Doctrina patrum
- Edition reference
- Doctrina patrum (fort. auctore Anastasio Sinaïta vel Anastasio Apocrisiario), ed. F. Diekamp, Doctrina patrum de incarnatione verbi, Münster: Aschendorff, 1907: 1–337.
- CTS identifier
urn:cts:greekLit:tlg7051.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{Λόγοι ἁγίων πατέρων ἤγουν ἐκλογὴ χρήσεων, δι' ὧν τὴν
ὅλην τῆς ἀποστολικῆς ἐκκλησίας δόξαν σαφῶς διδασκόμεθα,
τό τε τῆς θεολογίας φημὶ κήρυγμα καὶ τῆς θείας οἰκονομίας
τὸν λόγον καὶ τῶν ἄλλων ὀρθῶν τῆς ἐκκλησίας
δογμάτων τὴν ἀκρίβειαν.}
Κεφάλαιον Αʹ.
<Περὶ τῆς ἐν τριάδι καὶ ἐν μονάδι θεολογίας.>
Τοῦ ἁγίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων
ἐκ τῶν Κλημεντίων.
Ἐπειδὴ δὲ φθάσας εἶπον χειραγωγίαν εἶναι τῶν νοητῶν τὰ
αἰσθητὰ πρὸς τὸ οἷον ὁδῷ χρησαμένους ἀσφαλῆ καὶ βεβαίαν τὴν τῆς
θεολογίας ἔκθεσιν ποιήσασθαι, φέρε διαβάθρᾳ χρησώμεθα τῇ εἰκόνι
πρὸς εὕρεσιν τοῦ ἀρχετύπου. ὁ λογικὸς ἄνθρωπος „κατ' εἰκόνα“
γεγονὼς θεοῦ ”καὶ καθ' ὁμοίωσιν” φέρει ἐν ἑαυτῷ συμβολικῶς τοῦ
ποιήσαντος τὴν μίμησιν. ἔχει γὰρ ἐν ἑαυτῷ πατέρα καὶ υἱὸν καὶ
πνεῦμα. καὶ λέγω πῶς. ὁ μὲν νοῦς πατρὸς λόγον ἐπέχει, υἱοῦ δὲ ὁ
ἐξ αὐτοῦ τικτόμενος λόγος, καὶ ἡ ἔνηχος φωνὴ τῆς προφορᾶς πνεῦμα
παρίστησι. καὶ ὥσπερ οὐ προϋπάρχει ποτὲ τοῦ ἐνδιαθέτου ἡμῶν λόγου
ὁ γεννήσας αὐτὸν νοῦς, οὕτως οὐδὲ τοῦ θεοῦ λόγου ὁ γεννήσας
αὐτὸν πατήρ. καὶ πάλιν ὥσπερ οὐ προϋπάρχει τοῦ αἰσθητοῦ ἡμῶν
πνεύματος ὁ αἰσθητὸς λόγος, οὕτως οὐδὲ τοῦ θείου καὶ ζωοποιοῦ
πνεύματος ὁ θεὸς λόγος, καθὼς καὶ τὸ πρότερον ἀπέδειξε παράδειγμα.
2
Καὶ μετ' ὀλίγα· Εἰ γὰρ φῶς μὲν ἡλίου γέννημα, ὁμοίως καὶ
ὀφθαλμοῦ αὐγὴ ἢ πηγῆς ποταμὸς πρόβλημα, οὐ προϋπῆρχε δέ ποτε
οὔτε τοῦ φωτὸς ἥλιος οὔτε τῆς αὐγῆς ὀφθαλμὸς οὔτε τοῦ ποταμοῦ
ἡ πηγή (ἅμα γὰρ ἐπινοήσεις ἥλιον, ἅμα συνεπινοήσεις αὐτῷ καὶ τὸ
ἐξ αὐτοῦ τικτόμενον φῶς, καὶ ἅμα ἐπινοήσεις ὀφθαλμόν, ἅμα συνεπι-
νοήσεις αὐτῷ καὶ τὴν ἐξ αὐτοῦ προϊοῦσαν αὐγήν, ὡς καὶ τῇ πηγῇ
τὸν ποταμὸν συνεπινοοῦμεν), οὕτως νοητέον καὶ ἐπὶ πατρὸς καὶ υἱοῦ
καὶ ἁγίου πνεύματος.
Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν ἐπῶν.
Εἷς θεός ἐστιν ἄναρχος—ἐξ ἀγαθοῖο θεοῦ θεός.
Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ γενέθλια λόγου.
Θεὸς ἦν μὲν ἀεὶ καὶ ἔστιν—τάχος οὐχ ἱσταμένης.
Καὶ μετ' ὀλίγα· Θεοῦ δὲ ὅταν εἴπω, λέγω πατρὸς—
κάλλιστά τε καὶ ὑψηλότατα.
Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ φῶτα λόγου.
Θεοῦ δὲ ὅταν εἴπω, ἑνὶ φωτὶ—καὶ τὰ τρία ἕν,
ὥσπερ ἔφαμεν.
3
Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἁγίου πνεύματος λόγου.
Ἡμῖν δὲ εἷς θεός, ὅτι—τρία τὰ προσκυνούμενα.
Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ βαπτίσματος λόγου.
Θέλω τὸν πατέρα—ἐμοὶ τὴν μάχην παράπεμψον.
Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ θεολογίας σχεδιασθέντος
αʹ λόγου.
Προσκυνοῦμεν οὖν πατέρα—ὃ τῶν προειρημένων
ἀτοπώτερον.
Καὶ μετ' ὀλίγα· Ἐπειδὴ χρὴ καὶ τὸν ἕνα θεὸν τηρεῖν
καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν εἴτουν τρία πρόσωπα καὶ
ἑκάστην μετὰ τῆς ἰδιότητος. τηροῖτο δ' ἂν, ὡς ὁ ἐμὸς λόγος,
εἷς μὲν θεὸς εἰς ἓν αἴτιον υἱοῦ καὶ πνεύματος ἀναφερομένων,
οὐ συντιθεμένων οὐδὲ συναλειφομένων, αἱ δὲ τρεῖς ὑποστάσεις
μηδεμιᾶς ἐπινοουμένης συναλοιφῆς ἢ ἀναλύσεως ἢ συγχύσεως,
ἵνα μὴ τὸ πᾶν καταλυθῇ, δι' ὧν τὸ ἓν σεμνύνεται πλέον ἢ
καλῶς ἔχει, καὶ κατὰ τὸ ἓν καὶ ταυτὸν τῆς θεότητος, ἵνα
οὕτως εἴπω, κίνημά τε καὶ βούλημα καὶ τὴν τῆς οὐσίας
ταυτότητα.
4
Βασιλείου ἐπισκόπου Καισαρείας Καππαδοκίας ἐκ τῶν πρὸς
Ἀμφιλόχιον λʹ κεφαλαίων ἀπὸ κεφαλαίου ιζʹ.
Εἷς θεὸς καὶ πατὴρ—ὑπάρξεως ἀρρήτου φυλασ-
σομένου.
Γρηγορίου Νύσσης ἐκ τοῦ εἰς τὸ „πάτερ ἡμῶν“ λόγου
εἰς τὸ ”ἐλθέτω ἡ βασιλεία σου”.
Μία κατὰ τὸ ἀκόλουθον ἀποδέδεικται τῆς ἁγίας τριάδος
ἡ φύσις, οὐ συγχεομένης ἐφ' ἑκάστης τῶν ὑποστάσεων τῆς
κατὰ τὸ ἀκόλουθον ἐπιθεωρουμένης αὐταῖς ἰδιότητος οὐδὲ τῶν
γνωρισμάτων ἐν ἀλλήλοις ἀλλασσομένων, ὥστε τὸ σημεῖον τῆς
πατρικῆς ὑποστάσεως ἐπὶ τὸν υἱὸν ἢ τὸ πνεῦμα μετενεχθῆναι
ἢ τοῦ υἱοῦ πάλιν ἑνὶ τῶν παρακειμένων ἐφαρμοσθῆναι ἢ τὴν
τοῦ πνεύματος ἰδιότητα τῷ πατρί τε καὶ τῷ υἱῷ ἐπιφαίνεσθαι,
ἀλλ' ἐν τῇ κοινότητι τῆς φύσεως ἀκοινώνητος ἡ τῶν ἰδιαζόντων
θεωρεῖται διάκρισις. ἴδιον τοῦ πατρὸς τὸ μὴ ἐξ αἰτίου εἶναι.
τοῦτο οὐκ ἔστιν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. ὅ τε γὰρ
υἱὸς „ἐκ τοῦ πατρὸς ἐξῆλθε“, καθώς φησιν ἡ γραφή, καὶ τὸ
5
πνεῦμα ”ἐκ τοῦ θεοῦ” καὶ „παρὰ τοῦ πατρὸς ἐκπορεύεται“.
ἀλλ' ὥσπερ τὸ ἄνευ αἰτίας εἶναι μόνου τοῦ πατρὸς ὂν τῷ υἱῷ καὶ
τῷ πνεύματι ἐφαρμοσθῆναι οὐ δύναται, οὕτως ἔμπαλιν τὸ ἐξ
αἰτίας εἶναι, ὅπερ ἴδιόν ἐστι τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, τῷ
πατρὶ ἐπιθεωρηθῆναι φύσιν οὐκ ἔχει. κοινοῦ δὲ ὄντος τῷ
υἱῷ καὶ τῷ πνεύματι τοῦ μὴ ἀναιτίως εἶναι, ὡς ἂν μή τις
σύγχυσις περὶ τὸ ὑποκείμενον θεωρηθείη, πάλιν ἔστιν ἄμικ-
τον τὴν ἐν τοῖς ἰδιώμασιν αὐτῶν διαφορὰν ἐξευρεῖν, ὡς
ἂν καὶ τὸ κοινὸν φυλαχθείη καὶ τὸ ἴδιον μὴ συγχυθείη.
ὁ γὰρ μονογενὴς υἱὸς ἐκ τοῦ πατρὸς παρὰ τῆς ἁγίας γραφῆς
ὀνομάζεται, καὶ μέχρι τούτου ὁ λόγος ἵστησιν αὐτοῦ τὸ
ἰδίωμα. τὸ δὲ ἅγιον πνεῦμα καὶ ἐκ τοῦ πατρὸς λέγεται
καὶ τοῦ υἱοῦ εἶναι προσμαρτυρεῖται. ”εἰ” γάρ „τις πνεῦμα
Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ“, φησὶν ἡ γραφή.
οὐκοῦν τὸ μὲν πνεῦμα ”τὸ ἐκ τοῦ θεοῦ” ὂν καὶ „Χριστοῦ
πνεῦμά“ ἐστιν, ὁ δὲ υἱὸς ”ἐκ τοῦ θεοῦ” ὢν οὐκέτι καὶ
τοῦ πνεύματος οὔτε ἔστιν οὔτε λέγεται. οὐδὲ ἀντιστρέφει
ἡ σχετικὴ αὕτη ἀκολουθία, ὡς δύνασθαι κατὰ τὸ ἴσον δι'
ἀναλύσεως ἀντιστραφῆναι τὸν λόγον καὶ ὥσπερ Χριστοῦ τὸ
πνεῦμα λέγομεν, οὕτω καὶ πνεύματος Χριστὸν ὀνομάσαι. ταύτης
τοίνυν τῆς ἰδιότητος τρανῶς καὶ ἀσυγχύτως τὸ ἕτερον τοῦ
ἑτέρου διακρινούσης, τῆς δὲ κατὰ τὴν ἐνέργειαν ταυτότητος
τὸ κοινὸν μαρτυρούσης τῆς φύσεως, ἔρρωται δι' ἑκατέρων ἡ
εὐσεβὴς περὶ τὸ θεῖον ὑπόληψις, ὡς καὶ ἀριθμεῖσθαι τὴν
τριάδα τῶν ὑποστάσεων καὶ εἰς ἑτεροφυῆ τμήματα μὴ δια-
κόπτεσθαι.
6
Βασιλείου ἐκ τῶν κατ' Εὐνομίου.
Τὸ μεῖζον ἢ κατὰ τὸν τῆς αἰτίας λόγον—τὸ ὑπερ-
βάλλον ἐπιγνωσθείη;
Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀμφιλόχιον κεφαλαίου δʹ·
ὅτι ἀπαρατήρητος τῇ γραφῇ τῶν συλλαβῶν
τούτων ἡ χρῆσις.
Ἡμεῖς δὲ κεχρῆσθαι—τῶν μεταχειριζόντων αὐτά.
<Σχόλιον Ἰωάννου.> Ἐν τῷ πέμπτῳ κεφαλαίῳ ἀπέ-
δειξεν ὁ αὐτός, ὅτι καὶ ἐπὶ πατρὸς λέγεται τὸ δι' οὗ
καὶ ἐπὶ υἱοῦ τὸ ἐξ οὗ καὶ ἐπὶ πνεύματος. καί φησιν,
ὅτι συνήγαγε πάλιν ἀμφοτέρας ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ
ὑποκειμένου ὁ μακάριος Παῦλος εἰπών, „ὅτι ἐξ αὐτοῦ
καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα“, καὶ ὅτι εἰς τὸν
κύριον εἴρηται.
Κυρίλλου ἐκ τοῦ λαʹ κεφαλαίου τοῦ βʹ βιβλίου
τοῦ θησαυροῦ.
Πολλὰ τῶν ὀνομάτων—εἰσιν αὗται καθ' ἑαυτάς.
7
Τοῦ αὐτοῦ ἐκ τοῦ αʹ βιβλίου τοῦ θησαυροῦ
κεφαλαίου γʹ.
Εἰ τὸ κυριώτατον—ἐπὶ θεοῦ ἔστι γὰρ ὑπερούσιος.
Ἐκ τοῦ αὐτοῦ βιβλίου κεφαλαίου εʹ.
Ἐν χρόνῳ μὲν οὐ τίκτει—ἦν ἐν αὐτῷ τὰ αὐτοῦ.
Ἐκ τοῦ αὐτοῦ βιβλίου κεφαλαίου Ϛʹ.
Ὁ πατὴρ ἐξέλαμψεν—νοουμένην τε καὶ ὑπάρχουσαν.
Ἀλλαχοῦ δὲ πάλιν λέγει ὁ αὐτός, ὅτι γεννητῶς καὶ
κατὰ φύσιν ἐκ τοῦ πατρός ἐστιν ὁ υἱός, ἅμα καὶ συναΐδιος,
ὡς ἐκ πυρὸς θερμότης καὶ ὡς ἐκ φωτὸς ἀπαύγασμα ἢ
καὶ ἐξ ἄνθους εὐωδία καὶ ἐκ μέλιτος γλυκασμός· ἅτινα
οὐ μεθεκτῶς πρόσεστι τούτοις ἀλλ' οὐσιωδῶς.
Ἐκ τοῦ αὐτοῦ βιβλίου κεφαλαίου εʹ.
Τοῖς διερωτῶσι φιλονεικότερον, πότε—τὸν υἱὸν
ἔχοντα γεννητῶς ἐξ ἑαυτοῦ;
Ἰστέον ὡς οὐδὲ πάντα ἄρρητα οὐδὲ πάντα ῥητά, οὔτε
τὰ τῆς θεολογίας οὔτε τὰ τῆς οἰκονομίας, οὐδὲ πάλιν πάντα
ἄγνωστα ἢ γνωστὰ πάντα, ὥσπερ ἕτερον τὸ λαλεῖν καὶ
8
ἕτερον τὸ γινώσκειν. ὅτι μὲν γάρ ἐστι θεὸς παντοκράτωρ,
παντοδύναμος, ἀγαθός, παντεπόπτης, δημιουργός, προνοητής,
κριτής, ἐξουσιαστής, ἀόρατος, ἀναφής, ἄκτιστος, ἄτρεπτος,
ἀπερίγραπτος, ἄναρχος, ἀπερινόητος, ἄπειρος, ἀθάνατος,
ἀΐδιος, καὶ γινώσκομεν καὶ ὁμολογοῦμεν. καὶ ὅτι ὁ μονο-
γενὴς υἱὸς καὶ θεὸς ἀσπόρως συλληφθεὶς ἀφθόρως ἐκ τῆς
παρθένου καὶ θεοτόκου γεγέννηται διὰ πνεύματος ἁγίου,
ὅτι τε ἐπείνησε καὶ ἐδίψησε καὶ ἐκοπίασε καὶ θανάτου καὶ
ταφῆς πεῖραν ἐδέξατο καὶ ἀνέστη τριήμερος καὶ εἰς οὐρανοὺς
ἀνελήφθη, ὅθεν πρὸς ἡμᾶς παραγέγονε καὶ παραγενήσεται
πάλιν εἰς ὕστερον, καὶ ἡ θεία γραφὴ μάρτυς καὶ πᾶς ὁ
τῶν ἁγίων χορός. τί δέ ἐστι θεοῦ οὐσία, ἢ πῶς ἐστιν ἐν
πᾶσιν, ἢ πῶς ἐκ θεοῦ θεὸς γεγέννηται ἢ ἐκπεπόρευται,
ἢ πῶς κενωθεὶς ὁ μονογενὴς θεὸς ἄνθρωπος γέγονεν ἐκ
παρθενικῶν αἱμάτων ἑτέρῳ παρὰ τὴν φύσιν θεσμῷ πλα-
στουργηθείς, ἢ πῶς ἀβρόχοις ποσὶν ἐν τοῖς ὕδασιν ἐπεπό-
ρευτο, καὶ ἀγνοοῦμεν καὶ οὔτε λέγειν δυνάμεθα.
Τοῦ αὐτοῦ ἐκ τοῦ λαʹ κεφαλαίου τοῦ βʹ βιβλίου
τοῦ θησαυροῦ.
Σοφὸν μὲν τὸ λέγειν—ἐστι κατ' οὐσίαν αὐτῷ.
Πάλιν ἐν τῷ αὐτῷ κεφαλαίῳ φησίν, ὅτι ἔστι κατε-
πινοεῖν συμβεβηκὸς ἐπὶ θεοῦ. οὐ γὰρ οὐσία τὸ ἀγέννητον
ἢ τὸ ἄφθαρτον ἢ τὸ ἀθάνατον ἢ τὸ ἀόρατον. εἰ γὰρ
ἕκαστον τούτων οὐσίαν σημαίνει, ἐκ τοσούτων ἡμῖν οὐσιῶν
συγκείσεται, φησίν, ὁ θεός, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσ-
όντα φαίνηται.
9
Ἔχει δὲ μετά τινα οὕτως· Εἰ τοίνυν οὐχ ὅσα προσεῖναι
λέγεται—οὐράνιον καταγράφοντες κύκλον.
Ἐκ τοῦ λδʹ κεφαλαίου.
Οὐκοῦν ἐκ τῆς οὐσίας—τοῖς ἑτεροδόξοις δοκεῖ.
Καὶ μετ' ὀλίγα· Οὐκ ἄρα ἐκ μετοχῆς—καὶ ἐξ
ἄνθους εὐωδία.
Ἐκ τοῦ λβʹ κεφαλαίου.
”Τίς ἔγνω νοῦν κυρίου”; οὐκ ἄρα παραπλησίως—
τὸν ἀκατάληπτον ὁρῶμεν θεόν.
Καὶ ἐν τῷ λδʹ κεφαλαίῳ ἐν τῷ, ὅτι τέλειον τὸ πνεῦμα
τὸ ἅγιον, λέγει οὕτως·
Νοῦς γὰρ ὑπάρχων—αὐτός, οὗ καὶ ἔστι νοῦς.
Καὶ πάλιν· „Τίς γὰρ ἔγνω νοῦν κυρίου“; —οὐσιω-
δῶς ἐν αὐτῇ.
Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν ἐπῶν.
Θεὸς νοεῖται μέν τισιν—ὡς ἂν τύχοιο πλείονος
παρρησίας.
10
<Ὅτι τὸ τρισάγιον
ἐπὶ τῶν τριῶν ὑποστάσεων εἴρηται.>
Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ περὶ πίστεως λόγου.
Διὰ τοῦτο γάρ, οἶμαι—κατὰ φύσιν ἁγιασμὸς θεωρεῖται.
Τοῦ ἁγίου Κυρίλλου ἐκ τοῦ δʹ λόγου τοῦ αʹ βιβλίου
τῶν εἰς τὸν Ἡσαΐαν.
”Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ
γῆ τῆς δόξης αὐτοῦ.” τρὶς—τῶν ἁγίων σεραφείμ.
Τοῦ ἁγίου Ἀθανασίου κατὰ τῶν συμμεταβαλλομένων
τοῖς καιροῖς ἐν τοῖς δόγμασι.
Τίς οὖν ἔτι τούτους χριστιανοὺς ἡγήσεται, παρ' οἷς οὐ λόγος οὐ
γράμμα βέβαιον, ἀλλὰ πάντα κατὰ καιροὺς ἀλλάσσεται καὶ μεταβάλλεται;
Τοῦ ἁγίου Βασιλείου ἀπὸ 〈τῆς πρὸς τοὺς ὑφ'
ἑαυτὸν ἀσκητὰς〉 ἐπιστολῆς.
Ἀλλ' ἔχουσι τὸ σοφὸν δόγμα—πάθη μεθαρμοζόμενοι.
Καὶ μετ' ὀλίγα· Εἰ γὰρ ἄλλοτε ἄλλας—„μία πίστις, ἓν
βάπτισμα“.
Τοῦ ἁγίου Κυρίλλου, ὅτι ἀσύνετον τὸ περιεργάζεσθαι.
Ἢ οὐκ οἶσθα—πνεύματος χρησμῳδούμενα.
11
Κεφάλαιον Βʹ.
<Ὅτι ἐκ δύο φύσεων τὸν Χριστὸν καὶ ἐν δύο φύσεσιν
ὀρθοδόξως οἱ θεόπνευστοι πατέρες ἐκήρυξαν, καὶ
ὅτι τὸ μίαν λέγειν τοῦ λόγου φύσιν σεσαρκωμένην
εὐσεβῶς ταυτόν ἐστι τῷ εἰπεῖν δύο φύσεις.>
Γρηγορίου τοῦ θεολόγου ἐκ τῆς πρὸς Κληδόνιον ἐπιστολῆς.
Φύσεις μὲν γὰρ δύο—καὶ τὸ ἐκτὸς προσηγόρευσεν.
Τοῦ αὐτοῦ ἐκ τοῦ ἀπολογητικοῦ.
Τοῦτο ἡμῖν ὁ παιδαγωγὸς—καὶ δι' ἑνὸς ἀμφότερα.
Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ βʹ λόγου.
Σημεῖον δέ, ἡνίκα αἱ φύσεις—τῇ δὲ συνόδῳ.
Τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τοῦ περὶ
πίστεως λόγου.
Θεὸς ὢν ὁ πατὴρ καὶ γεννήτωρ γεννᾷ υἱὸν ἑαυτῷ ὁμοούσιον·
ἄπαγε γὰρ τὸ ἑτεροούσιον τὸν υἱὸν φάναι. τῶν γὰρ οὐσιῶν αὐτοῦ ἡ μέν
ἐστιν ἄναρχος καὶ ἀΐδιος καὶ ἀπερίδρακτος τῷ νῷ, ἡ δὲ ἐν χρόνῳ γέγονε
καὶ εἰς γένεσιν ἦλθε, ποιηθεῖσα ὑπὸ τοῦ δημιουργοῦ δι' ἀγαθότητα.
Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ περὶ
πίστεως λόγου.
Εἴπατε ἡμῖν οἱ τὸν χριστιανισμὸν σχηματιζόμενοι, οἱ ἐπ' ἀναιρέσει
τῶν δύο φύσεων τοῦ Χριστοῦ τὰ τοιαῦτα καὶ ζητοῦντες καὶ προϊσχό-
12
μενοι, τὰ τῆς κράσεως καὶ συγχύσεως καὶ τῆς ἀπὸ σώματος ἕως εἰς
θεότητα μεταβολῆς, ἵνα κρατῆτε τὰς τοιαύτας ἐπαπορήσεις πραγ-
ματευόμενοι, οἱ ποτὲ τὴν σάρκα εἰς λόγον οὐσιωθῆναι λέγοντες, ποτὲ
δὲ τὸν λόγον εἰς σάρκα γεγενῆσθαι.
Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς πρὸς Σωζοπολίτας
ἐπιστολῆς.
Εἰ μὲν οὖν καὶ τολμᾷς λέγειν, ὅτι συνεκράθησαν αἱ Χριστοῦ
φύσεις, καὶ παρελύθη πάντως τὸ σῶμα σὺν τοῖς ὀστέοις τραπὲν εἰς
θεοῦ φύσεως ἀξίωμα, καὶ πείθῃ εἰπεῖν, ὅτι πνεῦμα γέγονεν ἡ σὰρξ
ἐκείνη καὶ τὰ ὀστᾶ.
Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τῆς πρὸς Σέλευκον
ἐπιστολῆς.
Οὕτω θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν ὁμολογῶ υἱὸν
τοῦ θεοῦ, ἕνα υἱὸν δύο φύσεων, παθητῆς τε καὶ ἀπαθοῦς,
θνητῆς καὶ ἀθανάτου.
Καὶ μετ' ὀλίγα· Ἕνα οὖν υἱὸν δύο φύσεών φημι ἀσυγ-
χύτως, ἀτρέπτως, ἀδιαιρέτως. πάσχει τοίνυν ὁ Χριστὸς ὁ
υἱὸς τοῦ θεοῦ οὐ θεότητι, ἀλλ' ἀνθρωπότητι.
Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς.
Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει.
οἰκειοῦται δὲ ὁ θεὸς λόγος ἀπαθῶς τὰ τοῦ ἰδίου ναοῦ ἀν-
θρώπινα πάθη, σταυρόν φημι καὶ θάνατον καὶ τὰ ἄλλα
ὅσα περὶ αὐτὸν οἰκονομικῶς θεωρεῖται οἰκειοῦται, αὐτὸς
πάσχων οὐδέν.
13
Ἀμβροσίου ἐπισκόπου Μεδιολάνου ἐκ τοῦ κατὰ Ἀπολιναρίου
λόγου. ἀλλαχοῦ δὲ ἐκ τοῦ περὶ ἐνανθρωπήσεώς
ἐστιν ἐπιγεγραμμένον.
Ἀλλ' ἐν ὅσῳ τούτους ἐλέγχομεν, ἀνεφάνησαν ἕτεροι τὴν
σάρκα τοῦ κυρίου καὶ τὴν θεότητα μιᾶς εἶναι φύσεως λέγοντες.
ποῖος ᾅδης τὴν τοσαύτην βλασφημίαν ἐξήμεσεν; Ἀρειανοὶ
γὰρ ἤδη τυγχάνουσι φορητότεροι, οἷς ἐκ τούτων αὔξεται τῆς
ἀπιστίας τὸ στέλεχος, ὡς φιλονεικότερον διαβεβαιουμένους λέ-
γειν αὐτοὺς τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον
μιᾶς οὐσίας μὴ εἶναι, ἐπειδὴ οὗτοι τὴν θεότητα τοῦ κυρίου
καὶ τὴν σάρκα μιᾶς ὑπάρχειν οὐσίας ἐπειράθησαν.
Ἀθανασίου ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς.
Εἰ δὲ ὁμοούσιος ὁ λόγος τῷ σώματι—ὁμοούσιον
τοῖς κτίσμασιν;
Καὶ μετὰ βραχέα· Ποῖος ᾅδης ἠρεύξατο—σῶμα
τῇ τοῦ λόγου θεότητι.
Ἐκ τῆς κατὰ μέρος πίστεως Γρηγορίου τοῦ μεγάλου
καὶ θαυματουργοῦ.
Καὶ ἔστι θεὸς ἀληθινὸς ὁ ἄσαρκος ἐν σαρκὶ φανερωθείς, τέλειος
τῇ ἀληθινῇ καὶ θείᾳ τελειότητι, οὐ δύο πρόσωπα ἀλλὰ δύο φύσεις.
οὐδὲ τέσσαρας προσκυνεῖν λέγομεν, θεὸν καὶ υἱὸν θεοῦ καὶ ἄνθρωπον
καὶ πνεῦμα ἅγιον. διὸ καὶ ἀναθεματίζομεν τοὺς οὕτως ἀσεβοῦντας,
14
τοὺς ἄνθρωπον ἐν τῇ θείᾳ δοξολογίᾳ τιθέντας. ἡμεῖς γάρ φαμεν
ἄνθρωπον ἀναλαμβανόμενον ὑπὸ τοῦ θεοῦ εἰς σωτηρίαν ἡμῶν, ἵνα
τε ὁμοίωσιν τοῦ ἐπουρανίου λάβωμεν καὶ θεοποιηθῶμεν πρὸς ὁμοιό-
τητα τοῦ φύσει ἀληθινοῦ υἱοῦ τοῦ θεοῦ, κατὰ σάρκα δὲ ἀνθρώπου
κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἔκθεσις τῶν τιηʹ ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ κατὰ Παύλου
τοῦ Σαμοσατέως.
Ὁμολογοῦμεν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐκ τοῦ
πατρὸς πρὸ αἰώνων κατὰ πνεῦμα γεννηθέντα, ἐπ' ἐσχάτου τῶν ἡμερῶν
ἐκ παρθένου κατὰ σάρκα τεχθέντα, ἓν πρόσωπον σύνθετον ἐκ θεότητος
οὐρανίου καὶ ἀνθρωπείας σαρκός, καὶ καθὸ ἄνθρωπος ἦν, καὶ ὅλον
θεὸν καὶ ὅλον ἄνθρωπον, ὅλον θεὸν καὶ μετὰ τοῦ σώματος, ἀλλ' οὐχὶ
καθὸ σῶμα θεόν, καὶ ὅλον ἄνθρωπον καὶ μετὰ τῆς θεότητος, ἀλλ'
οὐχὶ κατὰ τὴν θεότητα ἄνθρωπον· οὕτως ὅλον προσκυνητὸν καὶ μετὰ
τοῦ σώματος, ἀλλ' οὐχὶ κατὰ τὸ σῶμα προσκυνητόν, ὅλον προσκυ-
νοῦντα καὶ μετὰ τῆς θεότητος, ἀλλ' οὐχὶ κατὰ τὴν θεότητα προσ-
κυνοῦντα· ὅλον ἄκτιστον καὶ μετὰ τοῦ σώματος, ἀλλ' οὐχὶ κατὰ τὸ
σῶμα ἄκτιστον, ὅλον πλαστὸν καὶ μετὰ τῆς θεότητος, ἀλλ' οὐχὶ κατὰ
τὴν θεότητα πλαστόν· ὅλον ὁμοούσιον τῷ θεῷ καὶ πατρὶ καὶ μετὰ τοῦ
σώματος, ἀλλ' οὐχὶ καθὸ σῶμα ὁμοούσιον τῷ θεῷ, ὥσπερ οὐδὲ κατὰ τὴν
θεότητά ἐστιν ἀνθρώποις ὁμοούσιος, καίτοιγε μετὰ τῆς θεότητος ὢν
κατὰ σάρκα ἡμῖν ὁμοούσιος. καὶ γὰρ ὅταν λέγωμεν αὐτὸν κατὰ πνεῦμα
θεῷ ὁμοούσιον, οὐ λέγομεν καὶ κατὰ πνεῦμα ἀνθρώποις ὁμοούσιον. καὶ
πάλιν ὅταν κηρύττωμεν αὐτὸν κατὰ σάρκα ἀνθρώποις ὁμοούσιον, οὐ
κηρύττομεν αὐτὸν κατὰ σάρκα θεῷ ὁμοούσιον. ὥσπερ γὰρ κατὰ πνεῦμα
ἡμῖν οὐκ ἔστιν ὁμοούσιος, ἐπειδὴ θεῷ ἐστι κατὰ τοῦτο ὁμοούσιος, οὕτως
οὐδὲ κατὰ σάρκα ἐστὶ θεῷ ὁμοούσιος. ὥσπερ δὲ ταῦτα διήρθρωται
καὶ σεσαφήνισται οὐκ εἰς διαίρεσιν τοῦ ἑνὸς προσώπου τοῦ ἀδιαιρέτου,
ἀλλ' εἰς δήλωσιν τοῦ ἀσυγχύτου τῶν διορισθεισῶν φύσεων τῆς σαρκὸς
καὶ τοῦ λόγου, οὕτως καὶ τὰ τῆς ἀδιαιρέτου συνθέσεως πρεσβεύομεν.
Γρηγορίου Νύσσης ἐκ τοῦ κατὰ Ἀπολιναρίου.
Εἰ οὖν φυσικὸν τῇ σαρκὶ—πῶς μία αἱ δύο εἰσίν;
15
Ἀμβροσίου ἐπισκόπου Μεδιολάνου ἐκ τῶν πρὸς Γρατιανὸν τὸν
βασιλέα. ταύτην δὲ τὴν χρῆσιν προήγαγε Κύριλλος
ἐν τῇ κατ' Ἔφεσον συνόδῳ.
Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός.
εἷς γὰρ ἐν ἑκατέρᾳ λαλεῖ ὁ τοῦ θεοῦ υἱός, ἐπειδήπερ ἐν αὐτῷ
ἑκατέρα φύσις ἐστίν. ὁ αὐτὸς λαλεῖ καὶ οὐχ ἑνὶ πάντοτε
διαλέγεται τρόπῳ. ὁρᾷς γὰρ ἐν αὐτῷ νῦν μὲν δόξαν θεοῦ,
νῦν δὲ πάθη ἀνθρώπου. ὡς θεὸς λαλεῖ τὰ θεῖα, ἐπειδὴ
λόγος ἐστίν, ὡς ἄνθρωπος λαλεῖ τὰ τοῦ ἀνθρώπου, ἐπειδὴ
ἐν τῇ ἐμῇ οὐσίᾳ διαλέγεται.
Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ θείου συμβόλου.
Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ἢ πα-
θητὸν τὸν θεὸν ἢ εἰς σάρκα τραπέντα ἢ συνουσιωμένον
ἐσχηκέναι τὸ σῶμα ἢ οὐρανόθεν τοῦτο κεκομικέναι ἢ φάν-
τασμα εἶναι, ἢ θνητὸν λέγοντας τὸν θεὸν λόγον δεδεῆσθαι
τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως ἢ ἄψυχον σῶμα ἢ ἄνουν
ἄνθρωπον ἀνειληφέναι ἢ τὰς δύο οὐσίας τοῦ Χριστοῦ κατὰ
ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι οὐσίαν, καὶ μὴ ὁμο-
λογοῦντας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας
ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθ' ὃ εἷς Χριστός, εἷς υἱός,
τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.
Κυρίλλου ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος.
Καλῶς γε ποιῶν—ἐκ τῆς ἁγίας παρθένου ναῷ.
16
Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς.
Ὅταν οὖν ἐννοῶμεν—ἰδίαν ἐποιήσατο σάρκα;
Σημειωτέον ὡς ἐνταῦθα δύο φύσεις λέγει μετὰ τὴν
ἕνωσιν. ἀνελὼν γὰρ τὸ μίαν φύσιν λέγειν τὸ ὅλον πάντως
δύο δίδωσιν τὸ ὅλον εἶναι φύσεις. τὸ δὲ ὅλον εἰπὼν τὸ
μετὰ τὴν ἕνωσιν προδήλως ἐσήμανεν. ἐν δὲ τοῖς ἑξῆς τηλ-
αυγέστερον αὐτὸ ἑρμηνεύσας τὰς δύο φύσεις ὑπάρχειν ἐν
τῷ ἑνὶ Χριστῷ ἀσυγχύτους καὶ ἀτρέπτους καὶ ἀδιαιρέτους
ἐδήλωσεν.
Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον βʹ ἐπιστολῆς.
Εἰ μὲν γὰρ μίαν εἰπόντες—ἑαυτοῖς ὑποστήσαντες.
Ὅρα ὡς τὸ σεσαρκωμένην εἰς δήλωσιν τῆς καθ' ἡμᾶς
οὐσίας εἰσκεκομίσθαι φησὶν ὁ διδάσκαλος, ὡς εἶναι τὴν
μίαν τοῦ θεοῦ λόγου φύσιν καὶ τῆς καθ' ἡμᾶς οὐσίας
τὴν δήλωσιν διὰ τοῦ σεσαρκωμένην δύο φύσεις, θεότητός
τε καὶ ἀνθρωπότητος.
17
Καὶ μετ' ὀλίγα. Ὀρθότατα δὲ καὶ πάνυ συνετῶς—
πέπονθε σάρξ.
Σημειωτέον καὶ νῦν ὡς φύσιν θείαν εἶπε καὶ φύσιν
χοϊκὴν ἐν τῷ Χριστῷ σώζεσθαι, καὶ ταῦτα μετὰ τὴν ἕνωσιν.
περὶ γὰρ τοῦ πάθους διαλέγεται, κἂν μὴ συγχωρῶσιν οἱ
ἐκ Σευήρου φύσιν θείαν καὶ φύσιν χοϊκὴν δύο εἶναι φύσεις.
Τοῦ αὐτοῦ ἐκ τοῦ προσφωνητικοῦ πρὸς Ἀλεξανδρέας
περὶ πίστεως λόγου.
Ἐγὼ τὸ συγκεκραμένον οὐ καταδέχομαι· ἀλλότριον γάρ
ἐστι τῆς ἀποστολικῆς πίστεως καὶ τῆς τοῦ θεοῦ ὀρθῆς παρα-
δόσεως. ἡ γὰρ σύγκρασις ἀφανισμὸν τῶν φύσεων ἐργάζεται,
ἡ δὲ ἄρρητος ἕνωσις παρὰ τῶν ὀρθῶς φρονούντων ὁμολο-
γουμένη ἀμφοτέρας σώζει ἀσυγχύτως τὰς φύσεις.
Ἐκ τοῦ αὐτοῦ λόγου.
Ὡμοιώθη γὰρ ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας, οὐ τῆς
θεϊκῆς φύσεως τραπείσης ἢ συγκραθείσης τῇ ἀνθρωπίνῃ φύσει,
ἑνωθείσης δὲ αὐτῇ οὐ κατὰ τροπήν, οὐ κατὰ κρᾶσιν, οὐ
κατὰ μίξιν, οὐ κατὰ σύγχυσιν, οὐ κατ' ἀλλοίωσιν, οὐ κατὰ
μεταβολήν, οὐ κατὰ ἀφανισμὸν ἢ ἀποσάρκωσιν, ἀλλὰ καθ'
ἕνωσιν ἄρρητον καὶ ἀνέκφραστον καὶ ἀνεκδιήγητον τῶν δύο
18
φύσεων τῶν ἑτεροουσίων ἐν ἑνὶ Ἰησοῦ Χριστῷ υἱῷ ὄντι τοῦ
θεοῦ σωζομένων καὶ μήτε συγκεχυμένων μήτε ἀπολλυμένων
ἢ διαιρεθεισῶν.
Ἐκ τοῦ αὐτοῦ λόγου.
Εἰ γὰρ κέκρανται αἱ δύο φύσεις εἰς μίξιν μίαν ἑτεροούσιοι
τυγχάνουσαι, οὐδ' ὁποτέρα σώζεται, ἀλλ' ἀμφότεραι συγχυ-
θεῖσαι ἠφανίσθησαν.
Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τῆς πρὸς Καισάριον μοναχὸν
ἐπιστολῆς μετὰ τὴν δευτέραν αὐτοῦ ἐξορίαν.
Καὶ φήσειας πάντως ἐκ πλάνης πρὸς τὸ κρεῖττον ἐλη-
λυθέναι καὶ χάριν ὁμολογεῖν τοῖς τὴν θαυμαστὴν ἐκείνην
προσκομίσασι βίβλον, ἣν ἀρίστην τὰ κάλλιστά σου ἀποκαλοῦσι
γράμματα, ὡς τηλαυγῶς διαγορεύουσαν συνδρομὴν οὐσιώδη
καὶ μίξιν θεσπεσίαν γεγενῆσθαι θεότητός τε καὶ σαρκὸς μίαν
τε ἐντεῦθεν ἀποτελεσθῆναι φύσιν. τοῦτο, θαυμάσιε, τοῦ πα-
ράφρονος Ἀπολιναρίου τὸ ἀποτόπημα, αὕτη τῶν εἰσαγόντων
κρᾶσιν καὶ συναλοιφὴν ἡ δυσσεβεστάτη αἵρεσις.
Ἐκ τῆς αὐτῆς ἐπιστολῆς.
Χριστὸν δὲ ὅταν εἴπῃς, συνῆψας ἑκάτερα, ὅθεν καὶ
παθητὸς λέγοιτο ἂν ὁ αὐτὸς καὶ ἀπαθής· παθητὸς μὲν σαρκί,
ἀπαθὴς δὲ θεότητι. ταῦτα δὲ καὶ ἐπὶ τοῦ υἱοῦ καὶ Ἰησοῦ
καὶ κυρίου κατηγορεῖται. κοινὰ γὰρ ταῦτα καὶ δεικτικὰ τῶν
δύο οὐσιῶν τὰ ὀνόματα.
19
Ἐκ τῆς αὐτῆς ἐπιστολῆς.
Οὕτω κἀνταῦθα τῆς θείας ἐνιδρυμένης τῷ σώματι φύσεως
ἕνα υἱόν, ἓν πρόσωπον τὰ συναμφότερα ἀπετέλεσεν. γνωριζό-
μενον μέντοι ἀσυγχύτως ἀδιαιρέτῳ λόγῳ οὐκ ἐν μιᾷ μόνῃ
φύσει, ἀλλ' ἐν δυσὶ τελείαις. ἐπὶ γὰρ μιᾶς πῶς τὸ ἀσύγχυτον;
πῶς τὸ ἀδιαίρετον; πῶς ἡ ἕνωσις λεχθείη ποτέ; ἑαυτῇ γὰρ
τὴν μίαν ἑνοῦσθαι ἢ συγχεῖσθαι ἢ διαιρεῖσθαι ἀδύνατον. ποῖος
οὖν ᾅδης ἐξηρεύξατο μίαν ἐπὶ τοῦ Χριστοῦ λέγειν φύσιν;
Καὶ πρὸς τῷ τέλει τῆς αὐτῆς ἐπιστολῆς.
Τούτων τὰς κενοφωνίας ἐκκλίνοντες, ἀγαπητέ, εἰς τὸ προ-
κείμενον ἐπανέλθωμεν. εὐσεβὲς καὶ λίαν εὐσεβὲς τὸν θανάτῳ
περιβληθέντα Χριστὸν ὁμολογεῖν ἐν θεότητι τέλειον καὶ ἐν
ἀνθρωπότητι τέλειον, ἕνα υἱὸν μονογενῆ οὐ διαιρούμενον εἰς
υἱῶν δυάδα, φέροντα δὲ ὅμως ἐν ἑαυτῷ τῶν ἀχωρίστων δύο
φύσεων ἀσυγχύτους τὰς ἰδιότητας, οὐκ ἄλλον καὶ ἄλλον, μὴ
γένοιτο, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν κύριον Ἰησοῦν Χριστὸν θεὸν
λόγον σάρκα ἠμφιεσμένον, καὶ αὐτὴν οὐκ ἄψυχον καὶ ἄνουν,
ὡς ὁ δυσσεβὴς Ἀπολινάριος εἶπεν. τούτοις τοίνυν προσχῶμεν,
φύγωμεν τοὺς διαιροῦντας. εἰ γὰρ καὶ διττὴ ἡ φύσις, ἀλλ'
οὖν ἀδιαίρετος καὶ ἀπαράσπαστος ἡ ἕνωσις ἐν ἑνὶ τῆς υἱότητος
ὁμολογουμένη προσώπῳ καὶ μιᾷ ὑποστάσει. φύγωμεν τοὺς
μίαν φύσιν μετὰ τὴν ἕνωσιν τερατευομένους· τῇ γὰρ τῆς μιᾶς
ἐπινοίᾳ τῷ ἀπαθεῖ θεῷ πάθος προσάπτειν ἐπείγονται τὴν
οἰκονομίαν ἀρνούμενοι.
Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸν λῃστὴν λόγου.
Δύο φύσεις καὶ ἐνέργειαί εἰσιν ἐν Χριστῷ, μία δὲ ὑπόστασις.
20
Κυρίλλου Ἱεροσολύμων εἰς τὸ ”δόξασόν με”.
Ἐκ τοῦ τὸν Χριστὸν διαλέγεσθαι ἐν ἀμφοτέραις ταῖς οὐσίαις
ὡσὰν περὶ ἑνός τινος τὴν τοῦ προσώπου ἑαυτοῦ συνάφειαν σημαίνει.
Κυρίλλου ἐκ τῆς ἑρμηνείας τοῦ λευιτικοῦ περὶ τῆς τῶν
Ἰουδαίων συναγωγῆς.
Ὅλον δὴ πάλιν—εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός.
Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους
ἐπιστολῆς.
Καὶ οὐδήπου φαμὲν ἀνάχυσιν ὥσπερ τινὰ συμβῆναι περὶ
τὰς φύσεις, ὡς μεταστῆναι μὲν τὴν τοῦ λόγου φύσιν εἰς τὴν
τοῦ ἀνθρώπου τυχόν, ἀλλ' οὐδὲ τὴν ἀνθρωπίνην εἰς τὴν
αὐτοῦ, νοουμένης δὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ
τῆς ἰδίας φύσεως ὅρῳ, πεπρᾶχθαί φαμεν τὴν ἕνωσιν ἐνοική-
σαντος τοῦ λόγου σωματικῶς τῷ ἐκ παρθένου ναῷ.
Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς.
„Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν“ κατὰ τὸ γεγραμ-
μένον. ἀποδιιστάντες γὰρ ἀλλήλων τὰς δύο φύσεις ἀνὰ μέρος
ἡμῖν ἑκατέραν ἀσυναφῆ θατέρας δεικνύντες ἐν μόνοις προσώ-
ποις φασὶ γενέσθαι τὴν ἕνωσιν καὶ ἔν γε ψιλῇ συναινέσει καὶ
ταυτοβουλίᾳ καὶ θελημάτων ῥοπαῖς.
21
Τοῦ αὐτοῦ ἐκ τοῦ προσφωνητικοῦ πρὸς Ἀλεξανδρέας.
Καὶ λέλυται ὁ ναὸς ἐν τῷ καιρῷ τῆς τριημέρου ταφῆς
βουλομένου αὐτοῦ· καὶ πάλιν ἀνέστησεν αὐτόν, καὶ ἡνώθη
αὐτῷ ἀρρήτῳ τινὶ καὶ ἀφράστῳ λόγῳ, οὐ κεκραμένος ἐν αὐτῷ
ἢ ἀποσεσαρκωμένος, ἀλλ' ἀποσώζων ἐν ἑαυτῷ τῶν δύο φύσεων
τῶν ἑτεροουσίων ἀσύγχυτον τὴν ἰδιότητα.
Ἐκ τῶν Σευήρου τοῦ δυσσεβοῦς περὶ δύο φύσεων. ἐν τοῖς πρὸς
Φιλικίσσιμον ὁ Σευῆρος ἐν τῷ αʹ λόγῳ ὡς ἀπὸ τοῦ
μακαρίου Κυρίλλου φησὶν οὕτως·
Καὶ τὸ κοινὸν δὴ τοῦτο τῆς ἡμετέρας φύσεως ὑπέμεινε
πάθος. πρόδηλον δὲ ὅτι κατὰ τὴν σάρκα, καίτοι τὸ ἀείζῳον
ἔχων κατὰ φύσιν ὡς θεός.
Ἰδοὺ φύσιν ἡμετέραν καὶ φύσιν θείαν παρεδήλωσεν.
Ἐν δὲ τῷ ιεʹ πρὸς τὸν αὐτὸν λόγῳ ὡς παρὰ Κυρίλλου
ὁ αὐτὸς Σευῆρος οὕτως γράφει·
Καὶ οὐκ ἴσασιν, ἵνα τ' ἄλλα παραδράμωμεν, ὡς ἐν αὐτῇ
τῇ ἐπιστολῇ πρὸς Σούκενσον ὀρθόδοξον ἄνδρα γράφων καὶ
ἐπαινῶν τῆς ὀρθοδοξίας αὐτόν, οὕτω φησίν· ”ὀρθότατα δὲ
καὶ πάνυ συνετῶς ἡ σὴ τελειότης τὸν περὶ τοῦ σωτηρίου
πάθους ἐκτίθεται λόγον, οὐκ αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ
υἱόν, καθ' ὃ νοεῖται καὶ ἔστι θεός, παθεῖν εἰς ἰδίαν φύσιν
τὰ σώματος ἰσχυριζομένη, παθεῖν δὲ μᾶλλον τῇ χοϊκῇ φύσει.”
Σημειωτέον κἀνταῦθα φύσιν θείαν καὶ φύσιν χοϊκὴν
εἰρημένην.
22
Πάλιν δὲ ὡς ἀπὸ τοῦ μακαρίου Κυρίλλου ἐκ τῶν πρὸς Ἀνδρέαν
ἐπὶ τῇ μέμψει τοῦ γʹ κεφαλαίου τῶν ἀναθεματισμῶν
ὁ Σευῆρός φησιν·
Ἑτέρα μέν ἐστι κατὰ φύσιν ἰδίαν ἡ σὰρξ παρὰ τὸν ἐκ
θεοῦ πατρὸς φύντα λόγον, ἕτερος δ' αὖ κατά γε τὸν τῆς
ἰδίας φύσεως λόγον ὁ μονογενής. ἀλλ' οὐ τὸ εἰδέναι ταῦτα
μερίζειν ἐστὶ τὴν φύσιν μετὰ τὴν ἕνωσιν.
Σκόπει καὶ νῦν φύσιν σαρκὸς καὶ φύσιν τοῦ μονο-
γενοῦς, ὅτι οὐχ ἡ ὁμολογία τούτων διαβέβληται μετὰ τὴν
ἕνωσιν, ἀλλ' ὁ μερισμός. ἐπειδὴ δὲ τὰς δύο φανερῶς ἀριθμεῖν
φύσεις οὐκ ἀνέχεται ὁ Σευῆρος, φέρε ἐκ τῶν πρὸς τὸν
εἰρημένον Φιλικίσσιμον αὐτοῦ λόγων τήν τε θείαν φύσιν
καὶ μὴν καὶ τὴν ἀνθρωπείαν ὡσαύτως φύσιν ἐπὶ Χριστοῦ
μετὰ τὴν ἕνωσιν ὁμολογοῦντα αὐτὸν παραστήσωμεν. ταῦτα
γὰρ καίτοι συχνότερον λέγων ὅμως τῶν δύο φύσεων τὴν
ὁμολογίαν ποιεῖσθαι δύσερις ὢν οὐκ ἀνέχεται.
Λέγει τοίνυν ἐν τῷ δʹ λόγῳ ὡς ἐκ τοῦ ἁγίου
Κυρίλλου οὕτως·
Ἔκειτο γὰρ ἐν μνημείῳ τὸ πανάγιον αὐτοῦ σῶμα νεκρόν
τε καὶ ἄπνουν, ἀλλ' ἦν πανταχοῦ θεὸς ὢν φύσει.
Ἐν δὲ τῷ εʹ λόγῳ ὁ Σευῆρός φησιν· Ὅτι κατ' οὐσίαν
ὑπῆρχε θεὸς καὶ ἡμᾶς διὰ τῆς ἑαυτοῦ σαρκὸς θεοποιῶν.
Καὶ μεθ' ἕτερα· Καθ' ὃ δὲ θεὸς ἦν κατ' οὐσίαν ἀθά-
νατος, οὐχ ὑπῆλθε τοὺς τοῦ θανάτου δεσμούς.
Καὶ αὖθις· Ὃν γὰρ ὑπέμεινε θάνατον σαρκί, τοῦτον καθ'
ὃ ζωὴ κατὰ φύσιν ὑπῆρχε καὶ κατ' οὐσίαν θεὸς οὐχ ὑπέμεινεν.
23
Καὶ πάλιν ἐν τῷ Ϛʹ λόγῳ ὡς ἐκ τοῦ μακαρίου Κυρίλλου,
ἐκ τοῦ ὅτι εἷς ὁ Χριστὸς διαλόγου· Οὔτε μὴν εἰς τὴν θείαν
αὐτοῦ καὶ ὑπερτάτην πεπρᾶχθαι φύσιν διοριζόμεθα τὰ τῆς
σαρκός.
Ἐν δὲ τῷ ζʹ λόγῳ ὡς ἐκ τοῦ αὐτοῦ εἰς τὸ κατὰ Ματ-
θαῖον εʹ· Ἵνα τῇ ἰδίᾳ φύσει, τῇ τῆς θεότητος λέγω, ἰσοσθε-
νοῦν ἀποδείξῃ τὸ ἴδιον σῶμα.
Ταῦτα μὲν οὖν περὶ τῆς θείας τοῦ Χριστοῦ φύσεως
ὀλίγα ἐκ πολλῶν τῶν ἐκείνου ῥημάτων ἡμῖν λελέχθω. περὶ
δὲ τῆς ἀνθρωπίνης αὐτοῦ φύσεως οὕτω πάλιν ὁ Σευῆρος
ἐν τοῖς πρὸς Φιλικίσσιμον κατὰ τὸν πρῶτον λόγον ἔγραψεν·
Εἰ τοίνυν οὐ λέγεις σάρκα φύσει παθητήν, εὔδηλον ὅτι
τοὐναντίον ὁμολογεῖς.
Καὶ ἐν τῷ γʹ κεφαλαίῳ ὡς ἀπὸ τοῦ μακαρίου Κυρίλλου·
Οὐκοῦν παρεχώρει μὲν τὸ σῶμα τοῖς τῆς ἰδίας φύσεως νόμοις.
Ἐν δὲ τῷ εʹ λόγῳ ὁ Σευῆρος οὕτως· Ἡ σὰρξ τοῦ Ἐμ-
μανουὴλ τὸ ἐκ γῆς εἶναι καὶ μετὰ τὴν ἀνάστασιν οὐ μετ-
έβαλε καὶ μετεχώρησεν εἰς θεότητος φύσιν, ἀλλ' ἔμεινεν ἐπὶ
τῆς ἰδίας οὐσίας.
Καὶ πάλιν ὁ αὐτός· Ἀφιεὶς τῇ σαρκὶ διὰ τῶν ἰδίων βα-
δίσαι τῆς φύσεως.
Καὶ αὖθις ὁμοίως ὁ αὐτός· Οὐκοῦν ὁ μὲν θάνατος καὶ
τὰ πάθη νόμοις ἐγίνετο φύσεως.
Ἐν δὲ τῷ ηʹ λόγῳ πάλιν ὁ Σευῆρος· Οὐχ ἡ πίστις ἢ
ἀπιστία τῶν ὁμογενῶν καὶ ὁμοφυῶν καὶ ὁμοουσίων ἀνθρώπων
εἰσάγει διαφορὰν κατ' αὐτὸ τὸ γένος ἤγουν τὴν οὐσίαν ἢ
24
φύσιν ἢ αὐτῶν πρὸς ἀλλήλους ἢ παντὸς τοῦ ἀνθρωπίνου
γένους πρὸς τὸν ὑπὲρ πάντων καὶ σαρκωθέντα καὶ ἑκουσίως
ἀποθανόντα σαρκὶ τοῦ θεοῦ λόγον καὶ ἑνώσαντα καθ' ὑπό-
στασιν ἑαυτῷ τὸ ἡμῖν ὁμοφυὲς καὶ ὁμογενὲς σῶμα καὶ
ὁμοούσιον.
Σημειωτέον κἀνταῦθα ὡς ἠνάγκασται αὐτὸς ὑφ' ἑαυτοῦ
τὴν βλάσφημον αὐτοῦ ἐκκαλύψαι γνώμην καὶ εἰπεῖν μὴ
εἶναι διαφορὰν κατ' οὐσίαν ἡμῖν πρὸς τὸν σαρκωθέντα θεὸν
λόγον. δέον γὰρ εἰπεῖν, εἰ εὐσεβῶς ἐφρόνει, πρὸς τὴν
ὁμοούσιον ἡμῖν αὐτοῦ σάρκα ἤγουν ἀνθρωπότητα. οὐ γὰρ
ὁμοούσιος ἡμῖν ἀνθρωπότης ἐνηνθρώπησεν, ἀλλ' ὁ θεὸς
λόγος. ὅπερ οὐκ ἂν πεπόνθει, εἰ μὴ μίαν ἔλεγε φύσιν
τοῦ θεοῦ λόγου καὶ τῆς ἀνθρωπότητος, καίτοι τοσαυτάκις
ἐναντίως ἑαυτῷ τὴν θείαν τε καὶ τὴν ἀνθρωπείαν ὁμολο-
γήσας φύσιν, ὡς πρόκειται.
Σευήρου ἐξ ἧς ἐπέγραψεν ἐκθέσεως πίστεως.
Τὸ δὲ λέγειν δύο φύσεις ἐπὶ Χριστοῦ πάσης κατηγορίας
ἐπίμεστον, εἰ καὶ ὑπὸ πλειόνων τῶν ἁγίων πατέρων ἀμέμπτως
εἴρηται.
Καὶ μετ' ὀλίγα· Καὶ μὴ πάλιν εἴπῃς, ὡς τῇ λέξει τῇ
τῶν δύο φύσεων τινὲς τῶν πατέρων ἐχρήσαντο. ἐχρήσαντο
γὰρ ἀδιαβλήτως, ὡς προείπομεν. κατὰ δὲ τὸν χρόνον τοῦ
ἁγίου Κυρίλλου τῆς νόσου τῶν Νεστορίου καινοφωνιῶν τὰς
ἐκκλησίας ἐπινεμομένης ἐπὶ πλεῖον ἡ λέξις ἀπεδοκιμάσθη.
Πόσην χάριν ὁμολογεῖν, εἰ δεῖ τοῦτο λέγειν, τῷ δια-
δικοῦντι τοσαύτην ἡμῖν νείμαντι μαρτυρίαν. εἰ γὰρ καὶ
25
λέγει, ὅτι ἀπεδοκιμάσθη ἡ λέξις, ἀλλ' οὐ δύναται ἀποδεῖξαι
ὅπερ ὑποτίθεται. πλὴν ἡμῖν ἤρκεσεν ἀκοῦσαι παρ' αὐτοῦ,
ὅτι ἀδιαβλήτως ἐχρήσαντο τῇ φωνῇ οἱ πατέρες, ὥσπερ καὶ
ἡμεῖς. εἰ δέ τίς ἐστιν ὁ διαβεβλημένως αὐτῇ χρώμενος,
οὐ παρὰ τοῦτο κίβδηλος ἔσται ἡ φωνή· πᾶσα γὰρ λέξις
δύναται παρὰ τῶν κακῶς αὐτῇ χρωμένων ἐπηρεάζεσθαι.
ὅτι δὲ οὐκ ἀνεῖλε τὴν „ἐν δύο“ φωνὴν Κύριλλος, σημειωτέον
οἷα πρὸς Ἀκάκιον ἔγραψεν· ”φωνῶν δὲ διαφορὰν κατ'
οὐδένα τρόπον ἀνῃρήκαμεν”. τὰ δὲ περὶ τούτου ἐν ἰδιά-
ζοντι κεφαλαίῳ τῷ κγʹ εὑρήσεις. οὐδεὶς δὲ τῶν πατέρων
κατὰ τοῦ συναμφοτέρου τὸ τῆς μιᾶς φύσεως φέρει ὄνομα,
ἀλλὰ καὶ ἀπαγορεύουσι τοῦτο. Κύριλλος μὲν γάρ φησιν,
ὅτι „εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνηνθρώπησεν ἢ ποίαν
ἰδίαν ἐποιήσατο σάρκα“; Γρηγόριος δὲ λέγει· ”εἰ γὰρ καὶ
τὸ συναμφότερον ἕν, ἀλλ' οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ.”
Κεφάλαιον Γʹ.
<Ὅτι τὸ Χριστὸς ὄνομα ἑκατέρων τῶν φύσεών ἐστι
σημαντικόν, καὶ ὅτι θεὸς ὁ Χριστὸς καὶ θεοτόκος
ἡ παρθένος, κατὰ Νεστορίου τοῦ ἀθέου.>
Τοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ περὶ τῆς σωτηριώδους
ἐπιφανείας.
Ὁ προϋπάρχων θεὸς πρὸ τῆς ἐν σαρκὶ ἐπιδημίας οὐκ
ἦν ἄνθρωπος, ἀλλὰ θεὸς ἦν πρὸς τὸν θεὸν ἀόρατος καὶ
ἀπαθὴς ὤν. ὅτε οὖν τὸ Χριστὸς ὄνομα διὰ τῆς σαρκὸς
προσάγεται, ἐπειδὴ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πάθος καὶ ὁ
26
θάνατος, τοῦ μὲν Παύλου λέγοντος· „εἰ παθητὸς ὁ Χριστός,
εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν,“ καὶ πάλιν τοῦ αὐτοῦ
γράφοντος· ”τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός,” καὶ ὅτι „ἄν-
θρωπος Ἰησοῦς Χριστὸς ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ
πάντων“, οὐχ ὅτι οὐ θεός, ἀλλ' ὅτι καὶ ἄνθρωπος ὁ Χριστός,
καὶ διὰ τοῦτο ἡ γραφὴ ἑκατέρων τῶν ὀνομάτων ποιεῖται τὴν
προσαγωγὴν ἐν ἐπιδείξει ὑπάρξεως, ἀοράτως μὲν θεοῦ νο-
ουμένου καὶ ὄντος ἀληθῶς, ὁρατῶς δὲ ἀνθρώπου ψηλαφω-
μένου καὶ ὑπάρχοντος ἀληθῶς, ὥστε αὐτοῦ τοῦ πάθους ὁμο-
λογουμένου ἀληθινῶς τὸν αὐτὸν καὶ ἀπαθῆ νοεῖσθαι ἀληθινῶς.
Κυρίλλου ἐκ τοῦ πρὸς τὸν βασιλέα Θεοδόσιον.
Χρῆναι γὰρ ἔγωγέ φημι—λόγος νοεῖται Χριστός.
Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς τὰς βασιλίδας.
Οὕτως τινές φασιν—ἐχρίσθη κατὰ τὸ ἀνθρώπινον.
Ἐκ τοῦ αὐτοῦ λόγου.
Ὥστε τὸ Χριστὸς ὄνομα—ἀνόσιον ἢ φρονεῖν ἢ λέγειν.
Κατὰ Νεστορίου μὴ λέγοντος θεὸν τὸν Χριστὸν μηδὲ θεοτόκον
τὴν ἁγίαν Μαρίαν. Μαρτυρίαι γραφικαί.
Ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου, κεφαλαίου ριηʹ. ”Ταῦτα
δὲ γέγραπται—αἰώνιον ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.”
27
Ἐκ τῆς αʹ Ἰωάννου ἐπιστολῆς καθολικῆς. „Οἴδαμεν ὅτι
ὁ υἱὸς—καὶ ζωὴ αἰώνιος.“
Πέτρος δέ φησι πρὸς τὸν κύριον· ”Σὺ εἶ ὁ Χριστὸς ὁ
υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.”
Θωμᾶς δὲ τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης ἐν
τῷ σαρκωθέντι καὶ σταυρωθέντι θεῷ ψηλαφήσας μεγάλῃ
φωνῇ κύριον καὶ θεὸν αὐτὸν ἀνεκήρυξεν.
Τοῦ ἀποστόλου πρὸς Ῥωμαίους. „Ἐξ ὧν ὁ Χριστὸς—
εἰς τοὺς αἰῶνας.“
Καὶ ἐν τῇ ἀρχῇ. ”Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ—
κυρίου ἡμῶν.”
Πρὸς Γαλάτας. „Ὅτε δὲ ἦλθε—υἱοθεσίαν ἀπο-
λάβωμεν.“
Πρὸς Ἐφεσίους. ”Τοῦτο γὰρ ἴστε—τοῦ Χριστοῦ
καὶ θεοῦ.”
Πρὸς Τίτον. „Προσδεχόμενοι—Ἰησοῦ Χριστοῦ.“
<Σχόλιον Ἀναστασίου.> Εἰ οὖν Ἰησοῦς ὁ Χριστὸς ὁ
ἐκ τῆς παρθένου τεχθεὶς αὐτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ
ζωὴ αἰώνιος, πῶς οὐ θεοτόκος κυρίως καὶ ἀληθινῶς ἡ
παρθένος κληθήσεται; καὶ ἄλλας δὲ μαρτυρίας προφητικὰς
εὑρήσεις ἐνταῦθα ἐν τοῖς κατὰ Ἰουδαίων δηλούσας, ὅτι
θεὸς ὁ Χριστός. εἰ δὲ λέγοιεν οἱ τῆς Νεστορίου εἰδωλο-
λατρείας ὑπασπισταί, ὅτι ὥσπερ θεοτόκον οὕτω καὶ ἀνθρω-
ποτόκον καὶ χριστοτόκον τὴν παρθένον δεῖ καλεῖν (θεὸς
28
γὰρ καὶ ἄνθρωπος, ὡς ὑμεῖς φατε, ὁ Χριστός), ἐκεῖνα παρ'
ἡμῶν ἀκούσονται, ἅπερ Κύριλλος ὁ σοφώτατος ἐν τῷ περὶ
τῆς θείας ἐνανθρωπήσεως ἐδίδαξεν, οὕτως εἰπὼν ἐπὶ λέξεως·
Ἀρκεῖ τοιγαροῦν πρὸς ὀρθὴν—κατὰ τὸ ἀνθρώπινον.
Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς βίβλου τῆς κατὰ
τῶν αἱρέσεων.
”Ὁ λόγος”, γάρ φησι, „σὰρξ ἐγένετο“—οὐκ εἰς ἄνθρω-
πον ἦλθε.
Καὶ πάλιν· Κἀκεῖνοι νομίσουσιν—ὡς εἶπεν Ἰωάννης,
”σὰρξ ἐγένετο”.
Καὶ πάλιν· Πάλαι μὲν οὖν πρὸς ἕκαστον—εἴρηται πε-
πονθέναι αὐτόν.
Πάλιν ἐκ τοῦ αὐτοῦ βιβλίου· Χριστὸς γὰρ τὸ συναμφότερον
νοεῖται—„ὁ λόγος σὰρξ ἐγένετο“.
Καὶ μεθ' ἕτερα· Σαφέστερον δὲ καὶ ἀναμφισβήτητον—
”κληθήσεται υἱὸς θεοῦ”.
Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν ἐπῶν περὶ ἐνανθρωπήσεως
Χριστοῦ κατὰ Ἀπολιναρίου διὰ στίχων ἡρωελεγείων.
Νήπιος ὅστις ἄνακτα θεὸν—μέλαν οὐδὲν ἔχει.
Περὶ τοῦ αὐτοῦ κατὰ Ἀπολιναρίου διὰ ἰάμβων.
Νοῦν τὸν μέγιστον ἴσμεν—προσκύνει τὴν τριάδα.
29
Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς κατὰ τῶν αἱρέσεων βίβλου.
Χριστὸς τοιγαροῦν τὸ συναμφότερον—ὃς ἑρμηνεύεται σωτήρ.
Κυρίλλου ἐν ἀρχῇ τοῦ αʹ σχολίου.
Τὸ Χριστὸς ὄνομα οὔτε ὅρου δύναμιν ἔχει οὔτε μὴν
τήν τινος οὐσίαν, ὅ τί ποτέ ἐστι, σημαίνει, καθάπερ ἀμέλει καὶ
τὸ ἄνθρωπος ἢ ἵππος ἢ βοῦς, πράγματος δὲ μᾶλλον ἐνεργου-
μένου περί τινα ποιεῖται δήλωσιν.
Κεφάλαιον Δʹ.
<Ὅτι διπλοῦς ὁ Χριστὸς ὑπὸ τῶν πατέρων ὠνόμασται
διὰ τὸ διττὸν τῶν φύσεων, καὶ πάλιν οὐ διπλοῦς
διὰ τὸ τῆς ὑποστάσεως μοναδικὸν ἤγουν
τοῦ προσώπου.>
Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν δʹ λόγου.
Σκοπὸς τοίνυν οὗτος—Μαρίας ἄνθρωπος γέγονεν.
30
Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου.
Εἰ δὲ πιστεύετε διδασκόμενοι—ἔχῃ τὴν πίστιν.
Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ περὶ υἱοῦ.
Θεὸς δ' ἂν λέγοιτο οὐ τοῦ λόγου—ἐπ' ἀμφοῖν, τὸ
δὲ οὐ κυρίως.
Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ γενέθλια.
Ἀπεστάλη μέν, ἀλλ' ὡς ἄνθρωπος· διπλοῦς γὰρ ἦν.
Κυρίλλου Ἀλεξανδρείας ἐκ τοῦ περὶ τριάδος.
Διττὸν τὸν ἐφ' υἱῷ λόγον ὁ σοφώτατος Παῦλος, μᾶλλον
δὲ σύμπας ὁ τῶν ἁγίων χορός, ἐγνώκασί τε καὶ εἰσκομίζουσι
μετὰ τὸ ἑνωθῆναι σαρκί.
Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος
βιβλίου ιαʹ.
Ἀποσώζει δὲ πάλιν ἐν τῇ καθ' ἑαυτὸν θεωρίᾳ τὸ ἐν
νοήσει διπλοῦν διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν.
Καὶ πάλιν· Διττὴν γὰρ ἡμῖν πανταχοῦ τοῦ ἰδίου προσ-
ώπου διεσώσατο τὴν παράστασιν, καὶ τὸ θεῖον ἐν ἑαυτῷ
διαπρέπον ἀξίωμα δεικνὺς καὶ τὸ πρέπον τῇ ἀνθρωπότητι
μέτρον οὐκ ἀπόβλητον ποιησάμενος διὰ τὴν οἰκονομίαν.
31
Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ κατὰ Ματθαῖον ὑπομνήματος
βιβλίου γʹ.
Οὐκοῦν ὁ στατὴρ ὁ ἀληθινὸς καὶ νοητὸς καὶ ὡς ἐν
τύπῳ τῷ ἐξ ὕλης δηλούμενος αὐτός ἐστιν ὁ κύριος ἡμῶν
Ἰησοῦς ὁ Χριστός, ὁ διπλοῦς χαρακτήρ.
Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν γένεσιν συντάγματος, ἐν ᾧ τὴν τοῦ
Ἀβραὰμ ἀναπτύσσων θυσίαν ἐλθὼν εἰς τὸν τόπον τῶν
διχοτομημάτων φησὶν ἐπὶ λέξεως οὕτως·
Καὶ τίς ὁ λόγος; —εἴδησιν τοῖς οὐκ εἰδόσιν αὐτό.
Θαρρεῖ λέγειν ὁ σοφώτατος Κύριλλος θέλων ἀναπτύξαι
καὶ διαπλῶσαι τὸ μέγα καὶ βαθὺ τῆς οἰκονομίας μυστήριον
καὶ διδάξαι τοὺς οὐκ εἰδότας αὐτό, ὅτι καθὸ γέγονε σὰρξ
ὁ λόγος δεδιχοτόμηται καὶ θεωρίᾳ διπλῇ ὁ ἐπ' αὐτῷ λόγος
πλατύνεται μετὰ τὸ ἑνωθῆναι σαρκί.
Κυρίλλου Ἱεροσολύμων ἐκ τῶν κατηχήσεων.
Διπλοῦς ἦν ὁ Χριστός, ἄνθρωπος μὲν τὸ φαινόμενον,
θεὸς δὲ τὸ μὴ φαινόμενον.
Γελασίου ἐπισκόπου Καισαρείας ἐν ἐξηγήσει τοῦ μαθήματος.
Ἦλθε τοίνυν εἰς ταυτὸν θεὸς ἅμα καὶ ἄνθρωπος, ἵνα
σῶμα μὲν ὑπηρετήσηται, θεὸς δὲ δι' αὐτοῦ τὴν ἐνέργειαν
32
παράσχηται. διπλᾶ πάντα καὶ τέλεια πάντα, καὶ φιμούσθω
πᾶν αἱρετικὸν στόμα.
Ἐφραῒμ εἰς τὸν μαργαρίτην.
Τελείαν ἔχει τὴν διπλῆν φύσιν ὁ Χριστός, ἵνα μὴ ἀπο-
λέσῃ τὰς δύο. οὔτε ἡμίθεος ὤφθη ἐπὶ τῆς γῆς, οὔτε ἡμι-
άνθρωπος ἀνέβη εἰς τοὺς οὐρανούς.
<Σχόλιον Ἀναστασίου.> Ἀλλ' ἴσως ἐροῦσιν οἱ τῆς
ἀληθείας ἐχθροί, ὡς Κύριλλος ἐν τῇ πρὸς Νεστόριον
ἐπιστολῇ φησιν, ὅτιπερ „οὐκ ἔστι διπλοῦς ὁ εἷς καὶ μόνος
Χριστός“, ὁμοίως καὶ ἐν τῷ βʹ τόμῳ τῷ κατὰ Νεστορίου
φησίν, ὅτι ”οὐ διπλοῦς ἦν”. ἆρα οἱ ταῦτα λέγοντες οὐ
φανερῶς συγκρίνουσι τοὺς πατέρας ἑαυτοῖς τε καὶ ἀλλήλοις
καὶ μάχην ἐξ ὁμοδόξων συνιστῶσι; καὶ οἷς ὁ Χριστὸς τὴν
ἑαυτοῦ εἰρήνην κατέλιπε, τούτοις εἰσφρήσαντες διάβολον
μιμοῦνται τοὺς ὁμόφρονας ὡς ἐναντίους διασύροντες καὶ
αὐτὸν δὲ Κύριλλον ἑαυτῷ δεῖξαι μαχόμενον ἐπειγόμενοι.
ἀλλ' οὐχ οὕτως ἡμεῖς οὐδ' ὁστισοῦν εὖ φρονῶν, ἀλλὰ καὶ
κατὰ Γρηγόριον καὶ τοὺς λοιποὺς πατέρας σὺν Κυρίλλῳ
φαμέν, ὅτιπερ διπλοῦς κατὰ τὴν οὐσίαν, καὶ πάλιν κατὰ τὸν
αὐτὸν Κυρίλλου σκοπόν, ὡς οὐ διπλοῦς τῇ χαρακτηριστικῇ
ὑποστάσει· εἷς γὰρ ἔμεινε καὶ ἐνανθρωπήσας ὁ θεὸς λόγος.
Ἰωάννου Ἀντιοχείας ἐκ τῆς πρὸς Κύριλλον ἐπιστολῆς.
Δεῖ ἔχειν ἡμᾶς Νεστόριον—φαύλας αὐτοῦ κενοφωνίας.
33
Θεοδωρήτου κατὰ Νεστορίου.
Ἀνάθεμα Νεστορίῳ καὶ τῷ μὴ λέγοντι θεοτόκον τὴν ἁγίαν παρ-
θένον καὶ τῷ εἰς δύο υἱοὺς μερίζοντι τὸν ἕνα υἱόν.
Αὗται αἱ δύο χρήσεις κατὰ Νεστορίου εἰσίν.
Κεφάλαιον Εʹ.
<Ὅτι ἄτρεπτοι μεμενήκασιν αἱ πρὸς ἑνότητα συνελθοῦ-
σαι φύσεις καὶ ἀσύγχυτοι μηδεμιᾶς εἰς τὴν ἑτέραν
μεταχωρησάσης· καὶ ὅτι σώζονται καὶ μετὰ τὴν
ἕνωσιν τὰ ἰδιώματα τῶν φύσεων καὶ ἡ τούτων
διαφορὰ μηδεμιᾶς ἐπεισαγομένης
διαιρέσεως.>
Κυρίλλου ἐκ τοῦ πρὸς Ἑβραίους ὑπομνήματος.
Εἰ γὰρ καὶ λέγοιτο ἡνῶσθαι σαρκὶ καθ' ὑπόστασιν ὁ
μονογενής, ἀλλ' οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἄλληλα τῶν φύσεων
πεπρᾶχθαί φαμεν, μενούσης δὲ μᾶλλον ἑκατέρας τοῦθ' ὅπερ
ἐστὶν ἡνῶσθαι σαρκὶ νοοῦμεν τὸν λόγον.
Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ συνουσιαστῶν λόγου.
Δεῖ γὰρ τῇ πάντων ἐπέκεινα καὶ ἀνωτάτω φύσει σώζεσθαι
καθαρῶς τὸ ἁπλοῦν καὶ ἀσυμμιγὲς ἑτέρῳ, καὶ τὸ μὴ συντε-
θεῖσθαι δοκεῖν ἔν γε τοῖς καθ' ἑαυτήν, ἤγουν προσθήκης
δεδεῆσθαί τινος καὶ ἀσυμφυοῦς αὐτῇ πράγματος εἰς κοινωνίαν
ἐλθεῖν τὴν ἐν ταυτότητι φύσεως ἤγουν ὁμοουσιότητα.
34
Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον αʹ ἐπιστολῆς.
Ἴσον γάρ ἐστιν εἰς ἀτοπίας λόγον—οὕτω διακείμεθα.
Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἰωάννην ὑπομνήματος.
Καλῶς γε ποιῶν—ἰδίῳ προσχρησάμενον σώματι
τῷ ἐκ τῆς ἁγίας παρθένου ναῷ.
Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Νεστόριον ἐπιστολῆς.
Διάφοροι μὲν αἱ πρὸς ἑνότητα—ἕνα Χριστὸν καὶ
υἱὸν καὶ κύριον.
Ἀμβροσίου πρὸς Γρατιανὸν τὸν βασιλέα.
Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός.
Θεοδότου Ἀντιοχείας ἐκ τοῦ πρὸς Ἡρακλείδην κατὰ
συνουσιαστῶν.
Εἰ δέ, ἐφ' ὧν ἡ οὐσία μία καὶ ἡ αὐτή, αἱ ἰδιότητες
τῶν ὑποστάσεων ἀκέραιοι μένουσι, πολλῷ δικαιότερον, ὅταν
δύο διάφοροι φύσεις ἐφ' ἑνὶ προσώπῳ γνωρίζωνται, ἀκέραια
τά τε τῆς ὑπάρξεως τά τε τῶν φύσεων ἰδιώματα σώζεσθαι.
Λέοντ…
The complete text is available when the reading interface loads.