Ἀνθολογία, Volume IV
- Scientific editors
- William Roger Paton
- Edition reference
- The Greek Anthology · London · William Heinemann Ltd. · 1918
- CTS identifier
urn:cts:greekLit:tlg7000.tlg001.local005- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 10
Epigram 1
Λεωνιδοτ
1ὀ πλόος ὡραῖος· καὶ γὰρ λαλαγεῦσα χελιδὼν
2ἤδη μέμβλωκεν, χὠ χαρίεις Ζέφυρος·
3λειμῶνες δʼ ἀνθεῦσι, σεσίγηκεν δὲ θάλασσα
4κύμασι καὶ τρηχεῖ πνεύματι βρασσομένη.
5ἀγκύρας ἀνέλοιο, καὶ ἐκλύσαιο γύαια,
6ναυτίλε, καὶ πλώοις πᾶσαν ἐφεὶς ὀθόνην.
7ταῦθʼ ὁ Πρίηπος ἐγὼν ἐπιτέλλομαι ὁ λιμενίτας,
8ὤνθρωφʼ, ὡς πλώοις πᾶσαν ἐπʼ ἐμπορίην.
Epigram 2
1Ἀκμαῖος ῥοθίῃ νηὶ δρόμος, οὐδὲ θάλασσα
2πορφύρει τρομερῇ φρικὶ χαρασσομένη·
3ἤδη δὲ πλάσσει μὲν ὑπώροφα γυρὰ χελιδὼν
4οἰκία, λειμώνων δʼ ἁβρὰ γελᾷ πέταλα.
5τοὔνεκα μηρύσασθε διάβροχα, πείσματα ναῦται,
6ἕλκετε δʼ ἀγκύρας φωλάδας ἐκ λιμένων·
7λαίφεα δʼ εὐυφέα προτονίζετε. ταῦθʼ ὁ Πρίηπος
8ὔμμιν ἐνορμίτας παῖς ἐνέπω Βρομίου.
Epigram 3
1εἰς ἀίδην ἰθεῖα κατήλυσις, εἴτʼ ἀπʼ Ἀθηνῶν
2στείχοις, εἴτε νέκυς νίσεαι ἐκ Μερόης.
3μὴ σὲ γʼ ἀνιάτω πάτρης ἀποτῆλε θανόντα·
4πάντοθεν εἷς ὁ φέρων εἰς ἀίδην ἄνεμος.
Epigram 4
1λῦσον ἀπʼ εὐόρμων δολιχὰ πρυμνήσια νηῶν,
2εὔτροχα δʼ ἐκπετάσας λαίφεα ποντοπόρει,
3ἔμπορεʼ χειμῶνες γὰρ ἀπέδραμον, ἄρτι δὲ κῦμα
4γλαυκὸν θηλύνει πρηΰγελως Ζέφυρος·
5ἤδη καὶ φιλότεκνος ὑπὸ τραυλοῖσι χελιδὼν
6χείλεσι καρφίτην πηλοδομεῖ θάλαμον
7ἄνθεα δʼ ἀντέλλουσι κατὰ χθόνα· τῷ σὺ Πριήπῳ
8πειθόμενος πάσης ἅπτεο ναυτιλίης.
Epigram 5
1ἤδη πηλοδομεῦσι χελιδόνες, ἤδη ἀνʼ οἶδμα
2κολποῦται μαλακὰς εἰς ὀθόνας ζέφυρος·
3ἤδη καὶ λειμῶνες ὑπὲρ πετάλων ἐχέαντο
4ἄνθεα, καὶ τρηχὺς σῖγα μέμυκε πόρος.
5σχοίνους μηρύεσθε, ἐφʼ ὁλκάδα φορτίζεσθε
6ἀγκύρας, καὶ πᾶν λαῖφος ἔφεσθε κάλοις.
7ταῦτʼ ὔμμιν πλώουσιν ἐπʼ ἐμπορίην ὁ Πρίηπος
8ὁ λιμενορμίτης ναυτιλίην γράφομαι,
Epigram 6
1ἤδη μὲν Ζεφύροιο ποητόκου ὑγρὸν ἄημα
2ἠρέμα λειμῶνας πίτνει ἐπʼ ἀνθοκόμους·
3Κεκροπίδες δʼ ἠχεῦσι· γαληναίη δὲ θάλασσα
4μειδιάει, κρυερῶν ἄτρομος ἐξ ἀνέμων.
5ἀλλʼ ἴτε θαρσαλέοι, πρυμνήσια λύετε, ναῦται,
6πίτνατε δὲ πτερύγων λεπταλέας στολίδας.
7ὦ ἴτʼ ἐπʼ ἐμπορίην πίσυνοι χαρίεντι Πριήπῳ,
8ὦ ἴτε δὴ λιμένων δαίμονι πειθόμενοι.
Epigram 7
1τοῦδέ με κυμοπλῆγος ἐπὶ σκοπέλοιο Πρίηπον
2ναῦται Θρηικίου θέντο πόρου φύλακα,
3πολλάκις οἷς ἤιξα ταχὺς καλέουσιν ἀρωγός,
4ξεῖνε, κατὰ πρύμνης ἡδὺν ἄγων Ζέφυρον.
5τοὔνεκεν οὔτʼ ἄκνισον, ὅπερ θέμις, οὔτʼ ἐπιδευῆ
6εἴαρος ἀθρήσεις βωμὸν ἐμὸν στεφάνων,
7ἀλλʼ αἰεὶ θυόεντα καὶ ἔμπυρον· οὐδʼ ἑκατόμβη
8τόσσον ὅσον τιμὴ δαίμοσιν ἁνδάνεται.
Epigram 8
1βαιὸς ἰδεῖν ὁ Πρίηπος ἐπαιγιαλίτιδα ναίω
2χηλήν, αἰθυίας οὔποτε % ἀντιβίας,
3φοξός, ἄπους, οἷόν κεν ἐρημαίῃσιν ἐπʼ ἀκταῖς
4ξέσσειαν μογερῶν υἱέες ἰχθυβόλων.
5ἀλλʼ ἤν τις γριπεύς με βοηθόον ἢ καλαμευτὴς
6φωνήσῃ, πνοιῆς ἵεμαι ὀξύτερος.
7λεύσσω καὶ τὰ θέοντα καθʼ ὕδατος· ἦ γὰρ ἀπʼ ἔργων
8δαίμονες, οὐ μορφᾶς γνωστὸν ἔχουσι τύπον.
Epigram 9
1τὸν βραχύν, ἰχθυβολῆες, ὑπὸ σχίνῳ με Πρίηπον
2στειλάμενοι κώπαις τὰν ὀλίγαν ἄκατον,
3ʽδ̔ίκτυʼ ἄγʼ ἁπλώσασθε,ʼ πολὺν δʼ ἁλινηχέα βῶκα
4καὶ σκάρον, οὐ θρίσσης νόσφιν, ἀρυσσάμενοι,
5γλαυκὸν ἐνιδρυνθέντα νάπῃ σημάντορα θήρης
6τίετʼ, ἀπʼ οὐκ ὀλίγων βαιὸν ἀπαρχόμενοι.
Epigram 10
1Πᾶνά με τόνδʼ ἱερῆς ἐπὶ λισσάδος, αἰγιαλίτην
2Πᾶνα, τὸν εὐόρμων τῇδʼ ἔφορον λιμένων,
3οἱ γριπῆες ἔθεντο· μέλω δʼ ἐγὼ ἄλλοτε κύρτοις,
4ἄλλοτε δʼ αἰγιαλοῦ τοῦδε σαγηνοβόλοις.
5ἀλλὰ παράπλει, ξεῖνε· σέθεν δʼ ἐγὼ οὕνεκα ταύτης
6εὐποιΐης πέμψω πρηΰν ὄπισθε νότον.
Epigram 11
1εἴτε σὺ γʼ ὀρνεόφοιτον ὑπὲρ καλαμῖδα παλύνας
2ἰξῷ ὀρειβατέεις, εἴτε λαγοκτονέεις,
3Πᾶνα κάλει. κυνὶ Πὰν λασίου ποδὸς ἴχνια φαίνει·
4σύνθεσιν ἀκλινέων Πὰν ἀνάγει καλάμων.
Epigram 12
1τῇδʼ ὑπὸ τὰν ἄρκευθον ἴτʼ ἀμπαύοντες, ὁδῖται,
2γυῖα παρʼ Ἑρμείᾳ σμικρὸν ὁδοῦ φύλακι,
3μὴ φύρδαν, ὅσσοι δὲ βαρεῖ γόνυ κάμνετε μόχθῳ
4καὶ δίψᾳ, δολιχὰν οἶμον ἀνυσσάμενοι.
5πνοιὴ γὰρ καὶ θῶκος ἐύσκιος. ἅ θʼ ὑπὸ πέτρᾳ
6πῖδαξ εὐνήσει γυιοβαρῆ κάματον
7ἔνδιον δὲ φυγόντες ὀπωρινοῦ κυνὸς ἄσθμα,
8ὡς θέμις, Ἑρμείην εἰνόδιον τίετε.
Epigram 13
1ἦ καλὸν αἱ δάφναι, καλὸν δʼ ὑπὸ πυθμέσιν ὕδωρ
2πιδύει, πυκινὸν δʼ ἄλσος ὑποσκιάει
3τηλεθάον, ζεφύροισιν ἐπίδρομον, ἄλκαρ ὁδίταις
4δίψης καὶ καμάτου καὶ φλογὸς ἠελίου.
Epigram 14
1εὔδια μὲν πόντος πορφύρεται· οὐ γὰρ ἀήτης
2κύματα λευκαίνει φρικὶ χαρασσόμενα·
3οὐκέτι δὲ σπιλάδεσσι περικλασθεῖσα θάλασσα
4ἔμπαλιν ἀντωπὸς πρὸς βάθος εἰσάγεται.
5οἱ ζέφυροι πνείουσιν, ἐπιτρύζει δὲ χελιδὼν
6κάρφεσι κολλητὸν πηξαμένη θάλαμον.
7θάρσει, ναυτιλίης ἐμπείραμε, κἂν παρὰ Σύρτιν,
8κἂν παρὰ Σικελικὴν ποντοπορῇς κροκάλην
9μοῦνον ἐνορμίταο παραὶ βωμοῖσι Πριήπου
10ἢ σκάρον ἢ βῶκας φλέξον ἐρευθομένους.
Epigram 15
1ἤδη μὲν ζεφύροισι μεμυκότα κόλπον ἀνοίγει
2εἴαρος εὐλείμων θελξινόοιο χάρις·
3ἄρτι δὲ δουρατέοισιν ἐπωλίσθησε κυλίνδροις
4ὁλκὰς ἀπʼ ἠιόνων ἐς βυθὸν ἑλκομένη.
5λαίφεα κυρτώσαντες ἀταρβέες ἔξιτε, ναῦται,
6πρηῢν ἀμοιβαίης φόρτον ἐς ἐμπορίης.
7πιστὸς νηυσὶ Πρίηπος, ἐπεὶ Θέτιν εὔχομαι εἶναι
8ἡμετέρου πατρὸς ξεινοδόκον Βρομίου.
Epigram 16
1ἤδη καλλιπέτηλον ἐπʼ εὐκάρποισι λοχείαις
2λήιον ἐκ ῥοδέων ἀνθοφορεῖ καλύκων
3ἤδη ἐπʼ ἀκρεμόνεσσιν ἰσοζυγέων κυπαρίσσων
4μουσομανὴς τέττιξ θέλγει ἀμαλλοδέτην·
5καὶ φιλόπαις ὑπὸ γεῖσα δόμους τεύξασα χελιδὼν
6ἔκγονα πηλοχύτοις ξεινοδοκεῖ θαλάμοις.
7ὑπνώει δὲ θάλασσα, φιλοζεφύροιο γαλήνης
8νηοφόροις νώτοις εὔδια πεπταμένης,
9οὐκ ἐπὶ πρυμναίοισι καταιγίζουσα κορύμβοις,
10οὐκ ἐπὶ ῥηγμίνων ἀφρὸν ἐρευγομένη.
11ναυτίλε, ποντομέδοντι καὶ ὁρμοδοτῆρι Πριήπῳ
12τευθίδος ἢ τρίγλης ἀνθεμόεσσαν ἴτυν,
13ἢ σκάρον αὐδήεντα παραὶ βωμοῖσι πυρώσας,
14ἄτρομος Ἰονίου τέρμα θαλασσοπόρει.
Epigram 17
1Ἀρχέλεω, λιμενῖτα, σὺ μέν, μάκαρ, ἠπίῳ αὔρῃ
2πέμπε κατὰ σταθερῆς οἰχομένην; ὀθόνην
3ἄχρις ἐπὶ Τρίτωνα· σὺ δʼ ἠόνος ἄκρα λελογχὼς
4τὴν ἐπὶ Πυθείου ῥύεο ναυστολίην·
5κεῖθεν δʼ, εἰ Φοίβῳ μεμελήμεθα πάντες ἀοιδοί,
6πλεύσομαι εὐαεῖ θαρσαλέως ζεφύρῳ.
Epigram 18
1Γῶβρυ, Διώνυσός σε καὶ ἡ φιλεράστρια Κύπρις
2τέρποι, καὶ γλυκεραὶ γράμμασι Πιερίδες·
3ὧν μὲν γὰρ σοφίην ἀποδρέπτεο· τῆς δʼ ἐς ἔρωτας
4ἔρχεο· τοῦ δὲ φίλας λαβροπότει κύλικας.
Epigram 19
1ἡδὺ παρειάων πρῶτον θέρος ἤματι τούτῳ
2κείρεο, καὶ γενύων ἠιθέους ἕλικας,
3Γάιε· σὸν δὲ πατὴρ χερὶ δέξεται εὐκτὸν ἴουλον
4Λεύκιος, αὐξομένου πουλὺν ἐς ἠέλιον.
5δωρεῦνται χρυσέοισιν, ἐγὼ δʼ ἱλαροῖς ἐλέγοισιν
6οὐ γὰρ δὴ πλούτου Μοῦσα χερειοτέρη.
Epigram 20
1ἤν τινα καλὸν ἴδῃς, εὐθὺς τὸ πρῆγμα κροτείσθω·
2βάζʼ ἃ φρονεῖς· ὄρχεων δράσσεο χερσὶν ὅλαις·
3ἢν δʼ εἴπῃς, τίω σε, καὶ ἔσσομαι οἷά τʼ ἀδελφός,
4αἰδώς σου κλείσει τὴν ἐπὶ τοὔργον ὁδόν.
Epigram 21
1Κύπρι γαληναίη, φιλονύμφιε, Κύπρι δικαίων
2σύμμαχε, Κύπρι Πόθων μῆτερ ἀελλοπόδων,
3Κύπρι, τὸν ἡμίσπαστον ἀπὸ κροκέων ἐμὲ παστῶν,
4τὸν χιόσι ψυχὴν Κελτίσι νιφόμενον,
5Κύπρι, τὸν ἡσύχιόν με, τὸν οὐδενὶ κοῦφα λαλεῦντα,
6τὸν σέο πορφυρέῳ κλυζόμενον πελάγει,
7Κύπρι φιλορμίστειρα, φιλόργιε, σῷζέ με, Κύπρι,
8Ναϊακοὺς ἤδη, δεσπότι, πρὸς λιμένας.
Epigram 22
1μὴ πόδα γυμνὸν ἔρεσσε διʼ ὑλάεσσαν ἀταρπὸν
2Αἰγύπτου· χαροπῶν φεῦγε διὲξ ὀφίων,
3ἀγρεῦ δουνακόδιφα· τὸν ἐκ χέρσου δὲ φύλαξαι
4ἰόν, ὁ τοξεύειν ὄρνιν ἐπειγόμενος.
Epigram 23
1Νικήτης ὀλίγοις μὲν ἐπὶ προτόνοισιν, ἀήτης
2οἷάτε, πρηείης ἄρχεται ἐκ μελέτης·
3ἀλλʼ ὅταν ἐμπνεύσῃ, κατὰ δʼ ἱστία πάντα φέρηται,
4λαίφεα πακτώσας, μέσσα θέει πελάγη,
5ναῦς ἅτε μυριόφορτος, ἕως ἐπὶ τέρματα μύθων
6ἔλθῃ ἀκυμάντους † ἔμπροσθεν εἰς λιμένας.
Epigram 24
1φρὴν ἱερὴ μεγάλου Ἐνοσίχθονος, ἔσσο καὶ ἄλλοις
2ἠπίη, Αἰγαίην οἳ διέπουσιν ἅλα·
3κἠμοὶ γὰρ Θρήικι διωκομένῳ ὑπʼ ἀήτῃ
4ὤρεξας πρηεῖʼ ἀσπασίῳ λιμένας.
Epigram 25
1Φοῖβε, Κεφαλλήνων λιμενοσκόπε, θῖνα Πανόρμου
2ναίων, τρηχείης ἀντιπέρην Ἰθάκης,
3δός με διʼ εὐπλώτοιο πρὸς Ἀσίδα κύματος ἐλθεῖν,
4Πείσωνος δολιχῇ νηὶ συνεσπόμενον
5καὶ τὸν ἐμὸν βασιλῆα τὸν ἄλκιμον εὖ μὲν ἐκείνῳ
6ἵλαον, εὖ δʼ ὕμνοις ἄρτισον ἡμετέροις.
Epigram 26
1ὡς τεθνηξόμενος τῶν σῶν ἀγαθῶν ἀπόλαυε,
2ὡς δὲ βιωσόμενος φείδεο σῶν κτεάνων.
3ἔστι δʼ ἀνὴρ σοφὸς οὗτος, ὃς ἄμφω ταῦτα νοήσας
4φειδοῖ καὶ δαπάνῃ μέτρον ἐφηρμόσατο.
Epigram 27
1ἀνθρώπους μὲν ἴσως λήσεις ἄτοπόν τι ποιήσας,
2οὐ λήσεις δὲ θεοὺς οὐδὲ λογιζόμενος.
Epigram 28
1τοῖσι μὲν εὖ πράττουσιν πᾶς ὁ βίος βραχύς; ἐστιν,
2τοῖς δὲ κακῶς μία νὺξ ἄπλετός ἐστι χρόνος.
Epigram 29
1οὐχ ὁ Ἔρως ἀδικεῖ μερόπων γένος, ἀλλʼ ἀκολάστοις
2ψυχαῖς ἀνθρώπων ἔσθʼ ὁ Ἔρως πρόφασις.
Epigram 30
1ὠκεῖαι χάριτες γλυκερώτεραι· ἢν δὲ βραδύνῃ,
2πᾶσα χάρις κενεή, μηδὲ λέγοιτο χάρις.
Epigram 31
1θνητὰ τὰ τῶν θνητῶν, καὶ πάντα παρέρχεται ἡμᾶς
2ἢν δὲ μή, ἀλλʼ ἡμεῖς αὐτὰ παρερχόμεθα.
Epigram 32
1πολλὰ μεταξὺ πέλει κύλικος, καὶ χείλεος ἄκρου,
Epigram 33
1ἐσθλὰ λέγειν αἰεὶ πάντας, καλὸν αἰσχρὰ δέ, δεινόν,
2κἂν ὦσιν τούτων ἄξιοι ὧν λέγομεν.
Epigram 34
1εἰ τὸ μέλειν δύναταί τι, μερίμνα καὶ μελέτω σοι·
2εἰ δὲ μέλει περὶ σοῦ δαίμονι, σοὶ τί μέλει;
3οὔτε μεριμνήσεις δίχα δαίμονος, οὔτʼ ἀμελήσεις·
4ἀλλʼ ἵνα σοί τι μέλῃ, δαίμονι τοῦτο μέλει.
Epigram 35
1εὖ πράττων, φίλος εἶ θνητοῖς, φίλος εἶ μακάρεσσι,
2καί σευ ῥηιδίως ἔκλυον εὐξαμένου·
3ἢν πταίσῃς, οὐδεὶς ἔτι σοι φίλος, ἀλλʼ ἅμα πάντα
4ἐχθρά, Τύχης ῥιπαῖς συμμεταβαλλόμενα.
Epigram 36
1οὐδὲν ἐν ἀνθρώποισι Φύσις χαλεπώτερον εὗρεν
2ἀνθρώπου καθαρὰν ψευδομένου φιλίην
3οὐ γὰρ ἔθʼ ὡς ἐχθρὸν προφυλασσόμεθʼ, ἀλλʼ ἀγαπῶντες
4ὡς φίλον, ἐν τούτῳ πλείονα βλαπτόμεθα.
Epigram 37
1ἡ βραδύπους βουλὴ μέγʼ ἀμείνων ἡ δὲ ταχεῖα
2αἰὲν ἐφελκομένη τὴν μετάνοιαν ἔχει.
Epigram 38
1ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.
Epigram 39
1θησαυρὸς μέγας ἔστʼ ἀγαθὸς φίλος, Ἡλιόδωρε
2τῷ καὶ τηρῆσαι τοῦτον ἐπισταμένῳ.
Epigram 40
1μή ποτε, τὸν παρεόντα παρεὶς φίλον, ἄλλον ἐρεύνα,
2δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος.
Epigram 41
1πλοῦτος ὁ τῆς ψυχῆς πλοῦτος μόνος ἐστὶν ἀληθής·
2τἆλλα δʼ ἔχει λύπην πλείονα τῶν κτεάνων.
3τόνδε πολυκτέανον καὶ πλούσιον ἐστι δίκαιον
4κλῄζειν, ὃς χρῆσθαι τοῖς ἀγαθοῖς δύναται.
5εἰ δέ τις ἐν ψήφοις κατατήκεται, ἄλλον ἐπʼ ἄλλῳ
6σωρεύειν αἰεὶ πλοῦτον ἐπειγόμενος,
7οὗτος ὁποῖα μέλισσα πολυτρήτοις ἐνὶ σίμβλοις
8μοχθήσει, ἑτέρων δρεπτομένων τὸ μέλι.
Epigram 42
1ἀρρήτων ἐπέων γλώσσῃ σφραγὶς ἐπικείσθω·
2κρείσσων γὰρ μύθων ἢ κτεάνων φυλακή.
Epigram 43
1ἓξ ὧραι μόχθοις ἱκανώταται αἱ δὲ μετʼ αὐτὰς
2γράμμασι δεικνύμεναι ζῆθι λέγουσι βροτοῖς.
Epigram 44
1ἢν ὁ φίλος τι λάβῃ, δόμινε φράτερ εὐθὺς ἔγραψεν
2ἢν δʼ αὖ μή τι λάβῃ, τὸ φράτερ εἶπε μόνον
3ὤνια γὰρ καὶ ταῦτα τὰ ῥήματα. αὐτὰρ ἔγωγε
4οὐκ ἐθέλω δόμινε, οὐ γὰρ ἔχω δόμεναι.
Epigram 45
1ἂν μνήμην, ἄνθρωπε, λάβῃς, ὁ πατήρ σε τί ποιῶν
2ἔσπειρεν, παύσῃ τῆς μεγαλοφροσύνης.
3ἀλλʼ ὁ Πλάτων σοὶ τῦφον ὀνειρώσσων ἐνέφυσεν,
4ἀθάνατόν σε λέγων καὶ φυτὸν οὐράνιον.
5ἐκ πηλοῦ γέγονας· τί φρονεῖς μέγα; τοῦτο μὲν οὕτως
6εἶπʼ ἄν τις, κοσμῶν πλάσματι σεμνοτέρῳ.
7εἰ δὲ λόγον ζητεῖς τὸν ἀληθινόν, ἐξ ἀκολάστου
8λαγνείας γέγονας καὶ μιαρᾶς ῥανίδος.
Epigram 46
1ἡ μεγάλη παίδευσις ἐν ἀνθρώποισι σιωπή·
2μάρτυρα Πυθαγόραν τὸν σοφὸν αὐτὸν ἔχω,
3ὅς, λαλέειν εἰδὼς, ἑτέρους ἐδίδασκε σιωπᾷν,
4φάρμακον ἡσυχίης ἐγκρατὲς εὑρόμενος.
Epigram 47
1ἔσθιε, πῖνε, μύσας ἐπὶ πένθεσιν οὐ γὰρ ἔοικεν
2γαστέρι πενθῆσαι νεκρόν Ὅμηρος ἔφη·
3καὶ γὰρ ὁμοῦ θάψασαν ὀλωλότα δώδεκα τέκνα
4σίτου μνησαμένην τὴν Νιόβην παράγει.
Epigram 48
1μήποτε δουλεύσασα γυνὴ δέσποινα γένοιτο,
2ἐστὶ παροιμιακόν. τῷδε δʼ ὅμοιον ἐρῶ·
3μήτε δίκην δικάσειεν ἀνὴρ γεγονὼς δικολέκτης,
4μηδʼ ὅταν Ἰσοκράτους ῥητορικώτερος ᾖ.
5πῶς γὰρ ὁ μισθαρνεῖν εἰθισμένος οὐδὲν ἑταίρας
6σεμνότερον, δικάσαι μὴ ῥυπαρῶς δύναται;
Epigram 49
1καὶ μύρμηκι χολὴν καὶ σέρφῳ φασὶν ἐνεῖναι·
2εἶτα χολὴν μὲν ἔχει ζῷα τὰ φαυλότατα,
3ἐκκεῖσθαι δʼ ἐμὲ πᾶσι χολὴν μὴ ἔχοντα κελεύεις,
4ὡς μηδὲ ψιλοῖς ῥήμασιν ἀνταδικεῖν
5τοὺς ἔργοις ἀδικοῦντας; ἀποφράξαντα δεήσει
6λοιπὸν ὁλοσχοίνῳ τὸ στόμα, μηδὲ πνέειν.
Epigram 50
1τὴν Κίρκην οὔ φημι, καθὼς εἴρηκεν Ὅμηρος,
2ἀντʼ ἀνδρῶν ποιεῖν ἢ σύας ἠὲ λύκους
3τοὺς αὐτῇ προσιόντας· ἑταίρα δʼ οὖσα πανοῦργος,
4τοὺς δελεασθέντας πτωχοτάτους ἐποίει·
5τῶν δʼ ἀνθρωπείων ἀποσυλήσασα λογισμῶν,
6εἶτʼ ἀπὸ τῶν ἰδίων μηδὲν ἔχοντας ἔτι
7ἔτρεφεν ἔνδον ἔχουσα δίκην ζῴων ἀλογίστων.
8ἔμφρων δʼ ὢν Ὀδυσεύς, τὴν νεότητα φυγών,
9οὐχ Ἑρμοῦ, φύσεως δʼ ἰδίας ἐμφύντα λογισμὸν
10εἶχε γοητείας φάρμακον ἀντίπαλον.
Epigram 51
1ὁ φθόνος οἰκτιρμοῦ, κατὰ Πίνδαρον, ἐστιν ἀμείνων
2οἱ βασκαινόμενοι λαμπρὸν ἔχουσι βίον
3τοὺς δὲ λίαν ἀτυχεῖς οἰκτείρομεν. ἀλλά τις εἴην
4μήτʼ ἄγαν εὐδαίμων, μήτʼ ἐλεεινὸς ἐγώ.
5ἡ μεσότης γὰρ ἄριστον, ἐπεὶ τὰ μὲν ἄκρα πέφυκεν
6κινδύνους ἐπάγειν, ἔσχατα δʼ ὕβριν ἔχει.
Epigram 52
1εὖγε λέγων, τὸν Καιρὸν ἔφης θεόν, εὖγε, Μένανδρε,
2ὡς ἀνὴρ Μουσῶν καὶ Χαρίτων τρόφιμος
3πολλάκι γὰρ τοῦ σφόδρα μεριμνηθέντος ἄμεινον
4προσπεσὸν εὐκαίρως εὗρέ τι ταὐτόματον.
Epigram 53
1εἰ τοὺς ἀνδροφόνους εὐδαίμονας ὄντας ὁρῶμεν,
2οὐ πάνυ θαυμάζω· τοῦ Διός ἐστι γέρας.
3τὸν γὰρ γεννήσαντα μεμισηκὼς καὶ ἐκεῖνος
4κτεῖνεν ἄν, εἰ ὁ Κρόνος θνητὸς ἐτύγχανεν ὤν·
5ἀντὶ δὲ τοῦ κτεῖναι σὺν τοῖς Τιτῆσι κολάζει,
6δέσμιον, ὡς λῃστήν, εἰς τὸ βάραθρον ἐνείς.
Epigram 54
1οὐ ποιεῖ θάνατον μόνον ἡ φθίσις· ἀλλὰ τὸν αὐτὸν
2καὶ πολλὴ παχύτης πολλάκις εἰργάσατο.
3τοῦδʼ ὁ τυραννήσας Διονύσιος Ἡρακλείας
4τῆς ἐν τῷ Πόντῳ μάρτυς, ὁ τοῦτο παθών.
Epigram 55
1ἂν πάνυ κομπάζῃς προστάγμασι μὴ ὑπακούειν
2τῆς γαμετῆς, ληρεῖς· “οὐ γὰρ ἀπὸ δρυὸς εἶ,
3οὐδʼ ἀπὸ πέτρης,” φησὶν ὃ θʼ οἱ πολλοὶ κατʼ ἀνάγκην
4πάσχομεν, ἢ πάντες, καὶ σὺ γυναικοκρατᾖ.
5εἰ δʼ, οὐ σανδαλίῳ, φὴς, “ τύπτομαι, οὐδʼ, ἀκολάστου
6οὔσης μοι γαμετῆς, χρή με μύσαντα φέρειν”
7δουλεύειν σε λέγω μετριώτερον, εἴ γε πέπρασαι
8σώφρονι δεσποίνῃ μηδὲ λίαν χαλεπῇ.
Epigram 56
1οὐδὲν σωφροσύνης τεκμήριόν ἐστι πρόδηλον·
2τοῖς ἐμπαιζομένοις ἀνδράσι ταῦτα λέγω.
3οὔτε τὸ δύσμορφον πάντως ἀνύποπτον ὑπάρχει,
4οὔτʼ ἀκολασταίνειν πᾶσα πέφυκε καλή,
5καὶ γάρ τις διὰ τὴν ὥραν τοῖς πολλὰ διδοῦσιν
6οὐχ ἕπεται· πολλὰς δʼ ἔστι γυναῖκας ἰδεῖν
7οὐχὶ καλὰς τὴν ὄψιν, ὀπυιομένας ἀκορέστως,
8καὶ τοῖς χ;χρησαμένοις πολλὰ χαριζομένας.
9οὐκ εἴ τις συνάγει τὰς ὀφρύας, οὐδὲ γελῶσα
10φαίνεται, ὀφθῆναὶ τʼ ἀνδράσιν ἐκτρέπεται,
11σωφροσύνης τρόπος οὗτος ἐχέγγυος· ἀλλά τις εὕροι
12μαχλάδα; μὲν κρύβδην τὴν πάνυ σεμνοτάτην,
13τὰς δʼ ἱλαρὰς καὶ πᾶσι φιλανθρώπως προσιούσας
14σώφρονας, εἰ σώφρων ἐστὶ γυνή τις ὅλως.
15ἡλικίᾳ τοίνυν τάδε κρίνεται; ἀλλʼ Ἀφροδίτης
16οἴστρων εἰρήνην οὐδὲ τὸ γῆρας ἔχει.
17ὅρκοις λοιπὸν ἄγει τε πεποίθαμεν ἀλλὰ μεθʼ ὅρκον
18ζητεῖν ἔστι θεοὺς δώδεκα και † νερεου.
Epigram 57
1γαστέρα μισήσειε θεὸς καὶ βρώματα γαστρός·
2εἵνεκα γὰρ τούτων σωφροσύνα λύεται.
Epigram 58
1γῆς ἐπέβην γυμνός, γυμνός θʼ ὑπὸ γαῖαν ἄπειμι·
2καὶ τί μάτην μοχθῶ, γυμνὸν ὁρῶν τὸ τέλος;
Epigram 59
1Προσδοκίη θανάτου πολυώδυνός ἐστιν ἀνίη·
2τοῦτο δὲ κερδαίνει θνητὸς ἀπολλύμενος.
3μὴ τοίνυν κλαύσῃς τὸν ἀπερχόμενον βιότοιο·
4οὐδὲν γὰρ θανάτου δεύτερόν ἐστι πάθος.
Epigram 60
1πλουτεῖς· καὶ τί τὸ λοιπόν; ἀπερχόμενος μετὰ σαυτοῦ
2τὸν πλοῦτον σύρεις, εἰς σορὸν ἑλκόμενος;
3τὸν πλοῦτον συνάγεις δαπανῶν χρόνον οὐ δύνασαι δὲ
4ζωῆς σωρεῦσαι μέτρα περισσότερα.
Epigram 61
1φεύγετε τοὺς πλουτοῦντας, ἀναιδέας, οἰκοτυράννους,
2μισοῦντας πενίην μητέρα σωφροσύνας.
Epigram 62
1οὐ λόγον, οὐ νόμον οἶδε Τύχη, μερόπων δὲ τυραννεῖ,
2τοῖς ἰδίοις ἀλόγως ῥεύμασι συρομένη.
3μᾶλλον τοῖς ἀδίκοισι ῥέπει, μισεῖ δὲ δικαίους,
4ὡς ἐπιδεικνυμένη τὴν ἄλογον δύναμιν.
Epigram 63
1μηδέποτε ζήσας ὁ πένης βροτὸς οὐδʼ ἀποθνῄσκει·
2καὶ ζῆν γὰρ δοκέων, ὡς νέκυς ἦν ὁ τάλας.
3οἱ δὲ τύχας μεγάλας καὶ χρήματα πολλὰ λαχόντες,
4οὗτοι τὸν θάνατον πτῶσιν ἔχουσι βίου.
Epigram 64
1ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον; οἱ δὲ περισσοὶ
2πῆ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες;
3νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ᾤχεο· τοῖς πρότερον δε
4οἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη.
5πολλὴ σοί, κλυτοεργὲ Τύχη, χάρις, οὕνεχʼ ὁμοίως
6πάντας ἀεὶ παίζεις, κεἰσέτι τερπόμεθα..
Epigram 65
1πλοῦς σφαλερὸς τὸ ζῆν χειμαζόμενοι γὰρ ἐν αὐτῷ
2πολλάκι ναυηγῶν πταίομεν οἰκτρότερα.
3τὴν δὲ Τύχην βιότοιο κυβερνήτειραν ἔχοντες,
4ὡς ἐπὶ τοῦ πελάγους, ἀμφίβολοι πλέομεν,
5οἱ μὲν ἐπʼ εὐπλοΐην, οἱ δʼ ἔμπαλιν ἀλλʼ ἅμα πάντες
6εἰς ἕνα τὸν κατὰ γῆς ὅρμον ἀπερχόμεθα.
Epigram 66
1εὖτέ τις ἐκ πενίης πλούτου τύχοι ἠδὲ καὶ ἀρχῆς,
2οὐκέτι γινώσκει, τίς πέλε τὸ πρότερον.
3τήν ποτε γὰρ φιλίην ἀπαναίνεται· ἀφρονέων δε
4τέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης.
5ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος· οὐκ ἐθέλεις δέ,
6αἰτίζων ἀκόλους, νῦν ἑτέροις παρέχειν.
7πάντα, φίλος, μερόπεσσι παρέρχεται· εἰ δʼ ἀπιθήσεις,
8ἔμπαλιν αἰτίζων μάρτυρα σαυτὸν ἔχοις.
Epigram 67
1μνήμη καὶ Λήθη, μέγα χαίρετον ἡ μὲν ἐπʼ ἔργοις
2μνήμη τοῖς ἀγαθοῖς, ἡ δʼ, ἐπὶ λευγαλέοις.
Epigram 68
1καλὸν μὲν στυγόδεμνον ἔχειν νόον εἰ δʼ ἄρʼ ἀνάγκη,
2ἀρσενικὴ φιλότης μὴ ποτέ σε κλονέοι.
3θηλυτέρας φιλέειν ὀλίγον κακόν, οὕνεκα κείναις
4Κυπριδίους ὀάρους πότνα δέδωκε φύσις.
5δέρκεο τῶν ἀλόγων ζῴων γένος· ἦ γὰρ ἐκείνων
6οὐδὲν ἀτιμάζει θέσμια συζυγίης·
7ἄρσενι γὰρ θήλεια συνάπτεται· οἱ δʼ ἀλεγεινοὶ
8ἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον.
Epigram 69
1τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυχίης γενετῆρα,
2τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας;
3μοῦνον ἅπαξ θνητοῖς παραγίνεται, οὐδέ ποτʼ αὐτὸν
4εἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον
5αἱ δὲ νόσοι πολλαὶ καὶ ποικίλαι, ἄλλοτʼ ἐπʼ ἄλλον
6ἐρχόμεναι θνητῶν, καὶ μεταβαλλόμεναι.
Epigram 70
1εἰ βίον ἐν μερόπεσσι Τύχης παίζουσιν ἑταῖραι
2ἐλπίδες ἀμβολάδην πάντα χαριζόμεναι,
3παίζομαι, εἰ βροτός εἰμι. βροτὸς δʼ εὖ οἶδα καὶ αὐτὸς
4θνητὸς ἐών δολιχαῖς δʼ ἐλπίσι παιζόμενος,
5αὐτὸς ἑκοντὶ γέγηθα πλανώμενος, οὐδὲ γενοίμην
6ἐς κρίσιν ἡμετέρην πικρὸς Ἀριστοτέλης.
7τὴν γὰρ Ἀνακρείοντος ἐνὶ πραπίδεσσι φυλάσσω
8παρφασίην, ὅτι δεῖ φροντίδα μὴ κατέχειν.
Epigram 71
1Πανδώρης ὁρόων γελόω πίθον, οὐδὲ γυναῖκα
2μέμφομαι, ἀλλʼ αὐτῶν τὰ πτερὰ τῶν Ἀγαθῶν.
3ὡς γὰρ ἐπʼ Οὐλύμποιο μετὰ χθονὸς ἤθεα πάσης
4πωτῶνται, πίπτειν καὶ κατὰ γῆν ὄφελον.
5ἡ δὲ γυνὴ μετὰ πῶμα κατωχρήσασα παρειὰς
6ὤλεσεν ἀγλαΐην ὧν ἔφερεν χαρίτων.
7ἀμφοτέρων δʼ ἥμαρτεν ὁ νῦν βίος, ὅττι καὶ αὐτὴν
8γηράσκουσαν ἔχει, καὶ πίθος οὐδὲν ἔχει.
Epigram 72
1σκηνὴ πᾶς ὁ βίος καὶ παίγνιον· ἢ μάθε παίζειν,
2τὴν σπουδὴν μεταθείς, ἢ φέρε τὰς ὀδύνας.
Epigram 73
1εἰ τὸ φέρον σε φέρει, φέρε καὶ φέρου· εἰ δʼ ἀγανακτεῖς
2καὶ σαυτὸν λυπεῖς, καὶ τὸ φέρον σε φέρει.
Epigram 74
1μήτε βαθυκτεάνοιο τύχης κουφίζεο ῥοίζῳ,
2μήτε σέο γνάμψῃ φροντὶς ἐλευθερίην.
3πᾶς γὰρ ὑπʼ ἀσταθέεσσι βίος πελεμίζεται αὔραις,
4τῇ καὶ τῇ θαμινῶς ἀντιμεθελκόμενος.
5ἡ δʼ ἀρετὴ σταθερόν τι καὶ ἄτροπον, ἧς ἔπι μούνης
6κύματα θαρσαλέως ποντοπόρει βιότου.
Epigram 75
1ἠέρα λεπταλέον μυκτηρόθεν ἀμπνείοντες
2ζώομεν, ἠελίου λαμπάδα δερκόμενοι,
3πάντες ὅσοι ζῶμεν κατὰ τὸν βίον ὄργανα δʼ ἐσμέν,
4αὔραις ζῳογόνοις πνεύματα δεχνύμενοι.
5εἰ δέ τις οὖν ὀλίγην παλάμῃ σφίγξειεν ἀυτμήν,
6ψυχὴν συλήσας εἰς Ἀίδην κατάγει.
7οὕτως οὐδὲν ἐόντες, ἀγηνορίῃ τρεφόμεσθα,
8πνοιῆς ἐξ ὀλίγης ἠέρα βοσκόμενοι.
Epigram 76
1οὐ τὸ ζῆν χαρίεσσαν ἔχει φύσιν, ἀλλὰ τὸ ῥῖψαι
2φροντίδας ἐκ στέρνων τὰς πολιοκροτάφους.
3πλοῦτον ἔχειν ἐθέλω τὸν ἐπάρκιον· ἡ δὲ περισσὴ
4θυμὸν ἀεὶ κατέδει χρυσομανὴς μελέτη.
5ἔνθεν ἐν ἀνθρώποισιν ἀρείονα πολλάκι δήεις
6καὶ πενίην πλούτου, καὶ βιότου θάνατον.
7ταῦτα σὺ γινώσκων κραδίης ἴθυνε κελεύθους,
8εἰς μίαν εἰσορόων ἐλπίδα, τὴν σοφίην.
Epigram 77
1τίπτε μάτην, ἄνθρωπε, πονεῖς καὶ πάντα ταράσσεις,
2κλήρῳ δουλεύων τῷ κατὰ τὴν γένεσιν;
3τούτῳ σαυτὸν ἄφες, τῷ δαίμονι μὴ φιλονείκει
4σὴν δὲ τύχην στέργων, ἡσυχίην ἀγάπα·
5μᾶλλον ἐπʼ εὐφροσύνην δὲ βιάζεο, καὶ παρὰ μοίρην,
6εἰ δυνατόν, ψυχὴν τερπομένην μετάγειν.
Epigram 78
1ῥῖπτε γόους, μὴ κάμνε, πόσον χρόνον ἐνθάδε μίμνων,
2ὡς πρὸς ἐκεῖνον ὅλον τὸν μετὰ ταῦτα βίον.
3πρὶν τοίνυν σκώληκα βαλεῖν τύμβοις τε ῥιφῆναι,
4μη δαμάσῃς ψυχὴν ζῶν ἔτι κρινομένην,
Epigram 79
1νυκτὸς ἀπερχομένης γεννώμεθα ἦμαρ ἐπʼ ἦμαρ,
2τοῦ προτέρου βιότου μηδὲν ἔχοντες ἔτι,
3ἀλλοτριωθέντες τῆς ἐχθεσινῆς διαγωγῆς,
4τοῦ λοιποῦ δὲ βίου σήμερον ἀρχόμενοι.
5μὴ τοίνυν λέγε σαυτὸν ἐτῶν, πρεσβῦτα, περισσῶν
6τῶν γὰρ ἀπελθόντων σήμερον οὐ μετέχεις.
Epigram 80
1παίγνιόν ἐστι Τύχης μερόπων βίος, οἰκτρός, ἀλήτης,
2πλούτου καὶ πενίης μεσσόθι ῥεμβόμενος.
3καὶ τοὺς μὲν κατάγουσα πάλιν σφαιρηδὸν ἀείρει,
4τοὺς δʼ ἀπὸ τῶν νεφελῶν εἰς ἀίδην κατάγει.
Epigram 81
1ὦ τῆς βραχείας ἡδονῆς τῆς τοῦ βίου·
2τὴν ὀξύτητα τοῦ χρόνου πενθήσατε.
3ἡμεῖς καθεζόμεσθα καὶ κοιμώμεθα,
4μοχθοῦντες ἢ τρυφῶντες· ὁ δὲ χρόνος τρέχει,
5τρέχει καθʼ ἡμῶν τῶν ταλαιπώρων βροτῶν,
6φέρων ἑκάστου τῷ βίῳ καταστροφήν.
Epigram 82
1ἄρα μὴ θανόντες τῷ δοκεῖν ζῶμεν μόνον,
2Ἕλληνες ἄνδρες, συμφορᾷ πεπτωκότες
3ὄνειρον εἰκάζοντες εἶναι τὸν βίον;
4ἢ ζῶμεν ἡμεῖς, τοῦ βίου τεθνηκότος;
Epigram 83
1καὶ τὸ φρονεῖν πλουτεῦντι περίστασις, ὄχλος,
2ἀνάγκη
3† ζώνη ποικίλη καὶ κολάκων ἀνάγκη.
Epigram 84
1δακρυχέων γενόμην, καὶ δακρύσας ἀποθνῄσκω·
2δάκρυσι δʼ ἐν πολλοῖς τὸν βίον εὗρον ὅλον.
3ὦ γένος ἀνθρώπων πολυδάκρυτον, ἀσθενές, οἰκτρόν,
4φαινόμενον κατὰ γῆς, καὶ διαλυόμενον,
Epigram 85
1πάντες τῷ θανάτῳ τηρούμεθα, καὶ τρεφόμεσθα
2ὡς ἀγέλη χοίρων σφαζομένων ἀλόγως.
Epigram 86
1οὐ δαψιλῶς μέν, ἀλλʼ ὅμως κἀγὼ τρέφω
2παῖδας, γυναῖκα, δοῦλον, ὄρνιθας, κύνα·
3κόλαξ γὰρ οὐδεὶς τοὺς ἐμοὺς πατεῖ δόμους.
Epigram 87
1ἂν μὴ γελῶμεν τὸν βίον τὸν δραπέτην,
2τύχην τε πόρνην ῥεύμασιν κινουμένην,
3ὀδύνην ἑαυτοῖς προξενοῦμεν πάντοτε,
4ἀναξίους ὁρῶντες εὐτυχεστέρους.
Epigram 88
1σῶμα, πάθος ψυχῆς, ᾅδης, μοῖρʼ, ἄχθος, ἀνάγκη,
2καὶ δεσμὸς κρατερός, καὶ κόλασις βασάνων.
3ἀλλʼ ὅταν ἐξέλθῃ τοῦ σώματος, ὡς ἀπὸ δεσμῶν
4τοῦ θανάτου, φεύγει πρὸς θεὸν ἀθάνατον.
Epigram 89
1εἰ θεὸς ἡ Φήμη, κεχολωμένη ἐστὶ καὶ αὐτὴ
2Ἕλλησι, σφαλεροῖς ἐξαπατῶσα λόγοις.
3φήμη δʼ, ἄν τι πάθῃς, ἀναφαίνεται εὐθὺς ἀληθής·
4πολλάκι καὶ Φήμην ἔφθασεν ἡ ταχυτής.
Epigram 90
1ὦ τῆς μεγίστης τοῦ φθόνου πονηρίας·
2τὸν εὐτυχῆ μισεῖ τις, ὃν θεὸς φιλεῖ.
3οὕτως ἀνόητοι τῷ φθόνῳ πλανώμεθα,
4οὕτως ἑτοίμως μωρίᾳ δουλεύομεν.
5Ἕλληνές ἐσμεν ἄνδρες ἐσποδωμένοι,
6νεκρῶν ἔχοντες ἐλπίδας τεθαμμένας·
7ἀνεστράφη γὰρ πάντα νῦν τὰ πράγματα.
Epigram 91
1ὅταν στυγῇ τις ἄνδρα, τὸν θεὸς φιλεῖ,
2οὗτος μεγίστην μωρίαν κατεισάγει·
3φανερῶς γάρ αὐτῷ τῷ θεῷ κορύσσεται,
4χόλον μέγιστον ἐκ φθόνου δεδεγμένος,
5δεῖ γὰρ φιλεῖν ἐκεῖνον, ὃν θεὸς φιλεῖ.
Epigram 92
εἰς ἄρχοντα
1ἐπεὶ δικάζεις καὶ σοφιστεύεις λόγοις,
2κἀγὼ φέρω σοι τῆς ἐμῆς ἀηδόνος
3ἐπίγραμμα σεμνόν, ἄξιον παρρησίας·
4ὁ γὰρ σὲ μέλπων τῆς Δίκης ὕμνους χέει
Epigram 93
1βέλτερόν ἐστι Τύχης καὶ θλιβομένης ἀνέχεσθαι
2ἢ τῶν πλουτούντων τῆς ὑπερηφανίης.
Epigram 94
1εἶναι νομίζω φιλόσοφον καὶ τὸν θεόν,
2βλασφημίαις τὸν εὐθὺς οὐ θυμούμενον,
3χρόνῳ δʼ ἐπαυξάνοντα τὰς τιμωρίας
4τὰς τῶν πονηρῶν καὶ ταλαιπώρων βροτῶν,
Epigram 95
1μισῶ τὸν ἄνδρα τὸν διπλοῦν πεφυκότα,
2χρηστὸν λόγοισι, πολέμιον δὲ τοῖς τρόποις.
Epigram 96
1ὅταν λογισμοῖς καταμάθω τὰ πράγματα,
2καὶ τὰς ἀκαίρους μεταβολὰς τὰς τοῦ βίου,
3καὶ ῥεῦμʼ ἄπιστον τῆς ἀνωμάλου Τύχης,
4πῶς τοὺς πένητας πλουσίους ἐργάζεται,
5καὶ τοὺς ἔχοντας χρημάτων ἀποστερεῖ,
6τότε κατʼ ἐμαυτὸν τῇ πλάνῃ σκοτούμενος
7μισῶ τὰ πάντα, τῆς ἀδηλίας χάριν.
8ποίῳ τρόπῳ γὰρ περιγένωμαι τῆς Τύχης,
9τῆς ἐξ ἀδήλου φαινομένης ἐν τῷ βίῳ,
10πόρνης γυναικὸς τοὺς τρόπους κεκτημένης;
Epigram 97
1λίτραν ἐτῶν ζήσας μετὰ γραμματικῆς βραχυμόχθου,
2βουλευτὴς νεκύων πέμπομαι εἰς ἀίδην.
Epigram 98
1πᾶς τις ἀπαίδευτος φρονιμώτατός ἐστι σιωπῶν,
2τὸν λόγον ἐγκρύπτων, ὡς πάθος αἰσχρότατον.
Epigram 99
1πολλάκι, Σέξστʼ, ἔστησα τεὴν φιλότητα καὶ ὕβριν
2καὶ πολὺ κουφοτέρην τὴν φιλότητα μαθών,
3λοιδορίην δὲ ῥέπουσαν, ἐχωρίσθην φιλότητος,
4μηκέτι βαστάζων ὕβριν ἀτιμοτάτην.
Epigram 100
1ἀνθρώποις ὀλίγος μὲν ὁ πᾶς χρόνος, ὅν ποτε δειλοὶ
2ζῶμεν, κἢν πολιὸν γῆρας ἅπασι μένῃ·
3τῆς δʼ ἀκμῆς καὶ μᾶλλον. ὅτʼ οὖν χρόνος ὥριος ἡμῖν,
4πάντα χύδην ἔστω, ψαλμός, ἔρως, προπόσεις.
5χειμὼν τοὐντεῦθεν γήρως βαρύς· οὐδὲ δέκα μνῶν
6στύσεις· τοιαύτη σ’ ἐκδέχετʼ ὀρχιπέδη.
Epigram 101
1ἠνίδε καὶ χέρσου τὸ γεωτόμον ὅπλον ἐρέσσει
2καὶ τὸν ὑπουθατίαν μόσχον ἄγει δάμαλις,
3βούταν μὲν τρομέουσα διώκτορα, τὸν δὲ μένουσα
4νήπιον, ἀμφοτέρων εὔστοχα φειδομένη.
5ἴσχες, ἀροτροδίαυλε, πεδώρυχε, μηδὲ διώξῃς
6τὰν διπλοῖς ἔργοις διπλὰ βαρυνομέναν.
Epigram 102
1μήτε με χείματι πόντος ἄγοι θρασύς, οὐδὲ γαλήνης
2ἀργῆς ἠσπασάμην τὴν πάλι νηνεμίην.
3αἱ μεσότητες ἄρισται· ὅπῃ δέ τε πρήξιες ἀνδρῶν,
4καὶ πάλι μέτρον ἐγὼ τἄρκιον ἠσπασάμην.
5τοῦτʼ ἀγάπα, φίλε Λάμπι, κακὰς δʼ ἔχθαιρε θυέλλας·
6εἰσί τινες πρηεῖς καὶ βιότου Ζέφυροι.
Epigram 103
1τὴν † προτερον θυμέλην μήτʼ ἔμβλεπε, μήτε παρέλθῃς·
2νῦν ἄπαγε δραχμῆς εἰς κολοκορδόκολα.
3καὶ σῦκον δραχμῆς ἓν γίνεται· ἢν δʼ ἀναμείνῃς,
4χίλια. τοῖς πτωχοῖς ὁ χρόνος ἐστὶ θεός.
Epigram 104
1χαῖρε θεὰ δέσποινʼ, ἀνδρῶν ἀγαθῶν ἀγάπημα,
2Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης·
3σὴν ἀρετὴν τιμῶσιν ὅσοι τὰ δίκαιʼ ἀσκοῦσιν.
Epigram 105
1χαίρει τις Θεόδωρος, ἐπεὶ θάνον ἄλλος ἐπʼ αὐτῷ
2χαιρήσει. θανάτῳ πάντες ὀφειλόμεθα.
Epigram 106
1πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι.
Epigram 107
1θεοῦ μὲν οὐδεὶς ἐκτὸς εὐτυχεῖ βροτός.
2φεῦ τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι·
3οἱ μὲν γὰρ εὖ πράσσουσι, τοῖς δὲ συμφοραὶ
4σκληραὶ πάρεισιν εὐσεβοῦσι πρὸς θεούς.
Epigram 108
1Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλὰ καὶ εὐχομένοις καὶ ἀνεύκτοις
2ἄμμι δίδου· τὰ δὲ λυγρὰ καὶ εὐχομένων ἀπερύκοις.
Epigram 109
1πᾶς λόγος ἐστὶ μάταιος ὁ μὴ τετελεσμένος ἔργῳ
2καὶ πᾶσα πρᾶξις τὸν λόγον ἀρχὸν ἔχοι
Epigram 110
1οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν
2μάλιστα μὲν λέοντα μὴ πόλει τρέφειν·
3ἢν δʼ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.
Epigram 111
1ὁ φθόνος αὐτὸς ἑαυτὸν ἑοῖς βελέεσσι δαμάζει.
Epigram 112
1οἶνος καὶ τὰ λοετρὰ καὶ ἡ περὶ Κύπριν ἐρωὴ
2ὀξυτέρην πέμπει τὴν ὁδὸν εἰς ἀίδην.
Epigram 113
1οὐκ ἐθέλω πλουτεῖν, οὐκ εὔχομαι· ἀλλά μοι εἴη
2ζῆν ἐκ τῶν ὀλίγων μηδὲν ἔχοντα κακόν.
Epigram 114
1ἦ κρίσις ἐστὶ κάτω καὶ Τάνταλος· οὐδὲν ἀπιστῶ,
2τῇ πενίῃ μελετῶν τὴν ὑπὸ γῆν κόλασιν.
Epigram 115
1Ζῆσον λογισμῷ, καὶ μένεις ἀνενδεής.
Epigram 116
ἄδηλον
1οὐκ ἔστι γήμας, ὅστις οὐ χειμάζεται,
2λέγουσι πάντες, καὶ γαμοῦσιν εἰδότες.
Epigram 117
1γνήσιός εἰμι φίλος, καὶ τὸν φίλον ὡς φίλον οἶδα,
2τοὺς δὲ κακοὺς διόλου πάντας ἀποστρέφομαι·
3οὐδένα θωπεύω πρὸς ὑπόκρισιν· οὓς δʼ ἄρα τιμῶ,
4τούτους ἐξ ἀρχῆς μέχρι τέλους ἀγαπῶ.
Epigram 118
1πῶς γενόμην; πόθεν εἰμί; τίνος χάριν ἦλθον; ἀπελθεῖν;
2πῶς δύναμαί τι μαθεῖν, μηδὲν ἐπιστάμενος;
3οὐδὲν ἐὼν γενόμην πάλιν ἔσσομαι ὡς πάρος ἦα·
4οὐδὲν καὶ μηδὲν τῶν μερόπων τὸ γένος.
5ἀλλʼ ἄγε μοι Βάκχοιο φιλήδονον ἔντυε νᾶμα·
6τοῦτο γάρ ἐστι κακῶν φάρμακον ἀντίδοτον.
Epigram 119
1σώματα πολλὰ τρέφειν, καὶ δώματα πόλλʼ ἀνεγείρειν
2ἀτραπὸς εἰς πενίην ἐστὶν ἑτοιμοτάτη.
Epigram 120
1πᾶσα γυνὴ φιλέει πλέον ἀνέρος· αἰδομένη δὲ
2κεύθει κέντρον ἔρωτος, ἐρωμανέουσα καὶ αὐτή.
Epigram 121
1οὐχ οὕτω βλάπτει μισεῖν ὁ λέγων ἀναφανδόν,
2ὥσπερ ὁ τὴν καθαρὰν ψευδόμενος φιλίαν.
3τὸν μὲν γὰρ μισοῦντα προειδότες ἐκτρεπόμεσθα,
4τὸν δὲ λέγοντα φιλεῖν οὐ προφυλασσόμεθα.
5ἐχθρὸν ἐγὼ κρίνω κεῖνον βαρύν, ὅς ποτε λάθρῃ
6τὴν ἀπὸ τῆς φιλίας πίστιν ἔχων ἀδικεῖ.
Epigram 122
1πολλὰ τὸ δαιμόνιον δύναται, κἂν ᾖ παράδοξα·
2τοὺς μικροὺς ἀνάγει, τοὺς μεγάλους κατάγει·
3καὶ σοῦ τὴν ὀφρὺν καὶ τὸν τῦφον καταπαύσει,
4κἂν ποταμὸς χρυσοῦ νάματά σοι παρέχῃ.
5οὐ θρύον, οὐ μαλάχην ἄνεμός ποτε, τὰς δὲ μεγίστας
6ἢ δρύας ἢ πλατάνους οἶδε χαμαὶ κατάγειν.
Epigram 123
1πῶς τις ἄνευ θανάτου σε φύγοι, βίε; μυρία γάρ σευ
2λυγρά· καὶ οὔτε φυγεῖν εὐμαρὲς, οὔτε φέρειν.
3ἡδέα μὲν γάρ σου τὰ φύσει καλά, γαῖα, θάλασσα,
4ἄστρα, σεληναίης κύκλα καὶ ἠελίου·
5τἆλλα δὲ πάντα φόβοι τε καὶ ἄλγεα· κἤν τι πάθῃ τις
6ἐσθλόν, ἀμοιβαίην ἐκδέχεται νέμεσιν.
Epigram 124
1πάντα γέλως, καὶ πάντα κόνις, καὶ πάντα τὸ μηδέν·
2πάντα γὰρ ἐξ ἀλόγων ἐστὶ τὰ γινόμενα.
Epigram 124a
1φροντίδες οἱ παῖδες· μέγα μὲν κακόν, εἴ τι πάθοιεν
2εἰσὶ δὲ καὶ ζῶντες φροντίδες οὐκ ὀλίγαι.
3ἡ γαμετή, χρηστὴ μὲν ἔχει τινὰ τέρψιν ἐν αὐτῇ,
4ἡ δὲ κακὴ πικρὸν τὸν βίον ἀνδρὶ φέρει.
Epigram 125
1πρᾶγμα μὲν ἐσθʼ ὁ φίλος πάνυ δύσκολον εἰσὶ δὲ πολλοί,
2καὶ σχεδὸν οἱ πάντες, μέχρι προσηγορίας.
Epigram 126
1χρησαμένῳ θεράπων ὁ χρήσιμὸς ἐστʼ ἀγαθόν τι·
2αὐτάρκης δὲ κακὸν τῶνδʼ ὁ πονηρότερος.
Book 11
Epigram 1
1Ἑρμαίοις ἡμῖν Ἀφροδίσιος ἓξ χόας οἴνου
2αἴρων, προσκόψας πένθος ἔθηκε μέγα.
3οἶνος καὶ Κένταυρον ἀπώλεσεν ὡς ὄφελεν δὲ
4χἠμᾶς· νῦν δʼ ἡμεῖς τοῦτον ἀπωλέσαμεν.
Epigram 2
1Αἰσχυλίδα Θεόδωρε, τί μοι μεμάχηνται ἄριστοι;
2οὐ διακωλύσεις; πάντες ἔχουσι λίθους
Epigram 3
1ἤθελον ἂν πλουτεῖν, ὡς πλούσιος ἦν ποτε Κροῖσος
2καὶ βασιλεὺς εἶναι τῆς μεγάλης Ἀσίης·
3ἀλλʼ ὅταν ἐμβλέψω Νικάνορα τὸν σοροπηγόν,
4καὶ γνῶ πρὸς τί ποιεῖ ταῦτα τὰ γλωσσόκομα,
5ἀκτήν που πάσσας καὶ ταῖς κοτύλαις ὑποβρέξας,
6τὴν Ἀσίην πωλῶ πρὸς μύρα καὶ στεφάνους.
Epigram 4
1αὐτῷ τις γήμας πιθανὴν τῷ γείτονι, ῥέγχει
2καὶ τρέφεται· τοῦτʼ ἦν εὔκολος ἐργασία,
3μὴ πλεῖν, μὴ σκάπτειν, ἀλλʼ εὐστομάχως ἀπορέγχειν,
4ἀλλοτρίᾳ δαπάνῃ πλούσια βοσκόμενον,
Epigram 5
1ὅστις ἔσω πυροὺς καταλαμβάνει οὐκ ἀγοράζων,
2κείνου Ἀμαλθείας ἁ γυνά ἐστι κέρας.
Epigram 6
1πτωχοῦ ἐστι γάμος κυνέα μάχα, εὐθὺ κυδοιμός,
2λοιδορίαι, πλαγαί, ζημία, ἔργα, δίκαι.
Epigram 7
1οὐδεὶς τὴν ἰδίην συνεχῶς, Χαρίδημε, γυναῖκα
2βινεῖν ἐκ ψυχῆς τερπόμενος δύναται·
3οὕτως ἡ φύσις ἐστὶ φιλόκνισος, ἀλλοτριόχρως,
4καὶ ζητεῖ διόλου τὴν ξενοκυσθαπάτην.
Epigram 8
1μὴ μύρα, μὴ στεφάνους λιθίναις στήλαισι χαρίζου,
2μηδὲ τὸ πῦρ φλέξῃς· ἐς κενὸν ἡ δαπάνη.
3ζῶντί μοι, εἴ τι θέλεις, χάρισαι· τέφρην δὲ μεθύσκων
4πηλὸν ποιήσεις, κοὐχ ὁ θανὼν πίεται.
Epigram 9
1μὴ πάλι μοι μετὰ δόρπον, ὅτʼ οὐκέτι γαστέρα πείθω,
2οὔθατα καὶ χοίρων ἄντα τίθει τεμάχη·
3οὐδὲ γὰρ ἐργοπόνοισι μετὰ στάχυν ὄμβρος ἄκαιρος
4χρήσιμος, οὐ ναύταις ἐν λιμένι ζέφυρος.
Epigram 10
1τὸν τοῦ δειπναρίου νόμον οἴδατε· σήμερον ὑμᾶς,
2Αὖλε, καλῶ καινοῖς δόγμασι συμποσίου.
3οὐ μελοποιὸς ἐρεῖ κατακείμενος· οὔτε παρέξεις
4οὔθʼ ἕξεις αὐτὸς πράγματα γραμματικά.
Epigram 11
1οὐκ ᾔδειν σε τραγῳδόν, Ἐπίκρατες, οὐδὲ χοραύλην,
2οὐδʼ ἄλλʼ οὐδὲν ὅλως, ὧν χορὸν ἔστιν ἔχειν
3ἀλλʼ ἐκάλουν σε μόνον σὺ δʼ ἔχων χορὸν οἴκοθεν ἥκεις
4ὀρχηστῶν, αὐτοῖς πάντα διδοὺς ὀπίσω.
5εἰ δʼ οὕτω τοῦτʼ ἐστί, σὺ τοὺς δούλους κατάκλινον,
6ἡμεῖς δʼ αὖ τούτοις πρὸς πόδας ἐρχόμεθα.
Epigram 12
1οἶνος καὶ Κένταυρον, Ἐπίκρατες, οὐχὶ σὲ μοῦνον,
2ὤλεσεν, ἠδʼ ἐρατὴν Καλλίου ἡλικίην.
3ὄντως οἰνοχάρων ὁ μονόμματος, ᾧ σὺ τάχιστα
4τὴν αὐτὴν πέμψαις ἐξ Ἀίδεω πρόποσιν.
Epigram 13
1Ἠὼς ἐξ ἠοῦς παραπέμπεται, εἶτʼ, ἀμελούντων
2ἡμῶν, ἐξαίφνης ἥξει ὁ πορφύρεος,
3καὶ τοὺς μὲν τήξας, τοὺς δʼ ὀπτήσας, ἐνίους δὲ
4φυσήσας, ἄξει πάντας ἐς ἓν βάραθρον.
Epigram 14
1ἐχθὲς ἐπὶ ξενίαν κληθείς, ὅτε καιρὸς ὕπνου μοι,
2τύλῃ ἐπεκλίνθην Γοργόνος ἢ Νιόβης,
3ἣν οὐδεὶς ὕφηνεν, ἀπέπρισε δʼ, ἢ πελεκήσας
4ἐκ τῶν λατομιῶν ἤγαγεν εἰς τὰ Πρόκλου.
5ἐξ ἧς εἰ μὴ θᾶττον ἐπηγέρθην, Πρόκλος ἄν μοι
6τὴν τύλην στήλην ἢ σορὸν εἰργάσατο.
Epigram 15
1εἰ μὲν τοὺς ἀπὸ ἄλφα μόνους κέκρικας κατορύσσειν,
2Λούκιε, βουλευτὰς καὶ τὸν ἀδελφὸν ἔχεις·
3εἰ δʼ, ὅπερ εὔλογόν ἐστι, κατὰ στοιχεῖον ὁδεύεις,
4ἤδη, σοὶ προλέγω, Ὠριγένης λέγομαι.
Epigram 16
1Κύλλος καὶ Λεῦρος, δύο Θεσσαλοὶ ἐγχεσίμωροι·
2Κύλλος δʼ ἐκ τούτων ἐγχεσιμωρότερος.
Epigram 17
1ἦν Στέφανος πτωχὸς κηπεὺς θʼ ἅμα· νῦν δὲ προκόψας
2πλουτεῖ, καὶ γεγένητʼ εὐθὺ Φιλοστέφανος,
3τέσσαρα τῷ πρώτῳ Στεφάνῳ καλὰ γράμματα προσθείς·
4ἔσται δʼ εἰς ὥρας Ἱπποκρατιππιάδης,
5ἢ διὰ τὴν σπατάλην Διονυσιοπηγανόδωρος·
6ἐν δʼ ἀγορανομίῳ παντὶ μένει Στέφανος.
Epigram 18
1οὐκ ἐν ʽγαστρὶ λαβοῦσα Φιλαίνιον Ἡλιοδώρῳ
2θήλειαν τίκτει παῖδʼ ἀπὸ ταὐτομάτου.
3τοῦ δʼ ἐπὶ θηλείῃ λυπουμένου, ἓξ διαλείπει
4ἤματα, καὶ τίκτειν ἄρσενα παῖδʼ ἔφατο.
5οὕτως Βούβαστις καταλύεται· εἰ γὰρ ἑκάστη
6τέξεται ὡς αὐτή, τίς θεοῦ ἐστι λόγος;
Epigram 19
1καὶ πίε νῦν καὶ ἔρα, Δαμόκρατες· οὐ γὰρ ἐς αἰεὶ
2πιόμεθʼ, οὐδʼ αἰεὶ παισὶ συνεσσόμεθα.
3καὶ στεφάνοις κεφαλὰς πυκασώμεθα, καὶ μυρίσωμεν
4αὑτούς, πρὶν τύμβοις ταῦτα φέρειν ἑτέρους.
5νῦν ἐν ἐμοὶ πιέτω μέθυ τὸ πλέον ὀστέα τἀμά·
6νεκρὰ δὲ Δευκαλίων αὐτὰ κατακλυσάτω.
Epigram 20
1φεύγεθʼ ὅσοι λόκκας ἢ λοφνίδας ἢ καμασῆνας
2ᾄδετε, ποιητῶν φῦλον ἀκανθολόγων,
3οἳ τʼ ἐπέων κόσμον λελυγισμένον ἀσκήσαντες,
4κρήνης ἐξ ἱερῆς πίνετε λιτὸν ὕδωρ.
5σήμερον Ἀρχιλόχοιο καὶ ἄρσενος ἦμαρ Ὁμήρου
6σπένδομεν ὁ κρητὴρ οὐ δέχεθʼ ὑδροπότας.
Epigram 21
1πρῴην τὴν σαύραν Ἀγάθων ῥοδοδάκτυλον εἶχεν
2νῦν δʼ αὐτὴν ἤδη καὶ ῥοδόπηχυν ἔχει.
Epigram 22
1ἔστι Δράκων τις ἔφηβος, ἄγαν καλός· ἀλλά, δράκων ὤν,
2πῶς εἰς τὴν τρώγλην ἄλλον ὄφιν δέχεται;
Epigram 23
1ὠκύμορόν με λέγουσι δαήμονες ἀνέρες ἄστρων
2εἰμὶ μέν, ἀλλʼ οὔ μοι τοῦτο, Σέλευκε, μέλει.
3εἰς ἀίδην μία πᾶσι καταίβασις εἰ δὲ ταχίων
4ἡμετέρη, Μίνω θᾶσσον ἐποψόμεθα.
5πίνωμεν καὶ δὴ γὰρ ἐτήτυμον, εἰς ὁδὸν ἵππος
6οἶνος, ἐπεὶ πεζοῖς ἀτραπὸς εἰς ἀίδην.
Epigram 24
1ὦ Ἑλικὼν Βοιωτέ, σὺ μέν ποτε πολλάκις ὕδωρ
2εὐεπὲς ἐκ πηγέων ἔβλυσας Ἡσιόδῳ·
3νῦν δʼ ἡμῖν ἔθʼ ὁ κοῦρος ὁμώνυμος Αὔσονα Βάκχον
4οἰνοχοεῖ κρήνης ἐξ ἀμεριμνοτέρης,
5βουλοίμην δʼ ἂν ἔγωγε πιεῖν παρὰ τοῦδε κύπελλον
6ἓν μόνον, ἢ παρὰ σεῦ χίλια Πηγασίδος.
Epigram 25
1Ὑπνώεις, ὦ ʼταῖρε· τὸ δὲ σκύφος αὐτὸ,βοᾷ σε·
2ἔγρεο, “μὴ τέρπου μοιριδίῃ μελέτῃ.
3μὴ” φείσῃ, Διόδωρε· λάβρος δʼ εἰς Βάκχον ὀλισθὼν,
4ἄχρις ἐπὶ σφαλεροῦ ζωροπότει γόνατος.
5ἔσσεθʼ ὅτʼ οὐ πιόμεσθα, πολὺς πολύς· ἀλλʼ ἄγʼ ἐπείγου·
6ἡ συνετὴ κροτάφων ἅπτεται ἡμετέρων.
Epigram 26
1σφάλλομαι ἀκρήτῳ μεμεθυσμένος· ἀλλὰ τίς ἆρα
2σώσει μʼ ἐκ Βρομίου γυῖα σαλευόμενον;
3ὡς ἄδικον θεὸν εὗρον, ὁθείνεκεν αὐτὸς ἐγὼ σέ,
4Βάκχε, φέρων ὑπὸ σοῦ τἄμπαλι παρφέρομαι.
Epigram 27
1Συρρέντου τρηχεῖα μυρίπνοε, χαῖρε, κονίη,
2καὶ Πολλεντίνων γαῖα μελιχροτάτη,
3ἀστὴ θʼ ἡ τριπόθητος, ἀφʼ ἧς βρομιώδεα πηλὸν
4φύρησαν Βάκχῳ τριζυγέες Χάριτες,
5πλούτου καὶ πενίης κοινὸν κτέαρ· οἷς μὲν ἀνάγκης
6σκεῦος, τοῖς δὲ τρυφῆς χρῆσι περισσοτέρη.
Epigram 28
1πέντε θανὼν κείσῃ κατέχων πόδας, οὐδὲ τὰ τερπνὰ
2ζωῆς, οὐδʼ αὐγὰς ὄψεαι ἠελίου·
3ὥστε λαβὼν Βάκχου ζωρὸν δέπας ἕλκε γεγηθώς,
4Κίγκιε, καλλίστην ἀγκὰς ἔχων ἄλοχον.
5εἰ δέ σοι ἀθανάτου σοφίης νόος, ἴσθι Κλεάνθης
6καὶ Ζήνων ἀίδην τὸν βαθὺν ὡς ἔμολον.
Epigram 29
1πέμπε, κάλει· πάντʼ ἐστὶν ἕτοιμά σοι. ἢν δέ τις ἔλθῃ,
2τί πρήξεις; σαυτῷ δὸς λόγον, Αὐτόμεδον.
3αὕτη γὰρ λαχάνου σισαρωτέρη, ἡ πρὶν ἀκαμπὴς
4ζῶσα, νεκρὰ μηρῶν πᾶσα δέδυκεν ἔσω.
5πόλλʼ ἐπὶ σοὶ γελάσουσιν, ἀνάρμενος ἂν παραβάλλῃ
6πλώειν, τὴν κώπην μηκέτʼ ἔχων ἐρέτης.
Epigram 30
1ὁ πρὶν ἐγὼ καὶ πέντε καὶ ἐννέα, νῦν, Ἀφροδίτη,
2ἓν μόλις ἐκ πρώτης νυκτὸς ἐς ἠέλιον
3οἴμοι καὶ . . τοῦτο κατὰ βραχὺ ʽ πολλάκι δʼ ἤδη
4ἡμιθανὲσʼ θνῄσκει· τοῦτο τὸ τερμέριον.
5ὦ γῆρας, γῆρας, τί ποθʼ ὕστερον, ἢν ἀφίκηαι,
6ποιήσεις, ὅτε νῦν ὧδε μαραίνομεθα;
Epigram 31
1οὔ μοι Πληιάδων φοβερὴ δύσις, οὐδὲ θαλάσσης
2ὠρῦον στυφελῷ κῦμα περὶ σκοπέλῳ,
3οὐδʼ ὅταν ἀστράπτῃ μέγας οὐρανός, ὡς κακὸν ἄνδρα
4ταρβέω, καὶ μύθων μνήμονας ὑδροπότας.
Epigram 32
1Μούσης νουθεσίην φιλοπαίγμονος εὕρετο Βάκχος,
2ὦ Σικυών, ἐν σοὶ κῶμον ἄγων Χαρίτων
3δὴ γὰρ ἔλεγχον ἔχει γλυκερώτατον, ἔν τε γέλωτι
4κέντρον· χὠ μεθύων ἀστὸν ἐσωφρόνισεν.
Epigram 33
1λάθριον ἑρπηστὴν σκολιὸν πόδα, κισσέ, χορεύσας,
2ἄγχεις τὴν Βρομίου βοτρυόπαιδα χάριν
3δεσμεῖς δʼ οὐχ ἡμᾶς, ὀλέκεις δὲ σέ· τίς γὰρ ἕλοιτʼ ἂν
4κισσὸν ἐπὶ κροτάφοις, μὴ κεράσας Βρόμιον;
Epigram 34
1Λευκοΐνους πάλι δὴ καὶ ψάλματα, καὶ πάλι Χίους
2οἴνους, καὶ πάλι δὴ σμύρναν ἔχειν Συρίην,
3καὶ πάλι κωμάζειν, καὶ ἔχειν πάλι διψάδα πόρνην
4οὐκ ἐθέλω· μισῶ ταὺτα τὰ πρὸς μανίην.
5ἀλλά με ναρκίσσοις ἀναδήσατε, καὶ πλαγιαύλων
6γεύσατε, καὶ κροκίνοις χρίσατε γυῖα μύροις,
7καὶ Μυτιληναίῳ τὸν πνεύμονα τέγξατε Βάκχῳ,
8καὶ συζεύξατέ μοι φωλάδα παρθενικήν.
Epigram 35
1Κράμβην Ἀρτεμίδωρος, Ἀρίσταρχος δὲ τάριχον,
2βολβίσκους δʼ ἡμῖν δῶκεν Ἀθηναγόρας,
3ἡπάτιον Φιλόδημος, Ἀπολλοφάνης δὲ δύο μνᾶς
4χοιρείου, καὶ τρεῖς ἦσαν ἀπʼ ἐχθὲς ἔτι.
5ᾠόν, καὶ στεφάνους, καὶ σάμβαλα, καὶ μύρον ἡμῖν
6λάμβανε, καὶ δεκάτης εὐθὺ θέλω παράγειν.
Epigram 36
1ἡνίκα μὲν καλὸς ἦς, Ἀρχέστρατε, κἀμφὶ παρειαῖς
2οἰνωπαῖς ψυχὰς ἔφλεγες ἠιθέων,
3ἡμετέρης φιλίης οὐδεὶς λόγος· ἀλλὰ μετʼ ἄλλων
4παίζων, τὴν ἀκμὴν ὡς ῥόδον ἠφάνισας.
5ὡς δʼ ἐπιπερκάζεις μιαρῇ τριχί, νῦν φίλον ἕλκων,
6τὴν καλάμην δωρῇ, δοὺς ἑτέροις τὸ θέρος.
Epigram 37
1ἤδη τοι φθινόπωρον, Ἐπίκλεες, ἐκ δὲ Βοώτου
2ζώνης Ἀρκτούρου λαμπρὸν ὄρωρε σέλας·
3ἤδη καὶ σταφυλαὶ δρεπάνης ἐπιμιμνήσκονται,
4καί τις χειμερινὴν ἀμφερέφει καλύβην.
5σοὶ δʼ οὔτε χλαίνης θερμὴ κροκύς, οὔτε χιτῶνος
6ἔνδον ἀποσκλήσῃ δʼ ἀστέρα μεμφόμενος.
Epigram 38
1ἡ πτωχῶν χαρίεσσα πανοπλίη ἀρτολάγυνος
2αὕτη, καὶ δροσερῶν ἐκ πετάλων στέφανος,
3καὶ τοῦτο φθιμένοιο προάστιον ἱερὸν ὀστεῦν
4ἐγκεφάλου, ψυχῆς φρούριον ἀκρότατον.
5πῖνε, λέγει τὸ γλύμμα, “ καὶ ἔσθιε καὶ περίκεισο
6ἄνθεα· τοιοῦτοι γινόμεθʼ ἐξαπίνης.
7”
Epigram 39
1ἐχθές μοι συνέπινε γυνή, περὶ ἧς λόγος ἔρρει
2οὐχ ὑγιής. παῖδες, θραύσατε τὰς κύλικας.
Epigram 40
1Εὐμένεος Κλεόδημος ἔτι βραχύς· ἀλλὰ χορεύει
2σὺν παισὶν βαιῷ μικρὸς ἔτʼ ἐν θιάσῳ·
3ἠνίδε καὶ στικτοῖο δορὴν ἐζώσατο νεβροῦ,
4καὶ σείει ξανθῆς κισσὸν ὑπὲρ κεφαλῆς·
5ὦνα σύ μιν Καδμεῖε τίθει μέγαν, ὡς ἂν ὁ μύστης
6ὁ βραχὺς ἡβήτας αὖθις ἄγοι θιάσους.
Epigram 41
1ἑπτὰ τριηκόντεσσιν ἐπέρχονται λυκάβαντες,
2ἤδη μοι βιότου σχιζόμεναι σελίδες·
3ἤδη καὶ λευκαί με κατασπείρουσιν ἔθειραι,
4Ξανθίππη, συνετῆς ἄγγελοι ἡλικίης.
5ἀλλʼ ἔτι μοι ψαλμός τε λάλος κῶμοί τε μέλονται,
6καὶ πῦρ ἀπλήστῳ τύφετʼ ἐνὶ κραδίῃ.
7αὐτὴν ἀλλὰ τάχιστα κορωνίδα γράψατε, Μοῦσαι,
8ταύτην ἡμετέρης, δεσπότιδες, μανίης.
Epigram 42
1εἰ καί σοι ἑδραῖος ἀεὶ βίος, οὐδὲ θάλασσαν
2ἔπλως, χερσαίας τʼ οὐκ ἐπάτησας ὁδούς,
3ἔμπης Κεκροπίης ἐπιβήμεναι, ὄφρʼ ἂν,ἐκείνας
4Δήμητρος μεγάλας νύκτας ἴδῃς ἱερῶν,
5τῶν ἄπο κἠν ζωοῖσιν ἀκηδέα, κεὖτʼ ἂν ἵκηαι
6ἐς πλεόνων, ἕξεις θυμὸν ἐλαφρότερον.
Epigram 43
1δός μοι τοὐκ γαίης πεπονημένον ἁδὺ κύπελλον,
2ἇς γενόμην, καὶ ὑφʼ ᾇ κείσομʼ ἀποφθίμενος.
Epigram 44
1αὔριον εἰς λιτήν σε καλιάδα, φίλτατε Πείσων,
2ἐξ ἐνάτης ἕλκει μουσοφιλὴς ἕταρος,
3εἰκάδα δειπνίζων ἐνιαύσιον· εἰ δʼ ἀπολείψεις
4οὔθατα καὶ Βρομίου χιογενῆ πρόποσιν,
5ἀλλʼ ἑτάρους ὄψει παναληθέας, ἀλλʼ ἐπακούσῃ
6Φαιήκων γαίης πουλὺ μελιχρότερα·
7ἢν δέ ποτε στρέψῃς καὶ ἐς ἡμέας ὄμματα, Πείσων,
8ἄξομεν ἐκ λιτῆς εἰκάδα πιοτέρην.
Epigram 45
1Αὐτοθελὴς ἥδιστος ἀεὶ πότος· ὃς δὲ κʼ ἀνάγκῃ,
2ὑβριστὴς οἴνῳ τʼ ἐστὶ καὶ οἰνοπότῃ.
3τὸν μὲν γὰρ γαίῃ προχέει κρύφα· τὸν δʼ ὑπὸ γαίῃ
4πολλάκι πρὸς Λήθης ἤγαγε πικρὸν ὕδωρ.
5πουλυμεθεῖς χαίροιτε· τὸ δʼ ὁππόσον ἡδὺ ποθῆναι,
6μέτρον ἐμοὶ πάσης ἄρκιον εὐφροσύνης.
Epigram 46
1ἄνθρωποι δείλης, ὅτε πίνομεν ἢν δὲ γένηται
2ὄρθρος, ἐπʼ ἀλλήλους θῆρες ἐγειρόμεθα.
Epigram 47
1οὔ μοι μέλει τὰ Γύγεω,
2τοῦ Σαρδίων ἄνακτος,
3οὔθʼ αἱρέει με χρυσός,
4οὐκ αἰνέω τυράννους·
5ἐμοὶ μέλει μύροισι
6καταβρέχειν ὑπήνην
7ἐμοὶ μέλει ῥόδοισι
8καταστέφειν κάρηνα.
9τὸ σήμερον μέλει μοι
10τὸ δʼ αὔριον τίς οἶδεν;
Epigram 48
1τὸν ἄργυρον τορεύσας
2Ἥφαιστέ μοι ποίησον
3πανοπλίαν μὲν οὐχί,
4ποτήριον δὲ κοῖλον
5ὅσον δύνῃ βάθυνον.
6ποίει δέ μοι κατʼ αὐτοῦ
7μηδʼ ἄστρα, μηδʼ ἁμάξας,
8μὴ στυγνὸν Ὠρίωνα,
9ἀλλʼ ἀμπέλους χλοώσας,
10καὶ βότρυας γελῶντας,
11σὺν τῷ καλῷ Λυαίῳ.
Epigram 49
1Βάκχου μέτρον ἄριστον, ὃ μὴ πολύ, μηδʼ ἐλάχιστον·
2ἔστι γάρ ἢ λύπης αἴτιος ἢ μανίης.
3χαίρει κιρνάμενος δὲ τρισὶν Νύμφαισι τέταρτος·
4τῆμος καὶ θαλάμοις ἐστὶν ἑτοιμότατος·
5εἰ δὲ πολὺς πνεύσειεν, ἀπέστραπται μὲν Ἔρωτας,
6βαπτίζει δʼ ὕπνῳ γείτονι τοῦ θανάτου.
Epigram 50
1εὐδαίμων, πρῶτον μὲν ὁ μηδενὶ μηδὲν ὀφείλων·
2εἶτα δʼ ὁ μὴ γήμας τὸ τρίτον, ὅστις ἄπαις.
3ἢν δὲ μανεὶς γήμῃ τις, ἔχει χάριν, ἢν κατορύξῃ
4εὐθὺς τὴν γαμετήν, προῖκα λαβὼν μεγάλην.
5ταῦτʼ εἰδὼς σοφὸς ἴσθι μάτην δʼ Ἐπίκουρον ἔασον
6ποῦ τὸ κενὸν ζητεῖν, καὶ τίνες αἱ μονάδες.
Epigram 51
1τῆς ὥρας ἀπόλαυε· παρακμάζει ταχὺ πάντα·
2ἓν θέρος ἐξ ἐρίφου τρηχὺν ἔθηκε τράγον.
Epigram 52
1Παιδείῳ, Θρασύβουλε, σαγηνευθεὶς ὑπʼ ἔρωτι
2ἀσθμαίνεις, δελφὶς ὥς τις ἐπʼ αἰγιαλοῦ
3κύματος ἱμείρων δρέπανον δέ σοι οὐδὲ τὸ Περσέως
4ἀρκεῖ ἀποτμῆξαι δίκτυον ᾧ δέδεσαι.
Epigram 53
1τὸ ῥόδον…
2…
The complete text is available when the reading interface loads.