Ἀνθολογία, Volume I
- Scientific editors
- William Roger Paton
- Edition reference
- The Greek Anthology · London · William Heinemann Ltd. · 1917
- CTS identifier
urn:cts:greekLit:tlg7000.tlg001.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 1
τὰ τῶν Χηριστιανῶν ἐπιγράμματα εὐσεβῆ τε καὶ θεῖα ἐπιγράμματα κἂν οἱ Ἕλληνες ἀπαρέσκωνται
Chapter 1
εἰς τὸ κιβούριον τῆς ἁγίας Σοφίας
1ἃς οἱ πλάνοι καθεῖλον ἐνθάδʼ εἰκόνας
2ἄνακτες ἐστήλωσαν εὐσεβεῖς πάλιν.
Chapter 2
ἐν ταῖς ἁψῖσι τῶν Βλαχερνῶν
1θεῖος Ἰουστῖνος, Σοφίης πόσις, ᾧ πόρε Χριστὸς
2πάντα διορθοῦσθαι, καὶ κλέος ἐν πολέμοις,
3μητρὸς ἀπειρογάμοιο δόμον σκάζοντα νοήσας,
4σαθρὸν ἀποσκεδάσας τεῦξέ μιν ἀσφαλέως.
Chapter 3
εἰς τὸ αὐτὸ ἐν ταῖς αὐταῖς
1ὁ πρὶν Ἰουστῖνος περικαλλέα δείματο νηὸν
2τοῦτον μητρὶ Θεοῦ, κάλλεϊ λαμπόμενον·
3ὁπλότερος δὲ μετʼ αὐτὸν Ἰουστῖνος βασιλεύων
4κρείσσονα τῆς προτέρης ὤπασεν ἀγλαΐην.
Chapter 4
εἰς τὸν ναὸν τοῦ Προδρόμου ἐν τῷ Στουδίου
1τοῦτον Ἰωάννῃ, Χριστοῦ μεγάλῳ θεράποντι,
2Στούδιος ἀγλαὸν οἶκον ἐδείματο· καρπαλίμως δὲ
3τῶν κάμεν εὕρετο μισθόν, ἑλὼν ὑπατηίδα ῥάβδον.
Chapter 5
εἰς τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐν τοῖς Ἀμαντίου
1τόνδε Θεῷ κάμες οἶκον, Ἀμάντιε, μεσσόθι πόντου,
2τοῖς πολυδινήτοις κύμασι μαρνάμενος.
3οὐ νότος, οὐ βορέης ἱερὸν σέο δῶμα τινάξει,
4νηῷ θεσπεσίῳ τῷδε φυλασσόμενον.
5ζώοις ἤματα πολλά· σὺ γὰρ νεοθηλέα Ῥώμην,
6πόντῳ ἐπαΐξας, θήκαο φαιδροτέρην.
Chapter 6
εἰς τὸν ναὸν τοῦ ἁγίου Θεοδώρου ἐν τοῖς Σφωρακίου
1Σφωράκιος ποίησε φυγὼν φλόγα μάρτυρι νηόν.
Chapter 7
εἰς τὸν αὐτόν
1Σφωράκιε, ζώοντι φίλα θρεπτήρια τίνων
2γήθεεν Ἀντόλιος, σὸς ἀνεψιός· οἰχομένῳ δὲ
3αἰεί σοι γεραρὴν τελέει χάριν ὥστε καὶ ἄλλην
4εὗρε, καὶ ἐν νηῷ σ’ ἀνεθήκατο, τὸν κάμες αὐτός.
Chapter 8
εἰς τὸν ναὸν τῶν ἁγίων ἀποστόλων πλησίον τοῦ ἁγίου Σεργίου εἰς τὰ Ὁρμίσδου
1Χριστὸν παμβασιλῆα φίλοις καμάτοισι γεραίρων
2τοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο νηὸν
3Πέτρῳ καὶ Παύλῳ· θεράπουσι γὰρ εὖχος ὀπάζων
4αὐτῷ δή τις ἄνακτι φέρει πολυκυδέα τιμήν,
5ἐνθάδε καὶ ψυχῇ καὶ ὄμμασι κέρδος ἑτοῖμον
6εὐχαῖσιν μὲν ἕκαστος ὅ τι χρέος ἐστὶν ἑλέσθω,
7τερπέσθω δὲ ὁρῶν κάλλος καὶ δώματος αἴγλην.
Chapter 9
εἰς τὸν ναὸν τοὖ Ἀρχαγγέλου ἐν Βοθρέπτῳ
1καὶ τόδε σῶν καμάτων παναοίδιμον ἔργον ἐτύχθη,
2Γερράδιε κλυτόμητι· σὺ γὰρ περικαλλέα νηὸν
3ἀγγελικῆς στρατιῆς σημάντορος αὖτις ἔδειξας.
Chapter 10
εἰς τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Πολυεύκτου
1Εὐδοκίη μὲν ἄνασσα Θεὸν σπεύδουσα γεραίρειν,
2πρώτη νηὸν ἔτευξε θεοφραδέος Πολυεύκτου
3ἀλλʼ οὐ τοῖον ἔτευξε καὶ οὐ τόσον οὔ τινι φειδοῖ,
4οὐ κτεάτων χατέουσα — τίνος βασίλεια χατίζει; —
5ἀλλʼ ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθλην
6καλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζειν.
7ἔνθεν Ἰουλιανή, ζαθέων ἀμάρυγμα τοκήων,
8τέτρατον ἐκ κείνων βασιλήιον αἷμα λαχοῦσα,
9ἐλπίδας οὐκ ἔψευσεν ἀριστώδινος ἀνάσσης·
10ἀλλά μιν ἐκ βαιοῖο μέγαν καὶ τοῖον ἐγείρει,
11κῦδος ἀεξήσασα πολυσκήπτρων γενετήρων
12πάντα γὰρ ὅσσα τέλεσσεν ὑπέρτερα τεῦξε τοκήων,
13ὀρθὴν πίστιν ἔχουσα φιλοχρίστοιο μενοινῆς.
14τίς γὰρ Ἰουλιανὴν οὐκ ἔκλυεν, ὅττι καὶ αὐτοὺς
15εὐκαμάτοις ἔργοισιν ἑοὺς φαίδρυνε τοκῆας,
16εὐσεβίης ἀλέγουσα; μόνη δʼ ἱδρῶτι δικαίῳ
17ἄξιον οἶκον ἔτευξεν ἀειζώῳ Πολυεύκτῳ.
18καὶ γὰρ ἀεὶ δεδάηκεν ἀμεμφέα δῶρα κομίζειν
19πᾶσιν ἀεθλητῆρσιν ἐπουρανίου βασιλῆος.
20πᾶσα χθὼν βοάᾳ, πᾶσα πτόλις, ὅττι τοκῆας
21φαιδροτέρους ποίησεν ἀρειοτέροισιν ἐπʼ ἔργοις,
22ποῦ γὰρ Ἰουλιανὴν ἁγίοις οὐκ ἔστιν ἰδέσθαι
23νηὸν ἀναστήσασαν ἀγακλέα; ποῦ σέο μούνης
24εὐσεβέων οὐκ ἔστιν ἰδεῖν σημήια χειρῶν;
25ποῖος δʼ ἔπλετο χῶρος, ὃς οὐ μάθε σεῖο μενοινὴν
26εὐσεβίης πλήθουσαν; ὅλης χθονὸς ἐνναετῆρες
27σοὺς καμάτους μέλπουσιν ἀειμνήστους γεγαῶτας.
28ἔργα γὰρ εὐσεβίης οὐ κρύπτεται· οὐ γὰρ ἀέθλους
29λήθη ἀποσβέννυσιν ἀριστοπόνων ἀρετάων.
30ὅσσα δὲ σὴ παλάμη θεοπειθέα δώματα τεύχει
31οὐδʼ αὐτὴ δεδάηκας· ἀμετρήτους γάρ, ὀίω,
32μούνη σὺ ξύμπασαν ἀνὰ χθόνα δείμαο ναούς,
33οὐρανίου θεράποντας ἀεὶ τρομέουσα Θεοῖο.
34ἴχνεσι δʼ εὐκαμάτοισιν ἐφεσπομένη γενετήρων
35πᾶσιν, ἀειζώουσαν ἑὴν τεκτήνατο φύτλην,
36εὐσεβίης ξύμπασαν ἀεὶ πατέουσα πορείην.
37τοὔνεκά μιν θεράποντες ἐπουρανίου βασιλῆος,
38ὅσσοις δῶρα δίδωσιν, ὅσοις δωμήσατο νηούς,
39προφρονέως ἐρύεσθε σὺν υἱέι, τοῖό τε κούραις·
40μίμνοι δʼ ἄσπετον εὖχος ἀριστοπόνοιο γενέθλης,
41εἰσόκεν ἠέλιος πυριλαμπέα δίφρον ἐλαύνει.
ἐν τῇ εἰσόδῳ τοῦ αὐτοῦ ναοῦ ἔξω τοῦ νάρθηκος πρὸς τὴν ἁψῖδα
42ποῖος Ἰουλιανῆς χορὸς ἄρκιός ἐστιν ἀέθλοις,
43ἣ μετὰ Κωνσταντῖνον ἑῆς κοσμήτορα Ῥώμης,
44καὶ μετὰ Θευδοσίου παγχρύσεον ἱερὸν ὄμμα,
45καὶ μετὰ τοσσατίων προγόνων βασιληίδα ῥίζαν,
46ἄξιον ἧς γενεῆς καὶ ὑπέρτερον ἤνυσεν ἔργον
47εἰν ὀλίγοις ἔτεσιν; χρόνον ἥδʼ ἐβιήσατο μούνη,
48καὶ σοφίην παρέλασσεν ἀειδομένου Σολομῶνος,
49νηὸν ἀναστήσασα θεηδόχον, οὗ μέγας αἰὼν
50οὐ δύναται μέλψαι χαρίτων πολυδαίδαλον αἴγλην
51οἷος μὲν προβέβηκε βαθυρρίζοισι θεμέθλοις,
52νέρθεν ἀναθρώσκων καὶ αἰθέρος ἄστρα διώκων
53οἷος δʼ ἀντολίης μηκύνεται ἐς δύσιν ἕρπων,
54ἀρρήτως Φαέθοντος ὑπαστράπτων ἀμαρυγαῖς,
55τῇ καὶ τῇ πλευρῇσι· μέσης δʼ ἑκάτερθε πορείης
56κίονες ἀρρήκτοις ἐπὶ κίοσιν ἑστηῶτες
57χρυσορόφου ἀκτῖνας ἀερτάζουσι καλύπτρης.
58κόλποι δʼ ἀμφοτέρωθεν ἐπʼ ἀψίδεσσι χυθέντες
59φέγγος ἀειδίνητον ἐμαιώσαντο σελήνης·
60τοῖχοι δʼ ἀντιπέρηθεν ἀμετμήτοισι κελεύθοις
61θεσπεσίους λειμῶνας ἀνεζώσαντο μετάλλων,
62οὓς φύσις ἀνθήσασα μέσοις ἐνὶ βένθεσι πέτρης
63ἀλγλαΐην ἔκλεπτε, Θεοῦ δʼ ἐφύλασσε μελάθροις,
64δῶρον Ἰουλιανῆς, ἵνα θέσκελα ἔργα τελέσσῃ
65ἀχράντοις κραδίης ὑπὸ νεύμασι ταῦτα καμοῦσα.
66τίς δὲ φέρων θοὸν ἴχνος ἐπὶ ζεφυρηίδας αὔρας
67ὑμνοπόλος σοφίης, ἑκατὸν βλεφάροισι πεποιθώς,
68τοξεύσει ἑκάτερθε πολύτροπα δήνεα τέχνης,
69οἶκον ἰδὼν λάμποντα, περίδρομον, ἄλλον ἐπʼ ἄλλῳ,
70ἔνθʼ ἵνα καὶ γραφίδων ἱερῶν ὑπὲρ ἄντυγος αὐλῆς
71ἔστιν ἰδεῖν μέγα θαῦμα, πολύφρονα Κωνσταντῖνον,
72πῶς προφυγὼν εἴδωλα θεημάχον ἔσβεσε λύσσην,
73καὶ Τριάδος φάος εὗρεν ἐν ὕδασι γυῖα καθήρας.
74τοῖον Ἰουλιανή, μετὰ μυρίον ἑσμὸν ἀέθλων,
75ἤνυσε τοῦτον ἄεθλον ὑπὲρ ψυχῆς γενετήρων,
76καὶ σφετέρου βιότοιο, καὶ ἐσσομένων καὶ ἐόντων.
Chapter 11
εἰς τοὺς ἁγίους Ἀναργύρους τοὺς εἰς τὰ Βασιλίσκου
1τοῖς σοῖς θεράπουσιν ἡ θεράπαινα προσφέρω
2σοφία τὸ δῶρον. χριστέ, προσδέχου τὰ σά,
3καὶ τῷ βασιλεῖ μου μισθὸν Ἰουστίνῳ δίδου,
4νίκας ἐπὶ νίκαις κατὰ νόσων καὶ βαρβάρων.
Chapter 12
εἰς τὴν ἁγίαν Εὐφημίαν τὴν Ὀλυβρίου
1εἰμὶ δόμος Τριάδος, τρισσὴ δέ με τεῦξε γενέθλη·
2πρώτη μὲν πολέμους καὶ βάρβαρα φῦλα φυγοῦσα
3τεύξατο καὶ μʼ ἀνέθηκε Θεῷ ζωάγρια μόχθων
4Θευδοσίου θυγάτηρ Εὐδοξία· ἐκ δέ με κείνης
5Πλακιδίη κόσμησε σὺν ὀλβίστῳ παρακοίτῃ·̓·
6εἰ δέ που ἀγλαΐης ἐπεδεύετο κάλλος ἐμεῖο,
7τὴν δέ μοι ὀλβιόδωρος ὑπὲρ μνήμης γενετήρων
8δῶκεν Ἰουλιανή, καὶ ὑπέρτατον ὤπασε κῦδος
9μητέρι καὶ γενέτῃ καὶ ἀγακλέι μητρὶ τεκούσης,
10κόσμον ἀεξήσασα παλαίτερον. ὧδʼ ἐμὸν ἔργον.
Chapter 13
εἰς τὸν αὐτὸν ναὸν ἔνδοθεν τοῦ περιδρόμου
1κάλλος ἔχον καὶ πρόσθεν ἐπήρατον ἀλλʼ ἐπὶ μορφῇ
2τῇ πρὶν ἀρειοτέρην νῦν λάχον ἀγλαΐην.
Chapter 14
ἄλλο
1οὕτω γῆρας ἐμὸν μετὰ μητέρα καὶ μετὰ τηθὴν
2ξῦσεν Ἰουλιανή, καὶ νέον ἄνθος ἔχω.
Chapter 15
ἄλλο
1ἦν ἄρα καὶ κάλλους ἔτι κάλλιον εὖτʼ ἐμὸν ἔργον,
2καὶ πρὶν ἐὸν περίπυστον, ἀοίδιμον ἐς χθόνα πᾶσαν,
3ἀγλαΐης προτέρης ἐς ὑπέρτερον ἤγαγε κάλλος
4τόσσον Ἰουλιανή, ὅσον ἄστρασιν ἀντιφερίζειν.
Chapter 16
ἄλλο
1αὐτὴν ἐργοπόνοισιν ἐπιπνείουσαν ἀρωγὴν
2εἶχεν Ἰουλιανὴ μάρτυρα νηοπόλον
3οὔποτε γὰρ τοῖόν τε τόσον τʼ εὐδαίδαλον ἔργον
4ἤνυσεν, οὐρανίης ἔμπλεον ἀγλαΐης.
Chapter 17
ἄλλο
1οὐκέτι θαυμάζεις προτέρων κλέος· οὐ διὰ τέχνης
2εὖχος ἐν ὀψιγόνοις λίπον ἄσπετον, ὁσσάτιόν περ
3κῦδος Ἰουλιανῆς πινυτόφρονος, ἣ χάριν ἔργων
4ἀρχεγόνων νίκησε νοήματα πάνσοφα φωτῶν.
Chapter 18
εἰς Ἀκούβιτον. εἰς Βαήν
1τῆς ἀγαθῆς ἀγαθὸς μὲν ἐγὼ κύκλος Ἀγαθονίκης
2ἄνθετο δʼ ἀχράντῳ μάρτυρί με Τροφίμῳ.
Chapter 19
εἰς τὸν σωτῆρα
1πυρὸς ἀενάοιο σοφὴν ὠδῖνα φυλάσσων,
2ἐμβεβαὼς κόσμοιο παλινδίνητον ἀνάγκην,
3χριστέ, θεορρήτοιο βίου φυσίζοε πηγή,
4πατρὸς ἀσημάντοιο Θεοῦ πρωτόσπορε φωνή,
5ὃς μετὰ μητρῴων τοκετῶν ἐγκύμονα φόρτον
6καὶ γόνον αὐτοτέλεστον ἀνυμφεύτων ὑμεναίων
7στήσας Ἀσσυρίης γενεῆς ἑτερόφρονα λύσσαν,
8ὄργια δʼ εἰδώλων κενεῶν ψευδώνυμα λύσας,
9αἰθέρος ἀμφιβέβηκας ἐφʼ ἑπτάζωνον ὀχῆα,
10ἀγγελικαῖς πτερύγεσσιν ἐν ἀρρήτοισι θαάσσων
11ἵλαθι, παγγενέταο Θεοῦ πρεσβήιον ὄμμα,
12φρουρὲ βίου, σῶτερ μερόπων, αἰῶνος ἀνάσσων.
Chapter 20
εἰς τὸν δεσπότην Χριστόν
1Ἀρτιφανές, πολοοῦχε, παλαιγενές, υἱὲ νεογνέ,
2αἰὲν ἐὼν προεών τε, ὑπέρτατε, ὕστατε, Χριστέ,
3ἀθανάτοιο πατρός τε ὁμόχρονε, πάμπαν ὁμοῖε.
Chapter 21
εἰς τὸν αὐτόν
1παῖ, γέρον, αἰώνων προγενέστερε, πατρὸς ὁμῆλιξ·
Chapter 22
εἰς τὸν αὐτόν
1πατρὸς ἐπουρανίου λόγε πάνσοφε, κοίρανε κόσμου,
2ὁ βροτέην γενεὴν τιμήσας εἰκόνι σεῖο,
3σὴν χάριν ἄμμιν ὄπαζε καὶ ὀλβιόδωρον ἀρωγὴν
4εἰς σὲ γὰρ εἰσορόωσιν ἐν ἐλπίσιν ὄμματα πάντων.
Chapter 23
εἰς τὸν αὐτόν
1ἀθανάτου πατρὸς υἱὲ συνάχρονε, κοίρανε πάντων,
2αἰθερίων μεδέων, εἰναλίων, χθονίων,
3δμωὶ τεῷ, τῷ τήνδε βίβλον γράψαντι , Μαρίνῳ
4δὸς χάριν εὐεπίης καὶ λογικῆς σοφίας.
Chapter 24
εἰς τὸν αὐτόν
1Σύνθρονε καὶ συνάναρχε τεῷ πατρί, πνεύματί τʼ· ἐσθλῷ,
2οἰχομένων ὄντων τε καὶ ἐσσομένων βασιλεύων,
3τῷ ταῦτα γράψαντι τεὴν χάριν αὐτὸς ὀπάζοις,
4ὄφρα κε σῇς ἐφετμῇσι καλῶς βίου οἶμον ὁδεύοι.
Chapter 25
εἰς τὸν αὐτόν
1χριστέ, Θεοῦ σοφίη, κόσμου μεδέων καὶ ἀνάσσων
2ἡμετέρην τὸ πάροιθε πλάσας μεροπηίδα φύτλην,
3δός με θέειν βίου οἶμον ἐν ὑμετέραις ἐφετμῇσι.
Chapter 26
εἰς τὸν αὐτόν
1ὑψιμέδων Θεοῦ υἱέ, φαοσφόρον ἀίδιον φῶς,
2σήν μοι ὄπαζε χάριν καὶ νῦν καὶ ἔπειτα καὶ αἰεί,
3ὡς προθέλυμνον ἐοῦσαν ὅτῳ καὶ ὅπῃ κατανεύσεις.
Chapter 27
εἰς τὸν αὐτόν
1Πανσθενὲς υἱὲ Θεοῦ, Χριστέ, προάναρχε ἁπάντων,
2πᾶσιν ἐπιχθονίοις σωτήρια νάματα βλύζων,
3μητρὸς ἀπειρογάμοιο τεῆς λιτέων ἐπακούων,
4σὴν χάριν ἄμμιν ὄπαζε καὶ ἐν μύθοις καὶ ἐν ἔργοις.
Chapter 28
εἰς τὸν αὐτόν
1χριστέ, Θεοῦ σοφίη, χάριν ὤπασον εὐεπιάων,
2καὶ λογικῆς σοφίης ἐμπέραμον τέλεσον,
3ὃς τόδε τεῦχος ἔγραψεν ἑαῖς χείρεσσι Μαρῖνος,
4φάρμακον ἀφραδίης, πρόξενον εὐφραδίης.
Chapter 29
εἰς τὸν αὐτὸν μονόστιχα
1χριστέ, τεὴν προΐαλλε χάριν καμάτοισιν ἐμεῖο.
2ὁ Χριστὸς καὶ ἐμοῖς ἐπιτάρροθος ἔσσεται ἔργοις.
3Χριστὸς ἐμοῖς καμάτοισιν ἀρηγόνα χεῖρα τιταίνοι.
4χριστέ, σύ μοι προΐαλλε τεὴν πολύολβον ἀρωγήν.
5χριστέ, τεὴν καμάτοισιν ἐμοῖς χάριν αὐτὸς
Chapter 30
εἰς τὸν αὐτόν
1χριστὲ μάκαρ, μερόπων φάος ἄφθιτον, ἐλπὶς ἁπάντων,
2ἐσθλὰ δίδου χατέουσι, τὰ δʼ οὐ καλὰ νόσφιν ἐρύκοις,.
Chapter 31
εἰς τὴν ὑπεραγίαν θεοτόκον
1Παμμεδέοντα, ἄνασσα, Θεοῖο, γόνον τεόν, υἱόν,
2ἄγγελοι ὃν τρομέουσι, τεῇς παλάμῃσι κρατοῦσα,
3πρευμενέα πραπίδεσσιν ὑπὲρ μερόπων τελέουσα,
4ῥύεο συντηροῦσα ἀπήμονα κόσμον ἅπαντα.
Chapter 32
εἰς τὸν ἀρχάγγελον Μιχαήλ
1ὧδε ταλαιπαθέων χραισμήια θέσκελα κεῖται
2ἢ δέμας ἢ κραδίην τειρομένων μερόπων
3καὶ γὰρ ἀνιάζουσα πόνων φύσις αὐτίκα φεύγει
4οὔνομα σόν, Μιχαήλ, ἢ τύπον, ἢ θαλάμους.
Chapter 33
εἰς εἰκόνα τοῦ ἀρχαγγέλου
1ὡς θρασὺ μορφῶσαι τὸν ἀσώματον ἀλλὰ καὶ εἰκὼν
2ἐς νοερὴν ἀνάγει μνῆστιν ἐπουρανίων.
Chapter 34
εἰς τὴν αὐτὴν ἐν Πλάτῃ
1ἄσκοπον ἀγγελίαρχον, ἀσώματον εἴδεϊ μορφῆς,
2ἆ μέγα τολμήεις κηρὸς ἀπεπλάσατο·
3ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσων
4θυμὸν ἀπιθύνει κρέσσονι φαντασίῃ·
5οὐκέτι δʼ ἀλλοπρόσαλλον ἔχει σέβας, ἀλλʼ ἐν ἑαυτῷ
6τὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει·
7ὄμματα δʼ ὀτρύνουσι βαθὺν νόον οἶδε δὲ τέχνη
8χρώμασι πορθμεῦσαι τὴν φρενὸς ἱκεσίην.
Chapter 35
εἰς τὸν αὐτὸν ἐν τῷ Σωσθενίῳ
1Καρικὸς Αἰμιλιανὸς, Ἰωάννης τε σὺν αὐτῷ,
2Ῥουφῖνος Φαρίης, Ἀγαθίης Ἀσίης,
3τέτρατον, ἀγγελίαρχε, νόμων λυκάβαντα λαχόντες,
4ἄνθεσαν εἰς σέ, μάκαρ, τὴν σφετέρην γραφίδα,
5αἰτοῦντες τὸν ἔπειτα καλὸν χρόνον· ἀλλὰ φανείης
6ἐλπίδας ἰθύνων ἐσσομένου βιότου.
Chapter 36
εἰς εἰκόνα Θεοδώρου Ἰλλουστρίου καὶ δὶς ἀνθυπάτου, ἐν ᾑ̓͂ γέγραπται παρὰ τοῦ ἀρχαγγέκου δεχόμενος τὰς ἀξίας ἐν Ἐφέσῳ
1ἵλαθι μορφωθείς, ἀρχάγγελε· σὴ γὰρ ὀπωπὴ
2ἄσκοπος· ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε·
3ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρου
4καὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων
5τῆς δʼ εὐγνωμοσύνης μάρτυς γραφίς· ὑμετέρην γὰρ
6χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν.
Chapter 37
εἰς τὴν Χριστοῦ γέννησιν
1σάλπιγγες, στεροπαί, γαῖα τρέμει· ἀλλʼ ἐπὶ μήτρην
2παρθενικὴν κατέβης ἄψοφον ἴχνος ἔχων.
Chapter 38
εἰς τὸ αὐτό
1οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζων
2οὐρανὸς ἐργασίη τοῦδε πέλει βρέφεος.
Chapter 39
εἰς τοὺς ποιμένας καὶ τοὺς ἀγγέλους
1εἷς χορός, ἓν μέλος ἀνθρώποισι καὶ ἀγγελιώταις,
2οὕνεκεν ἄνθρωπος καὶ θεὸς ἓν γέγονε.
Chapter 40
εἰς τὴν Χριστοῦ γέννησιν
1οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζων,
2οὕνεκεν ὅνπερ ἔδεκτο ἄναξ πέλεν οὐρανιώνων.
Chapter 41
εἰς τοὺς μάγους
1οὐκέτι δῶρʼ ἀνάγουσι μάγοι πυρὶ ἠελίῳ τε·
2ἠέλιον γὰρ ἔτευξε τόδε βρέφος, ὡς πυρὸς αὐγάς.
Chapter 42
εἰς τὸ Βηθλεέμ
1Δέχνυσο, Βηθλεέμ, ὃν προέειπε προφήτης ἐσθλὸς
2ἵξεσθαι λαῶν ἡγούμενον ἐκ σοῦ ἁπάντων.
Chapter 43
εἰς τὴν Ῥαχήλ
1τίπτε, Ῥαχήλ, γοόωσα πικρὸν κατὰ δάκρυον εἴβεις;
2Ὀλλυμένην ὁρόωσα γονὴν κατὰ δάκρυον εἴβω.
Chapter 44
εἰς τὸν εὐαγγελισμόν
1χαῖρε, κόρη χαρίεσσα, μακαρτάτη, ἄφθορε νύμφη·
2υἷα Θεοῦ λαγόνεσσιν ἄτερ πατρὸς ἔμβρυον ἕξεις.
Chapter 45
εἰς τὸν ἀσπασμόν
1ἔνδοθι γαστρὸς ἐὼν σκιρτήμασιν εἶδε προφήτης
2σὸν γόνον ὡς θεός ἐστι, καὶ ᾔνεσε πότνια μήτηρ.
Chapter 46
εἰς τὴν ὑπαντήν
1πρεσβύτα, παῖδα δέχοιο, Ἀδὰμ προγενέστερον ὄντα,
2ὅς σε βίου λύσει τε καὶ ἐς βίον ἄφθιτον ἄξει.
Chapter 47
εἰς τὴν βάπτισιν
1πατρὸς ἀπʼ ἀθανάτοιο μεγασθενὲς ἤλυθε πνεῦμα,
2υἱὸς ἐπεὶ βαπτίζετʼ Ἰορδάνου ἀμφὶ ῥέεθρα.
Chapter 48
εἰς τὴν μεταμόρφωσιν
1Ἀδὰμ ἦν ζο
Chapter 49
εἰς τὸν Λάζαρον
1Χριστὸς ἔφη, πρόμολʼ ὧδε· καὶ ἔλλιπε Λάζαρος ᾅδην,
2αὐαλέῳ μυκτῆρι πάλιν σόον ἆσθμα κομίζων.
Chapter 50
εἰς τὸν αὐτὸν ἐν Ἐφέσῳ
1ψυχὴν αὐτὸς ἔτευξε, δέμας μόρφωσεν ὁ αὐτός·
2Λάζαρον ἐκ νεκύων ἐς φάος αὐτὸς ἄγει.
Chapter 51
εἰς τὸν αὐτόν
1τέτρατον ἦμαρ ἔην, καὶ Λάζαρος ἔγρετο τύμβου,
Chapter 52
εἰς τὰ Βαΐα
1χαῖρε, Σιὼν θύγατερ, καὶ δέρκεο Χριστὸν ἄνακτα
2πώλῳ ἐφεζόμενον, καὶ ἐς πάθος αἶψα κιόντα.
Chapter 53
εἰς τὸ Πάσχα
1ἀμνὸν ἔπαυσε νόμου καὶ ἄμβροτον ὤπασε θῦμα
2Χριστός, ἐὼν ἱερεύς, αὐτὸς ἐὼν θυσίη.
Chapter 54
εἰς τὴν σταύρωσιν
1πάθος, ὦ σταυρός, παθέων ἐλατήριον αἷμα,
2πλῦνον ἐμῆς ψυχῆς πᾶσαν ἀτασθαλίην
Chapter 55
εἰς τὴν αὐτήν
1παρθένου υἱὸν ἔφη τὸν παρθένον, ἄλλον ἑαυτόν.
2ἵλαθι τῆς καθαρῆς δέσποτα παρθενίης.
Chapter 56
εἰς τὴν ἀνάστασιν
1Χριστὸς ἐὼν Θεὸς εἷλε νέκυς ἐξ ᾅδου πάντας·
2μοῦνον δὲ βροτολοιγὸν ἀκήριον ἔλλιπεν ᾍδην.
Chapter 57
εἰς τὸν ἀμνὸν τοῦ θεοῦ
1ψυχῆς ἐν φλιῇσιν ἐμῆς σωτήριον αἷμα
2ἀμνοῦ ὀλοθρεύων, φεῦγε, μὴ ἐγγὺς ἴθι.
Chapter 58
εἰς τὸν πόκον Γεδεών
1εἷς πόκος ὄμβρον ἔχει λεκάνῃ δρόσον ὤπασεν αὐτός,
2ἄβροχος αὐτὸς ὅδε· κρύπτε νόῳ κρύφια.
Chapter 59
εἰς τὸν Μωσῆν καὶ εἰς τὴν θυγατέρα Φαραῶ
1Αἰγυπτίη, κρύφιόν τε βρέφος, καὶ ἐγγύθεν ὕδωρ·
2ἃ προτυποῖ μούνοις εὐσεβέεσσι Λόγον.
Chapter 60
εἰς τὸν αὐτὸν ὅτε τὰς παλάμας ἐξέτεινε τροπούμενος
1τὸν Ἀμαλήκ
2Σταυροφανῶς τανύεις παλάμας τίνος εἵνεκα, Μωσῆ;
Chapter 61
εἰς τὸν αὐτόν
1ῥύεο σὴν ἐθνικὴν νύμφην παρὰ ὕδασι, Μωσῆ,
2νυμφίου ἀψευδοῦς οὕνεκέν ἐσσι τύπος.
Chapter 62
εἰς τὴν κιβωτὸν ὅτε τὸν Ἰορδάνην ἐπέρασεν
1λάρνακι χρυσείῃ ῥόος εἴκαθεν. ἵλαθι, Χριστέ
2σὸς τύπος ἡ λάρναξ, τῇδε λοεσσομένου.
Chapter 63
[εἰς τὴν Ἄγαρ]
1ἐξ ἐθνῶν καὶ Ἄγαρ· τί δὲ ἄγγελος; ἢ τί τὸ ὕδωρ;
2ἐξ ἐθνῶν καὶ ἐγώ· τοὔνεκεν οἶδα τάδε.
Chapter 64
1ἑπτάκι τοὺς δέκα φοίνικας, δυοκαίδεκα πηγὰς
2Χριστοῦ τοσσατίων ἴσθι τύπους ἑτάρων.
Chapter 65
εἰς τὸν Ἀβραάμ
1Ἀβραὰμ υἱὸν ἄγει θυσίην Θεῷ· ἵλαθι, ποίην
2νοῦς ὁράᾳ θυσίην, ἧς τόδε γράμμα τύπος;
Chapter 66
εἰς τὸν Μελχισεδέκ διδοῦντα τῷ Ἀβραὰμ οἶνον καὶ ἄρτους
1Μελχισεδὲκ βασιλεῦ, ἱερεῦ, ἄρτους τε καὶ οἶνον
2ὡς τίς ἐὼν παρέχεις; ὡς τύπος ἀτρεκίης.
Chapter 67
εἰς τὸν Ἀβραάμ ὅτε ὑπεδέξατο τὸν θεόν
1μορφὴν ἐνθάδε μοῦνον ἔχει Θεός· ὕστερον αὖτε
2ἐς φύσιν ἀτρεκέως ἤλυθεν ἀνδρομέην.
Chapter 68
εἰς τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ ὅτε αὐτὸν ηὐλόγησεν
1πνοιὴν μὲν διὰ πνεῦμα, δέρας δὲ λάχον διὰ γράμμα
2εὐφραίνει πατέρα νοῦς Θεὸν εἰσορόων.
Chapter 69
εἰς τὴν Ῥεβέκκαν
1Νυμφίε μουνογενές, νύμφη ἐθνική σε φιλοῦσα
2κάτθορεν ἐξ ὕψους σώματος οὐ καθαροῦ.
Chapter 70
εἰς τὴν αὐτήν
1τηλόθεν οὐχ ὑδάτων μνηστεύετο πότνα Ῥεβέκκα,
2νύμφης ἐξ ἐθνῶν οὕνεκέν ἐστι τύπος.
Chapter 71
εἰς τὴν Σωμανίτιν
1εὐχὴ Ἐλισσαίου, Σωμανίτι, δὶς πόρεν υἱόν,
2πρῶτα μὲν ἐκ γαστρός, δεύτερα δʼ ἐκ νεκύων.
Chapter 72
εἰς τὴν μηλωτὴν Ἠλίου
1τοῦτο δέρας προλέγει ἀμνὸν Θεοῦ εἵνεκα πάντων
2ἀνθρώπων ζωῆς τῇδε λοεσσόμενον.
Chapter 73
εἰς τὸν Δαβὶδ χριόμενον
1ἐν νῷ ἔχων πέφρικα πατὴρ τίνος ἔκλυε Δαβὶδ
2οὗτος, ὃν εἰσοράᾳς ἐνθάδε χριόμενον.
Chapter 74
εἰς τὸν τυφλόν
1οὔνομα τῇ πηγῇ Ἐσταλμένος· ἀλλὰ τίς ἐκ τοῦ
2ἔσταλται νοέεις, ὄφρα τέλεια βλέποις;
Chapter 75
εἰς τὴν Σαμαρεῖτιν
1οὐ τύπος, ἀλλὰ Θεὸς καὶ νυμφίος ἐνθάδε νύμφην
2σῴζει, τὴν ἐθνικήν, ὕδατος ἐγγὺς ἰδών.
Chapter 76
εἰς τὸν γάμον
1τεῦξε μὲν ἀτρεκέως οἶνον Θεός· ὅσσα δὲ κρυπτὰ
2θαύματος, εἰ Χριστοῦ πνεῦμά σ’ ἔχει, νοέεις.
Chapter 77
εἰς τὴν χήραν τὴν τὸν Ἠλίαν θρέψασαν
1βλύζει ἐλαιηρὴ κάλπις καὶ κίστη ἀλεύρου,
2ἔμπεδον ἡ χήρη οὕνεκα πίστιν ἔχει.
Chapter 78
εἰς Πέτρον τὸν ἀπόστολον
1πάντων ἀρχιερεὺς Πέτρος Θεοῦ ἀρχιερήων,
2ὃς Θεοῦ ἐκ φωνῆς ἔλλαχε τοῦτο γέρας.
Chapter 79
εἰς Παῦλον τὸν ἀπόστολον
1Παῦλος ἐπεὶ θεῖον σέλας οὐρανοῦ ἔδρακεν ἄντην,
2φωτὸς ἀπειρεσίου γαῖαν ἔπλησεν ὅλην.
Chapter 80
εἰς Ἰωάννην τὸν ἀπόστολον
1ἀρχιερεὺς Ἐφέσοιο θεηγόρος ἐκ Θεοῦ εἶπεν
2πρῶτος Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος.
Chapter 81
εἰς τὸν αὐτόν
1καὶ λαλέοντος ἄκουσε Λόγου καὶ πέφραδεν αὐτὸς
2πρῶτος Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος.
Chapter 82
εἰς τὸν αὐτὸν ἀπόστολον Ἰωάννην
1οὐρανίης σοφίης θεοτερπὲς δῶμα κιχήσας
2εἶπεν Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος.
Chapter 83
εἰς τὸν Ματθαῖον
1γράψε Θεοῦ σαρκώσιος ἔξοχα θαύματα πάντα
2Ματθαῖος σελίδεσσιν, ἐπεὶ λίπε δῶμα τελώνου.
Chapter 84
εἰς τὸν Λουκᾶν
1ἀθανάτου βιότοιο τελεσφόρα ἔργματα Χριστοῦ
2πυκτίου ἐν λαγόνεσσι σαφῶς ἐνέπασσέ γε Λουκᾶς.
Chapter 85
εἰς τὸν Μάρκον
1οὐ κατʼ ἐπωνυμίην Αἰγύπτιον ἔλλαχε λαὸν
2ὄρφνη, ἐπεὶ φωνῆς Μάρκου ἔδεκτο φάος.
Chapter 86
εἰς τὸν ἅγιον Βασίλειον
1παρθενίην Βασίλειος Ἰωάννου σοφίην τε
2ἔλλαχεν, ἶσα λαχὼν καὶ τάδε Γρηγορίῳ.
Chapter 87
εἰς τὸν ἅγιον Πολύκαρπον
1οἰκτίρμων Οἰκτίρμων Πολύκαρπος ὃ καὶ θρόνον ἀρχιερῆος
2ἔσχε καὶ ἀτρεκέως μαρτυρίης στεφάνους,
Chapter 88
εἰς τὸν ἅγιον Διονύσιον
1οὐρανίων θιάσων ἱεραρχικὰ τάγματα μέλψας,
2μορφοφανῶν τε τύπων κρύφιον νόον εἰς φάος ἕλκων,
3ζωοσόφων λογίων θεοτερπέα πυρσὸν ἀνάπτεις.
Chapter 89
εἰς τὸν ἅγιον Νικόλαον
1Νικόλεων Πολύκαρπος ἔχει σχεδόν, οὕνεκεν ἄμφω
2εἰς ἔλεον παλάμας ἔσχον ἑτοιμοτάτας.
Chapter 90
εἰς Κῦρον καὶ Ἰωάννην
1Κύρῳ, ἀκεστορίης πανυπέρτατα μέτρα λαχόντι,
2καὶ τῷ Ἰωάννῃ, μάρτυσι θεσπεσίοις,
3Σωφρόνιος, βλεφάρων ψυχαλγέα νοῦσον ἀλύξας,
4βαιὸν ἀμειβόμενος τήνδʼ ἀνέθηκε βίβλον.
Chapter 91
εἰς Ἰουστινιανὸν τὸν βασιλέα ἐν Ἐφέσῳ
1Ἰουστινιανὸν καὶ ἠγαθέην Θεοδώρην
2στέψεν Ἰωάννης Χριστοῦ ἐφημοσύναις.
Chapter 92
ἐν Καισαρείᾳ εἰς τὸν ναὸν τοῦ ἁγίου Βασιλείου
1ἦν ὅτε Χριστὸς ἴαυεν ἐπʼ ὁλκάδος ἔμφυτον ὕπνον,
2τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταος
3δείματί τε πλωτῆρες ἀνίαχον “ἔγρεο, σῶτερ·
4ὀλλυμένοις ἐπάμυνον.” ἄναξ δὲ κέλευεν ἀναστὰς
5ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως·
6θαύματι δὲ φράζοντο Θεοῦ φύσιν οἱ παρεόντες.
Chapter 93
εἰς τὸν αὐτὸν ναόν
1Ζωογόνων ἀρετῶν τετρακτύος εἰκόνα λεύσσων,
2σεῦε νόον πρὸς μόχθον ἑκούσιον εὐσεβίης γὰρ
3ἱδρῶτες δεδάασιν ἀγήραον ἐς βίον ἕλκειν.
Chapter 94
εἰς τὴν κοίμησιν τῆς ὑπεραγίας θεοτόκου
1νεύμασι θεσπεσίοις μετάρσιοι ἤλυθον ἄρδην,
2ἐς δόμον ἀχράντοιο ἀμωμήτοιο γυναικὸς
3κεκλόμενοι, μαθηταὶ ἀλλήλοισιν αἰγλήεντες,
4οἱ μὲν ἀπʼ ἀντολίης, οἱ δʼ ἑσπερίοισιν γαίης,
5ἄλλοι μεσημβρίης, ἕτεροι βαῖνον δʼ ἀπʼ ἀρκτῴων,
6διζήμενοι κηδεῦσαι σῶμα τὸ σωσικόσμοιο.
Chapter 95
ἐν Ἐφέσῳ
1σοί, μάκαρ, ἐκ σέο δῶκα τάπερ πόρες ἄμμιν ἄρηι.
Chapter 96
εἰς σκῆπτρον
1τοῦτο γέρας λάχεν ἐσθλὸς Ἀμάντιος, ὡς βασιλῆι
2πιστὸς ἐών, Χριστὸν δὲ θεουδείῃσιν ἰαίνων.
Chapter 97
ἐν τῇ Μελίτῃ
1νηὸς ἐγὼ κύδιστος Ἰουστίνοιο ἄνακτος,
2καὶ μʼ ὕπατος Θεόδωρος, ὁ καρτερός, ὁ τρὶς ὕπαρχος,
3ἄνθετο καὶ βασιλῆι, καὶ υἱέι παμβασιλῆος,
4Ἰουστινιανῷ, στρατιῆς ἡγήτορι πάσης.
Chapter 98
ἐν τῷ αὐτῷ τόπῳ
1ἔργον ὁρᾷς περίπυστον Ἰουστίνου βασιλῆος,
2Ἰουστινιανοῦ τε μεγασθενέος στρατιάρχου,
3λαμπόμενον στεροπῇσιν ἀμετρήτοιο μετάλλου·
4τοῦτο κάμεν Θεόδωρος ἀοίδιμος, ὃς πόλιν ἄρας
5τὸ τρίτον ἀμφιβέβηκεν ἔχων ὑπατηίδα τιμήν.
Chapter 99
ἐν τῷ κίονι τοῦ ὁσίου Δανιὴλ ἐν τῷ ἀνάπλῳ
1μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἵσταται ἀνήρ,
2πάντοθεν ὀρνυμένους οὐ τρομέων ἀνέμους.
3ἴχνια ῥιζώσας κίονι διχθάδια·
4λιμῷ δʼ ἀμβροσίᾳ τρέφεται καὶ ἀπήμονι δίψῃ,
5υἱέα κηρύσσων μητρὸς ἀπειρογάμου.
Chapter 100
εἰς Νεῖλον μοναχὸν τὸν μέγαν ἐν τοῖς ἀσκηταῖς
1Νείλου μὲν ποταμοῖο ῥόος χθόνα οἶδε ποτίζειν,
2Νείλου δʼ αὖ μοναχοῖο λόγος φρένας οἶδεν ἰαίνειν.
Chapter 101
εἰς Πέρσην μάγον, γενόμενον χριστιανὸν καὶ μαρτυρήσαντα
1ἦν πάρος ἐν Πέρσῃσιν ἐγὼ μάγος Ἰσβοζήτης,
2εἰς ὀλοὴν ἀπάτην ἐλπίδας ἐκκρεμάσας·
3εὖτε δὲ πυρσὸς ἔδαπτεν ἐμὴν πόλιν, ἦλθον ἀρῆξαι,
4ἦλθε δὲ καὶ Χριστοῦ πανσθενέος θεράπων
5κείνῳ δʼ ἐσβέσθη δύναμις πυρός· ἀλλὰ καὶ ἔμπης
6νικηθεὶς νίκην ἤνυσα θειοτέρην.
Chapter 102
εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν υἱὸν τοῦ θεοῦ
1ὤ πάντων ἐπέκεινα — τί γὰρ πλέον ἄλλο σε μέλψω;
2πῶς σὲ τὸν ἐν πάντεσσιν ὑπείροχον ἐξονομήνω;
3πῶς δὲ λόγῳ μέλψω σὲ τὸν οὐδὲ λόγῳ περιληπτόν,
Chapter 103
εἰς ὑπέρθυρον οἴκου ἐν Κυζίκῳ σωθέντος ἀπὸ πυρός
1Μῶμε μιαιφόνε, σός σε κατέκτανε πικρὸς ὀιστός·
2ῥύσατο γὰρ μανίης με τεῆς Θεὸς ὄλβιον οἶκον.
Chapter 104
εἰς τὴν θήκην τῶν λειψάνων τοῦ ἁγίου μάρτυρος Ἀκακίου καὶ Ἀλεξάνδρου
1μάρτυρος Ἀκακίοιο, Ἀλεξάνδρου θʼ ἱερῆος
2ἐνθάδε σώματα κεῖται, τάπερ χρόνος ὄλβιος ηὗρε.
Chapter 105
εἰς Εὐδοκίαν τὴν γυναῖκα Θεοδοσίου βασιλέως
1ἡ μὲν σοφὴ δέσποινα τῆς οἰκουμένης,
2ὑπʼ εὐσεβοῦς ἔρωτος ἠρεθισμένη,
3πάρεστι δούλη, προσκυνεῖ δʼ ἑνὸς τάφον,
4ἡ πᾶσιν ἀνθρώποισι προσκυνουμένη.
5ὁ γὰρ δεδωκὼς τὸν θρόνον καὶ τὸν γάμον
6τέθνηκεν ὡς ἄνθρωπος, ἀλλὰ ζῇ θεός·
7κάτω μὲν ἠνθρώπιζεν ἦν δʼ ὡς ἦν ἄνω.
Chapter 106
ἐν τῷ χρυσοτρικλίνῳ Μαζαρινῷ
1ἔλαμψεν ἀκτὶς τῆς ἀληθείης πάλιν,
2καὶ τὰς κόρας ἤμβλυνε τῶν ψευδηγόρων
3ηὔξησεν εὐσέβεια, πέπτωκε πλάνη,
4καὶ πίστις ἀνθεῖ καὶ πλατύνεται χάρις.
5ἰδοὺ γὰρ αὖθις Χριστὸς εἰκονισμένος
6λάμπει πρὸς ὕψος τῆς καθέδρας τοῦ κράτους,
7καὶ τὰς σκοτεινὰς αἱρέσεις ἀνατρέπει.
8τῆς εἰσόδου δʼ ὕπερθεν, ὡς θεία πύλη,
9στηλογραφεῖται καὶ φύλαξ ἡ παρθένος,
10ἄναξ δὲ καὶ πρόεδρος ὡς πλανοτρόποι
11σὺν τοῖς συνεργοῖς ἱστοροῦνται πλησίον
12κύκλῳ δὲ παντὸς οἷα φρουροὶ τοῦ δόμου,
13νόες, μαθηταί, μάρτυρες, θυηπόλοι,
14ὅθεν καλοῦμεν χριστοτρίκλινον νέον,
15τὸν πρὶν λαχόντα κλήσεως χρυσωνύμου,
16ὡς τὸν θρόνον ἔχοντα Χριστοῦ κυρίου,
17Χριστοῦ δὲ μητρός, χριστοκηρύκων τύπους,
18καὶ τοῦ σοφουργοῦ Μιχαὴλ τὴν εἰκόνα.
Chapter 107
εἰς τὸν αὐτὸν χρυσοτρίκλινον
1ὡς τὴν φαεινὴν ἀξίαν τῆς εἰκόνος
2τῆς πρὶν φυλάττων, Μιχαὴλ αὐτοκράτωρ,
3κρατῶν τε πάντων σαρκικῶν μολυσμάτων,
4ἐξεικονίζεις καὶ γραφῇ τὸν δεσπότην,
5ἔργῳ κρατύνων τοὺς λόγους τῶν δογμάτων.
Chapter 108
ἀδέσποτον εἰς τὸν Ἀδάμ
1οὐ σοφίης ἀπάνευθεν Ἀδὰμ τὸ πρὶν ἐκαλεῖτο,
2τέσσαρα ,γράμματʼ ἔχων εἰς τέσσαρα κλίματα κόσμου·
3Ἄλφαγὰρ ἀντολίης ἔλαχεν δύσεως δὲ τὸ δέλτα,
4ἄλφα πάλιν δʼ ἄρκτοιο, μεσημβρίης δὲ τὸ λοιπόν.
Chapter 109
εἰς τὸν ναὸν τῆς παναγίας θεοτόκου εἰς τὴν Πηγήν
1Πτωθέντα κοσμεῖ τὸν ναὸν τῆς Παρθένου
2βασίλειός τε σὺν, Κωνσταντίνῳ Λέων.
Chapter 110
εἰς τὸν αὐτὸν εἰς τὸν τροῦλλον, ἐν τῇ ἀναλήψει
1ἐκ γῆς ἀνελθὼν πατρικόν σου πρὸς θρόνον,
2τὸν μητρικόν σου, σῶτερ, οἶκον δεικνύεις
3πηγὴν νοητὴν κρειττόνων χαρισμάτων.
Chapter 111
ἐν τῷ αὐτῷ ναῷ, εἰς τὴν σταύρωσιν
1ὁ νεκρὸς Ἅδης ἐξεμεῖ τεθνηκότας,
2κάθαρσιν εὑρὼν σάρκα τὴν τοῦ δεσπότου.
Chapter 112
εἰς τὸν αὐτὸν ναὸν, εἰς τὴν μεταμόρφωσιν
1λάμψας ὁ Χριστὸς ἐν Θαβὼρ φωτὸς πλέον,
2σκιὰν πέπαυκε τοῦ παλαιτάτου νόμου.
Chapter 113
ἐν τῷ αὐτῷ ναῷ, εἰς τὴν ὑπαντήν
1ὁρώμενος νῦν χερσὶ πρεσβύτου βρέφος
2παλαιός ἐστι δημιουργὸς τῶν χρόνων.
Chapter 114
ἐν τῷ αὐτῷ ναῷ, εἰς χαιρετισμόν
1Προοιμιάζει κοσμικὴν σωτηρίαν,
2εἰπὼν τὸ Χαῖρε ταῖς γυναιξὶ δεσπότης.
Chapter 115
εἰς τὴν θεοτόκον
1παρθένος υἱέα τίκτε· μεθʼ υἱέα παρθένος ἦεν.
Chapter 116
εἰς τὸν Σωτῆρα
1χριστὲ μάκαρ, μερόπων φάος ἄφθιτον, υἱὲ Θεοῖο,
2δῶρʼ ἀπὸ κρυστάλλων, δῶρʼ ἀπὸ σαρδονύχων
3Δέχνυσο, παρθενικῆς τέκος ἄφθιτον, υἱὲ Θεοῖο,
4δῶρʼ ἀπὸ κρυστάλλων, δῶρʼ ἀπὸ σαρδονύχων.
Chapter 117
εἰς τὸν τυφλόν
1ἔβλεψε τυφλὸς ἐκ τόκου μεμυσμένος,
2Χριστὸς γὰρ ἦλθεν ἡ πανόμματος χάρις·
Chapter 118
Εὐκτικά
1ἤγειρεν ἡμῖν τῶν παθῶν τρικυμίαν
2ἐχθρὸς κάκιστος, πνευματώσας τὸν σάλον,
3ὅθεν ταράσσει καὶ βυθίζει καὶ βρέχει
4τὸν φόρτον ἡμῶν ψυχικῆς τῆς ὁλκάδος·
5ἀλλʼ, ὦ γαλήνη καὶ στορεστὰ τῆς ζάλης,
6σύ, Χριστέ, δείξαις ἀβρόχους ἁμαρτίας,
7τῷ σῷ πρὸς ὅρμῳ προσφόρως προσορμίσας,
8ἐχθρὸν δὲ τοῦτον συμφοραῖς βεβρεγμένον.
Chapter 119
ὑπόθεσις, ἀπολογία εὔφημος. Ὁμηροκέντρων
1βίβλος Πατρικίοιο θεουδέος ἀρητῆρος,
2ὃς μέγα ἔργον ἔρεξεν, ὁμηρείης ἀπὸ βίβλου
3κυδαλίμων ἐπέων τεύξας ἐρίτιμον ἀοιδήν,
4πρήξιας ἀγγέλλουσαν ἀνικήτοιο Θεοῖο·
5ὡς μόλεν ἀνθρώπων ἐς ὁμήγυριν, ὡς λάβε μορφὴν
6ἀνδρομέην, καὶ γαστρὸς ἀμεμφέος ἔνδοθι κούρης
7κρύπτετο τυτθὸς ἐών, ὃν ἀπείριτος οὐ χάδε κύκλος·
8ἠδʼ ὡς παρθενικῆς θεοκύμονος ἔσπασε μαζὸν
9παρθενίοιο γάλακτος ἀναβλύζοντα ῥέεθρον
10ὡς κτάνεν Ἡρώδης ἀταλάφρονας εἰσέτι παῖδας
11νήπιος, ἀθανάτοιο Θεοῦ διζήμενος οἶτον
12ὥς μιν Ἰωάννης λοῦσεν ποταμοῖο ῥεέθροις·
13ὥς τε δυώδεκα φῶτας ἀμύμονας ἔλλαβʼ ἑταίρους·
14ὅσσων τʼ ἄρτια πάντα Θεὸς τεκτήνατο γυῖα,
15νούσους τʼ ἐξελάσας στυγερὰς βλεφάρων τʼ ἀλαωτύν,
16ἠδʼ ὅππως ῥείοντας ἀπέσβεσεν αἵματος ὁλκοὺς
17ἁψαμένης ἑανοῖο πολυκλαύτοιο γυναικός·
18ἠδʼ ὅσσους μοίρῃσιν ὑπʼ ἀργαλέῃσι δαμέντας
19ἤγαγεν ἐς φάος αὖθις ἀπὸ χθονίοιο βερέθρου·
20ὥς τε πάθους ἁγίου μνημήια κάλλιπεν ἄμμιν
21ὥς τε βροτῶν ὑπὸ χερσὶ τάθη κρυεροῖς ἐνὶ δεσμοῖς,
22αὐτὸς ἑκών οὐ γάρ τις ἐπιχθονίων πολεμίζοι
23ὑψιμέδοντι Θεῷ, ὅτε μὴ αὐτός γε κελεύοι·
24ὡς θάνεν, ὡς Ἀίδαο σιδήρεα ῥῆξε θύρετρα,
25κεῖθεν δὲ ψυχὰς θεοπειθέας οὐρανὸν εἴσω
26ἤγαγεν ἀχράντοισιν ὑπʼ ἐννεσίῃσι τοκῆος,
27ἀνστὰς ἐν τριτάτᾐ φαεσιμβρότῳ ἠριγενείῃ
28ἀρχέγονον βλάστημα θεοῦ γενετῆρος ἀνάρχου.
Chapter 120
ἐν Βλαχέρναις. ἴαμβοι
1εἰ φρικτὸν ἐν γῇ τοῦ Θεοῦ ζητεῖς θρόνον,
2ἰδὼν τὸν οἶκον θαύμασον τῆς παρθένου·
3ἡ γὰρ φέρουσα τὸν Θεὸν ταῖς ἀγκάλαις,
4φέρει τὸν αὐτὸν εἰς τὸ τοῦ τόπου σέβας·
5ἐνταῦθα τῆς γῆς οἱ κρατεῖν τεταγμένοι
6τὰ σκῆπτρα πιστεύουσι τῆς νίκης ἔχειν
7ἐνταῦθα πολλὰς κοσμικὰς περιστάσεις
8ὁ πατριάρχης ἀγρυπνῶν ἀνατρέπει·
9οἱ βάρβαροι δὲ προσβαλόντες τῇ πόλει,
10αὐτὴν στρατηγήσασαν ὡς εἶδον μόνον,
11ἔκαμψαν εὐθὺς τοὺς ἀκαμπεῖς αὐχένας.
Chapter 121
εἰς τὸν αὐτὸν ναόν
1ἔδει γενέσθαι δευτέραν Θεοῦ πύλην
2τῆς παρθένου τὸν οἶκον, ὡς καὶ τὸν τόκον
3κιβωτὸς ὤφθη τῆς πρὶν ἐνθεεστέρα,
4οὐ τὰς πλάκας φέρουσα τὰς θεογράφους,
5ἀλλʼ αὐτὸν ἔνδον τὸν Θεὸν δεδεγμένη.
6ἐνταῦθα κρουνοὶ σαρκικῶν καθαρσίων,
7καὶ ψυχικῶν λύτρωσις ἀγνοημάτων
8ὅσαι γάρ εἰσι τῶν παθῶν περιστάσεις,
9βλύζει τοσαύτας δωρεὰς τῶν θαυμάτων.
10ἐνταῦθα νικήσασα τοὺς ἐναντίους,
11ἀνεῖλεν αὐτοὺς ἀντὶ λόγχης εἷσ’ ὕδωρ·
12τροπῆς γὰρ ἀλλοίωσιν οὐκ ἔχει μόνην,
13Χριστὸν τεκοῦσα καὶ κλονοῦσα βαρβάρους,
Chapter 122
εἰς τὴν Θεοτόκον βαστάζουσαν τὸν Χριστόν
1αὕτη τεκοῦσα παρθένος πάλιν μένει·
2καὶ μὴ θροηθῇς· ἔστι γὰρ τὸ παιδίον
3θεός, θελήσας προσλαβέσθαι σαρκίον.
Chapter 123
εἰς τὸν Κρανίου λίθον ἐν Ἱερουσαλήμ
1πέτρα τρισμακάριστἐ θεόσσυτον αἷμα λαχοῦσα,
2οὐρανίη γενεή σε πυρίπνοος ἀμφιπολεύει,
3καὶ χθονὸς ἐνναετῆρες ἀνάκτορες ὑμνοπολοῦσι.
Book 2
Chapter 1
ἔκφρασις τῶν ἀγαλμάτων τῶν εἰς τὸ δημόσιον γυμνάσιον τοῦ ἐπικαλουμένου Ζευξίππου.
1Δηΐφοβος μὲν πρῶτος ἐυγλύπτῳ ἐπὶ βωμῷ
2ἵστατο, τολμήεις, κεκορυθμένος, ὄβριμος ἥρως,
3τοῖος ἐών, οἷός περ ἐπορνυμένῳ Μενελάῳ
4περθομένων ἤντησεν ἑῶν προπάροιθε μελάθρων.
5ἵστατο δὲ προβιβῶντι πανείκελος· εὖ δʼ ἐπὶ κόσμῳ
6δόχμιος ἦν, μανίῃ δὲ κεκυφότα νῶτα συνέλκων
7δριμὺ μένος ξυνάγειρεν· ἕλισσε δὲ φέγγος ὀπωπῆς,
8οἷά τε δυσμενέων μερόπων πεφυλαγμένος ὁρμήν.
9λαιῇ μὲν σάκος εὐρὺ προΐσχετο, δεξιτερῇ δὲ
10φάσγανον ὑψόσ’ ἄειρεν ἔμελλε δὲ μαινομένη χείρ
11ἀνέρος ἀντιβίοιο κατὰ χροὸς ἆορ ἐλάσσαι·
12ἀλλʼ οὐ χαλκὸν ἔθηκε φύσις πειθήμονα λύσσῃ.
13Κεκροπίδης δʼ ἤστραπτε, νοήμονος ἄνθεμα Πειθοῦς,
14Αἰσχίνης· λασίης δὲ συνείρυε κύκλα παρειῆς,
15οἷα πολυτροχάλοισιν ἀεθλεύων ἀγορῇσιν
16στείνετο γὰρ πυκινῇσι μεληδόσιν. ἄγχι δʼ ἐκείνου
17ἦεν Ἀριστοτέλης, σοφίης πρόμος· ἱστάμενος δὲ
18χεῖρε περιπλέγδην συνεέργαθεν, οὐδʼ ἐνὶ χαλκῷ
19ἀφθόγγῳ φρένας εἶχεν ἀεργέας, ἀλλʼ ἔτι βουλὴν
20σκεπτομένῳ μὲν ἔικτο· συνιστάμεναι δὲ παρειαὶ
21ἀνέρος ἀμφιέλισσαν ἐμαντεύοντο μενοινήν,
22καὶ τροχαλαὶ σήμαινον ἀολλέα μῆτιν ὀπωπαί.
23καὶ Παιανιέων δημηγόρος ἔπρεπε σάλπιγξ,
24ῥήτρης εὐκελάδοιο πατὴρ σοφός, ὁ πρὶν Ἀθήναις
25πειθοῦς θελξινόοιο νοήμονα πυρσὸν ἀνάψας.
26ἀλλʼ οὐκ ἠρεμέων διεφαίνετο, πυκνὰ δὲ βουλὴν
27ἐστρώφα, πυκινὴν γὰρ ἐείδετο μῆτιν ἑλίσσειν,
28οἷα κατʼ εὐόπλων τεθοωμένος Ἠμαθιήων.
29ἦ τάχα κεν κοτέων τροχαλὴν ἐφθέγγετο φωνήν,
30ἄπνοον αὐδήεντα τιθεὶς τύπον ἀλλὰ ἑ τέχνη
31χαλκείης ἐπέδησεν ὑπὸ σφραγῖδα σιωπῆς.
32ἵστατο δʼ Εὐρίποιο φερώνυμος· ὡς δὲ δοκεύω,
33λάθρῃ ὑπὸ κραδίην τραλικαῖς ὡμίλεε Μούσαις,
34ἔργα σαοφροσύνης διανεύμενος· ἦν γὰρ ἰδέσθαι
35οἷὰ τέ που θυμέλῃσιν ἐν Ἀτθίσι θύρσα τινάσσων.
36δάφνῃ μὲν πλοκαμῖδα Παλαίφατος ἔπρεπε μάντις
37στεψάμενος, δόκεεν δὲ χέειν μαντώδεα φωνήν.
38Ἡσίοδος δʼ Ἀσκραῖος ὀρειάσιν εἴδετο Μούσαις
39φθεγγόμενος, χαλκὸν δὲ βιάζετο θυιάδι λύσσῃ,
40ἔνθεον ἱμείρων ἀνάγειν μέλος. ἐγγύθι δʼ αὐτοῦ
41μαντιπόλος πάλιν ἄλλος ἔην Φοιβηίδι δάφνῃ
42κοσμηθεὶς Πολύειδος· ἀπὸ στομάτων δὲ τινάξαι
43ἤθελε μὲν κελάδημα θεοπρόπον ἀλλὰ ἑ τέχνη
44δεσμῷ ἀφωνήτῳ κατερήτυεν. οὐδὲ σὺ μολπῆς
45εὔνασας ἁβρὸν ἔρωτα, Σιμωνίδη, ἀλλʼ ἔτι χορδῆς
46ἱμείρεις, ἱερὴν δὲ λύρην οὐ χερσὶν ἀράσσεις.
47ὤφελεν ὁ πλάσσας σε, Σιμωνίδη, ὤφελε χαλκῷ
48συγκεράσαι μέλος ἡδύ· σὲ δʼ ἂν καὶ χαλκὸς ἀναυδὴς
49αἰδόμενος, ῥυθμοῖσι λύρης ἀντήχεε μολπήν.
50ἦν μὲν Ἀναξιμένης νοερὸς σοφός· ἐν δὲ μενοινῇ
51δαιμονίης ἐλέλιζε νοήματα ποικίλα βουλῆς.
52Θεστορίδης δʼ ἄρα μάντις ἐύσκοπος ἵστατο Κάλχας,
53οἷά τε θεσπίζων, ἐδόκει δέ τε θέσφατα κεύθειν,
54ἢ στρατὸν οἰκτείρων Ἑλλήνιον, ἢ ἔτι θυμῷ
55δειμαίνων βασιλῆα πολυχρύσοιο Μυκήνης.
56Δέρκεό μοι σκύμνον πτολιπόρθιον Αἰακιδάων,
57Πύρρον Ἀχιλλείδην, ὅσον ἤθελε χερσὶν ἑλίσσειν
58τεύχεα χαλκήεντα, τὰ μὴ οἱ ὤπασε τέχνη·
59γυμνὸν γάρ μιν ἔτευξεν ὁ δʼ ὑψόσε φαίνετο λεύσσων,
60οἷά περ ἠνεμόεσσαν ἐς Ἴλιον ὄμμα τιταίνων.
61ἧστο δʼ Ἀμυμώνη ῥοδοδάκτυλος· εἰσοπίσω μὲν
62βόστρυχον ἀκρήδεμνον ἑῆς συνέεργεν ἐθείρης·
63γυμνὸν δʼ εἶχε μέτωπον ἀναστέλλουσα δʼ ὀπωπὰς
64εἰνάλιον σκοπίαζε μελαγχαίτην παρακοίτην.
65ἐγγύθι δʼ εὐρύστερνος ἐφαίνετο Κυανοχαίτης
66γυμνὸς ἐών, πλόκαμον δὲ καθειμένον εἶχεν ἐθείρης,
67καὶ διερὸν δελφῖνα προΐσχετο, χειρὶ κομίζων
68δῶρα πολυζήλοιο γάμων μνηστήρια κούρης.
69Πιερικὴ δὲ μέλισσα λιγύθροος ἕζετο Σαπφὼ
70Λεσβιάς, ἠρεμέουσα· μέλος δʼ εὔϋμνον ὑφαίνειν
71σιγαλέαις δοκέεσκεν ἀναψαμένη φρένα Μούσαις.
72Φοῖβος δʼ εἱστήκει τριποδηλάλος· ἦν δʼ ἄρα χαίτης
73εἰσοπίσω σφίγξας ἄδετον πλόκον ἀλλʼ ἐνὶ χαλκῷ
74γυμνὸς ἔην, ὅτι πᾶσιν ἀνειρομένοισιν Ἀπόλλων
75γυμνῶσαι δεδάηκεν ἀληθέα δήνεα Μοίρης,
76ἢ ὅτι πᾶσιν ὁμῶς ἀναφαίνεται· ἠέλιος γὰρ
77Φοῖβος ἄναξ, καθαρὴν δὲ φέρει τηλέσκοπον αἴγλην.
78ἄγχι δὲ Κύπρις ἔλαμπεν ἔλειβε δὲ νώροπι χαλκῷ
79ἀγλαΐης ῥαθάμιγγας· ἀπὸ στέρνοιο δὲ γυμνὴ
80φαίνετο μέν, φᾶρος δὲ συνήγαγεν ἄντυγι μηρῶν,
81χρυσείῃ πλοκαμῖδας ὑποσφίγξασα καλύπτρῃ.
82Κλεινιάδην δὲ τέθηπα, περιστίλβοντα νοήσας
83ἀγλαΐῃ χαλκῷ γὰρ ἀνέπλεκε κάλλεος αὐγὴν,
84τοῖος ἐὼν, οἷός περ ἐν Ἀτθίδι, μητέρι μύθων,
85ἀνδράσι Κεκροπίδῃσι πολύφρονα μῆτιν ἐγείρων.
86Χρύσης δʼ αὖθʼ ἱερεὺς πέλας ἵστατο, δεξιτερῇ μὲν
87σκῆπτρον ἀνασχόμενος Φοιβήϊον, ἐν δὲ καρήνῳ
88στέμμα φέρων μεγέθει δὲ κεκασμένος ἔπρεπε μορφῆς,
89οἷά περ ἡρώων ἱερὸν γένος· ὡς δοκέω δέ,
90Ἀτρείδην ἱκέτευε· βαθὺς δὲ οἱ ἤνθεε πώγων,
91καὶ ταναῆς ἄπλεκτος ἐσύρετο βότρυς ἐθείρης.
92Καῖσαρ δʼ ἐγγὺς ἔλαμπεν Ἰούλιος, ὅς ποτε Ῥώμην
93ἀντιβίων ἔστεψεν ἀμετρήτοισι βοείαις.
94αἰγίδα μὲν βλοσυρῶπιν ἐπωμαδὸν ἦεν ἀείρων,
95δεξιτερῇ δὲ κεραυνὸν ἀγάλλετο χειρὶ κομίζων,
96οἷα Ζεὺς νέος ἄλλος ἐν Αὐσονίοισιν ἀκούων.
97εἱστήκει δὲ Πλάτων θεοείκελος, ὁ πρὶν Ἀθήναις
98δείξας κρυπτὰ κέλευθα θεοκράντων ἀρετάων.
99ἄλλην δʼ εὐπατέρειαν ἴδον χρυσῆν Ἀφροδίτην,
100γυμνὴν παμφανόωσαν ἐπὶ στέρνων δὲ θεαίνης
101αὐχένος ἐξ ὑπάτοιο χυθεὶς ἐλελίζετο κεστός.
102ἵστατο δʼ Ἑρμαφρόδιτος ἐπήρατος, οὔθʼ ὅλος ἀνήρ,
103οὐδὲ γυνή· μικτὸν γὰρ ἔην βρέτας ἦ τάχα κοῦρον
104Κύπριδος εὐκόλποιο καὶ Ἑρμάωνος ἐνίψεις·
105μαζοὺς μὲν σφριγόωντας ἐδείκνυεν, οἷά τε κούρη·
106σχῆμα δὲ πᾶσιν ἔφαινε φυτοσπόρον ἄρσενος αἰδοῦς,
107ξυνῆς ἀγλαΐης κεκερασμένα σήματα φαίνων.
108παρθενικὴ δʼ Ἤριννα λιγύθροος ἕζετο κούρη,
109οὐ μίτον ἀμφαφόωσα πολύπλοκον, ἀλλʼ ἐνὶ σιγῇ
110Πιερικῆς ῥαθάμιγγας ἀποσταλάουσα μελίσσης.
111μήτε λίπῃς Τέρπανδρον ἐΰθροον, οὗ τάχα φαίης
112ἔμπνοον, οὐκ ἄφθογγον ἰδεῖν βρέτας· ὡς γὰρ ὀίω,
113κινυμέναις πραπίδεσσιν ἀνέπλεκε μύστιδα μολπήν,
114ὥς ποτε δινήεντος ἐπʼ Εὐρώταο ῥοάων
115μυστιπόλῳ φόρμιγγι κατεπρήϋνεν ἀείδων
116ἀγχεμάχων κακότητας Ἀμυκλαίων ναετήρων.
117Ἠγασάμην δʼ ὁρόων σε, Περίκλεες, ὅττι καὶ αὐτῷ
118χαλκῷ ἀναυδήτῳ δημηγόρον ἦθος ἀνάπτεις,
119ὡς ἔτι Κεκροπίδῃσι θεμιστεύων πολιήταις,
120ἢ μόθον ἐντύνων Πελοπήιον. ἱστάμενος δὲ
121ἔπρεπε Πυθαγόρας, Σάμιος σοφός, ἀλλʼ ἐν Ὀλύμπῳ
122ἐνδιάειν ἐδόκευε, φύσιν δʼ ἐβιάζετο χαλκοῦ,
123πλημμύρων νοερῇσι μεληδόσιν· ὡς γὰρ ὀίω,
124οὐρανὸν ἀχράντοισιν ἐμέτρεε μοῦνον ὀπωπαῖς.
125Στησίχορον δʼ ἐνόησα λιγύθροον, ὅν ποτε γαῖα
126Σικελικὴ μὲν ἔφερβε, λύρης δʼ ἐδίδαξεν Ἀπόλλων
127ἁρμονίην, ἔτι μητρὸς ἐνὶ σπλάγχνοισιν ἐόντα·
128τοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντος
129ἔκποθεν ἠερόφοιτος ἐπὶ στομάτεσσιν ἀηδὼν
130λάθρῃ ἐφεζομένη λιγυρὴν ἀνεβάλλετο μολπήν.
131χαῖρέ μοι Ἀβδήρων Δημόκριτε κῦδος ἀρούρης,
132ὅττι σὺ καλλιτόκοιο φυῆς ἐφράσσαο θεσμούς,
133λεπτὰ διακρίνων πολυΐδμονος ὄργια Μούσης·
134αἰεὶ δὲ σφαλερὰς ἐγέλας βιότοιο κελεύθους,
135εὖ εἰδὼς ὅτι πάντα γέρων παραμείβεται Αἰών.
136Ἡρακλέης δʼ ἀνίουλον ἐδείκνυε κύκλον ὑπήνης,
137μῆλα λεοντοφόνῳ παλάμᾐ χρύσεια κομίζων,
138γαίης ὄλβια δῶρα Λιβυστίδος. ἐγγύθι δʼ αὐτοῦ
139Παλλάδος ἀρήτειρα παρίστατο, παρθένος Αὔγη,
140φᾶρος ἐπιστείλασα κατωμαδὸν οὐ γὰρ ἐθείρας
141κρηδέμνῳ συνέεργεν· ἑὰς δʼ ἀνετείνετο χεῖρας,
142οἷά τε κικλήσκουσα Διὸς γλαυκώπιδα κούρην,
143Ἀρκαδικῆς Τεγέης ὑπὸ δειράδος. ἵλαθι, γαίης
144Τρωϊάδος βλάστημα σακεσπάχον, ἵλαθι, λάμπων
145Αἰνεία Τρώων βουληφόρε· σαῖς γὰρ ὀπωπαῖς
146ἀγλαΐης πνείουσα σοφὴ. περιλείβεται αἰδώς,
147θέσκελον ἀγγέλλουσα γένος χρυσῆς Ἀφροδίτης.
148Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ,
149σύγγαμον Αἰνείαο κατάσκιον ἀμφὶ γὰρ αὐταῖς
150ἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς,
151πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ,
152οἷά τε μυρομένη· τὰ δὲ χάλκεα δάκρυα νύμφης
153Ἄρεϊ δουρίκτητον ἐμαντεύοντο τιθήνην,
154Ἴλιον Ἀργείοισιν ἐελμένον ἀσπιδιώταις,
155οὔθʼ Ἕλενος κοτέων ἀπεπαύετο· πατρίδι νηλὴς
156φαίνετο δινεύων ἔτι που χόλον ἦν μὲν ἀείρων
157δεξιτερῇ φιάλην ἐπιλοίβιον· ὡς δοκέω δέ,
158ἐσθλὰ μὲν Ἀργείοις μαντεύετο, καδδὲ τιθήνης
159ἀθανάτοις ἠρᾶτο πανύστατα πήματα φαίνειν.
160Ἀνδρομάχη δʼ ἕστηκε ῥοδόσφυρος Ἠετιώνη,
161οὔτι γόον σταλάουσα πολύστονον ὡς γὰρ ὀίω,
162οὔπω ἐνὶ πτολέμῳ κορυθαίολος ἤριπεν Ἕκτωρ,
163οὐδὲ φερεσσακέων ὑπερήνορες υἷες Ἀχαιῶν
164Δαρδανίην ξύμπασαν ἐληΐσσαντο τιθήνην,
165ἦν δʼ ἐσιδεῖν Μενέλαον ἀρήιον, ἀλλʼ ἐπὶ νίκῃ
166γηθόσυνον σχεδόθεν γὰρ ἐθάλπετο χάρματι πολλῷ
167δερκόμενος ῥοδόπηχυν ὁμόφρονα Τυνδαρεώνην.
168ἠγασάμην δʼ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷ
169χαλκῷ κόσμον ἔδωκε πανίμερον ἀγλαΐη γὰρ
170ἔπνεε θερμὸν ἔρωτα. καὶ ἀψύχῳ ἐνὶ τέχνῃ.
171πυκναῖς δὲ πραπίδεσσιν ἀγάλλετο δῖος Ὀδυσσεύς·
172οὐ γὰρ ἔην ἀπάνευθε πολυστρέπτοιο μενοινῆς,
173ἀλλʼ ἔτι κόσμον ἔφαινε σοφῆς φρενός· ἦν δʼ ἐνὶ θυμῷ
174καγχαλόων Τροίην γὰρ ἐγήθεε πᾶσαν ὀλέσσας
175ᾗσι δολοφροσύνῃσι. σὺ δʼ Ἕκτορος ἔννεπε μῆτερ,
176τίς σε, πολυτλήμων Ἑκάβη, τίς δάκρυα λείβειν
177ἀθανάτων ἐδίδαξεν ἀφωνήτῳ ἐνὶ κόσμῳ;
178οὐδέ σε χαλκὸς ἔπαυσεν ὀιζύος, οὐδέ σε τέχνη
179ἄπνοος οἰκτείρασα δυσαλθέος ἔσχεθε λύσσης·
180ἀλλʼ ἔτι δακρυχέουσα παρίστασαι ὡς δὲ δοκεύω,
181οὐκέτι δυστήνου μόρον Ἕκτορος, οὐδὲ ταλαίνης
182Ἀνδρομάχης βαρὺ πένθος ὀδύρεαι, ἀλλὰ πεσοῦσαν
183πατρίδα σήν· φᾶρος γὰρ ἐπικρεμὲς ἀμφὶ προσώπῳ
184πήματα μὲν δείκνυσιν, ἀπαγγέλλουσι δὲ πέπλοι
185πένθος ὑποβρύχιον κεχαλασμένοι ἄχρι πεδίλων
186ἄλγεϊ γὰρ πυμάτῳ δέδεσαι φρένα, καδδὲ παρειῆς
187δάκρυα μὲν σταλάεις, τὸ δὲ δάκρυον ἔσβεσε τέχνη,
188ἄπλετον ἀγγέλλουσα δυσαλθέος αὐχμὸν ἀνίης.
189Κασσάνδρην δʼ ἐνόησα θεοπρόπον, ἀλλʼ ἐνὶ σιγῇ
190μεμφομένη γενετῆρα, σοφῆς ἀνεπίμπλατο λύσσης.,
191οἷά τε θεσπίζουσα πανύστατα πήματα πάτρης.
192Πύρρος δʼ ἄλλος ἔην πτολιπόρθιος· οὐκ ἐπὶ χαίτης
193ἱππόκομον τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων,
194ἀλλʼ ἄρα γυμνὸς ἔλαμπε, καὶ ἄχνοον εἶχεν ὑπήνην
195δεξιτερὴν δʼ ἀνέτεινεν ἑήν, ἐπιμάρτυρα νίκης,
196λοξὰ Πολυξείνην βαρυδάκρυον ὄμματι λεύσσων.
197εἰπέ, Πολυξείνη δυσπάρθενε, τίς τοι ἀνάγκη
198χαλκῷ ἐν ἀφθόγγῳ ;κεκρυμμένα δάκρυα λείβειν;
199πῶς δὲ τεῷ κρήδεμνον ἐπειρύσσασα προσώπῳ
200ἵστασαι, αἰδομένῃ μὲν ἀλίγκιος, ἀλλʼ ἐνὶ θυμῷ
201πένθος ἔχεις ; μὴ δή σε τεὸν πτολίεθρον ὀλέσσας
202ληΐδα Πύρρος ἔχοι Φθιώτιος; οὐδέ σε μορφὴ
203ῥύσατο τοξεύσασα Νεοπτολέμοιο μενοινήν,
204ἥ ποτε θηρεύσασα τεοῦ γενετῆρα φονῆος
205εἰς λίνον αὐτοκέλευστον ἀελπέος ἦγεν ὀλέθρου.
206ναὶ μὰ τὸν ἐν χαλκῷ νοερὸν τύπον, εἴ νύ τε τοίην
207ἔδρακε Πύρρος ἄναξ, τάχα κεν ξυνήονα λέκτρων
208ἤγετο, πατρῴης προλιπὼν μνημήια μοίρης,
209Ἠγασάμην δʼ Αἴαντα, τὸν ὀβριμόθυμος Ὀιλεὺς
210Λοκρίδος ἐσπέρμηνε πελώριον ἕρκος ἀρούρης.
211φαίνετο μὲν νεότητι κεκασμένος· οὐδὲ γὰρ ἦεν
212ἄνθεϊ λαχνήεντι γενειάδος ἄκρα χαράξας·
213γυμνὸν δʼ εἶχεν ἅπαν στιβαρὸν δέμας· ἠνορέῃ δὲ
214βεβριθὼς ἐλέλιζε μαχήμονος οἶστρον Ἐνυοῦς.
215Οἰνώνη δὲ χόλῳ φρένας ἔζεεν, ἔζεε πικρῷ
216ζήλῳ θυμὸν ἔδουσα, Πάριν δʼ ἐδόκευε λαθοῦσα
217ὄμματι μαινομένῳ κρυφίην δʼ ἤγγειλεν ἀπειλήν,
218δεξιτερῇ βαρύποτμον ἀναινομένη παρακοίτην,
219αἰδομένῳ μὲν ἔοικεν ὁ βουκόλος, εἶχε δʼ ὀπωπὴν
220πλαζομένην ἑτέρωσε δυσίμερος· αἴδετο γάρ που
221Οἰνώνην βαρύδακρυν ἰδεῖν, Κεβρηνίδα νύμφην.
222Αὐαλέῳ δὲ Δάρης ἐζώννυτο χεῖρας ἱμάντι,
223πυγμαχίης κήρυκα φέρων χόλον ἠνορέης δὲ
224ἔπνεε θερμὸν ἄημα πολυστρέπτοισιν ὀπωπαῖς.
225Ἔντελλος δέ, Δάρητος ἐναντίον ὄμμα τιταίνων,
226γυιοτόρους μύρμηκας ἐμαίνετο χερσὶν ἑλίσσων
227πυγμαχίης δʼ ὤδινε φόνον διψῶσαν ἀπειλήν.
228ἦν δὲ παλαισμοσύνην δεδαημένος ὄβριμος ἀνήρ
229εἰ δὲ Φίλων ἤκουε πελώριος, εἴτε Φιλάμμων,
230εἴτε Μίλων Σικελῆς ἔρυμα χθονός, οἶδεν Ἀπόλλων
231οὐ γὰρ ἐγὼ δεδάηκα διακρῖναι καὶ ἀεῖσαι
232οὔνομα θαρσαλέου κλυτὸν ἀνέρος, ἀλλὰ καὶ ἔμπης
233ἔπνεεν ἠνορέης· λάσιος δὲ οἱ εἵλκετο πώγων,
234καὶ φόβον ἠκούτιζον ἀεθλητῆρα παρειαί,
235καὶ κεφαλῆς ἔφρισσον ἐθειράδες· ἀμφὶ δὲ πυκνοῖς
236μυῶνες μελέεσσιν ἀνοιδαίνοντο ταθέντες
237τρηχαλέοι, δοιοὶ δέ, συνισταμένων παλαμάων,
238εὐρέες ἐσφήκωντο βραχίονες, ἠΰτε πέτραι,
239καὶ παχὺς ἀλκήεντι τένων ἐπανίστατο νώτῳ,
240αὐχένος εὐγνάμπτοιο περὶ…
241Δέρκ…
The complete text is available when the reading interface loads.