Ἀνθολογία, Volume II
- Scientific editors
- William Roger Paton
- Edition reference
- The Greek Anthology · London · William Heinemann Ltd. · 1917
- CTS identifier
urn:cts:greekLit:tlg7000.tlg001.local003- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 7
Epigram 1
Αλκαιου Μεσσηνιου
1ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρον
2ἤκαχον, ἐκ Μουσέων γρῖφον ὑφηνάμενοι·
3νέκταρι δʼ εἰνάλιαι Νηρηίδες ἐχρίσαντο,
4καὶ νέκυν ἀκταίῃ θῆκαν ὑπὸ σπιλάδι,
5ὅττι Θέτιν κύδηνε καὶ υἱέα, καὶ μόθον ἄλλων
6ἡρώων, Ἰθακοῦ τʼ ἔργματα Λαρτιάδεω.
7ὀλβίστη νήσων πόντῳ Ἴος, ὅττι κέκευθε
8βαιὴ Μουσάων ἀστέρα καὶ Χαρίτων.
Epigram 2
1τὰν μερόπων Πειθώ, τὸ μέγα στόμα, τὰν ἴσα Μούσαις
2φθεγξαμέναν κεφαλάν, ὦ ξένε, Μαιονίδεω
3ἅδʼ ἔλαχον νασῖτις Ἴου σπιλάς· οὐ γὰρ ἐν ἄλλᾳ
4ἱερόν, ἀλλʼ ἐν ἐμοί, πνεῦμα θανὼν ἔλιπεν,
5ᾧ νεῦμα Κρονίδαο τὸ παγκρατές, ᾦ καὶ Ὄλυμπον
6καὶ τὰν Αἴαντος ναύμαχον εἶπε βίαν,
7καὶ τὸν Ἀχιλλείοις Φαρσαλίσιν Ἕκτορα, πώλοις
8ὀστέα Δαρδανικῷ δρυπτόμενον πεδίῳ.
9εἰ δʼ ὀλίγα κρύπτω τὸν ταλίκον, ἴσθʼ ὅτι κεύθει
10καὶ Θέτιδος γαμέταν ἁ βραχύβωλος Ἴκος.
Epigram 2b
1εἰ καὶ βαιὸς ὁ τύμβος, ὁδοιπόρε, μή με παρέλθῃς,
2ἀλλὰ κατασπείσας, ἶσα θεοῖσι σέβου·
3τὸν γὰρ Πιερίδεσσι τετιμένον ἔξοχα Μούσαις
4ποιητὴν ἐπέων θεῖον Ὅμηρον ἔχω.
Epigram 3
1ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει,
2ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον.
Epigram 4
1ἐνθάδε Πιερίδων τὸ σοφὸν στόμα, θεῖον Ὅμηρον,
2κλεινὸς ἐπʼ ἀγχιάλῳ τύμβος ἔχει σκοπέλῳ.
3εἰ δʼ ὀλίγη γεγαυῖα τόσον χάδεν ἀνέρα νῆσος,
4μὴ τόδε θαμβήσῃς, ὦ ξένε, δερκόμενος·
5καὶ γὰρ ἀλητεύουσα κασιγνήτη ποτὲ Δῆλος
6μητρὸς ἀπʼ ὠδίνων δέξατο Λητοΐδην.
Epigram 5
1Οὐδʼ εἴ με χρύσειον ἀπὸ ῥαιστῆρος Ὅμηρον
2στήσητε φλογέαις ἐν Διὸς ἀστεροπαῖς,
3οὐκ εἴμʼ οὐδʼ ἔσομαι Σαλαμίνιος, οὐδʼ ὁ Μέλητος
4Δμησαγόρου· μὴ ταῦτʼ ὄμμασιν Ἑλλὰς ἴδοι.
5ἄλλον ποιητὴν βασανίζετε· τἀμὰ δέ, Μοῦσαι
6καὶ Χίος, Ἑλλήνων παισὶν ἀείσετʼ ἔπη.
Epigram 6
1ἡρώων κάρυκʼ ἀρετᾶς, μακάρων δὲ προφήταν,
2Ἑλλάνων βιοτᾷ δεύτερον ἀέλιον,
3Μουσῶν φέγγος Ὅμηρον, ἀγήραντον στόμα κόσμου
4παντός, ἁλιρροθία, ξεῖνε, κέκευθε κόνις.
Epigram 7
1ἐνθάδε θεῖος Ὅμηρος, ὃς Ἑλλάδα πᾶσαν ἄεισε,
2Θήβης ἐκγεγαὼς τῆς ἑκατονταπύλου.
Epigram 8
1οὐκέτι θελγομένας, Ὀρφεῦ, δρύας, οὐκέτι πέτρας
2ἄξεις, οὐ θηρῶν αὐτονόμους ἀγέλας·
3οὐκέτι κοιμάσεις ἀνέμων βρόμον, οὐχὶ χάλαζαν,
4οὐ νιφετῶν συρμούς, οὐ παταγεῦσαν ἅλα.
5ὤλεο γάρ· σὲ δὲ πολλὰ κατωδύραντο θύγατρες
6Μναμοσύνας, μάτηρ δʼ ἔξοχα Καλλιόπα.
7τί φθιμένοις στοναχεῦμεν ἐφʼ υἱάσιν, ἁνίκʼ ἀλαλκεῖν
8τῶν παίδων Ἀΐδην οὐδὲ θεοῖς δύναμις ;
Epigram 9
1Ὀρφέα Θρηικίῃσι παρὰ προμολ̆σιν Ὀλύμπου
2τύμβος ἔχει, Μούσης υἱέα Καλλιόπης,
3ᾧ δρύες οὐκ ἀπίθησαν, ὅτῳ σὺν ἀμʼ ἕσπετο πέτρη
4ἄψυχος, θηρῶν θʼ ὑλονόμων ἀγέλα,
5ὅς ποτε καὶ τελετὰς μυστηρίδας εὕρετο Βάκχου,
6καὶ στίγον ἡρῴῳ ζευκτὸν ἔτευξε ποδί,
7ὃς καὶ ἀμειλίκτοιο βαρὺ Κλυμένοιο νόημα
8καὶ τὸν ἀκήλητον θυμὸν ἔθελξε λύρᾳ.
Epigram 10
ἄδηλον
1Καλλιόπης Ὀρφῆα καὶ Οἰάγροιο θανόντα
2ἔκλαυσαν ξανθαὶ μυρία Βιστονίδες·
3στικτοὺς δʼ ᾑμάξαντο βραχίονας, ἀμφιμελαίνῃ
4δευόμεναι σποδιῇ Θρηίκιον πλόκαμον·
5καὶ δʼ αὐταὶ στοναχεῦντι σὺν εὐφόρμιγγι Λυκείῳ
6ἔρρηξαν Μοῦσαι δάκρυα Πιερίδες,
7μυρόμεναι τὸν ἀοιδὸν ἐπωδύραντο δὲ πέτραι
8καὶ δρύες, ἃς ἐρατῇ τὸ πρὶν ἔθελγε λύρῃ.
Epigram 11
1Ὁ γλυκὺς Ἠρίννης οὗτος πόνος, οὐχὶ πολὺς μέν,
2ὡς ἂν παρθενικᾶς ἐννεακαιδεκέτευς,
3ἀλλʼ ἑτέρων πολλῶν δυνατώτερος· εἰ δʼ Ἀίδας μοι
4μὴ ταχὺς ἦλθε, τίς ἂν ταλίκον ἔσχʼ ὄνομα;
Epigram 12
1ἄρτι λοχευομένην σε μελισσοτόκων ἔαρ ὕμνων,
2ἄρτι δὲ κυκνείῳ φθεγγομένην στόματι,
3ἤλασεν εἰς Ἀχέροντα διὰ πλατὺ κῦμα καμόντων
4μοῖρα, λινοκλώστου δεσπότις ἠλακάτης·
5σὸς δʼ ἐπέων, Ἤριννα, καλὸς πόνος οὔ σε γεγωνεῖ
6φθίσθαι, ἔχειν δὲ χοροὺς ἄμμιγα Πιερίσιν.
Epigram 13
1Παρθενικὰν νεαοιδὸν ἐν ὑμνοπόλοισι μέλισσαν
2Ἤρινναν, Μουσῶν ἄνθεα δρεπτομέναν,
3ᾍδας εἰς ὑμέναιον ἀνάρπασεν. ἦ ῥα τόδʼ ἔμφρων
4εἶπʼ ἐτύμως ἁ παῖς. βάσκανός ἐσσ’, Ἀίδα.
Epigram 14
1Σαπφώ τοι κεύθεις, χθὼν Αἰολί, τὰν μετὰ Μούσαις
2ἀθανάταις θνατὰν Μοῦσαν ἀειδομέναν,
3ἃν Κύπρις καὶ Ἔρως συνάμʼ ἔτραφον, ἇς μέτα Πειθὼ
4ἔπλεκʼ ἀείζωον Πιερίδων στέφανον,
5Ἑλλάδι μὲν τέρψιν, σοὶ δὲ κλέος. ὦ τριέλικτον
6Μοῖραι δινεῦσαι νῆμα κατʼ ἠλακάτας,
7πῶς οὐκ ἐκλώσασθε πανάφθιτον ἦμαρ ἀοιδῷ
8ἄφθιτα μησαμένᾳ δῶρʼ Ἑλικωνιάδων ;
Epigram 15
1οὔνομά μευ Σαπφώ. τόσσον δʼ ὑπερέσχον ἀοιδὰν
2θηλειᾶν, ἀνδρῶν ὅσσον ὁ Μαιονίδας.
Epigram 16
1ὀστέα μὲν καὶ κωφὸν ἔχει τάφος οὔνομα Σαπφοῦς·
2αἱ δὲ σοφαὶ κείνης ῥήσιες ἀθάνατοι.
Epigram 17
1Αἰολικὸν παρὰ τύμβον ἰών, ξένε, μή με θανοῦσαν
2τὰν Μυτιληναίαν ἔννεπʼ ἀοιδοπόλον
3τόνδε γὰρ ἀνθρώπων ἔκαμον χέρες· ἔργα δὲ φωτῶν
4ἐς ταχινὴν ἔρρει τοιάδε ληθεδόνα.
5ἢν δέ με Μουσάων ἐτάσῃς χάριν, ὧν ἀφʼ ἑκάστης
6δαίμονος ἄνθος ἐμῇ θῆκα παρʼ ἐννεάδι,
7γνώσεαι ὡς Ἀίδεω σκότον ἔκφυγον οὐδέ τις ἔσται
8τῆς λυρικῆς Σαπφοῦς νώνυμος ἠέλιος.
Epigram 18
1ἀνέρα μὴ πέτρῃ τεκμαίρεο. λιτὸς ὁ τύμβος
2ὀφθῆναι, μεγάλου δʼ ὀστέα φωτὸς ἔχει.
3εἰδήσεις Ἀλκμᾶνα, λύρης ἐλατῆρα Λακαίνης
4ἔξοχον, ὃν Μουσέων ἐννέʼ ἀριθμὸς ἔχει·
5κεῖται δʼ ἠπείροις διδύμοις ἔρις, εἴθʼ ὅγε Λυδὸς,
6εἴτε Λάκων πολλαὶ μητέρες ὑμνοπόλων.
Epigram 19
1τὸν χαρίεντʼ Ἀλκμᾶνα, τὸν ὑμνητῆρʼ ὑμεναίων
2κύκνον, τὸν Μουσῶν ἄξια μελψάμενον,
3τύμβος ἔχει, Σπάρτας μεγάλαν χάριν, †εἰθʼ ὅ γε λοῖσθος
4ἄχθος ἀπορρίψας οἴχεται εἰς Ἀίδαν.
Epigram 20
1Ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν,
2οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος.
Epigram 21
1τόν σὲ χοροῖς μέλψαντα Σοφοκλέα, παῖδα Σοφίλλου,
2τὸν τραγικῆς Μούσης ἀστέρα Κεκρόπιον,
3πολλάκις ὃν θυμέλῃσι καὶ ἐν σκηνῇσι τεθηλὼς
4βλαισὸς· Ἀχαρνίτης κισσὸς ἔρεψε κόμην,
5τύμβος ἔχει καὶ γῆς ὀλίγον μέρος· ἀλλʼ ὁ περισσὸς
6αἰὼν ἀθανάτοις δέρκεται ἐν σελίσιν.
Epigram 22
1ἠρέμʼ ὑπὲρ τύμβοιο Σοφοκλέος, ἠρέμα, κισσέ
2ἑρπύζοις, χλοεροὺς ἐκπροχέων πλοκάμους,
3καὶ πέταλον πάντῃ θάλλοι ῥόδου, ἥ τε φιλορρὼξ
4ἄμπελος, ὑγρὰ πέριξ κλήματα χευαμένη,
5εἵνεκεν εὐεπίης πινυτόφρονος, ἣν ὁ μελιχρὸς
6ἤσκησ’ ἐκ Μουσέων ἄμμιγα καὶ Χαρίτων.
Epigram 23
1θάλλοι τετρακόρυμβος, Ἀνάκρεον, ἀμφὶ σὲ κισσός,
2ἁβρά τε λειμώνων πορφυρέων πέταλα·
3πηγαὶ δʼ ἀργινόεντος ἀναθλίβοιντο γάλακτος,
4εὐῶδες δʼ ἀπὸ γῆς ἡδὺ χέοιτο μέθυ,
5ὄφρα κέ τοι σποδιή τε καὶ ὀστέα τέρψιν ἄρηται,
6εἰ δή τις φθιμένοις χρίμπτεται εὐφροσύνα.
Epigram 23b
1ὦ τὸ φίλον στέρξας, φίλε, βάρβιτον, ὦ σὺν ἀοιδᾷ
2πάντα διαπλώσας καὶ σὺν ἔρωτι βίον.
Epigram 24
1Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε, μῆτερ ὀπώρας,
2οὔλης ἣ σκολιὸν πλέγμα φύεις ἕλικος,
3Τηίου ἡβήσειας Ἀνακρείοντος ἐπʼ ἄκρῃ
4στήλῃ καὶ λεπτῷ χώματι τοῦδε τάφου,
5ὡς ὁ φιλάκρητός τε καὶ οἰνοβαρὴς φιλοκώμοις
6παννυχίσιν κρούων τὴν φιλόπαιδα χέλυν,
7κἠν χθονὶ πεπτηὼς, κεφαλῆς ἐφύπερθε φέροιτο
8ἀγλαὸν ὡραίων βότρυν ἀπʼ ἀκρεμόνων,
9καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸς
10λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων.
Epigram 25
1οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων
2ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω,
3ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δʼ Ἐρώτων,
4τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο.
5μοῦνος δʼ εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων
6ἠέλιον, Λήθης ἐνθάδʼ ἔκυρσε δόμων
7ἀλλʼ ὅτι τὸν χαρίεντα μετʼ ἠιθέοισι Μεγιστέα,
8καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον.
9μολπῆς δʼ οὐ λήγει μελιτερπέος, ἀλλʼ ἔτʼ ἐκεῖνον
10βάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν Ἀίδῃ.
Epigram 26
1ξεῖνε, τάφον παρὰ λιτὸν Ἀνακρείοντος ἀμείβων,
2εἲ τί τοι ἐκ βίβλων ἦλθεν ἐμῶν ὄφελος,
3σπεῖσον ἐμῇ σποδιῇ σπεῖσον γάνος, ὄφρα κεν οἴνῳ
4ὀστέα γηθήσῃ τἀμὰ νοτιζόμενα,
5ὡς ὁ Διωνύσου μεμελημένος εὐάσι κώμοις,
6ὡς ὁ φιλακρήτου σύντροφος ἁρμονίης
7μηδὲ καταφθίμενος Βάκχου δίχα τοῦτον ὑποίσω
8τὸν γενεῇ μερόπων χῶρον ὀφειλόμενον.
Epigram 27
1εἴης ἐν μακάρεσσιν, Ἀνάκρεον, εὖχος Ἰώνων,
2μήτʼ ἐρατῶν κώμων ἄνδιχα, μήτε λύρης·
3ὑγρὰ δὲ δερκομένοισιν ἐν ὄμμασιν οὖλον ἀείδοις,
4αἰθύσσων λιπαρῆς ἄνθος ὕπερθε κόμης,
5ἠὲ πρὸς Εὐρυπύλην τετραμμένος, ἠὲ Μεγιστῆ,
6ἢ Κίκονα Θρῃκὸς Σμερδίεω πλόκαμον,
7ἡδὺ μέθυ βλύζων, ἀμφίβροχος εἵματα Βάκχῳ,
8ἄκρητον λείβων νέκταρ ἀπὸ στολίδων.
9τρισσοῖς γάρ, Μούσαισι, Διωνύσῳ καὶ Ἔρωτι,
10πρέσβυ, κατεσπείσθη πᾶς ὁ τεὸς βίοτος.
Epigram 28
1ὦ ξένε, τόνδε τάφον τὸν Ἀνακρείοντος ἀμείβων,
2σπεῖσόν μοι παριών εἰμὶ γὰρ οἰνοπότης.
Epigram 29
1εὕδεις ἐν φθιμένοισιν, Ἀνάκρεον, ἐσθλὰ πονήσας,
2εὕδει δʼ ἡ γλυκερὴ νυκτιλάλος κιθάρη·
3εὕδει καὶ Σμέρδις, τὸ Πόθων ἔαρ, ᾧ σὺ μελίσδων
4βάρβιτʼ ἀνεκρούου νέκταρ ἐναρμόνιον.
5ἠϊθέων γὰρ Ἔρωτος ἔφυς σκοπός· εἰς δὲ σὲ μοῦνον
6τόξα τε καὶ σκολιὰς εἶχεν ἑκηβολίας.
Epigram 30
1τύμβος Ἀνακρείοντος· ὁ Τήιος ἐνθάδε κύκνος
2εὕδει, χἠ παίδων ζωροτάτη μανίη.
3ἀκμὴν οἱ λυρόεν τι μελίζεται ἀμφὶ Βαθύλλῳ
4ἵμερα, καὶ κισσοῦ λευκὸς ὄδωδε λίθος.
5οὐδʼ Ἀίδης σοι ἔρωτας ἀπέσβεσεν, ἐν δʼ Ἀχέροντος
6ὢν ὅλος ὠδίνεις κύπριδι θερμοτέρῃ.
Epigram 31
1Σμερδίῃ ὦ ἐπὶ Θρῃκὶ τακεὶς καὶ ἐπʼ ἔσχατον ὀστεῦν,
2κώμου καὶ πάσης κοίρανε παννυχίδος,
3τερπνότατε Μούσῃσιν Ἀνάκρεον, ὦ πὶ Βαθύλλῳ
4χλωρὸν ὑπὲρ κυλίκων πολλάκι δάκρυ χέας,
5αὐτόματαί τοι κρῆναι ἀναβλύζοιεν ἀκρήτου,
6κἠκ μακάρων προχοαὶ νέκταρος ἀμβροσίου;
7αὐτόματοι δὲ φέροιεν ἴον, τὸ φιλέσπερον ἄνθος,
8κῆποι, καὶ μαλακῇ μύρτα τρέφοιτο δρόσῳ·
9ὄφρα καὶ ἐν Δηοῦς οἰνωμένος ἁβρὰ χορεύσῃς,
10βεβληκὼς χρυσέην χεῖρας ἐπʼ Εὐρυπύλην.
Epigram 32
1πολλάκι μὲν τόδʼ ἄεισα, καὶ ἐκ τύμβου δὲ βοήσω·
2πίνετε, πρὶν ταύτην ἀμφιβάλησθε, κόνιν,
Epigram 33
1α. πολλὰ πιὼν τέθνηκας, Ἀνάκρεον. β. ἀλλὰ τρυφήσας·
2καὶ σὺ δὲ μὴ πίνων ἵξεαι εἰς Ἀίδην.
Epigram 34
1Πιερικὰν σάλπιγγα, τὸν εὐαγέων βαρὺν ὕμνων
2χαλκευτάν, κατέχει Πίνδαρον ἅδε κόνις,
3οὗ μέλος εἰσαΐων φθέγξαιό κεν, ὥς ἀπὸ Μουσῶν
4ἐν Κάδμου θαλάμοις σμῆνος ἀπεπλάσατο.
Epigram 35
1ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς,
2Πίνδαρος, εὐφώνων Πιερίδων· πρόπολος.
Epigram 36
1αἰεί τοι λιπαρῷ ἐπὶ σήματι, δῖε Σοφόκλεις,
2σκηνίτης μαλακοὺς κισσὸς ἅλοιτο πόδας,
3αἰεί τοι βούπαισι περιστάζοιτο μελίσσαις
4τύμβος, Ὑμηττείῳ λειβόμενος μέλιτι,
5ὡς ἄν τοι ῥείῃ μὲν ἀεὶ γάνος Ἀτθίδι δέλτῳ
6κηρός, ὑπὸ στεφάνοις δʼ αἰὲν ἔχῃς πλοκάμους.
Epigram 37
1α. τύμβος ὅδʼ ἔστʼ, ὤνθρωπε, Σοφοκλέος, ὃν παρὰ Μουσέων
2ἱρὴν παρθεσίην, ἱερὸς ὢν, ἔλαχον·
3ὅς με τὸν ἐκ Φλιοῦντος, ἔτι τρίβολον πατέοντα,
4πρίνινον, ἐς χρύσεον σχῆμα μεθηρμόσατο,
5καὶ λεπτὴν ἐνέδυσεν ἁλουργίδα· τοῦ δὲ θανόντος
6εὔθετον ὀρχηστὴν τῇδʼ ἀνέπαυσα πόδα.
7β. ὄλβιος, ὡς ἁγνὴν ἔλαχες στάσιν ἡ δʼ ἐνὶ χερσὶν
8κούριμος, ἐκ ποίης ἥδε διδασκαλίης;
9α. εἴτε σοὶ Ἀντιγόνην εἰπεῖν φίλον, οὐκ ἂν ἁμάρτοις,
10εἴτε καὶ Ἠλέκτραν ἀμφότεραι γάρ ἄκρον.
Epigram 38
1θεῖος Ἀριστοφάνευς ὑπʼ ἐμοὶ νέκυς· εἰ τινα πεύθῃ],
2κωμικός, ἀρχαίης μνᾶμα χοροστασίης.
Epigram 39
1ὁ τραγικὸν φώνημα καὶ ὀφρυόεσσαν ἀοιδὴν
2πυργώσας στιβαρῇ πρῶτος ἐν εὐεπίῃ,
3Αἰσχύλος Εὐφορίωνος, Ἐλευσινίης ἑκὰς αἴης
4κεῖται, κυδαίνων σήματι Τρινακρίην.
Epigram 40
1Αἰσχύλον ἥδε λέγει ταφίη λίθος ἐνθάδε κεῖσθαι
2τὸν μέγαν, οἰκείης τῆλʼ ἀπὸ Κεκροπίης,
3λευκὰ Γέλα Σικελοῖο παρʼ ὕδατα· τίς φθόνος, αἰαῖ,
4Θησείδας ἀγαθῶν ἔγκοτος αἰὲν ἔχει;
Epigram 41
1ἆ μάκαρ ἀμβροσίῃσι συνέστιε φίλτατε Μούσαις,
2χαῖρε καὶ εἰν Ἀίδεω δώμασι, Καλλίμαχε,
Epigram 42
1ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ,
2ἦ ῥʼ ἐτεὸν κεράων, οὐδʼ ἐλέφαντος ἔης.
3τοῖα γὰρ ἄμμιν ἔφηνας, ἅτʼ οὐ πάρος ἀνέρες ἴδμεν,
4ἀμφί τε ἀθανάτους, ἀμφί τε ἡμιθέους,
5εὖτέ μιν ἐκ Λιβύης ἀναείρας εἰς Ἑλικῶνα
6ἤγαγες ἐν μέσσαις Πιερίδεσσι φέρων
7αἱ δʼ οἱ εἰρομένῳ ἀμφʼ ὠγυγίων ἡρώων
8αἴτια καὶ μακάρων εἶρον ἀμειβόμεναι.
Epigram 43
1χαῖρε μελαμπετάλοις, Εὐριπίδη, ἐν γυάλοισι
2Πιερίας τὸν ἀεὶ νυκτὸς ἔχων θάλαμον
3ἴσθι δʼ ὑπὸ χθονὸς ὤν, ὅτι σοι κλέος ἄφθιτον ἔσται
4ἶσον Ὁμηρείαις ἀενάοις χάρισιν.
Epigram 44
1εἰ καὶ δακρυόεις, Εὐριπίδη, εἷλέ σε πότμος,
2καί σε λυκορραῖσται δεῖπνον ἔθεντο κύνες,
3τὸν σκηνῇ μελίγηρυν ἀηδόνα, κόσμον Ἀθηνῶν,
4τὸν σοφίῃ Μουσέων μιξάμενον χάριτα,
5ἀλλʼ ἔμολες Πελλαῖον ὑπʼ ἠρίον, ὡς ἂν ὁ λάτρις
6Πιερίδων ναίῃς ἀγχόθι Πιερίδων.
Epigram 45
1μνῆμα μὲν Ἑλλὰς ἅπασ’ Εὐριπίδου· ὀστέα δʼ ἴσχει
2γῆ Μακεδών ἢ γὰρ δέξατο τέρμα βίου.
3πατρὶς δʼ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δε Μούσαις
4τέρψας, ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.
Epigram 46
1οὐ σὸν μνῆμα τόδʼ ἔστʼ, Εὐριπίδη, ἀλλὰ σὺ τοῦδε·
2τῇ σῇ γὰρ δόξῃ μνῆμα τόδʼ ἀμπέχεται.
Epigram 47
1ἅπασ’ Ἀχαιὶς μνῆμα σόν, Εὐριπίδη·
2οὔκουν ἄφωνος, ἀλλὰ καὶ λαλητέος.
Epigram 48
1Αἰθαλέοιο πυρὸς σάρκες ῥιπῇσι τρυφηλαὶ
2ληφθεῖσαι, νοτίην ὦσαν ἄπʼ αἰθόμεναι·
3μοῦνα δʼ ἔνεστι τάφῳ πολυδακρύῳ ὀστέα κωφά,
4καὶ πόνος εἰνοδίοις τῇδε παρερχομένοις.
Epigram 49
1ἁ Μακέτις σε κέκευθε τάφου κόνις· ἀλλὰ πυρωθεὶς
2Ζανὶ κεραυνείῳ, γαῖαν ἀπημφίασας.
3τρὶς γὰρ ἐπαστράψας, Εὐριπίδη, ἐκ Διὸς αἰθὴρ
4ἥγνισε τὰν θνατὰν σώματος ἱστορίαν
Epigram 50
1τὴν Εὐριπίδεω μήτʼ ἔρχεο, μήτʼ ἐπιβάλλου,
2δύσβατον ἀνθρώποις οἶμον, ἀοιδοθέτα.
3λείη μὲν γὰρ ἰδεῖν καὶ ἐπίρροθος· ἢν δέ τις αὐτὴν
4εἰσβαίνῃ, χαλεποῦ τρηχυτέρη σκόλοπος·
5ἢν δὲ τὰ Μηδείης Αἰητίδος ἄκρα χαράξῃς,
6ἀμνήμων κείσῃ νέρθεν. ἔα στεφάνους.
Epigram 51
1οὔ σε κυνῶν γένος εἷλʼ, Εὐριπίδη, οὐδὲ γυναικὸς
2οἶστρος, τὸν σκοτίης Κύπριδος ἀλλότριον,
3ἀλλʼ Ἀίδης καὶ γῆρας· ὑπαὶ Μακέτῃ δʼ Ἀρεθούσῃ
4κεῖσαι, ἑταιρείῃ τίμιος Ἀρχέλεω.
5σὸν δʼ οὐ τοῦτον ἐγὼ τίθεμαι τάφον, ἀλλὰ τὰ Βάκχου
6βήματα καὶ σκηνὰς ἐμβάδʼ ˘ ἐρειδομένας.
Epigram 52
1Ἑλλάδος εὐρυχόρου στέφανον καὶ κόσμον ἀοιδῆς,
2Ἀσκραῖον γενεὴν Ἡσίοδον κατέχω.
Epigram 53
1Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδʼ ἀνέθηκα,
2ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον.
Epigram 54
1Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος
2ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει
3Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν
4ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης.
Epigram 55
1Λοκρίδος ἐν νέμεϊ σκιερῷ νέκυν Ἡσιόδοιο
2νύμφαι κρηνίδων λοῦσαν ἀπὸ σφετέρων,
3καὶ τάφον ὑψώσαντο· γάλακτι δὲ ποιμένες αἰγῶν
4ἔρραναν, ξανθῷ μιξάμενοι μέλιτι·
5τοίην γὰρ καὶ γῆρυν ἀπέπνεεν ἐννέα Μουσέων
6ὁ πρέσβυς καθαρῶν γευσάμενος λιβάδων.
Epigram 56
1ἦν ἄρα Δημοκρίτοιο γέλως τόδε, καὶ τάχα λέξει·
2“ οὐκ ἔλεγον γελόων, Πάντα πέλουσι γέλως;
3καὶ γὰρ ἐγὼ σοφίην μετʼ ἀπείρονα, καὶ στίχα βίβλων
4τοσσατίων, κεῖμαι νέρθε τάφοιο γέλως.”
Epigram 57
1καὶ τίς ἔφυ σοφὸς ὧδε; τίς ἔργον ἔρεξε τοσοῦτον,
2ὅσσον ὁ παντοδαὴς ἤνυσε Δημόκριτος;
3ὃς θάνατον παρεόντα τρίʼ ἤματα δώμασιν ἔσχεν,
4καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν.
Epigram 58
1εἰ καὶ ἀμειδήτων νεκύων ὑπὸ γαῖαν ἀνάσσεις,
2Φερσεφόνη, ψυχὴν δέχνυσο Δημοκρίτου
3εὐμενέως γελόωσαν, ἐπεὶ καὶ σεῖο τεκοῦσαν
4ἀχνυμένην ἐπὶ. σοὶ μοῦνος ἔκαμψε γέλως.
Epigram 59
1Πλούτων δέξο μάκαρ Δημόκριτον, ὥς κεν ἀνάσσων
2αἰὲν ἀμειδήτων καὶ γελόωντα λάχοις.
Epigram 60
1σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ
2ἐνθάδε κεῖται ἀνὴρ θεῖος Ἀριστοκλέης
3εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον,
4οὗτος ἔχει πλεῖστον, καὶ φθόνον οὐ φέρεται.
Epigram 61
1γαῖα μὲν ἐν κόλποις κρύπτει τόδε σῶμα Πλάτωνος,
2ψυχὴ δʼ ἀθάνατον τάξιν ἔχει μακάρων
3υἱοῦ Ἀρίστωνος, τόν τις καὶ τηλόθι ναίων
4τιμᾷ ἀνὴρ ἀγαθός, θεῖον ἰδόντα βίον.
Epigram 62
αἰετέ
1α. αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον ; ἢ τίνος, εἰπέ,
2ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις;
3β. ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπον
4εἰκών· σῶμα δὲ γῆ γηγενὲς Ἀτθὶς ἔχει.
Epigram 63
1τὸν κύνα Διογένη, νεκυοστόλε, δέξο με, πορθμεῦ,
2γυμνώσαντα βίου παντὸς ἐπισκύνιον.
Epigram 64
1α. εἰπέ, κύον, τίνος ἀνδρὸς· ἐφεστὼς σῆμα φυλάσσεις;
2β. τοῦ Κυνός. α. ἀλλὰ τίς ἦν οὗτος ἀνὴρ ὁ κύων;
3β. Διογένης. α. γένος εἰπέ. β. Σίνωπεύς. α. ὃς
4πίθον ᾤκει ;
5β. καὶ μάλα· νῦν δὲ θανὼν ἀστέρας οἶκον ἔχει.
Epigram 65
1Διογένευς τόδε σῆμα, σοφοῦ κυνός, ὅς ποτε θυμῷ
2ἄρσενι γυμνήτην ἐξεπόνει βίοτον,
3ᾧ μία τις πήρα, μία διπλοΐς, εἷς ἅμʼ ἐφοίτα
4σκίπων, αὐτάρκους ὅπλα σαοφροσύνας.
5ἀλλὰ τάφου τοῦδʼ ἐκτὸς ἴτʼ, ἄφρονες, ὡς ὁ Σινωπεὺς
6ἐχθαίρει φαῦλον πάντα καὶ εἰν Ἀίδῃ.
Epigram 66
1βάκτρον καὶ πήρη καὶ διπλόον εἷμα σοφοῖο
2Διογένευς βιότου φόρτος ὁ κουφότατος.
3πάντα φέρω πορθμῆι· λέλοιπα γὰρ οὐδὲν ὑπὲρ γῆς·
4ἀλλὰ κύον σαίνοις Κέρβερε τόν με κύνα.
Epigram 67
1Ἀίδεω λυπηρὲ διήκονε, τοῦτʼ Ἀχέροντος
2ὕδωρ ὃς πλώεις πορθμίδι κυανέῃ,
3δέξαι μʼ, εἰ καί σοι μέγα βρίθεται ὀκρυόεσσα
4βᾶρις ἀποφθιμένων, τὸν κύνα Διογένην.
5ὄλπη μοι καὶ πήρη ἐφόλκια, καὶ τὸ παλαιὸν
6ἔσθος, χὠ φθιμένους ναυστολέων ὀβολός.
7πάνθʼ ὅσα κἠν ζωοῖς ἐπεπάμεθα, ταῦτα παρʼ ᾍδαν
8ἔρχομʼ ἔχων λείπω δʼ οὐδὲν ὑπʼ ἠελίῳ.
Epigram 68
1Ἄϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων,
2ὃς βαθὺ πορθμεύεις τοῦτʼ Ἀχέροντος ὕδωρ,
3εἰ καί σοι βέβριθεν ὑπʼ εἰδώλοισι καμόντων
4ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα.
5ὄλπην καὶ σκίπωνα φέρω, καὶ διπλόον εἷμα,
6καὶ πήρην, καὶ σοὶ ναυτιλίης ὀβολόν.
7καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω,
8εἶχον· ὑπʼ ἠελίου δʼ οὔ τι λέλοιπα φάει.
Epigram 69
1Κέρβερε δειμαλέην ὑλακὴν νεκύεσσιν ἰάλλων,
2ἤδη φρικαλέον δείδιθι καὶ σὺ νέκυν·
3Ἀρχίλοχος τέθνηκε· φυλάσσεο θυμὸν ἰάμβων
4δριμύν, πικροχόλου τικτόμενον στόματος.
5οἶσθα βοῆς κείνοιο μέγα σθένος, εὖτε Λυκάμβεω
6νηῦς μία σοι δισσὰς ἤγαγε θυγατέρας.
Epigram 70
1νῦν πλέον ἢ τὸ πάροιθε πύλας κρατεροῖο βερέθρου
2ὄμμασιν ἀγρύπνοις τρισσὲ φύλασσε κύον.
3εἰ γὰρ φέγγος ἔλειπον ἀλυσκάζουσαι ἰάμβων
4ἄγριον Ἀρχιλόχου φλέγμα Λυκαμβιάδες,
5πῶς οὐκ ἂν προλίποι σκοτίων πυλεῶνας ἐναύλων
6νεκρὸς ἅπας, φεύγων τάρβος ἐπεσβολίης;
Epigram 71
1σῆμα τόδʼ Ἀρχιλόχου παραπόντιον, ὅς ποτε πικρὴν
2μοῦσαν ἐχιδναίῳ πρῶτος ἔβαψε χόλῳ,
3αἱμάξας Ἑλικῶνα τὸν ἥμερον. οἶδε Λυκάμβης,
4μυρόμενος τρισσῶν ἅμματα θυγατέρων.
5ἠρέμα δὴ παράμειψον, ὁδοιπόρε, μή ποτε τοῦδε
6κινήσῃς τύμβῳ σφῆκας ἐφεζομένους.
Epigram 72
1χαῖρε, Νεοκλείδα, δίδυμον γένος, ὧν ὁ μὲν ὑμῶν
2πατρίδα δουλοσύνας ῥύσαθʼ, ὁ δʼ ἀφροσύνας.
Epigram 73
1ἀντὶ τάφου λιτοῖο θὲς Ἑλλάδα, θὲς δʼ ἐπὶ ταύταν
2δούρατα, βαρβαρικᾶς σύμβολα ναυφθορίας,
3καὶ τύμβῳ κρηπῖδα περίγραφε Περσικὸν Ἄρη
4καὶ Ξέρξην· τούτοις θάπτε Θεμιστοκλέα.
5στάλα δʼ ἁ Σαλαμὶς ἐπικείσεται, ἔργα λέγουσα
6τἀμά τί με σμικροῖς τόν μέγαν ἐντίθετε;
Epigram 74
1τοῦτο Θεμιστοκλεῖ ξένον ἠρίον εἵσατο Μάγνης
2λαός, ὅτʼ ἐκ Μήδων πατρίδα ῥυσάμενος
3ὀθνείην ὑπέδυ χθόνα καὶ λίθον. ἦ θέλεν οὕτως
4ὁ φθόνος· αἱ δʼ ἀρεταὶ μεῖον ἔχουσι γέρας.
Epigram 75
1Στασίχορον, ζαπληθὲς ἀμέτρητον στόμα Μούσης,
2ἐκτέρισεν Κατάνας αἰθαλόεν δάπεδον,
3οὗ, κατὰ Πυθαγόρου φυσικὰν φάτιν, ἁ πρὶν Ὁμήρου
4ψυχὰ ἐνὶ στέρνοις δεύτερον ᾠκίσατο.
Epigram 76
1Ἐμπορίης λήξαντα Φιλόκριτον, ἄρτι δʼ ἀρότρου
2γευόμενον, ξείνῳ Μέμφις ἔκρυψε τάφῳ,
3ἔνθα δραμὼν Νείλοιο πολὺς ῥόος ὕδατι λάβρῳ
4τἀνδρὸς τὴν ὀλίγην βῶλον ἀπημφίασε.
5καὶ ζωὸς μὲν ἔφευγε πικρὴν ἅλα· νῦν δὲ καλυφθεὶς
6κύμασι ναυηγὸν σχέτλιος ἔσχε τάφον.
Epigram 77
1οὗτος ὁ τοῦ Κείοιο Σιμωνίδεω ἐστὶ σαωτήρ,
2ὃς καὶ τεθνηὼς ζῶντʼ ἀπέδωκε χάριν.
Epigram 78
1Πρηΰτερον γῆράς σε, καὶ οὐ κατὰ νοῦσος ἀμαυρὴ
2ἔσβεσεν εὐνήθης δʼ ὕπνον ὀφειλόμενον,
3ἄκρα μεριμνήσας, Ἐρατόσθενες· οὐδὲ Κυρήνη
4μαῖά σε πατρῴων ἐντὸς ἔδεκτο τάφων,
5Ἀγλαοῦ υἱέ· φίλος δὲ καὶ ἐν ξείνῃ κεκάλυψαι
6πὰρ τόδε Πρωτῆος κράσπεδον αἰγιαλοῦ.
Epigram 79
1α. ὤνθρωπʼ, Ἡράκλειτος ἐγὼ σοφὰ μοῦνος ἀνευρεῖν
2φαμί τὰ δʼ ἐς πάτραν κρέσσονα καὶ σοφίης·
3λὰξ γὰρ καὶ τοκεῶνας, ἰὼ ξένε, δύσφρονας ἄνδρας
4ὑλάκτευν. β. λαμπρὰ θρεψαμένοισι χάρις.
5α. οὐκ ἀπʼ ἐμεῦ; β. μὴ τρηχύς. α. ἐπεὶ τάχα καὶ σύ τι πεύσῃ
6τρηχύτερον Πάτρας. β. χαῖρε. α. σὺ δʼ ἐξ Ἐφέσου.
Epigram 80
1εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ
2ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι
3ἥλιον ἐν λέσχῃ κατεδύσαμεν ἀλλὰ σὺ μέν που,
4ξεῖνʼ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή·
5αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων
6ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.
Epigram 81
1ἑπτὰ σοφῶν, Κλεόβουλε, σὲ μὲν τεκνώσατο Λίνδος
2φατὶ δὲ Σισυφία χθὼν Περίανδρον ἔχειν
3Πιττακὸν ἁ Μιτυλᾶνα· Βίαντα δὲ δῖα Πριήνη·
4Μίλητος δὲ Θαλῆν, ἄκρον ἔρεισμα Δίκας·
5ἁ Σπάρτα Χίλωνα· Σόλωνα δὲ Κεκροπὶς αἶα,
6πάντας ἀριζάλου σωφροσύνας φύλακας.
Epigram 82
1Δωρίδος ἐκ Μούσης κεκορυθμένον ἀνέρα Βάκχῳ
2καὶ Σατύροις Σικελὸν τῇδʼ Ἐπίχαρμον ἔχω.
Epigram 83
1τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψασ’ ἀνέδειξεν,
2ἀστρολόγων πάντων πρεσβύτατον σοφίῃ.
Epigram 84
1ἦ ὀλίγον τόδε σᾶμα, τὸ δὲ κλέος οὐρανόμηκες
2τοῦ πολυφροντίστου τοῦτο Θάλητος ὅρη.
Epigram 85
1γυμνικὸν αὖ ποτʼ ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ,
2τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου.
3αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυς
4οὐκέθʼ ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο.
Epigram 86
1ἡ Μήδων ἄδικον παύσασ’ ὕβριν ἥδε Σόλωνα
2τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν.
Epigram 87
1σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ,
2ὀστὰ δʼ ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες·
3ψυχὴν δʼ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον εὖ γὰρ
4θῆκε νόμοις ἀστοῖς ἄχθεα κουφότατα.
Epigram 88
1Φωσφόρε σοί Πολύδευκες ἔχω χάριν, οὕνεκεν υἱὸς
2Χίλωνος πυγμῇ χλωρὸν ἕλεν κότινον
3εἰ δʼ ὁ πατὴρ στεφανοῦχον ἰδὼν 〈τέκνον〉 ἤμυσεν ἡσθείς,
4οὐ νεμεσητὸν ἐμοὶ τοῖος ἴτω θάνατος.
Epigram 89
1ξεῖνος Ἀταμνείτης τις ἀνείρετο Πιττακὸν οὕτω
2τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον·
3“ ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ
4νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ·
5ἡ δʼ ἑτέρη προβέβηκε. τί λώιον; εἰ δʼ ἄγε σύν μοὶ
6βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.”
7εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,
8Ἡνιδʼ, ἐκεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος·
9ʽὁἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες
10ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ·̓
11κείνων ἔρχεο, φησί, μετʼ ἴχνια. χὠ μὲν ἐπέστη
12πλησίον· οἱ δʼ ἔλεγον τὴν κατὰ σαυτὸν ἔλα.
13ταῦτʼ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου
14δράξασθαι, παίδων κληδόνα συνθέμενος.
15τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἶκον ἐπήγετο νύμφην,
16οὕτω καὶ σὺ γʼ ἰὼν τὴν κατὰ σαυτὸν ἔλα.
Epigram 90
1κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει
2ἥδε Βίαντα πέτρη, κόσμον Ἴωσι μέγαν.
Epigram 91
1τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς
2εἰς Ἀίδην, πολιῷ γήραϊ νιφόμενον
3εἶπε γάρ, εἶπε δίκην Βίαντα τινός· εἶτʼ ἀποκλινθεὶς
4παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον.
Epigram 92
1ἐς Σκυθίην Ἀνάχαρσις ὅτʼ ἤλυθε πολλὰ μογήσας,
2πάντας ἔπειθε βιοῦν ἤθεσιν ἑλλαδικοῖς·
3τὸν δʼ ἔτι μῦθον ἄκραντον ἐνὶ στομάτεσσιν ἔχοντα
4πτηνὸς ἐς ἀθανάτους ἥρπασεν ὦκα δόναξ,
Epigram 93
εἰς Φερεκύδην
1τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δέ τι πάσχω,
2Πυθαγόρῃ τῷ μῷ λέγε ταῦθʼ, ὅτι πρῶτος ἀπάντων
3ἔστιν ἀνʼ Ἑλλάδα γῆν. οὐ ψεύδομαι ὧδʼ ἀγορεύων.
Epigram 94
1ἐνθάδε, πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας
2οὐρανίου κόσμου, κεῖται Ἀναξαγόρας.
Epigram 95
1ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν,
2καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας·
3ἀλλʼ ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον· ὁ δʼ αὑτὸν
4ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης,
Epigram 96
1πῖνέ νυν ἐν Διὸς ὤν, ὦ Σώκρατες· ἦ σε γὰρ ὄντως
2καὶ σοφὸν εἶπε θεὸς, καὶ θεὸς ἡ Σοφία.
3πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς σὺ ἐδέξω,
4αὐτοὶ δʼ ἐξέπιον τοῦτο τεῷ στόματι.
Epigram 97
1οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον,
2ἀλλʼ ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι·
3παιδείης γὰρ ἑῆς Ἑλληνικὰ πράγματα δείξας,
4ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.
Epigram 98
1εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται
2φεύγειν κατέγνων τοῦ φίλου χάριν Κύρου,
3ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν
4οὕτως ἀρέσκῃ κεῖθι καὶ μένειν ἔγνως.
Epigram 99
1δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ
2Μοῖραι ἐπέκλωσαν δή ποτε γεινομέναις·
3σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκον ἔργων
4δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν·
5κεῖσαι δʼ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς,
6ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.
Epigram 100
1νῦν ὅτε μηδέν, Ἄλεξις, ὅσον μόνον εἶφʼ, ὅτι καλός,
2ὦπται, καὶ πάντῃ πᾶσι περιβλέπεται.
3θυμέ, τί μηνύεις κυσὶν ὀστέον, εἶτʼ ἀνιήσει
4ὕστερον; οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;
Epigram 101
1ἀλλʼ εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι,
2οὐκ ἂν ἔπεισὲ μέ τις τόδε λέξαι,
3ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος· οὐ γὰρ ἀθυμῶν
4κάτθανεν ἂν διά τι σφόδρα μικρόν.
Epigram 102
1χαλκῇ προσκόψας λεκάνῃ ποτέ, καὶ τὸ μέτωπον
2“ πλήξας, ἴαχεν ὤ σύντονον, εἶτʼ ἔθανεν,
3ὁ πάντα πάντη Ξενοκράτης ἀνὴρ γεγώς.”
Epigram 103
1μνήματι τῷδε Κράτητα θεουδέα καὶ Πολέμωνα
2ἔννεπε κρύπτεσθαι, ξεῖνε, παρερχόμενος,
3ἄνδρας ὁμοφροσύνῃ μεγαλήτορας, ὧν ἀπὸ μῦθος
4ἱερὸς ἤισσεν δαιμονίου στόματος,
5καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμει
6αἰῶνʼ ἀστρέπτοις δόγμασι πειθόμενος.
Epigram 104
1Ἀρκεσίλαε, τί μοι τί τοσοῦτον ἄκρητον ἀφειδῶς
2ἔσπασας, ἔσπασας φρενῶν ἐκτὸς ὄλισθες ἑῶν;
3οἰκτείρω σ’ οὐ τόσσον ἐπεὶ θάνες, ἀλλʼ ὅτι Μούσας
4ὕβρισας, οὐ μετρίῃ χρησάμενος κύλικι.
Epigram 105
1καί σέο, Λακύδη, φάτιν ἔκλυον, ὡς ἄρα καί σε
2Βάκχος ἑλὼν ἀίδην ποσσὶν ἔσυρεν ἄκροις.
3ἦ σαφὲς ἦν Διόνυσος ὅτʼ ἀν πολὺς ἐς δέμας ἔλθῃ,
4λῦσε μέλη· διὸ δὴ μήτι Λυαῖος ἔφυ;
Epigram 106
1χαίρετε καὶ μέμνησθε τὰ δόγματα· τοῦτʼ Ἐπίκουρος
2ὕστατον εἶπε φίλοις οἷσιν ἀποφθίμενος·
3θερμὴν ἐς πύελον γὰρ ἐσήλυθε, καὶ τὸν ἄκρητον
4ἔσπασεν, εἶτʼ ἀίδην ψυχρὸν ἐπεσπάσατο.
Epigram 107
1μέλλων Εὐρυμέδων ποτʼ Ἀριστοτέλην ἀσεβείας
2γράψασθαι, Δηοῦς μύστιδος ὢν πρόπολος,
3ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε· τοῦτʼ ἀκονιτὶ
4ἦν ἄρα νικῆσαι συκοφάσεις ἀδίκους.
Epigram 108
1καὶ πῶς εἰ μὴ Φοῖβος ἀνʼ Ἑλλάδα φύσε Πλάτωνα,
2ψυχὰς ἀνθρώπων γράμμασιν ἠκέσατο;
3καὶ γὰρ ὁ τοῦδε γεγὼς Ἀσκληπιός ἐστιν ἰητὴρ
4σώματος, ὡς ψυχῆς ἀθανάτοιο Πλάτων.
Epigram 109
1Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα,
2τὸν μὲν ἵνα ψυχήν, τὸν δʼ ἵνα σῶμα σάοι
3δαισάμενος δὲ γάμον, πόλιν ἤλυθεν ἥν ποθʼ ἑαυτῷ
4ἔκτισε, καὶ δαπέδῳ Ζηνὸς ἐνιδρύσατο.
Epigram 110
1οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη,
2ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενον
3δὴ γὰρ καὶ Θεόφραστος ἕως ἐπόνει μὲν ἄπηρος
4ἦν δέμας, εἶτʼ ἀνεθεὶς κάτθανε πηρομελής.
Epigram 111
1λεπτὸς ἀνὴρ δέμας ἦν — εἰ μὴ προσέχῃς, ἀπόχρη μοι·
2Στράτωνα τοῦτʼ οὖν φημί γε,
3Λάμψακος ὃν ποτʼ ἔφυσεν ἀεὶ δὲ νόσοισι παλαίων
4θνῄσκει λαθὼν, οὐδʼ ᾔσθετο.
Epigram 112
1οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς
2κάτθανε· θαυμάζω τοῦτο μάλιστα δʼ ἐγώ,
3τὴν οὕτως ἀίδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶν
4ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ.
Epigram 113
1ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον
2ἰὸν ἔχουσα πολὺν
3ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπʼ ὀμμάτων,
4ἀλλʼ ἀίδην μέλανα.
Epigram 114
1ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη,
2ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι δράκων
3ἀλλὰ διεψεύσθης σεσοφισμένε· δὴ γὰρ ὁ μὲν θὴρ
4ἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὢν, ἑάλως.
Epigram 115
1τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκώς,
2ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν.
3ἀλλʼ ἔθανες φθισικός, τάχʼ ἐρεῖ τις ἴσως· τί δὲ τοῦτο;
4πάντως εἰς ἀίδην δεῖ τινʼ ὁδηγὸν ἔχειν.
Epigram 116
1Διόγενες, ἄγε λέγε, τίς ἔλαβέ σε μόρος
2ἐς Ἄϊδος; ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.
Epigram 117
1ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον,
2Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ·
3ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ,
4αἵρεσιν ἀτρέστου αἵρεσιν ἐλευθερίης.
5εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; ἦν καὶ ὁ Κάδμος
6κεῖνος, ἀφʼ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα.
Epigram 118
1τὸν Κιτιέα Ζήνωνα θανεῖν λόγος ὡς ὑπὸ γήρως
2πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος
3οἱ δʼ ὅτι προσκόψας ποτʼ ἔφη χερὶ γᾶν ἀλοήσας,
4ἔρχομαι αὐτόματος· τί δὴ καλεῖς με;
Epigram 119
1ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα
2κεῖνʼ, ἐφʼ ὅτῳ κλεινὴν ἤγαγε βουθυσίην.
Epigram 120
1καὶ ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα
2φασὶν ἐποικτεῖραι, καὶ τόδε φάσθαι ἔπος·
3“ παῦσαι, μηδὲ ῥάπιζʼ, ἐπειὴ φίλου ἀνέρος ἐστὶ
4ψυχή, τὴν ἔγνων, φθεγξαμένης ἀίων.”
Epigram 121
1οὐ μόνος ἐμψύχων ἄπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς·
2τίς γὰρ ὃς ἐμψύχων ἥψατο, Πυθαγόρη;
3ἀλλʼ ὅταν ἑψηθῇ τι καὶ ὀπτηθῇ καὶ ἁλισθῇ
4δὴ τότε καὶ ψυχὴν οὐκ ἔχον ἐσθίομεν.
Epigram 122
1αἰαῖ, Πυθαγόρης τί τόσον κυάμους ἐσεβάσθη,
2καὶ θάνε φοιτηταῖς ἄμμιγα τοῖς ἰδίοις;
3χωρίον ἦν κυάμων ἵνα μὴ τούτους δὲ πατήσῃ
4ἐξ Ἀκραγαντίνων κάτθανʼ ἐνὶ τριόδῳ.
Epigram 123
1καὶ σὺ ποτʼ, Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας
2πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθάνατον
3οὐκ ἐρέω δʼ ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης,
4ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων.
Epigram 124
1ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος ὥς ποτʼ ἀμάξης
2ἔκπεσε, καὶ μηρὸν κλάσσατο δεξιτερὸν
3εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν,
4πῶς ἂν ἔτʼ ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος;
Epigram 125
1εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων,
2καὶ πόντος ποταμῶν μείζονʼ ἔχει δύναμιν,
3φαμὶ τοσοῦτον ἐγὼ σοφίᾳ προέχειν Ἐπίχαρμον,
4ὃν πατρὶς ἐστεφάνωσ’ ἅδε Συρακοσίων.
Epigram 126
1τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύειν
2εἰ γὰρ καὶ μὴ δρᾷς, ἀλλὰ δοκεῖς, ἀτυχεῖς.
3οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη,
4ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν.
Epigram 127
1πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν
2ὧδε διαντλήσας δύσμορος, εἶτʼ ἔθανεν
3σῶμα γὰρ ἀρδεύουσα κακὴ νόσος ὕδατι, φέγγος
4ἔσβεσεν ἐκ βλεφάρων καὶ σκότον ἠγάγετο.
Epigram 128
1Ἡράκλειτος ἐγώ· τί μʼ ἄνω κάτω ἕλκετʼ ἄμουσοι;
2οὐχ ὑμῖν ἐπόνουν, τοῖς δʼ ἔμʼ ἐπισταμένοις.
3εἷς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δʼ ἀνάριθμοι
4οὐδείς. ταῦτʼ αὐδῶ καὶ παρὰ Περσεφόνῃ.
Epigram 129
1ἤθελες, ὦ Ζήνων, καλὸν ἤθελες, ἄνδρα τύραννον
2κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν
3ἀλλʼ ἐδάμης· δὴ γάρ σε λαβὼν ὁ τύραννος ἐν ὅλμῳ
4κόψε· τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ.
Epigram 130
1καὶ σεῦ, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρʼ Ἀθηνῶν
2ἔκ ποτʼ ἰὼν καθʼ ὁδὸν πρέσβυς ἐὼν ἔθανες·
3εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις· ἀλλὰ σὺ
4μέν που
5Παλλάδος ἄστυ φύγες, Πλουτέα δʼ οὐκ ἔφυγες.
Epigram 131
1Πρωταγόρην λόγος ὧδε θανεῖν φέρει· ἀλλὰ γὰρ † οὔτι
2ἥκατο σῶμα γαῖαν, ψυχὰ δʼ ἇλτο σοφοῖς.
Epigram 132
1καὶ σέο, Πρωταγόρη, σοφίης ἴδμεν βέλος ὀξύ,
2ἀλλʼ οὐ τιτρῶσκον, † "ὢν δὲ γλυκὺ {"κρῆμα.˘
Epigram 133
1πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα, θύλακός ἐστι·
2πτίσσετʼ, Ἀνάξαρχος δʼ ἐν Διός ἐστι πάλαι·
3καὶ σὲ διαστείλασα γνάφοις ὀλίγον τάδε λέξει
4ῥήματα Περσεφόνη· ἔρρε μυλωθρὲ κακέ.
Epigram 134
1ἐνθάδε Γοργίου ἡ κεφαλὴ κυνικοῦ κατάκειμαι,
2οὐκέτι χρεμπτομένη, οὔτʼ ἀπομυσσομένη.
Epigram 135
1Θεσσαλὸς Ἱπποκράτης, Κῷος γένος, ἐνθάδε κεῖται,
2Φοίβου ἀπὸ ῥίζης ἀθανάτου γεγαώς.
3πλεῖστα τρόπαια νόσων στήσας ὅπλοις Ὑγιείης,
4δόξαν ἑλὼν πολλῶν οὐ τύχᾳ, ἀλλὰ τέχνᾳ.
Epigram 136
1ἥρωος Πριάμου βαιὸς τάφος· οὐχ ὅτι τοίου
2ἄξιος, ἀλλʼ ἐχθρῶν χερσὶν ἐχωννύμεθα.
Epigram 137
1μή με τάφῳ σύγκρινε τὸνἝκτορα, μηδʼ ἐπὶ τύμβῳ
2μέτρει τὸν πάσης Ἑλλάδος ἀντίπαλον,
3Ἰλιάς, τὐτὸς Ὅμηρος ἐμοὶ τάφος, Ἑλλάς, Ἀχαιοὶ
4φεύγοντες — τούτοις πᾶσιν ἐχωννύμεθα·
5[εἰ δʼ ὀλίγην ἀθρεῖς ἐπʼ ἐμοὶ κόνιν, οὐκ ἐμοὶ αἶσχος·
6Ἑλλήνων ἐχθραῖς χερσὶν ἐχωννύμεθα.]
Epigram 138
1Ἕκτορ Ὁμηρείῃσιν ἀεὶ βεβοημένε βίβλοις,
2θειοδόμου τείχευς ἕρκος ἐρυμνότατον,
3ἐν σοὶ Μαιονίδης ἀνεπαύσατο· σοῦ δὲ θανόντος,
4Ἕκτορ, ἐσιγήθη καὶ σελὶς Ἰλιάδος.
Epigram 139
1Ἕκτορι μὲν Τροίη συγκάτθανεν, οὐδʼ ἔτι χεῖρας
2ἀντῆρεν Δαναῶν παισὶν ἐπερχομένοις·
3Πέλλα δʼ Ἀλεξάνδρῳ συναπώλετο. πατρίδες ἆρα
4ἀνδράσιν, οὐ πάτραις ἄνδρες ἀγαλλόμεθα.
Epigram 140
1καὶ γενέταν τοῦ νέρθε καὶ οὔνομα καὶ χθόνα φώνει,
2στάλα, καὶ ποίᾳ κηρὶ δαμεὶς ἔθανε. —
3“πατὴρ μὲν Πρίαμος, γᾶ δʼ Ἴλιον, οὔνομα δʼ Ἕκτωρ,
4ὦνερ, ὑπὲρ πάτρας δʼ ὤλετο μαρνάμενος.”
Epigram 141
1Θεσσαλὲ Πρωτεσίλαε, σὲ μὲν πολὺς ᾅσεται αἰὼν,
2Τροίᾳ ὀφειλομένου πτώματος ἀρξάμενου·
3σῆμα δέ τοι πτελέῃσι συνηρεφὲς ἀμφικομεῦσι
4νύμφαι, ἀπεχθομένης Ἰλίου ἀντιπέρας·
5δένδρα δὲ δυσμήνιτα, καὶ ἢν ποτὶ τεῖχος ἴδωσι
6Τρώιον, αὐαλέαν φυχλλοχοεῦντι κόμην,
7ὅσσος ἐν ἡρώεσσι τότʼ ἦν χόλος, εἰ μέρος ἀκμὴν
8ἐχθρὸν ἐν ἀψύχοις σώζεται ἀκρεμόσιν ;
Epigram 142
1τύμβος Ἀχιλλῆος ῥηξήνορος, ὃν ποτʼ Ἀχαιοὶ
2δώμησαν, Τρώων δεῖμα καὶ ἐσσομένων
3αἰγιαλῷ δὲ νένευκεν, ἵνα στοναχῇσι θαλάσσης
4κυδαίνοιτο πάις τῆς ἁλίας Θέτιδος.
Epigram 143
1ἄνδρε δύω φιλότητι καὶ ἐν τεύχεσσιν ἀρίστω,
2χαίρετον, Αἰακίδη, καὶ σύ, Μενοιτιάδη.
Epigram 144
1ἡδυεπὴς Νέστωρ Πύλιος Νηλήιος ἥρως
2ἐν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριγέρων.
Epigram 145
1ἅδʼ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαι
2Αἴαντος τύμβῳ κειραμένα πλοκάμους,
3θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἰ παρʼ Ἀχαιοῖς
4ἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ δύναται.
Epigram 146
1σῆμα παρʼ Αἰάντειον ἐπὶ Ῥοιτηίσιν ἀκταῖς
2θυμοβαρὴς Ἀρετὰ μύρομαι ἑζομένα,
3ἀπλόκαμος, πινόεσσα, διὰ κρίσιν ὅττι Πελασγῶν
4οὐκ ἀρετὰ νικᾶν ἔλλαχεν, ἀλλὰ δόλος.
5τεύχεα δʼ ἂν λέξειεν Ἀχιλλέος· “ἄρσενος ἀκμᾶς,
6οὐ σκολιῶν μύθων ἄμμες ἐφιέμεθα.”
Epigram 147
1μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας,
2νηυσὶ βαρὺν Τρώων, Αἶαν, ἔμεινας ἄρην·
3οὐδέ σε χερμαδίων ὦσεν κτύπος, οὐ νέφος ἰῶν,
4οὐ πῦρ, οὐ δοράτων, οὐ ξιφέων πάταγος·
5ἀλλʼ αὔτως προβλής τε καὶ ἔμπεδος, ὥς τις ἐρίπνα
6ἱδρυθείς, ἔτλης λαίλαπα δυσμενέων.
7εἰ δέ σε μὴ τεύχεσσιν Ἀχιλλέος ὥπλισεν Ἑλλάς,
8ἄξιον ἀντʼ ἀρετᾶς ὅπλα ποροῦσα γέρας,
9Μοιράων βουλῇσι τάδʼ ἤμπλακεν, ὡς ἂν ὑπʼ ἐχθρῶν
10μή τινος, ἀλλὰ σὺ σῇ πότμον ἕλῃς παλάμῃ.
Epigram 148
1σῆμα τόδʼ Αἴαντος Τελαμωνίου, ὃν κτάνε Μοῖρα,
2αὐτοῦ χρησαμένα καὶ χερὶ καὶ ξίφεϊ.
3οὐδὲ γὰρ ἐν θνητοῖσι δυνήσατο καὶ μεμαυῦα
4εὑρέμεναι Κλωθὼ τῷδʼ ἕτερον φονέα.
Epigram 149
1κεῖται ἐνὶ Τροίῃ Τελαμώνιος, οὔ τινι δʼ ἔμπης
2ἀντιβίων ὀπάσας εὖχος ἑοῦ θανάτου·
3τόσσης γὰρ Χρόνος ἄλλον ἐπάξιον ἀνέρα τόλμης
4οὐχ εὑρὼν, παλάμῃ θῆκεν ὑπʼ αὐτοφόνῳ.
Epigram 150
1Αἴας ἐν Τροίῃ μετὰ μυρίον εὖχος ἀέθλων
2μέμφεται οὐκ ἐχθροῖς κείμενος, ἀλλὰ φίλοις.
Epigram 151
1Ἕκτωρ Αἴαντι ξίφος ὤπασεν, Ἕκτορι δʼ Αἴας
2ζωστῆρʼ· ἀμφοτέρων ἡ χάρις εἷς θάνατος.
Epigram 152
1πικρὴν ἀλλήλοις Ἕκτωρ χάριν ἠδὲ φέρασπις
2Αἴας ἐκ πολέμου μνῆμʼ ἔπορον φιλίης·
3Ἕκτωρ γὰρ ζωστῆρα λαβὼν ξίφος ἔμπαλι δῶκε·
4τὴν δὲ χάριν δώρων πείρασαν ἐν θανάτῳ·
5τὸ ξίφος εἷλʼ Αἴαντα μεμηνότα, καὶ πάλι ζωστὴρ
6εἵλκυσε Πριαμίδην δίφρια συρόμενον.
7οὕτως ἐξ ἐχθρῶν αὐτοκτόνα πέμπετο δῶρα,
8ἐν χάριτος προφάσει μοῖραν ἔχοντα μόρου.
Epigram 153
1χαλκῆ παρθένος εἰμί, Μίδα δʼ ἐπὶ σήματι κεῖμαι.
2ἔστʼ ἂν ὕδωρ τε νάῃ, καὶ δένδρεα μακρὰ τεθήλῃ,
3αὐτοῦ τῇδε μένουσα πλουκλαύτῳ ἐπὶ τύμβῳ,
4ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται.
Epigram 154
εἰς Κόροίβον
1κοινὸν ἐγὼ Μεγαρεῦσι καὶ Ἰναχίδαισιν ἄθυρμα
2ἵδρυμαι, Ψαμάθης ἔκδικον οὐλομένης·
3εἰμὶ δὲ Κὴρ τυμβοῦχος· ὁ δὲ κτείνας με Κόροιβος·
4κεῖται δʼ ὧδʼ ὑπʼ ἐμοῖς ποσσὶ διὰ τρίποδα·
5δελφὶς γὰρ φάμα τόδʼ ἐθέσπισεν, ὄφρα γενοίμαν
6τᾶς κείνου νύμφας σῆμα καὶ ἱστορίης.
Epigram 155
εἰς Φιλιστίωνα τὸν Νικαέα γελωτοποιόν
1ὁ τὸν πολυστένακτον ἀνθρώπων βίον
2γέλωτι κεράσας Νικαεὺς Φιλιστίων
3ἐνταῦθα κεῖμαι, λείψανον παντὸς βίου,
4πολλάκις ἀποθανών, ὧδε δʼ οὐδεπώποτε.
Epigram 156
1ἰξῷ καὶ καλάμοισιν ἀπʼ ἠέρος αὑτὸν ἔφερβεν
2Εὔμηλος, λιτῶς, ἀλλʼ ἐν ἐλευθερίῃ.
3οὔποτε δʼ ὀθνείην ἔκυσεν χέρα γαστρὸς ἕκητι·
4τοῦτο τρυφὴν κείνῳ, τοῦτʼ ἔφερʼ εὐφροσύνην.
5τρὶς δὲ τριηκοστὸν ζήσας ἔτος ἐνθάδʼ ἰαύει,
6παισὶ λιπὼν ἰξὸν καὶ πτερὰ καὶ καλάμους.
Epigram 157
1τρεῖς ἐτέων δεκάδας, τριάδας δύο, μέτρον ἔθηκαν
2ἡμετέρης βιοτῆς μάντιες αἰθέριοι.
3ἀρκοῦμαι τούτοισιν ὁ γὰρ χρόνος ἄνθος ἄριστον
4ἡλικίης· ἔθανεν χὠ τριγέρων Πύλιος.
Epigram 158
εἰς Μάρκελλον τὸν Σιδίτην ἰατρόν
1Μαρκέλλου τόδε σῆμα περικλυτοῦ ἰητῆρος,
2φωτὸς κυδίστοιο τετιμένου ἀθανάτοισιν,
3οὗ βίβλους ἀνέθηκεν ἐυκτιμένῃ ἐνὶ Ῥώμῃ
4Ἀδριανός προτέρων προφερέστερος ἡγεμονήων,
5καὶ πάις Ἀδριανοῖο μέγʼ ἔξοχος Ἀντωνῖνος,
6ὄφρα καὶ ἐσσομένοισι μετʼ ἀνδράσι κῦδος ἄροιτο
7εἵνεκεν εὐεπίης, τὴν οἱ πόρε Φοῖβος Ἀπόλλων,
8ἡρῴῳ μέλψαντι μέτρῳ θεραπήια νούσων
9βίβλοις ἐν πινυταῖς Χειρωνίσι τεσσαράκοντα.
Epigram 159
1Ὀρφεὺς μὲν κιθάρᾳ πλεῖστον γέρας εἵλετο θνητῶν,
2Νέστωρ δὲ γλώσσης ἡδυλόγου σοφίῃ,
3τεκτοσύνῃ δʼ ἐπέων πολυίστωρ θεῖος Ὅμηρος,
4Τηλεφάνης δʼ αὐλοῖς, οὗ τάφος ἐστὶν ὅδε.
Epigram 160
1καρτερὸς ἐν πολέμοις Τιμόκριτος, οὗ τόδε σᾶμα
2Ἄρης δʼ οὐκ ἀγαθῶν φείδεται, ἀλλὰ κακῶν.
Epigram 161
1α. ὄρνι, Διὸς Κρονίδαο διάκτορε, τεῦ χάριν ἔστας
2γοργὸς ὑπὲρ μεγάλου τύμβον Ἀριστομένους·;
3β. ἀγγέλλω μερόπεσσιν ὅθʼ οὕνεκεν ὅσσον ἄριστος
4οἰωνῶν γενόμαν, τόσσον ὅδʼ ἠιθέων.
5δειλαί τοι δειλοῖσιν ἐφεδρήσσουσι πέλειαι·
6ἄμμες δʼ ἀτρέστοις ἀνδράσι τερπόμεθα.
Epigram 162
1Εὐφράτην μὴ καῖε, Φιλώνυμε, μηδὲ μιήνῃς
2πῦρ ἐπʼ ἐμοί· Πέρσης εἰμὶ καὶ ἐκ πατέρων,
3Πέρσης αὐθιγενής, ναὶ δέσποτα· πῦρ δὲ μιῆναι
4ἡμῖν τοῦ χαλεποῦ πικρότερον θανάτου.
5ἀλλὰ περιστείλας με δίδου χθονί· μηδʼ ἐπὶ νεκρῷ
6λουτρὰ χέῃς· σέβομαι, δέσποτα, καὶ ποταμούς,
Epigram 163
1α. τίς τίνος εὖσα, γύναι, Παρίην ὑπὸ κίονα κεῖσαι;
2β. Πρηξὼ Καλλιτέλευς. α. καὶ ποδαπή; β. Σαμίη.
3α. τίς δέ σε καὶ κτερέιξε; β. Θεόκριτος, ᾧ με γονῆες
4ἐξέδοσαν. α. θνῄσκεις δʼ ἐκ τίνος ; β. ἐκ τοκετοῦ.
5α. εὖσα πόσων ἐτέων ; β. δύο κεἴκοσιν. α. ἦ ῥὰ γʼ ἄτεκνος ;
6β. οὔκ, ἀλλὰ τριετῆ Καλλιτέλην ἔλιπον.
7α. Ζώοι σοι κεῖνός γε, καὶ ἐς βαθὺ γῆρας ἵκοιτο.
8β. καὶ σοί, ξεῖνε, πόροι πάντα Τύχη τὰ καλά.
Epigram 164
1α. φράζε, γύναι, γενεήν, ὄνομα, χθόνα. β. Καλλιτέλης μὲν
2ὁ σπείρας, Πρηξὼ δʼ οὔνομα, γῆ δὲ Σάμος.
3α. σῆμα δὲ τίς τόδʼ ἔχωσε ; β. Θεόκριτος, ὁ πρὶν ἄθικτα
4ἡμετέρας λύσας ἅμματα παρθενίης.
5α. πῶς δʼ ἔθανες; β. Λοχίοισιν ἐν ἄλγεσιν· α. εἰπὲ δὲ ποίην
6ἦλθες ἐς ἡλικίην. β. Δισσάκις ἑνδεκέτις.
7α. ἦ καὶ ἄπαις; β. οὐ, ξεῖνε· λέλοιπα γὰρ ἐν νεότητι
8Καλλιτέλη, τριετῆ παῖδʼ ἔτι νηπίαχον.
9α. ἔλθοι ἐς ὀλβίστην πολιὴν τρίχα. β. καὶ σόν, ὁδῖτα,
10οὔριον ἰθύνοι πάντα Τύχη βίοτον.
Epigram 165
1α. εἰπὲ γύναι τίς ἔφυς. β. Πρηξώ. α. τίνος ἔπλεο πατρός ;
2β. Καλλιτέλευς. α. πάτρας δʼ ἐκ τίνος ἐσσί; β. Σάμου.
3α. μνᾶμα δέ σου τίς ἔτευξε; β. θεόκριτος, ὅς με σύνευνον
4ἤγετο. α. πῶς δʼ ἐδάμης; β. ἄλγεσιν ἐν λοχίοις.
5α. εἰν ἔτεσιν τίσιν εὖσα; β. δὶς ἕνδεκα. α. παῖδα δὲ λείπεις ;
6β. νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων.
7α. ζωῆς τέρμαθʼ ἵκοιτο μετʼ ἀνδράσι. β. καὶ σέο δοίη
8παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.
Epigram 166
1τὴν γοεραῖς πνεύσασαν ἐν ὠδίνεσσι Λαμίσκην
2ὕστατα, Νικαρέτης παῖδα καὶ Εὐπόλιδος,
3σὺν βρέφεσιν διδύμοις, Σαμίην γένος, αἱ παρὰ Νείλῳ
4κρύπτουσιν Λιβύης ᾐόνες εἰκοσέτιν.
5ἀλλά, κόραι, τῇ παιδὶ λεχώια δῶρα φέρουσαι,
6θερμὰ κατὰ ψυχροῦ δάκρυα χεῖτε τάφου.
Epigram 167
1Ἀρχέλεώ με δάμαρτα Πολυξείνην, Θεοδέκτου
2παῖδα καὶ αἰνοπαθοῦς ἔννεπε Δημαρέτης,
3ὅσσον ἐπʼ ὠδῖσιν καὶ μητέρα· παῖδα δὲ δαίμων
4ἔφθασεν οὐδʼ αὐτῶν εἴκοσιν ἠελίων.
5ὀκτωκαιδεκέτις δʼ αὐτὴ θάνον, ἄρτι τεκοῦσα,
6ἄρτι δὲ καὶ νύμφη, πάντʼ ὀλιγοχρόνιος.
Epigram 168
1εὐχέσθω τις ἔπειτα γυνὴ τόκον, εἶπε Πολυξώ,
2γαστέρʼ ὑπὸ τρισσῶν ῥηγνυμένη τεκέων
3μαίης δʼ ἐν παλάμῃσι χύθη νέκυς· οἱ δʼ ἐπὶ γαῖαν
4ὤλισθον κοίλων ἄρρενες ἐκ λαγόνων,
5μητέρος ἐκ νεκρῆς ζωὸς γόνος· εἷς ἄρα δαίμων
6τῆς μὲν ἀπὸ ζωὴν εἵλετο, τοῖς δʼ ἔπορεν.
Epigram 169
εἰς τὴν δάμαλιν τὴν ἱσταμένην πίραν Βυζαντίου ἐν Ἰναχίης
1Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδʼ ἀπʼ ἐμεῖο
2κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος.
3κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασενἭρης
4ἐς Φάρον ἥδε δʼ ἐγὼ Κεκροπίς εἰμι νέκυς.
5εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δʼ ὅτʼ ἔπλωεν ἐκεῖνος
6τῇδε, Φιλιππείων ἀντίπαλος σκαφέων.
7Βοιίδιον δὲ καλεῦμαι ἐγὼ τότε· νῦν δὲ Χάρητος
8εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις.
Epigram 170
1τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα
2εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο
3ἐκ δʼ ὕδατος τὸν παῖδα διάβροχον ἥρπασε μάτηρ
4σκεπτομένα ζωᾶς εἴ τινα μοῖραν ἔχει·
5νύμφας δʼ οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλʼ ἐπὶ γούνων
6ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει.
Epigram 171
1Ἀμπαύσει καὶ τῇδε θοὸν πτερὸν ἱερὸς ὄρνις,
2τᾶσδʼ ὑπὲρ ἁδείας ἑζόμενος πλατάνου·
3ὤλετο γὰρ Ποίμανδρος ὁ Μάλιος, οὐδʼ ἔτι νεῖται
4ἰξὸν ἐπʼ ἀγρευταῖς χευάμενος καλάμοις.
Epigram 172
1ὁ πρὶν ἐγὼ καὶ ψῆρα καὶ ἁρπάκτειραν ἐρύκων
2σπέρματος, ὑψιπετῆ Βιστονίαν γέρανον,
3ῥινοῦ χερμαστῆρος ἐΰστροφα κῶλα τιταίνων,
4Ἀλκιμένης, πτανῶν εἶργον ἄπωθε νέφος·
5καὶ μέ τις οὐτήτειρα παρὰ σφυρὰ διψὰς ἔχιδνα
6σαρκὶ τὸν ἐκ γενύων πικρὸν ἐνεῖσα χόλον
7ἠελίου χήρωσεν ἴδʼ ὡς τὰ κατʼ αἰθέρα λεύσσων
8τοὐμ ποσὶν οὐκ ἐδάην πῆμα κυλινδόμενον.
Epigram 173
1αὐτόμαται δείλῃ ποτὶ ταὔλιον αἱ βόες ἦλθον
2ἐξ ὄρεος, πολλῇ νιφόμεναι χιόνι·
3αἰαῖ, Θηρίμαχος δὲ παρὰ δρυῒ τὸν μακρὸν εὕδει
4ὕπνον ἐκοιμήθη δʼ ἐκ πυρὸς οὐρανίου.
Epigram 174
1οὐκέτι συρίγγων νόμιον μέλος ἀγχόθι ταύτας
2ἁρμόζῃ βλωθρᾶς, Θηρίμαχε, πλατάνου·
3οὐδέ σευ ἐκ καλάμων κερααὶ βόες ἁδὺ μέλισμα
4δέξονται, σκιερᾷ πὰρ δρυῒ κεκλιμένου.
5ὤλεσε γὰρ πρηστήρ σε κεραύνιος·…
6ὀ…
The complete text is available when the reading interface loads.