The Greek Library Author

Anthologia Graeca

Ἀνθολογία, Volume III

Scientific editors
William Roger Paton
Edition reference
The Greek Anthology · London · William Heinemann Ltd. · 1917
CTS identifier
urn:cts:greekLit:tlg7000.tlg001.local004
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 9

ἐπιγράμματα ἐπιδεικτικά

Epigram 1

Πολιταίνου Σαρδιανοῦ

1δορκάδος ἀρτιτόκοιο τιθηνητήριον οὖθαρ

2ἔμπλεον ἠμῦσαν ˘ πικρὸς ἔτυψεν ἔχις.

3νεβρὸς δʼ ἰομιγῆ θηλὴν σπάσε, καὶ τὸ δυσαλθὲς

4τραύματος ἐξ ὀλοοῦ πικρὸν ἔβροξε γάλα.

5ᾅδην δʼ ἠλλάξαντο, καὶ αὐτίκα νηλέι μοίρῃ,

6ἣν ἔπορεν γαστήρ, μαστὸς ἀφεῖλε χάριν.

Epigram 2

1Κεμμάδος ἀρτιτόκου μαζοῖς βρίθουσι γάλακτος

2ἡ φονίη δακέτων ἰὸν ἐνῆκεν ἔχις·

3φαρμαχθὲν δʼ ἰῷ μητρὸς γάλα νεβρὸς ἀμέλξας

4χείλεσι, τὸν κείνης ἐξέπιεν θάνατον.

Epigram 3

1εἰνοδίην καρύην με παρερχομένοις ἐφύτευσαν

2παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης.

3πάντας δʼ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους

4κέκλασμαι, πυκιναῖς χερμάσι βαλλομένη.

5δένδρεσιν εὐκάρποις οὐδὲν πλέον ἦ γὰρ ἔγωγε

6δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν.

Epigram 4

1ἡ πάρος ἐν δρυμοῖσι νόθης ζείδωρος ὀπώρης

2ἀχράς, θηροβότου πρέμνον ἐρημοσύνης,

3ὀθνείοις ὄζοισι μετέμφυτος, ἥμερα θάλλω,

4οὐκ ἐμὸν ἡμετέροις κλωσὶ φέρουσα βάρος.

5πολλή σοι, φυτοεργέ, πόνου χάρις· εἵνεκα σεῖο

6ἀχρὰς ἐν εὐκάρποις δένδρεσιν ἐγγράφομαι.

Epigram 5

1Ὄχνη, χειρὸς ἐμῆς γλυκερὸς πόνος, ᾗ μὲν ἐφʼ ὑγρῷ

2φλοιῷ φύλλον ἔδησα θέρει· πτόρθος δʼ ἐπὶ δένδρῳ

3ῥιζωθεὶς δένδροιο τομῇ, καὶ καρπὸν ἀμείψας,

4νέρθε μὲν ἀχρὰς ἔτʼ ἐστίν, ὕπερθε δʼ ἄρʼ εὔπνοος ὄχνη.

Epigram 6

1ἀχρὰς ἔην θῆκας σέο χερσὶ μυρίπνοον ὄχνην,

2δένδρῳ πτόρθον ἐνείς· σὴν χάριν εἰς σὲ φέρω,

Epigram 7

1εἰ καί σευ πολύφωνος ἀεὶ πίμπλησιν ἀκουὰς

2ἢ φόβος εὐχομένων, ἢ χάρις εὐξαμένων,

3Ζεῦ Σχερίης ἐφέπων ἱερὸν πέδον, ἀλλὰ καὶ ἡμέων

4κλῦθι, καὶ ἀψευδεῖ νεῦσον ὑποσχεσίῃ,

5ἤδη μοι ξενίης εἶναι πέρας, ἐν δέ με πάτρῃ

6ζώειν, τῶν δολιχῶν παυσάμενον καμάτων.

Epigram 8

1ἐλπὶς ἀεὶ βιότου κλέπτει χρόνον ἡ πυμάτη δὲ

2ἠὼς τὰς πολλὰς ἔφθασεν ἀσχολίας.

Epigram 9

1πολλάκις εὐξαμένῳ μοι ἀεὶ θυμῆρες ἔδωκας

2τέκμαρ ἀκυμάντου, Ζεῦ πάτερ, εὐπλοΐης·

3δῴης μοι καὶ τοῦτον ἔτι πλόον, ἠδὲ σαώσαις

4ἤδη, καὶ καμάτων ὅρμισον εἰς λιμένας.

5οἶκος καὶ πάτρη βιότου χάρις· αἱ δὲ περισσαὶ

6φροντίδες ἀνθρώποις οὐ βίος, ἀλλὰ πόνος.

Epigram 10

1Πούλυπος εἰναλίῃ ποτʼ ἐπὶ προβλῆτι τανυσθεὶς

2ἠελίῳ ψύχειν πολλὸν ἀνῆκε πέδα·

3οὔπω δʼ ἦν πέτρῃ ἴκελος χρόα, τοὔνεκα καί μιν

4αἰετὸς ἐκ νεφέων ὀξὺς ἔμαρψεν ἰδών

5πλοχμοῖς δʼ εἰλιχθεὶς πέσεν εἰς ἅλα δύσμορος· ἦ ῥα

6ἄμφω καὶ θήρης ἤμβροτε καὶ βιότου.

Epigram 11

1πηρὸς ὁ μὲν γυίοις, ὁ δʼ ἄρʼ ὄμμασιν ἀμφότεροι δὲ

2εἰς αὑτοὺς τὸ τύχης ἐνδεὲς ἠράνισαν.

3τυφλὸς γὰρ λιπόγυιον ἐπωμάδιον βάρος αἴρων

4ταῖς κείνου φωναῖς ἀτραπὸν ὠρθοβάτει·

5πάντα δὲ ταῦτʼ ἐδίδαξε πικρὴ πάντολμος ἀνάγκη,

6ἀλλήλοις μερίσαι τοὐλλιπὲς εἰς τέλεον.

Epigram 12

1τυφλὸς ἀλητεύων χωλὸν πόδας ἠέρταζεν,

2ὄμμασιν ἀλλοτρίοις ἀντερανιζόμενος.

3ἄμφω δʼ ἡμιτελεῖς πρὸς ἑνὸς φύσιν ἡρμόσθησαν

4τοὐλλιπὲς ἀλλήλοις ἀντιπαρασχόμενοι.

Epigram 13

1ἀνέρα τις λιπόγυιον ὑπὲρ νώτοιο λιπαυγὴς

2ἦρε, πόδας χρήσας, ὄμματα χρησάμενος.

Epigram 13b

1ἄμφω μὲν πηροὶ καὶ ἀλήμονες, ἀλλʼ ὁ μὲν ὄψεις,

2ὃς δὲ βάσεις· ἄλλου δʼ ἄλλος ὑπηρεσίη·

3τυφλὸς γὰρ χωλοῖο κατωμάδιον βάρος αἴρων

4ἀτραπὸν ὀθνείοις ὄμμασιν ἀκροβάτει.

5ἡ μία δʼ ἀμφοτέροις ἤρκει φύσις· ἐν γὰρ ἑκάστῳ

6τοὐλλιπὲς ἀλλήλοις εἰς ὅλον ἠράνισαν.

Epigram 14

1αἰγιαλοῦ τενάγεσσιν ὑποπλώοντα λαθραίῃ

2εἰρεσίῃ Φαίδων εἴσιδε πουλυπόδην

3μάρψας δʼ ὠκὺς ἔριψεν ἐπὶ χθόνα, πρὶν περὶ χεῖρας

4πλέξασθαι βρύγδην ὀκτατόνους ἕλικας·

5δισκευθεὶς δʼ ἐπὶ θάμνον ἐς οἰκία δειλὰ λαγωοῦ,

6εἰληδὸν ταχινοῦ πτωκὸς ἔδησε πόδας·

7εἷλε δʼ ἁλούς· σὺ δʼ ἄελπτον ἔχεις γέρας ἀμφοτέρωθεν

8ἄγρης χερσαίης, πρέσβυ, καὶ εἰναλίης,

Epigram 15

1αὐτὸ τὸ πῦρ καύσειν διζήμενος, οὗτος, ὁ νύκτωρ

2τὸν καλὸν ἱμείρων λύχνον ἀναφλογίσαι,

3δεῦρʼ ἀπʼ ἐμῆς ψυχῆς ἅψον σέλας· ἔνδοθι γάρ μου

4καιόμενον πολλὴν ἐξανίησι φλόγα.

Epigram 16

1τρισσαὶ μὲν Χάριτες, τρεῖς δὲ γλυκυπάρθενοι Ὧραι·

2τρεῖς δʼ ἐμὲ θηλυμανεῖς οἰστοβολοῦσι Πόθοι.

3ἦ γάρ τοι τρία τόξα κατήρτισεν, ὡς ἄρα μέλλων

4οὐχὶ μίαν τρώσειν, τρεῖς δʼ ἐν ἐμοὶ κραδίας.

Epigram 17

1οὔρεος ἐξ ὑπάτοιο λαγὼς πέσεν ἔς ποτε βένθος,

2ἐκπροφυγεῖν μεμαὼς τρηχὺν ὀδόντα κυνός·

3ἀλλʼ οὐδʼ ὣς ἤλυξε κακὸν μόρον αὐτίκα γάρ μιν

4εἰνάλιος μάρψας πνεύματος ὠρφάνισεν.

5ἐκ πυρός, ὡς αἶνος, πέσες ἐς φλόγα· ἦ ῥά σε δαίμων

6κἠν ἁλὶ κἠν χέρσῳ θρέψε κύνεσσι βοράν.

Epigram 18

1ἐκ κυνὸς εἷλε κύων με. τί τὸ ξένον; εἰς ἐμὲ θῆρες

2ὑγροὶ καὶ πεζοὶ θυμὸν ἔχουσιν ἕνα.

3αἰθέρα λοιπὸν ἔχοιτε, λαγοί, βατόν. ἀλλὰ φοβοῦμαι,

4οὐρανέ· καὶ σὺ φέρεις ἀστερόεντα κύνα.

Epigram 19

1ὁ πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων,

2ὁ πρὶν ὑπαὶ μίτραις κῶλα καθαψάμενος,

3ὃν Φοίβου χρησμῳδὸς ἀέθλιον ἔστεφε Πυθώ,

4ὀρνύμενον πτανοῖς ὠκυπέταις ἴκελον,

5καὶ Νεμέη βλοσυροῖο τιθηνήτειρα λέοντος,

6Πῖσά τε, καὶ δοιὰς ᾐόνας Ἰσθμὸς ἔχων,

7νῦν κλοιῷ δειρὴν πεπεδημένος, οἷα χαλινῷ,

8καρπὸν ἐλᾷ Δηοῦς ὀκριόεντι λίθῳ,

9ἴσαν μοῖραν ἔχων Ἡρακλέι· καὶ γὰρ ἐκεῖνος

10τόσσ’ ἀνύσας δούλαν ζεῦγλαν ἐφηρμόσατο.

Epigram 20

1ὁ πρὶν ἐπʼ Ἀλφειῷ στεφανηφόρος, ὦνερ, ὁ τὸ πρὶν

2δισσάκι κηρυχθεὶς Κασταλίης παρʼ ὕδωρ,

3ὁ πρὶν ἐγὼ Νεμέῃ βεβοημένος, ὁ πρὶν ἐπʼ Ἰσθμῷ

4πῶλος, ὁ πρὶν πτηνοῖς ἶσα δραμὼν ἀνέμοις,

5νῦν ὅτε γηραιός, γυροδρόμον ἠνίδε πέτρον

6δινεύω, στεφέων ὕβρις, ἐλαυνόμενος.

Epigram 21

1σοί, πατρὶ Θεσσαλίη πωλοτρόφε, μέμψιν ἀνάπτω

2Πήγασος, ὡς ἀδίκου τέρματος ἠντίασα·

3ὃς Πυθοῖ, κἠν Ἰσθμῷ ἐκώμασα, κἠπὶ Νέμειον

4Ζᾶνα, καὶ Ἀρκαδικοὺς ἤλυθον ἀκρεμόνας·

5νῦν δὲ βάρος πέτρης Νισυρίδος ἔγκυκλον ἕλκω,

6λεπτύνων Δηοῦς καρπὸν ἀπʼ ἀσταχύων.

Epigram 22

1νηδύι βριθομένην δάμαλιν Λητωίδι κούρῃ]

2στῆσαν νηοκόροι θῦμα χαριζόμενοι, .

3ἧς ἀίδην μέλλοντα προέφθασεν εὔστοχος ὠδίς,

4πέμφθη δʼ εἰς ἀγέλην τεκνογονεῖν ἄφετος.

5ἡ θεὸς ὠδίνων γὰρ ἐπίσκοπος οὐδʼ ἐδίκαζεν

6τικτούσας κτείνειν, ἃς ἐλεεῖν ἔμαθεν.

Epigram 23

1Γειαρότης Ἄρχιππος, ὅτʼ ἐκ νούσοιο βαρείης

2ἄρτι λιποψυχέων ἔρρεεν εἰς ἀίδην,

3εἶπε τάδʼ υἱήεσσιν “ἰὼ φίλα τέκνα, μάκελλαν

4καὶ τὸν ἀροτρίτην στέρξατέ μοι βίοτον

5μὴ σφαλερῆς αἰνεῖτε πόνον στονόεντα θαλάσσης,

6καὶ βαρὺν ἀτηρῆς ναυτιλίης κάματον.

7ὅσσον μητρυιῆς γλυκερωτέρη ἔπλετο μήτηρ,

8τόσσον ἁλὸς πολιῆς γαῖα ποθεινοτέρη.ʼ”

Epigram 24

1ἄστρα μὲν ἠμαύρωσε καὶ ἱερὰ κύκλα σελήνης

2ἄξονα δινήσας ἔμπυρος ἠέλιος·

3ὑμνοπόλους δʼ ἀγεληδὸν ἀπημάλδυνεν Ὅμηρος,

4λαμπρότατον Μουσῶν φέγγος ἀνασχόμενος.

Epigram 25

1γράμμα τόδʼ Ἀρήτοιο δαήμονος, ὅς ποτε λεπτῇ

2φροντίδι δηναιοὺς ἀστέρας ἐφράσατο,

3ἀπλανέας τʼ ἄμφω καὶ ἀλήμονας, οἷσιν ἐναργὴς

4ἰλλόμενος κύκλοις οὐρανὸς ἐνδέδεται.

5αἰνείσθω δὲ καμὼν ἔργον μέγα, καὶ Διὸς εἶναι

6δεύτερος, ὅστις ἔθηκʼ ἄστρα φαεινότερα.

Epigram 26

1τάσδε θεογλώσσους Ἑλικὼν ἔθρεψε γυναῖκας

2ὕμνοις, καὶ Μακεδὼν Πιερίας σκόπελος,

3Πρήξιλλαν, Μοιρώ, Ἀνύτης στόμα, θῆλυν Ὅμηρον,

4Λεσβιάδων Σαπφὼ κόσμον ἐυπλοκάμων,

5Ἤρινναν, Τελέσιλλαν ἀγακλέα, καὶ σέ, Κόριννα,

6θοῦριν Ἀθηναίης ἀσπίδα μελψαμέναν,

7Νοσσίδα θηλύγλωσσον, ἰδὲ γλυκυαχέα Μύρτιν,

8πάσας ἀενάων ἐργάτιδας σελίδων.

9ἐννέα μὲν Μούσας μέγας Οὐρανός, ἐννέα δʼ αὐτὰς

10γαῖα τέκεν, θνατοῖς ἄφθιτον εὐφροσύναν.

Epigram 27

1Εὔφημος γλώσσῃ παραμείβεο τὰν λάλον Ἠχὼ,

2κοὐ λάλον ἤν τι κλύω, τοῦτʼ ἀπαμειβομέναν.

3εἰς σὲ γὰρ ὃν σὺ λέγεις στρέψω λόγον ἢν δὲ σιωπᾷς,

4σιγήσω. τίς ἐμεῦ γλῶσσα δικαιοτέρη;

Epigram 28

1εἰ καὶ ἐρημαίη κέχυμαι κόνις ἔνθα Μυκήνη,

2εἰ καὶ ἀμαυροτέρη παντὸς ἰδεῖν σκοπέλου,

3Ἴλου τις καθορῶν κλεινὴν πόλιν, ἧς ἐπάτησα

4τείχεα, καὶ Πριάμου πάντʼ ἐκένωσα δόμον,

5γνώσεται ἔνθεν ὅσον πάρος ἔσθενον. εἰ δέ με γῆρας

6ὕβρισεν, ἀρκοῦμαι μάρτυρι Μαιονίδῃ.

Epigram 29

1τόλμα, νεῶν ἀρχηγὲ ʽσὺ γὰρ δρόμον ηὕραο πόντου,

2καὶ ψυχὰς ἀνδρῶν κέρδεσιν ἠρέθισασʼ,

3οἷον ἐτεκτήνω δόλιον ξύλον, οἷον ἐνῆκας

4ἀνθρώποις θανάτῳ κέρδος ἐλεγχόμενον;

5ἦν ὄντως μερόπων χρύσεον γένος, εἰ γʼ ἀπὸ χέρσου

6τηλόθεν, ὡς Ἀίδης, πόντος ἀπεβλέπετο.

Epigram 30

1ἐκλάσθην ἐπὶ γῆς ἀνέμῳ πίτυς· ἐς τί με πόντῳ

2στέλλετε ναυηγὸν κλῶνα πρὸ ναυτιλίης;

Epigram 31

1ἐς τί πίτυν πελάγει πιστεύετε, γομφωτῆρες,

2ἧς πολὺς ἐξ ὀρέων ῥίζαν ἔλυσε Νότος;

3αἴσιον οὐκ ἔσομαι πόντου σκάφος, ἐχθρὸν ἀήταις

4δένδρεον ἐν χέρσῳ τὰς ἁλὸς οἶδα τύχας.

Epigram 32

1Ἀρτιπαγῆ ῥοθίαισιν ἐπὶ κροκάλαισί με νῆα,

2καὶ μήπω χαροποῦ κύματος ἁψαμέναν,

3οὐδʼ ἀνέμεινε θάλασσα· τὸ δʼ ἄγριον ἐπλήμμυρεν

4χεῦμα καὶ ἐκ σταθερῶν ἥρπασεν ἠιόνων

5ὁλκάδα τὰν δείλαιον % ἀεὶ κλόνος, ᾗ γε τὰ πόντου

6χεύματα κἠν χέρσῳ λοίγια κἠν πελάγει.

Epigram 33

1οὔπω ναῦς, καὶ ὄλωλα· τί δʼ ἂν πλέον, εἰ βυθὸν ἔγνων,

2ἔτλην; φεῦ, πάσαις ὁλκάσι μοῖρα κλύδων,

Epigram 34

1μυρία με τρίψασαν ἀμετρήτοιο θαλάσσης

2κύματα, καὶ χέρσῳ βαιὸν ἐρεισαμένην,

3ὤλεσεν οὐχὶ θάλασσα, νεῶν φόβος, ἀλλʼ ἐπὶ γαίης

4Ἥφαιστος. τίς ἐρεῖ πόντον ἀπιστότερον;

5ἔνθεν ἔφυν ἀπόλωλα· παρʼ ἠιόνεσσι δὲ κεῖμαι,

6χέρσῳ τὴν πελάγευς ἐλπίδα μεμφομένη.

Epigram 35

1ἄρτι με πηγνυμένην ἀκάτου τρόπιν ἔσπασε γείτων

2πόντος, κἠν χέρσῳ εἰς ἐμὲ μηνάμενος.

Epigram 36

1ὁλκὰς ἀμετρήτου πελάγους ἀνύσασα κέλευθον,

2καὶ τοσάκις χαροποῖς κύμασι νηξαμένη,

3ἣν ὁ μέλας οὔτʼ Εὖρος ἐπόντισεν, οὔτʼ ἐπὶ χέρσον

4ἤλασε χειμερίων ἄγριον οἶδμα Νότων,

5ἐν πυρὶ νῦν ναυηγὸς ἐγὼ χθονὶ μέμφομʼ ἀπίστῳ,

6νῦν ἁλὸς ἡμετέρης ὕδατα διζομένη.

Epigram 37

εἰς πηγὴν ἐπώνυμον Ἡσυχίας

1α. σιγήσας ἄρυσαι. β. τίνος οὕνεκα ; α. μηκέτʼ ἀρύου.

2β. τεῦ χάριν; α. ἡσυχίης ἡδὺ λέλογχα ποτόν.

3β. δύσκολος ἡ κρήνη. α. γεῦσαι, καὶ μᾶλλον ἐρεῖς με

4δύσκολον. β. ὢ πικροῦ νάματος. α. ὢ λαλιῆς.

Epigram 38

1εἰ μὲν ἀνὴρ ἥκεις, ἄρυσαι, ξένε, τῆσδʼ ἀπὸ πηγῆς·

2εἰ δὲ φύσει μαλακός, μή με πίῃς πρόφασιν.

3ἄρρεν ἐγὼ ποτόν εἰμι, καὶ ἀνδράσι μοῦνον ἀρέσκω·

4τοῖς δὲ φύσει μαλακοῖς ἡ φύσις ἐστὶν ὕδωρ.

Epigram 39

1ἁ Κύπρις Μούσαισι· “ κοράσια, τὰν Ἀφροδίταν

2τιμᾶτʼ, ἢ τὸν Ἔρων ὔμμιν ἐφοπλίσομαι.”

3χαἰ Μοῦσαι ποτὶ Κύπριν “Ἄρει τὰ στωμύλα ταῦτα·

4ἡμῖν δʼ οὐ πέτεται τοῦτο τὸ παιδάριον.”

Epigram 40

1οὐ μόνον ὑσμίνῃσι καὶ ἐν στονόεντι κυδοιμῷ

2ῥύομʼ ἀρειτόλμου θυμὸν Ἀναξιμένους,

3ἀλλὰ καὶ ἐκ πόντου, ὁπότʼ ἔσχισε νῆα θάλασσα,

4ἀσπίς, ἐφʼ ἡμετέρης νηξάμενον σανίδος.

5εἰμὶ δὲ κἠν πελάγει καὶ ἐπὶ χθονὸς ἐλπὶς ἐκείνῳ,

6τὸν θρασὺν ἐκ διπλῶν ῥυσαμένη θανάτων.

Epigram 41

1ἡ πάρος ἀντιπάλων ἐπιήρανος ἀσπὶς ἀκόντων,

2ἡ φόνιον στυγνοῦ κῦμα φέρουσα, μόθου,

3ἄγριον οὐδʼ ὅτε πόντος ἐπὶ κλόνον ἤλασε φωτί,

4καὶ πικρὴ ναυτέων ἔπλεθʼ ἁλιφθορίη,

5συζυγίης ἀμέλησα· καλὸν δέ σε φόρτον ἄγουσα,

6ναὶ φίλος, εὐκταίων ἄχρις ἔβην λιμένων.

Epigram 42

1εἰν ἑνὶ κινδύνους ἔφυγον δύο Μυρτίλος ὅπλῳ,

2τὸν μέν, ἀριστεύσας· τὸν δʼ, ἐπινηξάμενος,

3ἀργέστης ὅτʼ ἔδυσε νεὼς τρόπιν ἀσπίδα δʼ ἔσχον

4σωθεὶς κεκριμένην κύματι καὶ πολέμῳ.

Epigram 43

1ἀρκεῖ μοι χλαίνης λιτὸν σκέπας, οὐδὲ τραπέζαις

2δουλεύσω, Μουσέων ἄνθεα βοσκόμενος.

3μισῶ πλοῦτον ἄνουν, κολάκων τροφόν, οὐδὲ παρʼ ὀφρὺν

4στήσομαι οἶδʼ ὀλίγης δαιτὸς ἐλευθερίην.

Epigram 44

1χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπε βρόχον αὐτὰρ ὁ χρυσὸν

2ὃν λίπεν οὐχ; εὑρὼν ἧψεν ὃν εὗρε βρόχον.

Epigram 45

1χρυσὸν ἀνὴρ ὁ μὲν εὗρεν, ὁ δʼ ὤλεσεν· ὧν ὁ μὲν εὑρὼν

2ῥῖψεν, ὁ δʼ οὐχ εὑρὼν λυγρὸν ἔδησε βρόχον.

Epigram 46

1πηρὸς ἄπαις, ἢ φέγγος ἰδεῖν ἢ παῖδα τεκέσθαι

2εὐξαμένη, δοιῆς ἔμμορεν εὐτυχίης·

3τίκτε γὰρ εὐθὺς ἄελπτα μετʼ οὐ πολύ, καὶ τριποθήτου

4αὐτῆμαρ γλυκερὸν φέγγος ἐσεῖδε φάους.

5Ἄρτεμις ἀμφοτέροισιν ἐπήκοος, ἥ τε λοχείης

6μαῖα, καὶ ἀργεννῶν φωσφόρος ἡ σελάων.

Epigram 47

1τὸν λύκον ἐξ ἰδίων μαζῶν τρέφω οὐκ ἐθέλουσα,

2ἀλλὰ μʼ ἀναγκάζει ποιμένος ἀφροσύνη.

3αὐξηθεὶς δʼ ὑπʼ ἐμοῦ, κατʼ ἐμοῦ πάλι θηρίον ἔσται·

4ἡ χάρις ἀλλάξαι τὴν φύσιν οὐ δύναται.

Epigram 48

1Ζεὺς κύκνος, ταῦρος, σάτυρος, χρυσὸς διʼ ἔρωτα

2Λήδης, Εὐρώπης, Ἀντιόπης, Δανάης.

Epigram 49

1ἐλπὶς καὶ σύ, Τύχη, μέγα χαίρετε· τὸν λιμένʼ εὗρον

2οὐδὲν ἐμοὶ χʼ ὑμῖν· παίζετε τοὺς μετʼ ἐμέ.

Epigram 50

1τὴν σαυτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτῶν

2ἄλλος τίς σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.

Epigram 51

1αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν

2οὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην.

Epigram 52

1ἰχθύας ἀγκίστρῳ τις ἀπʼ ᾐόνος εὔτριχι βάλλων

2εἵλκυσε ναυηγοῦ κρᾶτα λιποτριχέα.

3οἰκτείρας δὲ νέκυν τὸν ἀσώματον, ἐξ ἀσώματον

4χειρὸς ἐπισκάπτων λιτὸν ἔχωσε τάφον.

5εὗρε δὲ κευθόμενον χρυσοῦ κτέαρ. ἦ ῥα δικαίοις

6ἀνδράσιν εὐσεβίης οὐκ ἀπόλωλε χάρις.

Epigram 53

1Ἱπποκράτης φάος ἦν μερόπων, καὶ σῴετο λαῶν

2ἔθνεα, καὶ νεκύων ἦν σπάνις εἰν ἀίδῃ.

Epigram 54

1γῆρας ἐπὰν μὲν ἀπῇ, πᾶς εὔχεται· ἢν δὲ ποτʼ ἔλθῃ,

2μέμφεται· ἔστι δʼ ἀεὶ κρεῖσσον ὀφειλόμενον.

Epigram 55

1εἴ τις γηράσας ζῆν εὔχεται, ἄξιός ἐστι

2γηράσκειν πολλῶν εἰς ἐτέων δεκάδας.

Epigram 56

1Ἕβρου Θρηικίου κρυμῷ πεπεδημένον ὕδωρ

2νήπιος εἰσβαίνων οὐκ ἔφυγεν θάνατον

3ἐς ποταμὸν δʼ ἤδη λαγαρούμενον ἴχνος ὀλισθὼν,

4κρυμῷ τοὺς ἁπαλοὺς αὐχένας ἀμφεκάρη.

5καὶ τὸ μὲν ἐξεσύρη λοιπὸν δέμας· ἡ δὲ μένουσα

6ὄψις ἀναγκαίην εἶχε τάφου πρόφασιν.

7δύσμορος ἧς ὠδῖνα διείλατο πῦρ τε καὶ ὕδωρ·

8ἀμφοτέρων δὲ δοκῶν, οὐδενός ἐστιν ὅλως.

Epigram 57

1τίπτε παναμέριος, Πανδιονὶ κάμμορε κούρα,,

2μυρομένα κελαδεῖς τραυλὰ διὰ στομάτων;

3ἤ τοι παρθενίας πόθος ἵκετο, τάν τοι ἀπηύρα

4Θρηίκιος Τηρεὺς αἰνὰ βιησάμενος;

Epigram 58

1καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος

2καὶ τὸν ἐπʼ Ἀλφειῷ Ζᾶνα κατηυγασάμην,

3κάπων τʼ αἰώρημα, καὶ Ἠελίοιο κολοσσόν,

4καὶ μέγαν αἰπεινᾶν πυραμίδων κάματον,

5μνᾶμά τε Μαυσώλοιο πελώριον ἀλλʼ ὅτʼ ἐσεῖδον

6Ἀρτέμιδος νεφέων ἄχρι θέοντα δόμον,

7κεῖνα μὲν ἠμαύρωτο † δεκηνιδε νόσφιν Ὀλύμπου

8ἅλιος οὐδέν πω τοῖον ἐπηυγάσατο.

Epigram 59

1τέσσαρες αἰωροῦσι τανυπτερύγων ἐπὶ νώτων

2νῖκαι ἰσηρίθμους υἱέας ἀθανάτων

3ἁ μὲν Ἀθηναίαν πολεμαδόκον, ἁ δʼ Ἀφροδίταν,

4ἁ δὲ τὸν Ἀλκείδαν, ἁ δʼ ἀφόβητον Ἄρη,

5σεῖο κατʼ εὐόροφον γραπτὸν τέγος· ἐς δὲ νέονται

6οὐρανόν, ὦ Ῥώμας Γαῖε πάτρας ἔρυμα.

7θείη ἀνίκατον μὲν ὁ βουφάγος. ἁ δέ σε Κύπρις

8εὔγαμον, εὔμητιν Παλλάς, ἄτρεστον Ἄρης.

Epigram 60

1πύργος ὅδʼ εἰναλίης ἐπὶ χοιράδος, οὔνομα νήσῳ

2ταὐτὸν ἔχων, ὅρμου σύμβολόν εἰμι Φάρος.

Epigram 61

1γυμνὸν ἰδοῦσα Λάκαινα παλίντροπον ἐκ πολέμοιο

2παῖδʼ ἑὸν ἐς πάτραν ὠκὺν ἱέντα πόδα,

3ἀντίη ἀίξασα διʼ ἥπατος ἤλασε λόγχαν,

4ἄρρενα ῥηξαμένα φθόγγον ἐπὶ κταμένῳ·

5“ ἀλλότριον Σπάρτας, εἶπεν, γένος, ἔρρε πρὸς ᾅδαν,

6ἔρρʼ, ἐπεὶ ἐψεύσω πατρίδα καὶ γενέταν.”

Epigram 62

1ξεῖνοι, τὴν περίβωτον ἐμὲ πτόλιν, Ἴλιον ἱρήν,

2τὴν πάρος εὐπύργοις τείχεσι κλῃζομένην,

3αἰῶνος τέφρη κατεδήδοκεν· ἀλλʼ ἐν Ὁμήρῳ

4κεῖμαι χαλκείων ἕρκος ἔχουσα πυλῶν.

5οὐκέτι με σκάψει Τρωοφθόρα δούρατʼ Ἀχαιῶν,

6πάντων δʼ Ἑλλήνων κείσομαι ἐν στόμασιν.

Epigram 63

1Λυδὴ καὶ γένος εἰμὶ καὶ οὔνομα· τῶν δʼ ἀπὸ Κόδρου

2σεμνοτέρη πασῶν εἰμι διʼ Ἀντίμαχον.

3τίς γὰρ ἔμʼ οὐκ ἤεισε; τίς οὐκ ἀνελέξατο Λύδην,

4τὸ ξυνὸν Μουσῶν γράμμα καὶ Ἀντιμάχου;

Epigram 64

1αὐταὶ ποιμαίνοντα μεσημβρινὰ μῆλά σε Μοῦσαι

2ἔδρακον ἐν κραναοῖς οὔρεσιν, Ἡσίοδε,

3καί σοι καλλιπέτηλον, ἐρυσσάμεναι περὶ πᾶσαι,

4ὤρεξαν δάφνας ἱερὸν ἀκρεμόνα,

5δῶκαν δὲ κράνας Ἑλικωνίδος ἔνθεον ὕδωρ,

6τὸ πτανοῦ πώλου πρόσθεν ἔκοψεν ὄνυξ·

7οὗ σὺ κορεσσάμενος μακάρων γένος ἔργα τε μολπαῖς

8καὶ γένος ἀρχαίων ἔγραφες ἡμιθέων.

Epigram 65

1γῇ μὲν ἔαρ κόσμος πολυδένδρεον, αἰθέρι δʼ ἄστρα,

2Ἑλλάδι δʼ ἥδε χθών, οἵδε δὲ τῇ πόλεϊ.

Epigram 66

1Μναμοσύναν ἕλε θάμβος, ὅτʼ ἔκλυε τᾶς μελιφώνου

2Σαπφοῦς, μὴ δεκάταν Μοῦσαν ἔχουσι βροτοί.

Epigram 67

1στήλην μητρυιῆς, μακρὰν λίθον, ἔστεφε κοῦρος,

2ὡς βίον ἠλλάχθαι καὶ τρόπον οἰόμενος·

3ἡ δὲ τάφῳ κλινθεῖσα κατέκτανε παῖδα πεσοῦσα.

4φεύγετε μητρυιῆς καὶ τάφον οἱ πρόγονοι.

Epigram 68

1μητρυιαὶ προγόνοισιν ἀεὶ κακόν· οὐδὲ φιλοῦσαι

2σῴζουσιν Φαίδρην γνῶθι καὶ Ἱππόλυτον.

Epigram 69

1μητρυιῆς δύσμηνις ἀεὶ χόλος, οὐδʼ ἐν ἔρωτι

2ἤπιος· οἶδα πάθη σώφρονος Ἱππολύτου.

Epigram 70

1Τραυλὰ μινυρομένα, Πανδιονὶ παρθένε, φωνᾷ,

2Τηρέος οὐ θεμιτῶν ἁψαμένα λεχέων,

3τίπτε παναμέριος γοάεις ἀνὰ δῶμα, χελιδόν;

4παύεʼ, ἐπεί σε μένει καὶ κατόπιν δάκρυα.

Epigram 71

1κλῶνες ἀπῃόριοι ταναῆς δρυός, εὔσκιον ὕψος

2ἀνδράσιν ἄκρητον καῦμα φυλασσομένοις,

3εὐπέταλοι, κεράμων στεγανώτεροι, οἰκία φαττῶν,

4οἰκία τεττίγων, ἔνδιοι ἀκρεμόνες,

5κἠμὲ τὸν ὑμετέραισιν ὑποκλινθέντα κόμαισιν

6ῥύσασθʼ, ἀκτίνων ἠελίου φυγάδα,

Epigram 72

1εὔκολος Ἑρμείας, ὦ ποιμένες, ἐν δὲ γάλακτι

2χαίρων καὶ δρυΐνῳ σπενδομένοις μέλιτι·

3ἀλλʼ οὐχ Ἡρακλέης· ἕνα δὲ κτίλον ἢ παχὺν ἄρνα

4αἰτεῖ, καὶ πάντως ἓν θύος ἐκλέγεται.

5ἀλλὰ λύκους εἴργει. τί δὲ τὸ πλέον, εἰ τὸ φυλαχθὲν

6ὄλλυται εἴτε λύκοις, εἴθʼ ὑπὸ τοῦ φύλακος;

Epigram 73

1Εὐβοϊκοῦ κόλποιο παλινδίνητε θάλασσα,

2πλαγκτὸν ὕδωρ, ἰδίοις ῥεύμασιν ἀντίπαλον,

3ἠελίῳ κἠν νυκτὶ τεταγμένον ἐς τρίς, ἄπιστον

4ναυσὶν ὅσον πέμπεις χεῦμα δανειζόμενον

5θαῦμα βίου, θαμβῶ σε τὸ μυρίον, οὑ δὲ ματεύω

6σὴν στάσιν ἀρρήτῳ ταῦτα μέμηλε φύσει.

Epigram 74

1ἀγρὸς Ἀχαιμενίδου γενόμην ποτέ, νῦν δὲ Μενίππου·

2καὶ πάλιν ἐξ ἑτέρου βήσομαι εἰς ἕτερον.

3καὶ γὰρ ἐκεῖνος ἔχειν μὲ ποτʼ ᾤετο, καὶ πάλιν οὗτος

4οἴεται· εἰμὶ δʼ ὅλως οὐδενός, ἀλλὰ Τύχης.

Epigram 75

1κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως ἔτι καρποφορήσω

2ὅσσον ἐπισπεῖσαι σοί, τράγε, θυομένῳ.

Epigram 76

1Δισσᾶν ἐκ βροχίδων ἁ μὲν μία πίονα κίχλαν,

2ἁ μία δʼ ἱππείᾳ κόσσυφον εἷλε πάγᾳ·

3ἀλλʼ ἁ μὲν κίχλας θαλερὸν δέμας ἐς φάος Ἠοῦς

4οὐκέτʼ ἀπὸ πλεκτᾶς ἧκε δεραιοπέδας,

5ἁ δʼ αὖθις μεθέηκε τὸν ἱερόν. ἦν ἄρʼ ἀοιδῶν

6φειδὼ κἠν κωφαῖς, ξεῖνε, λινοστασίαις.

Epigram 77

1Πριομένα κάλλει Γανυμήδεος εἶπέ ποθʼ Ἥρα,

2θυμοβόρον ζάλου κέντρον ἔχουσα νόῳ

3“ ἄρσεν πῦρ ἔτεκεν Τροία Διί· τοιγὰρ ἐγὼ πῦρ

4πέμψω ἐπὶ Τροίᾳ, πῆμα φέροντα Πάριν·

5ἥξει δʼ Ἰλιάδαις οὐκ ἀετός, ἀλλʼ ἐπὶ θοίναν

6γῦπες, ὅταν Δαναοὶ σκῦλα φέρωσι πόνων.”

Epigram 78

1μὴ μέμψῃ μʼ ἀπέπειρον ἀεὶ θάλλουσαν ὀπώρην

2ἀχράδα, τὴν καρποῖς πάντοτε βριθομένην.

3ὁππόσα γὰρ κλαδεῶσι πεπαίνομεν, ἄλλος ἐφέλκει·

4ὁππόσα δʼ ὠμὰ μένει, μητρὶ περικρέμαται.

Epigram 79

1Αὐτοθελὴς καρποὺς ἀποτέμνομαι, ἀλλὰ πεπείρους·

2πάντοτε μὴ σκληροῖς τύπτε με χερμαδίοις.

3μηνίσει καὶ Βάκχος ἐνυβρίζοντι τὰ κείνου

4ἔργα· Λυκούργειος μὴ λαθέτω σε τύχη.

Epigram 80

1μάντιες ἀστερόεσσαν ὅσοι ζητεῖτε κέλευθον,

2ἔρροιτʼ, εἰκαίης ψευδολόγοι σοφίης.

3ὑμέας ἀφροσύνη μαιώσατο, Τόλμα δʼ ἔτικτεν,

4τλήμονας, οὐδʼ ἰδίην εἰδότας ἀκλεΐην.

Epigram 81

1μὴ εἴπῃς θάνατον βιοτῆς ὅρον εἰσὶ καμοῦσιν,

2ὡς ζωοῖς, ἀρχαὶ συμφορέων ἕτεραι.

3ἄθρει Νικίεω Κῴου μόρον ἤδη ἔκειτο

4εἰν ἀίδῃ, νεκρὸς δʼ ἦλθεν ὑπʼ ἠέλιον

5ἀστοὶ γὰρ τύμβοιο μετοχλίσσαντες ὀχῆας,

6εἴρυσαν ἐς ποινὰς τλήμονα δυσθανέα.

Epigram 82

1%2Μηδʼ ὅτʼ ἐπʼ ἀγκύρης, ὀλοῇ πίστευε θαλάσσῃ,

2ναυτίλε, μηδʼ εἴ τοι πείσματα χέρσος ἔχοι.

3καὶ γὰρ Ἴων ὅρμῳ ἔνι κάππεσεν ἐς δὲ κόλυμβον

4ναύτου τὰς ταχινὰς οἶνος ἔδησε χέρας.

5φεῦγε χοροιτυπίην ἐπινήιον ἐχθρὸς Ἰάκχῳ

6πόντος· Τυρσηνοὶ τοῦτον ἔθεντο νόμον.

Epigram 83

1νηὸς ἐπειγομένης ὠκὺν δρόμον ἀμφεχόρευον

2δελφῖνες, πελάγους ἰχθυφάγοι σκύλακες.

3καπροφόνος δὲ κύων θηρσὶν κείνους ἰκελώσας

4δύσμορος, ὡς ἐπὶ γῆν εἰς βυθὸν ἐξέθορεν.

5ὤλετο δʼ ἀλλοτρίης θήρης χάριν· οὐ γὰρ ἐλαφρὸς

6πάντων ἐστὶ κυνῶν ὁ δρόμος ἐν πελάγει.

Epigram 84

1νηὸς ἁλιστρέπτου πλαγκτὸν κύτος εἶδεν ἐπʼ ἀκτῆς

2μηλοβότης, βλοσυροῖς κύμασι συρόμενον,

3χεῖρα δʼ ἐπέρριψεν· τὸ δʼ ἐπεσπάσατʼ ἐς βυθὸν ἅλμης

4τὸν σῴζονθʼ οὕτως πᾶσιν ἀπηχθάνετο·

5ναυηγὸν δʼ ὁ νομεὺς ἔσχεν μόρον. ὢ διʼ ἐκείνην

6καὶ δρυμοὶ χῆροι πορθμίδα καὶ λιμένες.

Epigram 85

1νῆα μὲν ὤλεσε πόντος, ἐμοὶ δʼ ἔπορεν πάλι δαίμων

2πλαζομένῳ φύσεως νῆα ποθεινοτέρην·

3πατρὸς ἰδὼν γὰρ ἐγὼ δέμας εἰς ἐμὲ καίριον ἐλθόν,

4μουνερέτης ἐπέβην, φόρτος ὀφειλόμενος.

5ἤγαγεν εἰς λιμένας δὲ καὶ ἔσπειρεν δὶς ὁ πρέσβυς,

6νήπιον ἐν γαίῃ, δεύτερον ἐν πελάγει.

Epigram 86

1Παμφάγος ἑρπηστὴς κατὰ δώματα λιχνοβόρος μῦς,

2ὄστρεον ἀθρήσας χείλεσι πεπταμένον,

3πώγωνος διεροῖο νόθην ὠδάξατο σάρκα

4αὐτίκα δʼ ὀστρακόεις ἐπλατάγησε δόμος,

5ἁρμόσθη δʼ ὀδύναισιν ὁ δʼ ἐν κλείθροισιν ἀφύκτοις

6ληφθεὶς αὐτοφόνον τύμβον ἐπεσπάσατο.

Epigram 87

1μηκέτι νῦν μινύριζε παρὰ δρυΐ, μηκέτι φώνει

2κλωνὸς ἐπʼ ἀκροτάτου, κόσσυφε, κεκλιμένος·

3ἐχθρόν σοι τόδε δένδρον ἐπείγεο δʼ, ἄμπελος ἔνθα

4ἀντέλλει γλαυκῶν σύσκιος ἐκ πετάλων

5κείνης ταρσὸν ἔρεισον ἐπὶ κλάδον;, ἀμφὶ τʼ ἐκείνῃ

6μέλπε, λιγὺν προχέων ἐκ στομάτων κέλαδον.

7δρῦς γὰρ ἐπʼ ὀρνίθεσσι φέρει τὸν ἀνάρσιον ἰξόν,

8ἁ δὲ βότρυν στέργει δʼ ὑμνοπόλους Βρόμιος.

Epigram 88

1μεμφομένη Βορέην ἐπεπωτώμην ὑπὲρ ἅλμης·

2πνεῖ γὰρ ἐμοὶ Θρῄκης ἤπιος οὐδʼ ἄνεμος.

3ἀλλά με τὴν μελίγηρυν ἀηδόνα δέξατο νώτοις

4δελφίν, καὶ πτηνὴν πόντιος ἡνιόχει.

5πιστοτάτῳ δʼ ἐρέτῃ πορθμευομένη, τὸν ἄκωπον

6ναύτην τῇ στομάτων θέλγον ἐγὼ κιθάρῃ.

7εἰρεσίην δελφῖνες ἀεὶ Μούσῃσιν ἄμισθον

8ἤνυσαν οὐ ψεύστης μῦθος Ἀριόνιος.

Epigram 89

1λιμὸν ὀιζυρὴν ἀπαμυνομένη πολύγηρως

2Νικὼ σὺν κούραις ἠκρολόγει στάχυας·

3ὤλετο δʼ ἐκ θάλπους· τῇ δʼ ἐκ καλάμης συνέριθοι

4νῆσαν πυρκαϊὴν ἄξυλον ἀσταχύων.

5μὴ νεμέσα, Δήμητερ, ἀπὸ χθονὸς εἰ βροτὸν οὖσαν

6κοῦραι τοῖς γαίης σπέρμασιν ἠμφίεσαν.

Epigram 90

1νηῶν ὠκυπόρων ὃς ἔχεις κράτος, ἵππιε δαῖμον,

2καὶ μέγαν Εὐβοίης ἀμφικρεμῆ σκόπελον,

3οὔριον εὐχομένοισι δίδου πλόον Ἄρεος ἄχρις

4ἐς πόλιν, ἐκ Συρίης πείσματα λυσαμένοις

Epigram 91

1Ἑρμῆ Κωρυκίων ναίων πόλιν, ὦ ἄνα, χαίροις,

2Ἑρμῆ, καὶ λιτῇ προσγελάσαις ὁσίῃ.

Epigram 92

1ἀρκεῖ τέττιγας μεθύσαι δρόσος· ἀλλὰ πιόντες

2ἀείδειν κύκνων εἰσὶ γεγωνότεροι.

3ὣς καὶ ἀοιδὸς ἀνήρ, ξενίων χάριν, ἀνταποδοῦναι

4ὕμνους εὐέρκταις οἶδε, παθὼν ὀλίγα.

5τοὔνεκά σοι πρώτως μὲν ἀμείβομαι· ἢν δʼ ἐθέλωσιν

6Μοῖραι, πολλάκι μοι κείσεαι ἐν σελίσιν.

Epigram 93

1Ἀντίπατρος Πείσωνι γενέθλιον ὤπασε βίβλον

2μικρήν, ἐν δὲ μιῇ νυκτὶ πονησάμενος.

3ἵλαος ἀλλὰ δέχοιτο, καὶ αἰνήσειεν ἀοιδόν,

4Ζεὺς μέγας ὡς ὀλίγῳ πειθόμενος λιβάνῳ.

Epigram 94

1Πούλυπον ἀγρεύσας ποτὲ Τύννιχος, ἐξ ἁλὸς εἰς γῆν

2ἔρριψεν, δείσας θηρὸς ἱμαντοπέδην.

3ἀλλʼ ὃ γʼ ἐφʼ ὑπνώοντα πεσὼν συνέδησε λαγωόν,

4φεῦ, τάχα θηρευτὰς ἄρτι φυγόντα κύνας.

5ἀγρευθεὶς ἤγρευσεν· ὁ δʼ εἰς ἅλα Τύννιχος ἰχθὺν

6ἧκε πάλιν ζωόν, λύτρα λαγωὸν ἔχων.

Epigram 95

1Χειμερίαις νιφάδεσσι παλυνομένα τιθὰς ὄρνις

2τέκνοις εὐναίας ἀμφέχεε πτέρυγας,

3μέσφα μιν οὐράνιον κρύος ὤλεσεν ἦ γὰρ ἔμεινεν

4αἴθριος, οὐρανίων ἀντίπαλος νεφέων.

5Πρόκνη καὶ Μήδεια, κατʼ Ἄϊδος αἰδέσθητε

6μητέρες ὀρνίθων ἔργα διδασκόμεναι.

Epigram 96

1Ἀντιγένης ὁ Γελῷος ἔπος ποτὲ τοῦτο θυγατρὶ

2εἶπεν, ὅτʼ ἦν ἤδη νεύμενος εἰς Ἀίδην

3“ παρθένε καλλιπάρῃε, κόρη δʼ ἐμή, ἴσχε συνεργὸν

4ἠλακάτην, ἀρκεῦν κτῆμα πένητι βίῳ·

5ἢν δʼ ἵκᾐ εἰς ὑμέναιον, Ἀχαιίδος ἤθεα μητρὸς

6χρηστὰ φύλασσε, πόσει προῖκα βεβαιοτάτην.”

Epigram 97

1Ἀνδρομάχης ἔτι θρῆνον ἀκούομεν, εἰσέτι Τροίην

2δερκόμεθʼ ἐκ βάθρων πᾶσαν ἐρειπομένην,

3καὶ μόθον Αἰάντειον, ὑπὸ στεφάνῃ τε πόληος

4ἔκδετον ἐξ ἵππων Ἕκτορα συρόμενον,

5Μαιονίδεω διὰ μοῦσαν, ὃν οὐ μία πατρὶς ἀοιδὸν

6κοσμεῖται, γαίης δʼ ἀμφοτέρης κλίματα.

Epigram 98

1Οἰδίποδες δισσοί σε, καὶ Ἠλέκτρη βαρύμηνις,

2καὶ δείπνοις ἐλαθεὶς Ἀτρέος Ἠέλιος,

3ἄλλα τε πουλυπαθέσσι, Σοφόκλεες, ἀμφὶ τυράννοις

4ἄξια τῆς Βρομίου βύβλα χοροιτυπίης,

5ταγὸν ἐπὶ τραγικοῖο κατῄνεσσαν θιάσοιο,

6αὐτοῖς ἡρώων φθεγξάμενον στόμασι.

Epigram 99

1Ἴξαλος εὐπώγων αἰγὸς πόσις ἒν ποθʼ ἁλωῇ

2οἴνης τοὺς ἁπαλοὺς πάντας ἔδαψε κλάδους.

3τῷ δʼ ἔπος ἐκ γαίης τόσον ἄπυε· “κεῖρε, κάκιστε,

4γναθμοῖς ἡμέτερον κλῆμα τὸ καρποφόρον·

5ῥίζα γάρ ἔμπεδος οὖσα πάλιν γλυκὺ νέκταρ ἀνήσει,

6ὅσσον ἐπισπεῖσαι σοί, τράγε, θυομένῳ.”

Epigram 100

1Λητοῦς ὠδίνων ἱερὴ τροφέ, τὴν ἀσάλευτον

2Αἰγαίῳ Κρονίδης ὡρμίσατʼ ἐν πελάγει,

3οὒ νύ σε δειλαίην, μὰ τεούς, δέσποινα, βοήσω,

4δαίμονας, οὐδὲ λόγοις ἕψομαι Ἀντιπάτρου·

5ὀλβίζω δʼ, ὅτι Φοῖβον ἐδέξαο, καὶ μετʼ Ὄλυμπον

6Ἄρτεμις οὐκ ἄλλην ἢ σὲ λέγει πατρίδα.

Epigram 101

1ἡρώων ὀλίγαι μὲν ἐν ὄμμασιν, αἱ δʼ ἔτι λοιπαὶ

2πατρίδες οὐ πολλῷ γʼ αἰπύτεραι πεδίων

3οἵην καὶ σέ, τάλαινα, παρερχόμενός γε Μυκήνην

4ἔγνων, αἰπολίου παντὸς ἐρημοτέρην,

5αἰπολικὸν μήνυμα· γέρων δέ τις, ἡ πολύχρυσος,

6εἶπεν, Κυκλώπων τῇδʼ ἐπέκειτο πόλις.

Epigram 102

1ἡ πρὶν ἐγὼ Περσῆος ἀκρόπτολις αἰθερίοιο

2ἡ πικρὸν Ἰλιάδαις ἀστέρα θρεψαμένη,

3αἰπολίοισιν ἔναυλον ἐρημαίοισιν ἀνεῖμαι,

4τίσασα Πριάμου δαίμοσιν ὀψὲ δίκας.

Epigram 103

1ἡ πολύχρυσος ἐγὼ τὸ πάλαι πόλις, ἡ τὸν Ἀτρειδῶν

2οἶκον ἀπʼ οὐρανίου δεξαμένη γενεῆς,

3ἡ Τροίην πέρσασα θεόκτιτον, ἡ βασίλειον

4ἀσφαλὲς Ἑλλήνων οὖσά ποθʼ ἡμιθέων,

5μηλόβοτος κεῖμαι καὶ βούνομος ἔνθα Μυκήνη,

6τῶν ἐν ἐμοὶ μεγάλων τοὔνομʼ ἔχουσα μόνον.

7Ἴλιον ἆ Νεμέσει μεμελημένον, εἴ γε, Μυκήνης

8μηκέθʼ ὁρωομένης, ἐσσί, καὶ ἐσσὶ πόλις.

Epigram 104

1Ἄργος, Ὁμηρικὲ μῦθε, καὶ Ἑλλάδος ἱερὸν οὖδας,

2καὶ χρυσέη τὸ πάλαι Περσέος ἀκρόπολι,

3ἐσβέσαθʼ ἡρώων κείνων κλέος, οἵ ποτε Τροίης

4ἤρειψαν κατὰ γῆς θειόδομον στέφανον.

5ἀλλʼ ἡ μὲν κρείσσων ἐστὶν πόλις· αἱ δὲ πεσοῦσαι

6δείκνυσθʼ εὐμύκων αὔλια βουκολίων.

Epigram 105

1ἐκλάσθην ἀνέμοισι πίτυς. τί με τεύχετε νῆα,

2ναυηγῶν ἀνέμων χερσόθι γευσαμέναν; ˘

Epigram 106

1ὁλκάδα πῦρ μʼ ἔφλεξε, τόσην ἅλα μετρήσασαν,

2ἐν χθονί, τῇ πεύκας εἰς ἐμὲ κειραμένᾐ,

3ἣν πέλαγος διέσωσεν, ἐπʼ ᾐόνος· ἀλλὰ θαλάσσης

4τὴν ἐμὲ γειναμένην εὗρον ἀπιστοτέρην.

Epigram 107

1τὴν μικρήν με λέγουσι, καὶ οὐκ ἴσα ποντοπορεύσαις

2ναυσὶ διιθύνειν ἄτρομον εὐπλοΐην

3οὐκ ἀπόφημι δʼ ἐγώ· βραχὺ μὲν σκάφος, ἀλλὰ θαλάσσῃ

4πᾶν ἴσον οὐ μέτρων ἡ κρίσις, ἀλλὰ τύχης.

5ἔστω πηδαλίοις ἑτέρῃ πλέον ἄλλο γὰρ ἄλλῃ

6θάρσος· ἐγὼ δʼ εἴην δαίμοσι σῳζομένη.

Epigram 108

1ὁ Ζεὺς πρὸς τὸν Ἔρωτα· βέλη τὰ σὰ πάντʼ ἀφελοῦμαι·

2χὠ πτανός· Βρόντα, καὶ πάλι κύκνος ἔσῃ.

Epigram 109

1οὐκ οἶδʼ εἴτε σάκος λέξαιμί σε, τὴν ἐπὶ πολλοὺς

2ἀντιπάλους πιστὴν σύμμαχον ὡπλισάμην,

3εἴτε σε βαιὸν ἐμοὶ πόντου σκάφος, ἥ μʼ ἀπὸ νηὸς

4ὀλλυμένης κόμισας νηκτὸν ἐπʼ ἠιόνας.

5Ἄρεος ἐν πολέμοις ἔφυγον χόλον, ἔν τε θαλάσσῃ

6Νηρῆος· σὺ δʼ ἄρʼ ἦς ὅπλον ἐν ἀμφοτέροις.

Epigram 110

1οὐ στέργω βαθυληίους ἀρούρας,

2οὐκ ὄλβον πολύχρυσον, οἷα Γύγης.

3αὐτάρκους ἔραμαι βίου, Μακρῖνε·

4τὸ Μηθὲν γὰρ ἄγαν ἄγαν με τέρπει.

Epigram 111

1Θρήικας αἰνείτω τις, ὅτι στοναχεῦσι μὲν υἷας

2μητέρος ἐκ κόλπων πρὸς φάος ἐρχομένους,

3ἔμπαλι δʼ ὀλβίζουσιν ὅσους αἰῶνα λιπόντας

4ἀπροϊδὴς Κηρῶν λάτρις ἔμαρψε Μόρος.

5οἱ μὲν γὰρ ζώοντες ἀεὶ παντοῖα περῶσιν

6ἐς κακά, τοὶ δὲ κακῶν εὗρον ἄκος φθίμενοι.

Epigram 112

1τρὶς δέκα με πνεύσειν καὶ δὶς τρία μάντιες ἄστρων

2φασὶν ἐμοὶ δʼ ἀρκεῖ καὶ δεκὰς ἡ τριτάτη·

3τοῦτο γὰρ ἀνθρώποις βιοτῆς ὅρος· ἡ δʼ ἐπὶ τούτοις

4Νέστορι· καὶ Νέστωρ δʼ ἤλυθεν εἰς ἀίδην,

Epigram 113

1οἱ κόρις ἄχρι κόρου κορέσαντό μου· ἀλλʼ ἐκορέσθην

2ἄχρι κόρου καὐτὸς τοὺς κόρις ἐκκορίσας.

Epigram 114

1παιδὸς ἀφʼ ὑψηλῶν κεράμων ὑπὲρ ἄκρα μέτωπα

2κύπτοντος ʽΜοῖρα νηπιάχοις ἄφοβονʼ,

3μήτηρ ἐξόπιθεν μαζῷ μετέτρεψε νόημα·

4δὶς δὲ τέκνῳ ζωὴν ἓν κεχάριστο γάλα,

Epigram 115

1ἀσπίδʼ Ἀχιλλῆος, τὴνἝκτορος αἷμα πιοῦσαν,

2Λαρτιάδης Δαναῶν ἦρε κακοκρισίῃ·̓·

3ναυηγοῦ δὲ θάλασσα κατέσπασε, καὶ παρὰ τύμβον

4Αἴαντος νηκτὴν ὥρμισεν, οὐκ Ἰθάκῃ,

Epigram 115b

1καλὰ Ποσειδάων δίκασεν πολὺ μᾶλλον Ἀθήνης·

3καὶ κρίσιν Ἑλλήνων στυγερὴν ἀπέδειξε θάλασσα,

4καὶ Σαλαμὶς ἀπέχει κῦδος ὀφειλόμενον.

Epigram 116

1ἀσπὶς ἐν αἰγιαλοῖσι βοᾷ, καὶ σῆμα τινάσσει,

2αὐτόν σ’ ἐκκαλέουσα, τὸν ἄξιον ἀσπιδιώτην

3ἔγρεο, παῖ Τελαμῶνος, ἔχεις σάκος Αἰακίδαο.

Epigram 117

1πένθιμον ἡνίκα πατρὶ Πολυξείνης ὑμέναιον

2ἤνυσεν ὀγκωτοῦ Πύρρος ὕπερθε τάφου,

3ὧδε πολυκλαύτοιο κόμας λακίσασα καρήνου

4Κισσηὶς τεκέων κλαῦσε φόνους Ἑκάβη·

5“ πρόσθε μὲν ἀξονίοις φθιτὸν εἴρυσας Ἕκτορα δεσμοῖς·

6νῦν δὲ Πολυξείνης αἷμα δέχῃ φθίμενος·

7Αἰακίδη, τί τοσοῦτον ἐμῇ ὠδύσσαο νηδυῖ;

8παισὶν ἔφυς γὰρ ἐμοῖς ἤπιος οὐδὲ νέκυς.”

Epigram 118

1ὤ μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο·

2τοῦ μὲν ἐπερχομένου, τῆς δʼ ἀπονισαμένης,

Epigram 119

1εἴ τις ἀνὴρ ἄρχων ἐθέλει κολάκων ἀνέχεσθαι,

2πολλοὺς ἐκδώσει τοῖς μιαροῖς στόμασιν

3ὥστε χρὴ τὸν ἄριστον, ἀπεχθαίροντα δικαίως,

4ὡς κόλακας μισεῖν τοὺς κολακευομένους.

Epigram 120

1φαῦλος ἀνὴρ πίθος ἐστὶ τετρημένος, εἰς ὃν ἁπάσας

2ἀντλῶν τὰς χάριτας, εἰς κενὸν ἐξέχεας.

Epigram 121

1Σπάρτας καὶ Σαλαμῖνος ἐγὼ φυτὸν ἀμφήριστον

2κλαίω δʼ ἠιθέων ἔξοχον ἢ προμάχων.

Epigram 122

1Ἀτθὶ κόρα μελίθρεπτε, λάλος λάλον ἁρπάξασα

2τέττιγα πτανοῖς δαῖτα φέρεις τέκεσιν,

3τὸν λάλον ἁ λαλόεσσα, τὸν εὔπτερον ἁ πτερόεσσα,

4τὸν ξένον ἁ ξείνα, τὸν θερινὸν θερινά;

5κοὐχὶ τάχος ῥίψεις; οὐ γὰρ θέμις, οὐδὲ δίκαιον,

6ὄλλυσθʼ ὑμνοπόλους ὑμνοπόλοις στόμασιν.

Epigram 123

1ἐκ θοίνης φάος ἔσχεν ἐπʼ ἀχράδα μηκὰς ἰοῦσα,

2ἐκ δʼ ἐφάνη τυφλὴν μηκέτʼ ἔχουσα κόρην·

3δισσῶν τὴν ἑτέρην γὰρ ἐκέντρισεν ὀξὺς ἀκάνθης

4ὄζος. ἴδʼ ὡς τέχνης δένδρον ἐνεργότερον.

Epigram 124

1ποῖ Φοῖβος πεπόρευται; Ἄρης ἀναμίγνυται Δάφνῃ.

Epigram 125

1θαρσαλέοι Κελτοὶ ποταμῷ ζηλήμονι Ῥήνῳ

2τέκνα ταλαντεύουσι, καὶ οὐ πάρος εἰσὶ τοκῆες,

3πρὶν πάιν ἀθρήσωσι λελουμένον ὕδατι σεμνῷ.

4αἶψα γὰρ ἡνίκα μητρὸς ὀλισθήσας διὰ κόλπων

5νηπίαχος πρῶτον προχέει δάκρυ, τὸν μὲν ἀείρας

6αὐτὸς ἐπʼ ἀσπίδι θῆκεν ἑὸν πάιν, οὐδʼ ἀλεγίζει,

7οὔπω γὰρ γενέταο φέρει νοῦν, πρὶν γʼ ἐπαθρήσῃ

8κεκριμένον λουτροῖσιν ἐλεγξιγάμου ποταμοῖο·

9ἡ δὲ μετʼ εἰλείθυιαν ἐπʼ ἄλγεσιν ἄλγος ἔχουσα

10μήτηρ, εἰ καὶ παιδὸς ἀληθέα οἶδε τοκῆα,

11ἐκδέχεται τρομέουσα, τί μήσεται ἄστατον ὕδωρ.

Epigram 126

1τίνας ἂν εἴποι λόγους Κλυταιμνήστρα Ὀρέστου μέλλοντος

2αὐτὴν σφάξαι.

3πῇ ξίφος ἰθύνεις; κατὰ γαστέρος, ἢ κατὰ μαζῶν;

4γαστὴρ ἥδʼ ἐλόχευσεν, ἀνεθρέψαντο δὲ μαζοί.

Epigram 127

1ἂν περιλειφθῇ μικρὸν ἐν ἄγγεσιν ἡδέος οἴνου,

2εἰς ὀξὺ τρέπεται τοῦτο τὸ λειπόμενον

3οὕτω ἀπαντλήσας τὸν ὅλον βίον, εἰς βαθὺ δʼ ἐλθὼν

4γῆρας, ὁ πρεσβύτης γίνεται ὀξύχολος.

Epigram 128

1εἷρπε δράκων, καὶ ἔπινεν ὕδωρ· σβέννυντο δὲ πηγαὶ

2καὶ ποταμὸς κεκόνιστο, καὶ ἦν ἔτι διψαλέος θήρ.

Epigram 129

1εἷρπε τὸ μέν, τὸ δʼ ἔμελλε, τὸ δʼ ἦν ἔτι νωθρὸν ἐν εὐνῇ·

2αὐτὰρ ὃ διψήσας ποταμῷ ὑπέθηκε γένειον.

3πᾶς δʼ ἄρα Κηφισὸς εἴσω ῥέεν ἀργαλέον δὲ

4ἀνθερεὼν κελάρυζε. κατερχομένου δὲ ῥεέθρου,

5Κηφισὸν κώκυον ὀλωλότα πολλάκι Νύμφαι.

Epigram 130

1Παλλάδος εἰμὶ φυτόν· Βρομίου τί με θλίβετε κλῶνες

2ἄρατε τοὺς βότρυας· παρθένος οὐ μεθύω.

Epigram 131

1οὔρεσιν ἐν δολιχοῖς βλωθρὴν πίτυν ὑέτιός με

2πρόρριζον γαίης ἐξεκύλισε Νότος·

3ἔνθεν ναῦς γενόμην, ἀνέμοις πάλιν ὄφρα μάχωμαι,

4ἄνθρωποι τόλμης οὔ ποτε φειδόμενοι.

Epigram 132

1σωφροσύνη καὶ Ἔρως κατεναντίον ἀλλήλοισιν

2ἐλθόντες ψυχὰς ὤλεσαν ἀμφότερον·

3Φαίδρην μὲν κτεῖνεν πυρόεις πόθος Ἱππολύτοιο·

4Ἱππόλυτον δʼ ἁγνὴ πέφνε σαοφροσύνη·.

Epigram 133

1εἴ τις ἅπαξ γήμας πάλι δεύτερα λέκτρα διώκει,

2ναυηγὸς πλώει δὶς βυθὸν ἀργαλέον.

Epigram 134

This epigram has been joined with 135.

Epigram 135

1ἐλπὶς, καὶ σὺ Τύχη, μέγα χαίρετε· τὴν ὁδὸν εὗρον

2οὐκέτι γὰρ σφετέροις ἐπιτέρπομαι. ἔρρετε ἄμφω,

3οὕνεκεν ἐν μερόπεσσι πολυπλανέες μάλα, ἐστέ.

4ὅσσα γὰρ ἀτρεκέως οὐκ ἔσσεται, ὔμμες ἐν ἡμῖν

5φάσματα, ὡς ὕπνῳ, ἐμβάλλετε, οἷά τʼ ἐόντα.

6ἔρρε κακὴ γλήνη, πολυώδυνε· ἔρρετε ἄμφω.

7παίζοιτʼ, εἴγε θέλοιτε, ὅσους ἐμεῦ ὕστερον ὄντας

8εὕροιτʼ οὐ νοέοντας ὅπερ θέμις ἐστὶ νοῆσαι.

9ἀτρεκέως μάλα πᾶσι πλάνη Τύχη ἐστὶ βροτοῖσιν

10ἔστι γὰρ ἀδρανέη, τὸ δʼ ἐπιπλέον οὐδὲ πέλουσα.

11γράψε τίς; οἶδε θεός· τίνος εἵνεκεν; οἶδε καὶ αὐτός.

Epigram 136

1αἴθε πατήρ μʼ ἐδίδαξε δασύτριχα μῆλα νομεύειν,

2ὥς κεν ὑπὸ πτελέῃσι καθήμενος, ἢ ὑπὸ πέτρῃς

3συρίσδων καλάμοισιν ἐμὰς τέρπεσκον ἀνίας.

4Πιερίδες, φεύγωμεν ἐυκτιμένην πόλιν ἄλλην

5πατρίδα μαστεύσωμεν. ἀπαγγελέω δʼ ἄρα πᾶσιν

6ὡς ὀλοοὶ κηφῆνες ἐδηλήσαντο μελίσσας.

Epigram 137

τινος ἡμιξήρου πρὸς Ἁδριανὸν τὸν βασιλέα

1ἥμισύ μου τέθνηκε, τὸ δʼ ἥμισυ λιμὸς ἐλέγχει·

2σῶσόν μου, βασιλεῦ, μουσικὸν ἡμίτονον.

3πρὸς ὃν ὁ βασιλεὺς Ἁδριανὸς ἀπεκρίνατο

4ἀμφοτέρους ἀδικεῖς καὶ Πλουτέα καὶ Φαέθοντα·

5τὸν μὲν ἔτʼ εἰσορόων, τοῦ δʼ ἀπολειπόμενος.

Epigram 138

1ἦν νέος, ἀλλὰ πένης· νῦν γηρῶν πλούσιός εἰμι,

2ὦ μόνος ἐκ πάντων οἰκτρὸς ἐν ἀμφοτέροις·

3ὃς τότε μὲν χρῆσθαι δυνάμην, ὁπότʼ οὐδὲ ἓν εἶχον,

4νῦν δʼ ὁπότε χρῆσθαι μὴ δύναμαι, τότʼ ἔχω.

Epigram 139

1Μαχλὰς ἐϋκροτάλοισιν ἀνευάζουσα χορείαις,

2δίζυγα παλλομένοισι τινάγμασι χαλκὸν ἀράσσει·

4τῆς μὲν ὑποκλέπτων πολιὴν τρίχα, γείτονα μοίρης.

5ἠλεμάτοις ἀκτῖσι χαράσσεται ὄμματος αὐγή

6ψευδόμενον δʼ ἐρύθημα κατέγραφεν ἄχροος αἰδώς,

7ἀγλαΐῃ στέψασα νόθῃ κεκαλυμμένα μῆλα.

Epigram 140

1ἕδρην χαλκεόπεζον ἐπὶ προθύροις Ἑλικῶνος

2εἱστήκει θεράπων τις ὑπὲρ νώτοιο μεμαρπώς,

3οὐδʼ ἔθελεν μογέοντι πορεῖν ἐπίβαθρον ἀοιδῆς·

4τοὔνεκά μευ θώρηξε νόον πολύμητις ἀνάγκη.

Epigram 141

1κοινῇ πὰρ κλισίῃ ληθαργικὸς ἠδὲ φρενοπλὴξ

2κείμενοι, ἀλλήλων νοῦσον ἀπεσκέδασαν.

3ἐξέθορε κλίνης γὰρ ὁ τολμήεις ὑπὸ λύσσης,

4καὶ τὸν ἀναίσθητον παντὸς ἔτυπτε μέλους.

5πληγαὶ δʼ ἀμφοτέροις ἐγένοντʼ ἄκος, αἷς ὁ μὲν αὐτῶν

6ἔγρετο, τὸν δʼ ὕπνῳ πουλὺς ἔριψε κόπος.

Epigram 142

1Κρημνοβάταν, δίκερων, Νυμφῶν ἡγήτορα Πᾶνα

2ἁζόμεθʼ, ὃς πετρίνου τοῦδε κέκηδε δόμου,

3ἵλαον ἔμμεναι ἄμμιν, ὅσοι λίβα τήνδε μολόντες

4ἀενάου πόματος, δίψαν ἀπωσάμεθα.

Epigram 143

1λιτός τοι δόμος οὗτος ʽ ἐπεὶ παρὰ κύματι πηγῷ

2ἵδρυμαι νοτερῆς δεσπότις ἠιόνοσʼ,

3ἀλλὰ φίλος· πόντῳ γὰρ ἐπὶ πλατὺ δειμαίνοντι

4χαίρω, καὶ ναύταις εἰς ἐμὲ σῳζομένοις.

5ἱλάσκευ τὴν Κύπριν ἐγὼ δέ σοι ἢ ἐν ἔρωτι

6οὔριος, ἢ χαροπῷ πνεύσομαι ἐν πελάγει.

Epigram 144

1Κύπριδος οὗτος ὁ χῶρος, ἐπεὶ φίλον ἔπλετο τήνᾳ,

2αἰὲν ἀπʼ ἠπείρου λαμπρὸν ὁρῆν πέλαγος,

3ὄφρα φίλον ναύτῃσι τελῇ πλόον ἀμφὶ δὲ πόντος

4δειμαίνει, λιπαρὸν δερκόμενος ξόανον.

Epigram 145

1ἐλθὼν εἰς ἀίδην, ὅτε δὴ σοφὸν ἤνυσε γῆρας,

2Διογένης ὁ κύων Κροῖσον ἰδὼν ἐγέλα,

3καὶ στρώσας ὁ γέρων τὸ τριβώνιον ἐγγὺς ἐκείνου,

4τοῦ πολὺν ἐκ ποταμοῦ χρυσὸν ἀφυσσαμένου,

5εἶπεν “ἐμοὶ καὶ νῦν πλείων τόπος· ὅσσα γὰρ εἶχον,

6πάντα φέρω σὺν ἐμοί· Κροῖσε, σὺ δʼ οὐδὲν ἔχεις.”

Epigram 146

1ἐλπίδα καὶ Νέμεσιν Εὔνους παρὰ βωμὸν ἔτευξα,

2τὴν μὲν, ἵνʼ ἐλπίζῃς· τὴν δʼ, ἵνα μηδὲν ἔχῃς.

Epigram 147

1ὦ ἴτε Δήμητρος πρὸς ἀνάκτορον, ὦ ἴτε, μύσται,

2μὴ δʼ ὕδατος προχοὰς δείδιτε χειμερίους.

3τοῖον γὰρ Ξενοκλῆς [ὁ Ξείνιδος ἀσφαλὲς ὔμμιν

4ζεῦγμα διὰ πλατέος τοῦδʼ ἔβαλεν ποταμοῦ.

Epigram 148

1τὸν βίον, Ἡράκλειτε, πολὺ πλέον ἤπερ ὅτʼ ἔζης

2δάκρυε· νῦν ὁ βίος ἔστʼ ἐλεεινότερος.

3τὸν βίον ἄρτι γέλα, Δημόκριτε, τὸ πλέον ἢ πρὶν

4νῦν ὁ βίος πάντων ἐστὶ γελοιότερος.

5εἰς ὑμέας δὲ καὶ αὐτὸς ὁρῶν, τὸ μεταξὺ μεριμνῶ

6πῶς ἅμα σοὶ κλαύσω, πῶς ἅμα σοὶ γελάσω.

Epigram 149

1εἶχεν Ἀριστείδης ὁ βοκέρριος οὐκ ἀπὸ πολλῶν

2πολλά, μιῆς δʼ ὄιος καὶ βοὸς εὐπορίην.

3ἀλλὰ γὰρ οὐδʼ ὁ πένης ἔφυγε φθόνον ἤματι δʼ αὐτῷ

4θῆρες ὄιν, τὴν βοῦν δʼ ὤλεσε δυστοκίη.

5μισήσας δʼ ἀβληχὲς ἐπαύλιον, ἅμματι πήρης

6ἐκ ταύτης βιοτὴν ἀχράδος ἐκρέμασεν.

Epigram 150

1πλοῦτος Ἀριστείδῃ δάμαλις μία καὶ τριχόμαλλος

2ἦν ὄις· ἐκ τούτων λιμὸν ἔλαυνε θύρης.

3ἤμβροτε δʼ ἀμφοτέρων· ἀμνὴν λύκος, ἔκτανε δʼ ὠδὶς

4τὴν δάμαλιν πενίης δʼ ὤλετο βουκόλιον.

5πηροδέτῳ δʼ ὃ γʼ ἱμάντι κατʼ αὐχένος ἅμμα λυγώσας,

6οἰκτρὸς ἀμυκήτῳ κάτθανε πάρ καλύβᾐ,

Epigram 151

1ποῦ τὸ περίβλεπτον κάλλος σέο, Δωρὶ Κόρινθε;

2ποῦ στεφάναι πύργων, ποῦ τὰ πάλαι κτέανα,

3ποῦ νηοὶ μακάρων, ποῦ δώματα, ποῦ δὲ δάμαρτες

4Σισύφιαι, λαῶν θʼ αἱ ποτε μυριάδες;

5οὐδὲ γὰρ οὐδʼ ἴχνος, πολυκάμμορε, σεῖο λέλειπται,

6πάντα δὲ συμμάρψας ἐξέφαγεν πόλεμος.

7μοῦναι ἀπόρθητοι Νηρηίδες, Ὠκεανοῖο

8κοῦραι, σῶν ἀχέων μίμνομεν ἁλκυόνες.

Epigram 152

1ἅδε ποθʼ ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαι

2Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης

3ἀμφαδόν, ἀλλʼ ἵπποιο κακὸν ξύλον. αἴθε δʼ Ἐπειὸς

4κάτθανε πρὶν τεῦξαι δουρατέαν παγίδα.

5οὐ γὰρ ἄν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ,

6οὕτω ἐφʼ ἁμετέροις λάεσιν ἠριπόμαν.

Epigram 153

1ὦ πόλι, πῆ σέο κεῖνα τὰ τείχεα, πῆ πολύολβοι

2νηοί; πῆ δὲ βοῶν κράατα τεμνομένων;

3πῆ Παφίης ἀλάβαστρα, καὶ ἡ πάγχρυσος ἐφεστρίς;

4πῆ δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης;

5πάντα μόθος χρονίη τε χύσις καὶ Μοῖρα κραταιὴ

6ἥρπασεν, ἀλλοίην ἀμφιβαλοῦσα τύχην.

7καί σε τόσον νίκησε βαρὺς φθόνος· ἀλλʼ ἄρα μοῦνον

8οὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται.

Epigram 154

1ἱλήκοις, πολιοῦχε. σὲ μὲν χρυσαυγέι νηῷ,

2ὡς θέμις, ἁ τλάμων Ἴλιος ἠγασάμην

3ἀλλὰ σύ με προλέλοιπας ἑλώριον· ἀντὶ δὲ μήλου

4πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαΐην.

5ἄρκιον ἦν θνᾴσκειν τὸν βουκόλον εἰ γὰρ ἄθεσμος

6ἔπλετο, τᾶς πάτρας οὐκ ἀλίτημα τόδε.

Epigram 155

1εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε, μή με γελάσσῃς·

2οὐ γὰρ ἐμοὶ μούνῃ ταῦτα τέλεσσε Τύχη.

3εἰ δέ τις ἐξ Ἀσίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρ

4σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις.

5εἰ δὲ θεῶν τεμένη καὶ τείχεα καὶ ναετῆρας

6ζηλήμων δηίων ἐξεκένωσεν ἄρης,

7εἰμὶ πάλιν βασίλεια. σὺ δʼ, ὦ τέκος, ἄτρομε Ῥώμη,

8βάλλε καθʼ Ἑλλήνων σῆς ζυγόδεσμα δίκης.

Epigram 156

1Δέρκεο τὸν Τροίας % δεκέτη λόχον εἴσιδε πῶλον

2εὐόπλου Δαναῶν ἔγκυον ἡσυχίης.

3τεκταίνει μὲν Ἐπειός, Ἀθηναίη δὲ κελεύει

4ἔργον· ὑπὲκ νώτου δʼ Ἑλλὰς ὅλα δύεται.

5ἦ ῥα μάταν ἀπόλοντο τόσος στρατός, εἰ πρὸς Ἄρηα

6ἦν δόλος Ἀτρείδαις ἐσθλότερος πολέμου.

Epigram 157

1τίς θεὸν εἶπεν Ἔρωτα; θεοῦ κακὸν οὐδὲν ὁρῶμεν

2ἔργον ὁ δʼ ἀνθρώπων αἵματι μειδιάει.

3οὐ θοὸν ἐν παλάμαις κατέχει ξίφος; ἠνίδʼ ἄπιστα

4τῆς θειοδμήτου σκῦλα μιαιφονίης.

5μήτηρ μὲν σὺν παιδὶ κατέφθιτο αὐτὰρ ἐπʼ αὐτοῖς

6ποίνιμος ἔκτεινεν φῶτα λιθοκτονίη.

7καὶ ταῦτʼ οὔτʼ Ἄϊδος, οὔτʼ Ἄρεος, ἔργα δʼ Ἔρωτος

8λεύσσομεν, οἷς παίζει κεῖνος ὁ νηπίαχος.

Epigram 158

1αἱ τρισσαί ποτε παῖδες ἐν ἀλλήλαισιν ἔπαιζον

2κλήρῳ, τίς προτέρη βήσεται εἰς ἀίδην

3καὶ τρὶς μὲν χειρῶν ἔβαλον κύβον, ἦλθε δὲ πασῶν

4ἐς μίαν· ἡ δʼ ἐγέλα κλῆρον ὀφειλόμενον.

5ἐκ τέγεος γὰρ ἄελπτον ἔπειτʼ ὤλισθε πέσημα

6δύσμορος, ἐς δʼ ἀίδην ἤλυθεν, ὡς ἔλαχεν.

7ἀψευδὴς ὁ κλῆρος, ὅτῳ κακὸν ἐς δὲ τὸ λῷον

8οὔτʼ εὐχαὶ θνητοῖς εὔστοχοι, οὔτε χέρες.

Epigram 159

1κρανίον ἐν τριόδοισι κατοιχομένου τις ἐσαθρῶν

2εἰκόνα τὴν κοινὴν οὐκ ἐδάκρυσε βίου·

3δεξιτερὴν δʼ ἔρριψεν ἐπὶ χθόνα, καὶ λίθον ἧκεν,

4κωφὸν μὲν δοκέοντʼ, ἀλλὰ πνέοντα δίκης.

5ὀστέον ὡς γὰρ ἔπληξεν, ἀφήλατο, καὶ τὸν ἀφέντα

6πήρωσεν, γλυκεροῦ βλέμματος ὀρφανίσας.

7καὶ πάλιν εἰς ἀίδην ἐκολάζετο, τὴν ἰδίην δὲ

8ἔκλαυσεν χειρῶν εὔστοχον ἀφροσύνην.

Epigram 160

1Ἡρόδοτος Μούσας ὑπεδέξατο· τῷ δʼ ἄρʼ ἑκάστη

2ἀντὶ φιλοξενίης βίβλον ἔδωκε μίαν.

Epigram 161

1Ἡσιόδου ποτὲ βίβλον ἐμαῖς ὑπὸ χερσὶν ἑλίσσων

2Πύρρην ἐξαπίνης εἶδον ἐπερχομένην

3βίβλον δὲ ῥίψας ἐπὶ γῆν χερί, τοῦτʼ ἐβόησα·

4ἔργα τί μοι παρέχεις, ὦ γέρον Ἡσίοδε;

Epigram 162

1ἤμην ἀχρεῖον κάλαμος φυτὸν ἐκ γὰρ ἐμεῖο

2οὐ σῦκʼ, οὐ μῆλον φύεται, οὐ σταφυλή·

3ἀλλὰ μʼ ἀνὴρ ἐμύησ’ ἑλικωνίδα, λεπτὰ τορήσας

4χείλεα, καὶ στεινὸν ῥοῦν ὀχετευσάμενος.

5ἐκ δὲ τοῦ εὖτε πίοιμι μέλαν ποτόν, ἔνθεος οἷα,

6πᾶν ἔπος ἀφθέγκτῳ τῷδε λαλῶ στόματι.

Epigram 163

1ἐκ πυρὸς Ἰλιακοῦ δοράτων μέσον ἥρπασεν ἥρως

2Αἰνείας, ὅσιον παιδὶ βάρος, πατέρα·

3ἔκλαγε δʼ Ἀργείοις· “μὴ ψαύετε· μικρὸν ἐς ἄρη

4κέρδος ὁ γηραλέος, τῷ δὲ φέροντι μέγα.”

Epigram 164

1τίς σε, Δικαιοσύνη, βροτὸς ἤκαχεν; — οὗτος ὁ κλέπτης

2ἐνθάδε με στήσας, οὐδὲν ἔχων πρὸς ἐμέ.

Epigram 165

1ὀργὴ τοῦ Διός ἐστι γυνή, πυρὸς ἀντιδοθεῖσα

2δῶρον, ἀνιηρὸν τοῦ πυρὸς ἀντίδοτον.

3ἄνδρα γὰρ ἐκκαίει ταῖς φροντίσιν ἠδὲ μαραίνει,

4καὶ γῆρας προπετὲς τῇ νεότητι φέρει.

5οὐδʼ ὁ Ζεὺς ἀμέριμνος ἔχει χρυσόθρονον Ἥρην

6πολλάκι γοῦν αὐτὴν ῥῖψεν ἀπʼ ἀθανάτων,

7ἠέρι καὶ νεφέλῃσι μετῄορον· οἶδεν Ὅμηρος,

8καὶ Δία συγγράψας τῇ γαμετῇ χόλιον.

9οὕτως οὐδέποτʼ ἐστὶ γυνὴ σύμφωνος ἀκοίτῃ,

10οὐδὲ καὶ ἐν χρυσέῳ μιγνυμένη δαπέδῳ.

Epigram 166

1πᾶσαν Ὅμηρος ἔδειξε κακὴν σφαλερήν τε γυναῖκα,

2σώφρονα καὶ πόρνην, ἀμφοτέρας ὄλεθρον.

3ἐκ γὰρ τῆς Ἑλένης μοιχευσαμένης φόνος ἀνδρῶν,

4καὶ διὰ σωφροσύνην Πηνελόπης θάνατοι.

5Ἰλιὰς οὖν τὸ πόνημα μιᾶς χάριν ἐστὶ γυναικός·

6αὐτὰρ Ὀδυσσείῃ Πηνελόπη πρόφασις.

Epigram 167

1ὁ Ζεὺς ἀντὶ πυρὸς πῦρ ὤπασεν ἄλλο, γυναῖκας.

2εἴθε δὲ μήτε γυνή, μήτε τὸ πῦρ ἐφάνη·

3πῦρ μὲν δὴ ταχέως καὶ σβέννυται· ἡ δὲ γυνὴ πῦρ

4ἄσβεστον, φλογερόν, πάντοτʼ ἀναπτόμενον.

Epigram 168

1μῆνιν οὐλομένην γαμετὴν ὁ τάλας γεγάμηκα,

2καὶ παρὰ τῆς τέχνης μήνιδος ἀρξάμενος.

3ὤμοι ἐγὼ πολύμηνις, ἔχων διχόλωτον ἀνάγκην, τέχνης

4γραμματικῆς καὶ γαμετῆς μαχίμης.

Epigram 169

1μῆνις Ἀχιλλῆος καὶ ἐμοὶ πρόφασις γεγένηται

2οὐλομένης πενίης γραμματικευσαμένῳ.

3εἴθε δὲ σὺν Δαναοῖς με κατέκτανε μῆνις

4ἐκείνη, πρὶν χαλεπὸς λιμὸς γραμματικῆς ὀλέσει. ἀλλʼ ἵνʼ

5ἀφαρπάξῃ Βρισηίδα…

6

The complete text is available when the reading interface loads.