The Greek Library Author

Anthologia Graeca

Ἀνθολογία, Volume V

Scientific editors
William Roger Paton
Edition reference
The Greek Anthology · London · William Heinemann Ltd. · 1918
CTS identifier
urn:cts:greekLit:tlg7000.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 13

Epigram 1

Πεντάμετρον μόνον

1Ἰίαίρβ θεὰ Παφίη· σὴν γὰ̆ ἀεὶ δύναμιν

2κάλλος τʼ ἀθάνατον καὶ σέβας ἰμβρόβν

3πάντες τιμῶσιν θνατοὶ ἐφαμέριοι

4ἐν πᾶσιν μύθοις ἔργοισίν τε καλοῖς·

5πάντῃ γὰρ πᾶσιν σὴν δηλοῖς τιμήν.

Epigram 2

τρίμετρον

1Καλλίστρατός σοι, Ζηνὸς ὦ διάκτορε,

2ἔθηκε μορφῆς ξυνὸν ἥλικος τύπον

3Κηφισιεὺς ὁ κοῦρος· ᾧ χαρείς, ἄναξ,

4Ἀπολλοδώρου παῖδα καὶ πάτραν σάω.

Epigram 3

χωλὸν τρίμετρον

1ὁ μουσοποιὸς ἐνθάδʼ Ἱππῶναξ κεῖται.

2εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ·

3εἰ δʼ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν,

4θαρσέων καθίζευ, κἢν θέλῃς, ἀπόβριξον.

Epigram 4

τετράμετρον

1ἀλκίμων σ’, ὦ ʼριστοκλείδη, πρῶτον οἰκτείρω φίλων

2ὤλεσας δʼ ἥβην, ἀμύνων πατρίδος δουληίην.

Epigram 5

τρίμετρον μείουρον ἢ κόλουρον

1νικῶ δίαυλον. ἀλλʼ ἐγὼ παλαίων.

2ἐγὼ δὲ πεντάεθλον. ἀλλʼ ἐγὼ πύξ. —

3καὶ τίς τύ; — Τιμόδημος. ἀλλʼ ἐγὼ Κρής.

4ἐγὼ δὲ Κρηθεύς. ἀλλʼ ἐγὼ Διοκλῆς. —

5καὶ τίς πατήρ τοι; — Κλεῖνος. ὥσπερ ἄμμιν. — Ἔμπη δὲ νικῇς; — Ἰσθμοῖ. — τὺ δʼ ἔμπη; —

6Νέμειον ἂν λειμῶνα, καὶ παρʼ Ἥρᾳ.

Epigram 6

ἑνδεκασυλλάβιον τρίμετρον οὕτω καλούμενον

1τοῦτʼ ἐγὼ τὸ περισσὸν εἰκόνισμα

2τοῦ κωμῳδογέλωτος, εἰς θρίαμβον

3κισσῷ καὶ στεφάνοισιν ἀμπυκασθέν,

4ἔστασ’, ὄφρα Λύκωνι σᾶμʼ ἐπείη.

5ὅσσα γὰρ † καθύπερθε λαμπρὸς ἁνήρ·

6μνᾶμα τοῦ χαρίεντος ἔν τε λέσχᾳ

7ἒν τʼ οἴνῳ τόδε κἄτι τοῖς ἔπειτα

8ἄγκειται, παράδειγμα τᾶς ὀπωπᾶς.

Epigram 7

κωμικὸν τετράμετρον

1ὁ Λύκτιος Μενοίτας τὰ τόξα ταῦτʼ ἐπειπὼν

2ἔθηκε· “τῆ, κέρας τοι δίδωμι καὶ φαρέτρην,

3Σάραπι· τοὺς δʼ ὀιστοὺς ἔχουσιν Ἑσπερῖται.”

Epigram 8

Ἑσπερῖται

τετράμετρον Ἀρχιλόχειον

1ἐκ δολίχου τόνδε σφυρήλατον, ὡς τάχει κρατήσας,

2Πᾶις Ἀριστομάχειος ἀνείλετο χάλκεον λέβητα.

Epigram 9

Πεντάμετρον βακχικόν. ἔστι δʼ οὐ τέλειον τὸ ἐπίγραμμα

1ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπʼ οἰνηρῆς Χίου

2ἀμφορεύς, πολὺς δὲ Λεσβίης ἄωτον νέκταρ οἰνάνθης ἄγων.

Epigram 10

τετράμετρον ἑκκαίδεκα συλλαβῶν. οὐ δὲ τοῦτο τέλειον

1ἁ ναῦς, ἃ τὸ μόνον φέγγος ἐμὶν τὸ γλυκὺ τᾶς ζόας

2ἅρπαξας, ποτὶ τὲ Ζανὸς ἱκνεῦμαι λιμενοσκόπω

Epigram 11

πεντάμετρον ὑπορχηματικόν

1α. τίς εἰκόνα τάνδʼ ἀνέθηκεν; β. Δωριεὺς ὁ Θούριος.

2α. οὐ Ῥόδιος γένος ἦν; β. ναί, πρὶν φυγεῖν γε πατρίδα,

3δεινᾷ γε χειρὶ πολλὰ ῥέξας ἔργα καὶ βίαια.

Epigram 12

ἐπὶ ἑξαμέτρου τρίμετρον ἐπαδόμενον

1ἐρρέτω ἦμαρ ἐκεῖνο, καὶ οὐλομένη σκοτόμαινα,

2βρόμος τε δεινὸς ἠνεμωμένης ἁλός,

3οἵ ποτε νῆʼ ἐκύλισαν, ἐφʼ ἧς ὁ τὰ πολλὰ μελίφρων

4Ἀβδηρίων ἄπρηκτα θεοῖσιν εὔχετο·

5ῥαίσθη γὰρ διὰ πάντα, προσηνέχθη δὲ κλύδωνι

6τρηχεῖαν εἰς Σέριφον, αἰδοίων ὅθι

7προξείνων ὑπὸ χερσὶ λαχὼν πυρός, ἵκετο πάτρην

8Ἄβδηρα, κρωσσῷ χαλκέῳ περισταλείς.

Epigram 13

ἐπὶ ἑξαμέτρῳ πεντάμετρον, εἶτα τρίμετρον

1τόνδε Πύρης ἀνέθηκε Πολυμνήστου φίλος υἱός,

2εὐξάμενος δεκάτην Παλλάδι Τριτογενεῖ,

3Κυδωνιάτας Κρησίλας εἰργάξατο.

Epigram 14

ἐπὶ ἑξαμέτρῳ πεντάμετρον καὶ δύο τρίμετροι, εἶτα ἑξάμετρον

1Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται,

2νίκαις ἱππόβοτον πατρίδʼ ἐπευκλεΐσας,

3Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία,

4δύω δʼ ἐν Ἰσθμῷ, πεντεκαίδεκʼ ἐν Νεμέᾳ·

5τὰς δʼ ἄλλας νίκας οὐκ εὐμαρές ἐστʼ ἀριθμῆσαι.

Epigram 15

ἐπὶ δύο ἑξαμέτροις πεντάμετρον

1εἰμὶ Δίκων υἱὸς Καλλιμβρότου· αὐτὰρ ἐνίκων

2τετράκις ἐν Νεμέᾳ, δὶς Ὀλύμπια, πεντάκι Πυθοῖ,

3τρὶς δʼ Ἰσθμῷ· στεφανῶ δʼ ἄστυ Συρακοσίων.

Epigram 16

ἐπὶ τρισὶν ἑξαμέτροις πεντάμετρον.

1Σπάρτας μὲν βασιλῆες ἐμοὶ πατέρες καὶ ἀδελφοί·

2ἅρμασι δʼ ὠκυπόδων ἵππων νικῶσα Κυνίσκα

3εἰκόνα τάνδʼ ἔστησα. μόναν δέ με φαμι γυναικῶν

4Ἑλλάδος ἐκ πάσας τόνδε λαβεῖν στέφανον.

Epigram 17

ἐπὶ ἑξαμέτρῳ δίμετρον

1Ἰφίων ἔγραψεν ἑᾷ χερί, τόν ποκα ὕδωρ

2ἔθρεψε Πειρήνης ἄπο.

Epigram 18

ἐπὶ ἑξαμέτρῳ ἑνδεκασύλλαβον

1χάλκεα ἔργα, λέγοισθε θοῆς ἐπινίκια πώλου,

2ἥτις κεντροραγὴς βαλοῦσα παῖδα,

3ψιλὴ λευρὸν ἔθυσε περὶ δρόμον. ἐκ δʼ ἄρʼ ἐκείνου

4Παρμένων χρυσέης κύρησε νίκης.

5Φώκριτε, σῷ δʼ ἄρα παιδὶ Ἀμυκλαΐδαι ˘ βασιλῆες

6πατρῴων ἔδοσαν λαχεῖν ἀέθλων.

Epigram 19

ἐπὶ ἑξαμέτρῳ ἑννεασύλλαβον

1ἄνθηκεν τόδʼ ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκα

2ἐν Δελφοῖς ποσὶ Νικολᾴδας,

3καὶ Παναθηναίοις στεφάνους λάβε πέντʼ ἐπʼ ἀέθλοις

4ἑξῆς ἀμφιφορεῖς ἐλαίου·

5Ἰσθμῷ δʼ ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ οἶδεν ἑλόντα

6ἀκτὴ Ποντομέδοντος ἆθλον·

7καὶ Νεμέᾳ τρὶς ἐνίκησεν, καὶ τετράκις ἄλλα

8Πελλάνᾳ, δύο δʼ ἐν Λυκαίῳ,

9καὶ Τεγέᾳ, καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τʼ Ἐπιδαύρῳ,

10καὶ Θήβᾳ, Μεγάρων τε δάμῳ·

11ἐν δὲ Φλιοῦντι σταδίῳ, τά τε πέντε κρατήσας

12ηὔφρανεν μεγάλαν Κόρινθον.

Epigram 20

ἐπὶ ἑξαμέτρῳ ἐναλλὰξ τό τε κωμικὸν τετράμετρον δύο

1συλλαβαῖς λεῖπον καὶ τὸ Ἀρχιλόχειον σκάζον τρίμετρον

2πατρίδα κυδαίνων ἱερὴν πόλιν Ὦπις Ἀθανᾶς,

3τέκνον μελαίνης γῆς, χαρίεντας αὐλοὺς

4τούσδε σὺν Ἡφαίστῳ τελέσας, ἀνέθηκʼ Ἀφροδίτῃ.καλοῦ,

5δαμασθεὶς ἱμέρῳ Βρύσωνος.

Epigram 21

ἐπὶ τῷ ἀρτίῳ τριμέτρῳ δίμετρον ἀπὸ τοῦ ὑπορχηματικοῦ πενταμέτρου

1Μνασάλκεος τὸ σᾶμα τῶ Πλαταΐδα,

2τῶ λεγῃοποιῶ·

3ἁ Μῶσα δʼ αὐτῶ τᾶς Σιμωνίδα πλάτας

4ἦς ἀποσπάραγμα·

5κενά τε κλαγγὰν κἀπιλακυθίστρια διθυραμβοχάνα.

6τέθνακε, μὴ βάλωμες· εἰ δέ κε ζόεν,

7τύμπανὸν κʼ ἐφύση.

Epigram 22

ἐπὶ τριμέτρῳ ἀρτίῳ ἐπῳδὸν τετράμετρον ἡρωικὸν κατὰ τὴν παρεσχάτην σκάζον

1τόξον μέν, ᾧ Γίγαντος ὤλεσας σθένος,

2ἴσχε βίης, Ἑκάεργʼ ἀνάσσων·

3† οὒ οἱ φαρέτρη λύεται λυκοκτόνος·

4τοῖσδε δʼ ἐπʼ ἠιθέοις ὀιστὸν ˘

5στρέφειν Ἔρωτος, τόφρʼ ἀλέξωνται πάτρῃ,

6θαρσαλέοι φιλότατι κούρων

7πυροῖ γὰρ ἀλκήν,˘ καὶ θεῶν ὑπέρτατος

8αἰὲν ὅδε προμάχους ἀέξειν.

9Μελιστίωνος δʼ, ὦ πατρώιον σέβας

10Σχοινιέων, ἐπίηρα δέχθαι.

Epigram 23

ἐπὶ τετραμέτρῳ τῷ γεγονότι ἀπὸ ἀρτίου τριμέτρου κατὰ πρόσθεσιν βάσεως τελευταίας μείουρον τρίμετρον

1ἰὼ παρέρπων, μικρόν, εἴ τι κἀγκονεῖς, ἄκουσον

2τὰ Βότρυος περισσὰ δῆτα κήδη,

3ὃς πρέσβυς ὀγδώκοντʼ ἐτῶν τὸν ἐννέων ἔθαψεν

4ἤδη τι τέχνᾳ καὶ σοφὸν λέγοντα.

5φεῦ τὸν τεκόντα, φεῦ δὲ καὶ σέ, Βότρυος φίλος παῖ,

6ὅσων ἄμοιρος ἡδονῶν ἀπώλευ.

Epigram 24

ἐπὶ τῇ τοὖ προάγοντος τετραμέτρου ἐσχάτῃ διποδίᾳ ἑνδεκασύλλαβον

1τὰ δῶρα τῇ Ἀφροδίτῃ

2Σῖμον ἡ περίφοιτος εἰκόνʼ αὑτῆς

3ἔθηκε, τήν τε μίτρην,

4ἣ μαστοὺς ἐφίλησε τόν τε πανὸν

5καὶ τοὺς ποτʼ ἀντίναξεν

6ἀυτοῦσ’ ἀν ὄρη τάλαινα θύρσους.

Epigram 25

ἐπὶ διπλασιασθείσῃ τᾖ διποδίᾳ ἐπῳδὸς τετράμετρος, πλεονάζων μίᾳ συλλαβῇ τοὖ ἑξαμέτρου

1Δήμητρι τῇ Πυλαίῃ, τῇ τοῦτον οὑκ Πελασγῶν

2Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθʼ ὁ Ναυκρατίτης

3καὶ τῇ κάτω θυγατρὶ τὰ δῶρα Τιμόδημος

4εἵσατο, τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθʼ οὕτως.

Epigram 26

ἐπὶ τῷ αὐτῷ ˘ τετραμέτρῳ μείουρον τρίμετρον

1μνήσομαι· οὐ γὰρ ἔοικεν ἀνώνυμον ἐνθάδʼ Ἀρχεναύτεω

2κεῖσθαι θανοῦσαν ἀγλαὰν ἄκοιτιν,

3Ξανθίππην Περιάνδρου ἀπέκγονον, ὃς ποθʼ ὑψιπύργου

4σήμαινε λαοῖς τέρμʼ ἔχων Κορίνθου.

Epigram 27

ἐπὶ τετραμέτρῳ τρίμετρον ἄρτιον, εἶθʼ ἑξάμετρον ἐναλλάξ

1Φῶκος ἐπὶ ξείνῃ μὲν ἀπέφθιτο· κῦμα γὰρ μέλαινα

2νεῦς οὐχ ὑπεξήνεικεν, οὐδʼ % ἐδέξατο,

3ἀλλὰ κατʼ Αἰγαίοιο πολὺν βυθὸν ˘ ᾤχετο πόντου,

4βίῃ Νότου πρήσαντος ἐσχάτην ἅλα.

5τύμβου δʼ ἐν πατέρων κενεοῦ λάχεν ὃν πέρι Προμηθὶς

6μήτηρ, λυγρῇ ὄρνιθι πότμον εἰκέλη,

7αἰαῖ κωκύει τὸν ἑὸν γόνον ἤματα πάντα,

8λέγουσα τὸν πρόωρον ὡς ἀπέφθιτο.

Epigram 27a

ἐπὶ τῷ αὐτῷ τετραμέτρῳ ἐνδεκασύλλαβον

Epigram 28

1πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι

2ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις

3αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις

4σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν,

5οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων

6ἔθηκαν· κείνους δʼ Ἀντιγένης ἐδίδασκεν ἄνδρας.

7εὖ δʼ ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων

8Ἀργεῖος ἡδὺ πνεῦμα χέων καθαρῶς ἐν αὐλοῖς·

9τῶν ἐχορήγησεν κύκλον μελίγηρυν Ἱππόνικος

10Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς,

11αἳ οἱ ἐπʼ ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν

12θῆκαν ἰοστεφάνων θεᾶν ἕκατι Μοισᾶν.

Epigram 29

ἐπὶ ἑξαμέτρῳ τρίμετρον

1οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ·

2ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοις σοφόν.

3τοῦτʼ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ

4Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.

5τοιγὰρ ὑπὸ στεφάνοις μέγας ἔβρυεν, εἶχε δὲ κισσῷ

6μέτωπον ὥσπερ καὶ σὺ κεκροκωμένον.

Epigram 30

ἑξάμετρος καὶ οὗτος τροχαϊκὸς τετράμετρος κατὰ

1μετάθεσιν τῆς λέξεως

2Μοῦσά μοι Ἀλκμήνης καλλισφύρου υἱὸν ἄειδε.

3υἱὸν Ἀλκμήνης ἄειδε Μοῦσά μοι καλλισφύρου.

Epigram 31

ὁμοίως

1Κηία με προσῆλθε φλυαρία οὐκ ἐθέλοντα.

2οὐκ ἐθέλοντά με προσῆλθε Κηΐα φλυαρία.

Book 14

Epigram 1

Πολυκράτης

1ὄλβιε Πυθαγόρη, Μουσέων Ἑλικώνιον ἔρνος,

2εἰπέ μοι εἰρομένῳ, ὁπόσοι σοφίης κατʼ ἀγῶνα

3σοῖσι δόμοισιν ἔασιν, ἀεθλεύοντες ἄριστα.

Πυθαγόρας

4τοιγὰρ ἐγὼν εἴποιμι, Πολύκρατες· ἡμίσεες μὲν

5ἀμφὶ καλὰ σπεύδουσι μαθήματα· τέτρατοι αὖτε

6ἀθανάτου φύσεως πεπονήαται· ἑβδομάτοις δὲ

7σιγὴ πᾶσα μέμηλε, καὶ ἄφθιτοι ἔνδοθι μῦθοι·

8τρεῖς δὲ γυναῖκες ἔασι, Θεανὼ δʼ ἔξοχος ἄλλων.

9τόσσους Πιερίδων ὑποφήτορας αὐτὸς ἀγινῶ.

Epigram 2

εἰς ἄγαλμα Παλλάδος

1Παλλὰς ἐγὼ χρυσῆ σφυρήλατος· αὐτὰρ ὁ χρυσὸς

2αἰζηῶν πέλεται δῶρον ἀοιδοπόλων.

3ἥμισυ μὲν χρυσοῖο Χαρίσιος, ὀγδοάτην δὲ

4Θέσπις, καὶ δεκάτην μοῖραν ἔδωκε Σόλων,

5αὐτὰρ ἐεικοστὴν Θεμίσων τὰ δὲ λοιπὰ τάλαντα

6ἐννέα, καὶ τέχνη δῶρον Ἀριστοδίκου.

Epigram 3

1ἁ Κύπρις τὸν Ἔρωτα κατηφιόωντα προσηύδα·

2τίπτε τοι, ὦ τέκος, ἄλγος ἐπέχραεν; ὃς δʼ ἀπάμειπτο·

3“ Πιερίδες μοι μῆλα διήρπασαν ἄλλυδις ἄλλη,

4αἰνύμεναι κόλποιο, τὰ δὴ φέρον ἐξ Ἑλικῶνος.

5Κλειὼ μὲν μήλων πέμπτον λάβε· δωδέκατον δὲ

6Εὐτέρπη· ἀτὰρ ὀγδοάτην λάχε δῖα Θάλεια·

7Μελπομένη δʼ εἰκοστὸν ἀπαίνυτο· Τερψιχόρη δὲ

8τέτρατον ἑβδομάτην δʼ Ἐρατὼ μετεκίαθε μοίρην

9ἡ δὲ τριηκόντων με Πολύμνια νόσφισε μήλων,

10Οὐρανίη δʼ ἑκατόν τε καὶ εἴκοσι· Καλλιόπη δὲ

11βριθομένη μήλοισι τριηκοσίοισι βέβηκε.

12σοὶ δʼ ἄρα κουφοτέρῃσιν ἐγὼ σὺν χερσὶν ἱκάνω,

13πεντήκοντα φέρων τάδε λείψανα μῆλα θεάων.”

Epigram 4

εἰς τὴν Αὐγείου κόπρον

1Αὐγείην ἐρέεινε μέγα σθένος Ἀλκεΐδαο,

2πληθὺν βουκολίων διζήμενος· ὃς δʼ ἀπάμειπτο·

3“ ἀμφὶ μὲν Ἀλφειοῖο ῥοάς, φίλος, ἥμισυ τῶνδε·

4μοίρη δʼ ὀγδοάτη ὄχθον Κρόνου ἀμφινέμονται·

5δωδεκάτη δʼ ἀπάνευθε Ταραξίπποιο παρʼ ἱρὸν

6ἀμφὶ δʼ ἄρʼ Ἤλιδα δῖαν ἐεικοστὴ νεμέθονται·

7αὐτὰρ ἐν Ἀρκαδίῃ γε τριηκοστὴν προλέλοιπα·

8λοιπὰς δʼ αὖ λεύσσεις ἀγέλας τόδε πεντήκοντα.”

Epigram 5

1εἰμὶ πατρὸς λευκοῖο μέλαν τέκος, ἄπτερος ὄρνις,

2ἄχρι καὶ οὐρανίων ἱπτάμενος νεφέων

3κούραις δʼ ἀντομένῃσιν ἀπενθέα δάκρυα τίκτω·

4εὐθὺ δὲ γεννηθεὶς λύομαι εἰς ἀέρα.

Epigram 6

1Ὡρονόμων ὄχʼ ἄριστε, πόσον παρελήλυθεν ἠοῦς;

2ὅσσον ἀποιχομένοιο δύο τρίτα, δὶς τόσα λείπει.

Epigram 7

1χάλκεός εἰμι λέων κρουνοὶ δέ μοι ὄμματα δοιά,

2καὶ στόμα, καὶ δὲ θέναρ δεξιτεροῖο ποδός.

3πλήθει δὲ κρητῆρα δύʼ ἤμασι δεξιὸν ὄμμα,

4καὶ λαιὸν τρισσοῖς, καὶ πισύροισι θέναρ·

5ἄρκιον ἓξ ὥραις πλῆσαι στόμα· σὺν δʼ ἅμα πάντα,

6καὶ στόμα καὶ γλῆναι καὶ θέναρ, εἰπὲ πόσον.

Epigram 8

1ἕξ, ἕν, πέντε, δύο, τρία, τέσσαρα κῦβος ἐλαύνει.

Epigram 9

1ἄνδρʼ ἐμὸν ἔκτανʼ ἑκυρός, ἑκυρὸν δʼ ἔκτανεν ἀνὴρ,

2καὶ δαὴρ ἑκυρόν, καὶ ἑκυρὸς γενέτην.

Epigram 10

1λέβητας ἔγνων μὴ σιωπᾶν εἰδότας,

2πλὴν ἄρτια τὸν χαλκὸν ἠχεῖν προτρέπειν,

3ἀντικτυποῦντος τοῦ πρώτου τῷ δευτέρῳ,

4καὶ μεταδιδόντος τῷ τετάρτῳ τοῦ τρίτου.

5ἐὰν δὲ τὸ κινοῦν ἠρεμῇ καὶ μὴ πνέῃ,

6ἄφωνος ὁ λέβης· τῇ φύσει γὰρ οὐ λάλος.

7τῶν σῶν δὲ λεβήτων ἡ φύσις μὲν εὔστομος·

8σῇ ˘ δʼ ἐντυχοῦσα γίνετʼ εὐστομωτέρα,

9σιγῶσ’ ὅταν δεῖ, καὶ λαλοῦσ’ ὅταν δέοι.

Epigram 11

1τοὺς χιλίους στατῆρας, οὓς ἐκτησάμην,

2λαβεῖν κελεύω τοὺς ἐμοὺς παῖδας δύο·

3πλὴν γνησίου τὸ πέμπτον ηὐξήσθω δέκα

4μέτρου τετάρτου τῶν λαχόντων τῷ νόθῳ.

Epigram 12

1ἓξ μνῶν ἓξ φιάλας Κροῖσος βασιλεὺς ἀνέθηκεν

2δραχμῇ τὴν ἑτέρην μείζονα τῆς ἑτέρης.

Epigram 13

1ἄμφω μὲν ἡμεῖς εἴκοσι μνᾶς ἕλκομεν,

2Ζῆθός τε χὠ ξύναιμος· ἢν δέ μου λάβῃς

3τρίτον, τό τέτρατον τε τοῦδʼ Ἀμφίονος,

4ἓξ πάντʼ ἀνευρὼν, μητρὸς εὑρήσεις σταθμόν.

Epigram 14

1εἷς ἄνεμος· δύο νῆες· ἐρέττουσιν δέκα ναῦται·

2εἷς δὲ κυβερνήτης ἀμφοτέρας ἐλάει.

Epigram 15

1ἓξ πόδες ἐν χώραισι τόσαις μετροῦσιν ἴαμβον,

2σπονδεῖος, χόριος, καὶ δάκτυλος ἠδʼ ἀνάπαιστος,

3πυρρίχιος καὶ ἴαμβος· ἔχει δέ τε οἶκον ἕκαστος.

4πυρριχίου τέλος ἔσθʼ ὃς μακρὰν οἶδεν ἐν ἀρχῇ,

5πρώτη καὶ τριτάτη, πέμπτη δέ τε τούσδε κατίσχει.

6οἱ δʼ ἄλλοι κατὰ πᾶσαν ὁμῶς βαίνουσιν ἀταρπόν·

7μοῦνον ἴαμβον ἄνακτα φέρει τόπος, ὃν κʼ ἐθελήσῃ.

Epigram 16

1νῆσος ὅλη, μύκημα βοός, φωνή τε δανειστοῦ.

Epigram 17

1Θήρη μὲν πολέμου μελέτη· θήρη δὲ διδάσκει

2κρυπτὸν ἑλεῖν, ἐπιόντα μένειν, φεύγοντα, διώκειν.

Epigram 18

1Ἕκτορα τὸν Ἕκτορα Διομήδης ἔκτανεν ἀνὴρ

2Αἴας πρὸ Τρώων ἔγχεϊ μαρνάμενον.

Epigram 19

1εἶδον ἐγώ ποτε θῆρα διʼ ὕλης τμητοσιδήρου

2ὕπτιον ὀρθὰ τρέχοντα, ποσὶν δʼ οὐχ ἥπτετο γαίης.

Epigram 20

1εἰ πυρὸς αἰθομένου μέσσην ἑκατοντάδα θείης,

2παρθένου εὑρήσεις υἱέα καὶ φονέα.

Epigram 21

1ἐς μέσον Ἡφαίστοιο βαλὼν ἑκατοντάδα μούνην,

2παρθένου εὑρήσεις υἱέα καὶ φονέα.

Epigram 22

1μὴ λέγε, καὶ λέξεις ἐμὸν οὔνομα. δεῖ δέ σε λέξαι;

2ὧδε πάλιν, μέγα θαῦμα, λέγων ἐμὸν οὔνομα λέξεις.

Epigram 23

1Νηρέος ὄντα με παῖδα φέρει γαιήιος υἱός,

2τὸν Στυγὸς ἱμερτοῖς νάμασι δυόμενον.

Epigram 24

1μεον Διόνυσον ὁρᾷς ἐμέ· τίκτε με νηδὺς

2διχθαδίη, μνήμης δὲ πατήρ ἐμὸς ἡγεμονεύει.

3θηροφόρον δέ με πρῶτον ἐγείνατο νηλεόθυμον

4αὐτοκασιγνήτης δὲ προκὸς φίλον υἷα κατακτάς,

5οὐκέτι θῆρα φέρω, ἀλλʼ οὐρανὸν ἠδὲ θάλασσαν,

6καὶ χθόνα, καὶ μακάρων ἱερὸν χορὸν ἄφθιτον αἰεί.

Epigram 25

1ὀφθαλμοὺς Σκύλλης ποθέω, τοὺς ἔσβεσεν αὐτὸς

2ἠέλιος, μήνη τε· πατὴρ δέ με δείδιε κούρην

3λοῦμαι δʼ ἀενάοισι δύω ποταμοῖσι θανοῦσα,

4οὓς κορυφὴ προΐησιν ἐπʼ ὀφρυόεντι κολωνῷ.

Epigram 26

1ξανθὴ μέν τις ἐγὼν ἤμην πάρος, ἀλλὰ κοπεῖσα

2γίνομαι ἀργεννῆς λευκοτέρη χιόνος·

3χαίρω δὲ γλυκερῷ τε καὶ ἰχθυόεντι λοετρῷ,

4πρώτη δαιτυμόνων ἐς χορὸν ἐρχομένη.

Epigram 27

1παρθένον ἐν πελάγει ζητῶν τὴν πρόσθε λέοντα,

2τηθὴν εὑρήσεις παιδοφόνου Ἑκάβης.

Epigram 28

1ἐξ ἁλὸς ἰχθυόεν γένος ἔλλαχον· εἷς δὲ μʼ ἄεθλος

2εἰς Διονυσιακοὺς οἶδεν ἀγῶνας ἄγειν·

3καὶ δέμας ἐν σταδίοισιν ἀλειψάμενος λίπʼ ἐλαίῳ,

4υἱέα μὲν Δηοῦς ὤλεσα χερσὶν ἐμαῖς·

5δεύτερον αὖτε Γίγαντας ἀολλέας ἄλλοθεν ἄλλους

6ἐκπέμπω πολλαῖς χείρεσιν ἑλκομένους.

Epigram 29

1μούνῳ μοι φίλον ἐστὶ γυναιξί περ ἐν φιλότητι

2μίγνυσθαι, αὐτῶν λισσομένων ποσίων.

Epigram 30

1κριὸν ἔχω γενετῆρα, τέκεν δέ με τῷδε χελώνη·

2τικτομένη δʼ ἄμφω πέφνον ἐμοὺς γονέας.

Epigram 31

1οἴνου τὴν ἑτέρην γράφε μητέρα, καὶ θὲς ἐπʼ ἄρθρῳ

2ἄρθρον τοῦ πάτρη πατρὸς ἄκοιτις ὁρᾷς.

Epigram 32

1Κτανθεὶς τὸν κτείναντα κατέκτανον· ἀλλʼ ὁ μὲν οὐδʼ ὣς

2ἤλυθεν εἰς Ἀίδην αὐτάρ ἔγωγʼ ἔθανον.

Epigram 33

1τόν με κατακτείναντα κατέκτανον, οὐ δέ μοι ἦδος·

2θῆκε γὰρ ἀθάνατον τὸν κτάμενον θάνατος.

Epigram 34

1νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα,

2ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπʼ ἠπείροιο φέρουσα·

3ἔνθʼ ἀπʼ ἐμῆς ἔσθʼ αἷμα ὁμοῦ καὶ Κέκροπος αἷμα·

4ἔνθʼ Ἥφαιστος ἔχει χαίρων γλαυκῶπιν Ἀθήνην

5κεῖθι θυηπολίην πέμπειν κελόμην Ἡρακλεῖ.

Epigram 35

1ἀνθρώπου μέλος εἰμί ὃ καὶ τέμνει με σίδηρος·

2γράμματος αἰρομένου δύεται ἠέλιος.

Epigram 36

1πικρή μοι ζωή, θάνατος γλυκύς, ὕδατα δʼ ἄμφω·

2θνῄσκω ἀναιμάκτοις ἔγχεσι νυσσόμενος·

3ἢν δέ τις ἐν ζώοντι νέκυν τύμβῳ με καλύψῃ,

4αἵματι συγγενέων πρῶτον ἀποβρέχομαι.

Epigram 37

1Παλλάδος εἰμὶ φίλη, τίκτω δʼ ἀπερείσια τέκνα,

2ἃ κατὰ πετράων ἄνδρες βάλον ὀλλυμένων δέ,

3Πηλείδῃ φάος ἔσκε, βροτῶν ἄκος, ἕρκος ἀγώνων.

Epigram 38

1κτεῖνα κάσιν, κτάνε δʼ αὖ με κάσις, θάνομεν δʼ ὑπὸ πατρός·

2μητέρα δʼ ἀμφότεροι τεθναότες κτάνομεν.

Epigram 39

1νῆσόν τις καλέων μʼ οὐ ψεύσεται· ὡς ἐτεὸν γὰρ

2πολλοὺς ἐς κελάδους οὔνομʼ ἔθηκεν ἐμόν.

Epigram 40

1εἰσὶ κασίγνηται δύʼ ἀδελφεαί· ἡ μία τίκτει

2τὴν ἑτέρην, αὐτὴ δὲ τεκοῦσ’ ἀπὸ τῆσδε τεκνοῦται·

3ὥστε κασιγνήτας οὔσας ἅμα καὶ συνομαίμους,

4αὐτοκασιγνήτας κοινῇ καὶ μητέρας εἶναι.

Epigram 41

1μητέρʼ ἐμὴν τίκτω καὶ τίκτομαι εἰμὶ δὲ ταύτης

2ἄλλοτε μὲν μείζων, ἄλλοτε μειοτέρη.

Epigram 42

1παρθένος εἰμὶ γυνή, καὶ παρθένου εἰμὶ γυναικός,

2καὶ κατʼ ἔτος τίκτω παρθένος οὖσα γυνή.

Epigram 43

1εἰμὶ πόλου μίμημα· δύω δέ με θῆρες ἄγουσι,

2πρόσθε μὲν Ἠριγόνης, Πασιφάης δʼ ὄπιθεν

3Ἡρακλέους τηρεῖ με συνευνέτις, ἡ δέ με Φοίβου

4τείρει νύμφα φίλη πολλάκι δαιομένη.

Epigram 44

1νυκτὶ μιῇ καὶ Τρωσὶν ἐπήλυθα, καὶ τὰ Πελασγῶν

2φῦλα διατμήξας εἷλον ἄνευ δόρατος·

3οὐ μὲν ὁ Τυδείδης, οὐδʼ ὁ πτολίπορθος Ὀδυσσεὺς

4τὸν θρασὺν ἐκ νηῶν ἔσθενον ἐξελάσαι·

5ἀλλὰ μένος καὶ θάρσος ἐνὶ στήθεσσιν ἀέξων

6Ἀργείων στρατιὴν ὤλεσα καὶ Φρυγίων.

Epigram 45

1εἰμὶ μέλας, λευκός, ξανθός, ξηρός τε καὶ ὑγρός·

2εὖτε δὲ δουρατέων πεδίων ὕπερ ἐντανύσῃς με,

3Ἄρεϊ καὶ παλάμῃ φθέγγομαι οὐ λαλέων.

Epigram 46

1γράμματος ἀρνυμένου πληγὴν ποδὸς οὔνομα τεύχει

2ἡμέτερον· πταίειν δὲ βροτῶν πόδας οὔποτʼ ἐάσει.

Epigram 47

1εἵνεκα φωτὸς ἐγὼ φῶς ὤλεσα· φὼς δὲ παραστὰς

2φῶς μοι ὄπασσε φίλον ποσσὶ χαριζόμενος.

Epigram 48

1αἱ Χάριτες μήλων καλάθους φέρον, ἐν δὲ ἑκάστῃ

2ἶσον ἔην πλῆθος. Μοῦσαι σφίσιν ἀντεβόλησαν

3ἐννέα, καὶ μήλων σφέας ᾔτεον αἳ δʼ ἄρʼ ἔδωκαν

4ἶσον ἑκάστῃ πλῆθος, ἔχον δʼ ἴσα ἐννέα καὶ τρεῖς.

5εἰπὲ πόσον μὲν δῶκαν, ὅπως δʼ ἴσα πᾶσαι ἔχεσκον.

Epigram 49

1τεῦξόν μοι στέφανον, χρυσὸν χαλκόν τε κεράσσας,

2κασσίτερὸν θʼ ἅμα τοῖσι, πολύκμητόν τε σίδηρον,

3μνῶν ἑξήκοντα· χρυσὸς δʼ ἐχέτω μετὰ χαλκοῦ

4δοιὰ μέρη τρισσῶν χρυσὸς δʼ ἅμα κασσίτερός τε

5τρισσὰ μέρη τετόρων χρυσὸς δʼ αὖτʼ ἠδὲ σίδηρος

6τόσσα μέρη τῶν πέντε. πόσον δʼ ἄρα δεῖ σε κεράσσαι

7λέξον τοῦ χρυσοῦ, χαλκοῦ πόσον, ἀλλʼ ἔτι λέξον

8κασσιτέροιο πόσον, λοιποῦ πόσον εἰπὲ σιδήρου,

9ὥστε σε τὸν στέφανον τεῦξαι μνῶν ἑξήκοντα.

Epigram 50

1τὸ τρίτον, ἀργυροποιέ, προσέμβαλε καὶ τὸ τέταρτον

2τῆς φιάλης εἰς ἕν, καὶ τὸ δυωδέκατον,

3εἰς δὲ κάμινον ἔλαυνε βαλὼν, καὶ πάντα κυκήσας

4ἔξελέ μοι βῶλον μνᾶν δέ μοι ἑλκυσάτω.

Epigram 51

1α. ἔχω τὸν ἑξῆς, καὶ τὸ τοῦ τρίτου τρίτον.

2β. κἀγὼ τὸν ἑξῆς, καὶ τὸ τοῦ πρώτου τρίτον.

3γ. κἀγὼ δέκα μνᾶς, καὶ τὸ τοῦ μέσου τρίτον.

Epigram 52

εἰς οἶνον

1ἦν ὅτε σὺν Λαπίθῃσι καὶ ἀλκίμῳ Ἡρακλῆι

2Κενταύρους διφυεῖς ὤλεσα μαρνάμενος·

3ἦν ὅτε μουνογένεια κόρη θάνεν ἐν τρισὶ πληγαῖς

4ἡμετέραις, Κρονίδην δʼ ἤκαχον εἰνάλιον

5νῦν δέ με Μοῦσα τρίτη πυρίναις Νύμφαισι μιγέντα

6δέρκεται ὑελίνῳ κείμενον ἐν δαπέδῳ.

Epigram 53

εἰς λύχνον

1Ἡφαίστῳ ποτὲ Παλλὰς ὑπʼ ἀγκοίνῃσι δαμεῖσα

2εἰς εὐνὴν ἐμίγη Πηλέος ἐν θαλάμοις·

3τοὶ δʼ ὡς οὖν λιπαρῇσι καλυφθήτην ὀθόνῃσιν,

4αὐτίκʼ ἐγεννήθη νυκτιπόλος Φαέθων.

Epigram 54

εἰς σικύαν

1κἀμὲ σοφὴ ποίησε τέχνη Παιήονος ἔμπνουν

2πῦρ ὑπὸ χαλκελάτοις χείλεσι κευθομένην

3δειλῶν δʼ αἷμα κελαινὸν ἀπʼ ἀνθρώπων ἐρύουσα,

4Ἥφαιστον κτείνω γαστρὶ περισχομένη.

Epigram 55

εἰς κλυστῆρα.

1μούνῳ μοι θέμις ἐστὶ γυναικῶν ἐν φιλότητι

2μίσγεσθαι φανερῶς, λισσομένων ποσίων

3μοῦνος δʼ ἠιθέοισι, καὶ ἀνδράσιν, ἠδὲ γέρουσιν,

4παρθενικαῖς τʼ ἐπέβην ἀχνυμένων τοκέων.

5μαχλοσύνην ἤχθηρα· φιλεῖ δέ με παιονίη χείρ,

6Ἀμφιτρυωνιάδην ἐκτελέοντα πόνον.

7ἀμφὶ δʼ ὀπυιομένοισι καὶ ἂν Πλουτῆι μαχοίμην

8αἰὲν ὑπὲρ ψυχῆς τῶν ὁπόσοις ἐμίγην.

9εὔρινον δέ με παῖδα καὶ ἀργιόδοντα τίθησιν

10ἰδρείῃ μερόπων αἰγὶ μιγεὶς ἐλέφας.

Epigram 56

εἰς εἴσοπτρον

1ἄν μʼ ἐσίδῃς, καὶ ἐγὼ σέ. σὺ μὲν βλεφάροισι δέδορκας,

2ἀλλʼ ἐγὼ οὐ βλεφάροις· οὐ γὰρ ἔχω βλέφαρα.

3ἂν δʼ ἐθέλῃς, λαλέω φωνῆς δίχα· σοὶ γὰρ ὑπάρχει

4φωνή, ἐμοὶ δὲ μάτην χείλεʼ ἀνοιγόμενα.

Epigram 57

εἰς φοινίκων βάλανον

1οὔνομα μητρὸς ἔχω· γλυκερώτερός εἰμι τεκούσης·

2ἀλλʼ ἡ μὲν δολιχή, τυτθὸς ἐγὼ δὲ πέλω·

3ἄβρωτος κείνη πλὴν κράατος· εἰμὶ δʼ ἔγωγε

4τρωκτὸς ἅπας, μοῦνον δʼ ἔντερʼ ἄβρωτα φέρω.

Epigram 58

εἰς κινάραν

1ἐγκέφαλον φορέω κεφαλῆς ἄτερ· εἰμὶ δὲ χλωρὴ

2αὐχένος ἐκ δολιχοῦ γῆθεν ἀειρομένη·

3σφαίρῃ δʼ ὡς ὑπὲρ αὐλὸν ἐείδομαι· ἢν δὲ ματεύσῃς

4ἔνδον ἐμῶν λαγόνων, μητρὸς ἔχω πατέρα.

Epigram 59

εἰς τὴν Ἀργώ

1υἷας πεντήκοντα μιῇ ἐνὶ γαστρὶ λαβοῦσα

2† μηληστῶν πάντων ἔκτανον ἡγεμόνα.

3αὐτὰρ ὃ δὶς τέθνηκεν, ἐπεὶ δύο γαστέρες αὐτὸν

4τίκτον, χαλκείη, καὶ πάρος ἀνδρομέη.

Epigram 60

Δελτός

1ὕλη μέν με τέκεν, καινούργησεν δὲ σίδηρος·

2εἰμὶ δὲ Μουσάων μυστικὸν ἐκδόχιον·

3κλειομένη σιγῶ· λαλέω δʼ, ὅταν ἐκπετάσῃς με,

4κοινωνὸν τὸν Ἄρη μοῦνον ἔχουσα λόγων.

Epigram 61

1οὔρεσι μὲν γενόμην, δένδρον δέ μοι ἔπλετο μήτηρ,

2πῦρ δὲ πατήρ, βῶλος δʼ εἰμὶ μελαινομένη·

3ἢν δὲ μʼ ἔσω κεράμοιο πατήρ τήξῃσι βαθείης,

4ἅρματος ὠτειλὰς ῥύομαι εἰναλίου.

Epigram 62

εἰς σφαῖραν

1λίην ἔντριχός εἰμι, τὰ φύλλα δέ μου κατακρύπτει

2τὰς τρίχας, εἰ τρύπη φαίνεται οὐδαμόθεν

3πολλοῖς παιδαρίοις ἐμπαίζομαι· εἰ δὲ τίς ἐστιν

4εἰς τὸ βαλεῖν ἀφυής, ἵσταται ὥσπερ ὄνος..

Epigram 63

1ἕρπουσα, πετωμένα, βεβῶσα κούρα,

2νόθον ἴχνος ἀραμένα δρομαία λέαινα,

3πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά,

4τὰ δὲ μέσσα βρέμουσα λέαινα θήρ.

5τὰ δʼ ὄπισθεν ἑλισσόμενος δράκων.

6οὔθʼ ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά,

7οὔτʼ ὄρνις ὅλον δέμας, οὔτε θήρ·

8κόρη γὰρ ἐφαίνετʼ ἄνευ ποδῶν,

9κεφαλὰν δʼ οὐκ ἔσχε βρέμουσα θήρ.

10φύσιν εἶχεν ἄτακτα κεκραμέναν,

11ἀτέλεστα τέλεια μεμιγμέναν.

Epigram 64

τὸ αἴνιγμα τῆς Σφιγγός

1ἔστι δίπουν ἐπὶ γῆς, καὶ τετράπον, οὗ μία φωνή,

2καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον, ὅσσ’ ἐπὶ γαῖαν

3ἑρπετὰ κινεῖται, ἀνὰ τʼ αἰθέρα καὶ κατὰ πόντον.

4ἀλλʼ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ,

5ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.

Epigram 65

χρησμὸς δοθεὶς Ὁμήρῳ

1ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα

2δέξεται· ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι.

Epigram 66

ἕτερος πρὸς τὸν αὐτόν

1ὄλβιε καὶ δύσδαιμον ʽ ἔφυς γὰρ ἐπʼ ἀμφοτέροισἰ,

2πατρίδα δίζηαι· μητρὸς δέ τοι, οὐ πατρός ἐστι

3μητρόπολις ἐν νήσῳ ἀπὸ Κρήτης εὐρείης

4Μίνωος γαίης οὔτε σχεδόν, οὔτʼ ἀποτηλοῦ

5ἐν τῇ μοῖρʼ ἐστίν σε τελευτῆσαι βιότοιο,

6εὖτʼ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐσακούσας

7δυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνον

8δοιὰς γὰρ ζωῆς μοίρας λάχες· ἣν μὲν ἀμαυρὰν

9ἠελίων δισσῶν, τὴν δʼ ἀθανάτοις ἰσόμοιρον,

10ζῶντί τε καὶ φθιμένῳ· φθίμενος δʼ ἔτι πολλὸν ἀγήρως.

Epigram 67

χρησμὸς δοθεὶς Λαΐῳ τῷ Θηβαίῳ

1Λάϊε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς.

2δώσω τοι φίλον υἱὸν ἀτὰρ πεπρωμένον ἐστί,

3τοῦ παιδὸς χερσὶν λείψειν φάος· ὣς γὰρ ἔνευσα.

Epigram 68

χρησμὸς δοθεὶς Καρύστῳ

1Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο, Κάρυστε,

2Πηλίον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι·

3ἔνθʼ ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν.

Epigram 69

χρησμὸς δοθεὶς Λυκούργῳ

1ἥκεις, ὦ Λυκόοργε, ἐμὸν ποτὶ πίονα νηόν,

2Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματʼ ἔχουσιν.

3δίζω ἤ σε θεὸν μαντεύσομαι, ἠέπερ ἄνδρα·

4ἀλλʼ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε.

Epigram 70

χρησμὸς δοθεὶς ἐκ τοῦ Σαράπιδος

1μὴ μεμψιμοίρει μὴ θεοὺς μηδέν, ξένε·

2ὥρην δὲ μέμφου, ᾗ πατὴρ ἔσπειρέ σε.

Epigram 71

χρησμὸς τῆς Πυθίας

1ἁγνὸς πρὸς τέμενος καθαροῦ ξένε, δαίμονος ἔρχου

2ψυχήν, νυμφαίου νάματος ἁψάμενος·

3ὡς ἀγαθοῖς ἀρκεῖ βαιὴ λιβάς· ἄνδρα δὲ φαῦλον

4οὐδʼ ἂν ὁ πᾶς νίψαι νάμασιν Ὠκεανός.

Epigram 72

χρησμὸς ἐρωτήσαντι Ῥουφίνῳ, πῶς ἂν λάβοι ὅρκον παρὰ τοῦ ἰδίου ναυκλήρου

1εὖτʼ ἂν ὑπὲρ γαίης ἀνέχῃ δρόμον ὄρθρια Τιτάν,

2λύσας ἀκτῖσι ζοφερῆς δηλήματα νυκτός,

3λάμπῃ δʼ αἰγλήεσσα νέον φάος Ἠριγένεια,

4δὴ τότʼ ἄγων παρὰ θῖνας, ἁλιρράντους τε παρʼ ἀκτὰς

5φῶτα στῆσον ἔναντα δεδορκότα πρὸς φάος αὐγῆς

6ἠελίου. καὶ τὸν μὲν ἔσω πόδα χεύματος ἐντὸς

7δεξιὸν ἐν δίναις ἐχέτω, λαιὸν δʼ ἐπὶ γαίης

8στηρισάτω· χείρεσσι δʼ ἐπιψαύων ἑκάτερθε,

9τῇ μὲν ἁλός, τραφερῆς δʼ ἑτέρῃ, πιστούμενος ὅρκον

10οὐρανὸν ὀμνυέτω, χθόνα τʼ ἄσπετον, ἠδʼ ἁλὸς ὅρμους,

11αἰθερίου τε πυρὸς βιοδώτορα ἡγεμονῆα·

12τοῖον γὰρ θεοὶ ὅρκον ὑπὸ στομάτεσσιν ἀτίζειν

13οὐδʼ αὐτοὶ τολμῶσιν, ἀγήνορες Οὐρανίωνες.

Epigram 73

χρησμὸς δοθεὶς τοῖς Μεγαρεῦσι

1γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον,

2ἵπποι Θεσσαλικαί, Λακεδαιμόνιαί τε γυναῖκες,

3ἄνδρες δʼ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης·

4ἀλλʼ ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἳ τὸ μεσηγὺ

5Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου,

6Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο·

7ὑμεῖς δʼ, ὦ Μεγαρεῖς, οὐδὲ τρίτοι, οὐδὲ τέταρτοι,

8οὐδὲ δυωδέκατοι, οὔτʼ ἐν λόγῳ, οὔτʼ ἐν ἀριθμῷ.

Epigram 74

χρησμὸς τῆς Πυθίας

1ἱρὰ θεῶν ἀγαθοῖς ἀναπέπταται, οὐδὲ καθαρμῶν

2χρειώ· τῆς ἀρετῆς ἥψατο οὐδὲν ἄγος.

3ὅστις δʼ οὐλοὸς ἦτορ, ἀπόστιχε· οὔποτε γὰρ σὴν

4ψυχὴν ἐκνίψει σῶμα διαινόμενον.

Epigram 75

χρησμὸς δοθεὶς ἐν Ἡλίου πόλει, ὅτε ἐναυάγησαν οἱ κίονες τοῦ ἱεροῦ Διὸς τοῦ ὄντος ἐκεῖσε, οἳ νῦν ἐν Βηρύτῳ

1εἰπὲ Ποσειδάωνι· “κασιηνήτοις πεπιθέσθαι

2πρεσβυτέροις ἐπέοικεν· ἐμῆς ἐρικυδέος αὐλῆς

3κίοσιν οὐ κατὰ κόσμον ἀγάλλεαι·” εἰπὲ τινάξας

4τρὶς ἅλα μαρμαρέην, καὶ πείσεται. ἢν δʼ ἀπιθήσῃ,

5φραζέσθω, μὴ πᾶσαν ἐνιπρήσαιμι θάλασσαν

6οὐδὲ γὰρ οὐδὲ θάλασσα Διὸς σβέννυσι κεραυνόν.

Epigram 76

χρησμὸς Πυθίας

1Ἀρκαδίην μʼ αἰτεῖς· μέγα μʼ αἰτεῖς· οὔ τοι δώσω·

2πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν,

3οἳ σ’ ἀποκωλύσουσιν ἐγὼ δέ τοι οὔτι μεγαίρω.

4δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι,

5καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι.

Epigram 77

χρησμὸς ἐν τοῖς Θήσεως βίοις ἀναφερόμενος

1ὄλβιος οὗτος ἀνήρ, ὃς νῦν κατὰ λάινον οὐδὸν

2Φοίβου Ἀπόλλωνος χρηστήριον εἰσαναβαίνει,

3ἤλυθεν εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι

4δώσω ἣν οὐκ ἄλλη ἐπιχθονίων πόλις ἕξει.

Epigram 78

χρησμὸς Πυθίας

1ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ·

2ἔνθʼ ἄνεμοι πνείουσι δύο κρατερῆς ὑπʼ ἀνάγκης,

3καὶ τύπος ἀντίτυπος καὶ πῆμʼ ἐπὶ πήματι κεῖται·

4ἔνθʼ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα·

5τὸν σὺ κομισσάμενος, Τεγέης ἐπιτάρροθος ἔσσῃ.

Epigram 79

1Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε,

2μὴ βούλου πολύευκτον ἰὴν ἀνὰ δώματʼ ἀκούειν

3παιδὸς φθεγγομένου· τὸ δέ σοι πολὺ λώιον ἀμφὶς

4ἔμμεναι· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ.

Epigram 80

1τὴν πεπρωμένην μοίρην ἀδύνατά ἐστιν

2ἀποφυγέειν καὶ θεῷ.

Epigram 81

1ἰσθμὸν δὲ μὴ πυριγοῦτε, μηδʼ ὀρύσσετε·

2Ζεὺς γάρ κʼ ἔθηκε νῆσον, εἲ κʼ ἐβούλετο.

Epigram 82

1ἀλλʼ ὅταν ἐν Σίφνῳ πρυτανήϊα λευκὰ γένηται,

2λεύκοφρύς τʼ ἀγορή, τότε δὴ δεῖ φράδμονος ἀνδρὸς

3φράσσασθαι ξύλινόν τε λόχον κήρυκὰ τʼ ἐρυθρόν.

Epigram 83

1Βάττʼ, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων

2ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα.

Epigram 84

1αἰ τὺ ἐμεῦ Λιβύην μηλοτρόφον οἶδας ἄμεινον

2μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σεῦ.

Epigram 85

1ὃς δέ κεν ἐς Λιβύην πολυήρατον ὕστερον ἔλθῃ

2γᾶς ἀναδαιομένας, μετὰ οἱ ποκά φημι μελήσειν.

Epigram 86

1Ἠετίων, οὔ τίς σε τίει πολύτιτον ἐόντα.

2λάβδα κύει, τέξει δʼ ὀλοίτροχον· ἐν δὲ πεσεῖται

3ἀνδράσι μουνάρχοισι, δικαιώσει δὲ Κόρινθον.

Epigram 87

χρησμός

1αἰετὸς ἐν πέτρῃσι κύει, τέξει δὲ λέοντα

2καρτερόν, ὠμηστὴν πολλῶν δʼ ὑπὸ γούνατα λύσει.

Epigram 88

1ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει,

2Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθου,

3αὐτὸς καὶ παῖδες, παίδων γε μὲν οὐκέτι παῖδες.

Epigram 89

1καὶ τότε δή, Μίλητε, κακῶν ἐπιμήχανε ἔργων,

2πολλοῖσιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ·

3σαὶ δʼ ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις·

4νηοῦ δʼ ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει.

Epigram 90

1ἀλλʼ ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασα

2ἐξελάσῃ, καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,

3πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει·

4ὥς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων·

5δεινὸς ὄφις ἀέλικτος ἀπώλετο δουρὶ δαμασθείς.

Epigram 91

1γλαῦκʼ Ἐπικυδείδη, τὸ μὲν αὐτίκα κέρδιον οὕτως,

2ὅρκῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι.

3ὄμνυʼ, ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα.

4ἀλλʼ Ὅρκου πάις ἐστὶν ἀνώνυμος, οὐδʼ ἔπι χεῖρες

5οὐδὲ πόδες· κραιπνὸς δὲ μετέρχεται, εἰσόκε πᾶσαν

6συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα·

7ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.

Epigram 92

1ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγʼ ἔσχατα γαίης

2δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα.

3οὔτε γὰρ ἡ κεφαλὴ μενεῖ ἔμπεδον, οὔτε τὸ σῶμα,

4οὔτε πόδες νέατοι, οὔτʼ ὦν χέρες, οὔτε τι μέσσης

5λείπεται, ἀλλʼ ἄζηλα πέλει· κατὰ γάρ μιν ἐρείπει

6πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων

7πολλὰ δὲ κἆλλʼ ἀπολεῖ πυργώματα, κοὐ τὸ σὸν οἶον

8πολλοὺς δʼ ἀθανάτων ναοὺς μαλερῷ πυρὶ δώσει,

9οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι,

10δείματι παλλόμενοι· κατὰ δʼ ἀκροτάτοις ὀρόφοισιν

11αἷμα μέλαν κέχυται, προϊδὸν κακότητος ἀνάγκην.

12ἀλλʼ ἴτον ἐξ ἀδύτοιο, κακοῖς δʼ ἐπικίδνατε θυμόν.

Epigram 93

1οὐ δύναται Παλλὰς Δίʼ Ὀλύμπιον ἐξιλάσασθαι,

2λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ·

3σοὶ δὲ τόδʼ αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας.

4τῶν ἄλλων γὰρ ἁλισκομένων, ὅσα Κέκροπος οὖρος

5ἐντὸς ἔχει, κευθμών τε Κιθαιρῶνος ζαθέοιο,

6τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς

7μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τʼ ὀνήσει.

8μηδὲ σὺ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα

9πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ὑποχωρεῖν,

10νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσσῃ.

11ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν,

12ἤ που σκιδναμένης Δημήτερος, ἢ συνιούσης.

Epigram 94

χρησμὸς Πυθίας

1ἐχθρὲ περικτιόνεσσι, φίλʼ ἀθανάτοισι θεοῖσι,

2εἴσω τὸν προβόλαιον ἔχων, πεφυλαγμένος ἧσο,

3καὶ κεφαλὴν πεφύλαξο· καὶ δὲ τὸ σῶμα σαώσει.

Epigram 95

χρησμός

1ὦ νήπιοι, ἐπιμέμφεσθε ὅσα ὑμῖν ἐκ τῶν

2Μενελάου τιμωρημάτων Μίνως ἔπεμψε μηνίων

3δακρύματα, ὅτι οἱ μὲν οὐ συνεξεπροήξαντο αὐτῷ τὸν

4ἐν Καμικῷ θάνατον γενόμενον, ὑμεῖς δὲ ἐκείνοισι

5τὴν ἐκ Σπάρτης ἁρπαχθεῖσαν ὑπʼ ἀνδρὸς βαρβάρου γυναῖκα.

Epigram 96

1ὑμῖν δʼ, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο,

2ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπʼ ἀνδράσι Περσεΐδῃσι

3πέρθεται· ἢ τὸ μὲν οὐχί, ἀφʼ Ἡρακλέους δὲ γενέθλης

4πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος.

5οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων

6ἀντιβίην Ζηνὸς γὰρ ἔχει μένος· οὐδέ ἑ φημι

7σχήσεσθαι, πρὶν τῶνδʼ ἕτερον διὰ πάντα δάσηται.

Epigram 97

χρησμὸς Πυθίας

1φράζεο βαρβαρόφωνος ὅταν ζυγὸν εἰς ἅλα βάλλῃ

2βύβλινον, Εὐβοΐης ἀπέχειν πολυμηκάδας αἶγας.

Epigram 98

—Βάκιδος χρησμὸς περὶ τῆς τῶν Ἑλλήνων νίκης

1ἀλλʼ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτὴν

2νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν

3ἐλπίδι μαινομένῃ, λιπαρὰς πέρσαντες Ἀθήνας,

4δῖα Δίκη σβέσσει κρατερὸν Κόρον,Ὕβριος υἱόν,

5δεινὸν μαιμώωντα, δοκεῦντʼ ἀνὰ πάντα πιθέσθαι.

6χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δʼ Ἄρης

7πόντον φοινίξει· τότʼ ἐλεύθερον Ἑλλάδος ἦμαρ

8εὐτύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη.

Epigram 99

1τὴν δʼ ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃ

2Ἑλλήνων σύνοδον καὶ βαρβαρόφωνον ἰυγήν,

3τῇ πολλοὶ πεσέονται ὑπὲρ λάχεσίν τε μόρον τε

4τοξοφόρων Μήδων, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ.

Epigram 100

χρησμὸς δοθεὶς Μενελάῳ καὶ Ἀλεξάνδρῳ

1τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δʼ Ἀχαιῶν,

2οὐ ταὐτὰ φρονέοντες ἐμὸν δόμον εἰσανέβητε,

3ἤτοι ὁ μὲν πώλοιο γόνον διζήμενος εὑρεῖν,

4αὐτὰρ ὁ πῶλον ἄγειν; τί νυ μήσεαι, ὦ μεγάλε Ζεῦ;

Epigram 101

1εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα· τῶν δὲ ἑκάστῳ

2παῖδες δὶς τριήκοντα διάνδιχα εἶδος ἔχουσαι·

3αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δʼ αὖτε μέλαιναι·

4ἀθάνατοι δὲ τʼ ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι.

Epigram 102

ἐκ τῆς Πυθίας τῷ βασιλεῖ Ἀδριανῷ

1ἄγνωστόν μʼ ἐρέεις γενεῆς καὶ πατρίδος αἴης

2ἀμβροσίου Σειρῆνος· ἕδος δʼ Ἰθάκη τις Ὁμήρου·

3Τηλέμαχος δὲ πατήρ, καὶ Νεστορέη Πολυκάστη

4μήτηρ, ἥ μιν ἔτικτε βροτῶν πολυπάνσοφον ἄλλων.

Epigram 103

εἰς σταφίδα

1εἴ με νέην ἔλαβες, τάχα μου πίες ἐκχυθὲν αἷμα

2νῦν δʼ ὅτε γηραλέην μʼ ἐξετέλεσσε χρόνος,

3ἔσθιε τὴν ῥυσαινομένην, ὑγρὸν οὐδὲν ἔχουσαν,

4ὀστέα συνθραύων σαρκὶ σὺν ἡμετέρῃ.

Epigram 104

1πήρην σὴν ὀπίσω, κάλαθον χερί, τὸν τράγον ὤμοις,

2αἰπόλε, σῶν ἀγρῶν σύμβολα πάντα φέρεις.

Epigram 105

1εἰμὶ χαμαίζηλον ζῴων μέλος· ἢν δʼ ἀφέλῃς μου

2γράμμα μόνον, κεφαλῆς γίνομαι ἄλλο μέρος·

3ἢν δʼ ἕτερον, ζῷον πάλιν ἔσσομαι· ἢν δὲ καὶ ἄλλο,

4οὐ μόνον εὑρήσεις, ἀλλὰ διηκόσια.

Epigram 106

1τέσσαρα γράμματʼ ἔχων ἀνύω τρίβον ἢν δὲ τὸ πρῶτον

2γράμμʼ ἀφέλῃς, ἀίω· καὶ τὸ μετʼ αὐτὸ πάλιν,

3βορβόρῳ εὑρήσεις ἐμὲ φίλτατον· ἢν δὲ τὸ λοῖσθον

4αἴρῃς, εὑρήσεις ἐπίρρημα τόπου.

Epigram 107

1λαμπάδα μὲν προέηκεν Ἔρως καὶ τόξα καὶ ἰούς,

2Αἰθιόπων δὲ κόνιν ἀντὶ βελῶν προχέει.

Epigram 108

1οὐδὲν ἔσωθεν ἔχω, καὶ πάντα μοι ἔνδοθέν ἐστι,

2προῖκα δʼ ἐμῆς ἀρετῆς πᾶσι δίδωμι χάριν.

Epigram 109

1ἐν πυρὶ κοιμηθεῖσα κόρη θάνεν ὁ προδότης δὲ

2οἶνος· ὑφʼ οὗ δὲ θάνεν, Παλλάδος ἦν στέλεχος·

3ὁ κτείνας ναυηγός· ἐνὶ ζώοντι δὲ τύμβῳ

4κεῖται μεμφομένη τὰς Βρομίου χάριτας.

Epigram 109a

1Παλλὰς καὶ Βρόμιος τε καὶ ὁ κλυτὸς Ἀμφιγυήεις,

2οἱ τρεῖς τὴν μούνην παρθένον ἠφάνισαν.

Epigram 110

1οὐδεὶς βλέπων βλέπει με, μὴ βλέπων δʼ ὁρᾷ·

2ὁ μὴ λαλῶν λαλεῖ, ὁ μὴ τρέχων τρέχει· ˘

3ψευδὴς δʼ ὑπάρχω, πάντα τἀληθῆ λέγων.˘

Epigram 111

1ἄγονος ἐξ ἀγόνων, βελεηφόρος, ἔμβρεφος, ἄρσις.

Epigram 112

χρησμὸς δοθεὶς Κροίσῳ τῷ Λυδῷ

1ἀλλʼ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται,

2καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρʼ Ἕρμον

3φεύγειν, μηδὲ μένειν, μηδʼ αἰδεῖσθαι κακὸς εἶναι.

Epigram 113

χρησμὸς δοθεὶς Ἀρχιλόχῳ

1ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις,

2ἔσσετʼ ἐν ἀνθρώποισιν, ὃς ἂν πρῶτός σε προσείπῃ

3νηὸς σῆς ἀποβάντα φίλῃ ἐν πατρίδι γαίῃ.

Epigram 114

χρησμὸς δοθεὶς τῇ μητρὶ Ἀλεξάνδρου ἐν Κυζίκῳ

1Πέρσαι λάτριν ἐμὸν σημάντορα χειρὶ βιαίῃ

2ἔκτανον, οἰκεία δὲ κόνις νέκυν ἀμφικαλύπτει·

3τοῦ δʼ ἤν τις Φαέθοντι θοῶς λεύκʼ ὀστέα δείξῃ,

4οὗτός τοι Περσῶν τὸ μέγα κράτος ἔνδοθι θραύσει·

5κεῖται δʼ Ἀσίδος ἐντὸς ὁριζομένᾐ ἐνὶ νήσῳ

6δάφνῃ καὶ ῥείθροισι παραὶ Πελίοιο γέροντος·

7φράζεο δʼ ἀνέρα μάντιν ὑφηγητῆρα κελεύθου

8Φωκέα, ὃς ψαμάθοισιν Ἀπαρνίδος οἰκία ναίει.

Epigram 115

Κωνσταντῖνος, ἐλθὼν ἐν τῇ Τροίᾳ πλησίον, ἠβουλήθη

1λήθη κτίσαι πόλιν βασιλικήν, καὶ λαβὼν τὸν

2χρησμὸν ἀνεχώρησεν καὶ κτίζει Κωνσταντινούπολιν

3οὐ θέμις ἐν Τροίης σε πάλαι τμηθέντι θεμείλῳ

4Ῥώμης ἱδρῦσαι νέον οὔνομα· βαῖνε δὲ χαίρων

5ἐς Μεγαρήιον ἄστυ Προποντίδος ἄγχι θαλάσσης,

6ἔνθʼ ἰχθῦς ἔλαφός τε νομὸν βόσκουσι τὸν αὐτόν.

Epigram 116

1τίπτε με τῶν καρύων ἕνεκεν πληγῇσι πιέζεις,

2ὦ μῆτερ; τάδε πάντα καλαὶ διεμοιρήσαντο

3παρθένοι. ἦ γὰρ ἐμεῖο Μελίσσιον ἕβδομα δοιά,

4ἡ δὲ δυωδέκατον Τιτάνη λάβεν· ἕκτον ἔχουσιν

5καὶ τρίτον Ἀστυόχη φιλοπαίγμονες ἠδὲ Φίλιννα·

6εἴκοσι δʼ ἁρπάξασα Θέτις λάβε, δώδεκα Θίσβη·

7ἡ δʼ, ὅρα, ἡδὺ γελᾷ Γλαύκη παλάμῃσιν ἔχουσα

8ἕνδεκα· τοῦτο δέ μοι κάρυον περιλείπεται οἶον.

Epigram 117

1α. ποῦ σοι μῆλα βέβηκεν, ἐμὸν τέκος; β. ἕκτα μὲν Ἰνὼ

2δοιά, καὶ ὀγδοάτην μοῖραν ἔχει Σεμέλη·

3Αὐτονόη δὲ τέταρτον ἀφήρπασεν αὐτάρ Ἀγαυὴ

4πέμπτον ἐμῶν κόλπων ᾤχετʼ ἀπαινυμένη·

5σοὶ δʼ αὐτῇ δέκα μῆλα φυλάσσεται· αὐτάρ ἔγωγε,

6ναὶ μὰ φίλην Κύπριν, ἓν τόδε μοῦνον ἔχω.

Epigram 118

1Δρεψαμένη ποτὲ μῆλα φίλαις διεδάσσατο Μυρτώ·

2Χρυσίδι μὲν μήλων πέμπτον πόρε, τέτρατον Ἡροῖ,

3ἐννεακαιδέκατον Ψαμάθῃ, δέκατον Κλεοπάτρῃ·

4αὐτάρ ἐεικοστον δωρήσατο Παρθενοπείῃ·

5δώδεκα δʼ Εὐάδνῃ μοῦνον πόρεν αὐτάρ ἐς αὐτὴν

6ἤλυθον ἐκ πάντων ἑκατὸν καὶ εἴκοσι μῆλα.

Epigram 119

1Ἀντομέναις ποτὲ μῆλα φίλαις διεμοιρήσαντο

2Ἰνὼ καὶ Σεμέλη δώδεκα παρθενικαῖς.

3καὶ ταῖς μὲν Σεμέλη πόρεν ἄρτια· ταῖς δὲ περισσὰ

4δῶκε κασιγνήτη· μῆλα δʼ ἔχεν πλέονα.

5ἡ μὲν γὰρ τρισσῇσι τρίʼ ἕβδομα δῶκεν ἑταίραις,

6ταῖς δὲ δύο πάντων πέμπτον ἔδωκε λάχος·

7ἕνδεκα δʼ Ἀστυνόμη μιν ἀφείλατο, καὶ οἱ ἔλειπεν

8μοῦνα κασιγνήταις μῆλα δύω φερέμεν.

9ἡ δʼ ἑτέρη πισύρεσσι πόρεν δύο τέτρατα μήλων,

10πέμπτῃ δʼ ἑκταίην μοῖραν ἔδωκεν ἔχειν·

11τέσσαρα δʼ Εὐρυχόρῃ δῶρον πόρε· τέτρασι δʼ ἄλλοις

12μήλοισιν Σεμέλη μίμνεν ἀγαλλομένη.

Epigram 120

1ἡ καρύη πολλοῖσιν ἐβεβρίθει καρύοισιν·

2νῦν δέ τις ἐξαπίνης μιν ἀπέθρισεν ἀλλὰ τί φησιν;

3“ ἐκ μὲν ἐμεῦ καρύων πέμπτον λάβε Παρθενόπεια·

4ὀγδόατον δὲ Φίλιννα φέρει λάχος· ἡ δʼ Ἀγανίππη

5τέτρατον· ἑβδομάτῳ δʼ ἐπιτέρπεται Ὠρείθυια·

6ἕκτην δʼ Εὐρυνόμη καρύων ἐδρέψατο μοίρην

7τρισσαὶ δʼ ἓξ ἑκατὸν Χάριτες διεμοιρήσαντο·

8ἐννάκι δʼ ἐννέα Μοῦσαι ἐμεῦ λάβον ἑπτὰ δὲ λοιπὰ

9δήεις ἀκρεμόνεσσιν ἐφήμενα τηλοτέροισιν.”

Epigram 121

1ἑπτάλοφον ποτὶ ἄστυ Γαδειρόθεν, ἕκτον ὁδοῖο

2Βαίτιος εὐμύκους ἄχρις ἐς ἠιόνας·

3κεῖθεν δʼ αὖ πέμπτον Πυλάδου μετὰ Φώκιον οὖδας,

4Ταύρη χθὼν, βοέης οὔνομʼ ἀπʼ εὐετίης·

5Πυρήνην δέ τοι ἔνθεν ἐπʼ ὀρθόκραιρον ἰόντι

6ὄγδοον, ἠδὲ μιῆς δωδέκατον δεκάτης.

7Πυρήνης δὲ μεσηγὺ καὶ Ἄλπιος ὑψικαρήνου

8τέτρατον· Αὐσονίης αἶψα δυωδέκατον

9ἀρχομένης ἤλεκτρα φαείνεται Ἠριδανοῖο.

10ὦ μάκαρ, ὃς δισσὰς ἤνυσα χιλιάδας,

11πρὸς δʼ ἔτι πέντʼ ἐπὶ ταῖς ἑκατοντάδας ἔνθεν ἐλαύνων

12ἡ γὰρ Ταρπείη μέμβλετʼ ἀνακτορίη.

Epigram 122

1Εὐβλεφάροιο Δίκης ἱερὰ κρήδεμνα μιήνας,

2ὄφρα σε, πανδαμάτωρ χρυσέ, βλέποιμι τόσον,

3οὐδὲν ἔχω· πίσυρας γὰρ ἐπʼ οὐκ ἀγαθοῖσι ταλάντων

4οἰωνοῖσι μάτην δῶκα φίλοις δεκάδας·

5ἥμισυ δʼ αὖ, τρίτατόν τε καὶ ὄγδοον, ὦ πολύμορφοι

6ἀνθρώπων κῆρες, ἐχθρὸν ἔχοντα βλέπω.

Epigram 123

1πέμπτον μοι κλήρου, παῖ, λάμβανε· δωδέκατον δὲ

2δέξο, δάμαρ· πίσυρες δʼ υἱέος οἰχομένου

3παῖδες, ἀδελφειοί τε δύω, καὶ ἀγάστονε μῆτερ,

4ἑνδεκάτην κλήρου μοῖραν ἕκαστος ἔχε.

5αὐτὰρ, ἀνεψιαδοῖ, δυοκαίδεκα δέχθε τάλαντα·

6Εὔβουλος δʼ ἐχέτω πέντε τάλαντα φίλος.

7πιστοτάτοις δμώεσσιν ἐλευθερίην καὶ ἄποινα,

8μισθὸν ὑπηρεσίης, τοῖσδε δίδωμι τάδε·

9ὧδε δὲ λαμβανέτωσαν Ὀνήσιμος εἴκοσι πέντε

10μνᾶς ἐχέτω· Δᾶος δʼ εἴκοσι μνᾶς ἐχέτω,

11πεντήκοντα Σύρος, Συνετὴ δέκα, Τίβιος ὀκτώ·

12ἑπτὰ δὲ μνᾶς Συνετῷ παιδὶ δίδωμι Σύρου.

13ἐκ δὲ τριηκόντων κοσμήσατε σῆμα ταλάντων,

14ῥέζετε δʼ Οὐδαίῳ Ζανὶ θυηπολίην

15δισσῶν ἔς τε πυρὴν καὶ ἄλφιτα καὶ τελαμῶνας,

16εἰκαίην δοιῶν σῶμα χάριν λαβέτω.

Epigram 124

1ἠέλιος, μήνη τε καὶ ἀμφίθέοντος ἀλῆται

2ξωοφόρου τοίην τοι ἐπεκλώσαντο γενέθλην

3ἕκτην μὲν βιότοιο φίλῃ παρὰ μητέρι μεῖναι

4ὀρφανὸν ὀγδοάτην δὲ μετʼ ἀντιβίοισιν ἀνάγκῃ

5θητεύειν, νόστον τε γυναῖκά τε παῖδά τʼ ἐπʼ αὐτῇ

6τηλύγετον δώσουσι θεοὶ τριτάτῃ ἐπὶ μοίρῃ·

7δὴ τότε σοι Σκυθικοῖσιν ὑπʼ ἔγχεσι παῖς τε δάμαρ τε

8ὄλλυνται. σὺ δὲ τοῖσιν ἐπʼ ἄλγεσι δάκρυα χεύσας,

9ἑπτὰ καὶ εἴκοσ’ ἔτεσσι βίου ποτὶ τέρμα περήσεις.

Epigram 125

1τύμβος ἐγώ· κεύθω δὲ πολύστονα τέκνα Φιλίννης,

2τοῖον μαψιτόκων καρπὸν ἔχων λαγόνων

3πέμπτον ἐν ἠιθέοις, τρίτατον δʼ ἐνὶ παρθενικῇσιν,

4τρεῖς δέ μοι ἀρτιγάμους δῶκε Φίλιννα κόρας·

5λοιποὶ δʼ ἠελίοιο πανάμμοροι ἠδὲ καὶ αὐδῆς

6τέσσαρες ἐκ λαγόνων εἰς Ἀχέροντα πέσον.

Epigram 126

1οὗτός τοι Διόφαντον ἔχει τάφος· ἆ μέγα θαῦμα·

2καὶ τάφος ἐκ τέχνης μέτρα βίοιο λέγει.

3ἕκτην κουρίζειν βιότου θεὸς ὤπασε μοίρην

4δωδεκάτην δʼ ἐπιθείς, μῆλα πόρεν χνοάειν·

5τᾖ δʼ ἄρʼ ἐφʼ ἑβδομάτῃ τὸ γαμήλιον ἥψατο φέγγος,

6ἐκ δὲ γάμων πέμπτῳ παῖδʼ ἐπένευσεν ἔτει.

7αἰαῖ, τηλύγετον δειλὸν τέκος, ἥμισυ πατρὸς

8† τοῦδε καὶ ἡ κρυερὸς μέτρον ἑλὼν βιότου.

9πένθος δʼ αὖ πισύρεσσι παρηγορέων ἐνιαυτοῖς

10τῇδε πόσου σοφίᾐ τέρμʼ ἐπέρησε βίου.

Epigram 127

1παντός ὅσου βεβίωκε χρόνου παῖς μὲν τὸ τέταρτον

2Δημοχάρης βεβίωκε· νεηνίσκος δὲ τὸ πέμπτον

3τὸ τρίτον εἰς ἄνδρας· πολιὸν δʼ ὅτʼ ἀφίκετο γῆρας

4ἔζησεν λοιπὰ τρισκαίδεκα γήραος οὐδῷ.

Epigram 128

1οἷον ἀδελφειὸς μʼ ἐβιήσατο, πέντε τάλαντα

2οὐχ ὁσίῃ μοίρῃ πατρικὰ δασσάμενος.

3ἑπτὰ κασιγνήτοιο τόδʼ ἑνδεκάτων πολύδακρυς

4πέμπτον ἔχω μοίρης. Ζεῦ, βαθὺν ὕπνον ἔχεις.

Epigram 129

1εἶπε κυβερνητῆρι, πλατὺν πόρον Ἀδριακοῖο

2τέμνων νηί, ἁλὸς πόσα λείπεται εἰσέτι μέτρα;

3τὸν δʼ ἀπαμείβετο· “ Ναῦτα, μέσον Κριοῖο μετώπου

4Κρηταίου, Σικελῆς τε Πελωρίδος ἑξάκι μέτρα

5χίλια, δοιῶν δʼ αὖτε παροιχομένοιο δρόμοιο

6πέμπτων διπλάσιον Σικελὴν ἐπὶ πορθμίδα λείπει.”

Epigram 130

1τῶν πισύρων κρουνῶν ὁ μὲν ἤματι πλῆσεν ἅπασαν

2δεξαμενήν, δυσὶ δʼ οὗτος, ὃ δʼ ἐν τρισὶν ἤμασιν οὗτος,

3τέτρατος ἐν τετόρεσσι· πόσῳ πλήσουσιν ἅπαντες;

Epigram 131

1οἶγέ με, καὶ πισύρεσσιν ἐνιπλήσω παρεοῦσαν

2δεξαμενὴν ὥραις, κρουνὸς ἅλις προρέων·

3δεξιτερὸς δʼ ἄρʼ ἐμεῖο τόσαις ἀπολείπεται ὥραις,

4ὄφρα μιν ἐμπλήσει· δὶς δὲ τόσαις ὁ τρίτος.

5εἰ δʼ ἄμφω σὺν ἐμοὶ προχέειν ῥόου ἑσμὸν ἀνώγοις,

6εἰν ὀλίγῃ μοίρῃ πλήσομεν ἠματίῃ.

Epigram 132

1Κύκλωψ † ἐγὼ Πολύφημος ὁ χάλκεος· οἷα δʼ ἐπʼ αὐτῷ

2τεῦξέ τις ὀφθαλμὸν καὶ στόμα καὶ παλάμην,

3κρουνοῖς συζεύξας· στάζοντι δὲ πάμπαν ἔοικεν,

4ἠδʼ ἔτι καὶ βλύζων φαίνετʼ ἀπὸ στόματος.

5κρουνῶν δʼ οὔτις ἄτακτος· ὁ μὲν παλάμης τρισὶ μούνοις

6ἤμασιν ἐμπλήσει δεξαμενὴν προρέων

7ἠμάτιος γλήνης· στόμα δʼ ἤματος ἐν δύο πέμπτοις.

8τίς κʼ ἐνέποι τρισσοῖς ἶσα θέοντα χρόνον;

Epigram 133

1ὡς ἀγαθὸν κρητῆρι…

2οἵδ…

The complete text is available when the reading interface loads.