Epigrammata dedicatoria
- Edition reference
- Epigrammata dedicatoria, ed. E. Cougny, Epigrammatum anthologia Palatina cum Planudeis et appendice nova, vol. 3, Paris: Didot, 1890: 1–60. Epigr: 11,075: Epigr. Epigr. 1.1–372.
- CTS identifier
urn:cts:greekLit:tlg7052.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{ΟΡΦΕΩΣ (?).}
Ἀργὼ τὸ σκάφος εἰμί, θεῷ δ' ἀνέθηκεν Ἰάσων,
Ἴσθμια, καὶ Νεμέοις στεψάμενον πίτυσιν.
2
{ΟΜΗΡΟΥ?}
Φοῖβε ἄναξ, δῶρόν τοι Ὅμηρος καλὸν ἔδωκα
σῇσιν ἐπιφροσύναις, σὺ δ' ἐμοὶ κλέος αἰὲν ὀπάζοις.
3
{ΑΡΙΟΝΟΣ (?).}
Ἐπὶ τῷ τοῦ Ἀρίονος ἀναθήματι ἐπὶ Ταινάρῳ.
Ἀθανάτων πομπαῖσιν Ἀρίονα Κυκλέος υἱὸν
ἐκ Σικελοῦ πελάγους σῶσεν ὄχημα τόδε.
4
{ΑΔΕΣΠΟΤΟΝ.}
Εἰς τὸ Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίᾳ.
Αὐτὸς ἐγὼ χρυσοῦς σφυρήλατός εἰμι κολοσσός.
Ἐξώλης εἴη Κυψελιδῶν γενεά.
5
{ΑΛΛΟ.}
Νῆα μέλαιναν τήνδ' ἱδρύσατο τῇδ' Ἀγαμέμνων
Ἑλλήνων στρατιῆς σῆμα πλοϊζομένης.
6
{ΑΛΛΟ.}
Ζηνί μ' ἄγαλμ' ἀνέθηκαν Ὀλυμπίῳ ἐκ Χερονήσου
τεῖχος ἑλόντες Ἀράτου· ἐπῆρχε δὲ Μιλτιάδης σφίν.
7
{ΑΛΛΟ.}
Κου[φαγόρας ἀνέθη]κεν Διὸς γ[λ]αυκώπιδι κούρῃ.
8
{ΑΛΛΟ.}
Νικάνδρη μ' ἀνέθηκεν ἑκηβόλῳ ἰοχεαίρῃ,
κούρη Δεινοδίκεω τοῦ Ναξίου, ἔξοχος ἀλ[λ]έων,
Δεινομένεος δὲ κασιγνήτη, Φράξου (?) δ' ἄλοχος μ[ήν.
9
{ΑΛΛΟ.}
Νάξιος Εὔεργός με γένει Λητοῦς πόρε, Βύζεω
παῖς, ὃς πρώτιστος τεῦξε λίθου κέραμον.
10
{ΑΛΛΟ.}
Κλειοσθένης μ' ἀνέθηκεν ὁ Πόντιος ἐξ Ἐπιδάμνου,
νικήσας ἵπποις καλὸν ἀγῶνα Διός.
11
{ΑΛΛΟ.}
Ὄγκας νηὸς ὅδ' ἐστὶν Ἀθηνᾶς, ὅν ποτε Κάδμος
εἵσατο, βοῦν θ' ἱέρευσεν, ὅτ' ἔκτισεν ἄστυ τὸ Θήβας.
12
{ΑΛΛΟ.}
Μνάματ' Ἀπολλωνίας ἀνακείμεθα, τὰν ἐνὶ πόντῳ
Ἰονίῳ Φοῖβος ᾤκις' ἀκερσεκόμας·
οἳ γᾶς τέρμαθ' ἑλόντες Ἀβαντίδος ἐνθάδε ταῦτα
ἔστασαν σὺν Θεοῖς ἐκ Θρονίου δεκάταν.
13
{ΑΛΛΟ.}
Ἡρακλέης τεμένισσα Κυθήρᾳ πασιφαέσσῃ,
Γηρυονέως ἀγέλας ἠδ' Ἐρύθειαν ἄγων,
τᾶς μ' ἐδάμασσε πόθῳ πασιφάεσσα θεά.
Τῇδε δέ μοι τεκνοῖ παῖδ' Ἐρύθοντα δάμαρ,
νυμφογενὴς Ἐρύθη· τῇ τόδ' ἔδωκα πέδον
μναμόσυνον φιλίας φηγῷ ὑπὸ σκιερᾷ.
14
{ΑΛΛΟ.}
Ἀνάθημα Διομήδους.
Τυδείδης ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης,
νικήσας ἵπποισιν ἐπὶ πλατὺν Ἑλλήσποντον.
15
{ΑΛΛΟ.}
Δήμῳ Ἀθηναίων ἀ[νέθηκεν ἐὼν Ἑ]κάληθεν
Ἀλκίφρων· [ὁ δὲ τ]όνδε δρόμον ποίησεν [ἄρισ]τον
Δήμητρός τε χάριν [καὶ] .....
16
{ΑΛΛΟ.}
Δέξο, ἄναξ, Κρονίδα Ζεῦ Ὀλύμπιε, καλὸν ἄγαλμα
ἱλάῳ θυμῷ τοῖς Λακεδαιμονίοις.
17
{ΑΛΛΟ.}
Παῖ Διὸς, Ἐκφάντου δέξαι τόδ' ἀμεμφὲς ἄγαλμα·
σοὶ γὰρ ἐπευχόμενος τοῦτ' ἐξετέλεσσε τροπῇον.
18
{ΑΛΛΟ.}
[Ἐνθάδ'] Ἐχέμβροτος Ἀρκὰς ἐθήκατο Ἡρακλῆϊ
νικήσας τόδ' ἄγαλμ' Ἀμφικτυόνων ἐν ἀέθλοις
Ἕλλης' αὐλῳδῶν μέλπεα καὶ ἐλέγους.
19
{ΑΛΛΟ.}
Λαοδίκης ὅδε πέπλος· ἑᾷ δ' ἀνέθηκεν Ἀθηνᾷ
πατρίδ' ἐς εὐρύχορον Κύπρου ἀπὸ ζαθέας.
20
{ΑΛΛΟ.}
Ὑβλαίῳ κήρυκι τόδ' Ἀρχίᾳ, Εὐκλέος υἱῷ,
δέξαι ἄγαλμ' εὔφρων, Φοῖβ', ἐπ' ἀπημοσύνῃ,
ὃς τρὶς ἐκήρυξεν τὸν Ὀλυμπίᾳ αὐτὸς ἀγῶνα,
οὔτ' ὑποσαλπίζων, οὔτ' ἀναδείγματ' ἔχων.
21
{ΘΑΛΟΥ (?)}
Θαλῆς με τῷ μεδοῦντι Νειλέω δήμου
δίδωσι, τοῦτο δὶς λαβὼν ἀριστεῖον.
22
{ΑΔΕΣΠΟΤΟΝ.}
Εὐτελίδας καὶ Χρυσόθεμις τάδε ἔργα τέλεσσαν
Ἀργεῖοι, τέχναν εἰδότες ἐκ προτέρων.
23
{ΣΙΜΩΝΙΔΟΥ.}
Πατρὶς μὲν Κόρκυρα, Φίλων δ' ὄνομ'· εἰμὶ δὲ Γλαύκου
υἱός, καὶ νικῶ πὺξ δύ' Ὀλυμπιάδας.
24
{ΤΟΥ ΑΥΤΟΥ (?)}
Εἰς Ὄρριππον.
Ὀρρίππῳ Μεγαρεῖ μεγαλόφρονι τῇδ' ἀρίδηλον
μνῆμα θέσαν, φάμᾳ Δελφίδι πειθόμενοι·
ὃς δὴ μακίστους μὲν ὅρους ἀπελύσατο πάτρᾳ,
πολλὰν δυσμενέων γᾶν ἀποτεμνομένων.
Πρῶτος δ' Ἑλλήνων ἐν Ὀλυμπίᾳ ἐστεφανώθη
γυμνός, ζωννυμένων τῶν πρὶν ἐνὶ σταδίῳ.
25
{ΤΟΥ ΑΥΤΟΥ.}
Δῆμος Ἀθηναίων σε, Νεοπτόλεμ', εἰκόνι τῇδε
τίμης', εὐνοίης εὐσεβίης θ' ἕνεκα.
26
{ΑΔΕΣΠΟΤΟΝ.}
Καὶ γὰρ ἐγὼ κλεινῶν εἰμ', ὦ ξένε, λείψανον οἴκων,
στυλὶς ἐν Οἰνομάου πρίν ποτ' ἐοῦσα δόμοις·
νῦν δὲ παρὰ Κρονίδην κεῖμαι τάδ' ἔχουσα τὰ δεσμὰ
τίμιος· οὐδ' ὀλοὴ δαίσατο φλόξ με πυρός.
27
{ΑΛΛΟ.}
Εὔθυμος Λοκρὸς Ἀστυκλέους τρὶς Ὀλύμπι' ἐνίκων·
εἰκόνα δ' ἔστησεν τήνδε βροτοῖς ἐσορᾶν.
28
{ΑΛΛΟ.}
Ὧδε στὰς ὁ Πελασγὸς ἐπ' Ἀλφειῷ ποκα πύκτας
τὸν Πολυδεύκειον χερσὶν ἔφανε νόμον,
ἆμος ἐκαρύχθη νικαφόρος· ἀλλὰ, πάτερ Ζεῦ,
καὶ πάλιν Ἀρκαδίᾳ καλὸν ἄμειβε κλέος,
τίμασον δὲ Φίλιππον, ὃς ἐνθάδε τοὺς ἀπὸ νάσων
τέσσαρας εὐθείᾳ παῖδας ἔκλινε μάχᾳ.
29
{ΑΛΛΟ.}
Ἀρξάμενοι πρῶτοι τειχίζειν οἵδ' ἀνέθηκαν
βουλῆς καὶ δήμου δόγμασι πειθόμενοι.
30
{ΑΛΛΟ.}
Ἄλ[κων ἀνέθηκε [τἤ]ντεα.
Ἰσχύ[λ]λου, θ[ε]οῦ ὃς τοῖς δαμοσίοις ἐν ἀέθλοις
τετράκι τε [σ]τάδιον νίκη κα[ὶ] δὶς τὸν ὁπλίτα[ν.
31
{ΑΛΛΟ.}
Ἐπὶ τῷ Ἀθήνῃσιν πρὸς τῇ Ἀκαδημίᾳ Ἔρωτι.
Ποικιλομήχαν' Ἔρως, σοὶ τόνδ' ἱδρύσατο βωμὸν
Χάρμος ἐπὶ σκιεροῖς τέρμασι γυμνασίου.
32
{ΑΛΛΟ.}
Παρ]θένῳ Ἐκφάντου με πατὴρ ἀνέθηκε καὶ υἱὸς
ἐνθάδ' Ἀθηναίῃ μνῆμα πόνων Ἄρεος,
Ἡγέλοχος· μεγάλη[ν] δὲ φιλοξενίης ἀρετῆς τε
πάσης μοῖραν ἔχων τήνδε πόλιν νέμεται.
33
{ΑΛΛΟ.}
Πότνι', ἀπαρχὴν τήνδε Μένανδρο[ς θῆκ' ἀπὸ τέχνης,
εὐχωλὴν τελέσας, σοὶ χάριν ἀντ[ιδιδούς,
Αἰγιλιεύς, υἱὸς Δημητρίου, ᾧ [πολὺν ὄλβον
σῶζε, Διὸς θύγατερ, τῶνδε χάρ[ιν θεμένη.
34
{ΑΛΛΟ.}
Πύθων Ἑρμῇ ἄγαλμα Ἑρμοστράτου Ἀβδηρίτης
ἔστησεν πολλὰς θησάμενος πόληας.
Εὔφρων ἐξεποίης' οὐκ ἀδαὴς Πάριος.
35
{ΑΛΛΟ.}
τεῦξέ με Κλειοίτας υἱὸς Ἀριστοκλέους.
36
{ΑΛΛΟ.}
Τὴν ὑπάτην ἄφεσιν .....της στῆσεν, Ἀθηνᾶν
εὐχόμενος πάτρῃ τὴν γλυκερὴν ὑγίην.
37
{ΑΛΛΟ.}
Ἑλλάδος εὐρυχόρου σωτῆρες τόνδ' ἀνέθηκαν,
δουλοσύνης στυγερᾶς ῥυσάμενοι πόλιας.
38
{ΑΛΛΟ.}
Μνᾶμ' ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι
Παυσανίας, ἄρχων Ἑλλάδος εὐρυχόρου,
Πόντου ἐπ' Εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς
Κλευμβρότου, ἀρχαίας Ἡρακλέος γενεᾶς.
39
{ΑΛΛΟ.}
Παντοδαπῶν ἀνδρῶν γενέας Ἀσίας ἀπὸ χώρας
παῖδες Ἀθηναίων τῷδε ποτ' ἐν πελάγει
ναυμαχίᾳ δαμάσαντες, ἐπεὶ στρατὸς ὤλετο Μήδων,
σήματα ταῦτ' ἔθεσαν παρθένῳ Ἀρτέμιδι.
40
{ΑΛΛΟ.}
Μνᾶμά τ' ἀλεξάνδρου πολέμου, καὶ μάρτυρα νίκας
Δελφοί με στᾶσαν, Ζανὶ χαριζόμενοι,
σὺν Φοίβῳ πτολίπορθον ἀπωσάμενοι στίχα Μήδων,
καὶ χαλκοστέφανον ῥυσάμενοι τέμενος.
41
{ΑΛΛΟ.}
Τῷ Διὶ τἀχαιοὶ τἀγάλματα ταῦτ' ἀνέθηκαν,
ἔγγονοι ἀντιθέου Τανταλίδα Πέλοπος.
Πολλὰ μὲν ἄλλα σοφοῦ ποιήματα καὶ τόδ' Ὀνάτα
ἔργον, ὃν Αἰγίνῃ γείνατο παῖδα Μίκων.
42
{ΑΛΛΟ.}
Υἱὸς μέν με Μίκωνος Ὀνάτας ἐξετέλεσσεν,
αὐτὸς ἐν Αἰγίνῃ δώματα ναιετάων.
43
{ΑΛΛΟ.}
Πραξιτέλης ἀνέθηκε Συρακόσιος τόδ' ἄγαλμα
καὶ Καμαριναῖος· πρόσθ' ἄρ' ἐν Μαντινέᾳ
Κρίνιος υἱὸς ἔναιεν ἐν Ἀρκαδίᾳ πολυμήλῳ
ἐσλὸς ἐὼν καί ϝοι μνᾶμα τόδ' ἐστ' ἀρετᾶς.
44
{ΑΛΛΟ.}
Σόν ποτε νικήσας, Ζεῦ Ὀλύμπιε, σεμνὸν ἀγῶνα
τεθρίππῳ μὲν ἅπαξ, μουνοκέλητι δὲ δίς,
δῶρ' Ἱέρων τάδε σοι ἐχαρίσσατο· παῖς δ' ἀνέθηκε
Δεινομένης πατρὸς μνῆμα Συρακοσίου.
45
{ΑΛΛΟ.}
Εἰς ἐγχειρίδιον.
Θάησαί μ'· ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέϊ πύργῳ
ἦν, ὅτε καλλικόμῳ μαρνάμεθ' ἀμφ' Ἑλένῃ.
Καί μ' Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων·
νῦν δέ με Λητοΐδου θεῖον ἔχει δάπεδον.
46
{ΑΛΛΟ.}
Κλευ]θέρσης ἀνέθηκεν Ἀθηναίῃ πτολιούχῳ
πα[ῖς] Ζωίλου· Νήτης δ' ἔ[ργο[ν] [ἔ]τευξε τόδε.
47
{ΑΛΛΟ.}
Οἰνία Οἰβώτας στάδιον νικῶν ὅδ' Ἀχαιοῖς
πατρίδα Πάλειαν θῆκ' ὀνομαστοτέραν.
48
{ΑΛΛΟ.}
Ἀρχέδημος ὁ Θηραῖος, ὁ νυμφόληπτος
φραδαῖσι Νυμφῶν τἄντρον ἐξηργάξατο.
49
{ΑΛΛΟ.}
Τερπῶν εἰμι θεᾶς θεράπων σεμνῆς Ἀφροδίτης·
τοῖς δὲ καταστήσασι Κύπρις χάριν ἀνταποδοίη.
50
{ΑΛΛΟ.}
Ὠκυδρόμας Λύκος Ἴσθμι' ἅπαξ, δύο δ' ἐνθάδε νίκαις
Φειδώλα παίδων ἐστεφάνωσε δόμους.
51
{ΑΛΛΟ.}
Ἐπὶ τοῦ Ἀθήνῃσιν ἐν Πυθίου Ἀπόλλωνος βωμοῦ.
Μνῆμα τόδ' ἧς ἀρχῆς Πεισίστρατος Ἱππίου υἱὸς
Θῆκεν Ἀπόλλωνος Πυθίου ἐν τεμένει.
52
{ΑΛΛΟ.}
Υἱὸς Δινύττα, Δάμαρχος τήνδ' ἀνέθηκεν
εἰκόν' ἀπ' Ἀρκαδίας Παρράσιος γενεάν.
53
{ΑΛΛΟ.}
Ναὸς μὲν φιάλαν χρυσέαν ἔχει, ἐκ δὲ Τανάγρας
τᾶς Λακεδαιμονίοις συμμαχίδος γε τεθὲν
δῶρον, ἀπ' Ἀργείων καὶ Ἀθηναίων καὶ Ἰώνων
τὰν δεκάταν νίκας εἵνεκα τῶ πολέμω.
54
{ΑΛΛΟ.}
Πυθαγορέω φίλος υἱὸς Ἀρίμνηστός μ' ἀνέθηκε,
πολλὰς ἐξευρὼν εἰνὶ λόγοις σοφίας.
55
{ΑΛΛΟ.}
Ἄρτεμί, σοι τόδ' ἄγαλμ' [ἱέρως' ὠδῖνα φυγοῦσα
Ἀσφαλίω μήτηρ [Φ]έρσι[ς, Ὄρω θυ]γάτηρ.
Τῶ Παρίω ποίημα Κ[ολώτ]ο[υ, ὃς ἦν τᾷ[δε φεύγων.
56
{ΑΛΛΟ.}
Ζηνὶ θεῶν βασιλεῖ μ' ἀκροθίνιον ἐνθάδ' ἔθηκαν
Μενδαῖοι, Σίπτην χερσὶ βιασσάμενοι.
57
{ΑΛΛΟ.}
Ἐπὶ τῷ Ὀξύλου ἀνδριάντι ἐν τῇ ἀγορᾷ τῶν Ἠλείων.
Αἰτωλός ποτε τόνδε λιπὼν αὐτόχθονα δῆμον
κτήσατο Κουρῆτιν γῆν δορί, πολλὰ καμών·
τῆς δ' αὐτῆς γενεᾶς δεκατόσπορος Αἵμονος υἱὸς
Ὄξυλος ἀρχαίην ἔκτισε τήνδε πόλιν.
58
{ΑΛΛΟ.}
Ἐπὶ τῇ εἰκόνι Αἰτωλοῦ ἐν Θερμοῖς τῆς Αἰτωλίας.
Χώρης οἰκιστῆρα παρ' Ἀλφειοῦ ποτε δίναις,
τρεφθέντα σταδίων γείτον' Ὀλυμπιάδος,
Ἐνδυμίωνος παῖδ' Αἰτωλὸν τόνδ' ἀνέθηκαν
Αἰτωλοὶ σφετέρας μνῆμ' ἀρετῆς ἐσορᾷν.
59
{ΑΛΛΟ.}
Ἥγνισα δ' Ἑρμείαο δόμους, μεγάλης τε κέλευθα
Ματρὸς καὶ δὴ πρωτογόνου κούρας, ὅθι φασὶ
Μεσσήνην θεῖναι μεγάλαισι θεαῖσιν ἀγῶνα
Φλυάδεω Κλείνοιο γόνου Καύκωνι ἁδοῦσαν.
Θαύμασα δ' ὡς σύμπαντα Λύκος Πανδιόνιος φὼς
Ἀτθίδος ἱερὰ ἔργα παρ' Ἀνδανίῃ θέτο κεδνῇ.
60
{ΑΛΛΟ.}
Κλειτόριοι τόδ' ἄγαλμα θεῷ δεκάταν ἀνέθηκαν
πολλᾶν ἐκ πολίων, χερσὶ βιασσάμενοι.
Καὶ ταύτης μετρηταὶ Ἀρίστων ἠδὲ Τελεστὰς
αὐτοκασίγνητοι χἄμα Λάκωνες ἔσαν.
61
{ΑΛΛΟ.}
Μαινάλιος Ξενοκλῆς νίκασα Εὐθύφρονος υἱός,
ἀπτὴς μο[υ]νοπαλᾶν τέ[σ]σαρα σώμαθ' ἑλών.
62
{ΑΛΛΟ.}
Ὄ.....ος ς' ἱέρως' Ἀσκληπιῷ ἠδὲ ὁμοβώμοις
πρῶτος ἱδρυσάμενος θυσίαις θείαις ὑποθήκαις.
63
{ΑΛΛΟ.}
...θάνης μ' ἀνέθηκεν Ἀθηναίᾳ [πολιούχῳ
....ρίου δεκάτην τοῦ τέκνου εὐξ[αμένου.
64
{ΑΛΛΟ.}
Ὃς τόδ' ἄγαλμ' ἀνέθηκε, Φιλόστρατός ἐστ' ὄνυμ' αὐτοῦ·
πατρὶ δὲ τῷ τήνου Δαμοφόων ὄνυμα.
65
{ΑΛΛΟ.}
Ὦ τροφὲ Πουλυδάμαντος ἀνικάτου Σκοτόεσσα.
66
{ΑΛΛΟ.}
Οἵδ' ἀπὸ πεντήκοντα νεῶν θάνατον προφυγόντες
πρὸς σκοπέλοισιν Ἄθω σώματα γῇ πέλασαν
δώδεκα, τοὺς δ' ἄλλους ὄλεσεν μέγα λαῖτμα θαλάσσης
νῆάς τε στυγεροῖς πνεύμασι χρησάμενας.
67
{ΑΛΛΟ.}
Ξυνὸν Ἀθανοδώρου τε καὶ Ἀσωποδώρου τόδε ϝέργον·
χὠ μὲν Ἀχαιός, ὁ δ' ἐξ Ἄργεος εὐρυχόρου.
68
{ΑΛΛΟ.}
Δειναγόρης μ' ἀνέθηκεν ἑκηβόλῳ Ἀπόλλωνι.
69
{ΑΛΛΟ.}
Ἐπὶ τῇ Κλέωνος τοῦ ᾠδοῦ εἰκόνι ἐν Θήβαις.
Πυθέα υἱὸς ὅδ' ἐστὶ Κλέων Θηβαῖος ἀοιδός,
ὃς πλείστους θνητῶν ἀμφέθετο στεφάνους
κρατὸς ἐπὶ σφετέρου, καί οἱ κλέος οὐρανόμηκες.
Χαῖρε, Κλέων, Θήβας πατρίδ' ἐπευκλεΐσας.
70
{ΑΛΛΟ.}
Ἐν πολυθαήτῳ τεμένει Διὸς ὑψιμέδοντος
ἕστηκ', ἀνθέντων δημοσίᾳ Σαμίων.
71
{ΑΛΛΟ.}
Ἀθάνατον πάτρᾳ καὶ Ἀριστοκρίτῳ κλέος ἔργων,
Λύσανδρ', ἐκτελέσας δόξαν ἔχεις ἀρετᾶς.
72
{ΑΛΛΟ.}
Χαρμαντίδου Γοργίας Λεοντῖνος.
Τὴν μὲν ἀδελφὴν Δηικράτης τὴν Γοργίου ἔσχεν,
ἐκ ταύτης δ' αὐτῷ γίγνεται Ἱπποκράτης,
Ἱπποκράτους δ' Εὔμολπος, ὃς εἰκόνα τήνδ' ἀνέθηκεν,
δισσῶν, παιδείας καὶ φιλίας, ἕνεκα.
Γοργίου ἀσκῆσαι ψυχὴν ἀρετῆς ἐς ἀγῶνας
οὐδείς πω θνητῶν καλλίον' ηὗρε τέχνην,
οὗ καὶ Ἀπόλλωνος γυάλοις εἰκὼν ἀνάκειται,
οὐ πλούτου παράδειγμ', εὐσεβείας δὲ τρόπων.
73
{ΑΛΛΟ.}
Πόλυλλος Πολλυλίδου Παιανιεύς.
Εἰκόνα τήνδ' ἀνέθηκε Πολύστρατος, αὑτοῦ ἀδελφόν,
μνημοσύνην θνητοῦ σώματος ἀθάνατον.
74
{ΑΛΛΟ.}
Ἡδυγέλωτι χορῷ Διονύσια [Σ]ῖμ[ος] ἐνίκα,
μνημόσυνον δὲ θεῷ νίκης τόδε δῶρον [ἔθηκεν,
δήμῳ μὲν κόσμον, ζῆλον πατρὶ κισσοφο[ροῦντι.
Τοῦδε δ' ἔτι πρότερος στεφανηφόρον [εἵλετ' ἀγῶνα.
75
{ΑΛΛΟ.}
Τοιῶνδ' ἀνδρῶν ἡ πόλις ὁππόταν αὖτ[ις ἁμάρτῃ,
ἐ]χθροὶ στήσαιεν Ζηνὶ τροπαῖον ἔδος.
Κ]τώμενον εὔκλειαν δορὶ καὶ χερὶ τόνδε πρὸς ἀνδρὸς
.....σ[τ]όκρ[ιτ]ον ὤλεσε θοῦρος Ἄρης.
76
{ΑΛΛΟ.}
Ἐξ οὗ Κέκροπα λαὸς Ἀθηναίων ὀνομάζ[ει
καὶ χώραν Παλλὰς τήνδ' ἔκτισε δήμῳ Ἀ[θηνῶν,
οὐδεὶς Σωσιβίου καὶ [Π]ύρ[ρ]α μείζονα θνητ[ῶν
φυλὴν Κεκροπιδῶν ἔργῳ ἔδρας' ἀγαθά.
77
{ΑΛΛΟ.}
Κήρυκ' Ἀθανάτων Ἑρμῇ στῆσάν μ' ἀγοραίῳ,
σοὶ μὲν, ἄναξ, δῶρον, κόσμου δ' αὐτοῖσι τιθέντες
αὐτοκασίγνητοι παῖδες πατρὸς ἐξ Ἀγασίππου,
Πασικράτης Εὐωνυ[μεύς], Ἀγασικλῆς Εὐωνυμεύς].
78
{ΑΛΛΟ.}
[Ἀργαλέου πολέμου κρυερὸν νέφος οἵδε φυγόντες]
κλειναῖς οἰκ]οδομαῖς Τᾶνον θεὸν ἱδρύσαντο.
79
{ΑΛΛΟ.}
Εἰκόνα Φοίβῳ στῆς' ἀντιστὰς Φανόμαχος Σό[ου,
ἀθάνατον θνητῷ πατρὶ γέρας τελέσας,
Παιρισάδεος ἄρχοντος, ὅσην χθόνα τέρμονες ἄκροι
Ταύρων Καυκάσιός τ' ἐντὸς ἔχουσιν ὅροι.
80
{ΑΛΛΟ.}
Σ]ωθεὶς ἐκ μεγάλων κινδύνων, εἰκόνα τήνδε
στῆσεν Λυσίμαχος Παλλάδι Τριτογενεῖ.
81
{ΑΛΛΟ.}
«Ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι,»
εἶπε μ[ελιγ]λώσσων ἴδρις ὁ Πιερίδων·
τοῦτ' ἐτύμως ἐπ' ἐμοὶ, φίλε, κέκριται· ἃν γὰρ ἀνεῖλεν
μνάμαν ἁ κακία, παῖς πάλιν εἰργάσατο.
Καλὰν δ' ἐκσώζων γενέτᾳ χάριν, οὐ βιότου φῶς
δεύτερον, ἀλλὰ κλέους ἧψ' ἱερὸν βίοτον.
Αἰνῶ Μουσάων σεμνὸν γένος· εἰς ἀρετὰν γὰρ
δῶκαν ἐμοὶ τέκνου ζῶσαν ἐϋφροσύναν.
82
{ΑΛΛΟ.}
Ἑλλήνων ἦρχον τότ' Ὀλυμπία, ἡνίκα μοι Ζεὺς
δῶκεν νικῆσαι πρῶτον Ὀλυμπιάδα
ἵπποις ἀθλοφόροις· τὸ δὲ δεύτερον αὖτις ἐφεξῆς
ἵπποις· υἱὸς δ' ἦν Τρώϊλος Ἀλκινόου.
83
{ΑΛΛΟ.}
Ἐξ οὗτ' Εὐρώπην Ἀσίας δίχα πόντος ἔνε[ιμεν,
οὐδείς πω Λυκίων στήλην τοιάνδ' ἀνέθηκεν
δώδεκα θεοῖς ἀγορᾶς ἐν καθαρῷ τεμένει,
νει]κέων καὶ πολέμου μνῆμα τόδ' ἀθάνατον·
Χέρσ]ις δ' Ἁρπάγου υἱός, ἀριστεύσας τάδε πάντων
χερσὶ πάλην Λυκίων τῶν τότ' ἐν ἡλικίᾳ.
Πολλὰς δ' ἀκροπόλεις σὺν Ἀθηναίᾳ πτολιπόρθῳ
πέρσας συγγενέσιν δῶκε μέρος βασιλείας.
Ὧν χάριν ἀθάνατόν οἱ ἀπεμνήσαντο δικαίαν·
ἑπτὰ δ' ὁπλίτας κτεῖνεν ἐν ἡμέρᾳ [Ἀρ]κάδας ἄνδρας,
Ζηνὶ δ' ἔπει τροπαῖ' ἀπὸ τῶν δ' ἔστησεν ἁπάντων,
καλλίστοις δ' ἔργοις κατὰ καὶ γένος ἐστεφάνωσεν.
84
{ΜΑΜΕΡΚΟΥ.}
Τάσδ' ὀστρειογραφεῖς καὶ χρυσελεφαντηλέκτρους
ἀσπίδας ἀσπιδίοις εἵλομεν εὐτελέσιν.
85
{ΑΔΕΣΠΟΤΟΝ.}
Τιμόθεος φιλίας τε χάριν, ξύνεσίν τε προτιμῶν
Ἰσοκράτους εἰκὼ τήνδ' ἀνέθηκε θεαῖς.
86
{ΑΛΛΟ.}
Ἰσοκράτους Ἀφαρεὺς πατρὸς εἰκόνα τήνδ' ἀνέθηκε
Ζηνί, θεούς τε σέβων καὶ γονέων ἀρετήν.
87
{ΑΛΛΟ.}
Τοιάδε τις δείξας παραδείγματα παισὶν ἑαυτοῦ
μᾶλλον ὀρέξασθαι τῆς ἀρετῆς προτρέπει.
88
{ΑΛΛΟ.}
Κόσμον Ἄρης πατρίδι στῆσε ἐνθάδε παῖδα Πίδωνος
Τιμαγόραν, νίκης ναυμάχου ἡγεμόνα
89
{ΑΛΛΟ.}
Παμμάχον, ὦ Θήβα, κρατέοντά με παῖδα[ς ἀγῶνα
καὶ τὸ πάλιν μεσάταν ἁλικίαν τίς ἐρεῖ
τοίας ἐκ προβολᾶς εὐάγκριτον; Ἅδε Νέμειος
νίκα μοι λεκτῶν ἦλθεν ἀπ' ἠϊθέων
πατρὸς δῶμα Τρίακος· ἄεθλα γὰρ οἱ παρὰ Δίρκᾳ
ἀμφαδὸν Ἑλλάνων πλεῖστα φέροντι νέοι.
90
{ΑΛΛΟ.}
Τήνδε Φιλωνίδεω τιμὴν ἱδρύσατο πατρίς,
εἰκόνα τὴν ἀρετῆς πὰρ Διὶ δεικνυμένη,
κοσμήσασα θεῷ θεῖον βροτῶν, οὗ βίος ἁγνός
καὶ λόγος ἔστεπται Νεστορέαις χάρισι.
91
{ΑΛΛΟ.}
Ὦ Λίνε, πάντα θεοῖσι τετιμένε, σοὶ γὰρ ἔδωκαν
Ἀθάνατοι πρώτῳ μέλος ἀνθρώποισιν ἀείδειν
ἐν ποδὶ δεξιτερῷ, Μοῦσαι δέ σε θρήνεον αὐταὶ
μυρόμεναι μολπῇσιν, ἐπεὶ λίπες ἡλίου αὐγάς.
92
{ΒΟΙΣΚΟΥ.}
Βόϊσκος ἀπὸ Κυζικοῦ, παντὸς γραφεὺς ποιήματος,
τὸν ὀκτάπουν εὑρὼν στίχον, Φοίβῳ τίθησι δῶρον.
93
{ΑΔΕΣΠΟΤΟΝ.}
Εἰκόνα τήνδ' ἀνέθηκε Φορύστας παῖς ὁ Τρίακος
κήρυξ νικήσας καλὸν ἀγῶνα Διός·
ἄλλους τ' ἀθλοφόρους πτανοῖς ποσὶν εἷλον ἀγῶνας,
εὐόλβου δὲ πάτρας ἄστυ καλὸν στεφανοῖ.
94
{ΑΛΛΟ.}
Τίκτε Τέχνα τὸν ἄριστον ἀμύντορα πατρίδος αἴης,
οἷον Ζεὺς ὦρσεν, οἷον Ὅμηρος ἔφη ....
95
{ΑΛΛΟ.}
Σῆς ἕνεκεν, Λητοῦς τοξαλκέτα κοῦρ', ἐπιπνοίας
τήνδ' ἕλε Νικοκρέων τετράκερων ἔλαφον.
96
{ΑΛΛΟ.}
Ματρόπολίς μοι χθὼν Πέλοπος, τὸ Πελασγικὸν Ἄργος,
Πνυταγόρας δὲ πάτηρ, Αἰακοῦ ἐκ γενεᾶς·
Εἰμὶ δὲ Νικοκρέων, θρέψεν δέ με γᾶ περίκλυστος
Κύπρος, θειοτάτων ἐκ προγόνων βασιλῆ.
Στᾶσαν δ' Ἀργεῖοί με χάριν χαλκοῖο τίοντες
Ἥρᾳ ὃν εἰς ἔροτιν πέμπον ἄεθλα νέοις.
97
{ΑΛΛΟ.}
Εἰκὼν ἥδ]ε σαφὴς δηλοῖ [τύπον· ἔργ]α δὲ καὶ νοῦς
νῦν ζ]ώει παρὰ πᾶσι σαφῆ· [σεμ]νὴ δέ με μοῖρα
ἤγαγεν εἰς ναὸν περικαλλέα Παλλάδος ἁγνῆς,
καὶ] πόνον οὐκ ἀκλεᾶ τόνδ' ἐλάτρευσα θεᾷ.
98
{ΑΛΛΟ.}
Ἐπί τινος ἔργου ἐπιγεγραμμένον ἐν Πυθοῖ.
Τεῦξ' Ἑλικὼν Ἀκεσᾶ Σαλαμίνιος, ᾧ ἐνὶ χερσὶ
πότνια θεσπεσίην Παλλὰς ἔτευξε χάριν.
99
{ΑΛΛΟ.}
Σοὶ τόδ' Ἀλέξανδρος Μακεδὼν κέρας ἄνθετο, Παιάν,
κάνθωνος Σκυθικοῦ χρῆμά τι δαιμόνιον,
ὃ Στυγὸς ἀχράντῳ Λουσηΐδος οὐκ ἐδαμάσθη
ῥεύματι, βάσταξεν δ' ὕδατος ἠνορέην.
100
{ΑΛΛΟ.}
Οὐδὲ Τύχης σε δάμασσε παλιγκλίναντα τάλαντα,
δυσμενέων ὀλοὴν ὕβριν ἀλευάμενον·
..... ᾗ σε τέλος θανάτοιο κίχανεν,
ὡς παύρους προτέρων ἀνέρας ἀγχιθέων·
τῷ ῥα καὶ ἁζόμενος σοφίης ἑὸν ἡγητῆρα
στῆσεν Ἀλέξανδρος κλεινὸν ἅπασι θεόν.
101
{ΑΛΛΟ.}
Υἱ]ὸν Νικομ[άχ]ου σοφίη[ς ἐ]πιίστορα πάσης
στῆσεν Ἀλέξανδρος θεῖον Ἀριστοτέλην.
102
{ΑΛΛΟ.}
Μουνοπάλης νικῶ δὶς Ὀλύμπια Πύθιά τ' ἄνδρας,
τρὶς Νεμέᾳ, τετράκις δ' Ἰσθμῷ ἐν ἀγχιάλῳ,
Χείλων Χείλωνος Πατρεύς, ὃν λαὸς Ἀχαίων
ἐν πολέμῳ φθίμενον θάψ' ἀρετῆς ἕνεκεν.
103
{ΑΛΛΟ.}
Ὑπνώδης Φίλιος Κύπριος γένος ἐκ Σαλαμῖνος,
υἱὸς Ἀριστῶνος, Ναόλοχον εἶδεν ὄναρ,
Θεσμοφόρους τ' ἁγνὰς, ποτνίας, ἐν φάρεσι λεοκοῖς·
ὄψεσι δ' ἐν τρισσαῖς, ἥρωα τόνδε σέβειν
ἤνωγον πόλεως φύλακον χῶρον τ' ἀπέδειξαν
ὧν ἕνεκα ἵδρυσεν τόνδε θειὸν Φίλιος.
104
{ΑΛΛΟ.}
Εἴ τις ἄρ' ἀνθρώπων μὴ πείθεται οἷα παρ' ἡμῖν
γίνεται, εἰς τήνδε γνώτω ἰδὼν ὑδρίαν·
ἣν οὐχ ὡς ἀνάθημα θεοῦ καλόν, ἀλλ' ἐπίδειγμα
χειμῶνος μεγάλου θῆχ' ἱερεὺς Στράτιος.
105
{ΑΛΛΟ.}
Νικίας με ἀνέθηκεν Ἀπόλλωνι, υἱὸς Θρασυμήδεος,
ἔργων ὧν ὁ πατὴρ ἠργάσσατο τὴν δεκάτην σοι.
106
{ΑΛΛΟ.}
Ἐμπεδίωνος παῖδες Ἀθηναῖοι δύ' ἐνίκων,
Διοφάνης ἀγένειος [ἐν] Ἰσθμῷ παγκρατι[αστής,
καὶ πρόγονος Στέφ[ανος]· ῥώμην δὲ χερῶν ἐπέδειξαν.
107
{ΑΛΛΟ.}
Εἰκόνα τήνδ' ἀνέθηκεν [Ἀπή]μων πατρὸς ἑαυτοῦ
ἀθανάτοισι θεοῖς, κοσμῶν ἱερὰν Σαλαμῖνα.
108
{ΑΛΛΟ.}
Οὔριον ἐκ πρύμνης τις ὁδηγητῆρα καλείτω
Ζῆνα, κατὰ προτόνων ἱστίον ἐκπετάσας·
εἴτ' ἐπὶ Κυανέας δίνας δρόμος, ἔνθα Ποσειδῶν
καμπύλον εἱλίσσει κῦμα παρὰ ψαμάθοις,
εἴτε κατ' Αἰγαίην πόντου πλάκα νόστον ἐρευνᾷ,
νείσθω, τῷδε βαλὼν ψαιστὰ παρὰ ξοάνῳ.
Ὧδε τὸν εὐάντητον ἀεὶ θεὸν Ἀντιπάτρου παῖς
στῆσε Φίλων, ἀγαθῆς σύμβολον εὐπλοΐης.
109
{ΑΛΛΟ.}
Αἵδε ποτ' Ἀσίδα γαῖαν ἐπόρθησαν πολύχρυσον,
αἵδε καὶ Ἕλλασιν δουλοσύναν ἔπορον.
Νῦν δὲ Διὸς ναῶ ποτὶ κίονας ὀρφανὰ κεῖται
τὰς μεγαλαυχήτω σκῦλα Μακεδονίας.
110
{ΑΛΛΟ.}
Ἡ μάλα δὴ ποθέουσα νέαν ἔτι Κυδίου ἥβην
ἀσπὶς ἀριζήλου φωτός, ἄγαλμα Διί,
ἇς διὰ δὴ πρώτας λαιόν ποτε πῆχυν ἔτεινεν,
εὖτ' ἐπὶ τὸν Γαλάταν ἤκμασε θοῦρος Ἄρης.
111
{ΑΛΛΟ.}
.......................
....................
Πεζοὶ δ' ἱππῆές τε γέρας θέσαν, οὓς προέηκεν
δᾶμος ὁ Βοιωτῶν τοῦδε μεθ' ἁγεμόνος
ῥυσομένους Ὀπόεντα, βαρὺν δ' ἀπὸ δεσμὸν ἑλόντες
φρουρᾶς Λοκροῖσι τεῦξαν ἐλευθερίαν.
112
{ΑΛΛΟ.}
Ἐσθ]λοῖς οὐ κενεὰ μόχθων [χ]άρις· ἔργα [δ]ὲ χειρ[ῶν]
τᾶς γν]ώμας μύθων πολλὸν ἀφαυρότερα·
οἷς καὶ] Ἀγεστράτου υἱὸς ἐν ἀστοῖσιν Ξενόφαντος
καὶ] ξείνοις ἀρετᾶς ἄξια πόλλ' ἔκαμε.
Φ]αντὶ καὶ οἱ ταύταν νόστου χάριν εἰκόνα θέντες,
τ]αῦτα καὶ εὐκλειῶν γράμματα πιερίδων.
113
{ΑΛΛΟ.}
Βαιὸν ὁδοιπορίης ἔτι λείπεται· ἀλλὰ πρὸς αἶπος
τὴν ὀλίγην ἀνύσεις ἀτραπιτὸν διέπων
χειρὸς ἀφ' ἡμετέρης λαιῆς, ξένε· κἀμὲ προσείπας
χαίρειν, εἰσστείχεις πρὸς φιλίου τέμενος
ἥρωος Ἀντιγόνου. Μοῦσαι δέ σοι εἴ τι νέμουσιν
ἐσθλὸν, ἀπάρχεσθαι δαίμοσιν ἐκ μελέτης·
καὶ γὰρ ἀοιδοῖσιν θυμέλη καὶ σηκὸς ὑπ' ἄγκει
τῷ ἐπιγόνου κούρῳ ξυνὸς ὁμευνετίδος,
καὶ δρόμος ἠιθέοισιν ἱδρύεται ἠδὲ παλαίστρη
λουτρά τε καὶ ταρσῷ Πὰν ὁ μελιζόμενος.
Ἀλλ' ἀσινὴς ἔρχευ καὶ ἀπ' Ἀρκαδίης τεμενουρὸν
Ἑρμῆν οὐ μέμψει τρηχέος ἐκ Φενέου.
114
{ΚΑΛΛΙΜΑΧΟΥ.}
Κόγκος ἐγὼ, Ζεφυρῖτι, παλαίτερον· ἀλλὰ σὺ νῦν με,
Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον, ἔχεις
ναυτίλον· ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων
ποσσί νιν, ὡς ἔργῳ τοὔνομα συμφέρεται.
Ἔκ τ' ἔπεσον παρὰ θῖνας Ἰουλίδος, ὄφρα γένωμαι
σοί τε περίσκεπτον παίγνιον, Ἀρσινόη,
μηδ' ἐμοὶ ἐν θαλάμῃσιν ἔθ', ὡς πάρος (εἰμὶ γὰρ ἄπνους)
τίκτηται νοτερῆς ὤεον Ἀλκυόνης.
Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν· οἶδε γὰρ ἐσθλὰ
ῥέζειν, καὶ Σμύρνης ἐστὶν ἀπ' Αἰολίδος.
115
{ΗΔΥΛΟΥ.}
Ἡ διαπινομένη Καλλίστιον ἀνδράσι (θαῦμα,
κοὐ ψευδὲς) νῆστις τρεῖς χόας ἐξέπιεν·
ἧς τόδε σοί, Παφίη, ζωροῖς μέτροισι θυωθὲν
κεῖται πορφυρέης Λέσβιον ἐξ ὑέλου·
ἥν γε σάου πάντως, ὡς καὶ πάλι τῶν ἀπ' ἐκείνης
σοὶ τοῖχοι γλυκερῶν σῦλα φέρωσι πόθων.
116
{ΠΟΣΕΙΔΙΠΠΟΥ.}
Τοῦτο καὶ ἐν ποταμῷ καὶ ἐπὶ χθονὶ τῆς Φιλαδέλφου
Κύπριδος ἱλάσκεσθ' ἱερὸν Ἀρσινόης,
ἣν ἀνακοιρανέουσαν ἐπὶ Ζεφυρηΐδος ἀκτῆς
πρῶτος ὁ ναύαρχος θήκατο Καλλικράτης.
Ἡ δέ τοι εὐπλοΐην δώσει, καὶ χείματι μέσσῳ
τὸ πλατὺ λισσομένοις ἐκλιπανεῖ πέλαγος.
117
{ΦΑΛΑΙΚΟΥ.}
Χρυσωτὸν κροκόεντα περιζώσασα χιτῶνα
τόνδε Διωνύσῳ δῶρον ἔδωκε Κλεώ,
οὕνεκα συμποσίοισι μετέπρεπεν· ἶσα δὲ πίνειν
οὔτις οἱ ἀνθρώπων ἤρισεν οὐδαμά πω.
118
{ΑΔΕΣΠΟΤΟΝ.}
Δεξιτερήν,] πα]ράγ]ω[ν κῆπον, ξ[ένε, τοῦτο χαράδρης
... χ]εῦμα λιπών, ἀτ[ραπὸν] ἐξανάβα.
Εἰ δ' ......... καὶ πατρὶ ἐπείγῃ
ἱερά, τῆ[ς] λαίης βαῖνε [δι'] αἱμασιέων.
Οὗτοι κ[α]ί μ' ἐκάμοντο τὸν ἐν γονάτεσσι Πρίηπον
ἔργα καὶ βωμοὺς συγγενέων ἐφορᾶν.
119
{ΕΡΑΤΟΣΘΕΝΟΥΣ.}
Εἰ κύβον ἐξ ὀλίγου διπλήσιον, ὦ 'γαθέ, τεύχειν
φράζεαι, ἢ στερεὴν πᾶσαν ἐς ἄλλο φύσιν
εὖ μεταμορφῶσαι, τόδε τοι πάρα, κἂν σύ γε μάνδρην,
ἢ σιρόν, ἢ κοίλου φρείατος εὐρὺ κύτος,
τῇδ' ἀναμετρήσαιο, μέσας ὅτε τέρμασιν ἄκροις
συνδρομάδας δισσῶν ἐντὸς ἕλῃς κανόνων.
Μηδὲ σύ γ' Ἀρχύτεω δυσμήχανα ἔργα κυλίνδρων,
μηδὲ Μενεχμείους κωνοτομεῖν τριάδας
δίζηαι· μηδ' εἴ τι θεουδέος Εὐδόξοιο
καμπύλον ἐν γραμμαῖς εἶδος ἀναγράφεται.
Τοῖςδε σύ γ' ἐν πινάκεσσι μεσογράφα μυρία τεύχοις
ῥεῖά κεν, ἐκ παύρου πυθμένος ἀρχόμενος.
Εὐαίων Πτολεμαῖε πατήρ, ὅτι παιδὶ συνηβῶν
πάνθ' ὅσα καὶ Μούσαις καὶ βασιλεῦσι φίλα
αὐτὸς ἐδωρήσω· τὸ δ' ἐς ὕστερον, οὐράνιε Ζεῦ,
καὶ σκήπτρων ἐκ σῆς ἀντιάσειε χερός.
Καὶ τὰ μὲν ὣς τελέοιτο· λέγοι δέ τις ἄνθεμα λεύσσων·
Τοῦ Κυρηναίου τοῦτ' Ἐρατοσθενέους.
120
{ΑΔΕΣΠΟΤΟΝ.}
Ἐπὶ τῇ Ἀράτου εἰκόνι χαλκῇ.
Βουλαὶ μὲν καὶ ἄεθλα, καὶ ἁ περὶ Ἑλλάδος ἀλκὰ
τοῦδ' ἀνδρὸς στάλαις πλάθεται Ἡρακλέους·
ἄμμες δ' εἰκόν', Ἄρατε, τεάν, νόστοιο τυχόντες,
στάσαμεν ἀντ' ἀρετᾶς ἠδὲ δικαιοσύνας
σωτῆρος, σωτῆρσι θεοῖς, ὅτι πατρίδι τᾷ σᾷ
δᾶμον ἴσον, θείαν τ' ὤπασας εὐνομίαν.
121
{ΑΛΛΟ.}
Πατρὸς ἀριζήλοιο Πολυκρίτου υἷα σὺν ἵππῳ
δέρκεο Βοιωτῶν ἀρχὸν ἀεθλοφόρων·
δὶς γὰρ ἐνὶ πτολέμοις ἁγήσατο τὰν ἀσάλευτον
νίκαν ἐκ πατέρων τηλόθεν ἀρνύμενος,
καὶ τρίτον ἱππήων· Ὀπόεντα δὲ πολλάκι τάνδε
καὶ χερὶ καὶ βουλᾷ θῆκ' ὀνομαστοτέραν,
ἐν δ' ἀρχαῖς ἀχάλινος ὑπ' ἀργύρου ἔπλετο πάσαις,
ἀστῶν εὐνομίας θέσμια παρθεμένων·
τῷ καὶ ἀείμναστον Νικασιχόρῳ κλέος ἔσται,
πίστις ἐπεὶ πάντων κοίρανος ἁγνοτάτα.
122
{ΑΛΛΟ.}
Ἀρχία υἱὸς ὅδ' ἔστ' Ἀλκαίνετος, ὃς δορὶ σώ[ζων
πατρίδος ἀκρόπολιν τέρμ' ἔλαβεν βιότου.
123
{ΑΛΛΟ.}
Ἀντιπάτροιο θύγατρα νέην ἔτι Καλλικλείαν
Λίνδος ἀνέστασεν πρεσβυτάτα πολίων,
μάμμης ἠυκόμοιο χαριζομένη γεράε[σσιν
ἥ ποτε καὶ χρυσῆν εἰκόνα θῆκε Κόρη[ς.
124
{ΑΛΛΟ.}
Εὐρυδίκη Ἱεραπολιῆτις τόνδ' ἀνέθηκε
Μούσαις, εὔιστον ψυχῇ ἑλοῦσα πόθον.
Γράμματα γὰρ, μνημεῖα λόγων, μήτηρ γεγαυῖα
παίδων ἡβώντων, ἐξεπόνησε μαθεῖν.
125
{ΑΛΛΟ.}
Χαῖρέ] μοι, κάλλιστε καλῶν ἠιθέων Πολύστρατε,
ἀλκίμ]ῳ μάλιστα πάντων Ἡρακλεῖ τετιμένε,
ὃς πάλαι] δάμης ὑπ' αἰχμῆς θουρίων Μολινιδᾶν,
πυκνὸν] Ἀλκίδῃ κορύσσων οὐλαμὸν παραστάτης,
ἔγχος ὀξ]ύνας σιδήρῳ τὸ πρὶν ἐστομωμένον.
Ἀλλ' ἔθνησκες· ἐκ δ'] ἄρ' ὄσσων οὐ πάρος δεδευμένων
Ἡρακλεῖ κατῆλ]θε δάκρυ καὶ γοηρὸν ἴαχεν,
χαλκέῳ χαίτην δ' ἄπλ]εκτον ἐσκύθιξε φασγάνῳ .....
126
{ΑΛΛΟ.}
Σωκρά]της (?) Σωκράτους Θορίκιος.
Οὐ δοῖεν σεμνᾶς ἂν ἀπὸ φρενὸς ἄξια Μοισᾶν
δῶρά σοι Ὠγυγίων υἷες Ἐριχθονιδᾶν·
τοὔνεκά] σοι τέχνας ἔδοσαν τέρας· αἱ γὰρ Ἀθ[ᾶναι
σπεύδουσιν] τοιῷδ' ἀνδρὶ τεκεῖν χάριτα.
127
{ΑΛΛΟ.}
Χερσί τε καὶ [τέχνα]ις ἔργων τόλμαις τε δικαίαις,
θρεψαμένη τέκνων γε[νεά]ν, ἀνέθηκε Μέλιννα
σοὶ τήνδε μνήμην, θεὰ Ἐργάνη, ὧν ἐπόνησεν,
μοῖραν ἀπαρξαμένη κτεάνων, τιμῶσα χάριν σήν.
128
{ΑΛΛΟ.}
Ἐπὶ νεοπολιτᾶν προστατᾶν ἀφικόμαν
Ἑρμᾶς Ἀφροδίτᾳ πάρεδρος· ἀλλὰ χαίρετε.
Οἵτινες δ' οἱ προστάται, γραφὴ παροῦσα σημανεῖ·
Τιμοκλείδας, Κριταγόρας, Ἀριστάγαθος, Σιλεωνίας,
Τιμοτέλης, Πάννικος, Εὐκλῆς, Κρέων, Φίλων, Ἀρχέστρατος,
Ἀγαθόδωρος, Ξενόκριτος, Τελέσων, Πολιάνθης, Σωσικλῆς.
129
{ΑΡΙΣΤΟΚΡΕΟΝΤΟΣ.}
Τόνδε νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε,
τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα.
130
{ΑΔΕΣΠΟΤΟΝ}
Ζηνὸς ἰὼ κραιπναῖσι γεγαθότες ἱπποσύναισι,
κοῦροι ἰὼ Σπάρτας Τυνδαρίδαι βασιλεῖς,
Αἰνεάδας Τίτος ὔμμιν ὑπέρτατον ὤπασε δῶρον,
Ἑλλήνων τεύξας παισὶν ἐλευθερίαν.
131
{ΑΛΛΟ.}
Τόνδε σοι ἀμβροσίοισιν ἐπὶ πλοκάμοισιν ἔθηκε
κεῖσθαι, Λατοΐδα, χρυσοφαῆ στέφανον,
ὃν πόρεν, Αἰνεαδᾶν ταγὸς μέγας· ἀλλ' Ἑκάεργε,
ἀλκᾶς τῷ θείῳ κῦδος ὄπαζε Τίτῳ.
132
{ΑΛΛΟ.}
Νόσσος Μυρμιδόνος κούραν Διὸς ἄνθετο παῖδα
Ἄρτεμιν εὐόλβῳ τῷδε παρὰ προπύλῳ,
Φοίβῳ Ἀγυεῖ τάνδε νέμων χάριν, οὗ περὶ κρατὶ
δάφνας εὐσάμους κλῶνας ἀναστρέφεται,
ἄλλας τοι τιμὰς] ἐπιθήσων, Φοῖβ' ἐπὶ τῷδε,
ὡς ἄ[ρα] τᾷ μεγάλᾳ [τέρψῃ] ἐπ' εὐσεβίᾳ.
133
{ΑΛΛΟ.}
Τεῦξεν Ἀριστομένης Μεσσάνιος Ἀγία υἱός.
134
{ΟΝΕΣΤΟΥ.}
Ὠρανία.
Ἀστέρας ἠρεύνησα σοφῇ φρενὶ πατρί τ' ἐοικὸς
οὔνομ' ἔχω· λέγομαι δ' ἡ Διὸς Οὐρανίη.
135
{ΤΟΥ ΑΥΤΟΥ.}
Πολύμνια.
<Θεί>
Ἡ Ζηνὸς Διὶ τόνδε Πολύμνια νέκταρος ἀτμὸν
πέμπω, τὴν ὁσίην πατρὶ τίνουσα χάριν.
136
{ΤΟΥ ΑΥΤΟΥ.}
Θάλεια.
<σπι>
Θάλει' ἐπ' εἰρήνης σοφίη ..... γαῖα πᾶσα·
εἰρήνῃ λοιβὰς τάσδε Θάλεια χέω.
137
{ΤΟΥ ΑΥΤΟΥ.}
Τερψιχόρα.
<δες>
Κ]ισσὸς Τερψιχόρῃ, Βρομίῳ δὲ πρέψεν ὁ λωτός,
τῇ μὲν ἵν' ἔνθεος ᾖ, τῷ δ' ἵνα τερπνότερος.
138
{ΑΔΗΛΟΝ.}
Αὕτη Μνημοσύνη, Διὸς εὐνέτις, ἣ τέκε Μούσας.
139
{ΑΛΛΟ.}
Θεῖον Ἀλέξανδρον, τὸν ὁμώνυμον, ἄλσεϊ μέσσῳ
ὁ γνώριμός μ' ἔστησε τὸν διδάσκαλον.
140
{ΑΛΛΟ.}
Ὦ μάκαρ, ὦ Φιλέταιρε, σὺ καὶ θείοισιν ἀοιδοῖς
καὶ πλάστῃσιν, ἄναξ, εὐπαλάμοισι μέλεις,
οἳ τὸ σὸν ἐξενέπουσι μέγα κράτος, οἱ μὲν ἐν ὕμνοις,
οἱ δὲ χερῶν τεχνὰς δεικνύμενοι σφετέρων,
ὥς ποτε δυσπολέμοις Γαλάταις θοὸν Ἄρεα μίξας
ἤλασας οἰκείων πολλὸν ὑπέρθεν ὅρων,
ὧν ἕνεκεν τάδε σοι Νικηράτου ἔκκριτα ἔργα
Σωσικράτης Δήλῳ θῆκεν ἐν ἀμφιρύτῃ,
μνῆμα καὶ ἐσσομένοισιν ἀοίδιμον· οὐδέ κεν αὐτὸς
Ἥφαιστος τέχνην τῶνγε ὀνόσαιτ' ἐσιδών.
141
{ΑΛΛΟ.}
Τοῦτο Λυκόρτα παιδὶ πόλις περικαλλὲς ἄγαλμα
ἀντὶ καλῶν ἔργων εἵσατο Πουλυβίῳ.
142
{ΑΛΛΟ.}
Παλλὰς Ἐρεχθειδᾶν ἀρχαγ[έτι, σὸ]ν κατὰ ναὸν
ἅδε το[ι ἱ]δρύθη φιλτέρα Ἡρ[ακλέ]ους,
Βουταδέων ἐτύμων ἐξ αἵμ[ατος], ἇς [γ]ενέτωρ μὲν
ταγὸς ἔφυ στρατιᾶς πεντάκι Παυσίμαχος,
τοὶ πρόγονοι δ' ἄνθησαν ἐν Αἰγείδαισι Λυκοῦργος
χὠ χθονὶ τιμάεις Ἀτθίδι Διογένης,
ὧν τῷ μὲν ῥήτωρ λόγος ἅνδανεν, τοῦ δὲ δι' ἔργα
ἔδρακεν ἀρχαίαν πατρὶς ἐλευθερίαν.
143
{ΑΛΛΟ.}
Εἴ τι πάθος μερόπων γεραὸς νόος εὗρ' ἐνὶ τέχνᾳ
φαμὶ σέ νυν κατιδεῖν εὐξυνέτοις πραπίσι,
κρίναντ' ἰητρῶν σοφὰ δόγματα καὶ τὸ περισσὸν
ἐκ βύβλων ψυχῆς ὄμματι δρεψάμενον,
Εὐϊάδος τ', Ἀργαῖε, πορεῖν γάνος ἁμερίοισιν
οἴνας, γυιοπαγεῖς ῥυόμενον καμάτους·
ἀνθ' ὧν σοῦ τέχνας ἐρατὸν κλέος οὔποτ' ὀλεῖται,
λαμπρότερον δ' ἄστρων ἔσσεται οὐρανίων.
144
{ΑΛΛΟ.}
Εἰκόνα σου, Πολύκλεις, ἀνὰ παστάδα τάνδε πολῖται
θῆκαν· ὁ μυριέτης δ' οὐ μαρανεῖ σε χρόνος·
ἐν βουλαῖς μὲν ἄριστον, ἀγῶσι δὲ τοῖς περὶ πάτρας
ἄλκιμον, ἐν δὲ βίῳ σώφρονα δερκόμενοι.
145
{ΑΛΛΟ.}
Εἷς δρόμος, εἷς στέφανος· νίκης κρίσις ἀμφοτέροισιν
ἔλλαχεν ἰσοταχής· οὔνομα δ' Ἱππόλυτος.
Ταῦτα δὲ κηρύσσοντος ἀκούσας Εὔαγρος ἡμῶν
στῆσεν ἀγωνοθέτης εἰκόνας ἀμφοτέρων.
146
{ΑΛΛΟ.}
Εὐσεβέσιν κλήροις, Ποσιδώνιε, τρίς σε λαχόντα
δέρκομαι, ἐν Διδύμοις στέμμασιν ἀθανάτοις,
τοῖον ὃν Ἀπόλλων σε προφήτην ἠσπάσατ' αὐτός,
λῆμμα, κρίσιν μητρός τ' εὐσεβίην δικάσας·
οὗ κλέος οὐδ' αἰὼν ἐπιλήσεται· ἄνδρα γὰρ εἶδεν
τῶν πρὶν λειτουργῶν οὐδενὶ λειπόμενον.
147
{ΑΛΛΟ.}
Σοῦ λάμπει μὲν δόξα, καλοῖς δ' ἐσθλὰν χάριν ἔργοις
ὤπασεν ἁ κλεινὰ πρεσβυτέρων ξύνοδος,
εἰκόν' ἀναστήσασα σέθεν, μορφᾶς τύπον ἔμπνου,
καί ς' ἐν Ὁμηρείῳ γυμνασίῳ θεμένα,
πᾶσιν δ' ἔγν]ωσεν Θεογείτονος υἷα Μεγακλέα,
ἀνδριάν]τα καλὸν δεῖγμ' ἀρετᾶς θεμένα.
148
{ΑΛΛΟ.}
Πρῶτος ἐγὼ Τρώων Πισάτιδος ἔρνει ἐλαίας
στεφθεὶς καρύχθην, τοὔνομ' Ἀκεστορίδης.
Καὶ μὰν καὶ Λουσοί με κατέστεφον ἠδ' Ἐπίδαυρος
καὶ Φενεὸς Νεμέα τ' ἴαχεν ἀθλοφόρον·
ἦ ῥα τόθ' Ἑρμοκρέοντος ἐς υἱέα λείπετο πώλων
αἷμα παλαιγενέων κραιπνοῦ Ἐριχθονίου.
149
{ΑΛΛΟ.}
Λαμπάδα νικήσας σὺν ἐφήβοις τήνδ' ἀνέθηκα
Εὐτυχίδης, παῖς ὢν Εὐτυχίδου Ἀσθμονεύς.
150
{ΑΛΛΟ.}
Διφίλου Ἀνθεμίων τόνδ' ἵππον θεοῖς ἀνέθηκεν.
θητικοῦ ἀντὶ τέλους ἱππάδ' ἀμειψάμενος.
151
{ΑΛΛΟ.}
Ἀμφότερ', ὠρχεύμην τε καὶ ἐν Μώσαις ἐδίδασκον
ἄνδρας· ὁδ' αὐλητὰς ἦν Ἄνακος Φιαλεύς.
Εἰμὶ δὲ Βακχείδας Σικυώνιος· ἦ ῥα θεοῖσιν
τᾷ Σικυῶνι καλὸν τοῦτ' ἀνέκειτο γέρας.
152
{ΑΛΛΟ.}
Ἀσπ]ίδα καὶ Νίκην Παλλὰς χερὶ θ[ῆκ]α γελῶσα·
ἄλ[λων οὐ χρῄζω πρὸς Κύπριν ἐρχομένη·
Κεκρο]πίδης μ' ἀνέθηκε πάτρης ἄπο πατρίδ' ἐς ἄλλην
Ἑρ]μόδοτος Παφίοις Φειδιακὴν χάριτα.
153
{ΚΟΡΝΗΛΙΟΥ ΣΥΛΛΑ.}
Τόνδε σοι αὐτοκράτωρ Σύλλας ἀνέθηκ', Ἀφροδίτη,
ὥς ς' εἶδον κατ' ὄνειρον ἀνὰ στρατιὴν διέπουσαν,
τεύχεσι τοῖς Ἄρεος μαρναμένην ἔνοπλον.
154
{ΑΔΕΣΠΟΤΟΝ.}
Ὑπέρτατε κ]ο[ίραν[ε κό[σ]μου καὶ χθον[ός, Σάραπι,
ὀχοῦσά τε κρατὶ σελήνην ἀμφίκυρτο[ν, Ἴσι,
ὑμῖν τάδε καίρια τέχνης χαλκὸν εἲς καμούσης
ἱδρύσατο τῆς Θεοπείθους εἰκόνος τύπωμα
Ἐνυαλίου κατ' ἔνοπλον σχῆμα Μητρόδωρος,
νέοισι τὸν ἄρσενα τέκνου θ[υμ]ὸν ἐκκαλύπτων
ὃν ἔσχε δὶς ἐννέα πλήθων [τ]οὺς ἐτῶν ἀριθμοὺς
πάτρας ὕπερ εἰς φονόεσσαν δηίων φάλαγγα.
155
{ΑΔΗΛΟΝ.}
Νείλου περάσας καρποφόρον μέγαν πόρον
Δημήτριος ἥκω πρὸς μεγάλην Ἴσιν θεάν,
μνείαν ἐπ' ἀγαθῷ τῶν γονέων ποιούμενος
καὶ τῶν ἀδελφῶν καὶ φίλων μου κατ' ὄνομα.
156
{ΑΛΛΟ.}
Εὔοδε Πάν, σοὶ τόνδε πάϊς Γλαύκου πόρε κόσμον
Ζηνόδοτος σωθεὶς γῆς ἀπὸ τῆς Ἀράβων.
157
{ΑΛΛΟ.}
Ξεῖνον τιμήσαντες, ὁδοιπόροι, ἥρωα τόνδε
εὔοδον, εἶτ' αὐτοὶ στείχετε σωζόμενοι.
Φείδων Ἀμβρύωνος ὁ Κρὴς ἀνέθηκε τὸ γράμμα
καὶ τιμάς, ἥρως, ᾧ δίδου εὐτυχίαν.
158
{ΑΛΛΟ.}
Ἔστησεν Βρομίῳ Διοκλῆν [Τιμ]οστ[ρά]το[υ υἱὸν
ἐν]θά[δε] τεχνιτῶν μουσοπόλων σύνοδος.
159
{ΚΑΤΙΛΙΟΥ.}
Καίσαρι ποντομέδοντι καὶ ἀπείρων κρατέοντι
Ζανί, τῷ ἐκ Ζανὸς πατρός, Ἐλευθερίῳ,
δεσπότᾳ Εὐρώπας τε καὶ τῆς Ἀσίδος, ἄστρῳ ἁπάσας
Ἑλλάδος, ὃς σωτὴρ Ζεὺς ἀνέτειλε μέγας,
Ἴσιδος ἐν νάσῳ Κατίλιος ἁγνὸν ἔθηκε
γράμμ' ἀπ' Ἀλεξάνδρου δεῦρο μολὼν πόλιος,
καὶ μέγαν ἐκ μεγάλων Τουρράνιον, ἄνδρα δίκαιον,
Αἰγύπτω πάσας φέρτατον ἁγεμόνα,
στάλᾳ ἐνεστάλωσεν, ἵν' εἰς τόδε νάσω ἔδεσθλον
πᾶς ὁ μολὼν ὑμνῇ τὸν χθονὸς ὀλβοδόταν·
τᾷδε Φίλαι φωνεῦντι· καλὸν πέρας Αἰγύπτοιο
ἐμμὶ καὶ Αἰθιόπων γᾶς ὅριον νεάτας.
160
{ΤΟΥ ΑΥΤΟΥ.}
ΚΑ Κἀμὲ τὸν εὐτέχνου φωτὸς στίχον, ὦ φίλε, βῆμα
ΤΙ τίμιον ἀμπαύσας ἔκμαθε καὶ χάρισαι
ΛΙ λιταῖς ἱστορίαις λιτὸν πόνον, οἷα πέπαιγμαι
ΟΥ οὐδένα μηνύων, οὗπερ ἔφυν γενέτου.
ΤΟΥ Τοῦ δὲ καλοῦ πλώσας, φησί, ξένε, χεύματα Νείλου
ΚΑΙ καιρὸν ἔχω φωνεῖν· χαίρετε πολλὰ, Φίλαι.
ΝΙ Νικῶμαι πέτραις τε καὶ οὔρεσιν, ὦ καταράκται·
ΚΑ κἀγὼ ἔχω τεύχειν ἱστορικὴν σελίδα
ΝΟ νοστήσας καὶ ἰδὼν Νικάνορα καὶ γένος, ἄλλο
ΡΟΣ ρος κατάλοιπον ἔχω· τοῦτο γάρ ἐστι τέλος.
161
{ΤΟΥ ΑΥΤΟΥ.}
........... καὶ Φίλαι
.......... κατὰ ψ[υχὰν χάριν·
Νείλου δ' ἐ]πε[λ]θὼν ἀμβολὰς Κατίλιος
σοφὸν λαβὼ]ν γραφεῖον εἰς μνάμαν τόδε
μναμεῖον] ἁγνὸν ἐνεκόλαψ' ἐν ἱαρῷ,
ἐμοῖς προσώ]ποις τὰς καλὰς δρακὼν Φίλας.
Τὸ σεμνὸν εἴ] τῳ μὴ συνέζευκται, ξένε,
μισητὸς ἀ]στ[οῖς ἐσ]τ', ἀ[νιη]ρὸς θεοῖς·
ὁ δ' εὐσεβὴς ὢν] οὐδὲ κάρφος ἐβλάβη,
...................
φίλος βροτοῖσι] καὶ θεοῖς τ[ιμ]ωμένος·
Ἑρμῆς δὲ τ]ό[νδε] καὶ κα[λὴ] σώζοι Κύπρις.
162
{ΑΔΕΣΠΟΤΟΝ.}
Ἤλθομεν Αἰγύπτοιο πέρας, περικαλλέα νῆσον,
Ἴσιδος Ἰναχίης γαῖαν ἐποψόμενοι
καὶ Νείλου βαθὺ χεῦμα, ὃς Αἴγυπτον πολύολβον
αἰὲν ἔτος σώζει Καίσαρος εὐτυχίαις.
Χαῖρε, ἄνασσα Φιλῶν· χαίροις θ' ἅμα καὶ σύ, Σάραπι,
γαῖαν ἐναντιπέρα ναίων, Ἄβατον πολύσεμνον,
καὶ πέμψαις σώους ἐς Κρόνου ἐμπόριον.
163
{ΑΛΛΟ.}
Νῆσον ἔς, Αἰγύπτοιο πέρας, περικαλλέα, σεμνήν,
Ἴσιδος, Αἰθιόπων πρόσθεν, ἀφιξάμενοι,
εἴδομεν ἐν Νείλῳ ποταμῷ νέας ὠκυπορούσας
ἀξιθέους αἳ ναοὺς ἤγαγον Αἰθιόπων
γαῖαν ἐς ἡμετέρην πυρηφόρον, ἀξιθέωρον,
ἣν πάντες βροτοὶ ἄνδρες ἐπὶ χθονὶ σεμνύνυσιν
164
{ΑΛΛΟ.}
Φθέγξαο, Λατοίδα· σὸν γὰρ μέρος ὧδε κάθηται
Μέμνων, ἀκτῖσιν βαλλόμενος πυρίναις.
165
{ΚΕΛΣΟΥ.}
Ἴσιδι καρποτόκῳ Κέλσος τόδε γράμμ' ἀνέθηκα
μνησθεὶς ἧς ἀλόχου καὶ τεκέων φιλίων,
καὶ πάτρης γλυκερῆς Πτολεμαΐδος, ἣν ἐπόλισσεν
Σωτὴρ Ἑλλήνων Νιλογενὲς τέμενος.
166
{ΑΔΕΣΠΟΤΟΝ.}
Ἰούνιος ἔνθα Σαβῖνος ἔχων ἱ[ππ]αΐδα πόρπαν
ἷκτο Συηναίας ἑσμὸν ἄγων στρατιᾶς,
ἃ πανεορτεύουσαν ἑοῖς ἐγάνωσεν ἰάκχοις
Ἶσιν τὰν σώζειν κόσμον ἐπισταμέναν .....
αὐτὰ δ' Ἴσις ἐθαυμασάμην .........
... ἱππεί]ας ἧκεν ἔχων ἀγέλας,
οὗτος γὰρ κατὰ μ[ῶλον ἕεις τότε καὶ [π]άρος ἀνὴρ
....... καὶ στέφος ἁρμόσατο.
167
{ΑΣΚΛΗΠΙΟΔΟΤΟΥ.}
Ζώειν, εἰναλίη Θέτι, Μέμνονα, καὶ μέγα φωνεῖν
μάνθανε, μητρῴῃ λαμπάδι θαλπόμενον,
Αἰγύπτου Λιβυκῇσιν ὑπ' ὀφρύσιν, ὧν ἀποτάμνει
καλλίπυλον Θήβην Νεῖλος ἐλαυνόμενος,
τὸν δὲ μάχης ἀκόρητον Ἀχιλλέα, μήτ' ἐνὶ Τρώων
φθέγγεσθαι πεδίῳ, μήτ' ἐνὶ Θεσσαλίῃ.
168
{ΑΛΛΟ.}
Ἁ νίκα πύκταισι δι' αἵματος· ἀλλ' ἔτι θερμὸν
πνεῦμα φέρων σκληρᾶς παῖς ἀπὸ πυγμαχίας
ἔστα παγκρατίου βαρὺν ἐς πόνον· ἁ μία δ' ἀὼς
δὶς Δωροκλείδαν εἶδεν ἀεθλοφόρον.
169
{ΑΛΛΟ.}
Π(όπλιος) Κορνήλιος, Εἰρηναίου υἱὸς, Ἀρίστων Ἐφήσιος,
παῖς παγκρατιαστὴς, νικήσας Ὀλυμπιάδι σξʹ, Διὶ Ὀλυμπίῳ.
Οὗτος, ὁ παιδὸς ἀκμὴν ἀνδρὸς δ' ἐπικείμενος ἀλκή[ν,
οὗτος, ἐφ' οὗ τὸ καλὸν καὶ σθεναρὸν βλέπεται,
τίς, πόθεν εἶ, τίνος, εἰπέ, τίνων ἐπινείκια μόχθων
αὐχήσας ἔστης Ζηνὸς ὑπὸ προδόμοις;
—Εἰρήναιος ἐμοὶ γενέτης, ξένε, τοὔνομ' Ἀρίστων,
πατρὶς Ἰωνογενὴς ἀμφοτέρων Ἔφεσος·
ἐστέφθην ἀνέφεδρος Ὀλύμπια παγκρατίῳ παῖς,
τ[ρ]ισσὰ κατ' ἀντιπάλων ἆθλα κονισάμενος.
Ἀσίδι μὲν πάσ[ῃ] κηρύσσομαι, εἰμὶ δ' Ἀρίστων
κεῖνος, ὁ παγκρατίῳ στεψάμενος κότινον,
Ἑλλὰς ὃν εἶπε τέλειον, ὅτ' εἶδέ με παιδὸς ἐν ἀκμῇ
τὴν ἀνδρῶν ἀρετὴν χερσὶν ἐνεγκάμενον·
οὐ γὰρ ἐν εὐτυχίῃ κλήρου στέφος, ἀλλ' ἐφεδρείης
χωρὶς, ἀπ' Ἀλφειοῦ καὶ Διὸς ἠσπασάμην·
ἑπτὰ γὰρ ἐκ παίδων παλάμας μόνος οὐκ ἀνέπαυσα,
ζευγνύμενος δ' αἰεὶ πάντας ἀπεστεφάνουν·
τοίγαρ κυδαίνω γενέτην ἐμὸν Εἰρήναιον
καὶ πάτρην Ἔφεσον στέμμασιν ἀθανάτοις.
170
{ΑΛΛΟ.}
Ἦλθον δὲ καὶ ἐγὼ πρὸς σέ, Πᾶν, Θηβῶν [ἄπο
Ἀθηνίωνος ἔκγονος Ποσείδη[ος.
171
{ΑΛΛΟ.}
Τᾶς με[λέ]τας ἄνθημα διάκτορον ἔνθα με κεδνοὶ
θ[έντ]ο παλαι[σ]τριτᾶν ἠιθέων φ[ύ]λα[κ]α,
ἔργμ]ασιν εὐτάκτοισι μεμαλό[τε]ς ἄκρον ἔφηβοι
καὶ φιλί[αι] Χαρίτων τε ἄμμιγ' ὁμοφροσύναι,
τοὶ περὶ γυμνασίαρχον ἀεὶ μεδέοντα Φίλισκον
σ[ω]φροσύνα[ς], Σῖμον [τ' ἔ]γγ[ονο]ν Ἀρχαγόρου,
οὕνεκ' ἐ[γὼ πι]νυτ[ᾶ]τα καὶ ἀγλαὸν ἤθεσι κόσμον
δῶ[κ]α καὶ ἐκ μώμου πάντοθεν εἰρυσάμην.
172
{ΑΛΛΟ.}
Δόξαν συν[εφή]βοις. χρηστότητος εἵνεκεν
Κάλλιπ[π]ος Ἀντιφῶν τε [τὸν κο]σμήτορα.
173
{ΑΛΛΟ.}
Τόνδε ἀπὸ δᾳδούχων ἱερῆς μητρός τε γεγῶτα,
ἣ τελετὰς ἀνέφαινε θεοῖν παρ' ἀνάκτορα Δηοῦς,
Αἴλιον Ἀπολλώνιον, κλεινὸν κοσμήτορα παίδων,
στῆσεν ὁμώνυμος υἱός, ὃς ἄρχων ἦεν ἐφήβων.
174
{ΑΛΛΟ.}
Ἱππέα Ῥωμαίων τὸν ἐν ἠιθέοισιν ἔφηβον,
Κήρυκος Ζήνωνος ἀφ' αἵματος υἱέος υἱόν,
Ζήνωνος Ζήνωνα, κλυτῶν προγόνων κλυτὸν ἔρνος,
πατρὸς καὶ μητρὸς Στρατόλας παραμύθιον εἶναι.
175
{ΑΛΛΟ.}
Φουνισουλανὸς ἐνθαδὶ Χαρίσιος
στρατηγὸς Ἑρμώνθιός τε καὶ Λάτων πάτρης,
ἄγων δάμαρτα Φουλβίαν ἀνήλυθεν
σοῦ, Μέμνον, ἠχήσαντος ἕν[εκ', ἐπεὶ] μήτηρ
ἡ σὴ χυθεῖσα σὸν δέμας ἀ[μφ' Ἠὼς σ]τέφει·
θύσας τε καὶ σπείσας τε κα[ὶ κλύων σαφ]ῶς
τοῦτ' αὐτὸς ἠύτησεν εἰς σεῖο κλ[έος·
Λάλον μὲν Ἀργὼ παῖς ἐὼν ἐ[γὼ 'μάθον,
λάλον δὲ φηγὸν τὴν Διὸς [Πελασγι]κοῦ,
σὲ δ' αὐτὸν ὄσσοις μοῦνον ἐδρά[κη]ν [ἐμοῖς,
ὡς αὐτὸς ἠχεῖς καὶ βοήν τιν' [ἐκχέεις.
Τοῦτον δέ σοι χάραξε τὸν στίχων [χόρον,
ὅς' εἶπες αὐτῷ, φίλτατος, τε[λῶν πάλιν.
176
{ΑΛΛΟ.}
Εὐφράτης πάϊς ἦλθον, ἔθ' αἱ πλοκαμῖδες ἐπῆσαν·
ἑξάκι νικήσας πατρίδ' ἐπη[υ]κλείσα.
177
{ΙΟΥΛΙΑΣ ΒΑΛΒΙΛΛΗΣ.}
Μέμνονα πυνθανόμαν Αἰγύπτιον ἁλίω αὔγᾳ
αἰθόμενον φωνῆν Θηβαϊκῶ 'πὺ λίθω·
Ἀδριανὸν δ' ἐσιδὼν τὸν παμβασιλῆα πρὶν αὔγας
ἀελίω, Χαίρην εἶπέ ϝοι, ὡς δυνοτόν.
Τιτὰν δ' ὅττ' ἐλάων λευκοῖσι δι' αἰθέρος ἵπποις
ἐν] σκίᾳ ὡράων δεύτερον ἦχε μέτρον,
ὡς χαλκοῖο τυπέντος ἴη Μέμνων πάλιν αὐδὰν
ὀξύτονον χαίρων, καὶ τρίτον ἆχον ἴη.
Κοίρανος Ἀδριανὸς χάρε, δὶς δ' ἀσπάσσατο καὖτος
Μέμνονα· καὶ Βαλβίλλα κάμε ϝοισι πόνοις
γρόππατα σαμαίνοντά τ' ὄς' εὔϝιδε κὤσς' ἐσάκουσε·
δᾶλον παῖσι δ' ἔγεντ' ὤς ϝε φίλεισι θέοι.
178
{ΤΗΣ ΑΥΤΗΣ.}
Ἔκλυον αὐδήσαντος ἐγὼ 'πὺ λίθω Βάλβιλλα
φωνὰς τᾶς θείας Μέμνονος ἢ Φαμένωθ.
Ἦνθον ὔμοι δ' ἐρατᾷ βασιληΐδι τῇδε Σαβίννᾳ·
ὥρας δὲ πρώτας ἅλιος ἦχε δρόμου.
Κοιράνω Ἀδριάνω πέμπτῳ δεκότῳ τ' ἐνιαυτῷ.
φῶτα δ' ἔχεσκεν Ἄθυρ εἴκοσι καὶ πέσυρα
εἰκόστῳ πέμπτῳ δ' ἄματι μηνὸς Ἄθυρ.
179
{ΤΗΣ ΑΥΤΗΣ.}
Χθίσδον μὰν [κλύομες τῷ] Μέμνονος [ἀντιάσαντες,
ὂς πάλιν ἀλλοτρίως λᾶξεν ἄναυδος [ἔων·
πρήσθη γὰρ σέπτα μόρφα βασιληΐδος, αἰ μὴ
ἐλθοίσᾳ γ' αὔτᾳ θήϊον ἆχον ἴῃ.
Μὴ καί τοι βασίλευς κοτέσῃ, ὄ νυ δᾶρον ἀνία
τὰν σέμναν κατέχει κουριδίαν ἄλοχον.
Χὠ Μέμνων τρέσσαις μεγάλως μένος ἐκ βασι[λήων
ἐξαπίνας αὔδασ· ἂ δ' ὀίοις' ἐχάρη.
180
{ΤΗΣ ΑΥΤΗΣ.}
Χαῖρε, καὶ αὐδάσαις πρόφρων ἔμε .....,
τὰν.................
γλῶσσαν μέν τοι τ.............
Καμβύσαις ἄθεος ...........
δῶκέν τοι ποίναν τῷ σῷ οἰκτ[ίρματος ἠδ' ἇς
τόλμας, ἇς Ἆπιν .........
ἀλλ' ἔγω οὐ δοκίμωμι σέθεν τό ......
ψύχαν δ' ἀθανάταν .........
Εὐσέβεες γὰρ ἐμοὶ γένεται σέ .....
Βάλβιλλός τε σόφος κἀντίοχος .....
Βάλβιλλος γένετ' ἐκ μᾶτρος βασιλήιδος Ἄκ[μας,
τῶ πάτερος δὲ πάτηρ Ἀντίοχος βασίλευς·
κήνων ἐκ γενέας κἄγωλόχον αἷμα τὸ κᾶλον,
Βαλβίλλας δ' ἔμεθεν γρόπτα τόδ' εὐσέβ[εος,
181
{ΤΗΣ ΑΥΤΗΣ(?)}
Αὐτὸς καὶ γεραρῶ, Μέμνον, πάϊ Τιθωνοῖο,
Θηβάας θάσσων ἄντα Διὸς πόλιος
ἢ Ἀμένωθ, βασίλευ Αἰγύπτιε, τὼς ἐνέποισιν
ἵρηες μύθων τῶν παλάων ἴδριες.............
182
{ΓΕΜΕΛΛΟΥ.}
Θῆκέ σε φωνήεντα θεὰ ῥοδοδάκτυλος Ἠώς,
σὴ μήτηρ, κλυτὲ Μέμνον· ἐελδομένῳ μοι ἀκοῦσαι
σῆς φωνῆς· λυκάβαντι περικλυτοῦ Ἀντωνίνου
δωδεκάτῳ καὶ μηνὶ Παχὼν τρισκαίδεκ' ἔχοντι
ἤματα δίς, δαῖμον, τεῦ ἐσέκλυον αὐδήσαντος,
ἠελίου λίμνης περικαλλέα ῥεῖθρα λιπόντος.
Τὸν πάλαι ἀντολίης βασιλῆά σε θῆκε Κρονίων
οἰκουρὸν πέτρου, φωνὴν δ' ἀπὸ πέτρου ἕηκας.
Ταῦτα δ' ἔγραψε Γέμελλος, ἀμοιβαδὶς ἐνθάδ' ἀνελθὼν
σὺν κεδνῇ ἀλόχῳ Ῥουφίλλῃ καὶ τεκέεσσι.
183
{ΑΔΕΣΠΟΤΟΝ.}
Τούτοις τοῖς ἐλέγοις Πετρωνιανός σε γεραίρω
αὐδήεντι θεῷ μουσικὰ δῶρα διδούς,
πατρόθεν οὔνομ' ἔχων Λουκίλιος, Ἰταλὸς ἀνήρ.
Ἀλλὰ σύ μοι ζώειν δηρόν, ἄναξ, χαρίσαι.
Πολλοὶ ἅμα στείχουσι δαήμεναι, ἦ ῥ' ἔτι Μέμνων
τοῦ λοιποῦ γῆρυν σώματος ἐντὸς ἔχει.
Αὐτὰρ ὅ γε στείνων κεφαλῆς τ' ἄτερ ἥμενος αὐδᾷ
ὕβριν Καμβύσεω μητέρι μεμφόμενος·
εὖτ' ἂν δ' Ἠέλιος φαέθων ἀκτῖνας ἀνίσχῃ,
ἦμαρ σημαίνει τοῖς παρεοῦσι βροτοῖς.
184
{ΚΑΙΚΙΛΙΑΣ ΤΡΕΒΟΥΛΛΗΣ,}
δεύτερον ἀκουσάσης Μέμνονος.
Αὐδῆς τὸ πρόσθεν μοῦνον ἐξακούσαντας
νῦν ὡς συνήθεις καὶ φίλους ἠσπάζετο
Μέμνων ὁ παῖς Ἠοῦς τε καὶ Τιθωνοῖο.
Αἴσθησιν ἆρα τῷ λίθῳ καὶ φθέγματα
ἡ φύσις ἔδωκε δημιουργὸς τῶν ὅλων;
185
{ΤΗΣ ΑΥΤΗΣ.}
Ἔθραυσε Καμβύσης με τόνδε τὸν λίθον,
βασιλέως ἑῴου εἰκόν' ἐκμεμαγμένον.
Φωνὴ δ' ὀδυρμὸς ἦν πάλαι μοι, Μέμνονος
τὰ πάθη γοῶσα, ἣν ἀφεῖλε Καμβύσης.
Ἄναρθρα δὴ νῦν κἀσαφῆ τὰ φθέγματα
ὀλοφύρομαι τῆς πρόσθε λείψανον τύχης.
186
{ΑΛΛΟ.}
Μάρκιος…
…
The complete text is available when the reading interface loads.