὴν αἰτίαν εἰπεῖν,

ὅ ἐστι πρόσδεξαί με. LRM

520

κἀγὼ γάρ] πείσομαι, δηλονότι, εἰς ὃ βούλει. L

524

ἀλλ' ἐς τί] ἀλλ' ἐς τί χωρήσει σοι τὰ πράγματα; L

525

οὐδὲν ἴδρις] οἷον, οὐδὲν εἰδυῖα ἡ πόλις ἐνέδησέ με τῇ τοῦ γάμου ἄτῃ. LRM

ἴδρις] εἰδυῖα. L

537

ἐπιστροφαί] συναθροίσεις, πλῆθος. LR

539

ἐδεξάμην δῶρον: τὸν γάμον τῆς μητρός, φησίν, ἀντὶ τῆς λύσεως τοῦ

αἰνίγματος δῶρον ἐδεξάμην, ὃ μήποτε ὤφελον λαβεῖν. ἀντὶ τοῦ εἰπεῖν

μήποτε ὤφελον ἐγὼ παρὰ τῆς πόλεως ἐξαίρετον ἑλεῖν, οὕτως εἴρηκεν

“ἐπωφέλησα πόλεως ἐξελέσθαι”. LRM

547

καὶ γὰρ ἄλλους ἐφόνευσα: τοὺς παρόντας σὺν τῷ Λαΐῳ. ἤ, ὡς ἄλλους

φονεύσας ἀθῷός εἰμι καὶ οὐ γέγονα ἔνοχος τῷ μύσει, οὕτως καὶ ἐπὶ τοῦ

πατρός· οὐ γὰρ ᾔδειν. LRM

551

πολλῶν ἀκούων: χρηστὸς ὁ Θησεὺς τὸ ἦθος εἰσάγεται· καὶ ἔχει καὶ ἐπὶ

τοῦτο τὰ τῆς οἰκονομίας δεξιώτατα. LRM

558

προστροπήν] ὠφέλειαν. L

562

τὸ δεύτερον ὡς ἀντὶ τοῦ ὅτι. LR

566

μ' οὐ] μὴ οὐ. L

567

ἔξοιδ' ἀνὴρ ὤν] ὅτι ἄνθρωπός 〈εἰμι〉. L

581

προσφορά] ἀντὶ προσθήκη, πρόσδοσις. LRM

δηλώσεται] ἀντὶ δηλωθήσεται. LRM

583

τὰ λοίσθι' αἰτῇ] γρ. τὰ λοῖσθ' ἄρ' αἰτῇ 〈τοῦ〉 βίου. L

584

ἢ λῆστιν ἴσχεις] τοῦ ζῆν ἢ ἐπιλέλησαι ἢ οὐ φροντίζεις. LRM

585

ἐνταῦθα γάρ μοι κεῖνα: διὰ τοῦ τέλους καὶ τὰ μέσα τοῦ βίου εὐτυχήσει·

προσδοκῶν γὰρ σὺ ὠφεληθήσεσθαι παρ' ἐμοῦ ὅταν ἀποθάνω, ζῶντά με

γηροβοσκήσεις. LRM

586

βραχὺ δῶρόν με αἰτεῖς τὸ ἐν Ἀθήναις θάψαι σέ. LR

602

πῶς δῆτα ς' ἂν] πῶς δῆτα οὖν, φησί, μεταπέμψαιντο ἄν σε εἰ μὴ ἔστι

δυνατὸν κατελθεῖν διὰ τὸ πατροκτόνον εἶναι; ὁ δέ φησι· τὸ θεῖον αὐτοὺς

ἐξαναγκάσει τοῦτο πράττειν. LRM

605

τῇδε πληγῆναι χθονί] ἀντὶ ὑπὸ ταύτης τῆς χθονὸς πληγῆναι. LRM

619

τὰ νῦν ξύμφωνα] οὔπω γὰρ ἦν ἔχθρα…

623

σα…

The complete text is available when the reading interface loads.